TLG 0075 001 :: PERIPLUS PONTI EUXINI :: Anonymi (Arriani, ut fertur) periplus ponti Euxini PERIPLUS PONTI EUXINI Geogr., fort. auctore Arriano Anonymi (Arriani, ut fertur) periplus ponti Euxini Citation: Section — (line) | ||
T | ΑΝΩΝΥΜΟΥ [ΑΡΡΙΑΝΟΥ, ΩΣ ΦΕΡΕΤΑΙ] ΠΕΡΙΠΛΟΥΣ ΕΥΞΕΙΝΟΥ ΠΟΝΤΟΥ | |
N | ἑκατέρων τῶν ἠπείρων, τῶν τε παρὰ τὴν Ἀσίαν τῶν τε παρὰ τὴν Εὐρώπην τόπων, οὕτως· Βιθυνίας τῆς πρὸς τῷ Πόντῳ περίπλους· Παφλαγονίας περίπλους· Πόντων τῶν δύο περί‐ πλους· τῶν ἐν τῇ Εὐρώπῃ μερῶν [τοῦ Πόντου περίπλους]. | |
P | ⟦Τραϊανῷ Ἀδριανῷ Σεβαστῷ Ἀρριανός.⟧ | |
1 | Κατὰ τὸν Θρᾴκιον Βόσπορον καὶ τὸ στόμα τοῦ Εὐξείνου πόντου ἐν τοῖς δεξιοῖς τῆς Ἀσίας μέρεσιν, ἅπερ ἐστὶ τοῦ Βιθυνῶν ἔθνους, κεῖται χωρίον λεγόμενον Ἱε‐ ρὸν, ἐν ᾧ ναός ἐστι Διὸς Οὐρίου προσαγορευόμενος. | |
5 | Τοῦτο δὲ τὸ χωρίον ἀφητήριόν ἐστι τῶν εἰς τὸν Πόντον πλεόντων. Εἰσπλεύσαντι δὲ εἰς τὸν Πόντον, δεξιὰν δὲ τὴν Ἀσίαν ἔχοντι καὶ περιπλέοντι τὸ λειπόμενον μέρος τῶν Βιθυνῶν ἔθνους τὸ πρὸς Πόντῳ κείμενον, ὁ περίπλους οὕτω πως ἔχει· | |
---|---|---|
2 | Τὸ Ἱερὸν τοῦ Διὸς [τοῦ] Οὐρίου ἀπέχει ἀπὸ | |
Βυζαντίου στάδια ρκʹ· γίνονται δὲ μίλια ιϛʹ. Καὶ ἔστι στενότατον ταύτῃ τὸ στόμα τοῦ Πόντου καλούμενον, καθότι εἰσβάλλει εἰς τὴν Προποντίδα. | 402 | |
3T | Βιθυνίας τῆς πρὸς τῷ Πόντῳ περίπλους. | |
3 | Ἀπὸ δὲ τοῦ Ἱεροῦ Διὸς Οὐρίου πλέοντι ἐν τῇ δε‐ ξιᾷ εἰς Ῥήβαν ποταμὸν, στάδια ϙʹ· γίνονται δὲ μίλια ιβʹ. Ἀπὸ δὲ Ῥήβα ποταμοῦ εἰς Μέλαιναν, τὴν νῦν λεγομένην Καλὴν ἄκραν, στάδια ρνʹ, μίλια κʹ. Ἀπὸ | |
5 | δὲ Καλῆς ἄκρας εἰς Ἀρτάνην ποταμὸν καὶ χωρίον στάδια ρνʹ, μίλια κʹ. Ἐνταῦθα ὅρμος ναυσὶ μικραῖς πρὸς ἱερῷ Ἀφροδίτης· παράκειται δὲ καὶ νησίον, ὅπερ σκεπάζει τὸν λιμένα. | |
4 | Ἀπὸ δὲ Ἀρτάνου ποταμοῦ εἰς Ψιλλίδα ποταμὸν καὶ χωρίον στάδια ρνʹ, μίλια κʹ· καὶ πλοῖα μικρὰ ὁρ‐ μίζοιτο ἂν πρὸς τῇ πέτρᾳ τῇ ἀνεχούσῃ οὐ πόρρω τοῦ ποταμοῦ τῶν ἐκβολῶν. | |
5 | Ἀπὸ δὲ τοῦ Ψιλλίδος ποταμοῦ εἰς Κάλπην λι‐ μένα καὶ ποταμὸν στάδια σιʹ, μίλια κηʹ· τοῦτο τὸ ἐμ‐ πόριόν ἐστιν Ἡρακλεωτῶν. Ὁ δὲ Κάλπης λιμὴν ὁποῖόν τι χωρίον ἐστὶ, καὶ ὁποῖος ὅρμος, καὶ ὅτι πηγὴ | |
5 | ἐν αὐτῷ ψυχροῦ καὶ καθαροῦ ὕδατος, καὶ ὅτι ὗλαι πρὸς τῇ θαλάσσῃ ξύλων ναυπηγησίμων, καὶ αὗται ἔνθηροι, ταῦτα Ξενοφῶντι τῷ πρεσβυτέρῳ λέλεκται. | |
6 | Ἀπὸ δὲ Κάλπης λιμένος εἰς Ῥόην, ἐν ᾗ ὅρμος ναυσὶ μικραῖς, στάδια κʹ, μίλια βʹ, [ϙʹ ϛʹ]. Ἀπὸ δὲ Ῥόης εἰς Ἀπολλωνίαν, νῆσον μικρὰν τὴν νῦν λεγομέ‐ νην Δάφνην, ὀλίγον ἀπέχουσαν ἀπὸ τῆς ἠπείρου, ἐν | |
5 | ᾗ λιμὴν (ὑπὸ νήσῳ), στάδια κʹ, μίλια βʹ, ϙʹ ϛʹ. Αὕτη δὲ ἡ Ἀπολλωνιὰς νῆσος ἔχει ἐν αὑτῇ πόλιν λεγομένην Θυνιάδα, Ἡρακλεωτῶν ἄποικον, Ἀπὸ δὲ Ἀπολλωνιάδος νήσου τῆς καὶ Δαφνουσίας εἰς Χηλὰς στάδια κʹ, μίλια βʹ, ϙʹ ϛʹ· αὕτη ἐστὶν ἡ λεγομένη Χη‐ | |
10 | λαὶ Μηδιανῶν. | |
7 | Ἀπὸ δὲ Χηλῶν εἰς Σαγγάριον, ποταμὸν πλωτὸν, | |
στάδια ρπʹ, μίλια κδʹ. Οὗτος ὁ ποταμὸς ἐκ τῆς ὑπὲρ Θυνῶν τε καὶ Φρυγίας φερόμενος ἐξίησι διὰ τῆς Θυνιάδος. | 403 | |
8 | Ἀπὸ δὲ Σαγγαρίου ποταμοῦ εἰς Ὕπιον ποταμὸν στάδια ρπʹ, μίλια κδʹ. Οὗτος ὁ ποταμὸς ἔχει ἐφ’ αὑτῷ μεσηγὺς πόλιν Πρου‐ σιάδα λεγομένην. | |
9 | Ἀπὸ δὲ Ὑπίου ποταμοῦ εἰς Δίαν πόλιν, ἐν ᾗ ὅρμος ναυσὶ μικραῖς, στάδια ξʹ, μίλια ηʹ. Ἀπὸ δὲ Δίας πόλεως εἰς Λιλεὸν ἐμπόριον στάδια μʹ, μίλια εʹ. Ἀπὸ δὲ τοῦ Λιλεοῦ εἰς Ἔλαιον ἐμπόριον καὶ ποταμὸν | |
5 | στάδια ξʹ, μίλια ηʹ. [Ἀπὸ δὲ Ἐλαίου εἰς Κάλητα, ἐμπόριον καὶ ποταμὸν, στάδια ρκʹ, μίλια ιϛʹ.] Ἀπὸ δὲ Κάλητος ποταμοῦ εἰς Λύκον ποταμὸν στάδια πʹ, μί‐ λια ιʹ, ϙʹ ϛʹ. Ἀπὸ δὲ Λύκου ποταμοῦ εἰς Ἡράκλειαν, πόλιν Ἑλληνίδα Δωρικὴν, Μεγαρέων ἄποικον, στά‐ | |
10 | δια ιθʹ, μίλια βʹ, ϙʹ ϛʹ. | |
10 | Ἡράκλεια Βοιωτῶν κτίσις καὶ Μεγαρέων· ἐντὸς δὲ ταύτην Κυανέων κτίζουσιν ὁρμηθέντες ἀπὸ τῆς Ἑλ‐ λάδος καθ’ οὓς χρόνους ἐκράτησε Κῦρος Μηδίας. | |
11 | Ὁμοῦ ἀπὸ τοῦ Ἱεροῦ ἕως Ἡρακλείας στάδια ͵αφνʹ, μίλια σϛʹ, ϙʹ ϛʹ· ἐπ’ εὐθείας δὲ πλέοντι στάδια ͵ασʹ, μίλια ρξʹ. Ἀπὸ δὲ Ἡρακλείας εἰς Ἀπολλωνίαν τὴν ἐν Εὐρώπῃ ἐν τῷ Θρᾳκίῳ ἔθνει καὶ καταντικρὺ | |
5 | κειμένην (τὴν νῦν λεγομένην Σωζόπολιν), στάδια ͵α· γίνονται μίλια ρλγʹ, ϙʹ ϛʹ. | |
12 | Ἀπὸ δὲ Ἡρακλείας πόλεως ἐπὶ τὸ Μητρῷον κα‐ λούμενον, τὸ νῦν λεγόμενον Αὐλία, στάδια πʹ, μίλια ιʹ, ϙʹ ϛʹ. Ἀπὸ δὲ τοῦ Μητρῴου εἰς Ποσείδειον, τὸ νῦν λεγόμενον τὰ Ποτίστεα, στάδια μʹ, μίλια ηʹ Ἀπὸ δὲ | |
5 | τοῦ Ποσειδείου εἰς Τυνδαρίδας, τὸ νῦν λεγόμενον Κυρ‐ σαιτὰ, στάδια μεʹ, μίλια ϛʹ. Ἀπὸ δὲ Τυνδαριδῶν ἕως τοῦ Νυμφαίου στάδια μεʹ, μίλια ϛʹ. Ἀπὸ δὲ τοῦ | |
Νυμφαίου εἰς τὸν Ὀξίναν ποταμὸν στάδια λʹ, μίλια δʹ. | 404 | |
13 | Ἀπὸ δὲ τοῦ Ὀξίνα εἰς Σανδαράκην, ἐν ᾗ ὅρμος ναυσὶ μικραῖς, στάδια μʹ, μίλια εʹ. Ἀπὸ δὲ Σανδα‐ ράκης εἰς Κρηνίδας, ἐν ᾗ ὅρμος ναυσὶ μικραῖς, στάδια κʹ, μίλια βʹ, ϙʹ ϛʹ. Ἀπὸ δὲ Κρηνίδων εἰς Ψύλλαν χω‐ | |
5 | ρίον στάδια λʹ, μίλια δʹ. Ἀπὸ δὲ Ψύλλης εἰς Τίον, πόλιν Ἑλληνίδα Ἰωνικὴν, ἐπὶ θαλάσσῃ οἰκουμένην, Μιλησίων καὶ ταύτην ἄποικον, στάδια ϙʹ, μίλια ιβʹ. Ἀπὸ δὲ Τίου εἰς Βιλλαῖον ποταμὸν στάδια κʹ, μίλια βʹ, ϙʹ ϛʹ· οὗτος ὁ Βιλλαῖος ποταμὸς, ὥς τινές φασιν, | |
10 | ὁρίζει Βιθυνίαν· τὰ δὲ ἐχόμενα Παφλαγονίας ἐστί. Τινὲς δὲ νῦν τὸν Παρθένιον ποταμὸν ὅρον Βιθυνίας καὶ Παφλαγονίας εἶναι βούλονται. Ἀπὸ δὲ τοῦ Βιλλαίου ποταμοῦ εἰς Ψίλιδα ποταμὸν, τὸν νῦν λεγόμενον Πα‐ πάνιον, στάδια ξʹ, μίλια ηʹ. Ἀπὸ δὲ τοῦ Ψίλιδος | |
15 | ποταμοῦ ἤτοι Παπανίου εἰς Παρθένιον ποταμὸν στά‐ δια οʹ, μίλια θʹ, γʹ. | |
14 | Οὗτος ὁ Παρθένης πλωτός ἐστι, καταφέρων ῥεῖθρον ἡσυχώτατον· ἐν αὐτῷ δὲ λόγος Ἀρτέμιδος εἶναι λουτρὸν ἐπιφανέστατον. | |
15 | Ἀπὸ δὲ τοῦ Παρθενίου εἰς Ἀμάστραν, τὴν καὶ Ἄμαστριν λεγομένην, πόλιν Ἑλληνίδα, ἔχουσαν καὶ ποταμὸν, πρότερον λεγομένην Σήσαμον, στάδια ϙʹ, μίλια ιβʹ. Ἀπὸ δὲ Ἡρακλείας εἰς Ἄμαστριν στάδια | |
5 | ψʹ, μίλια ϙʹ. | |
16 | Ὧν δὴ τόπων ἄρξαι Φινέα τοῦ Τυρίου Φοίνικος· ὑστέροις δὲ χρόνοις κατελθεῖν ἐξ Ἰωνίας στόλον Μιλη‐ | |
σίων, καὶ κτίσαι ταύτας τὰς πόλεις, ἃς εἰς Ἄμαστριν ὕστερον συνήγαγεν, ἐπὶ τῶν τόπων κτίσασα ὁμώνυμον | 405 | |
5 | πόλιν, Ἄμαστρις ἡ Ὀξυάθρου μὲν ἱστορουμένη θυγάτηρ ὑπάρχειν, ὡς ὁ λόγος, τοῦ Περσικοῦ, τοῦ δὲ Ἡρακλείας τοῦ Διονυσίου τοῦ τυράννου γενομένη γυνή. | |
17 | Ἀπὸ δὲ Ἀμάστριδος εἰς χηλὴν Ἐρυθίνους στά‐ δια ϙʹ, μίλια ιβʹ. Ἀπὸ δὲ χηλῆς Ἐρυθίνων εἰς Κρῶ‐ μναν χωρίον στάδια ϙʹ, μίλια ιβʹ. Ἀπὸ δὲ Κρώμνης χωρίου εἰς Κύτωρον στάδια ϙʹ, μίλια ιβʹ. Ἀπὸ δὲ | |
5 | Κυτώρου εἰς Αἰγιαλὸν χωρίον στάδια ξʹ, μίλια ηʹ. Ἀπὸ δὲ Αἰγιαλοῦ εἰς Κλίμακα κώμην στάδια νʹ, μίλια ϛʹ, ϙʹ ϛʹ. Ἀπὸ δὲ Κλίμακος εἰς Τιμολάϊον χωρίον στάδια μʹ, μίλια εʹ, γʹ. Ἀπὸ δὲ Τιμολαΐου εἰς Θύμηνα στάδια κʹ, μίλια βʹ, ϙʹ ϛʹ. Ἀπὸ δὲ Θυμήνων | |
10 | εἰς Κάραμβιν, ἀκρωτήριον ὑψηλὸν καὶ μέγα, στάδια ρκʹ, μίλια ιϛʹ. | |
18 | Κατ’ ἀντικρὺς δὲ Καράμβεως ἐν τῇ Εὐρώπῃ κεῖται μέγιστον ἀκρωτήριον, ἀπότομον εἰς θάλασσαν ὑψηλὸν ὄρος, τὸ λεγόμενον Κριοῦ μέτωπον, ἀπέχον ἐκ Καράμβεως πλοῦν νυχθήμερον. | |
19 | Ἀπὸ δὲ Καράμβεως εἰς πόλιν Καλλίστρατιν τὴν καὶ Μαρσίλλαν στάδια κʹ, μίλια βʹ, ϙʹ ϛʹ. Ἀπὸ δὲ Καλλιστράτιδος εἰς Ζεφύριον στάδια μʹ, μίλια εʹ, γʹ. Ἀπὸ δὲ Ζεφυρίου εἰς Γάριον τόπον στάδια λʹ, μίλια δʹ. | |
5 | Ἀπὸ δὲ Γαρίου τόπου εἰς Ἀβώνου τεῖχος, τὴν νῦν λε‐ γομένην Ἰωνόπολιν, στάδια ρκʹ, μίλια ιϛʹ· ἐνταῦθα ὅρμος ναυσὶν οὐκ ἀσφαλής· σαλεύοιεν δὲ ἀπαθεῖς, εἰ μὴ μέγας χειμὼν καταλάβοι. | |
20 | Ἀπὸ δὲ Ἰωνοπόλεως εἰς Αἰγινήτην, πολίχνιον καὶ ποταμὸν, στάδια ρκʹ, μίλια ιϛʹ. Ἀπὸ δὲ Αἰγινή‐ του εἰς Κίμωλιν κώμην, νῦν Κινώλην λεγομένην, στά‐ δια ξʹ, μίλια ηʹ. Ἐν Κινώλῃ σαλεύοιεν ἂν νῆες ὥρᾳ | |
5 | ἔτους· ἔχει δὲ καὶ ὕφορμον εἰς τὴν καλουμένην Ἀντικί‐ νωλιν. Ἀπὸ δὲ Κινώλης εἰς Στεφάνην, κώμην καὶ λιμένα, στάδια ρπʹ, μίλια κδʹ. Ἀπὸ δὲ Στεφάνης εἰς Ποταμοὺς χωρίον στάδια ρνʹ, μίλια κʹ. Ἀπὸ δὲ τῶν Ποταμῶν εἰς Συριάδα Ἀκρουλεπτὴν στάδια ρκʹ, μί‐ | |
10 | λια ιϛʹ. Ἀπὸ δὲ Συριάδος Ἀκρουλεπτῆς κόλπος ἐκ‐ δέχεται· εἰσπλεύσαντι δὲ αὐτὸν εἰς Ἀρμένην, κώμην καὶ λιμένα μέγαν, στάδια ξʹ, μίλια ηʹ· ἔστι δὲ παρὰ | |
τὸν λιμένα ποταμὸς Ὀχθομανὴς ὀνόματι. | 406 | |
21 | Ἀπὸ δὲ Ἀρμένης εἰς Σινώπην, Μιλησίων ἄποι‐ κον, στάδια μʹ, μίλια εʹ, γʹ. Κεῖται δὲ ἐπὶ τῶν ἄκρων νησίον, ὃ καλεῖται Σκόπελος. Ἔχει δὲ διέκ‐ πλουν τοῖς ἐλάττοσι πλοίοις· τὰ δὲ μείζονα περιπλεῖν | |
5 | δεῖ, καὶ οὕτω καταίρειν εἰς τὴν πόλιν. Εἰσὶ δὲ τοῖς περι‐ πλέουσι τὴν νῆσον πλείους ἄλλοι στάδιοι μʹ, μίλια εʹ, γʹ. | |
22 | Σινώπη δὲ ἐπώνυμός ἐστι μιᾶς τῶν Ἀμαζόνων, [ὧν] πλησίον [τὸ] χωρίον, ἥν ποτε μὲν ᾤκουν εὐγε‐ νεῖς ὄντες Σύριοι, μετὰ ταῦτα δὲ, ὡς λέγουσιν, Ἑλ‐ λήνων ὅσοι ἐπ’ Ἀμαζόνας διέβησαν, Αὐτόλυκός τε καὶ | |
5 | σὺν Δηϊλέοντι Φλόγιος, ὄντες Θετταλοί. Ἔπειτα Ἁβρώνδας γένει Μιλήσιος· ὑπὸ Κιμμερίων [δ’] οὗτος ἀναιρεῖσθαι δοκεῖ· μετὰ Κιμμερίους Κῷος, πάλιν δὲ Κρητίνης, οἱ γενόμενοι φυγάδες τῶν Μιλησίων. Οὗτοι δὲ συνοικίζουσιν αὐτὴν, ἡνίκα ὁ Κιμμερίων στρατὸς | |
10 | κατέδραμε τὴν Ἀσίαν. | |
23 | Ἀπὸ δὲ Σινώπης εἰς Εὔαρχον ποταμὸν, ἤδη Εὔηχον λεγόμενον, στάδια πʹ, μίλια ιʹ, ϙʹ ϛʹ. Οὗτος ὁ Εὔαρχος ποταμὸς ὁρίζει τὴν Παφλαγονίαν καὶ τὴν ἐχομένην Καππαδοκίαν· οἱ παλαιοὶ [γὰρ] τὴν | |
5 | Καππαδοκίαν καθήκειν βούλονται μέχρι τοῦ Εὐξείνου Πόντου· τινὲς δὲ αὐτοὺς Λευκοσύρους ἐκάλεσαν· νυνὶ δὲ μετὰ τὴν Παφλαγονίαν τὰ ἐχόμενα μέχρι τῶν βαρβα‐ ρικῶν ὁρίων ἰδίως Πόντος καλεῖται· διῄρηται δὲ εἰς ἐπαρχίας δύο. | |
24 | Ἀπὸ δὲ Εὐάρχου ποταμοῦ εἰς Κάρουσαν, ἐμπό‐ ριον καὶ λιμένα τοῖς ἀφ’ ἑσπέρας ἀνέμοις, πρῶτον Πο‐ λίχνιον ὠνομασμένον, στάδια οʹ, μίλια θʹ, γʹ. Ἀπὸ δὲ Καρούσας εἰς Γουρζούβανθον στάδια ξʹ, μίλια ηʹ. | |
5 | Ἀπὸ δὲ Γουρζουβάνθου εἰς Ζάγωρον χωρίον, ἤδη Κα‐ λίππους λεγόμενον, στάδια ρνʹ, μίλια κʹ. Ἀπὸ δὲ Ζαγώρου εἰς Ζάληκον, ποταμὸν καὶ κώμην ἀλίμενον, στάδια ϙʹ, μίλια ιβʹ. Ἀπὸ δὲ Ζαλήκου ποταμοῦ εἰς Ἅλυν ποταμὸν πλωτὸν στάδια σιʹ, μίλια κηʹ. | |
25 | Οὗτος ὁ Ἅλυς ποταμὸς πάλαι μὲν ὅρος ἦν τῆς Κροίσου βασιλείας καὶ τῆς Περσῶν, νῦν δὲ ὑπὸ τῇ Ῥω‐ μαίων ἐπικρατείᾳ ῥέει, οὐκ ἀπὸ μεσημβρίας, ὡς λέγει Ἡρόδοτος, ἀλλ’ ἀπὸ ἀνίσχοντος ἡλίου. Καθότι δὲ | |
5 | εἰσβάλλει εἰς τὸν Πόντον, ὁρίζει τὰ Σινωπέων καὶ Ἀμι‐ σηνῶν ἔργα· τριακόσια δὲ στάδια ἀπέχων τῆς Ἀμισοῦ, μεταξὺ Σύρων τε καὶ Παφλαγόνων φερόμενος εἰς τὸν | |
Πόντον ἔξεισιν. | 407 | |
26 | Ἀπὸ δὲ Ἅλυος ποταμοῦ εἰς τὸν Ναύσταθμον, ἐν ᾧ καὶ λίμνη ἐστὶ, στάδια μʹ, μίλια εʹ, γʹ. Ἀπὸ δὲ Ναυστάθμου λίμνης εἰς Κωνώπειον λίμνην στάδια νʹ, μίλια ϛʹ, ϙʹ ϛʹ. Ἀπὸ δὲ Κωνωπείου λίμνης εἰς Εὐ‐ | |
5 | σήνην, τὴν καὶ Δαγάλην λεγομένην, στάδια ρκʹ, μίλια ιϛʹ. Ἀπὸ δὲ Εὐσήνης εἰς Ἀμισὸν πόλιν στάδια ρξʹ, μίλια καʹ, ϙʹ ϛʹ. Ἀμισὸς, πόλις Ἑλληνὶς, Ἀθηναίων ἄποικος, ἐπὶ θαλάσσῃ οἰκεῖται. | |
27 | Ἐν τῇ Λευκοσύρων γῇ κειμένη, Φωκαέων ἀποι‐ κία· τέσσαρσι γὰρ πρότερον ἔτεσιν οἰκισθεῖσα τῆς Ἡρα‐ κλείας, ἔλαβεν Ἰωνικὴν κτίσιν. Κατὰ δὲ τὴν πόλιν ταύτην τῆς Ἀσίας σχεδὸν στεότατος αὐχήν ἐστιν εἰς | |
5 | [τὸν] Ἰσσικὸν κόλπον διήκων τήν τε Ἀλεξανδρούπο‐ λιν, τῷ Μακεδόνι κτισθεῖσαν· ἡμερῶν δὲ ὁδὸν εἰς τὴν Κιλικίαν ἑπτὰ τῶν πασῶν ἔχει· τὸ τῆς Ἀσίας γὰρ λέγεται ἰσθμωδέστατον εἰς τὸν περὶ αὐτὸν ὄντα συνά‐ γεσθαι μυχόν. Ὁ δὲ Ἡρόδοτος ἔοικεν ἀγνοεῖν λέγων | |
10 | ἐκ τῆς Κιλικίας [ἀνδρί γ’ εὐζώνῳ μολεῖν πένθ’ ἡμερῶν εἰς Πόντον εἶναι τὴν ὁδόν. Ἔθνη δὲ ἔχει τὰ πάντα] πεντεκαίδεκα ἡ χερρόνησος, ὧν τρία μὲν Ἑλληνικὰ, Αἰολικὸν, εἶτ’ Ἰωνικὸν καὶ Δωρικὸν, τὰ λοιπὰ δὲ τῶν μιγάδων χωρὶς βάρβαρα· Κίλικες μὲν οὖν Λύκιοί τε καὶ | |
15 | πρὸς τούτοις ἅμα Κᾶρες Μαριανδυνοί τε παραθαλάσ‐ σιοι οἰκοῦσι, Παφλαγόνες τε καὶ Παμφύλιοι· Χάλυβες δὲ τὴν μεσόγαιαν, οἵ τε πλησίον Καππάδοκες οἵ τε νεμόμενοι τὴν Πισιδικὴν, Λυδοί τε καὶ πρὸς τοῖσδε Μυ‐ σοὶ καὶ Φρύγες. | |
28 | Ἀπὸ δὲ Ἀμισοῦ εἰς Λύκαστον ποταμὸν στάδια κʹ, μίλια βʹ, ϙʹ ϛʹ. Ἀπὸ δὲ τοῦ Λυκάστου ποταμοῦ εἰς κώμην καὶ ποταμὸν Χαδίσιον στάδια μʹ, μίλια εʹ, ϙʹ ϛʹ. Ἀπὸ δὲ Χαδισίου εἰς Ἀγκῶνος λιμένα, ἐν ᾧ καὶ | |
5 | Ἶρις ἐμβάλλει, στάδια ρʹ, μίλια ιϛʹ. | |
29 | Ἀπὸ δὲ τοῦ Ἴρεως ποταμοῦ εἰς Ἡράκλειον, ἱερὸν καὶ ἀκρωτήριον, στάδια τξʹ, μίλια μηʹ. Ἐνταῦθα λιμὴν μέγας, ὁ λεγόμενος Λαμυρὼν, ὅρμος ναυσὶ καὶ ὑδροστόλος. Ἀπὸ δὲ Ἡρακλείου εἰς Θερμώδοντα, | |
5 | ποταμὸν ναυσίπορον, στάδια μʹ, μίλια εʹ, γʹ. Οὗτος | |
ὁ Θερμώδων ἐστὶν, ἐν ᾧπερ αἱ Ἀμαζόνες οἰκῆσαι λέ‐ γονται, ἔχουσαι πρὸς τὰς ἐκβολὰς αὐτοῦ καὶ πόλιν Θε‐ μίσκυραν λεγομένην· διαρρεῖ δὲ Θερμώδων ποταμός. [Ἀπὸ δὲ Θερμώδοντος ποταμοῦ] εἰς Βῆριν ποταμὸν | 408 | |
10 | στάδια ξʹ, μίλια ηʹ. Ἀπὸ δὲ Βήρεως ποταμοῦ εἰ Θοά‐ ριον ποταμὸν στάδια ϙʹ, μίλια ιβʹ. | |
30 | Ἀπὸ δὲ Θοαρίου ποταμοῦ εἰς Οἴνιον ποταμὸν, ἐν ᾧ καὶ ἔφορμός ἐστι ναυσὶ, στάδια λʹ, μίλια δʹ. Ἀπὸ δὲ Οἰνίου ποταμοῦ εἰς Φυγαμοῦντα ποταμὸν στάδια μʹ, μίλια εʹ, ϙʹ ϛʹ. Ἀπὸ δὲ Φυγαμοῦντος ποταμοῦ εἰς | |
5 | Ἀμηλητὸν τόπον στάδια κʹ, μίλια βʹ ͵ϙʹ ϛʹ. Ἀπὸ δὲ Ἀμηλητοῦ τόπου εἰς Φαδισάνην ἤτοι Φάδισσαν στάδια ρλʹ, μίλια ιζʹ, ϙʹ ϛʹ· ἐνταῦθα λιμὴν, καὶ πόλις πλη‐ σίον, Πολεμώνιον λέγω. Ἀπὸ δὲ Φαδισάνης εἰς Πο‐ λεμώνιον πόλιν στάδια νʹ, μίλια ϛʹ. | |
31 | Ἀπὸ δὲ Πολεμωνίου ἕως πλησίον τοῦ Θερμώ‐ δοντος ποταμοῦ πρῶτον Χάλυβες ἔθνος ᾤκουν. | |
32 | Ἀπὸ δὲ τοῦ Πολεμωνίου εἰς ἀκρωτήριον Ἰασό‐ νιον καλούμενον στάδια ρλʹ, μίλια ιζʹ, ϙʹ ϛʹ. Ἀπὸ δὲ Ἰασονίου εἰς Κιλίκων νῆσον στάδια ιεʹ, μίλια βʹ. Ἀπὸ δὲ Κιλίκων νήσου ἐπὶ τὸν Γένητον ποταμὸν στά‐ | |
5 | δια νεʹ, μίλια ζʹ, ϙʹ ϛʹ. Ἀπὸ δὲ τοῦ Γενήτου ποτα‐ μοῦ εἰς Βοῶνα, ἀκρωτήριον καὶ χωρίον, στάδια κʹ, μίλια βʹ, ϙʹ ϛʹ. Ἐνταῦθα λιμὴν πάντων ἀνέμων, καὶ ὅρμος ναυσίν. Ἀπὸ δὲ Βοῶνος εἰς Κοτύωρον στάδια ϙʹ, μίλια ιβʹ. Ταύτης τῆς Κοτυώρου ὡς πόλεως | |
10 | Ξενοφῶν ἐμνημόνευσε, καὶ λέγει Σινωπέων ἄποικον εἶναι· νῦν δὲ κώμη ἐστὶ, καὶ οὐδὲ αὐτὴ μεγάλη. | |
33 | Ἀπὸ δὲ Κοτυώρου ἕως πλησίον Πολεμωνίου πρῶτον Τιβαρηνοὶ ᾤκουν ἔθνος ὁμοχώριοι, πάνυ γελᾶν σπεύδοντες ἐκ παντὸς τρόπου, εὐδαιμονίαν εἶναι ταύτην κεκρικότες. | |
34 | Ἀπὸ δὲ Κοτυώρου κόλπος ἐκδέχεται. Εἰσπλεύ‐ σαντι δὲ αὐτὸν εἰς Μελάνθιον ποταμὸν στάδια ξʹ, μί‐ λια ηʹ. Ἀπὸ δὲ Κοτυώρου μὴ παραπλέοντι τὸν κόλ‐ πον, ἀλλ’ ἐπ’ εὐθείας διαπλέοντι τὸ στόμα τοῦ κόλπου, | |
5 | εἰς Ἑρμώνασσαν, χωρίον Τραπεζουσίων, στάδια τʹ, | |
μίλια μʹ. Ἀπὸ δὲ Μελανθίου ποταμοῦ εἰς Φαρμαν‐ τὸν ποταμὸν στάδια ρνʹ, μίλια κʹ. Ἀπὸ δὲ Φαρμαν‐ τοῦ ποταμοῦ εἰς Φαρμακίαν ἤτοι τὴν λεγομένην Φαρ‐ νακίαν στάδια ρκʹ, μίλια ιϛʹ. Αὕτη ἡ Φαρνακία | 409 | |
10 | πάλαι μὲν Κερασοῦς ἐκαλεῖτο, Σινωπέων καὶ αὕτη ἄποικος (κτισθεῖσα ὑπ’ αὐτῶν), καθ’ ἣν ἔρημος κει‐ μένη (ἧς ἄντικρυς) παρήκει νῆσος Ἄρεως λεγομένη. | |
35 | Ἀπὸ οὖν Φαρνακίας τῆς καὶ πάλαι Κερασοῦντος ἕως πλησίον Κοτυώρου πρῶτον ᾤκουν ἔθνος οἱ λεγόμε‐ νοι Μοσυνοικοὶ, ἔθεσιν νόμοις τε ἔργοις τε βαρβαρικώ‐ τατοι· φασὶ γὰρ ἐν ξυλίνοισιν ὑψηλοῖς τ’ ἄγαν πύργοις | |
5 | ἐνοικεῖν πάντας, ἐν φανερῷ δ’ ἀεὶ ἕκαστα πράττειν· τὸν δ’ ἑαυτῶν βασιλέα δεδεμένον, [ἐν] πύργῳ [τε] συγκε‐ κλεισμένον τηρεῖν ἐπιμελῶς, τὴν ἀνωτάτω στέγην ἔχοντα· τοῖς φρουροῦσι δ’ αὐτὸν ἐπιμελὲς εἶναι, νομίμως ἵνα πάντα προστάττῃ ποιεῖν· εἰ δὲ παραβαίη, κόλασιν | |
10 | αὐτοῦ λαμβάνειν φασὶν μεγίστην, μὴ διδόντας [τὴν] τροφήν. | |
36 | Ἀπὸ δὲ Φαρνακίας εἰς τὴν Ἀρητιάδα νῆσον, ἔχουσαν ὕφορμον τοῖς ἀφ’ ἑσπέρας ἀνέμοις, στάδια λʹ, μίλια δʹ (Αὕτη ἡ Ἀρητιὰς νῆσος λέγεται Ἄρεως ἤτοι Ἀρεώνησος). Ἀπὸ δὲ τῆς Ἀρητιάδος νήσου εἰς Ζεφύ‐ | |
5 | ριον χωρίον στάδια ρκʹ, μίλια ιϛʹ· ἐνταῦθα ὅρμος ναυσίν. Ἀπὸ δὲ Ζεφυρίου χωρίου εἰς Τρίπολιν στά‐ δια ϙʹ, μίλια ιβʹ. Ἀπὸ δὲ Τριπόλεως εἰς Ἀργυρὰ στά‐ δια κʹ, μίλια βʹ, ϙʹ ϛʹ. Ἀπὸ δὲ τῶν Ἀργυρῶν εἰς Φι‐ λοκάλειαν στάδια ϙʹ, μίλια ιβʹ. Ἀπὸ δὲ Φιλοκαλείας | |
10 | εἰς Κόραλλα στάδια ρʹ, μίλια ιγʹ, γʹ. Ἀπὸ δὲ Κο‐ ράλλων εἰς Κερασοῦντα, πόλιν καὶ ποταμὸν, στάδια ξʹ, μίλια ηʹ. Ἀπὸ δὲ Κερασοῦντος εἰς Ἱερὸν ὄρος, ἐν ᾧ καὶ πόλις καὶ ὕφορμος, στάδια ϙʹ, μίλια ιβʹ. Ἀπὸ δὲ Ἱεροῦ ὄρους εἰς Κορδύλην χωρίον, ἐν ᾧ καὶ ὅρ‐ | |
15 | μος ἐστὶ, στάδια μʹ, μίλια εʹ, γʹ. Ἀπὸ δὲ Κορδύ‐ λης εἰς Ἑρμύσην (καὶ δεῦρο ὅρμος) στάδια μʹ, μί‐ λια εʹ, γʹ. Ἀπὸ δὲ Ἑρμύσης εἰς πόλιν Τραπεζοῦντα, ἐν ᾗ ὅρμος λεγόμενος Δαφνοῦς, στάδια ξʹ, μίλια ηʹ. Τραπεζοῦς, πόλις Ἑλληνὶς, Σινωπέων ἄποικος, ἐπὶ | |
20 | θαλάσσῃ ᾠκισμένη. | |
37 | Ἀπὸ οὖν Τραπεζοῦντος ἕως τῆς Ἀρητιάδος νήσου, [καὶ Φαρνακίας τῆς] καὶ πάλαι Κερασοῦντος, πρῶτον ᾤκουν ἔθνος οἱ λεγόμενοι Μάκρωνες ἤτοι Μακροκέ‐ | |
φαλοι. | 410 | |
38 | Ἀπὸ δὲ Τραπεζοῦντος εἰς Ὕσσον λιμένα, τὸν νῦν λεγόμενον Σουσάρμια, στάδια ρπʹ, μίλια κδʹ. Ἀπὸ δὲ Σουσαρμίων εἰς Ὀφιοῦντα ποταμὸν, ἐν ᾧ σάλος συμμέτροις ναυσὶ, στάδια ϙʹ, μίλια ιβʹ. Οὗτος ὁ | |
5 | Ὀφιοῦς ποταμὸς διορίζει τὴν Κόλχων χώραν ἀπὸ τῆς Θιαννικῆς. Ἀπὸ οὖν Ὀφιοῦντος ποταμοῦ τὰ ἔθνη τῶν δύο Πόντων ἐστί· τὰ δὲ ἐχόμενα βαρβάρων διαφόρων ἐστὶν ἐθνῶν. Ἀπὸ δὲ Ὀφιοῦντος ποταμοῦ εἰς Ψυχρὸν λεγόμενον ποταμὸν στάδια λʹ, μίλια δʹ. | |
39 | Ἀπὸ δὲ Ψυχροῦ ποταμοῦ εἰς Καλὸν ποταμὸν, τὸν νῦν λεγόμενον Καλὴν παρεμβολὴν, στάδια λʹ, μίλια δʹ. Ἀπὸ δὲ Καλῆς παρεμβολῆς εἰς τὸν Ῥίζιον λεγόμενον ποταμὸν καὶ λιμένα στάδια ρκʹ, μίλια ιϛʹ. Ἀπὸ δὲ | |
5 | τοῦ Ῥιζίου εἰς Ἀσκούρναν ποταμὸν στάδια λʹ, μίλια δʹ. Ἀπὸ δὲ τοῦ Ἀσκούρνα ποταμοῦ εἰς Ἀδινῆον, [τὸν] ἤδη λεγόμενον Ἀδιηνὸν ποταμὸν, στάδια ξʹ, μίλια ηʹ· ἔχει σάλον σύμμετρον ναυσίν. Ἀπὸ δὲ τοῦ Ἀδινήου ποταμοῦ εἰς Κόρδυλα χωρίον στάδια ρʹ, μί‐ | |
10 | λια ιγʹ, γʹ. Ἀπὸ δὲ Κορδύλων εἰς Ἀθήνας χωρίον στάδια πʹ, μίλια ιʹ, ϙʹ ϛʹ· ἐνταῦθα ὅρμος ναυσίν. Ἔστι γὰρ [καὶ] ἐν Πόντῳ Εὐξείνῳ χωρίον Ἀθῆναι λεγόμε‐ νον, ἐν ᾧ καὶ Ἀθηνᾶς ἱερόν ἐστιν Ἑλληνικὸν, ὅθεν μοι δοκεῖ καὶ τὸ ὄνομα εἶναι τούτου τοῦ χωρίου· καὶ φρού‐ | |
15 | ριόν τί ἐστιν ἠμελημένον· ὁ δὲ ὅρμος οἷος ὥρᾳ ἔτους δέχεσθαι οὐ πολλὰς ναῦς, καὶ σκέπην ταύταις παρέχειν ἀπὸ νότου ἀνέμου καὶ αὐτοῦ τοῦ εὔρου· σώζοιτο δ’ ἂν καὶ ἀπὸ τοῦ βορρᾶ τὰ ὁρμοῦντα πλοῖα, ἀλλ’ οὐ τοῦ γε ἀπαρκτίου, οὐδὲ τοῦ θρασκίου μὲν ἐν τῷ Πόντῳ, σκί‐ | |
20 | ρωνος δὲ ἐν τῇ Ἑλλάδι καλουμένου. | |
40 | Ἀπὸ δὲ Ἀθηνῶν εἰς Ζάγατιν ποταμὸν στάδια ζʹ. Ἀπὸ Ἀθηνῶν εἰς Πρυτάνην ποταμὸν στάδια μʹ, μίλια εʹ, γʹ· ἐν τούτῳ καὶ τὰ Ἀγχιάλου βασίλειά ἐστιν. Ἀπὸ δὲ Πρυτάνου ποταμοῦ εἰς Ἀρμένην τόπον στάδια | |
5 | κδʹ, μίλια γʹ, γʹ. Ἀπὸ δὲ Ἀρμένου τόπου εἰς Πυξί‐ την ποταμὸν, στάδια ξϛʹ, μίλια ηʹ, ϙʹ ϛʹ. Ἀπὸ δὲ τοῦ Πυξίτου ποταμοῦ εἰς Ἄρχαβιν ποταμὸν στάδια ϙʹ, μίλια ιβʹ. Ἀπὸ δὲ Ἀρχάβεως ποταμοῦ εἰς Ἄψαρον ποταμὸν στάδια ξʹ, μίλια ηʹ. | |
41 | Ὁ δὲ Ἄψαρος τὸ χωρίον λέγουσιν ὅτι Ἄψυρτος | |
ἐκαλεῖτο πάλαι· ἐνταῦθα γὰρ τὸν Ἄψυρτον ὑπὸ τῆς Μηδείας ἀποθανεῖν· καὶ τάφος Ἀψύρτου δείκνυται· ἔπειτα διεφθάρη τὸ ὄνομα ὑπὸ τῶν περιοίκων βαρ‐ | 411 | |
5 | βάρων, καθάπερ καὶ ἄλλα πολλὰ διέφθαρται, ὁπότε καὶ τὰ Τύανα [τὰ] ἐν τοῖς Καππαδόκαις Θόανα λέ‐ γουσιν ὅτι ὠνομάζετο ἐπὶ Θόαντι τῷ βασιλεῖ [τῶν Ταύρων], ὃς τοὺς ἀμφ’ Ὀρέστην καὶ Πυλάδην διώκων ἄχρι τῆσδε τῆς χώρας ἐλθεῖν φημίζεται, καὶ ἐνταῦθα | |
10 | νόσῳ ἀποθανεῖν. | |
42 | Ἀπὸ οὖν Ἀρχάβεως ποταμοῦ εἰς Ὀφιοῦντα πο‐ ταμὸν πρῶτον ᾤκουν ἔθνος οἱ λεγόμενοι Ἐκχειριεῖς, νῦν δὲ οἰκοῦσι Μαχελῶνες καὶ Ἡνίοχοι. | |
43N | ⟦Λείπει τὰ ἀπ’ Ὀφιοῦντος ποταμοῦ ἕως τῆς λίμνης τῆς Μαιώτιδος.⟧ | |
43 | [*** Ὁ Τάναϊς ποταμὸς λέγεται ὁρίζειν ἀπὸ τῆς Ἀσίας τὴν Εὐρώπην· καὶ ὁρμᾶται μὲν ἀπὸ λίμνης τῆς Μαιώτιδος, ἐσβάλλει δὲ εἰς θάλασσαν τὴν τοῦ Εὐ‐ ξείνου Πόντου· καίτοι Αἰσχύλος ἐν Προμηθεῖ Λυομένῳ | |
5 | τὸν Φᾶσιν ὅρον τῆς Εὐρώπης καὶ τῆς Ἀσίας ποιεῖ. Λέγουσι γοῦν αὐτῷ οἱ Τιτᾶνες πρὸς τὸν Προμηθέα ὅτι· Ἥκομεν τοὺς σοὺς ἄθλους τούσδε, Προμηθεῦ, δε]σμοῦ τε πάθος τόδ’ ἐποψόμενοι. | |
10 | Ἔπειτα καταλέγουσιν ὅσην χώραν ἐπῆλθον Πῇ μὲν δίδυμον χθονὸς Εὐρώπης μέγαν ἠδ’ Ἀσίας τέρμονα Φᾶσιν (ποταμόν) .... Τῆς δὲ λίμνης τῆς Μαιώτιδος περίπλους ἐν κύκλῳ λέ‐ γεται σταδίων ἀμφὶ τοὺς ͵θ, μιλίων ͵ασʹ. | |
44 | Ἡ δὲ Μαιῶτις λίμνη λέγεται εἰς ἥμισυ εἶναι τοῦ Πόντου. | |
45 | Τὸν δὲ Τάναϊν ποταμὸν, ὅς ἐστι τῆς Ἀσίας ὅρος, τέμνων τὴν ἤπειρον ἑκατέραν δίχα, πρῶτοι νέ‐ μονται Σαρμάται, δισχίλια στάδια ἐπέχοντες, γινό‐ μενα μίλια σν. Εἶτα μετὰ τοὺς Σαρμάτας Μαιωτῶν | |
5 | γένος Ἰαζαματῶν λεγόμενον, ὡς Δημήτριος εἴρηκεν (ἐφ’ οἷς καὶ Μαιῶτις λίμνη λέγεται)· ὡς δὲ Ἔφορος λέγει, Σαυροματῶν λέγεται ἔθνος· τούτοις δὲ ἐπιμε‐ μίχθαι τὰς Ἀμαζόνας τοῖς Σαυρομάταις λέγουσιν, ἐλ‐ θούσας ποτὲ ἀπὸ τῆς περὶ τὸν Θερμώδοντα γενομένης | |
10 | μάχης· ἐφ’ οἷς ἐπεκλήθησαν οἱ Σαυρομάται Γυναικο‐ κρατούμενοι. | |
46 | Εἶτα ἔστι Φαναγόρου πόλις, Κῆποι πόλις. | |
47 | Εἶτα ἔστιν Ἑρμώνασσα Φαναγόρειά τε, ἣν | |
Τηίους λέγουσιν οἰκίσαι ποτέ· καὶ Σινδικὸς λιμὴν, ἔχων οἰκήτορας Ἕλληνας ἀπὸ τῶν ἐγγὺς ἥκοντας τόπων. Ταύτας περιέχει τὰς πόλεις διακειμένας ἡ νῆσος κατὰ | 412 | |
5 | τὴν Μαιῶτιν ἄχρι τοῦ Βοσπόρου, χώραν ἀπολαμβά‐ νουσα πολλὴν πεδιάδα, ἥτις τὰ μὲν τοῖς ἕλεσι καὶ τοῖς ποταμοῖς ἀδιάβατος, τενάγεσί τε τοῖς ἐν τῷ πέραν, ἃ δὲ τῇ θαλάσσῃ τῇ τε λίμνῃ γίνεται. Τὸ δὲ στόμα ἐκ‐ πλέοντι Κιμμερὶς πόλις, ἀπὸ Κιμμερίων μὲν βαρβά‐ | |
10 | ρων κεκλημένη, κτίσις δὲ τυράννων οὖσα τῶν ἐν Βοσ‐ πόρῳ, Κῆπός τε ἀποικισθεῖσα διὰ Μιλησίων. Καὶ ταῦτα μὲν ἐν τῷ τῆς Ἀσίας μέρει. | |
49 | Τῆς δὲ Εὐρώπης ἐπ’ αὐτοῦ τοῦ στόματος τῆς Μαιώτιδος λίμνης τὸ Παντικάπαιόν ἐστιν ἔσχατον, τοῦ Βοσπόρου βασίλειον ἐπωνομασμένον. Ἄνωθεν δὲ τού‐ των ἡ Σκυθικὴ βάρβαρος πρὸς τὴν ἀοίκητον συνορίζου‐ | |
5 | σά ἐστι γῆν καὶ πᾶσι τοῖς Ἕλλησιν ἀγνοουμένην. Πρώτους δὲ παρὰ τὸν Ἴστρον εἶναι Καρπίδας εἴρηκεν Ἔφορος· εἶτεν Ἀροτῆρας πρόσω, Νευρούς τε μέχρι γῆς πάλιν ἐρήμου διὰ πάγον· πρὸς ἀνατολὰς δὲ ἐκβάντι τὸν Βορυσθένην ποταμὸν, τοὺς τὴν λεγομένην Ὕλαιαν | |
10 | οἰκοῦντας Σκύθας εἶναι, Γεωργοὺς δ’ ἐχομένους τούτων ἄνω· ἔπειτα πάλιν ἔρημον ἐπὶ πολὺν τόπον. Ὑπὲρ δὲ ταύτην Ἀνδροφάγων Σκυθῶν ἔθνος. Ἐπέκεινα [δὲ] πάλιν ἔρημον εἶναι ἐχομένην. Τὸν Παντικάπην διαβάντι Λιμναίων ἔθνος, ἕτερά τε πλείονα οὐ διωνο‐ | |
15 | μασμένα, Νομαδικὰ δὲ ἐπικαλούμενα, εὐσεβῆ πάνυ· ὧν οὐδὲ εἷς ἔμψυχον ἀδικήσαι ποτ’ ἄν· οἰκοφόρα δὲ ὡς εἴρηκε, καὶ σιτούμενα γάλακτι, Σκυθικαῖς ἱππομολ‐ γίαις· ζῶσι δὲ τήν τε κτῆσιν ἀναδεδειχότες κοινὴν ἁπάντων, τήν θ’ ὅλην [συν]ουσίαν. Καὶ τὸν σοφὸν | |
20 | δὲ Ἀνάχαρσιν ἐκ τῶν Νομαδικῶν φησὶ γενέσθαι τῶν σφόδρα εὐσεβεστάτων· καὶ κατοικῆσαί τινας εἰς τὴν Ἀσίαν ἐλθόντας, οὓς δὴ καὶ Σάκας καλοῦσιν. Εὐση‐ μότατον δὲ εἶναί φησιν τὸ τῶν Σαυροματῶν καὶ Γελώ‐ νων καὶ τρίτον τὸ τῶν Ἀγαθύρσων ἐπικαλούμενον γέ‐ | |
25 | νος. Ἀπὸ δὲ τῶν Μαιωτῶν λαβοῦσα τὸ ὄνομα Μαιῶ‐ τις ἑξῆς ἐστι λίμνη κειμένη, εἰς ἣν ὁ Τάναϊς, ἀπὸ τοῦ ποταμοῦ λαβὼν τὸ ῥεῦμα Ἀράξεως, ἐπιμίσγεται, ὡς Ἑκαταῖος εἶφ’ οὑρετριεύς· ὡς δὲ Ἔφορος ἱστόρηκεν, ἐκ λίμνης τινὸς, ἧς τὸ πέρας ἐστὶν ἄφραστον. Ἐξίησι δὲ | |
30 | δίστομον ἔχων τὸ ῥεῖθρον εἰς τὴν λεγομένην Μαιῶτιν, ἐς τὸν Κιμμερικόν τε Βόσπορον. | |
50 | Τὸ δὲ στόμα τῆς λίμνης λέγεται Βόσπορος. | |
Ἀπὸ δὲ Πορθμίου χωρίου ἤτοι τοῦ στομίου τῆς Μαιώ‐ τιδος λίμνης εἰς πολίχνιον Μυρμηκιῶνα λεγόμενον στά‐ διοι ξʹ, μίλια ηʹ. Ἀπὸ δὲ τοῦ Μυρμηκιῶνος εἰς Παν‐ | 413 | |
5 | τικάπαιον, πόλιν ἐπίσημον Βοσπόρου στάδιοι κεʹ, μί‐ λια γʹ, γʹ. Ἔχει δὲ καὶ λιμένα μέγαν καὶ νεώρια. Ἐπ’ εὐθείας δὲ πλέοντι ἀπὸ Βοσπόρου ἐπὶ τὸ στόμα τῆς Μαιώτιδος λίμνης ἤτοι τοῦ Τανάεως στάδιοι ξʹ, μίλια ηʹ. Ἀπὸ δὲ Παντικαπαίου πόλεως εἰς Τυρι‐ | |
10 | στάκην πόλιν στάδιοι ξʹ, μίλια ηʹ. Ἀπὸ δὲ Τυριστά‐ κης πόλεως εἰς Νυμφαῖον πόλιν στάδιοι κεʹ, μίλια γʹ, γʹ. | |
Ἀπὸ δὲ τοῦ Νυμφαίου εἰς Ἄκρας κωμίον στάδιοι ξεʹ, μίλια ηʹ ϙʹ ϛʹ. Ἀπὸ δὲ Ἄκρας εἰς Κύτας πόλιν, τὴν πρώην λεγομένην Κυδεάκαι, στάδιοι λʹ, μίλια δʹ. | 414 | |
15 | Ἀπὸ οὖν Ἀθηναιῶνος μέχρι Κυτῶν Σκῦθαι κατοι‐ κοῦσιν. Μετὰ δὲ ταῦτα Βόσπορος ὁ Κιμμερικός ἐστιν. Ἀπὸ δὲ Κυτῶν ἐς Κιμμερικὸν πόλιν στάδιοι ξʹ, μί‐ λια ηʹ· ἐνταῦθα ὅρμος ναυσὶ τοῖς ἀφ’ ἑσπέρας ἀνέμοις. | |
20 | Ἄντικρυς δὲ ἐν τῇ θαλάσσῃ νῆσοι πετρώδεις οὐ πάνυ μεγάλαι δύο, ἀπέχουσαι ὀλίγον τῆς ἠπείρου. Ὁμοῦ ἀπὸ τοῦ στομίου τῆς Μαιώτιδος λίμνης ἕως τοῦ Κιμ‐ μερικοῦ στάδιοι τʹ, μίλια μʹ· ἀπὸ δὲ Παντικαπαίου πό‐ λεως ἕως Κιμμερικοῦ στάδιοι σμʹ, μίλια λβʹ. | |
51 | Ἀπὸ δὲ Κιμμερικοῦ εἰς κώμην Καζέκας ἐπὶ θαλάσσῃ ᾠκισμένην στάδιοι ρπʹ, μίλια κδʹ. Ἀπὸ δὲ Καζέκας εἰς Θευδοσίαν, πόλιν ἔρημον, ἔχουσαν καὶ λιμένα, στάδιοι σπʹ, μίλια λζʹ, γʹ· καὶ αὕτη παλαιὰ | |
5 | ἦν Ἑλλὰς πόλις, τῶν Μιλησίων ἄποικος, καὶ μνήμη αὐτῆς ἐστὶν ἐν πολλοῖς συγγράμμασι. Νῦν δὲ λέγε‐ ται ἡ Θευδοσία τῇ Ἀλανικῇ ἤτοι τῇ Ταυρικῇ διαλέκτῳ Ἀρδάβδα, τουτέστιν ἑπτάθεος. Ἐν ταύτῃ δὲ τῇ Θευδο‐ σίᾳ λέγεταί ποτε καὶ φυγάδας ἐκ τοῦ Βοσπόρου οἰκῆσαι. | |
52 | Ἀπὸ δὲ Θευδοσίας εἰς Ἀθηναιῶνα λιμένα ἤτοι Σκυθοταύρων λιμένα ἔρημον στάδιοι σʹ, μίλια κϛʹ, ϙʹ ϛʹ· ἐνταῦθα ὅρμος ναυσὶν ἄκλυστος. Ἀπὸ οὖν Ἀθη‐ ναιῶνος λιμένος ἤτοι Σκυθοταύρων εἰς Λαμπάδα στά‐ | |
5 | διοι χʹ, μίλια πʹ· ἐνταῦθα ὅρμος ναυσίν. Ἀπὸ δὲ Λαμπάδος εἰς τὸ Κριοῦ μέτωπον, ἀκρωτήριον τῆς Ταυρικῆς, ὑψηλὸν ὄρος, στάδιοι σκʹ, μίλια κθʹ, γʹ. | |
53 | Ἐν ταύτῃ τῇ χώρᾳ τῆς Ταυρικῆς τινες λέγου‐ σιν ἀφικέσθαι ποτὲ κλαπεῖσαν (τὴν) Ἰφιγένειαν ἐκ τῆς Αὐλίδος. Εἰσὶν δὲ τοῖς ὄχλοις οἱ Ταῦροι συχνοὶ, βίον δ’ ἐνόρειον νομάδα τ’ ἐζηλωκότες, τὴν δ’ ὠμότητα | |
5 | βάρβαροί τε καὶ φονεῖς, ἱλασκόμενοι τὰ θεῖα τοῖς ἀσε‐ | |
βήμασι. | 415 | |
54 | Ἡ Ταυρικὴ δὲ χερρόνησος λεγομένη τούτοις συνάπτει, πόλιν ἔχουσα Ἑλληνίδα, ἣν Ἡρακλεῶται Δήλιοί τ’ ἀπῴκισαν, τοῖς Ἡρακλεώταις γενομένου χρησμοῦ τινὸς τοῖς τὴν Ἀσίαν οἰκοῦσιν ἐντὸς Κυανέων | |
5 | ἅμα Δηλίοις χερρόνησον οἰκίσαι. | |
55 | Ἀπὸ δὲ Κριοῦ μετώπου εἰς Συμβόλου λιμένα, Ταυρικὸν καὶ τοῦτον, ἤτοι Συμβόλων λεγόμενον, στά‐ διοι τʹ, μίλια μʹ· ἐνταῦθα λιμὴν ἄκλυστος. Ἀπὸ δὲ Συμβόλου λιμένος εἰς Χερρόνησον πόλιν ἤτοι Χερσό‐ | |
5 | νησον τῆς Ταυρικῆς, ἄποικον Ἡρακλεωτῶν τῶν ἐν τῷ Πόντῳ, στάδιοι ρπʹ, μίλια κδʹ. Ἐνταῦθα ὅρμος καὶ λιμένες καλοί. | |
56 | Ἔχει δὲ παράπλουν τὰ ὅρια τῆς Ταυρικῆς Χερρονήσου ἀπὸ Ἀθηναιῶνος λιμένος μέχρι Καλοῦ λιμένος, σταδίους ͵βχʹ, μίλια τμϛʹ, ϙʹ ϛʹ. Ἀπὸ δὲ κώμης τῆς Πορθμίτιδος τῆς ἐν τῷ τέλει τῆς Εὐρώπης | |
5 | τῆς ἐν τῷ στομίῳ τῆς Μαιώτιδος λίμνης ἤτοι τοῦ Τα‐ νάεως κειμένης, ἕως Χερσῶνος στάδιοι ͵βσξʹ, μίλια ταʹ, γʹ. Ὁμοῦ ἀπὸ Βοσπόρου ἤτοι Παντικαπαίου ἕως πόλεως Χερσῶνος στάδιοι ͵βσʹ, μίλια σϙγʹ, γʹ. | |
57 | Ἀπὸ δὲ Χερσῶνος εἰς Κορονῖτιν ἤτοι Κερκινῖτιν λεγομένην στάδιοι χʹ, μίλια πʹ. Ἀπὸ δὲ Κορονίτιδος ἤτοι Κερκινίτιδος εἰς Καλὸν λιμένα Σκυθικὸν Χερσωνί‐ τιδος στάδιοι ψʹ, μίλια ϙγʹ, γʹ. Ἀπὸ οὖν Καλοῦ λι‐ | |
5 | μένος μέχρι τοῦ Ἴστρου ποταμοῦ ἤτοι Δανούβεως κα‐ λουμένου πάλιν Σκῦθαι κατοικοῦσιν. Ἀπὸ δὲ Καλοῦ λιμένος κόλπος ἐκδέχεται καλούμενος Καρκινίτης, διήκων [εἰς] Ταμυράκην· ἔστι δὲ ὁ κόλπος στάδιοι ͵βσνʹ, μίλια τʹ. Μὴ περιπλέοντι τοίνυν αὐτὸν, ἀλλ’ | |
10 | ἐπ’ εὐθείας διαπλέοντι τὸν ἰσθμὸν, εἰσὶ στάδιοι τʹ, μί‐ λια μʹ. Ἔσω δὲ Ταμυράκης ἔστι λίμνη οὐ μεγάλη. | |
58 | Ἀπὸ δὲ τοῦ ἀκρωτηρίου Ταμυράκης παρήκει ὁ Ἀχίλλειος δρόμος, ὅπερ ἐστὶν ᾐὼν (τουτέστιν αἰγια‐ | |
λὸς) σφόδρα μακρὰ καὶ στενὴ, διήκουσα τὸν πόρον ἐπὶ σταδίους ͵ασʹ, μίλια ρξʹ, τὸ δὲ πλάτος ἔχουσα τετρά‐ | 416 | |
5 | πλεθρον· τὰ δὲ ἄκρα αὐτῆς νησίζοντα ἔχει· ἀφέστηκε δὲ τῆς ἠπείρου σταδίους ξʹ, μίλια ηʹ. Κατὰ μέσον δὲ αὐτῆς αὐχὴν ἰσθμοειδὴς (τουτέστι στενώδης) τῇ ἠπείρῳ (ἤτοι τῇ γῇ) συνάπτει, ἐπὶ σταδίους μʹ, μίλια εʹ, γʹ, διήκων τὸ μῆκος. Ἀπὸ Ταμυράκης τοίνυν πα‐ | |
10 | ραπλεύσαντι τὸν προειρημένον δρόμον ἐπὶ τὸ ἕτερον ἀκρωτήριον τοῦ Ἀχιλλέως δρόμου, ὃ καλεῖται ἱερὸν ἄλσος τῆς Ἑκάτης, εἰσὶν οἱ προειρημένοι στάδιοι ͵ασʹ, μίλια ρξʹ. Ἀπὸ δὲ τοῦ ἱεροῦ ἄλσους τῆς Ἑκάτης εἰς Βορυσθένην ποταμὸν ναυσίπορον, τὸν νῦν Δάναπριν | |
15 | λεγόμενον, στάδιοι σʹ, μίλια κϛʹ, ϙʹ, ϛʹ. | |
59 | Οὗτος ὁ Βορυσθένης ποταμὸς πάντων ἐστὶ χρειω‐ δέστατος, κήτη μεγάλα καὶ πολλὰ καὶ καρποὺς φέρων τοὺς φυομένους, νομάς τε τοῖς βοσκήμασιν· ῥεῖν δ’ αὐ‐ τὸν ἐπὶ μὲν ἡμερῶν λέγουσι πλοῦν ὡς τεσσαράκοντα | |
5 | πλωτόν· εἰς δὲ τοὺς ἄνω τόπους ἄπλωτός ἐστι καὶ οὐ περάσιμος· ὑπὸ χιόνος γὰρ καὶ πάγων ἐξείργεται. | |
60 | Ἐπὶ δὲ ταῖς καθ’ Ὕπανιν καὶ Βορυσθένην ταῖς τῶν δυοῖν ποταμῶν συμβολαῖς ἔστιν κτισθεῖσα πόλις, πρότερον μὲν Ὀλβία καλουμένη, μετὰ δὲ ταῦτα ὑφ’ Ἑλλήνων πάλιν Βορυσθένης κληθεῖσα· ταύτην δὲ κατὰ | |
5 | τὴν Μηδικὴν ἐπαρχίαν Μιλήσιοι κτίζουσιν· διακοσίων δὲ καὶ τεσσαράκοντα σταδίων τὸν ἀνάπλουν ἀπὸ τῆς θα‐ λάσσης ἔχει τῷ ποταμῷ Βορυσθένει (τῷ νῦν καλουμένῳ Δανάπρει, μίλια λβʹ). | |
61 | Ἀπὸ δὲ Βορυσθένους ποταμοῦ ἐπὶ νῆσον μικρο‐ τάτην, ἔρημον καὶ ἀνώνυμον στάδιοι ξʹ, μίλια ηʹ. Ἀπὸ δὲ νήσου μικροτάτης, ἐρήμου καὶ ἀνωνύμου εἰς Ὀδησ‐ | |
σὸν στάδιοι πʹ, μίλια ιʹ, ϙʹ ϛʹ. Ἀπὸ δὲ Ὀδησσοῦ εἰς | 417 | |
5 | Σκοπέλους χωρίον στάδιοι ρξʹ, μίλια καʹ, γʹ. Ἀπὸ δὲ Σκοπέλων εἰς Ἰστριανῶν λιμένα στάδιοι ϙʹ, μίλια ιβʹ. Ἀπὸ δὲ Ἰστριανῶν λιμένος εἰς Ἰσιακῶν λιμένα στά‐ διοι ϙʹ, μίλια ιβʹ. Ἀπὸ δὲ τοῦ Ἰσιακῶν λιμένος ἐπὶ τὸ Νικώνιον χωρίον στάδιοι τʹ, μίλια μʹ. Ἀπὸ δὲ | |
10 | τοῦ Νικωνίου χωρίου εἰς Τύραν ποταμὸν ναυσίπορον στάδιοι λʹ, μίλια δʹ. | |
62 | Οὗτος ὁ Τύρας ποταμὸς, βαθύς τ’ ὢν εὔβοτος [τε] ταῖς νομαῖς, τῶν ἰχθύων ἐστὶν διάθεσιν ἐμπόροις ἔχων, ταῖς ὁλκάσι τε ναυσὶν ἀνάπλουν ἀσφαλῆ. Ὁμώ‐ νυμος δὲ τῷ ποταμῷ κεῖται πόλις Τύρας λεγομένη, | |
5 | ἄποικος Μιλησίων. | |
63 | Ὁμοῦ ἀπὸ Βορυσθένους ποταμοῦ ἕως Τύρα πο‐ ταμοῦ στάδιοι ωιʹ, μίλια ρηʹ· ἀπὸ δὲ Χερσῶνος ἕως Τύρα ποταμοῦ στάδιοι ͵δριʹ, μίλια φμηʹ. Ἀρτεμίδω‐ ρος δὲ ὁ γεωγράφος ἀπὸ πόλεως Χερσῶνος μέχρι Τύρα | |
5 | ποταμοῦ, σὺν τῷ περίπλῳ τοῦ Καρκινίτου κόλπου, γράφει σταδίους ͵δυκʹ, μίλια φπθʹ, γʹ. Ἀπὸ δὲ Τύρα ποταμοῦ ἐπὶ τὰ Νεοπτολέμου στάδιοι ρκʹ, μίλια ιϛʹ. Ἀπὸ δὲ τῶν Νεοπτολέμου ἐπὶ Κρημνίσκους στάδιοι ρκʹ, μίλια ιϛʹ. Ἀρτεμίδωρος δὲ ὁ γεωγράφος ἀπὸ Τύρα | |
10 | ποταμοῦ ἕως τῶν Κρημνίσκων εἶναι λέγει σταδίους υπʹ, μίλια ξδʹ. Ἀπὸ δὲ τῶν Κρημνίσκων ἐπὶ τὰ Ἀντιφί‐ λου στάδιοι τλʹ, μίλια μδʹ. Ἀπὸ δὲ [τῶν] Ἀντιφί‐ | |
λου εἰς Ψιλὸν καλούμενον στόμα τοῦ Ἴστρου ποταμοῦ στάδιοι τʹ, μίλια μʹ. Οὗτοι Θρᾷκες καὶ Βαστάρναι | 418 | |
15 | ἐπήλυδες. | |
64 | Κατὰ τοῦτο μάλιστα τὸ Ψιλὸν στόμα τοῦ Ἴστρου ἐπ’ εὐθὺ πλέοντι ἀνέμῳ ἀπαρκτίᾳ ὡς τὸ πέλα‐ γος νῆσος πρόκειται, ἥντινα οἱ μὲν Ἀχιλλέως νῆσον, οἱ δὲ δρόμον Ἀχιλλέως, οἱ δὲ Λευκὴν ἀπὸ τῆς χροιᾶς | |
5 | ὀνομάζουσιν. | |
65 | Ἔχει δὲ πλῆθος χειρόηθες ὀρνέων, θέαν τε ἱερο‐ πρεπῆ τοῖς ἀφικνουμένοις. Οὐ δυνατὸν δέ ἐστιν ἀπὸ ταύτης χώραν ἰδεῖν, καίπερ ἀπεχούσης αὐτῆς ἀπὸ τῆς ἠπείρου σταδίους υʹ (μίλια νγʹ, γʹ), ὡς δὴ συγγράφει | |
5 | Δημήτριος. | |
66 | Ταύτην τὴν νῆσον λέγεται Θέτις ἀνεῖναι τῷ παιδὶ, καὶ ταύτην οἰκεῖν τὸν Ἀχιλλέα. Καὶ ναός ἐστιν ἐν αὐτῇ τοῦ Ἀχιλλέως, καὶ ξόανον (ἤτοι ἄγαλ‐ μα) τῆς πάλαι ἐργασίας. Ἡ δὲ νῆσος ἀνθρώπων μὲν | |
5 | ἐρήμη ἐστίν· νέμεται δὲ αἰξὶν οὐ πολλαῖς, καὶ ταύτας μὲν ἀνατιθέναι λέγονται τῷ Ἀχιλλεῖ ὅσοι ἀεὶ προσί‐ σχουσι. Καὶ γὰρ καὶ ἄλλα πολλὰ ἀναθήματα ἀνά‐ κειται ἐν τῷ ναῷ, φιάλαι, δακτύλιοι καὶ λίθοι τῶν πολυτελεστέρων. Ταῦτα ξύμπαντα χαριστήρια τῷ | |
10 | Ἀχιλλεῖ ἀνάκειται, καὶ ἐπιγράμματα, τὰ μὲν ῥωμαϊ‐ κῶς, τὰ δὲ ἑλληνικῶς πεποιημένα ἐν ἄλλῳ καὶ ἄλλῳ μέτρῳ, ἔπαινοι τοῦ Ἀχιλλέως. | |
67 | Ἀπὸ δὲ τοῦ Ψιλοῦ καλουμένου στόματος τοῦ Ἴστρου εἰς [τὸ] δεύτερον στόμιον στάδιοι ξʹ, μίλια ηʹ. Ἀπὸ δὲ τοῦ δευτέρου στομίου ἐπὶ τὸ Καλὸν στόμιον στάδιοι μʹ, μίλια εʹ, γʹ. Ἀπὸ δὲ τοῦ Καλοῦ στομίου | |
5 | ἐπὶ τὸ Νάρακον (ὧδε ὀνομάζουσι στόμιον τέταρτον τοῦ Ἴστρου) στάδιοι ξʹ, μίλια ηʹ. Ἀπὸ δὲ τοῦ Ναράκου ἐπὶ [τὸ] Ἱερὸν λεγόμενον στόμιον πέμπτον τοῦ Ἴστρου στάδιοι ρκʹ, μίλια ιϛʹ. Ἐντεῦθεν τὰ μέρη Θρᾴκης τῆς εἰς τὸν Πόντον καθηκούσης ἐκδέχεται, καὶ ὅροι τῶν | |
10 | Θρᾳκῶν. Τὰ δὲ πρότερα πάντα βάρβαρά ἐστιν ἔθνη. | |
68 | Οὗτος ὁ Ἴστρος ποταμὸς ὁ καὶ Δανοῦβις λεγό‐ μενος κατέρχεται ἀπὸ τῶν ἑσπερίων τόπων, τὴν ἐκβο‐ λὴν πέντε στόμασι ποιούμενος· δυσὶ δὲ πόροις σχιζόμε‐ νος καὶ εἰς τὸν Ἀδρίαν ῥεῖ. Ἀμέλει δὲ ἄχρι τῆς | |
5 | Κελτικῆς γινώσκεται καὶ τῷ θέρει τὸν πάντα διαμένων χρόνον· χειμῶνι μὲν γὰρ αὔξεται πληρούμενος τοῖς γι‐ νομένοις ὄμβροισι καὶ ἀπὸ τῆς χιόνος, ὥς φασι, τὰς ἐπιρρύσεις τῶν τε τηκομένων λαμβάνων ἀεὶ πάγων, | |
ἐν δὲ τῷ θέρει τὸ ῥεῖθρον ἐξίησιν ὡσαύτως ἴσον. Ἔχει | 419 | |
10 | δὲ καὶ νήσους ἐν αὑτῷ κειμένας πολλάς τε καὶ μεγάλας τοῖς μεγέθεσιν, ὡς λόγος· ὧν ἡ μεταξὺ τῆς θαλάττης κειμένη καὶ τῶν στομάτων, ἐστὶν οὐκ ἐλάττων μὲν τῆς Ῥόδου νήσου, Πεύκη δὲ λέγεται αὕτη διὰ τὸ πλῆθος ὧν ἔχει πευκῶν. Εἶθ’ οὕτως· Μετ’ αὐτὴν πελαγία | |
15 | κειμένη ἡ προειρημένη τοῦ Ἀχιλλέως νῆσος. | |
69 | Ἀπὸ δὲ τοῦ Ἱεροῦ στομίου τοῦ Ἴστρου ποταμοῦ εἰς πόλιν Ἴστρον στάδιοι φʹ, μίλια ξϛʹ, ϙʹ ϛʹ. | |
70 | Αὕτη ἡ πόλις Ἴστρος ἀπὸ τοῦ ποταμοῦ ἔλαβεν τὸ ὄνομα. Καὶ ταύτην τὴν πόλιν Μιλήσιοι κτίζουσιν, ἡνίκα Σκυθῶν εἰς τὴν Ἀσίαν στράτευμα διέβη βαρβά‐ ρων, τὸ Κιμμερίους διῶκον ἐκ τοῦ Βοσπόρου. | |
71 | Ἀπὸ δὲ Ἴστρου πόλεως εἰς Τομέων πόλιν ἔχου‐ σαν ὕφορμον στάδιοι τʹ, μίλια μʹ. | |
72 | Τόμοι ἄποικοι γενομένοι Μιλησίων, ὑπὸ Σκυθῶν ἐν κύκλῳ [περι]οικούμενοι. | |
73 | Ἀπὸ δὲ Τομέων εἰς Κάλλατιν πόλιν, ἐν ᾗ ὅρμος ναυσὶ, στάδιοι τʹ, μίλια μʹ. | |
74 | Κάλλατις Ἡρακλεωτῶν ἀποικία κατὰ χρησμὸν γενομένη. Ἔκτισαν δὲ ταύτην, ἡνίκα τὴν Μακεδό‐ νων ἀρχὴν Ἀμύντας παρέλαβεν. | |
75 | Ἀπὸ δὲ Καλλάτιδος εἰς Καρῶν λιμένα στάδιοι ρπʹ, μίλια κδʹ. Καὶ ἡ γῆ ἐν κύκλῳ τοῦ λιμένος Καρία κληίζεται. Νῦν δὲ αἱ Καρίαι λέγονται Καρέα. Ἀπὸ δὲ Καρῶν λιμένος εἰς Τετρισιάδα ἤτοι Τίριζαν ἄκραν | |
5 | λεγομένην, ἔχουσαν καὶ ὕφορμον τοῖς ἀφ’ ἑσπέρας ἀνέ‐ μοις, νῦν [δὲ] λεγομένην Ἄκραν, στάδιοι ρκʹ, μίλια ιϛʹ. Ἀπὸ δὲ Τετρισιάδος ἤτοι Ἄκρας εἰς Βιζώνην πολίχνιον, ἐν ᾧ σάλος, στάδιοι ξʹ, μίλια ηʹ. | |
76 | Τοῦτο τὸ πολίχνιόν τινες μέν φασιν βαρβάρων, τινὲς δ’ ἄποικον γεγονέναι Μεσημβρίας. | |
77 | Ἀπὸ δὲ Βιζῶνος εἰς Διονυσόπολιν στάδιοι πʹ, μίλια ιʹ, ϙʹ ϛʹ. | |
78 | Αὕτη ἡ Διονυσόπολις πρῶτον ὠνομάζετο Κρου‐ νοὶ διὰ τὰς τῶν ἐγγὺς ὑδάτων ἐκρύσεις· ἔπειτα δὲ μετωνομάσθη Ματιόπολις· ὕστερον δὲ, Διονυσιακοῦ ἀγάλματος προσπεσόντος ἐκ τῆς θαλάττης τοῖς τόποις, | |
5 | Διονυσόπολιν λέγουσι κληθῆναι πάλιν. Ἐν μεθορίοις δὲ τῆς Κροβύζων καὶ Σκυθῶν χώρας κειμένη, μιγάδας | |
Ἕλληνας οἰκητὰς ἔχει. | 420 | |
79 | Ἀπὸ δὲ Διονυσοπόλεως εἰς Ὀδησσὸν πόλιν, ἐν ᾗ ὅρμος ναυσὶ, στάδιοι σʹ, μίλια κϛʹ, ϙʹ ϛʹ. | |
80 | Ὀδησσὸν κτίζουσι Μιλήσιοι, ὅτε Ἀστυάγης ἦρχε τῆς Μηδίας· ἐν κύκλῳ δὲ αὑτῆς ἔχει Κροβύζους Θρᾷκας. | |
81 | Ἀπὸ δὲ Ὀδησσοῦ εἰς τοῦ Αἵμου τὰς ὑπωρείας, αἱ δὴ εἰς τὸν Πόντον καθήκουσιν, ἐν αἷς ὅρμος ναυσὶ, στάδιοι σξʹ, μίλια λδʹ, ϙʹ ϛʹ. | |
82 | Αἷμος μέγιστόν ἐστιν ὑπὲρ αὐτὴν ὄρος, τῷ Κί‐ λικι Ταύρῳ τὸ μέγεθος προσεμφερὴς, τῇ τε κατὰ μῆ‐ κος τῶν τόπων παρεκτάσει· ἀπὸ γὰρ Κροβύζων τῶν τε Ποντικῶν ὅρων ἄχρι τῶν Ἀδριατικῶν διεκβάλλει τό‐ | |
5 | πων. | |
83 | Ἀπὸ δὲ τοῦ Αἵμου εἰς Μεσημβρίαν πόλιν στά‐ διοι ϙʹ, μίλια ιβʹ. | |
84 | Αὕτη ἡ Μεσημβρία πόλις παρὰ τὴν ὑπώρειαν τοῦ καλουμένου Αἵμου κειμένη, τῇ Θρᾳκίᾳ τε καὶ Γε‐ τικῇ συνορίζει γῇ. Καλχηδόνιοι δὲ ταύτην καὶ Μεγα‐ ρεῖς ᾤκισαν, ὅτε ἐπὶ Σκύθας Δαρεῖος ἐστρατεύετο. | |
85 | Ἀπὸ δὲ Μεσημβρίας εἰς Ἀγχίαλον πόλιν, ἔχου‐ σαν καὶ λιμένα τοῖς ἀφ’ ἑσπέρας ἀνέμοις, στάδιοι οʹ, μίλια θʹ, γʹ. Ἀπὸ δὲ Ἀγχιάλου εἰς Ἀπολλωνίαν πό‐ λιν, τὴν νῦν Σωζόπολιν λεγομένην, ἔχουσαν καὶ λιμέ‐ | |
5 | νας μεγάλους δύο, στάδιοι ρπʹ, μίλια κδʹ. | |
86 | Ταύτην τὴν Ἀπολλωνίαν πόλιν κτίζουσιν εἰς τοὺς τόπους ἐλθόντες οἱ Μιλήσιοι πρὸ πεντήκοντα ἐτῶν τῆς Κύρου βασιλείας. Πλείστας γὰρ ἀποικίας ἐξ Ἰωνίας ἔστειλαν εἰς τὸν Πόντον, ὃν πρὶν Ἄξενον λεγόμενον διὰ | |
5 | τὰς ἐπιθέσεις τῶν βαρβάρων, προσηγορίας ἐποίησαν Εὐξείνου τυχεῖν. | |
87 | Αὗται πᾶσαι αἱ πόλεις Ἑλληνίδες εἰσὶν ᾠκισμέ‐ ναι ἐν τῇ Σκυθίᾳ ἐν ἀριστερᾷ ἐσπλέοντι εἰς τὸν Πόντον. Ἀπὸ δὲ Ἀπολλωνίας τῆς καὶ Σωζοπόλεως εἰς Χερ‐ ρόνησον, ἐν ᾗ ὅρμος ναυσὶ, στάδιοι ξʹ, μίλια ηʹ. Ἀπὸ | |
5 | δὲ Χερρονήσου εἰς Αὐλαίου τεῖχος τὸ [καὶ] λεγόμενον Θήρας χωρίον, ἐν ᾧ καὶ ὕφορμος, στάδιοι σνʹ, μίλια λγʹ, γʹ. Ἐντεῦθεν τὰ μέρη τῶν Βυζαντίων ἐκδέχεται· τὰ δὲ πρότερα Θρᾴκης τῆς εἰς τὸν Πόντον καθηκούσης τοῦ ἐν τῷ Εὐρωπαίῳ μέρει τοῦ Πόντου περίπλου. Ἀπὸ δὲ | |
10 | Θηρῶν χωρίου ἤτοι [τοῦ] λεγομένου Αὐλαίου τείχους εἰς Θυνιάδα, ἀκρωτήριον, ἐν ᾧ καὶ ὅρμος ναυσὶ, στά‐ διοι ρκʹ, μίλια ιϛʹ. Θυνιὰς, εὐλίμενος ἄκρα τῆς Ἀστικῆς Θρᾴκης ὑπάρχουσα. | |
88 | Ἀπὸ δὲ Θυνιάδος εἰς Σαλμυδησσὸν στάδιοι σʹ, μίλια κϛʹ, ϙʹ ϛʹ. Τούτου τοῦ χωρίου μνήμην ποιεῖται Ξενοφῶν ὁ πρεσβύτερος, καὶ μέχρι τούτου λέγει τὴν | |
στρατιὰν ἐλθεῖν τῶν Ἑλλήνων, ἧς αὐτὸς ἡγήσατο, | 421 | |
5 | ὅτε τὰ τελευταῖα σὺν Σεύθῃ τῷ Θρᾳκὶ ἐστράτευσε· καὶ περὶ τῆς ἀλιμενότητος τοῦ χωρίου πολλὰ ἀνέγραψεν, ὅτι ἐνταῦθα ἐκπίπτει τὰ πλοῖα χειμῶνι βιαζόμενα, καὶ οἱ Θρᾷκες οἱ πρόσχωροι ὅτι ὑπὲρ τῶν ναυαγίων ἐν σφίσι διαμάχονται. | |
89 | Οὗτος δ’ ὁ Σαλμυδησσὸς αἰγιαλὸς ἐφ’ ἑπτακόσια στάδια τεναγώδης ἄγαν καὶ δυσπρόσορμος ἀλίμενός τε παντελῶς παρατέταται, ταῖς ναυσὶν ἐχθρότατος τόπος. | |
90 | Ἀπὸ δὲ Σαλμυδησσοῦ εἰς Φρυγίαν τὴν καὶ λε‐ γομένην Φιλίαν, καὶ Βυζαντίων χωρίον καὶ ἀκρωτή‐ ριον, στάδιοι τιʹ, μίλια μαʹ, γʹ. Ἀπὸ δὲ Φρυγίας τῆς [καὶ] Φιλίας ἐς Κυανέας ἤτοι Κύλας στάδιοι τκʹ, | |
5 | μίλια μβʹ, ϙʹ ϛʹ. Αὗται δὲ αἱ Κυάνεαι εἰσὶν, ἃς λέ‐ γουσιν οἱ ποιηταὶ πλαγκτὰς πάλαι εἶναι, καὶ διὰ τού‐ των πρώτην ναῦν περάσαι τὴν Ἀργὼ, ἥτις εἰς Κόλχους Ἰάσονα ἤγαγεν. Ἀπὸ δὲ Κυανέων εἰς τὸ Ἱερὸν τοῦ Διὸς Οὐρίου, ἐν ᾧ τὸ στόμα τοῦ Πόντου, στάδιοι μʹ, | |
10 | μίλια εʹ, γʹ. Ἀπὸ δὲ τοῦ ἱεροῦ εἰς λιμένα Δάφνης τῆς Μαινομένης τὸν νῦν λεγόμενον Σωσθένην στάδιοι μʹ, μίλια εʹ, γʹ. Ἀπὸ δὲ Σωσθένους εἰς τὸ Βυζάντιον στάδιοι πʹ, μίλια ιʹ, ϙʹ ϛʹ. Τάδε καὶ τὰ ἀπὸ τοῦ Βοσ‐ πόρου τοῦ Κιμμερίου καλουμένου ἐπὶ Βόσπορον τὸν | |
15 | Θρᾴκιον καὶ Βυζάντιον. | |
91 | Ὁμοῦ ἀπὸ τοῦ ἱεροῦ στόματος τοῦ Ἴστρου πο‐ ταμοῦ, ἕως τοῦ Ἱεροῦ Διὸς Οὐρίου ἤτοι στόματος τοῦ Πόντου στάδιοι ͵γχμʹ, μίλια υπεʹ, γʹ. Ἀπὸ δὲ Βορυσθένους ποταμοῦ τοῦ καὶ Δανάπρεως | |
5 | καλουμένου ἕως τοῦ ἱεροῦ Διὸς Οὐρίου στάδιοι ͵εχʹ, μί‐ λια ψμϛʹ, ϙʹ ϛʹ. Ἀπὸ δὲ Χερσῶνος ἕως τοῦ Ἱεροῦ Διὸς Οὐρίου στά‐ διοι ͵ηϡʹ, μίλια ͵αρπϛʹ, ϙʹ ϛʹ. Ἀπὸ δὲ τῆς Πορθμίας κώμης, τῆς ἐν τῷ τέλει τῆς | |
10 | Εὐρώπης [τῶν] τοῦ Πόντου μερῶν, τῆς ἐν τῷ στομίῳ τῆς Μαιώτιδος λίμνης κειμένης, ἤτοι Βοσπόρου τοῦ Κιμμερίου καλουμένου, ἕως τοῦ ἱεροῦ Διὸς Οὐρίου, στάδιοι ͵͵α͵αρʹ, μίλια ͵αυπʹ. Λέγεται δὲ τῆς Εὐρώπης ὁ παράπλους ἴσος εἶναι τῷ | |
15 | περίπλῳ τῆς Ποντικῆς τῶν τῆς Ἀσίας μερῶν. | |
92 | Ἀπὸ δὲ τοῦ ἱεροῦ Διὸς Οὐρίου ἕως Ἀμισοῦ στάδιοι ͵δχξʹ, μίλια χκαʹ, γʹ. Ἀπὸ δὲ Ἀμισοῦ ἕως τοῦ Φάσεως ποταμοῦ στάδιοι ͵γωβʹ, μίλια φζʹ. | |
5 | Ἀπὸ δὲ τοῦ Φάσεως ποταμοῦ ἕως τοῦ στομίου τῆς Μαιώτιδος λίμνης ἤτοι Ἀχιλλείου κώμης στάδιοι | |
͵δκεʹ μίλια φλϛʹ, ϙʹ ϛʹ. Ὡς γίνεσθαι ἀπὸ τοῦ ἱεροῦ Διὸς Οὐρίου ἕως τοῦ στομίου τῆς Μαιώτιδος στάδιοι ͵͵α͵βυπζʹ, μίλια ͵αχξεʹ. | 422 | |
10 | Ὁμοῦ γίνονται ὁ πᾶς περίπλους τοῦ Εὐξείνου Πόν‐ του, τῶν τε δεξιῶν τῶν (τε) παρὰ τὴν Ἀσίαν μερῶν τοῦ Πόντου, καὶ ἀριστερῶν δὲ τῶν παρὰ τὴν Εὐρώπην μερῶν τοῦ Πόντου ἀπὸ τοῦ Ἱεροῦ Διὸς Οὐρίου, στάδιοι ͵͵β͵γ φπζʹ, μίλια ͵γρμεʹ. | |
15 | Ἔστι δὲ καὶ ὁ περίπλους τῆς Μαιώτιδος λίμνης στά‐ | |
διοι ͵θʹ, μίλια ͵ασʹ. | 423 |