TLG 0081 008 :: DIONYSIUS HALICARNASSENSIS :: Ad Ammaeum

DIONYSIUS HALICARNASSENSIS Hist. Rhet.
(Halicarnassensis: 1 B.C.)

Ad Ammaeum

Source: Usener, H., Radermacher, L. (eds.), Dionysii Halicarnasei quae exstant, vol. 5. Leipzig: Teubner, 1899 (repr. Stuttgart: Teubner, 1965): 257–279.

Citation: Section — (line)

Amm
.

t

ΔΙΟΝΥΣΙΟΣ ΑΜΜΑΙΩΙ ΤΩΙ ΦΙΛΤΑΤΩΙ ΠΛΕΙΣΤΑ ΧΑΙΡΕΙΝ
Amm
.

1

Πολλῶν μετ’ ἄλλων ξένων τε καὶ παραδόξων ἀκου‐ σμάτων, ὧν ἐνήνοχεν ὁ καθ’ ἡμᾶς χρόνος, ἕν τι καὶ τοῦτο ἐφάνη μοι πρώτως ἀκούσαντι παρὰ σοῦ, ὅτι τῶν φιλοσόφων τις τῶν ἐκ τοῦ περιπάτου πάντα χαρίζεσθαι
5βουλόμενος Ἀριστοτέλει τῷ κτίσαντι ταύτην τὴν φιλο‐ σοφίαν καὶ τοῦτο ὑπέσχετο ποιήσειν φανερόν, ὅτι Δη‐ μοσθένης τὰς ῥητορικὰς τέχνας παρ’ ἐκείνου μαθὼν εἰς τοὺς ἰδίους μετήνεγκε λόγους καὶ κατ’ ἐκεῖνα κο‐ σμούμενος τὰ παραγγέλματα πάντων ἐγένετο τῶν ῥη‐
10τόρων κράτιστος. κατ’ ἀρχὰς μὲν οὖν ὑπελάμβανον τῶν πολλῶν τινα εἶναι τὸν ταῦτ’ ἐπιχειρήσαντα λέγειν, καὶ παρῄνουν σοι μὴ πᾶσι τοῖς παραδόξοις προσέχειν. ὡς δὲ καὶ τοὔνομα τοῦ ἀνδρὸς ἐπυθόμην, ὃν ἐγὼ καὶ τῶν ἠθῶν ἕνεκα καὶ τῶν λόγων ἀποδέχομαι, ἐθαύμασα,
15καὶ πολὺς ἐν ἐμαυτῷ γενόμενος ἐπιμελεστέρας ᾤμην δεῖσθαι σκέψεως τὸ πρᾶγμα, μή ποτε λέληθέ με τἀ‐
ληθὲς οὕτως ἔχον καὶ οὐδὲν εἰκῇ τῷ ἀνδρὶ εἴρηται, ἵνα ἢ τὴν δόξαν ἣν πρότερον αὐτὸς ἔσχον 〈ἀφείην〉 βεβαίως μαθὼν ὅτι προτεροῦσι τῶν Δημοσθένους λό‐257
20γων αἱ Ἀριστοτέλους τέχναι, ἢ τὸν οὕτως ἐγνωκότα καὶ γράψαι γε παρεσκευασμένον, πρὶν εἰς ὄχλον ἐκ‐ δοῦναι τὸ σύνταγμα, μεταβαλεῖν πείσαιμι τὴν δόξαν.
Amm
.

2

Οὐκ ἐλαχίστην δέ μοι καὶ σὺ παρέσχου ῥοπὴν εἰς τὸ μὴ παρέργως ἐξετάσαι τὴν ἀλήθειαν, παρακαλῶν φανεροὺς ποιῆσαι τοὺς λόγους, οἷς ἐμαυτὸν πέπεικα Δημοσθένους ἀκμάζοντος ἤδη καὶ τοὺς ἐπιφανεστάτους
5εἰρηκότος ἀγῶνας τότε ὑπὸ Ἀριστοτέλους τὰς ῥητορι‐ κὰς γεγράφθαι τέχνας. ἐδόκεις τέ μοι καὶ τοῦτο ὀρ‐ θῶς παραινεῖν, μὴ σημείοις μηδὲ εἰκόσι μηδ’ ἀλλο‐ τρίαις τὸ πρᾶγμα πιστώσασθαι μαρτυρίαις, ἐπειδὴ τού‐ των οὐδεμία τῶν πίστεων δι’ ἀναγκαίων συνάγεται
10λημμάτων· ἀλλ’ αὐτὸν Ἀριστοτέλη παρασχέσθαι διὰ τῶν ἰδίων τεχνῶν ὁμολογοῦντα τἀληθὲς οὕτως ἔχειν. τοῦτο δὴ πεποίηκα, βέλτιστε Ἀμμαῖε, τῆς τε ἀληθείας προνοούμενος, ἣν ἐπὶ παντὸς οἴομαι δεῖν πράγματος ἐξετάζεσθαι, καὶ τῆς ἁπάντων τῶν περὶ τοὺς πολιτι‐
15κοὺς λόγους ἐσπουδακότων χάριτος· ἵνα μὴ τοῦθ’ ὑπο‐
λάβωσιν, ὅτι πάντα περιείληφεν ἡ περιπατητικὴ φιλο‐ σοφία τὰ ῥητορικὰ παραγγέλματα, καὶ οὔτε οἱ περὶ Θεόδωρον καὶ Θρασύμαχον καὶ Ἀντιφῶντα σπουδῆς ἄξιον οὐδὲν εὗρον οὔτε Ἰσοκράτης καὶ Ἀναξιμένης καὶ258
20Ἀλκιδάμας οὔτε οἱ τούτοις συμβιώσαντες τοῖς ἀνδράσι παραγγελμάτων τεχνικῶν συγγραφεῖς καὶ ἀγωνισταὶ λόγων ῥητορικῶν, οἱ περὶ Θεοδέκτην καὶ Φιλίσκον καὶ Ἰσαῖον καὶ Κηφισόδωρον Ὑπερείδην τε καὶ Λυκοῦρ‐ γον καὶ Αἰσχίνην, οὐδ’ 〈ἂν〉 αὐτὸς ὁ Δημοσθένης ὁ
25πάντας ὑπερβαλόμενος τούς τε πρὸ αὑτοῦ καὶ τοὺς καθ’ ἑαυτὸν καὶ μηδὲ τοῖς γινομένοις ὑπερβολὴν κατα‐ λιπὼν τοσοῦτος ἐγένετο τοῖς Ἰσοκράτους τε καὶ Ἰσαίου κοσμούμενος παραγγέλμασιν, εἰ μὴ τὰς Ἀριστοτέλους τέχνας ἐξέμαθεν.
Amm
.

3

‘Οὐκ ἔστ’ ἔτυμος λόγος οὗτοσ‘, ὦ φίλε Ἀμμαῖε, οὐδ’ ἐκ τῶν Ἀριστοτέλους τεχνῶν τῶν ὕστερον ἐξενεχθεισῶν οἱ Δημοσθένους λόγοι συνετάχθησαν ἀλλὰ καθ’ ἑτέρας τινὰς εἰσαγωγάς· ὑπὲρ ὧν ἐν ἰδίᾳ δηλώσω γραφῇ τὰ
5δοκοῦντά μοι· πολὺς γὰρ ὁ περὶ αὐτῶν λόγος, ὃν οὐ καλῶς εἶχεν ἑτέρας γραφῆς ποιῆσαι πάρεργον. ἐν δὲ τῷ παρόντι τοῦτο πειράσομαι φανερὸν ποιῆσαι, ὅτι Δημοσθένους ἀκμάζοντος ἤδη κατὰ τὴν πολιτείαν καὶ τοὺς ἐπιφανεστάτους εἰρηκότος ἀγῶνας τούς τε δικανι‐
10κοὺς καὶ τοὺς δημηγορικοὺς καὶ θαυμαζομένου διὰ
πάσης τῆς Ἑλλάδος ἐπὶ δεινότητι λόγων τότε ὁ φιλό‐ σοφος τὰς ῥητορικὰς ἔγραψε τέχνας. ἀνάγκη δ’ ἴσως πρῶτον, ὡς παρέλαβον ἐκ τῶν κοινῶν ἱστοριῶν, ἃ κατέλιπον ἡμῖν οἱ τοὺς βίους τῶν ἀνδρῶν συνταξά‐259
15μενοι, προειπεῖν. ποιήσομαι δὲ ἀπὸ Δημοσθένους τὴν ἀρχήν.
Amm
.

4

Οὗτος ἐγεννήθη μὲν ἐνιαυτῷ πρότερον τῆς ἑκατο‐ στῆς Ὀλυμπιάδος· ἄρχοντος δὲ Τιμοκράτους εἰς ἔτος ἦν ἐμβεβηκὼς ἑπτακαιδέκατον ** δημοσίους δὲ λόγους ἤρξατο γράφειν ἐπὶ Καλλιστράτου ἄρχοντος εἰκοστὸν
5καὶ πέμπτον ἔτος ἔχων. καὶ ἔστιν αὐτοῦ πρῶτος τῶν ἐν δικαστηρίῳ κατασκευασθέντων ἀγώνων ὁ κατὰ Ἀν‐ δροτίωνος, ὃν ἔγραφε Διοδώρῳ τῷ κρίνοντι τὸ ψή‐ φισμα παρανόμων, καὶ κατὰ τὸν αὐτὸν χρόνον ἕτερος [ἐπὶ Καλλιστράτου ἄρχοντος], ὁ περὶ τῶν ἀτελειῶν,
10ὃν αὐτὸς διέθετο, χαριέστατος ἁπάντων τῶν λόγων καὶ γραφικώτατος. ἐπὶ δὲ Διοτίμου τοῦ μετὰ Καλλίστρα‐ τον ἐν Ἀθηναίοις πρώτην εἶπε δημηγορίαν, ἣν ἐπι‐ γράφουσιν οἱ τοὺς ῥητορικοὺς πίνακας συντάξαντες ‘περὶ τῶν συμμοριῶν‘· ἐν ᾗ παρεκάλει τοὺς Ἀθηναίους
15μὴ λύειν τὴν πρὸς βασιλέα γενομένην εἰρήνην μηδὲ προτέρους ἄρχειν τοῦ πολέμου, ἐὰν μὴ παρασκευάσων‐ ται τὴν ναυτικὴν δύναμιν, ἐν ᾗ πλείστην εἶχον ἰσχύν, καὶ τὸν τρόπον τῆς παρασκευῆς αὐτὸς ὑποτίθεται. ἐπὶ
δὲ Θουδήμου τοῦ μετὰ Διότιμον ἄρξαντος τόν τε κατὰ260
20Τιμοκράτους λόγον ἔγραψε Διοδώρῳ τῷ κρίνοντι παρα‐ νόμων τὸν Τιμοκράτη καὶ τὸν περὶ τῆς Μεγαλοπολι‐ τῶν βοηθείας δημηγορικὸν αὐτὸς ἀπήγγειλε. μετὰ δὲ Θούδημον ἔστιν Ἀριστόδημος ἄρχων, ἐφ’ οὗ τῶν κατὰ Φιλίππου δημηγοριῶν ἤρξατο, καὶ λόγον ἐν τῷ δήμῳ
25διέθετο περὶ τῆς ἀποστολῆς τοῦ ξενικοῦ στρατεύματος καὶ τῶν δέκα φυγαδικῶν τριηρῶν εἰς Μακεδονίαν. ἐν τούτῳ τῷ χρόνῳ καὶ τὸν κατὰ Ἀριστοκράτους ἔγραψε λόγον Εὐθυκλεῖ τῷ διώκοντι παρανόμων τὸ ψήφισμα. ἐπὶ δὲ Θεέλλου τοῦ μετὰ Ἀριστόδημον τὴν περὶ Ῥο‐
30δίων ἀπήγγειλε δημηγορίαν, ἐν ᾗ πείθει τοὺς Ἀθη‐ ναίους καταλῦσαι τὴν ὀλιγαρχίαν αὐτῶν καὶ τὸν δῆ‐ μον ἐλευθερῶσαι. ἐπὶ δὲ Καλλιμάχου τοῦ τρίτου μετὰ Θέελλον ἄρξαντος τρεῖς διέθετο δημηγορίας παρα‐ καλῶν Ἀθηναίους βοήθειαν Ὀλυνθίοις ἀποστεῖλαι τοῖς
35πολεμουμένοις ὑπὸ Φιλίππου, πρώτην μὲν ἧς ἐστιν ἀρχὴ ‘Ἐπὶ πολλῶν μὲν ἰδεῖν ἄν τις ὦ ἄνδρες Ἀθη‐ ναῖοί μοι δοκεῖ‘· δευτέραν δὲ ‘Οὐχὶ ταὐτὰ παρίστα‐ ταί μοι γιγνώσκειν ὦ ἄνδρες Ἀθηναῖοι‘· τρίτην δὲ ‘Ἀντὶ πολλῶν ἂν ὦ ἄνδρες Ἀθηναῖοι χρημάτων‘.
40κατὰ τοῦτον γέγραπται τὸν ἄρχοντα καὶ ὁ κατὰ Μει‐ δίου λόγος, ὃν συνετάξατο μετὰ τὴν χειροτονίαν, ἣν ὁ δῆμος αὐτῷ κατεχειροτόνησε. μέχρι τοῦδ’ εὑρισκο‐ μένων δώδεκα λόγων, ὧν εἴρηκα, δημοσίων, ἐν οἷς εἰσι δημηγορικοὶ μὲν ἑπτά, δικανικοὶ δὲ πέντε, ἅπαντες261
45〈ἐγένοντο〉 πρότεροι τῶν Ἀριστοτέλους τεχνῶν, ὡς ἔκ τε τῶν ἱστορουμένων περὶ τοῦ ἀνδρὸς ἀποδείξω καὶ ἐκ τῶν ὑπ’ αὐτοῦ γραφέντων, ἐντεῦθεν ἀρξάμενος.
Amm
.

5

Ἀριστοτέλης πατρὸς μὲν ἦν Νικομάχου τὸ γένος καὶ τὴν τέχνην ἀναφέροντος εἰς Μαχάονα τὸν Ἀσκλη‐ πιοῦ, μητρὸς δὲ Φαιστίδος ἀπογόνου τινὸς τῶν ἐκ Χαλκίδος τὴν ἀποικίαν ἀγαγόντων εἰς Στάγειρα· ἐγεν‐
5νήθη δὲ κατὰ τὴν ἐνενηκοστὴν καὶ ἐνάτην Ὀλυμπιάδα Διοτρεφοῦς Ἀθήνησιν ἄρχοντος τρισὶν ἔτεσι Δημο‐ σθένους πρεσβύτερος. ἐπὶ δὲ Πολυζήλου ἄρχοντος τελευτήσαντος τοῦ πατρὸς ὀκτωκαιδέκατον ἔτος ἔχων εἰς Ἀθήνας ἦλθεν, καὶ συσταθεὶς Πλάτωνι χρόνον
10εἰκοσαετῆ διέτριψε σὺν αὐτῷ. ἀποθανόντος δὲ Πλά‐
τωνος ἐπὶ Θεοφίλου ἄρχοντος ἀπῆρε πρὸς Ἑρμίαν τὸν Ἀταρνέως τύραννον καὶ τριετῆ χρόνον παρ’ αὐτῷ δια‐ τρίψας ἐπ’ Εὐβούλου ἄρχοντος εἰς Μυτιλήνην ἐχωρί‐ σθη· ἐκεῖθεν δὲ πρὸς Φίλιππον ᾤχετο κατὰ Πυθόδοτον262
15ἄρχοντα, καὶ διέτριψε χρόνον ὀκταετῆ παρ’ αὐτῷ κα‐ θηγούμενος Ἀλεξάνδρου· μετὰ δὲ τὴν Φιλίππου τελευ‐ τὴν ἐπ’ Εὐαινέτου ἄρχοντος ἀφικόμενος εἰς Ἀθήνας ἐσχόλαζεν ἐν Λυκείῳ χρόνον ἐτῶν δώδεκα. τῷ δὲ τρισ‐ καιδεκάτῳ, μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν ἐπὶ Κη‐
20φισοδώρου ἄρχοντος ἀπάρας εἰς Χαλκίδα νόσῳ τελευτᾷ, τρία πρὸς τοῖς ἑξήκοντα βιώσας ἔτη.
Amm
.

6

Ταῦτα μὲν οὖν ἔστιν ἃ παραδεδώκασιν ἡμῖν οἱ τὸν βίον τοῦ ἀνδρὸς ἀναγράψαντες. ἃ δὲ αὐτὸς ὁ φιλό‐ σοφος ὑπὲρ ἑαυτοῦ γράφει, πᾶσαν ἀφαιρούμενος ἐπι‐ χείρησιν τῶν χαρίζεσθαι βουλομένων αὐτῷ τὰ μὴ προσ‐
5ήκοντα, πρὸς πολλοῖς 〈δ’〉 ἄλλοις ὧν οὐδὲν δέομαι με‐ μνῆσθαι κατὰ τὸ παρόν, ἃ τέθηκεν ἐν τῇ πρώτῃ βύβλῳ ταύτης τῆς πραγματείας, ὡς οὐ μειράκιον ἦν, ὅτε τὰς ῥητορικὰς συνετάττετο τέχνας, ἀλλ’ ἐν τῇ κρατίστῃ γεγονὼς ἀκμῇ καὶ προεκδεδωκὼς ἤδη τάς τε τοπικὰς
10συντάξεις καὶ τὰς ἀναλυτικὰς καὶ τὰς μεθοδικάς, τεκ‐ μήρι’ ἐστὶν ἰσχυρότατα. ἀρξάμενος γὰρ τὰς ὠφελείας ἐπιδεικνύειν, ἃς περιείληφεν ὁ ῥητορικὸς λόγος, ταῦτα
κατὰ λέξιν γράφει· ‘χρήσιμος δ’ ἐστὶν ἡ ῥητορικὴ διά γε τὸ φύσει εἶναι κρείττω τἀληθῆ καὶ τὰ δίκαια263
15τῶν ἐναντίων· ὥςτε ἐὰν μὴ κατὰ τὸ προσῆκον αἱ κρί‐ σεις γίνωνται, ἀνάγκη δι’ αὑτὸν ἡττᾶσθαι· τοῦτο δ’ ἐστὶν ἄξιον ἐπιτιμήσεως. ἔτι δὲ πρὸς ἐνίους, οὐδ’ εἰ τὴν ἀκριβεστάτην ἔχοιμεν ἐπιστήμην, ῥᾴδιον ἀπ’ ἐκεί‐ νης πεῖσαι λέγοντας· διδασκαλία γάρ ἐστιν ὁ κατὰ τὴν
20ἐπιστήμην λόγος, τοῦτο δὲ ἀδύνατον· ἀλλ’ ἀνάγκη διὰ τῶν κοινῶν ποιεῖσθαι τὰς πίστεις καὶ τοὺς λόγους, ὥςπερ καὶ ἐν τοῖς τοπικοῖς λέγομεν περὶ τῆς πρὸς τοὺς
Amm
.

7

πολλοὺς ἐντεύξεως.‘ περὶ δὲ παραδειγμάτων 〈καὶ ἐν‐ θυμημάτων〉 προελόμενος λέγειν, ὅτι τὴν αὐτὴν ταῦτ’ ἔχει δύναμιν ταῖς ἐπαγωγαῖς καὶ τοῖς συλλογισμοῖς, ταῦτα περὶ τῆς ἀναλυτικῆς καὶ μεθοδικῆς πραγματείας
5τίθησι· ‘τῶν δὲ διὰ τοῦ δείκνυσθαι 〈ἢ〉 φαίνεσθαι δείκνυσθαι, καθάπερ καὶ ἐν τοῖς ἀναλυτικοῖς τὸ μὲν ἐπαγωγή ἐστι, τὸ δὲ συλλογισμός, 〈τὸ δὲ φαινόμενος συλλογισμόσ〉, καὶ ἐνταῦθ’ ὁμοίως· ἔστι γὰρ τὸ μὲν
παράδειγμα ἐπαγωγή, τὸ δ’ ἐνθύμημα συλλογισμός, τὸ264
10δὲ φαινόμενον φαινόμενος συλλογισμός· καλῶ γὰρ ἐν‐ θύμημα μὲν ῥητορικὸν συλλογισμόν, παράδειγμα δὲ ἐπαγωγὴν ῥητορικήν· πάντες δὲ τὰς πίστεις ποιοῦνται διὰ τοῦ *** δεικνύναι ὁτιοῦν, δῆλον δ’ ἡμῖν τοῦτο ἐκ τῶν ἀναλυτικῶν, ἀναγκαῖον ἑκάτερον 〈αὐτῶν ἑκα‐
15τέρῳ〉 τούτων τὸ αὐτὸ εἶναι. τίς δ’ ἐστὶ διαφορὰ παρα‐ δείγματος καὶ ἐνθυμήματος, φανερὸν ἐκ τῶν τοπικῶν· ἐκεῖ γὰρ περὶ συλλογισμοῦ καὶ ἐπαγωγῆς εἴρηται πρό‐ τερον, ὅτι τὸ μὲν ἐπὶ πολλῶν καὶ ὁμοίων δείκνυσθαι ὅτι οὕτως ἔχει ἐκεῖ μὲν ἐπαγωγή ἐστιν, ἐνταῦθα δὲ
20παράδειγμα· τὸ δὲ τινῶν ὄντων ἕτερόν τι διὰ ταῦτα συμβαίνειν παρὰ τὸ ταῦτ’ εἶναι ἢ καθόλου ἢ ὡς ἐπὶ τὸ πολύ, ἐκεῖ μὲν συλλογισμός, ἐνταῦθα δὲ ἐνθύμημα καλεῖται. φανερὸν δὲ καὶ ὅτι ἑκάτερον ἔχει ἀγαθὸν τὸ εἶδος τῆς ῥητορείας· καθάπερ 〈γὰρ〉 καὶ ἐν τοῖς με‐
25θοδικοῖς εἴρηται, καὶ ἐν τούτοις ὁμοίως ἔχει.‘ Ὅσα μὲν οὖν Ἀριστοτέλης ὑπὲρ ἑαυτοῦ γέγραφε μαρτυρό‐ μενος διαρρήδην, ὅτι τὰς ῥητορικὰς τέχνας συνετάξατο
πρεσβύτερος ὢν ἤδη καὶ τὰς κρατίστας συντάξεις προ‐ εκδεδωκώς, ταῦτ’ ἐστίν· ἐξ ὧν ὃ προειλόμην ποιῆσαι265
30φανερόν, ὅτι προτεροῦσιν οἱ τοῦ ῥήτορος ἀγῶνες τῶν τοῦ φιλοσόφου τεχνῶν, ἱκανῶς ἀποδεδεῖχθαι νομίζω· εἴ γε ὃ μὲν εἰκοστὸν καὶ πέμπτον ἔτος ἔχων ἤρξατο πολιτεύεσθαι καὶ δημηγορεῖν καὶ λόγους εἰς δικαστή‐ ρια γράφειν, ὃ δὲ κατὰ τοὺς αὐτοὺς χρόνους ἔτι
35συνῆν Πλάτωνι καὶ διέτριψεν ἕως ἐτῶν ἑπτὰ καὶ τριά‐ κοντα οὔτε σχολῆς ἡγούμενος οὔτε ἰδίαν πεποιηκὼς αἵρεσιν.
Amm
.

8

Εἰ δέ τις οὕτως ἔσται δύσερις ὥςτε καὶ πρὸς ταῦτα ἀντιλέγειν, ὅτι μὲν ὕστερον ἐγράφησαν αἱ ῥητορικαὶ τέχναι τῶν ἀναλυτικῶν τε καὶ μεθοδικῶν καὶ τοπικῶν, ὁμολογῶν ἀληθὲς εἶναι, οὐδὲν δὲ κωλύειν λέγων ἁπά‐
5σας ταύτας κατεσκευακέναι τὸν φιλόσοφον τὰς πρα‐ γματείας ἔτι παιδευόμενον παρὰ Πλάτωνι, ψυχρὰν μὲν καὶ ἀπίθανον ἐπιχείρησιν εἰσάγων, βιαζόμενος δὲ τὸ κακουργότατον τῶν ἐπιχειρημάτων ποιεῖν πιθανώτερον, ὅτι καὶ τὸ μὴ εἰκὸς γίνεταί ποτε εἰκός, ἀφεὶς ἃ πρὸς
10ταῦτα λέγειν εἶχον ἐπὶ τὰς αὐτοῦ τρέψομαι τοῦ φιλο‐ σόφου μαρτυρίας, ἃς ἐν τῇ τρίτῃ βύβλῳ τῶν τεχνῶν τέθηκε περὶ τῆς μεταφορᾶς κατὰ λέξιν οὕτω γράφων·
‘τῶν δὲ μεταφορῶν τεττάρων οὐσῶν, εὐδοκιμοῦσι μά‐ λιστα αἱ κατὰ ἀναλογίαν· ὡς Περικλῆς ἔφη τὴν νεό‐266
15τητα τὴν ἀπολομένην ἐν τῷ πολέμῳ οὕτως ἠφανίσθαι ἐκ τῆς πόλεως, ὥςπερ εἴ τις τὸ ἔαρ ἐκ τοῦ ἐνιαυτοῦ ἐξέλοι ... καὶ Κηφισόδοτος σπουδάζοντος Χάρητος εὐ‐ θύνας δοῦναι τῶν περὶ τὸν Ὀλυνθιακὸν πόλεμον ἠγα‐ νάκτει φάσκων αὐτὸν εἰς πνῖγμα τὸν δῆμον ἀγαγόντα
20τὰς εὐθύνας πειρᾶσθαι διδόναι.‘
Amm
.

9

Οὑτωσὶ μὲν δὴ σαφῶς αὐτὸς ὁ φιλόσοφος ἀπο‐ δεικνύει μετὰ τὸν Ὀλυνθιακὸν πόλεμον γεγραμμένας ὑπ’ αὐτοῦ τὰς τέχνας. οὗτος δ’ ἐπὶ Καλλιμάχου γέγονεν ἄρχοντος, ὡς δηλοῖ Φιλόχορος ἐν ἕκτῃ βύβλῳ τῆς Ἀτ‐
5θίδος κατὰ λέξιν οὕτω γράφων· ‘Καλλίμαχος Περγα‐ σῆθεν: ἐπὶ τούτου Ὀλυνθίοις πολεμουμένοις ὑπὸ Φι‐ λίππου καὶ πρέσβεις Ἀθήναζε πέμψασιν οἱ Ἀθηναῖοι συμμαχίαν τε ἐποιήσαντο *** καὶ βοήθειαν ἔπεμψαν πελταστὰς δισχιλίους, τριήρεις δὲ τριάκοντα τὰς μετὰ
10Χάρητος καὶ ἃς συνεπλήρωσαν ὀκτώ.‘ ἔπειτα διεξελθὼν
ὀλίγα τὰ μεταξὺ γενόμενα τίθησι ταυτί· ‘περὶ δὲ τὸν αὐτὸν χρόνον Χαλκιδέων τῶν ἐπὶ Θρᾴκης θλιβομένων τῷ πολέμῳ καὶ πρεσβευσαμένων Ἀθήναζε Χαρίδημον αὐτοῖς ἔπεμψαν οἱ Ἀθηναῖοι τὸν ἐν Ἑλλησπόντῳ στρα‐267
15τηγόν· ὃς ἔχων ὀκτωκαίδεκα τριήρεις καὶ πελταστὰς τετρακισχιλίους, ἱππεῖς δὲ πεντήκοντα καὶ ἑκατὸν ἦλθεν εἰς τήν τε Παλλήνην καὶ τὴν Βοττιαίαν μετ’ Ὀλυνθίων καὶ τὴν χώραν ἐπόρθησεν.‘ ἔπειθ’ ὑπὲρ τῆς τρίτης συμμαχίας λέγει ταυτί· ‘πάλιν δὲ τῶν Ὀλυνθίων πρέ‐
20σβεις ἀποστειλάντων εἰς τὰς Ἀθήνας καὶ δεομένων μὴ περιιδεῖν αὐτοὺς καταπολεμηθέντας, ἀλλὰ πρὸς ταῖς ὑπαρχούσαις δυνάμεσι πέμψαι βοήθειαν μὴ ξενικὴν ἀλλ’ αὐτῶν Ἀθηναίων, ἔπεμψεν αὐτοῖς ὁ δῆμος τρι‐ ήρεις μὲν ἑτέρας ἑπτακαίδεκα 〈καὶ〉 τῶν πολιτῶν ὁπλί‐
25τας δισχιλίους καὶ ἱππεῖς τριακοσίους ἐν ναυσὶν ἱππη‐ γοῖς, στρατηγὸν δὲ Χάρητα τοῦ στόλου παντός.‘
Amm
.

10

Ἀπόχρη μὲν οὖν καὶ ταῦτα ῥηθέντα φανερὰν ποι‐ ῆσαι τὴν φιλοτιμίαν τῶν ἀξιούντων τὰς Ἀριστοτέλους ἐζηλωκέναι τέχνας τὸν Δημοσθένη, ὃς ἤδη τέτταρας μὲν ἔτυχεν εἰρηκὼς δημηγορίας Φιλιππικάς, τρεῖς δὲ
5Ἑλληνικάς, πέντε δὲ λόγους δημοσίους εἰς δικαστήρια
γεγραφώς, οὓς οὐδεὶς ἂν ἔχοι διαβαλεῖν ὡς εὐτελεῖς τινας καὶ φαύλους καὶ μηδὲν ἐπιφαίνοντας τεχνικόν, ἐπειδὴ πρὸ τῶν Ἀριστοτέλους συνετάχθησαν τεχνῶν. οὐ μὴν ἔγωγε μέχρι τούτου προελθὼν στήσομαι, ἀλλὰ268
10καὶ τοὺς ἄλλους αὐτοῦ λόγους τοὺς μάλιστ’ εὐδοκι‐ μοῦντας ἐπιδείξω τούς τε δημηγορικοὺς καὶ τοὺς δι‐ κανικοὺς πρότερον ἀπηγγελμένους τῆς ἐκδόσεως τού‐ των τῶν τεχνῶν, μάρτυρι πάλιν αὐτῷ χρώμενος Ἀρι‐ στοτέλει. μετὰ γὰρ ἄρχοντα Καλλίμαχον, ἐφ’ οὗ τὰς
15εἰς Ὄλυνθον βοηθείας ἀπέστειλαν Ἀθηναῖοι πεισθέντες ὑπὸ Δημοσθένους, Θεόφιλος ἔστιν ἄρχων, καθ’ ὃν ἐκράτησε τῆς Ὀλυνθίων πόλεως Φίλιππος. ἔπειτα Θε‐ μιστοκλῆς, ἐφ’ οὗ τὴν πέμπτην τῶν κατὰ Φιλίππου δημηγοριῶν ἀπήγγειλε Δημοσθένης περὶ τῆς φυλα‐
20κῆς τῶν νησιωτῶν καὶ τῶν ἐν Ἑλλησπόντῳ πόλεων, ἧς ἐστιν ἀρχή· ‘Ἃ μὲν ἡμεῖς ὦ ἄνδρες Ἀθηναῖοι δε‐ δυνήμεθα εὑρεῖν, ταῦτ’ ἐστίν.‘ μετὰ δὲ Θεμιστοκλέα Ἀρχίας, ἐφ’ οὗ παραινεῖ τοῖς Ἀθηναίοις μὴ κωλύειν Φίλιππον τῆς Ἀμφικτυονίας μετέχειν μηδὲ ἀφορμὴν
25διδόναι πολέμου νεωστὶ πεποιημένους τὴν πρὸς αὐτὸν εἰρήνην· ἀρχὴ δὲ ταύτης τῆς δημηγορίας ἐστὶν ἥδε· ‘Ὁρῶ μὲν ὦ ἄνδρες Ἀθηναῖοι τὰ παρόντα πράγματα.‘
μετὰ δὲ Ἀρχίαν ἔστιν Εὔβουλος· εἶτα Λυκίσκος, ἐφ’ οὗ τὴν ἑβδόμην τῶν Φιλιππικῶν δημηγοριῶν διέθετο269
30πρὸς τὰς ἐκ Πελοποννήσου πρεσβείας, ταύτην τὴν ἀρχὴν ποιησάμενος· ‘Ὅταν ὦ ἄνδρες Ἀθηναῖοι λόγοι γίγνωνται.‘ μετὰ Λυκίσκον ἔστιν ἄρχων Πυθόδοτος, ἐφ’ οὗ τὴν ὀγδόην τῶν Φιλιππικῶν δημηγοριῶν διέ‐ θετο πρὸς τοὺς Φιλίππου πρέσβεις, ἧς ἐστιν ἀρχή ‘Ὦ
35ἄνδρες Ἀθηναῖοι, οὐκ ἔστιν, ὅπως αἱ αἰτίαι‘, καὶ τὸν κατ’ Αἰσχίνου συνετάξατο λόγον, ὅτε τὰς εὐθύνας ἐδί‐ δου τῆς δευτέρας πρεσβείας τῆς ἐπὶ τοὺς ὅρκους. μετὰ Πυθόδοτον ἔστι Σωσιγένης, ἐφ’ οὗ τὴν ἐνάτην διελήλυθεν κατὰ Φιλίππου δημηγορίαν περὶ τῶν ἐν
40Χερρονήσῳ στρατιωτῶν, ἵνα μὴ διαλυθῇ τὸ μετὰ Διο‐ πείθους ξενικόν, ἀρχὴν ἔχουσαν ταύτην· ‘Ἔδει μὲν ὦ ἄνδρες Ἀθηναῖοι τοὺς λέγοντας ἅπαντασ‘· καὶ κατὰ τὸν αὐτὸν ἄρχοντα τὴν δεκάτην, ἐν ᾗ πειρᾶται διδά‐ σκειν, ὅτι λύει τὴν εἰρήνην Φίλιππος καὶ πρότερος
45ἐκφέρει τὸν πόλεμον, ἧς ἐστιν ἀρχή· ‘Πολλῶν ὦ ἄνδρες Ἀθηναῖοι λόγων γιγνομένων.‘ μετὰ Σωσιγένην ἄρχων ἔστι Νικόμαχος, ἐφ’ οὗ τὴν ἑνδεκάτην δημηγορίαν διε‐ λήλυθε περὶ τοῦ λελυκέναι τὴν εἰρήνην Φίλιππον καὶ
τοὺς Ἀθηναίους πείθει Βυζαντίοις ἀποστεῖλαι βοήθειαν,270
Amm
.

10

(50)

ἧς ἐστιν ἀρχή· ‘Καὶ σπουδαῖα νομίζων ὦ ἄνδρες Ἀθη‐ ναῖοι.‘ ἕπεται Νικομάχῳ Θεόφραστος ἄρχων, ἐφ’ οὗ πείθει τοὺς Ἀθηναίους γενναίως ὑπομεῖναι τὸν πόλε‐ μον ὡς κατηγγελκότος αὐτὸν ἤδη Φιλίππου· καὶ ἔστιν αὕτη τελευταία τῶν κατὰ Φιλίππου δημηγοριῶν, ἀρ‐
55χὴν ἔχουσα ταύτην· ‘Ὅτι μὲν ὦ ἄνδρες Ἀθηναῖοι Φί‐ λιππος οὐκ ἐποιήσατο τὴν εἰρήνην πρὸς ὑμᾶς, ἀλλ’ ἀνεβάλετο τὸν πόλεμον.‘
Amm
.

11

Ὅτι δὲ καὶ τούτους ἅπαντας τοὺς λόγους οὓς κατ‐ ηρίθμημαι πρὸ τῆς ἐκδόσεως τῶν Ἀριστοτέλους τεχνῶν ἀπήγγειλεν ὁ Δημοσθένης, αὐτὸν Ἀριστοτέλη παρέξο‐ μαι μαρτυροῦντα. ἀρξάμενος γὰρ ἐν τῇ δευτέρᾳ βύ‐
5βλῳ τῶν τεχνῶν τοὺς τόπους ὁρίζειν, ἀφ’ ὧν τὰ ἐν‐ θυμήματα φέρεται, καὶ τὸν ἐκ τοῦ χρόνου παρα‐ λαμβάνει παρατιθεὶς αὐτῷ τὰ παραδείγματα. θήσω δὲ αὐτὴν τὴν τοῦ φιλοσόφου λέξιν· ‘ἄλλος εἰς τὸν χρόνον σκοπεῖ· οἷον, ὡς ὁ Ἰφικράτης ἐν τῇ πρὸς Ἁρ‐
10μόδιον, ὡς εἰ πρὶν ποιῆσαι ἠξίου τῆς εἰκόνος τυχεῖν
ἐὰν ποιήσῃ, ἔδοτε ἄν· ποιήσαντι δ’ οὐ δώσετε; μὴ τοί‐ νυν μέλλοντες μὲν ὑπισχνεῖσθε, παθόντες δὲ ἀφαιρεῖ‐ σθε. καὶ πάλιν πρὸς τὸ διὰ Θηβαίων διἱέναι Φίλιπ‐ πον εἰς τὴν Ἀττικήν, ὅτι εἰ πρὶν βοηθῆσαι 〈εἰσ〉 Φω‐271
15κεῖς ἠξίου, ὑπέσχοντο ἄν· ἄτοπον οὖν εἰ, διότι προεῖτο καὶ ἐπίστευσεν, μὴ διήσουσιν.‘ ὁ δὲ χρόνος οὗτος, ἐν ᾧ Φίλιππος ἠξίου Θηβαίους ἐπὶ τὴν Ἀττικὴν αὑτῷ δοῦναι δίοδον ὑπομιμνήσκων τῆς ἐν τῷ πρὸς Φωκεῖς πολέμῳ γενομένης βοηθείας, ἐκ τῆς κοινῆς γίγνεται
20φανερὸς ἱστορίας. εἶχε γὰρ οὕτως· μετὰ τὴν Ὀλυνθίων ἅλωσιν ἄρχοντος Θεμιστοκλέους συνθῆκαι Φιλίππῳ πρὸς Ἀθηναίους ἐγένοντο περὶ φιλίας καὶ συμμαχίας· αὗται διέμειναν ἑπταετῆ χρόνον ἄχρι Νικομάχου· ἐπὶ δὲ Θεοφράστου τοῦ μετὰ Νικόμαχον ἄρξαντος ἐλύθη‐
25σαν, Ἀθηναίων μὲν Φίλιππον αἰτιωμένων ἄρχειν τοῦ πολέμου, Φιλίππου δὲ Ἀθηναίοις ἐγκαλοῦντος. τὰς δὲ αἰτίας δι’ ἃς εἰς τὸν πόλεμον κατέστησαν ἀδικεῖ‐ σθαι λέγοντες ἀμφότεροι, καὶ τὸν χρόνον ἐν ᾧ τὴν εἰρήνην ἔλυσαν ἀκριβῶς δηλοῖ Φιλόχορος ἐν τῇ ἕκτῃ
30τῆς Ἀτθίδος βύβλῳ. θήσω δ’ ἐξ αὐτῆς τὰ ἀναγκαιό‐ τατα· ‘Θεόφραστος Ἁλαιεύς: ἐπὶ τούτου Φίλιππος τὸ μὲν πρῶτον ἀναπλεύσας Περίνθῳ προσέβαλεν, ἀπο‐
τυχὼν δ’ ἐντεῦθεν Βυζάντιον ἐπολιόρκει καὶ μηχανή‐ ματα προσῆγεν.‘ ἔπειτα διεξελθών, ὅσα τοῖς Ἀθηναίοις272
35ὁ Φίλιππος ἐνεκάλει διὰ τῆς ἐπιστολῆς, ταῦτα πάλιν κατὰ λέξιν ἐπιτίθησιν· ‘ὁ δὲ δῆμος ἀκούσας τῆς ἐπι‐ στολῆς καὶ Δημοσθένους παρακαλέσαντος αὐτὸν πρὸς τὸν πόλεμον καὶ 〈τὰ〉 ψηφίσματα γράψαντος ἐχειρο‐ τόνησε τὴν μὲν στήλην καθελεῖν τὴν περὶ τῆς πρὸς
40Φίλιππον εἰρήνης καὶ συμμαχίας σταθεῖσαν, ναῦς δὲ πληροῦν καὶ τὰ ἄλλα ἐνεργεῖν τὰ τοῦ πολέμου.‘ ταῦτα γράψας κατὰ Θεόφραστον ἄρχοντα γεγονέναι, τῷ μετ’ ἐκεῖνον ἐνιαυτῷ τὰ πραχθέντα μετὰ τὴν λύσιν τῆς εἰρήνης ἐπὶ Λυσιμαχίδου ἄρχοντος διεξέρχεται.
45θήσω δὲ καὶ τούτων αὐτὰ τὰ ἀναγκαιότατα· ‘Λυσιμα‐ χίδης Ἀχαρνεύς: ἐπὶ τούτου τὰ μὲν ἔργα τὰ περὶ τοὺς νεωσοίκους καὶ τὴν σκευοθήκην ἀνεβάλοντο διὰ τὸν πόλεμον τὸν πρὸς Φίλιππον· τὰ δὲ χρήματα ἐψη‐ φίσαντο πάντ’ εἶναι στρατιωτικὰ Δημοσθένους γρά‐
Amm
.

11

(50)

ψαντος. Φιλίππου δὲ καταλαβόντος Ἐλάτειαν καὶ Κυ‐ τίνιον καὶ πρέσβεις πέμψαντος εἰς Θήβας * Θετταλῶν Αἰνιάνων Αἰτωλῶν Δολόπων Φθιωτῶν, Ἀθηναίων δὲ κατὰ τὸν αὐτὸν χρόνον πρέσβεις ἀποστειλάντων τοὺς περὶ Δημοσθένη, τούτοις συμμαχεῖν ἐψηφίσαντο.‘ Φα‐
55νεροῦ δὴ γεγονότος τοῦ χρόνου, καθ’ ὃν εἰσῆλθον εἰς Θήβας οἵ τε Ἀθηναίων πρέσβεις οἱ περὶ Δημοσθένη καὶ οἱ παρὰ Φιλίππου, ὅτι κατὰ Λυσιμαχίδην ἄρχοντα πίπτει, παρεσκευασμένων ἤδη τὰ πρὸς τὸν πόλεμον ἀμφοτέρων, αὐτὸς ὁ Δημοσθένης ποιήσει φανερὸν ἐν273
60τῷ περὶ τοῦ στεφάνου λόγῳ, τίνες ἦσαν αἱ παρὰ τῶν πρεσβειῶν ἀμφοτέρων ἀξιώσεις· θήσω δὲ ἐξ αὐτῆς λαβὼν τῆς ἐκείνου λέξεως τὰ συντείνοντα πρὸς τὸ πρᾶγμα· ‘Οὕτως διαθεὶς Φίλιππος τὰς πόλεις πρὸς ἀλλήλας διὰ τούτων, καὶ τούτοις ἐπαρθεὶς τοῖς ψη‐
65φίσμασι καὶ ταῖς ἀποκρίσεσιν ἧκεν ἔχων τὴν δύναμιν καὶ τὴν Ἐλάτειαν κατέλαβεν, ὡς οὐδ’ ἂν εἴ τι γένοιτο, ἔτι συμπνευσόντων ἡμῶν ἂν καὶ τῶν Θηβαίων.‘ ἀλλὰ μὴν τὰ τότε συμβάντα διεξελθών, διεξελθὼν δὲ τοὺς ῥηθέντας ὑφ’ ἑαυτοῦ λόγους ἐπὶ τῆς ἐκκλησίας, καὶ ὡς
70πρεσβευτὴς ὑπ’ Ἀθηναίων εἰς Θήβας ἐπέμφθη, ταῦτα κατὰ λέξιν ἐπιτίθησιν· ‘ὡς δ’ ἀφικόμεθα εἰς τὰς Θήβας, κατελαμβάνομεν Φιλίππου καὶ Θετταλῶν καὶ τῶν ἄλλων συμμάχων παρόντας πρέσβεις, καὶ τοὺς μὲν ἡμετέρους φίλους ἐν φόβῳ, τοὺς δ’ ἐκείνου θρασεῖς.‘ ἔπειτ’ ἐπι‐
75στολήν τινα κελεύσας ἀναγνωσθῆναι ταῦτ’ ἐπιτίθησιν· ‘ἐπειδὴ τοίνυν ἐποιήσαντο τὴν ἐκκλησίαν, προσῆγον
ἐκείνους διὰ τὸ τὴν τῶν συμμάχων τάξιν ἐκείνους ἔχειν. καὶ παριόντες ἐδημηγόρουν πολλὰ μὲν Φίλιππον ἐγκω‐ μιάζοντες, πολλὰ δ’ ὑμῖν ἐγκαλοῦντες, πάνθ’ ὅσα πώ‐274
80ποτε ἐναντία ἐπράξατε Θηβαίους ἀναμιμνῄσκοντες. τὸ δ’ οὖν κεφάλαιον, ἠξίουν, ὧν μὲν εὖ ’πεπόνθεσαν ὑπὸ Φιλίππου χάριν αὐτοὺς ἀποδοῦναι, ὧν δ’ ὑφ’ ὑμῶν ἠδίκηνται δίκην λαβεῖν, ὁποτέρως βούλονται, ἢ διἱέν‐ τας αὐτοὺς ἐφ’ ὑμᾶς ἢ συνεμβάλλοντας εἰς τὴν Ἀττι‐
85κήν.‘ Εἰ δὴ κατὰ Λυσιμαχίδην μὲν ἄρχοντα τὸν μετὰ Θεόφραστον λελυμένης ἤδη τῆς εἰρήνης οἱ παρὰ Φι‐ λίππου πρέσβεις εἰς Θήβας ἀπεστάλησαν παρακαλοῦν‐ τες αὐτοὺς μάλιστα μὲν συνεισβαλεῖν εἰς τὴν Ἀττικήν, εἰ δὲ μή, δίοδον τῷ Φιλίππῳ παρασχεῖν μεμνημένους
90τῶν εὐεργεσιῶν αὐτοῦ τῶν περὶ τὸν Φωκικὸν πόλε‐ μον, ταύτης δὲ μέμνηται τῆς πρεσβείας Ἀριστοτέλης, ὡς ὀλίγῳ πρότερον ἐπέδειξα τὰς ἐκείνου λέξεις παρα‐ σχόμενος, ἀναμφιλόγοις δήπουθεν ἀποδέδεικται τεκμη‐ ρίοις, ὅτι πάντες οἱ Δημοσθένους ἀγῶνες οἱ πρὸ τῆς
95Λυσιμαχίδου ἀρχῆς ἐν ἐκκλησίαις τε καὶ δικαστηρίοις γενόμενοι πρότερον τῶν Ἀριστοτέλους τεχνῶν ***
Amm
.

12

ἑτέραν προσθήσω μαρτυρίαν παρὰ τοῦ φιλοσόφου
λαβών, ἐξ ἧς ἔτι μᾶλλον ἔσται φανερόν, ὅτι μετὰ τὸν πόλεμον τὸν συμβάντα τοῖς Ἀθηναίοις πρὸς Φίλιππον αἱ ῥητορικαὶ συνετάχθησαν ὑπ’ αὐτοῦ τέχναι, Δημο‐275
5σθένους ἀκμάζοντος ἤδη κατὰ τὴν πολιτείαν καὶ πάν‐ τας εἰρηκότος τούς τε δημηγορικοὺς καὶ τοὺς δικανι‐ κοὺς λόγους, ὧν ὀλίγῳ πρότερον ἐμνήσθην. διεξιὼν γὰρ τοὺς τόπους τῶν ἐνθυμημάτων ὁ φιλόσοφος καὶ τὸν ἐκ τῆς αἰτίας τίθησι· παρέξομαι δὲ τὴν ἐκείνου
10λέξιν· ‘ἄλλος παρὰ τὸ ἀναίτιον 〈ὡς αἴτιον〉, οἷον τῷ ἅμα ἢ μετὰ τοῦτο γεγονέναι. τὸ γὰρ μετὰ τοῦτο 〈ὡς διὰ τοῦτο〉 λαμβάνουσι, καὶ μάλιστα ἐν ταῖς πολιτεί‐ αις· ὡς ὁ Δημάδης τὴν Δημοσθένους πολιτείαν πάν‐ των τῶν κακῶν αἰτίαν· μετ’ ἐκεῖνο γὰρ **‘. Ποίους
15οὖν ὁ Δημοσθένης κατεσκεύασεν ἀγῶνας ταῖς Ἀριστο‐ τελείοις τέχναις ὁδηγοῖς χρησάμενος, εἰ πάντες οἱ δη‐ μόσιοι λόγοι, δι’ οὓς ἐπαινεῖταί τε καὶ θαυμάζεται, πρὸ τοῦ πολέμου γεγόνασιν, ὡς πρότερον ἐπέδειξα, πλὴν ἑνὸς τοῦ περὶ τοῦ στεφάνου; οὗτος γὰρ μόνος
20εἰς δικαστήριον εἰσελήλυθεν μετὰ τὸν πόλεμον ἐπ’ Ἀριστοφῶντος ἄρχοντος 〈ὀγδόῳ〉 μὲν ἐνιαυτῷ μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην, ἕκτῳ δὲ μετὰ τὴν Φιλίππου τε‐ λευτήν, καθ’ ὃν χρόνον Ἀλέξανδρος τὴν ἐν Ἀρβήλοις
ἐνίκα μάχην.276
25 Εἰ δέ τις ἐρεῖ τῶν πρὸς ἅπαντα φιλονεικούντων, ὅτι τοῦτον ἴσως ἔγραψε τὸν λόγον ταῖς Ἀριστοτέλους ἐντετευχὼς τέχναις, τὸν κράτιστον ἁπάντων 〈τῶν〉 λό‐ γων, πολλὰ πρὸς αὐτὸν εἰπεῖν ἔχων, ἵνα μὴ μακρό‐ τερος τοῦ δέοντος ὁ λόγος γένηταί μοι, καὶ τοῦτον
30ἐπιδείξειν ὑπισχνοῦμαι τὸν ἀγῶνα πρὸ τῶν Ἀριστοτέ‐ λους τεχνῶν ἐπιτετελεσμένον αὐτῷ χρησάμενος τῷ φιλοσόφῳ μάρτυρι. προθεὶς γὰρ τόπον ἐνθυμημάτων τὸν ἐκ τῶν πρὸς ἄλληλα, ταῦτα κατὰ λέξιν γράφει· ‘ἄλλος ἐκ τῶν πρὸς ἄλληλα· εἰ γὰρ θατέρῳ 〈ὑπάρχει
35τὸ καλῶς ἢ δικαίως ποιῆσαι, θατέρῳ〉 τὸ πεπονθέναι, καὶ εἰ κελεῦσαι, καὶ τὸ πεποιηκέναι· οἷον ὡς ὁ τελώ‐ νης ὁ Διομέδων· εἰ γὰρ μηδ’ ὑμῖν αἰσχρὸν τὸ πωλεῖν, οὐδὲ ἡμῖν τὸ ὠνεῖσθαι. καὶ εἰ τῷ πεπονθότι 〈τὸ〉 κα‐ λῶς καὶ δικαίως ὑπάρχει, τῷ πεπραγμένῳ ὑπάρξει καὶ
40τῷ ποιήσαντι ἢ ποιοῦντι. ἔστι δὲ τοῦτο παραλογίσα‐ σθαι· οὐ γὰρ εἰ δικαίως ἔπαθεν, ἅμα καὶ δικαίως ὑπὸ
τούτου πέπονθε. διὸ δεῖ σκοπεῖν χωρίς, εἰ ἄξιος ὁ παθὼν παθεῖν καὶ ὁ ποιήσας ποιῆσαι, εἶτα χρῆσθαι ὁποτέρως ἂν ἁρμόττῃ. ἐνίοτε γὰρ διαφωνεῖ τὸ τοιοῦτον, ὥς‐277
45περ ἐν τῷ Ἀλκμαίωνι τῷ Θεοδέκτου ... καὶ οἷον ἡ περὶ Δημοσθένους δίκη καὶ τῶν ἀποκτεινάντων Νικά‐ νορα.‘ Τίς οὖν ἐστιν ἡ Δημοσθένους δίκη [καὶ τῶν ἀποκτεινάντων Νικάνορα] περὶ ἧς ὁ φιλόσοφος γέ‐ γραφεν, ἐν ᾗ τὸ κυριώτατον τῆς ἀμφισβητήσεως κεφά‐
Amm
.

12

(50)

λαιον ἦν ἐκ τοῦ πρὸς ἄλληλα τόπου; ἡ πρὸς Αἰσχίνην ὑπὲρ Κτησιφῶντος τοῦ παρασχόντος Δημοσθένει τὸ περὶ τοῦ στεφάνου ψήφισμα καὶ τὴν τῶν παρανόμων φεύγοντος γραφήν· ἐν ταύτῃ γὰρ τὸ ζητούμενον ἦν οὐ τὸ κοινόν, εἰ τιμῶν καὶ στεφάνων ἄξιος ἦν Δημο‐
55σθένης ἐπιδοὺς ἐκ τῶν ἰδίων κτημάτων τὴν εἰς τὰ τείχη δαπάνην, ἀλλ’ εἰ καθ’ ὃν χρόνον ὑπεύθυνος ἦν, κωλύοντος τοῦ νόμου τοὺς ὑπευθύνους στεφανοῦν. τὸ γὰρ ἐκ τῶν πρὸς ἄλληλα τοῦτ’ ἔστιν, εἰ ὥσπερ τῷ δήμῳ τὸ δοῦναι, οὕτως καὶ τῷ ὑπευθύνῳ τὸ λαβεῖν
60τὸν στέφανον ἐξῆν. ἐγὼ μὲν οὖν ταύτης οἴομαι τῆς δίκης μεμνῆσθαι τὸν Ἀριστοτέλη. εἰ δέ τις ἐρεῖ, ὅτι περὶ τῆς τῶν δώρων, ἣν ἐπ’ Ἀντικλέους ἄρχοντος
ἀπελογήσατο περὶ τὴν Ἀλεξάνδρου τελευτήν, πολλῷ νεωτέρας ἔτι ποιήσει τὰς Ἀριστοτέλους τέχνας τῶν278
65Δημοσθένους ἀγώνων. Ἀλλὰ γὰρ ὅτι μὲν οὐχ ὁ ῥήτωρ παρὰ τοῦ φιλο‐ σόφου τὰς τέχνας παρέλαβεν αἷς τοὺς θαυμαστοὺς ἐκείνους κατεσκεύασε λόγους, ἀλλὰ τοὐναντίον τὰ Δη‐ μοσθένους καὶ τὰ τῶν ἄλλων ῥητόρων ἔργα παραθέ‐
70μενος Ἀριστοτέλης ταύτας ἔγραψε τὰς τέχνας, ἱκανῶς
ἀποδεδεῖχθαι νομίζω.279