TLG 0081 002 :: DIONYSIUS HALICARNASSENSIS :: De antiquis oratoribus

DIONYSIUS HALICARNASSENSIS Hist. Rhet.
(Halicarnassensis: 1 B.C.)

De antiquis oratoribus

Source: Usener, H., Radermacher, L. (eds.), Dionysii Halicarnasei quae exstant, vol. 5. Leipzig: Teubner, 1899 (repr. Stuttgart: Teubner, 1965): 3–7.

Citation: Section — (line)

t

ΔΙΟΝΥΣΙΟΥ ΑΛΙΚΑΡΝΑΣΕΩΣ ΠΕΡΙ ΤΩΝ ΑΡΧΑΙΩΝ ΡΗΤΟΡΩΝ

1

Πολλὴν χάριν ἦν εἰδέναι τῷ καθ’ ἡμᾶς χρόνῳ δί‐ καιον, ὦ κράτιστε Ἀμμαῖε, καὶ ἄλλων μέν τινων ἐπι‐ τηδευμάτων ἕνεκα νῦν κάλλιον ἀσκουμένων ἢ πρό‐ τερον, οὐχ ἥκιστα δὲ τῆς περὶ τοὺς πολιτικοὺς λόγους
5ἐπιμελείας οὐ μικρὰν ἐπίδοσιν πεποιημένης ἐπὶ τὰ κρείττω. ἐν γὰρ δὴ τοῖς πρὸ ἡμῶν χρόνοις ἡ μὲν ἀρχαία καὶ φιλόσοφος ῥητορικὴ προπηλακιζομένη καὶ δεινὰς ὕβρεις ὑπομένουσα κατελύετο, ἀρξαμένη μὲν ἀπὸ τῆς Ἀλεξάνδρου τοῦ Μακεδόνος τελευτῆς ἐκπνεῖν
10καὶ μαραίνεσθαι κατ’ ὀλίγον, ἐπὶ δὲ τῆς καθ’ ἡμᾶς ἡλικίας μικροῦ δεήσασα εἰς τέλος ἠφανίσθαι· ἑτέρα δέ τις ἐπὶ τὴν ἐκείνης παρελθοῦσα τάξιν, ἀφόρητος ἀναιδείᾳ θεατρικῇ καὶ ἀνάγωγος καὶ οὔτε φιλοσοφίας οὔτε ἄλλου παιδεύματος οὐδενὸς μετειληφυῖα ἐλευ‐
15θερίου, λαθοῦσα καὶ παρακρουσαμένη τὴν τῶν ὄχλων ἄγνοιαν, οὐ μόνον ἐν εὐπορίᾳ καὶ τρυφῇ καὶ μορφῇ πλείονι τῆς ἑτέρας διῆγεν, ἀλλὰ καὶ τὰς τιμὰς καὶ τὰς προστασίας τῶν πόλεων, ἃς ἔδει τὴν φιλόσοφον ἔχειν, εἰς ἑαυτὴν ἀνηρτήσατο καὶ ἦν φορτική τις πάνυ καὶ3
20ὀχληρὰ καὶ τελευτῶσα παραπλησίαν ἐποίησε γενέσθαι τὴν Ἑλλάδα ταῖς τῶν ἀσώτων καὶ κακοδαιμόνων οἰκίαις. ὥσπερ γὰρ ἐν ἐκείναις ἡ μὲν ἐλευθέρα καὶ σώφρων γαμετὴ κάθηται μηδενὸς οὖσα τῶν αὑτῆς κυρία, ἑταίρα δέ τις ἄφρων ἐπ’ ὀλέθρῳ τοῦ βίου παροῦσα
25πάσης ἀξιοῖ τῆς οὐσίας ἄρχειν, σκυβαλίζουσα καὶ δε‐ διττομένη τὴν ἑτέραν· τὸν αὐτὸν τρόπον ἐν πάσῃ πόλει καὶ οὐδεμιᾶς ἧττον ἐν ταῖς εὐπαιδεύτοις (τουτὶ γὰρ ἁπάντων τῶν κακῶν ἔσχατον) ἡ μὲν Ἀττικὴ μοῦσα καὶ ἀρχαία καὶ αὐτόχθων ἄτιμον εἰλήφει σχῆμα, τῶν
30ἑαυτῆς ἐκπεσοῦσα ἀγαθῶν, ἡ δὲ ἔκ τινων βαράθρων τῆς Ἀσίας ἐχθὲς καὶ πρῴην ἀφικομένη, Μυσὴ ἢ Φρυγία τις ἢ Καρικόν τι κακόν, [ἢ βάρβαρον] Ἑλληνίδας ἠξίου διοικεῖν πόλεις ἀπελάσασα τῶν κοινῶν τὴν ἑτέραν, ἡ ἀμαθὴς τὴν φιλόσοφον καὶ ἡ μαινομένη τὴν σώφρονα.

2

ἀλλὰ γὰρ οὐ μόνον ‘ἀνδρῶν δικαίων χρόνος σωτὴρ ἄριστοσ‘ κατὰ Πίνδαρον, ἀλλὰ καὶ τεχνῶν νὴ Δία καὶ ἐπιτηδευμάτων γε καὶ παντὸς ἄλλου σπουδαίου χρή‐ ματος. ἔδειξε δὲ ὁ καθ’ ἡμᾶς χρόνος, εἴτε θεῶν τινος
5ἄρξαντος εἴτε φυσικῆς περιόδου τὴν ἀρχαίαν τάξιν
ἀνακυκλούσης εἴτε ἀνθρωπίνης ὁρμῆς ἐπὶ τὰ ὅμοια πολλοὺς ἀγούσης, καὶ ἀπέδωκε τῇ μὲν ἀρχαίᾳ καὶ σώ‐ φρονι ῥητορικῇ τὴν δικαίαν τιμήν, ἣν καὶ πρότερον εἶχε καλῶς, ἀπολαβεῖν, τῇ δὲ νέᾳ καὶ ἀνοήτῳ παύ‐4
10σασθαι δόξαν οὐ προσήκουσαν καρπουμένῃ καὶ ἐν ἀλλοτρίοις ἀγαθοῖς τρυφώσῃ. καὶ οὐ καθ’ ἓν ἴσως τοῦτο μόνον ἐπαινεῖν τὸν παρόντα χρόνον καὶ τοὺς συμφιλοσοφοῦντας ἀνθρώπους ἄξιον, ὅτι τὰ κρείττω τιμιώτερα ποιεῖν τῶν χειρόνων ἤρξαντο (καίτοι μέρος
15γε τοῦ παντὸς ἥμισυ ἀρχὴ λέγεταί τε καὶ ἔστιν), ἀλλ’ ὅτι καὶ ταχεῖαν τὴν μεταβολὴν καὶ μεγάλην τὴν ἐπί‐ δοσιν αὐτῶν παρεσκεύασε γενέσθαι. ἔξω γὰρ ὀλίγων τινῶν Ἀσιανῶν πόλεων, αἷς δι’ ἀμαθίαν βραδεῖά ἐστιν ἡ τῶν καλῶν μάθησις, αἱ λοιπαὶ πέπαυνται τοὺς φορ‐
20τικοὺς καὶ ψυχροὺς καὶ ἀναισθήτους ἀγαπῶσαι λόγους, τῶν μὲν πρότερον μέγα ἐπ’ αὐτοῖς φρονούντων αἰδου‐ μένων ἤδη καὶ κατὰ μικρὸν ἀπαυτομολούντων πρὸς τοὺς ἑτέρους, εἰ μή τινες παντάπασιν ἀνιάτως ἔχουσι, τῶν δὲ νεωστὶ τοῦ μαθήματος ἁπτομένων εἰς κατα‐
25φρόνησιν ἀγόντων τοὺς λόγους καὶ γέλωτα ποιουμένων τὴν ἐπ’ αὐτοῖς σπουδήν.

3

αἰτία δ’ οἶμαι καὶ ἀρχὴ τῆς τοσαύτης μεταβολῆς ἐγένετο ἡ πάντων κρατοῦσα Ῥώμη πρὸς ἑαυτὴν ἀναγ‐ κάζουσα τὰς ὅλας πόλεις ἀποβλέπειν καὶ ταύτης δὲ αὐτῆς οἱ δυναστεύοντες κατ’ ἀρετὴν καὶ ἀπὸ τοῦ κρα‐
5τίστου τὰ κοινὰ διοικοῦντες, εὐπαίδευτοι πάνυ καὶ γενναῖοι τὰς κρίσεις γενόμενοι, ὑφ’ ὧν κοσμούμενον
τό τε φρόνιμον τῆς πόλεως μέρος ἔτι μᾶλλον ἐπιδέ‐ δωκεν καὶ τὸ ἀνόητον ἠνάγκασται νοῦν ἔχειν. τοιγάρ‐ τοι πολλαὶ μὲν ἱστορίαι σπουδῆς ἄξιαι γράφονται τοῖς5
10νῦν, πολλοὶ δὲ λόγοι πολιτικοὶ χαρίεντες ἐκφέρονται φιλόσοφοί τε συντάξεις οὐ μὰ Δία εὐκαταφρόνητοι ἄλλαι τε πολλαὶ καὶ καλαὶ πραγματεῖαι καὶ Ῥωμαίοις καὶ Ἕλλησιν εὖ μάλα διεσπουδασμέναι προεληλύθασί τε καὶ προελεύσονται κατὰ τὸ εἰκός. καὶ οὐκ ἂν θαυ‐
15μάσαιμι τηλικαύτης μεταβολῆς ἐν τούτῳ τῷ βραχεῖ χρόνῳ γεγενημένης, εἰ μηκέτι χωρήσει προσωτέρω μιᾶς γενεᾶς ὁ ζῆλος ἐκεῖνος τῶν ἀνοήτων λόγων· τὸ γὰρ ἐκ παντὸς εἰς ἐλάχιστον συναχθὲν ῥᾴδιον ἐξ ὀλίγου μηδὲ εἶναι.

4

ἀλλὰ γὰρ τὸ μὲν εὐχαριστεῖν τῷ μεταβάλλοντι τὰ πράγματα χρόνῳ καὶ τὸ τοὺς τὰ κράτιστα προαιρου‐ μένους ἐπαινεῖν καὶ τὸ τὰ μέλλοντα ἐκ τῶν γεγονό‐ των εἰκάζειν καὶ πάντα τὰ παραπλήσια τούτοις, ἃ κἂν
5ὁ τυχὼν εἰπεῖν δύναιτο, ἀφήσω, ἐξ ὧν δ’ ἂν ἔτι μείζω λάβοι τὰ κρείττονα ἰσχύν, ταῦτα πειράσομαι λέγειν, ὑπόθεσιν τοῦ λόγου κοινὴν καὶ φιλάνθρωπον καὶ πλεῖστα δυναμένην ὠφελῆσαι λαβών. ἔστι δὲ ἥδε, τίνες εἰσὶν ἀξιολογώτατοι τῶν ἀρχαίων ῥητόρων τε καὶ
10συγγραφέων καὶ τίνες αὐτῶν ἐγένοντο προαιρέσεις τοῦ τε βίου καὶ τῶν λόγων καὶ τί παρ’ ἑκάστου δεῖ λαμ‐ βάνειν ἢ φυλάττεσθαι, καλὰ θεωρήματα καὶ ἀναγκαῖα
τοῖς ἀσκοῦσι τὴν πολιτικὴν φιλοσοφίαν καὶ οὐ δήπου μὰ Δία κοινὰ οὐδὲ κατημαξευμένα τοῖς πρότερον. ἐγὼ6
15γοῦν οὐδεμιᾷ τοιαύτῃ περιτυχὼν οἶδα γραφῇ, πολλὴν ζήτησιν αὐτῶν ποιησάμενος. οὐ μέντοι διαβεβαιοῦμαί γε ὡς δὴ καὶ σαφῶς εἰδώς· τάχα γὰρ ἂν εἶέν τινες αἱ ἐμὲ διαλανθάνουσαι τοιαῦται γραφαί, τὸ δὲ τῆς ἁπάντων ἱστορίας ὅρον ἑαυτὸν ποιεῖν καὶ περὶ τοῦ μὴ
20γεγονέναι τι τῶν δυνατῶν γενέσθαι λέγειν αὔθαδες πάνυ καὶ οὐ πόρρω μανίας. περὶ μὲν οὖν τούτων οὐδὲν ἔχω, καθάπερ ἔφην, διαβεβαιοῦσθαι. τῶν δὲ ῥητόρων τε καὶ συγγραφέων, ὑπὲρ ὧν ὁ λόγος, πολ‐ λῶν πάνυ ὄντων καὶ ἀγαθῶν τὸ μὲν ὑπὲρ ἁπάντων
25γράφειν μακροῦ λόγου δεόμενον ὁρῶν ἐάσω, τοὺς δὲ χαριεστάτους ἐξ αὐτῶν προχειρισάμενος κατὰ τὰς ἡλι‐ κίας ἐρῶ περὶ ἑκάστου, νῦν μὲν περὶ τῶν ῥητόρων, ἐὰν δὲ ἐγχωρῇ, καὶ περὶ τῶν ἱστορικῶν. ἔσονται δὲ οἱ παραλαμβανόμενοι ῥήτορες τρεῖς μὲν ἐκ τῶν πρε‐
30σβυτέρων, Λυσίας Ἰσοκράτης Ἰσαῖος, τρεῖς δ’ ἐκ τῶν ἐπακμασάντων τούτοις, Δημοσθένης Ὑπερείδης Αἰσχί‐ νης, οὓς ἐγὼ τῶν ἄλλων ἡγοῦμαι κρατίστους, καὶ διαιρεθήσεται μὲν εἰς δύο συντάξεις ἡ πραγματεία, τὴν δὲ ἀρχὴν ἀπὸ ταύτης λήψεται τῆς ὑπὲρ τῶν πρε‐
35σβυτέρων γραφείσης. προειρημένων δὴ τούτων ἐπανά‐
γειν καιρὸς ἐπὶ τὰ προκείμενα.7