TLG 0074 018 :: Flavius ARRIANUS :: Fragmenta Flavius ARRIANUS Hist.
Phil. Fragmenta Source: FGrH #156. : 2B:840–883. Citation: Volume-Jacoby#-F — fragment — (line) | ||
2b,156,F1 | PHOT. Bibl. 92 p. 69 a 1: συνεγράφη δὲ αὐτῶι καὶ τὰ μετὰ Ἀλέξανδρον ἐν λόγοις δέκα, ἐν οἷς διαλαμβάνει τήν τε στάσιν τῆς στρατιᾶς καὶ τὴν ἀνάρρησιν Ἀρριδαίου, ὃς ἐκ Φιλίνης τῆς Θεσσαλῆς Φιλίππωι τῶι Ἀλεξάνδρου πατρὶ ἐγεγέννητο, ἐφ’ ὧι καὶ Ἀλέξανδρον, ὃν ἔμελλεν ἐξ | |
5 | Ἀλεξάνδρου τίκτειν Ῥωξάνη, συμβασιλεύειν αὐτῶι, ὃ καὶ γέγονεν εἰς φῶς ἀχθέντος τοῦ παιδός. τὸν Ἀρριδαῖον δὲ ἀνειπόντες μετωνόμασαν Φίλιππον. (2) διαφέρετο δὲ ἐς ἀλλήλους τὸ πεζὸν καὶ τὸ ἱππικόν, ὧν οἱ μέγιστοι τῶν ἱππέων καὶ τῶν ἡγεμόνων Περδίκκας ὁ Ὀρόντου καὶ Λεοννάτος ὁ Ἄνθους καὶ Πτολεμαῖος ὁ Λάγου, τῶν δὲ μετ’ ἐκείνους Λυσίμαχός τε ὁ Ἀγαθο‐ | |
---|---|---|
10 | κλέους καὶ Ἀριστόνους ὁ Πεισαίου καὶ Πίθων ὁ Κρατεύα καὶ Σέλευκος ὁ Ἀντιόχου καὶ Εὐμένης ὁ Καρδιανός. οὗτοι μὲν ἡγεμόνες οἱ τῶν ἱππέων, Μελέαγρος δὲ τῶν πεζῶν. (3) εἶτα διαπρεσβεύονται πρὸς ἀλλήλους πολλάκις, καὶ τέλος συμβαίνουσιν οἵ τε τὸν βασιλέα ἀνειπόντες πεζοὶ καὶ οἱ τῶν ἱππέων ἡγεμόνες, ἐφ’ ὧι Ἀντίπατρον μὲν στρατηγὸν εἶναι τῶν | |
15 | κατὰ τὴν Εὐρώπην, Κρατερὸν δὲ προστάτην τῆς Ἀρριδαίου βασιλείας, Περδίκκαν δὲ χιλιαρχεῖν χιλιαρχίας ἧς ἦρχεν Ἡφαιστίων (τὸ δὲ ἦν ἐπι‐ τροπὴ τῆς ξυμπάσης βασιλείας), Μελέαγρον δὲ ὕπαρχον Περδίκκου. (4) Περ‐ δίκκας δὲ τὸν στρατὸν καθᾶραι σκηψάμενος τοὺς ἐπιφανεστάτους τῆς γενο‐ μένης συνέλαβε στάσεως, καὶ συλλαβὼν ὡς ἐκ προστάξεως Ἀρριδαίου αὐτοῦ | |
20 | παρόντος ἀνεῖλε, δέος ἐμποιήσας τῶι λοιπῶι πλήθει. ἀναιρεῖ δὲ οὐ πολλῶι ὕστερον καὶ Μελέαγρον. (5) ἐξ ὧν Περδίκκας ὕποπτος ἐς πάντας ἦν καὶ | |
αὐτὸς ὑπώπτευεν. ὅμως ἐς σατραπείας ἀνειπεῖν οὓς ὑπώπτευεν, ὡς Ἀρρι‐ δαίου κελεύοντος, ἔγνω. καὶ δὴ Πτολεμαῖος μὲν ὁ Λάγου Αἰγύπτου καὶ Λιβύης καὶ ὅσα τῆς Ἀράβων γῆς ξύνορα Αἰγύπτωι ἄρχειν ἐπετάχθη, | ||
25 | Κλεομένης δὲ ὁ ἐξ Ἀλεξάνδρου τῆς σατραπείας ταύτης ἄρχειν τεταγμένος Πτολεμαίωι ὕπαρχος εἶναι· τῆς δὲ ἐπὶ ταύτηι Συρίας Λαομέδων· Φιλώτας δὲ Κιλικίας καὶ Πίθων Μηδίας· Εὐμένης δὲ ὁ Καρδιανὸς Καππαδοκίας καὶ Παφλαγονίας καὶ ὅσα τοῦ πόντου τοῦ Εὐξείνου σύνορα ἔστε ἐπὶ πόλιν Ἑλλάδα Τραπεζοῦντα Σινωπέων ἄποικον· (6) Παμφύλων δὲ καὶ Λυκίων | |
30 | καὶ Φρυγίας τῆς μεγάλης Ἀντίγονος· Καρῶν δὲ Ἄσανδρος· Λυδῶν δὲ Μένανδρος· τῆς δὲ ἐφ’ Ἑλλησπόντωι Φρυγίας Λεοννάτος, ἣν ἐξ Ἀλεξάν‐ δρου μὲν Κάλας ὄνομα κατέχειν, ἔπειτα Δήμαρχος ἐπετέτραπτο. τὰ μὲν κατὰ τὴν Ἀσίαν ὧδε ἐνεμήθη. (7) τῶν δὲ κατὰ τὴν Εὐρώπην Θράικης μὲν καὶ Χερρονήσου καὶ ὅσα Θραιξὶ σύνορα ἔθνη ἔστε ἐπὶ τὴν θάλασσαν | |
35 | τὴν ἐπὶ Σαλμυδησσὸν τοῦ Εὐξείνου πόντου καθήκοντα Λυσιμάχωι ἡ ἀρχὴ ἐπετράπη· τὰ δὲ ἐπέκεινα τῆς Θράικης ὡς ἐπὶ Ἰλλυριοὺς καὶ Τριβαλλοὺς καὶ Ἀγριᾶνας καὶ αὐτὴ Μακεδονία καὶ ἡ Ἤπειρος ὡς ἐπὶ τὰ ὄρη τὰ Κεραύνια ἀνήκουσα καὶ οἱ Ἕλληνες σύμπαντες Κρατερῶι καὶ Ἀντιπάτρωι ἐνεμήθη. (8) καὶ ἡ μὲν νέμησις οὕτως· πολλὰ δὲ καὶ ἀδιανέμητα | |
40 | ἔμεινεν ὑπὸ τῶν ἐγχωρίων ἀρχόντων, ὡς ἐτάχθησαν ὑπὸ Ἀλεξάνδρου, ἐχόμενα. (9) ἐν τούτωι Ῥωξάνη κύει καὶ τίκτει, καὶ εἰς βασιλέα τὸ τεχθὲν ἀνεῖπε τὸ πλῆθος. στάσεων δὲ μετὰ τὸν Ἀλεξάνδρου θάνατον πάντα ἐπληροῦτο. καὶ πολεμεῖ Ἀντίπατρος πρός τε Ἀθηναίους καὶ τοὺς ἄλλους | |
45 | Ἕλληνας, Λεωσθένους αὐτοῖς στρατηγοῦντος· καὶ τὰ πρῶτα ἡττώμενος καὶ εἰς ἀπορίαν συγκλειόμενος ὕστερον ἐκράτει. ἀλλὰ πίπτει καὶ Λεοννάτος ἐπιβοηθεῖν δοκῶν Ἀντιπάτρωι. (10) καὶ Λυσίμαχος δὲ Σεύθηι τῶι Θραικὶ πολεμῶν ὑπὲρ τῆς ἀρχῆς παραβόλως—σὺν ὀλίγοις γάρ—καὶ εὐδοκιμῶν ὅμως † ἀνηιρέθη. (11) πολεμεῖ δὲ καὶ Περδίκκας Ἀριαράθηι τῶι Καππα‐ | |
2b,156,F1(50) | δοκίας, ὅτι Εὐμένει ἄρχειν ἐπιτετραμμένωι τῆς ἀρχῆς οὐκ ἐξίστατο· καὶ δυσὶ νικήσας μάχαις καὶ συλλαβὼν ἐκρέμασεν, Εὐμένει τὴν ἀρχὴν ἀπο‐ καταστήσας. (12) Κρατερὸς δὲ συμμαχῶν Ἀντιπάτρωι κατὰ τῶν Ἑλλήνων αἴτιος τῆς νίκης, ἧς ἐνίκησαν αὐτούς, γέγονεν· ἐξ οὗ καὶ ἅπαντα, ἅπερ ἂν αὐτοῖς Κρατερὸς ἐπέταττε καὶ Ἀντίπατρος, ἀπροφασίστως ἐπράττετο. | |
55 | καὶ ταῦτα μέχρι τοῦ πέμπτου βιβλίου. | |
2b,156,F2 | ANON. π. συνταξ. p. 179, 26 Bk: Ἀρριανὸς πρώτωι· «εἰ δὲ ψευσθείημεν τῆς ἐπὶ τῶι παιδὶ τοῦ Ἀλεξάνδρου προσ‐ δοκωμένης ἐλπίδος», ἀντὶ τοῦ ἀποτύχοιμεν. | |
2b,156,F3 | ANON. π. συνταξ. p. 131, 19: γνωσιμαχῶ· ἅπαξ ἐχρήσατο τῆι λέξει Ἀρριανὸς ἐν πάσηι τῆι πράξει αὑτοῦ, ἐν β τῶν μετ’ Ἀλέξανδρον· «οἱ δὲ γνωσιμαχήσαντες ὑπέδυσαν τὰ ἐπαγγελλόμενα.» | |
2b,156,F4 | ——p. 173, 29: Σισίνης· Σισίνου κλίνει τὸ ὄνομα Ἀρριανός. ἐχρήσατο αὐτῶι ἐν πάσηι τῆι πραγματείαι τετραχῶς. Σισίνης δὲ ὁ Φρατα‐ φέρνου παῖς (Anab. VII 6, 4). ἐν μόνωι δὲ τῶι δευτέρωι λόγωι εὑρέθη τὸ ὄνομα 〈τῶν〉 μετὰ Ἀλέξανδρον. | |
2b,156,F5 | ANON. π. συνταξ. p. 170, 16 Bk: πολιτεύω· ἐνεργητικῶς Ἀρριανὸς τρίτωι· «ὑμῖν δὲ τοὺς πατρίους νόμους ἀποδοὺς ἐν ἐλευθερίαι πολιτεύειν ἀπέδωκεν.» | |
2b,156,F6a | ANON. π. συνταξ. p. 154, 12 Bk: καθηγοῦμαι· δοτικῆι. Ἀρριανὸς τετάρτωι τῶν μετὰ Ἀλέξανδρον· «καὶ ἐς τὸν λιμένα καθηγεῖσθαι.» | |
2b,156,F6b | Suid. s. καθηγοῦμαι· δοτικῆι. «καθηγοῦμαι ταύταις εἰς τὸν λιμένα.» | |
2b,156,F7 | ANON. π. συνταξ. p. 154, 9: κατακούω· γενικῆι ..... καὶ Ἀρριανὸς πέμπτωι· «οὐδ’ ἐθέλει κατακούειν τοῦ σατράπου.» | |
2b,156,F8 | ——p. 130, 26 Bk: βουλεύω· ἐνεργητικῆι διαθέσει κέχρηται ὁ Ἀρριανὸς ἐν πᾶσιν. ἐν πέμπτωι τῶν μετὰ Ἀλέξανδρον· «σὲ δὲ εἶναι τὸν βουλεύοντά τε ὑπὲρ τῶν ὅλων τὰ ξυμφορώ‐ τατα καὶ ἐπαγγέλλοντα πᾶν ὅ τι περ ἂν ξυλλογισμῶι | |
5 | τύχηι ξυμβουλευθέν.» | |
2b,156,F9 | PHOT. Bibl. 92 p. 69 b 34: (13) ἐν δὲ τῶι ἕκτωι διαλαμ‐ | |
βάνει ὅπως ἐξ Ἀθηνῶν οἱ ἀμφὶ Δημοσθένην καὶ Ὑπερείδην ἔφυγον Ἀριστόνικός τε ὁ Μαραθώνιος καὶ Ἱμεραῖος ὁ Δημητρίου τοῦ Φαληρέως ἀδελφός, τὰ μὲν πρῶτα εἰς Αἴγιναν· ἐκεῖ δὲ διαγόντων θάνατον αὐτῶν | ||
5 | κατέγνω τὸ Ἀθηναίων πλῆθος εἰπόντος Δημάδου, καὶ Ἀντίπατρος εἰς ἔργον ἤγαγε τὸ ψήφισμα. (14) καὶ ὡς Ἀρχίας ὁ Θούριος 〈ὁ〉 εἰς τὸν θάνατον αὐτῶν ὑπουργήσας ἐν ἐσχάτηι πενίαι καὶ ἀτιμίαι κατατρίψας ἐτελεύτησε τὸν βίον. καὶ ὡς Δημάδης οὐ πολλῶι ὕστερον ἐς Μακεδονίαν ἀχθεὶς ὑπὸ Κασάνδρου ἐσφάγη, τοῦ παιδὸς ἐν τοῖς κόλποις προαποσφα‐ | |
10 | γέντος· αἰτίαν δ’ ἐπῆγε Κάσανδρος, ὅτι τὸν αὐτοῦ πατέρα ἐξυβρίσειεν ἐν οἷς ἔγραψε Περδίκκαι σώζειν τοὺς Ἕλληνας ἀπὸ σαπροῦ καὶ παλαιοῦ στήμονος ἠρτημένους, οὕτως τὸν Ἀντίπατρον ἐπιχλευάζων. (15) Δείναρχος δὲ ὁ Κορίνθιος ὁ κατήγορος ἦν. ἀλλ’ ὅ γε Δημάδης τῆς αὑτοῦ δωροδοκίας καὶ προδοσίας καὶ ἐς πάντα ἀπιστίας τὴν ἀξίαν ἀπέτισε δίκην. | |
15 | (16) διαλαμβάνει δὲ καὶ ὡς Θίβρων ὁ Λακεδαιμόνιος Ἅρπαλον τὸν τὰ Ἀλεξάνδρου χρήματα ζῶντος ἐκείνου ἁρπάσαντα καὶ φυγόντα πρὸς τὰς Ἀθήνας, τοῦτον ἐκεῖνος ἀποκτείνας καὶ ὅσα ὑπελείπετο λαβὼν χρήματα πρῶτα μὲν ἐπὶ Κυδωνίας τῆς ἐν Κρήτηι ἐστάλη, ἔνθεν δὲ ἐς Κυρήνην διέβαλεν μετὰ στρατιᾶς εἰς ἑξακισχιλίους συντελούσης· ἐπῆγον δὲ αὐτὸν | |
20 | τῶν ἐκ Κυρήνης καὶ Βαρκέων οἱ φυγάδες. (17) ἐν οἷς πολλαῖς μὲν μάχαις πολλαῖς δὲ ἐπιβουλαῖς ἄλλοτε μὲν κρατῶν ἐνίοτε δὲ ἡττώμενος, τέλος φεύγων ὑπὸ Λιβύων τινῶν συνωρίδας ἀγόντων συνελήφθη καὶ παρὰ Ἐπικύδην ἄγεται τὸν Ὀλύνθιον εἰς Τεύχειρα, ὧι τὴν πόλιν ἐκείνην Ὀφέλλας ἐπετετρόφει, ἀνὴρ Μακεδών, ὃς ὑπὸ Πτολεμαίου τοῦ Λάγου | |
25 | ἐπὶ βοηθείαι τῶν Κυρηναίων ἐτύγχανε σταλείς. (18) οἱ δὲ Τευχειρῖται, Ὀφέλλα τὴν ἐξουσίαν δόντος, ἠικίσαντό τε τὸν Θίβρωνα καὶ εἰς τὸν τῶν Κυρηναίων ἔπεμψαν κρεμασθῆναι λιμένα. (19) ἔτι δὲ τῶν περὶ Κυρήνην στασιαζόντων Πτολεμαῖος ἐπελθὼν καὶ πάντα καταστησάμενος ὀπίσω ἀπέπλευσε. | |
30 | (20) Περδίκκας δὲ Ἀντιγόνωι ἐπιβουλεύων εἰς δικαστήριον ἐκάλει· ὁ δὲ εἰδὼς ἐπιβουλεύεσθαι οὔτε ὑπήκουσε, καὶ εἰς ἔχθραν ἀλλήλοις κατέ‐ στησαν. (21) ἐν τούτωι δὲ παρὰ τὸν Περδίκκαν ἐκ Μακεδονίας ἧκον Ἰόλλας τε καὶ Ἀρχίας, ἄγοντες αὐτῶι τὴν Ἀντιπάτρου παῖδα Νίκαιαν εἰς γυναῖκα. ἀλλά γε καὶ Ὀλυμπιὰς ἡ Ἀλεξάνδρου μήτηρ ἔπεμπε παρ’ | |
35 | αὐτὸν κατεγγυωμένη τὴν θυγατέρα Κλεοπάτραν. καὶ ὁ μὲν Εὐμένης ὁ Καρδιανὸς συνεβούλευεν ἄγειν Κλεοπάτραν, Ἀλκέται δὲ τῶι ἀδελφῶι εἰς Νίκαιαν ἔτεινεν ἡ συμβουλή· καὶ νικᾶι τὸ Νίκαιαν μᾶλλον ἀγαγεῖν. | |
(22) οὐ πολὺ δὲ ὕστερον καὶ τὸ περὶ Κυνάνην πάθος συνηνέχθη, ὃ Περ‐ δίκκας τε καὶ ὁ ἀδελφὸς Ἀλκέτας διεπράξαντο. ἡ δὲ Κυνάνη Φίλιππον | ||
40 | μὲν εἶχε πατέρα, ὃν καὶ Ἀλέξανδρος, ἐκ δὲ μητρὸς Εὐρυδίκης ἦν, γυνὴ δὲ Ἀμύντου, ὃν ἔφθη Ἀλέξανδρος κτεῖναι, ὁπότε εἰς τὴν Ἀσίαν διέβαινεν. οὗτος δὲ Περδίκκου παῖς ἦν, ἀδελφὸς δὲ Φιλίππου Περδίκκας, ὡς εἶναι Ἀμύνταν τὸν ἀνηιρημένον Ἀλεξάνδρου ἀνεψιόν. (23) ἦγε δὲ ἡ Κυνάνη Ἀδέαν τὴν αὐτῆς θυγατέρα, ἥτις ὕστερον Εὐρυδίκη μετωνομάσθη, τῶι | |
45 | Ἀρριδαίωι εἰς γυναῖκα· ἣν καὶ ὕστερον ἠγάγετο Περδίκκα διαπραξαμένου ἐφ’ ὧι παῦσαι τὴν Μακεδόνων στάσιν, ἥτις ἐπὶ τῶι Κυνάνης πάθει ἀνα‐ φθεῖσα ἐπὶ μέγα κακοῦ προεχώρει. (24) Ἀντίγονος δὲ ἐς Μακεδονίαν παρὰ Ἀντίπατρον καὶ Κρατερὸν ἔφυγε καὶ τὴν εἰς αὐτὸν ἐπιβουλήν, ἣν Περδίκκας ἐ〈πε〉βούλευε, διηγήσατο καὶ ὡς κατὰ πάντων ἡ αὐτὴν αὐτῶι | |
2b,156,F9(50) | μελέτη σπουδάζεται, ἀνεδίδαξέ τε καὶ τὸ τῆς Κυνάνης ἐκτραγωιδήσας πάθος. καὶ ταῦτα διαθέμενος εἰς πόλεμον αὐτῶι τούτους κατέστησε. (25) καὶ Ἀρριδαῖος δὲ ὁ τὸ τοῦ Ἀλεξάνδρου σῶμα φυλάσσων, παρὰ γνώμην αὐτὸ Περδίκκου λαβών, πρὸς Πτολεμαῖον παραγίνεται τὸν Λάγου, ἀπὸ Βαβυλῶνος διὰ Δαμασκοῦ ἐπ’ Αἴγυπτον ἐλαύνων· ὃς πολλὰ μὲν ὑπὸ | |
55 | Πολέμωνος τοῦ προσοικειουμένου Περδίκκαι κωλυθεὶς ἐνίκησεν ὅμως εἰς τὸ τὴν ἑαυτοῦ γνώμην ἔργωι ἐξενεγκεῖν. (26) ἐν τούτωι καὶ Εὐμένης παρὰ Περδίκκου δῶρα πρὸς Κλεοπάτραν ἐς Σάρδεις ἐκόμισε, καὶ ὅτι ἐγνωσμένον εἴη Περδίκκαι Νίκαιαν μὲν ἐκπέμ‐ πειν, ἀντ’ ἐκείνης δὲ ταύτην ἄγεσθαι. οὗ μηνυθέντος—Μένανδρος δὲ | |
60 | ὁ Λυδίας σατράπης ἐμήνυσεν—Ἀντιγόνωι καὶ δι’ αὐτοῦ τοῖς περὶ Ἀν‐ τίπατρον καὶ Κρατερὸν δημοσιωθέντος, ἐπὶ μᾶλλον αὐτοῖς τὰ πρὸς Περ‐ δίκκαν ἐξεπολέμωτο. περαιοῦται δὴ Ἀντίπατρος καὶ Κρατερὸς ἀπὸ τῆς Χερρονήσου τὸν Ἑλλήσποντον, τοὺς τὸν πόρον φυλάσσοντας διὰ πρεσβείας ὑπαγόμενοι. πρεσβεύονται δὲ καὶ πρὸς Εὐμένη καὶ πρὸς Νεοπτόλεμον | |
65 | τοὺς ὑπὸ Περδίκκαι· καὶ Νεοπτόλεμος μὲν πείθεται, Εὐμένης δὲ οὐκ ἀνέχεται. (27) ὑποπτεύεται Εὐμένει Νεοπτόλεμος, καὶ συγκροτεῖται πρὸς ἀλλήλους πόλεμος, καὶ νικᾶι κατὰ κράτος Εὐμένης. φεύγει δὲ Νεοπτόλεμος παρὰ Ἀντίπατρον καὶ Κρατερὸν σὺν ὀλίγοις καὶ πείθει τούτους ἐπὶ συμ‐ μαχίαν κατὰ Εὐμένους ἐλθεῖν αὐτῶι Κρατερόν· καὶ πολεμοῦσιν ἄμφω | |
70 | Εὐμένει. καὶ πάντα ποιήσας Εὐμένης ὥστε λαθεῖν τοὺς σὺν αὐτῶι Κρατερὸν αὐτῶι πολεμεῖν, ἵνα μὴ τῆι περὶ αὐτὸν ἁλόντες φήμηι ἢ προσ‐ χωρήσωσιν αὐτῶι ἢ καὶ μένοντες ἀτολμότεροι εἶεν· καὶ κρατήσας τοῖς τεχνάσμασι, κρατεῖ καὶ τῶι πολέμωι. καὶ πίπτει μὲν Νεοπτόλεμος τῆι | |
αὐτοῦ Εὐμένους τοῦ γραμματέως δεξιᾶι, ἀνὴρ στρατιωτικὸς καὶ πολέμοις | ||
75 | ἠριστευκώς, Κρατερὸς δὲ ὑπό τινων Παφλαγόνων ἀφειδῶς πρὸς πάντα μαχό‐ μενος καὶ χωρῶν ὥστε γνωσθῆναι· ἀλλ’ ἔφθη πεσὼν μὴ γνωσθείς, καίτοι καὶ τὴν καυσίαν τῆς κεφαλῆς ἀφελών. ἡ μέντοι πεζὴ στρατιὰ σώα πρὸς Ἀντί‐ πατρον ἐκ τοῦ πολέμου παρεγένετο, ὃ καὶ τὸ πολὺ τῆς ἀθυμίας ἐπεκούφισε. (28) παραγίνεται ἀπὸ Δαμασκοῦ Περδίκκας ἐπ’ Αἴγυπτον σὺν τοῖς | |
80 | βασιλεῦσι καὶ τῆι δυνάμει Πτολεμαίωι πολεμῆσαι. κατηγορήσας δὲ Πτολε‐ μαίου, κἀκείνου ἐπὶ τοῦ πλήθους ἀπολυομένου τὰς αἰτίας, καὶ δόξας μὴ δίκαια ἐπικαλεῖν, ὅμως καὶ τοῦ πλήθους οὐχ ἑκόντος πολεμεῖ. καὶ δὶς ἡττηθεὶς καὶ τραχὺς πρὸς τοὺς παρὰ Πτολεμαῖον ἐθέλοντας χωρῆσαι λίαν καταστὰς καὶ τἆλλα τῆι στρατιᾶι ὑπερογκότερον ἢ κατὰ στρατηγὸν προσ‐ | |
85 | φερόμενος, ὑπὸ τοῦ οἰκείου πλήθους τῶν ἱππέων ἀναιρεῖται, μαχόμενος καὶ αὐτός. (29) Πτολεμαῖος δὲ μετὰ τὴν ἀναίρεσιν Περδίκκου πρός τε τοὺς βασιλεῖς ἐπεραιώθη τὸν Νεῖλον καὶ δώροις φιλοφρονησάμενος καὶ τῆι ἄλληι θεραπείαι οὐ μόνον δὲ ** ἀλλὰ καὶ τοὺς ὅσοι ἐν τέλει Μακε‐ δόνων. ὁ δὲ καὶ τοῖς Περδίκκου φίλοις συναχθόμενός τε δῆλος ἐγένετο | |
90 | καὶ ὅσοις τι κινδύνου ἔτι ἐκ Μακεδόνων ὑπελείπετο καὶ τούτους ἀπαλλάξαι τοῦ δέους παντὶ τρόπωι διεσπούδασεν· ἐφ’ οἷς παραυτίκα τε καὶ ἐς τὸ ἔπειτα εὐδοκιμῶν ἐγινώσκετο. (30) συνεδρίου δὲ κροτηθέντος ἄρχοντες μὲν τῆς πάσης δυνάμεως ἀντὶ Περδίκκου Πίθων καὶ Ἀρριδαῖος ἐν τῶι τέως ἀνερρήθησαν, τῶν δὲ | |
95 | περὶ Εὐμένη τε καὶ Ἀλκέταν ἐς πεντήκοντα κατεγνώσθησαν, μάλιστα ἐπὶ τῆι Κρατεροῦ ἀναιρέσει τῶν Μακεδόνων πρὸς αὐτοὺς ἐκπολεμωθέντων. μετεκαλεῖτο δὲ καὶ Ἀντίγονος ἐκ Κύπρου, καὶ Ἀντίπατρος δέ, ἐπιταχῦναι πρὸς τοὺς βασιλέας. (31) οὔπω δὲ καταλαβόντων ἡ Εὐρυδίκη Πίθωνα καὶ Ἀρριδαῖον μηδὲν ἄνευ αὐτῆς ἠξίου πράττειν. οἱ δὲ τὰ πρῶτα μὲν | |
2b,156,F9(100) | οὐκ ἀντεῖπον, ἔπειτα δὲ μηδὲν αὐτὴν ἐπικοινωνεῖν τοῖς δημοσίοις ἀντέ‐ λεγον πράγμασιν· αὑτοῖς γάρ, ἕως Ἀντίγονος καὶ Ἀντίπατρος παρα‐ γένω〈ν〉ται, μελήσειν περὶ πάντων. (32) ὧν παραγεγονότων εἰς Ἀντί‐ πατρον ἡ δυναστεία περιίσταται. καὶ ὁ στρατὸς αἰτεῖ τὰ παρὰ Ἀλεξάνδρου ὑποσχεθέντα αὐτοῖς ἐπὶ τῆι συστρατείαι χρήματα, καὶ Ἀντίπατρος παραυ‐ | |
105 | τίκα μὲν μηδὲν ἔχειν ἀποκρίνεται φράζειν ἀκριβές, ἐξετάσας δὲ τούς τε βασιλείους θησαυροὺς καὶ τοὺς ὅσοι ἀλλαχόθι που κείμενοι ὦσι, τηνικαῦτα τὸν δυνατὸν τρόπον μὴ ἂν αὐτοῖς ἐπίμεμπτος νομισθῆναι· ἐφ’ ὧι οὐχ ἡδέως ἡ στρατιὰ ἤκουσεν. (33) Εὐρυδίκης δὲ συλλαμβανούσης ταῖς κατὰ | |
Ἀντιπάτρου διαβολαῖς τῶι ἀπὸ τοῦ πλήθους ἄχθει στάσις γίνεται. καὶ | ||
110 | δημηγορεῖ Εὐρυδίκη κατ’ αὐτοῦ, τοῦ γραμματέως Ἀσκληπιοδώρου ὑπηρετη‐ σαμένου τῶι λόγωι, καὶ Ἄτταλος δέ. καὶ ῥύεται μόλις Ἀντίπατρος τῆς σφαγῆς, Ἀντιγόνου καὶ Σελεύκου τῆι παρακλήσει Ἀντιπάτρου ἀντιδημη‐ γορησάντων ἐν τῶι πλήθει, οἳ καὶ αὐτοὶ διὰ τοῦτο ἐγγὺς ἐγένοντο τοῦ κινδύνου· ῥυσθεὶς δὲ Ἀντίπατρος τοῦ θανάτου πρὸς τὸ οἰκεῖον ὑπεχώρησε | |
115 | στρατόπεδον. καὶ οἱ ἵππαρχοι Ἀντιπάτρου καλοῦντος πρὸς αὐτὸν ἧκον, καὶ μόλις τῆς στάσεως πεπαυμένης Ἀντίπατρον πάλιν, ὡς καὶ πρόσθεν, ἄρχειν εἵλοντο. (34) καὶ ποιεῖται νέμησιν καὶ αὐτὸς τῆς Ἀσίας, τὰ μὲν τῆς προτέρας νεμήσεως ἐπικυρῶν, τὰ δὲ τοῦ καιροῦ βιαζομένου νεωτερίζων. Αἴγυπτον | |
120 | μὲν γὰρ καὶ Λιβύην καὶ τὴν ἐπέκεινα ταύτης τὴν πολλὴν καὶ ὅ τι περ ἂν πρὸς τούτοις δόριον ἐπικτήσηται πρὸς δυομένου ἡλίου Πτολεμαίου εἶναι· Λαομέδοντι δὲ τῶι Μιτυληναίωι Συρίαν ἐπιτετράφθαι· Φιλόξενον δὲ ἐπὶ Κιλικίας ἔταξεν, ἣν καὶ πρῶτον εἶχεν. (35) τῶν δὲ ἄνω ξατρα‐ πειῶν τὴν μὲν μέσην τῶν ποταμῶν γῆν καὶ τὴν Ἀρβηλῖτιν Ἀμφιμάχωι | |
125 | τῶι τοῦ βασιλέως ἀδελφῶι ἔνειμε· Σελεύκωι δὲ τὴν Βαβυλωνίαν προσέθηκεν· Ἀντιγένει δὲ τῶι πρώτωι μὲν ἐπιθεμένωι Περδίκκαι, τῶν δὲ ἀργυρασπίδων Μακεδόνων ἡγουμένωι, τῆς Σουσιανῆς συμπάσης ἄρχειν· Πευκέσται δὲ ἐβε‐ βαίου τὴν Περσίδα· Καρμανίαν δὲ Τληπολέμωι ἔνειμε· καὶ Μηδίαν Πίθωνι ἔστ’ ἐπὶ πύλας τὰς Κασπίους· Φιλίππωι δὲ τὴν Παρθυαίων γῆν. (36) Ἀρείων | |
130 | δὲ καὶ τῆς Δραγγηνῶν χώρας Στάσανδρον καθίστη ἡγεμόνα· τῆς δὲ Βα‐ κτριανῆς καὶ Σογδιανῆς Στασάνορα τὸν Σόλιον· Ἀραχώτων δὲ Σιβύρτιον· καὶ Παραπαμισάδας Ὀξυάρτηι τῶι Ῥωξάνης πατρί· τῆς δὲ Ἰνδῶν γῆς τὰ μὲν ξύνορα Παραπαμισάδαις Πίθωνι τῶι Ἀγήνορος· τὰς δὲ ἐχομένας ξατραπείας, τὴν μὲν παρὰ τὸν Ἰνδὸν ποταμὸν καὶ Πάταλα τῶν ἐκείνηι | |
135 | Ἰνδῶν πόλεων τὴν μεγίστην Πώρωι τῶι βασιλεῖ ἐπεχώρησε· τὴν δὲ παρὰ τὸν Ὑδάσπην ποταμὸν Ταξίληι, καὶ τούτωι Ἰνδῶι, ἐπεὶ μηδὲ ῥάιδιον μετα‐ κινῆσαι αὐτοὺς ἐξ Ἀλεξάνδρου τε ἐπιτετραμμένους τὴν ἀρχὴν καὶ δύναμιν ἱκανὴν ἔχοντας. (37) τῶν δὲ ἀπὸ τοῦ Ταύρου ὄρους ὡς ἐπὶ τὴν ἄρκτον φερόντων Καππαδόκας μὲν Νικάνορι ἐπέτρεψεν· ἐπὶ δὲ Φρυγίας τῆς | |
140 | μεγάλης καὶ ἐπὶ Λυκάοσί τε καὶ Παμφύλοις καὶ Λυκίοις, ὡς καὶ πρόσθεν, Ἀντίγονον· Καρίαν δὲ Ἀσάνδρωι ἔνειμε· Λυδία δὲ Κλείτωι ἐδόθη· καὶ | |
Ἀρριδαίωι Φρυγία ἡ πρὸς Ἑλλησπόντωι. (38) τῆι δὲ κατακομιδῆι τῶν ἐν Σούσοις χρημάτων Ἀντιγένην ἔταξε καὶ τούτωι τῶν στασιασάντων Μακεδόνων τοὺς μάλιστα τρισχιλίους παρέδωκε. σωματοφύλακας δὲ τοῦ | ||
145 | βασιλέως Αὐτόδικόν τε τὸν Ἀγαθοκλέους παῖδα καὶ Ἀμύνταν τὸν Ἀλεξάν‐ δρου παῖδα, Πευκέστου δὲ ἀδελφόν, καὶ Πτολεμαῖον τὸν Πτολεμαίου καὶ Ἀλέξανδρον τὸν Πολυσπέρχοντος· Κάσανδρον δὲ τὸν ἑαυτοῦ παῖδα χιλι‐ άρχην τῆς ἵππου· τῆς δυνάμεως δὲ τῆς πρόσθεν ὑπὸ Περδίκκαι τετα‐ γμένης Ἀντίγονον ἡγεμόνα ἀπέφηνε· καὶ τούτωι τοὺς βασιλέας φρουρεῖν | |
2b,156,F9(150) | τε καὶ θεραπεύειν προστάξας τὸν πόλεμον ἅμα τὸν πρὸς Εὐμένη δια‐ πολεμῆσαι αὐτῶι αἱρουμένωι ἐπέτρεπεν. Ἀντίπατρος δὲ αὐτὸς πολλὰ ὑπὸ πάντων ἕνεκα πάντων ἐπαινούμενος ἐπ’ οἴκου ἀνεχώρει. ἐν οἷς καὶ ὁ θ λόγος. | |
2b,156,F10 | COD. RESCR. VATIC. GR. 495 fol. 230. 235: [Ἀρριδαίου] τὴν παρὰ Πτολεμαῖον αὐτομόλησιν καὶ τοῦ σώμ̣[ατος τ]ο̣ῦ Ἀλεξάνδρου τὴν ἐς Αἴγυπτον κομιδὴν ε̣π̣ι̣..ω̣....... οἱ ἀμφὶ Ἄτταλόν τε καὶ Πολέμωνα ο̣ι̣ε̣...ο̣η̣........... ‖ ἀποχωρήσεως ἐσταλμ̣ένοι [ὡς Π]ε̣ρδ̣ί̣[κκαν | |
5 | ἐπανήιε]σαν. ὁ δὲ ἔτι μᾶλλον [ὡρμήθη ἐς Αἴγυπτον στρατεία]ν π[οι]εῖν, ὡς Πτολεμαῖον μὲν ἀφελόμενος τὴν ἀρχὴν τ̣[ῶ]ν ἑ[αυτῶι τι]να ἐπιτηδείων καταστῆσαι Αἰγύπτου [ὕ]π[αρ]χον, τοῦ σώματος δὲ τοῦ Ἀλεξάνδρου κρατῆσαι. (2) τα̣ῦτα [δὴ] ἐν̣ν̣[οῶ]ν̣ [ἐπ]ειδὴ ἐς Κιλικίαν ξὺν τῆι δυνάμει ἀφίκετο, Φ̣ι̣λ̣ώ̣τ̣αν μὲν τ̣ὸ̣ν ξατράπην τῆς χώρας ἐπιτήδειον [τ]ο̣ῖς ἀμφὶ Κρατερὸν γ[ι]γνώσκων | |
10 | [πα]ρέ̣λυσ[ε]ν τῆς ἀρχῆς, Φιλόξενον δὲ ἀντ’ αὐτοῦ ἄρχειν κατέστησεν, ἕνα τῶν ἀφανῶν Μακεδόνων οἷ̣α̣ δὴ π̣..αι̣ολιω̣ιμισθοφορ..ο̣πολε̣μ̣..ι̣δ̣ι̣α̣.ε̣... ε̣..ε̣μ̣.. (3) πέμψας δὲ ἐς Βαβυ̣λῶν̣α̣ .....σ̣τ̣ρ̣α̣γ̣.......μ̣κ̣τ̣η̣ν̣ο̣ρ̣α̣ μ̣ο̣λ̣ε̣θ̣ε̣ν̣ .. Δόκιμον τ̣ὸ̣ ὄνομα (?) μετὰ Μ[ακεδ]όν̣[ων τ]ῶ̣ν̣ ἄκ[ρ]ων δ̣οκούντων τὸν μὲν ξατραπεύειν εἶ[π]εν τῆς [Βαβυ]λωνίας, Ἄρχωνα δὲ τὸν π̣ρ̣ό̣σ̣θεν [δυνά]σ̣την̣ | |
15 | ἐ̣π̣ὶ τ̣ῆ̣[ς εἰσπράξ]ε̣ως̣ τῶν προσόδων ε̣ἶ̣ν̣αι ε̣π̣ι̣δ̣ε̣τ̣η̣..........η̣ν̣α̣ρ̣ο̣ φ̣α̣σ̣τ̣ῶ̣ν̣ Δόκιμον̣, εἰ̣ ἀφίκο̣ι̣τ̣ο̣ εἰς Β̣α̣β̣υ̣λῶνα καὶ τ̣ῆ̣ς ξατρα[π]είας ἐγκρατήσε̣ιε̣ν̣, τὸ[ν] Ἄρχωνα μὲν ἀ̣π̣α̣λλάξαι | ..σ̣ι̣σθενη̣δ̣ε̣χε̣ν̣κ..π̣η̣α̣τ̣ι̣α̣σ̣ι̣ν̣ωσα̣ν̣τ̣....α̣ν̣ι̣.....ο | π̣ε̣.ε̣ν̣θυκ̣.ε̣ν̣...υ̣σ̣ινα̣κ̣ο̣α̣θ̣η̣ο̣ε̣εκσει.ενα̣υ̣τ̣ο̣σ̣ο̣κ̣..τησα̣τ̣α̣ | ω̣πιστι̣η.ε̣..β̣ α̣...ο̣τ̣ι̣.. α̣υ̣τ̣ο̣ν̣δ̣ε̣.............. | τηπι.α̣.ο̣ν̣ο̣σ̣α̣υ̣ναι ............................ | | |
20 | α̣ω...α̣ν̣θ̣α̣..οσ̣δ̣ε̣ε̣.η̣.ε̣γ̣η̣..δητ̣ο̣υ̣σ̣α̣π̣ο̣.......μ̣κε τηνικ̣..ν̣της....λ̣ωνοσφ̣ο̣ρ̣τ̣ι̣. φ̣......ανεκ | ..ν.λ̣λ̣...ιω̣στετιν̣ε̣νμ ραινα..ατιωτωνπ̣.......... | μ̣ουν(κ)ς ἐπιλεξά‐ μενος εἰσήγαγεν ..ροσκ..ετετοςε..β̣α̣β̣υ̣ ‖ ..ξ̣ια̣ο ..δ̣ὲ̣ ξυναγαγὼν καὶ̣ φ̣ρ̣άσας τὴν Περδίκκου μ[ετ]άνοιαν κ̣α̣ὶ̣ ἐ̣ς̣ τ̣ο̣ῦ̣τ̣ο̣ν̣ (?)...ψ̣ι̣ο̣ν̣τ̣ρ̣.......τ̣ο̣υ̣ ἐκ τῶν ε...την̣ .. | ε̣.ε̣.....νκ̣α̣ι̣τε̣θ̣η̣κ̣α̣ν̣........ηνρ..ε̣ι̣τ̣η̣ν̣.ρ....ν | π̣ο̣....... σ̣υ̣ν̣αγαγεῖν | |
25 | ὡς μὴ δ̣[εξ]ομένους ἐπὶ τὴν ἀρχὴν τ̣ὸν [Δόκ]ιμον. (5) καὶ ο̣ἱ μὲ̣ν πρὸς τούτοις ἦσαν, Δόκιμος δὲ ἐς Βαβ̣υλῶνα ἀφικόμενος κα̣[ὶ] τ̣ῶν ἐκ τῆς χώρας τ̣ινὰς Βαβυλωνίων π̣ρ̣ο̣σ̣α̣ν̣[τ]έ̣χει̣ν ἀμελήσ̣[ας] το̣ῖ̣ς σ̣τ̣ρατιώταις̣ π̣ροσ̣ε...τ̣ο̣ν̣ ἐπέδ̣ρ̣αομεον (?) καὶ ἔστη πρὸς Ἄρχωνα. καὶ τὰ μὲν π[λ]ήθη τῶν ἀπομαχο‐ μένων καὶ ἰσχ[όν]των χωρίων ἐκρατεῖτο. ὡς δὲ ἀκρο̣β̣ολισ̣μ̣ῶι τινὶ τραυ‐ | |
30 | ματίαι̣ γ̣ενομένωι τῶι Ἄρχωνι οὐ πολλῶι ὕστερον ξυνέβη τελευτῆσαι ἐκ τῶν τραυμάτων, τηνι̣κ̣α̣[ῦ]τ̣α̣ δὲ ἀ̣ν̣ασ̣χόμ̣ε̣ν̣[ος ὁ Δό]κιμος ἐδέχθη τε ἐπὶ τὴν ξατραπείαν π̣ρ̣ὸ̣ς τ̣ῶν Β̣α̣[βυλω]ν̣ίω̣ν καὶ τὰ ὑπὸ Περδίκκου προστεταγμένα ξυνμ.πιςτιτηιεις νε̣σ̣α̣υ̣τον ἔπρασσεν. (6) ἐν δὲ τούτωι Περδίκκας μαθὼν τῶν ἐν Κύπρωι βασιλέων Νικο‐ | |
35 | κρέοντά τε τὸν Σαλαμίνιον καὶ τοὺ[ς ὑπ’ αὐτῶι (?) γε]ν̣ο̣μ̣ένου̣ς̣ Π̣ασ̣ικ̣ρ[ά]τ̣ην τ̣ὸ̣ν Σ̣ό̣λ̣ιον καὶ Νικο[κλ]έα τ̣ὸ̣ν Πά̣φι̣ον, τοῦτον καὶ Ἀνδροκλέα τὸν Ἀμα‐ θούσιον πρὸς̣ μὲν Πτολεμαῖον ξυμμαχίαν π̣ε̣π̣οιημένους, ναῦς δὲ οὐ πο̣λὺ̣ ἀ̣π̣ο̣δεούσας διακοσίων ξυμ[π]ληροῦντας, τὴν δὲ Μ̣αρ̣ιέων πόλιν̣ καὶ τὸν ἄρ̣χοντα ἐ̣πιπ̣ολιορκοῦντας, ὁ̣ δ̣ὲ̣ [τριήρεις ἤθρ]οισεν (?) ἐκ Φο̣ι̣ν̣ίκης [πρ]ὸ̣ς̣ | |
40 | τὴν εἰ̣ς̣ Μάριον αὐ̣τόθεν ἐ̣κ̣ Κ̣ιλικίας 〈στρατείαν〉 κα[ὶ] πλο̣[ῖα π]ο̣λλὰ στρογγύλα π̣αρασκευάσας [ξ]έ̣ν̣ους μὲν ἐς ὀ̣[κ]τ̣α̣κο̣σ̣ί̣ους ἐ̣π̣[έβη]σ̣εν̣ τῶν νεῶν, ἱππέας δὲ ἐς πεντακοσίους, Σωσιγ̣ένην τὸν Ῥόδιον ἐπιτάξας ναύαρχον καὶ ξεναγὸν ἐ̣πὶ τῶι ξεν〈ικ〉ῶι Μ̣ήδιον τὸν [Θ]εσσαλόν, ἱππάρχην δὲ τῶν ἱππέων Ἀμ̣ύ̣νταν, τῆς δὲ ξυμ̣πάσ̣ης δυνάμεως στ[ρ]ατη[γ]ὸν [ἀ]ποφήνας | |
45 | Ἀ̣ρ̣ι̣[στόν]ο̣υ̣ν̣ τὸν Ἀλ̣εξάνδρου σωματοφύλακα τη ‖ (7) γ̣υ̣ν̣α̣ῖ̣κ̣α̣ (?) ...α̣.ν̣ρ..α̣χ̣ο̣ν̣.......................... | ανα‐ μαχε̣σ̣θ̣α̣ι̣ (?)..........................τωγον̣ω̣ομ(ν) | καγοχ—ι̣ων κ[Idiosyncratic Papyrological Character] | δεχ̣ε̣— | τ̣ι̣γ̣ο̣νο̣ς̣ ἐπιτήδειος ὤν. καὶ Μένανδρος̣ τ̣ῆ̣[ς Λυ]δ̣ί̣[ας ξ]ατράπης̣ τήν τε ἄ̣φ̣ι̣ξ̣ι̣ν̣ τὴν Ἀντιγόνου μαθὼν καὶ Ἀσάνδρου παρ’ αὐτὸν ἀποχώρησιν, Περ‐ | |
2b,156,F10(50) | δίκκα[ν ἐρρ]ω̣μένως ...χ̣.....ω̣κα̣...κ̣η.. γὰρ τὴν ι̣.ο̣λ̣δ̣ρ̣αν ν.... ἔχων κ̣[α]ὶ̣ δ̣ι̣’ ὀρ̣γῆ̣ς̣ ἔχων Περδίκκα[ν], ὅτι τὴν μὲν [ξατρ]α[π]είαν ἣν εἶχεν α̣υ̣τ̣ων δ̣ε̣ τ̣ω̣ν π̣.....ε̣π̣ι̣τ̣α̣χ̣ε̣ι̣ φ[υ]γὼν [πρ]ὸ̣ς τὴν στρατιὰν μ̣ο̣τ̣η̣ν̣.. ἀ̣κ̣ο̣ύ̣ε̣ι̣ν̣ (?) κ̣α̣.... ο̣υ̣..... Κλεοπάτραν εἶναι ......ν̣ρων καὶ τὴν Εὐμένο̣υ̣ς— | δεν̣ρ..κ̣α̣ι̣εν.ι̣ ..νδ̣..........χ.....εν....φει.... | τ̣η̣σ̣ε̣ι̣α̣ν̣........ι̣σ̣την......στρατηγ | |
55 | ....κ̣κ.ν̣ι | τῶν ἐπιχωρίων οα..λ̣α̣ κ̣λ̣ε̣ι̣στους δ̣υ̣ν̣α̣στ..ειν οἱ τὰ κατα εχ̣ο̣ντα̣ς̣ ...... εἰς Φρυγίαν τὴν μεγάλην φερού̣σ̣ας ὁ̣δ̣ο̣ὺ̣ς̣ ε̣ν̣ι̣α̣τοφ̣α̣ν̣ωνα̣... καὶ ὡς ὁ μὲν̣ (?)....λ̣ο̣ω̣ν̣ π̣.... | β̣μο̣λ̣ι̣ς̣.ν̣...............τ̣ητ̣η..δ̣.κ̣ν̣ρα̣ν̣ι......... | τ̣η̣κ̣α̣..λ̣λ̣ω̣μ̣ε̣ν̣ω̣π̣εμψαι..... [ἐ]γκρατ̣[ὴ]ς ε̣ἴ̣η̣ (?)..... | ὅτε Περδίκκαν .ξ.νρ. ναυτ..δ̣ε̣π̣ι̣ πολεμ̣...ε̣ν̣α̣ν̣.. | κ̣.. Ἀντίγο̣ν̣ο̣ς̣ ἐξε..ν..τηδ̣ε̣..τ̣ι̣σειστου..... | |
60 | ...... | κη̣ς̣ ἐκ προσηγ̣η̣στκ............ειτα...νιτωι.α̣υ̣..... | ν̣α̣ι̣— | χιλίους ἱππέας δ̣ε̣..μ̣ε̣τ̣εχων ἀφίκετο καὶ τοῦ̣ν ..μ̣ε.... | τ̣ῆ̣ς̣ δ’ [Ἐφέ]σ̣ου π̣ό̣[λεω̣ς̣ (?) πεντακοσίους ἔ̣χ̣.......... | —δ̣έχωντ̣α̣ι̣ | τ̣ε̣σ̣ι̣.γ̣χκ̣... ἐ̣ν̣ί̣ω̣ν̣ τ̣α̣...κ̣ρ̣ε̣ι̣σ̣ζ̣ο̣ν̣ερ ......α̣ν̣κα...εσαν ‖ —(8) καὶ αἱ ἐν κύκλωι τῆς Ἐφέσου πόλεις φιλίως κατεδέξαντο αὐτόν· ὁ δὲ παρεσκευάζετο ὡς ἐπὶ Σάρδεις ἐλάσων ἐ̣[κεῖθεν?]. | |
65 | ἐν̣ τούτωι δὲ Κλεοπάτρα μαθοῦσα τοῦ τε Ἀντιγόνου τὴν ὁρμὴν καὶ τὴν ἐνέδραν τὴν ἐπὶ Εὐμένει παρ̣εσκευασμένην, ἡ μὲν φράζει πρὸς Εὐμένη τὰ ἐξη[γγελ]μ̣ένα̣, ὁ δὲ ἀμφὶ δ̣είλ̣ην ξυναγαγὼν τοὺς ξυνηκολουθηκότας αὐτῶι φίλους καὶ ἱππέας π̣α̣ραγγέλ̣λ̣ει μήτε σάλπιγγα μήτε ἄλλο τι τῶν περι‐ φανῶν σημείων προσμείναντας ὡς τάχιστα πρὸς πορείαν ἐσκευασμένους | |
70 | παρεῖναι. (9) καὶ ἦν μὲν αὐτῶι ἡ διὰ μέσου ὁδὸς ὡς ἐπ’ ἀνίσχοντα ἥλιον. ὁ̣ [δ̣]ὲ̣ (?) κ̣ο̣λ̣ο̣...ζξι...φεσμν... μ̣η̣δ̣ὲ̣ν̣ α̣ὐ̣τὴν μὲν ἄγειν εὐ̣λ̣αβήθη τῶι κατει‐ | |
λῆφ̣[θ]α̣[ι] εἰκάζειν ηκ....ε̣...α̣ι̣.κ̣..μ̣α̣τστην ἀναεμε̣σ̣ι̣ωτστατην τη.θ̣ει̣..ε̣λ. ἐπὶ τῶιδε ἥκιστα προσδοκωμένην. προελθὼν δὲ ἀμφὶ τοὺς εἴκοσιν σταδίους εἰς δεξιὰν μάλιστα ἐπιστρέφει καὶ ἀ̣π̣ο̣.σ̣ω̣θ̣.ει πρὸς τὴ[ν] ἐς π̣ε̣ρνσ̣ι̣α̣ν̣ε̣σ̣τ̣ | ||
75 | .κ̣ε̣ν̣ω̣ι̣ε̣ι̣....ο̣δ̣ε̣..μ̣ε̣ν̣... τοῦ δὲ Ἀντιγόνου (?) ε̣δ̣ρ̣ων ἐκ Φ̣ρ̣υ̣γ̣ί̣α̣ς̣ ἔπειτα .. γ̣εμ̣χ(ν)εν τῆς ἐπὶ Φρυγίαν τὴν μεγάλην [φε]ρούσης ὁδοῦ οςτ...ειλοεν...εαυ̣ειν τοὺς ἱππέας προς δ̣ι̣......ω̣ν̣........ ὁ̣δοῦ̣ ... ἀφηγεῖτο. (10) τῆς δὲ αὐτῆς ν[υ]κ[τὸ]ς Ἀντίγονος ὑπεργε̣γ̣η̣...ε...κ̣α̣ω..τ̣η̣ς̣........εις τε τόν τε μέγαν καὶ ............ [Ἀντι]γόνωι τ̣ε̣ρωνπ.... Εὐμένους αο...ω̣πρν̣ησε.... μ̣αθὼν δὲ | |
80 | τὴν φυγὴν τὴν Εὐμένους καὶ ὅτι κ̣.....φ̣ε̣ι̣εν.ω.... ἐνεδρεύοντας εἰκάσας. ο̣δ̣ε̣ε̣ς̣..μ̣υ̣ν̣..εει...........νκα...αλλων τὴν ................ τὴν Κλεο‐ πάτραν [ἐπ]εὶ [Π]ερδίκκαν μὲν τὸν οα.ονεγ....τ̣η̣ν̣κ̣.ε̣.....α̣ν̣ο̣ωγαλων α̣φ̣ε̣σ̣ι̣ν̣... ω̣ν̣κ̣α̣γ̣........ω̣........λ̣...τ̣η̣σ̣ε̣δ̣ε̣ [Π]ερδίκκαν ε̣φ̣ι̣ε̣σ̣ι̣ καὶ τῆς τ̣ε̣ς̣... | |
2b,156,F11 | PHOT. Bibl. 92 p. 72 a 25: (39) ὁ δὲ δέκατος διαλαμβάνει ὡς Εὐμένης τὰ περὶ Περδίκκαν μαθὼν καὶ ὅτι πολέμιος ἐψηφίσθη Μακεδόσιν, ἐπὶ πόλεμον παρεσκευάζετο. καὶ ὡς Ἀλκέτας ὁ Περδίκκου ἀδελφὸς διὰ ταῦτα ἔφυγε. καὶ Ἄτταλος ὁ τῆς κατὰ Ἀντιπάτρου στάσεως | |
5 | οὐδενὸς φέρων τὰ δεύτερα καὶ αὐτὸς φυγὼν συνέμιξε τοῖς ἄλλοις φυγάσι. καὶ συνήχθη Ἀττάλωι στρατός, πεζοὶ μὲν μύριοι, ἱππεῖς δὲ ὀκτακόσιοι. καὶ ὡς Ἄτταλος καὶ οἱ σὺν αὐτῶι ἐπιθέσθαι Κνίδωι καὶ Καύνωι καὶ Ῥοδίοις ἐπιχειρήσαντες ὑπὸ Ῥοδίων καρτερῶς ἀπεκρούσθησαν, Δημαράτου ναυαρχοῦντος αὐτοῖς. | |
10 | (40) διαλαμβάνει δὲ καὶ ὡς Εὐμένης Ἀντιπάτρου ἐς Σάρδεις ἰόντος ἐς χεῖρας ἐλθεῖν ἐγγὺς ἦν, Κλεοπάτρα δὲ ἡ τοῦ Ἀλεξάνδρου ἀδελφή, ἵνα μὴ ἐς τὸ τῶν Μακεδόνων πλῆθος ἐν διαβολῆι γένηται ὡς αὐτὴ τὸν πόλε‐ μον αὐτοῖς ἐπάγουσα, παραινεῖ καὶ πείθει Εὐμένη ἀποχωρῆσαι τῶν Σάρδεων. ἀλλ’ ὅμως οὐδὲν ἧττον ὁ Ἀντίπατρος παραγενόμενος αὐτὴν | |
15 | ἐπωνείδιζε τῆς ἐς Εὐμένη καὶ Περδίκκαν φιλίας. ἡ δὲ πρός τε ταῦτα κρεῖσσον ἢ κατὰ γυναῖκα ἀπελογεῖτο καὶ πολλὰ ἄλλα ἀντεπεκάλει· τέλος δὲ εἰρηνικῶς ἀλλήλων ἀπηλλάγησαν. (41) ὅτι Εὐμένης ἐπελθὼν ἀπροσ‐ δόκητος τοῖς οὐχ ὑπ’ αὐτῶι προσχώροις καὶ λείαν πολλὴν καὶ χρήματα | |
συλλαβὼν τὸν οἰκεῖον στρατὸν κατεπλούτει. διαπρεσβεύεται δὲ καὶ πρὸς | ||
20 | Ἀλκέταν καὶ τοὺς σὺν αὐτῶι, ἐς ταὐτὸν τὰς δυνάμεις συναγαγεῖν ἀξιῶν καὶ οὕτως τοῖς κοινοῖς ἐχθροῖς μάχεσθαι· οἱ δὲ ἄλλων ἄλλα συμβουλευ‐ σαμένων τέλος οὐ πείθονται. (42) ὅτι Ἀντίπατρος Εὐμένει μὲν πολε‐ μεῖν τέως οὐκ ἐθάρρει, κατὰ δὲ Ἀττάλου καὶ Ἀλκέτα πέμπει πολεμήσοντα Ἄσανδρον· καὶ ἀγχωμάλου τῆς μάχης γεγενημένης ἡττᾶται Ἄσανδρος. | |
25 | (43) ὅτι διαφέρεται Κάσανδρος πρὸς Ἀντίγονον· καὶ παύεται Κάσανδρος τῆς κατὰ Ἀντιγόνου ἀταξίας, Ἀντιπάτρου τοῦ πατρὸς διακωλύ‐ σαντος. ὅμως οὖν ὁ Κάσανδρος, περὶ Φρυγίαν συμβαλὼν τῶι πατρί, ἀναπείθει μήτε πόρρω τῶν βασιλέων ἀποχωρεῖν καὶ Ἀντίγονον δι’ ὑπο‐ νοίας ἔχειν. ὁ δὲ τῆι τε μετριοφροσύνηι καὶ τῆι ἄλληι θεραπείαι καὶ | |
30 | ἀρετῆι τὸν δυνατὸν τρόπον διέλυε τὴν ὑπόνοιαν. καὶ Ἀντίπατρος ἐπι‐ κλασθεὶς τῆς τε ξυνδιαβάσης αὑτῶι ἐς τὴν Ἀσίαν δυνάμεως πεζοὺς μὲν ἐπιτρέπει αὐτῶι Μακεδόνας ὀκτακισχιλίους καὶ πεντακοσίους καὶ ἱππέας τῶν ἑταίρων ἴσους, ἐλέφαντας δὲ τῶν πάντων τοὺς ἡμίσεας ο, ὡς ῥᾶιον διαπολεμήσειεν τὸν πρὸς Εὐμένη πόλεμον. (44) καὶ Ἀντίγονος μὲν | |
35 | τοῦ πολέμου ἥπτετο, Ἀντίπατρος δὲ ἀναλαβὼν τοὺς βασιλεῖς καὶ τὴν ἄλλην δύναμιν ἤιει ὡς περαιωσόμενος ἐπὶ Μακεδονίαν. καὶ στασιάζει πάλιν ὁ στρατὸς αἰτῶν τὰ χρήματα. Ἀντίπατρος δέ, ἐπειδὰν ἔλθηι εἰς Ἄβυδον, ὡμολόγησε ποριεῖν αὐτὰ καὶ δώσειν τυχὸν μὲν πάντα, ὅση ἡ δωρεά, εἰ δὲ μή, τήν γε πλείστην. (45) καὶ ταύταις αὐτοὺς ταῖς ἐλπίσιν | |
40 | ἀναρτήσας ἀστασιάστως τὸ λοιπὸν καταλαμβάνει τὴν Ἄβυδον. ἐκεῖ δὲ τέχνηι τούτους παρακρουσάμενος νυκτὸς ἅμα τοῖς βασιλεῦσι περαιοῦται τὸν Ἑλλήσποντον παρὰ Λυσίμαχον. τῆι δὲ ὑστεραίαι καὶ αὐτοὶ ἐπεραι‐ ώθησαν, ὑπὲρ τῆς ἀπαιτήσεως τῶν χρημάτων παραυτίκα ἡσυχάσαντες. ἐν οἷς καὶ τοῦ δεκάτου λόγου τὸ τέλος. | |
2b,156,F12 | COD. LAUR. GR. 55, 4: Κατὰ Ἀλανῶν. (1) ἡγεῖσθαι μὲν τῆς πάσης στρατιᾶς τοὺς κατασκόπους ἱππέας ἐπὶ δυοῖν τεταγμένους σὺν τῶι οἰκείωι ἡγεμόνι. ἐπὶ τούτοις δὲ τοὺς ἱπποτοξότας τοὺς Πετραίους, καὶ τούτους ἐπὶ δυοῖν. ἀγόντων δὲ αὐτοὺς οἱ δεκαδάρχαι· ἐπὶ δὲ τούτοις ἐπιτετάχθων οἱ ἀπὸ τῆς εἴλης ἧιτινι | |
5 | Αὐριανοὶ ὄνομα. συντετάχθων δὲ αὐτοῖς οἱ τῆς σπείρης τῆς τετάρτης τῶν Ῥαι〈τ〉ῶν, ἧς ἄρχων Δάφνης Κορίνθιος. ἐπὶ τούτοις δὲ οἱ ἀπὸ τῆς εἴλης, ἧι ὄνομα Κολῶνες. συν〈τε〉τάχθων δὲ αὐτοῖς Ἰτυραῖοι καὶ Κυρηναῖοι καὶ οἱ ἀπὸ τῆς πρώτης Ῥαιτικῆς. συμπάντων δὲ τούτων ἀρχέτω Δημήτριος. (2) ἐπὶ τούτοις δὲ οἱ Κελτοὶ ἱππεῖς, καὶ αὐτοὶ ἐπὶ δυοῖν· καὶ τούτων ἡγείσθω ἑκατόνταρχος, ὥσπερ ἐπὶ στρατοπέδου. | |
10 | (3) πεζοὶ δὲ ἐπὶ τούτοις τετάχθων, τὰ σημεῖα ἀνατεταμένα πρὸ σφῶν ἔχοντες, οἵ τε Ἰταλοὶ καὶ Κυρηναίων οἱ παρόντες· πάντων δὲ ἡγείσθω Πούλχερ, ὅσπερ ἄρχει τοῖς Ἰταλοῖς. Βοσπορανοὶ δὲ ἐπὶ τούτοις πεζοὶ ἰόντων, ἡγεμόνα παρεχόμενοι Λαμπροκλέα, καὶ οἱ Νομάδες ἐπὶ τούτοις ὑποτεταγμένοι Βήρωι τῶι σφετέρωι ἄρχοντι. (4) ἡ τάξις δὲ ἔστω ἐς ὁπλίτας τέσσαρας. αὐτῶν δὲ τούτων ὅσοι τοξόται | |
15 | ἡγείσθων. τὰς δὲ πλευρὰς τῆς τάξεως φυλαττόντων ἑκατέρωθεν οἱ ἱππεῖς οἱ † οἰκεῖοι. ἐπὶ δὲ τούτοις οἱ ἐπίλεκτοι ἱππεῖς ἴτωσαν, καὶ ἐπὶ τούτοις οἱ ἀπὸ τῆς φάλαγγος ἱππεῖς, ἔπειτα οἱ καταπέλται. (5) ἔπειτα τὸ σημεῖον τῆς πεντεκαιδεκάτης φάλαγγος, καὶ ἀμφ’ αὐτῶι δὲ 〈ὁ〉 ἡγεμὼν τῆς φάλαγγος Οὐάλης καὶ ὁ ὕπαρχος καὶ οἱ χιλιάρχαι οἷς τέτακται καὶ ἑκατόνταρχοι οἱ τῆς πρώτης σπείρης ἐπιστάται. | |
20 | πρὸ δὲ τοῦ σημείου τῶν πεζῶν οἱ ἀκοντισταὶ τετάχθων. αὐτοὺς δὲ τοὺς πεζοὺς ἐπὶ δ τεταγμένους ἰέναι. (6) ἐπὶ δὲ τῆι ιε φάλαγγι τετάχθω τὸ σημεῖον τῆς δωδεκάτης φάλαγγος, καὶ χιλιάρχαι ἀμφ’ αὐτῶι καὶ ἑκατοντάρχαι. ἐπὶ δ ὡσαύτως καὶ ἥδε ἡ φάλαγξ ἴτω τεταγμένη. (7) ἐπὶ δὲ τῶι ὁπλιτικῶι τετάχθω τὸ συμμαχικόν, οἵ τε ἀπὸ τῆς μικρᾶς | |
25 | Ἀρμενίας καὶ Τραπεζουντίων οἱ ὁπλῖται καὶ Κόλχοι καὶ Ῥιζιανοὶ οἱ λογχοφόροι. ἐπιτετάχθων δὲ αὐτοῖς οἱ Λεπιδιανοὶ πεζοί. παντὸς δὲ τοῦ συμμαχικοῦ ἡγεμὼν ἔστω Σεκου〈ν〉δῖνος, ὅσπερ τῶν Λεπιδιανῶν ἡγεῖται. (8) ἐπὶ τούτοις δὲ τὰ σκευοφόρα ἑπέσθω. οὐραγείτω δὲ ἡ εἴλη τῶν Γετῶν καὶ ὁ ταύτης εἰλάρχης. (9) τὰς πλευρὰς δὲ τοῦ πεζικοῦ κοσμούντων μὲν καὶ ἑκατοντάρχαι καὶ 〈οἱ〉 ἐπὶ | |
30 | τῶιδε τεταγμένοι· φυλακῆς δὲ ἕνεκα εἴλη ἡ Γαλατικὴ παριππευέτω ἐπὶ ἕνα στοῖχον ἑκατέρωθεν τεταγμένη καὶ οἱ τῶν Ἰταλῶν ἱππεῖς. ὁ δὲ εἰλάρχης αὐτῶν ἐπιφοιτάτω ταῖς πλευραῖς. (10) ὁ δὲ ἡγεμὼν τῆς πάσης στρατιᾶς Ξενοφῶν τὸ πολὺ μὲν πρὸ τῶν σημείων τῶν πεζικῶν ἡγείσθω, ἐπιφοιτάτω δὲ πάσηι τῆι τάξει καὶ ἐπισκοπείτω ὅπως τεταγμένοι ἰᾶσι καὶ τοὺς μὲν ἀτακτοῦντας εἰς τάξιν ἐπαναγέτω, τοὺς δὲ ἐν | |
35 | κόσμωι ἰόντας ἐπαινείτω. (11) οὕτω μὲν τεταγμένους ἰέναι. ἐλθόντας δὲ εἰς τὸ ἀποδεδειγμένον χωρίον, τὴν μὲν ἵππον πᾶσαν περιστῆναι ἐν κύκλωι εἰς τετράγωνον τάξιν, τοὺς κατασκόπους δὲ πέμψαι εἰς τὰ ὑπερδέξια χωρία ἀποσκοπῆς ἕνεκα τῶν πολεμίων. ἐνταῦθα δὲ | |
ἀπὸ σημείου ὁπλίζεσθαι σιγῆι, ὁπλισαμένους δὲ εἰς τάξιν καθίστασθαι. | ||
40 | (12) ἡ τάξις δὲ ἔστω ἥδε. τὸ μὲν κέρας ἑκάτερον τῶν πεζῶν τὰ ὑπερδέξια ἐχέτω τῶν χωρίων, ὅτι ἐν τοιῶιδε ἡ ἔκταξις ἔσται. ἐπιτετάχθων δὲ τῶι κέρατι τῶι μὲν δεξιῶι οἱ ἀμφὶ Οὐασάκην καὶ Ἄρβηλον Ἀρμένιοι τὸ ὑπερδεξιώτατον τοῦ κέρως ἔχοντες, ὅτι τοξόται εἰσὶν οἱ σύμπαντες. (13) προτετάχθων δὲ αὐτῶν οἱ τῆς σπείρης τῆς Ἰταλικῆς πεζοί. πάντων δὲ ἡγείσθω Πούλχερ, ὅστις καὶ τῆς σπείρης | |
45 | τῆς Ἰταλικῆς ἄρχει. καὶ τούτωι ἐπιτετράφθω αὐτός τε καὶ ὁ Οὐασάκης καὶ Ἄρβηλος καὶ τὸ ἐκείνων ἱππικόν τε καὶ πεζικόν. (14) ἐπὶ δὲ τοῦ ἀριστεροῦ τετάχθων, καὶ οὗτοι τὸ ὑπερδεξιώτατον τοῦ κέρως ἔχοντες, οἵ τε ἀπὸ τῆς μικρᾶς Ἀρμενίας σύμμαχοι καὶ οἱ Τραπεζουντίων γυμνῆτες καὶ οἱ Ῥιζιανοὶ λογχοφόροι. προτετάχθων δὲ καὶ τούτων οἱ Λεπιδιανοὶ οἱ διακόσιοι καὶ Κυρηναίων οἱ ἑκατόν, ὡς προβολὴν | |
2b,156,F12(50) | μὲν εἶναι πρὸ τῶν ἀκοντιστῶν τοὺς ὁπλίτας, τοὺς δὲ ὑπερακοντίζειν ἐκ τοῦ ὑπερ‐ δεξιοῦ. (15) τὸ δὲ ἐν μέσωι σύμπαν τὸ μὲν δεξιὸν ἐχέτω ἡ πεζικὴ φάλαγξ ἡ πεντεκαιδεκάτη ὑπὲρ τὸ μέσον τοῦ παντὸς χωρίου, ὅτι πολὺ πλείονες πλήθει οὗτοί εἰσι. τὸ δὲ ὑπόλοιπον τοῦ ἀριστεροῦ ἐκπληρούντων οἱ τῆς δωδεκάτης φάλαγγος πεζοὶ ἔστε ἐπὶ τὸ ἄκρον τοῦ κέρως τοῦ ἀριστεροῦ. τετάχθω δὲ ἐπὶ ὀκτώ, καὶ | |
55 | πυκνὴ αὐτοῖς ἔστω ἡ ξύγκλεισις. (16) καὶ αἱ μὲν πρῶται τέσσαρες τάξεις ἔστωσαν κοντοφόρων, ὧν δὴ κοντοῖς μακρὰ καὶ ἐπίλεπτα τὰ σιδήρια προῆκται· καὶ τούτους οἱ μὲν πρωτοστάται εἰς προβολὴν ἐχόντων, ὡς, εἰ πελάζοιεν αὐτοῖς οἱ πολέμιοι, κατὰ τὰ στήθη μάλιστα τῶν ἵππων τίθεσθαι τῶν κοντῶν τὸν σίδηρον. (17) οἱ δευτεροστάται δὲ καὶ οἱ τῆς τρίτης καὶ τετάρτης τάξεως εἰς ἀκοντισμὸν προβεβλή‐ | |
60 | σθων τοὺς κοντοὺς ὅπου ἂν τύχοιεν καὶ ἵππους τρώσοντες καὶ ἱππότην κατα〈κα〉‐ νοῦντες καὶ θυρεῶι 〈καὶ〉 καταφράκτωι θώρακι ἐμπαγέντος τοῦ κοντοῦ καὶ διὰ μαλακότητα τοῦ σιδήρου ἐπικαμφθέντος ἀχρεῖον τὸν ἀναβάτην ποιήσοντες. (18) αἱ δὲ ἐφεξῆς τάξεις τῶν λογχοφόρων ἔστωσαν. ἐνάτη δὲ ἐπὶ τούτοις ἔστω τάξις οἱ πεζοὶ τοξόται, οἱ τῶν Νομάδων καὶ Κυρηναίων καὶ Βοσποριανῶν τε καὶ Ἰτυραίων. | |
65 | (19) μηχαναὶ δὲ ἐφεστηκέτωσαν τῶι κέρατι ἑκατέρωι, ὡς πορρωτάτω προσιόντων τῶν πολεμίων ἐξακοντίζειν, καὶ κατόπιν τῆς πάσης φάλαγγος. (20) τὸ δὲ ἱππικὸν ξύμπαν κατὰ εἴλας καὶ λόχους ὀκτὼ ξυντεταγμένον ἐφεστάτω τοῖς πεζοῖς· τὸ μὲν τοῖς κέρασιν ἑκατέροις προβολὴν ἔχον τοὺς ὁπλίτας πρὸ σφῶν καὶ τοὺς τοξότας, λόχοι δύο· τὸ δὲ τῆι μέσηι φάλαγγι, λόχοι ἓξ †μημιον. (21) τούτων δὲ ὅσοι μὲν | |
70 | ἱπποτοξόται πλησίον τῆς φάλαγγος ἐφεστηκέτωσαν, ὡς ὑπερτοξεύειν ὑπὲρ αὐτῆς· ὅσοι δὲ λογχοφόροι ἢ κοντοφόροι ἢ μαχαιροφόροι ἢ πελεκοφόροι εἰς τὰ πλάγιά τε ἑκατέρωθεν ὁρώντων [ἢ] καὶ τὸ ξύνθημα προσμενόντων. (22) οἱ δὲ ἐπίλεκτοι ἱππεῖς ἀμφ’ αὐτὸν Ξενοφῶντα ἔστωσαν καὶ τῶν ἀπὸ τῆς φάλαγγος τῶν πεζῶν ὅσον εἰς διακοσίους, οἱ σωματοφύλακες, καὶ ἑκατοντάρχαι, ὅσοι τοῖς ἐπιλέκτοις ξυντεταγ‐ | |
75 | μένοι καὶ οἱ τῶν σωματοφυλάκων ἡγεμόνες, καὶ δεκάρχαι οἱ τῶν ἐπιλέκτων. (23) ἔστωσαν δὲ ἀμφ’ αὐτὸν ........ας ἑκατὸν κούφων λογχοφόρων, ὡς πᾶσαν ἐπιφοιτῶν τὴν φάλαγγα ὅπου τι ἐνδεὲς καταμανθάνοι, ἐκεῖνο ἴδοι καὶ θεραπεύοι. (24) ἡγείσθω δὲ τοῦ μὲν δεξιοῦ κέρως παντὸς ξὺν τῶι ἱππικῶι Οὐάλης, ὅσπερ καὶ τῆς πεντεκαιδεκάτης φάλαγγος ἡγεμών ἐστιν· τοῦ δὲ ἀριστεροῦ οἱ χιλιάρχαι τῆς | |
80 | δωδεκάτης. (25) οὕτω δὲ ταχθέντων σιγὴ ἔστω ἔστ’ ἂν πελάσωσιν ἐντὸς βέλους οἱ πολέμιοι· πελαζόντων δὲ ἤδη, ὡς μέγιστον καὶ φοβερώτατον ἀλαλάξειν ξύμπαντας τῶι Ἐνυαλίωι· καὶ βέλη τε ἀπὸ μηχανῶν καὶ λίθους ἀφίεσθαι καὶ βέλη ἀπὸ τόξων, καὶ λόγχας οἱ λογχοφόροι ἀκοντιζέτωσαν, οἱ τε ψιλοὶ καὶ οἱ †θειασταί. φερέσθωσαν δὲ καὶ λίθοι | |
85 | εἰς τοὺς πολεμίους ἀπὸ τοῦ ξυμμαχικοῦ ἐκ τῶν ὑπερδεξίων· καὶ τὸ πᾶν ἀκροβολι‐ σμὸς ἔστω πανταχόθεν ὡς ἔνι πυκνότατος εἰς τάραξίν τε τῶν ἵππων καὶ ὄλεθρον τῶν πολεμίων ἱππέων. (26) καὶ ἐλπὶς μὲν ὑπὸ τοῦ ἀδιηγήτου πλήθους τῶν βελῶν μὴ ἐπὶ πλεῖον πελάσειν τῆι πεζικῆι φάλαγγι ἐπελαύνοντας τοὺς Σκύθας. εἰ δὲ δὴ πελάζοιεν, ἐγχρίμψαντας ταῖς ἀσπίσι καὶ τοῖς ὤμοις ἀντερ〈ε〉ίσαντας δέχεσθαι τὴν | |
90 | προσβολὴν ὡς καρτερώτατα καὶ τῆι συγκλείσει πυκνοτάτηι τὰς πρώτας τρεῖς τάξεις ξυνερειδούσας σφίσιν ὡς βιαιότατον οἷόν τε· τὴν τετάρτην δὲ ὑπερακοντίζειν τὰς λόγχας· καὶ τὴν πρώτην παίειν ἢ ἀκοντίζειν τοῖς κοντοῖς ἀφειδῶς ἔς τε ἵππους καὶ αὐτούς. (27) ἀπωσθέντων δέ, εἰ μὲν φυγὴ λαμπρὰ γένηται, διαχωρεῖν ἤδη τὰς πεζικὰς | |
95 | τάξεις καὶ ἐπελαύνειν τοὺς ἱππέας, μὴ πάντας τοὺς λόχους, ἀλλὰ τοὺς ἡμίσεας. τετάχθαι δὲ πρώτους, οἵτινες καὶ πρῶτοι ἐπελάσουσιν. (28) τοὺς δὲ ἄλλους ἡμίσεας ἕπεσθαι μὲν τοῖς ἐπελαύνουσιν, ἐν τάξει δὲ καὶ μὴ παντελεῖ τῆι διώξει χρωμένους, ὡς εἰ μὲν φυγὴ καρτερὰ κατέχοι, ἐκδέξασθαι τὴν πρώτην δίωξιν ἀκμήτοις τοῖς ἵπποις, εἰ δέ τις ἐπιστροφὴ καταλαμβάνοι, ἐπιτίθεσθαι τοῖς ἐπιστρέφουσιν. | |
2b,156,F12(100) | (29) ὁμοῦ δὲ οἵ τε Ἀρμένιοι τοξόται ἐπελαύνοντες τοξευόντων, ὡς μὴ παρασχεῖν ἀναστροφὴν τοῖς φεύγουσιν, καὶ οἱ λογχοφόροι οἱ γυμνῆτες δρόμωι ἑπέσθωσαν. μένειν δὲ μηδὲ τὴν πεζικὴν τάξιν ἐν χώραι ἔτι, ἀλλὰ προχωρεῖν θᾶττον ἢ βάδην, ὡς εἴ τι καρτερώτερον ἀπαντώιη ἀπὸ τῶν πολεμίων, αὖθις εἶναι προβολὴν πρὸ τῶν ἱππέων. (30) τάδε μὲν γίνεσθαι, εἰ ἀπὸ τῆς πρώτης προσβολῆς φυγὴ κατά‐ | |
105 | σχοι τοὺς ἐναντίους. εἰ δὲ ἐπιστραφέντες ἐς κύκλους ὑπὲρ τὰ κέρατα παρελαύνειν ἐθέλοιεν, ἀνατείνεσθαι μὲν 〈ἐσ〉 τὰ ὑπερδεξιώτερα ἔτι τὰ κέρατα αὐτῆς τῆς ψιλῆς τοξείας· ὡς οὐ δοκιμάζω μήποτε ἀσθενῆ τῆι ἀνατάσει τὰ κέρατα γινόμενα ἰδόντες δι’ αὐτῶν ὤσαιντο καὶ διακόψαιεν τὸ πεζικόν. (31) ὑπερβαλλόντων δὲ τὰ κέρατα ἑκάτερα ἢ πότερον οὖν, πᾶσα ἤδη ἀνάγκη πλαγίους μὲν αὐτοῖς γίνεσθαι τοὺς ἵππους, | |
110 | πλαγίους δὲ τοὺς κοντούς. ἐνταῦθα δὴ ἐμβαλλόντων ἐς αὐτοὺς οἱ ἱππεῖς, μὴ ἀκοντισμῶι ἔτι, ἀλλὰ ταῖς σπάθαις αὐτῶν συμφερόμενοι, οἱ δὲ ταῖς πελέκεσιν. οἱ | |
δὲ Σκύθαι γυμνοί τε ὄντες καὶ τοὺς ἵππους γυμνοὺς ἔχοντες *** | ||
2b,156,F13 | JOANN. LYD. De mag. III 53 p. 142, 16 W: τοιοῦτος μὲν οὖν περὶ τῶν Κασπίων πυλῶν τοῖς Ῥωμαίων συγγραφεῦσιν ὁ λόγος, 〈ὃν〉 Ἀρριανὸς ἐπὶ τῆς Ἀλανικῆς ἱστορίας καὶ οὐχ ἥκιστα ἐπὶ τῆς ὀγδόης τῶν Παρθικῶν (F 37) ἀκριβέστερον διεξέρχεται .... | |
2b,156,F14 | PHOT. Bibl. 93 p. 73 a 32: ἀνεγνώσθη τοῦ αὐτοῦ τὰ Βιθυνιακὰ ἐν βιβλίοις ὀκτώ, ἐν οἷς τά τε μυθικὰ τὰ περὶ Βιθυνίας καὶ τἆλλα ὅσα συνέστη περὶ αὐτὴν εἰς λεπτὸν ἀναγράφει, τῆι πατρίδι δῶρον ἀναφέρων τὰ πάτρια. φαίνεται δὲ τετάρτην | |
5 | γράφων τὴν τῆς πατρίδος ἀφήγησιν ....... (T 4 p. 838, 32) ἐξ ἀρχῆς μέν, ἀφ’ οὗ γράφειν ἴσχυσε, ταύτην ἐνστήσασθαι καὶ συντάξαι τὴν ὑπόθεσιν βουληθέντι, τῆς δὲ παρασκευῆς τῶι ἐνδεῶς αὐτὸν ἔχειν παρατεινάσης τὸν χρόνον· ταύτην γὰρ αὐτὸς τῆς ἐπὶ τούτωι βραδύτητος ἀποδίδωσιν αἰτίαν. ἄρχεται μὲν οὖν, ὥσπερ εἴρηται, ἀπὸ τῶν μυθικῶν τῆς ἱστορίας, | |
10 | κάτεισι δὲ μέχρι τῆς τελευτῆς τοῦ ἐσχάτου Νικομήδους, ὃς τελευτῶν τὴν βασιλείαν Ῥωμαίοις κατὰ διαθήκας ἀπέλιπεν, οὔπω βασι‐ λευομένοις μετὰ τὴν τοῦ Ταρκυνίου ἐξέλασιν. | |
2b,156,F15 | STEPH. BYZ. s. Ὄλυμπος· ὄρος Μυσίας. Ἀρριανὸς Βιθυ‐ νιακῶν α. οἱ οἰκοῦντες Ὀλυμπηνοί. | |
2b,156,F16 | ET. M. 176, 32: Ἀφέσιος Ζεὺς ἐν Ἄργει τιμᾶται. εἴρηται δὲ ὅτι Δευκαλίων τοῦ κατακλυσμοῦ γενομένου διαφυγὼν καὶ εἰς τὴν ἄκραν τὴν Ἄργους διασωθεὶς ἱδρύσατο βωμὸν Ἀφεσίου Διός, ὅτι ἀφείθη ἐκ τοῦ κατακλυσμοῦ. ἡ δὲ ἄκρα ὕστερον Νεμέα ἐκλήθη ἀπὸ τῶν Ἄργου βοσκη‐ | |
5 | μάτων ἐκεῖ νεμομένων. οὕτως Ἀρριανὸς ἐτυμολογεῖ ἐν τῶι β τῶν Βιθυνιακῶν. | |
2b,156,F17 | STEPH. BYZ. s. Βιθυνόπολις· πόλις ἀπὸ Βίθυος. τὸ ἐθνικὸν ὤφειλε Βιθυοπολίτης· εὗρον δὲ Βιθυνιαπολίτης παρὰ Ἀρριανῶι | |
ἐν ε Βιθυνι〈α〉κῶν. δεῖ δὲ τοῦ Βιθυνόπολις εἶναι Βιθυνοπολίτης. | ||
2b,156,F18 | STEPH. BYZ. s. Μεγαρικόν· πολίχνιον ὃ συγκαταλέγεται ταῖς Βιθυνῶν πόλεσιν. Ἀρριανὸς ε «Ἀστακός (F 26) τε καὶ Ἡραία καὶ τὸ Μεγαρικόν». | |
2b,156,F19 | —s. Νικομήδειον· ἐμπόριον Βιθυνίας· Ἀρριανὸς ε Βιθυ‐ νιακῶν. | |
2b,156,F20a | SCHOL. DION. BYZ. Ἀναπλ. Βοσπ. 7: περὶ μὲν οὖν τῆς ἄκρας ἣν Βοσπόριον καλοῦμεν, διττὸς κατέχει λόγος· οἱ μὲν γάρ φασι βοῦν οἴστρωι κατ’ αὐτὴν ἐνεχθεῖσαν διανήξασθαι τὸν μεταξὺ πόρον, οἱ δὲ μυθωδέστερον ἀπομνημονεύοντες Ἰὼ τὴν Ἰνάχου κατὰ ζῆλον Ἥρας | |
5 | ἐλαυνομένην ἔνθεν εἰς τὴν Ἀσίαν διαπεράσαι] τοῦτο καὶ Ἀρ〈ρ〉ιανὸς λέγει ἐν τοῖς Βιθυνιακοῖς αὐτοῦ. | |
2b,156,F20b | EUSTATH. Dion. Per. 140: τὸν δὲ Θραικικὸν τοῦτον Βόσπορον οἱ μέν φασιν εἶναι τὰ κατὰ Χαλκηδόνα καὶ Βυζάντιον στενά (Strab. XII 4, 8)—φησὶ γοῦν περί τινος ὁ Ἀρριανός, ὅτι «ἐλαύνει ἐπὶ Χρυσόπολιν, ἔνθα ὑπὸ νύκτα περάσας | |
5 | τὸν Βόσπορον» καὶ τὰ ἑξῆς—οἱ δὲ μάλιστα τὰ ἄνω που τοῦ καλου‐ μένου Ἀνάπλου. τοῦτον δὲ τὸν Βόσπορον ἐνήξατο (φησί) ποτὲ ἡ Ἰὼ βουλαῖς Ἥρας δάμαλις οὖσα. διὸ καὶ Βόσπορος λέγεται, οἱονεὶ βοὸς πόρος τῆς ἐκείνης οἰστροπλῆγος, περὶ ἧς Ἀρριανὸς οὕτω φησί· «πορθμὸς ὁ κατὰ Χαλκηδόνα καὶ Βυζάντιον, ὅ ποτε Μύσιος, διότι | |
10 | Μυσοὶ ἀντιπέραν ὤικουν ποτὲ τῆς Θράικης, ὕστερον δὲ Βόσπορος ἐπὶ τῆι συμφορᾶι τῆς Ἰοῦς, ἣν κατὰ μῆνιν Ἥρας οἰστρηθεῖσαν εἰς τοὺς χώρους τούτους ἀφικέσθαι καὶ ταύτηι διαπεραιώσασθαι οἱ μῦθοι ἐποίησαν.» λέγει δὲ ὁ αὐτὸς καὶ ὅτι κατά τινας οὐκ ἀπὸ τῆς ῥηθείσης βοὸς ὁ τοιοῦτος | |
15 | Βόσπορος, ἀλλ’ ἀπό τινος ἑτέρας ὠνόμασται, «ἥτις» φησί «Φρυγῶν ἐπικειμένων ἐμβάλλει ἀδεῶς εἰς τὴν θάλασσαν καὶ περαι‐ οῦται ἀβλαβῶς τὸν κατὰ Χαλκηδόνα καὶ Βυζάντιον Βόσ‐ πορον· καὶ οὕτω καθηγεμὼν ἐκείνοις γίνεται κατά τινα θεοφορίαν» ἤγουν μαντείαν, «ἥτις διεκελεύετο βοῦν ἡγεμόνα | |
20 | καταστῆσαι τῆς ὁδοῦ· ὃ καὶ ποιήσαντες ἐκεῖνοι διε‐ περαιώσαντο ἀσφαλῶς. καὶ μνῆμα» φησί «τοῦ πόρου τού‐ του ἕστηκε βοῦς χαλκῆ, ὑστέρωι ποτὲ χρόνωι ὑπὸ Χαλκη‐ δονίων ἱδρυθεῖσα. καὶ τάχα ἐκ ταύτης καί τις ἐκεῖ τόπος | |
καλεῖται Δάμαλις ἕως καὶ νῦν.» | ||
2b,156,F21a | EUST. Hom. Il. Δ 407 p. 490, 2: ἰστέον δὲ ὅτι ἐκ τῶν ῥηθέντων Θηβαικῶν πολέμων παροιμία ἐξέπεσεν ἐπὶ τῶν ἀλυσιτελῶν τὸ «Καδμεία νίκη» .... Ἀρριανὸς μέντοι ἐν τοῖς Βιθυνιακοῖς, ὡς καὶ προεδηλώθη, ἐπὶ μεγίστης νίκης τὴν παροιμίαν ἐδέξατο. | |
2b,156,F21b | —Β 851 p. 361, 2: καὶ γοῦν Καδμείαν νίκην οἱ μὲν ἄλλοι οὐκ ἐπαινοῦντές φασι .... Ἀρριανὸς δὲ τὴν μεγάλην καὶ ὅ φασι κατ’ ἄκρας νοεῖ διὰ τὸ ἄκρως ἡττηθῆναι τοὺς περὶ τὸν Πολυνείκην ὑπὸ τῶν Καδμείων ὡς μόνον περι‐ | |
5 | σωθῆναι τὸν Ἄδραστον. | |
2b,156,F22 | —Ε 408 p. 429, 1: Ἀρριανοῦ εἰπόντος ἐν Βιθυνιακοῖς, ὅτι ἀνιόντες εἰς τὰ ἄκρα τῶν ὀρῶν Βιθυνοὶ ἐκάλουν Πάπαν τὸν Δία καὶ Ἄττιν τὸν αὐτόν. ὁμοίως καὶ Ἡροδότου (IV 59) τὸ ‘καλεῖται Ζεὺς ὑπὸ Σκυθῶν ὀρθότατα Παπαῖοσ‘. | |
2b,156,F23 | —Η 459 p. 691, 43: οὕτω καὶ ὁ Πρίηπος οὐ μόνον ἐν τῶι η λέγεται ἀλλὰ καὶ διὰ τοῦ α Πρίαπος καὶ διὰ τοῦ ε δὲ «Πρίεπος» παρὰ Ἀρριανῶι ἐν Βιθυνιακοῖς, παρ’ ὧι καὶ εἰς ἥλιον ἀλληγορεῖται ὁ Πρίεπος διὰ τὸ γόνιμον. | |
2b,156,F24 | —Ο 302 p. 1017, 15: τῆς δὲ περιττοσυλλάβου κλίσεως παρὰ τοῖς πλείοσιν, ὡς καὶ παρὰ τῶι ἱστοροῦντι ὅτι μυκήτων οὐκ ἔστιν οὐδὲ ἴχνος τῆς σπερματικῆς κορυνήσεως οὐδὲ σπερματώσεως, ὥσπερ οὐδὲ ἄλλων τινῶν. ἔστι γὰρ κατὰ τὸν μύκητα καὶ τὸ ὕδνον τὸ καὶ γεράνειον | |
5 | κατά τινας καὶ ἡ ἕλιξ καὶ ἡ πτέρις δέ, ἣν ἔνιοι βλάχνον καλοῦσιν, ὡς καὶ Ἀρριανὸς δηλοῖ ἐν Βιθυνιακοῖς. | |
2b,156,F25 | STEPH. BYZ. s. Ἀμαζόνειον· .... ἔστι καὶ ἐν Βιθυνίαι Μαζαῖον κατὰ παραφθοράν, ὡς Ἀρριανὸς ἐν Βιθυνιακοῖς. | |
2b,156,F26 | —s. Ἀστακός· πόλις Βιθυνίας· ἀπὸ Ἀστακοῦ τοῦ Ποσει‐ δῶνος καὶ νύμφης Ὀλβίας, ὡς Ἀρριανὸς ἐν Βιθυνιακοῖς ἱστορεῖ. s. F 18. | |
2b,156,F27 | —s. Τριῆρες· ἔθνος· ἀπὸ Τριήρου τοῦ Ὀμβριάρεω παιδὸς καὶ Θράικης, ὡς Ἀρριανὸς ἐν Βιθυνιακοῖς. | |
2b,156,F28 | SCHOL. TZETZ. Chil. I 799 (Cram. An. Ox. III 353, 23): αὐτὸς (sc. Ἀννίβας) δὲ φάρμακον πιὼν θνήσκει πρὸς Βιθυνίαν, πρός τι χωρίον Λίβυσσαν καλούμενον τῆι κλήσει, δοκῶν θανεῖν εἰς Λίβυσσαν πατρίδα τὴν οἰκείαν· ἦν γὰρ Ἀννίβαι τις χρησμὸς οὕτω που γεγραμμένος· | |
5 | ‘Λίβυσσα κρύψει βῶλος Ἀννίβα δέμασ‘.] τὸ νῦν καλούμενον τὰ Βουτίου, ὡς Ἀρριανὸς ἐν Βιθυνιακοῖς γράφει. | |
2b,156,F29 | TZETZ. Chil. III 950: ὁ τοῦ Ζιποίτου μὲν υἱός, ἐκεῖνος Νικομήδης ὁ κτίσας Νικομήδειαν, πατὴρ ὁ τοῦ Προυσίου—Προυσίου | |
ἔχοντος ὀστοῦν ἓν τοὺς ὀδόντας πάντας ....... —(963) οὗτος ὁ τοῦ μονώδοντος τούτου πατὴρ Προυσίου, τοῦ κτήτορος τῆς πόλεως Προύσης | ||
5 | τῆς παρ’ Ὀλύμπωι, ὁ Νικομήδης ὁ ῥηθεὶς μέγιστον εἶχε κύνα, ἐκ γένους ὄντα Μολοσσῶν, πιστότατον ἐκείνωι. οὗτός ποτε τὴν δέσποιναν, σύζυγον Νικομήδους, μητέρα τοῦ Προυσίου δέ, Ζιήλου καὶ Λυσάνδρας, τὴν Διτι‐ ζήλην κλῆσιν μέν, ἀπὸ Φρυγῶν δὲ γένους, συμπαίζουσαν τῶι βασιλεῖ νομίσας πολεμίαν ἐσπάσατο περιχανὼν τὸν δεξιὸν τὸν ὦμον καὶ ταύτης σάρκας καὶ | |
10 | ὀστᾶ συντρίψας τοῖς ὀδοῦσιν. ἥπερ θανοῦσα παρ’ αὐταῖς ἀγκάλαις βασι‐ λέως Νικομηδείαι τέθαπτο μεγαλοπρεπεστάτως, ἐν τάφωι ἀπὸ λίθου μέν, ἀλλ’ ἐγκεχρυσωμένωι ....... (984) τὸν κύνα δὲ γενόμενον ἐξ ὀφθαλμῶν ἐκείνου στοργῆι τοῦ βασιλέως τε καὶ γυναικὸς τῆι λύπηι λόγος ἐμφέρεται πολλοῖς τὸν βίον ἀποπνεῦσαι. Ἀρριανὸς Βιθυνικοῖς γράφει τὴν ἱστορίαν. | |
2b,156,F30a | PHOT. BIBL. 58 p. 17 a 23: ἀνεγνώσθη Ἀρριανοῦ Παρ‐ θικὰ ἐν βιβλίοις ιζ. οὗτος—Ἀλανικήν (s. T 2). διέρχεται δὲ ἐν ταύτηι τῆι πραγματείαι τοὺς πολέμους, οὓς ἐπολέμησαν Ῥωμαῖοι καὶ Πάρθοι, Ῥωμαίων αὐτοκράτορος ὄντος Τραιανοῦ. φησὶ δὲ τὸ Πάρθων γένος | |
5 | Σκυθικόν, ἀποστῆναι δὲ τῆς τῶν Μακεδόνων ἐπικρατείας (F 32), ἅμα Περσῶν καταστραφέντων πάλαι δουλωθέν, δι’ αἰτίαν τοιαύτην. Ἀρσάκης καὶ Τηριδάτης ἤστην ἀδελφὼ Ἀρσακίδαι, τοῦ υἱοῦ Ἀρσάκου τοῦ Φριαπίτου ἀπόγονοι. οὗτοι Φερεκλέα τὸν ὑπὸ Ἀντιόχου τοῦ βασιλέως—Θεὸν αὐτὸν ἐπίκλην ὠνόμαζον— † ἀλλ’ οἵ γε Ἀρσακίδαι τὸν ὑπ’ Ἀντιόχου | |
10 | σατράπην αὐτῶν τῆς χώρας καταστάντα Φερεκλέα, ἐπεὶ τὸν ἕτερον τῶν ἀδελφῶν αἰσχρῶς ἐπείρασε βιασάμενος, οὐκ ἐνεγκόντες τὴν ὕβριν ἀνεῖλόν τε τὸν ὑβρίσαντα καὶ ἑτέροις πέντε τὴν πρᾶξιν ἀνακοινωσάμενοι καὶ τὸ ἔθνος Μακεδόνων ἀπέστησαν καὶ καθ’ ἑαυτοὺς ἦρξαν καὶ ἐπὶ μέγα δυνά‐ μεως ἤλασαν, ὡς καὶ Ῥωμαίοις ἀντιρρόπους μάχας θέσθαι, ἐνίοτε δὲ καὶ | |
15 | μεθ’ ἑαυτῶν τὴν νίκην ἔχοντας τοῦ πολέμου ἀπελθεῖν. Πάρθους δέ φησιν ἐπὶ Σεσώστριδος τοῦ Αἰγυπτίων βασιλέως καὶ Ἰανδύσου τοῦ Σκυθῶν ἀπὸ τῆς σφῶν χώρας Σκυθίας εἰς τὴν νῦν μετοικῆσαι. οὓς ὁ Ῥωμαίων αὐτοκράτωρ Τραιανὸς κατὰ κράτος ταπεινώσας ὑποσπόνδους ἀφῆκεν, αὐτὸς αὐτοῖς τὸν βασιλέα καταστησάμενος. | |
2b,156,F30b | EUAGRIOS HE V 24: γέγραπται δὲ περὶ τῶν χρόνων τούτων ἔνια Ἀρριανῶι τε καὶ Ἀσινίωι Κουαδράτωι (97 T 3). | |
2b,156,F31 | SYNKELL. p. 539, 11 Bonn: Συρίας ... δ ἐβασίλευσεν Ἀντίοχος ὁ υἱὸς αὐτοῦ, ὁ ἐπικληθεὶς Καλλίνικος, ὁ αὐτὸς καὶ Σέλευκος .... ἐπὶ τούτου τοῦ Ἀντιόχου Πέρσαι τῆς Μακεδόνων καὶ Ἀντιόχων ἀρχῆς ἀπέστησαν, ὑπ’ αὐτοὺς τελοῦντες ἀπὸ Ἀλεξάνδρου τοῦ | |
5 | κτίστου διὰ τοιαύτην αἰτίαν. Ἀρσάκης τις καὶ Τηριδάτης ἀδελφοί, τὸ γένος ἕλκοντες ἀπὸ τοῦ Περσῶν Ἀρταξέρξου, ἐσατράπευον Βακτρίων ἐπὶ Ἀγαθοκλέους Μακεδόνος ἐπάρχου τῆς Περσικῆς. ὃς Ἀγαθοκλῆς ἐρασθεὶς Τηριδάτου, ὡς Ἀρριανός φησιν, ἑνὸς τῶν ἀδελφῶν καὶ τὸν νεανίσκον σπουδάζων ἐπιβουλεῦσαι διαμαρτήσας ἀνηιρέθη παρ’ αὐτοῦ καὶ Ἀρσάκου | |
10 | τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ βασιλεύει Περσῶν Ἀρσάκης, ἀφ’ οὗ οἱ Περσῶν βασιλεῖς Ἀρσακίδαι ἐχρημάτισαν, ἔτη β· καὶ ἀναιρεῖται· καὶ μετ’ αὐτὸν Τηριδάτης ἀδελφὸς ἔτη λζ. | |
2b,156,F32 | JOANN. LYD. De mens. III 1 p. 37, 12: ὅθεν καὶ Πάρθοι ἤτοι Πέρσαι μέγα φρονοῦσιν ἐπὶ παλαιότητι. Σκύθας δὲ αὐτοὺς εἶναι πάντες μὲν μαρτυροῦσιν, Ἀρριανὸς δὲ δείκνυσι· τὸ γὰρ Πάρθος ὄνομα ὁ Σκύθης καὶ ἔπηλυς κατ’ αὐτὸν τῆι Σκυθῶν φωνῆι ἑρμηνεύεται. | |
2b,156,F33 | STEPH. BYZ. s. Ζηνοδότιον· πόλις Ὀσροηνῆς πλησίον Νικη‐ φορίου· Ἀρριανὸς Παρθικῶν β. | |
2b,156,F34 | STEPH. BYZ. s. Γάζακα· πόλις μεγίστη τῆς Μηδίας, ὡς Κουάδρατος ἐν η Παρθικῶν (97 F 14). Ἀρριανὸς δὲ κώμην μεγάλην αὐτήν | |
φησιν ἐν Παρθικῶν δ, καὶ ἑνικῶς «τῆς Γαζάκου» λέγων. | ||
2b,156,F35 | STEPH. BYZ. s. Χολοβητηνή· μοῖρα Ἀρμενίας. Ἀρριανὸς ϛ Παρθικῶν· «Τιγράνης † ἀρχόμενος ἄρχεται σατράπης. ἡ δὲ χώρα ἧς ἐπῆρχε Χολοβητηνὴ ὀνομάζεται.» | |
2b,156,F36 | STEPH. BYZ. s. Ἐλέγεια· χωρίον πέραν Εὐφράτου· Ἀρριανὸς ἐν Παρθικῶν η. | |
2b,156,F37 | JOANN. LYD. De mag. III 53 p. 142, 16 W: τοιοῦτος μὲν οὖν περὶ τῶν Κασπίων πυλῶν τοῖς Ῥωμαίων συγγραφεῦσιν ὁ λόγος, 〈ὃν〉 Ἀρριανὸς ἐπὶ τῆς Ἀλανικῆς ἱστορίας (F 13) καὶ οὐχ ἥκιστα ἐπὶ τῆς ὀγδόης τῶν Παρθικῶν ἀκριβέστερον διεξέρχεται, αὐτὸς τοῖς τόποις ἐπιστάς, | |
5 | οἷα τῆς χώρας αὐτῆς ἡγησάμενος ὑπὸ Τραιανῶι τῶι χρηστῶι· τοιούτους γὰρ ἄρχοντας ἐκεῖνος ἔσχεν, οἳ τοῖς τε λόγοις τοῖς τε ἔργοις εἰς τοσαύτην εὔκλειαν τὴν πολιτείαν ἀνέστησαν. | |
2b,156,F38 | STEPH. BYZ. s. Λίβανα· πόλις Συρίας ταῖς Ἄτραις γειτνιά‐ ζουσα· Ἀρριανὸς Παρθικῶν θ. | |
2b,156,F39 | STEPH. BYZ. s. Φάλγα· κώμη μέση Σελευκείας τῆς Πιερίας καὶ τῆς ἐν Μεσοποταμίαι. Ἀρριανὸς ἐν ι Παρθικῶν. ἡ δὲ φάλγα γλώσσηι τῆι ἐπιχωρίωι τὸ μέσον δηλοῖ. | |
2b,156,F40 | —s. Χωχή· κώμη πρὸς τῶι Τίγριδι ποταμῶι. Ἀρριανὸς δεκάτωι· «καὶ βασιλεὺς δὲ ἐξελαύνει ἐκ Σελευκείας οὐ πρόσω τοῦ ποταμοῦ τοῦ Πίγρητος ἐς κώμην, ἧι τινι | |
Χωχὴ ὄνομα.» | ||
2b,156,F41 | STEPH. BYZ. s. Θεβηθά· φρούριον Μεσοποταμίας· Ἀρρι‐ ανὸς ια. | |
2b,156,F42 | —s. Νάαρδα· πόλις Συρίας πρὸς τῶι Εὐφράτηι, ὡς Ἀρριανὸς Παρθικῶν ια. | |
2b,156,F43 | STEPH. BYZ. s. Δόλβα· πόλις τῆς Ἀδιαβηνῆς· Ἀρριανὸς ιγ Παρθικῶν. | |
2b,156,F44 | —s. Ἡφαίστου Νῆσοι· τῆς Ἀδιαβηνῆς· Ἀρριανὸς ιγ Παρθικῶν. | |
2b,156,F45 | —s. Χαζήνη· σατραπεία πρὸς τῶι Εὐφράτηι τῆς Μεσο‐ ποταμίας. Ἀρριανὸς ἐν ιγ Παρθικῶν· «ἐν ταύτηι τῆι Ὀλβίαι καὶ τὰ πεδία τῆς Χαζήνης †σατραπίου ἐπὶ μήκιστον ἀποτε‐ ταμένα.» | |
2b,156,F46 | STEPH. BYZ. s. Ἄκρα· .... ι ἔστι καὶ πέραν τοῦ Πίγρητος Ἄκρα· Ἀρριανὸς ιϛ. | |
2b,156,F47 | —s. Ὄραθα· πόλις τῆς ἐν Πίγρητι Μεσήνης· Ἀρριανὸς Παρθικῶν ιϛ. | |
2b,156,F48 | STEPH. BYZ. s. Ἄτραι· πόλις μεταξὺ Εὐφράτου καὶ Πίγρητος· Ἀρριανὸς ιζ Παρθικῶν. | |
2b,156,F49a | MALALAS p. 269, 11—270, 16 Bonn: ἐν ὧι χρόνωι ἐπιστρατεύσας ἀνῆλθε πολεμῶν μετὰ δυνάμεως πολλῆς κατὰ Ῥωμανίας 〈Μεερδότησ〉 ἐκ γένους Παρθῶν βασιλεὺς Περσῶν, ὁ ἀδελφὸς Ὀσδρόου βασιλέως Ἀρμενίων. καὶ παρέλαβε πόλεις καὶ ἐπραίδευσε χώρας πολλάς, ἔχων μεθ’ ἑαυτοῦ καὶ τὸν ἴδιον αὐτοῦ υἱὸν | |
5 | Σανατρούκιον. καὶ ὡς πραιδεύει ὁ Μεερδότης βασιλεὺς τὴν Εὐφρατησίαν χώραν, ἐλαύνων κατηνέχθη ἀπὸ τοῦ ἵππου καὶ ἐκλάσθη κακῶς καὶ ἐτελεύτησεν ἰδίωι θανά‐ | |
τωι. ἐν τῶι δὲ μέλλειν αὐτὸν τελευτᾶν ἐποίησε τὸν υἱὸν αὐτοῦ τὸν Σανατρούκιον ἀρσάκην, ὅ ἐστι βασιλέα, ἀντ’ αὐτοῦ· περσιστὶ δὲ τορκὶμ βασιλεὺς ἑρμηνεύεται. καὶ ἐπέμεινεν ὁ αὐτὸς Σανατρούκιος βασιλεὺς Περσῶν λυμαινόμενος τὴν Ῥωμανίαν. | ||
10 | ὁ δὲ Ὀσδρόης βασιλεὺς Ἀρμενίων, ὁ τοῦ Μεερδότου ἀδελφός, ἀκούσας τὸν αὐτοῦ θάνατον ἔπεμψε καὶ αὐτὸς εὐθέως τὸν ἴδιον αὐτοῦ υἱὸν ἀπ’ αὐτῆς τῆς Ἀρμενίας μετὰ πολλοῦ στρατοῦ τὸν Παρθεμασπάτην πρὸς βοήθειαν τοῦ ἑαυτοῦ ἐξαδέλφου Σανατρουκίου, βασιλέως Περσῶν, κατὰ Ῥωμαίων. καὶ ταῦτα ἀκούσας ὁ θειότατος Τραιανὸς βασιλεὺς εὐθέως ἐπεστράτευσε. | |
2b,156,F49b | MALALAS p. 273, 21—274, 19: καὶ ἐνίκησεν αὐτοὺς κατὰ κράτος τῶι τρόπωι τούτωι. μαθὼν ὅτι δια‐ φθονεῖται τῶι Σανατρουκίωι βασιλεῖ Περσῶν ὁ ἴδιος αὐτοῦ ἐξάδελφος Παρθεμασπάτης, πέμψας πρὸς αὐτὸν ὑπενόθευσεν αὐτὸν Τραιανὸς βασι‐ | |
5 | λεύς, ταξάμενος δοῦναι αὐτῶι τὴν βασιλείαν Περσῶν, ἐὰν συμμαχήσηι αὐτῶι· καὶ ὑπονοθευθεὶς ἦλθε πρὸς αὐτὸν νυκτός. καὶ λαβὼν αὐτὸν εἰς τὸ ἴδιον αὐτοῦ μέρος μετὰ τοῦ πλήθους αὐτοῦ ὁ αὐτὸς θειότατος Τραιανὸς ὥρμησε κατὰ τοῦ Σανατρουκίου βασιλέως Περσῶν· καὶ πολλῶν Περσῶν πεσόντων συνελάβετο τὸν Σανατρούκιον βασιλέα Περσῶν φεύγοντα καὶ | |
10 | ἐφόνευσεν αὐτόν. καὶ ἐποίησεν ἀντ’ αὐτοῦ βασιλέα Περσῶν τοῖς ὑπο‐ λειφθεῖσι καὶ προσπεσοῦσιν αὐτῶι Πέρσαις ὁ αὐτὸς Τραιανὸς κατὰ τὰς συντάξεις ὀνόματι Παρθεμασπάτην, υἱὸν Ὀσδρόου, γράψας τῆι συγκλήτωι τῆι ἐν Ῥώμηι ὅτι ‘τοσαύτην καὶ ἄπειρον γῆν καὶ ἄμετρα διαστήματα ἀφεστηκότα τῆς Ῥώμης διοικεῖν οὐκ ἀντεχόμεθα, ἀλλὰ παράσχωμεν αὐτοῖς | |
15 | βασιλέα ὑποτεταγμένον τῶι τῶν Ῥωμαίων κράτει‘. καὶ ἀντέγραψεν αὐτῶι ἡ σύγκλητος ἀπὸ Ῥώμης ἅπαντα ποιῆσαι ὡς δ’ ἂν βούληται καὶ αὐτὸς συνίδηι συμφέρειν τῆι Ῥωμανίαι. καὶ ἐβασίλευσε Περσῶν ὁ Παρθεμασπάτης. τὸν δὲ πόλεμον καὶ τὴν κατὰ Περσῶν νίκην τοῦ θειοτάτου Τραιανοῦ ὁ σοφώτατος Ἀρειανὸς ὁ χρονογράφος ἐξέθετο, ἱστορήσας καὶ συγγρα‐ | |
20 | ψάμενος πάντα ἀκριβῶς. | |
2b,156,F50 | SIMPLIC. in Aristot. Categ. 8 [Comm. in Arist. gr. VIII] p. 230, 6: καὶ ὑπὸ φαρμάκου δὲ ἐπιλαθέσθαι συνέβη πάντων, ὡς τοῖς μετὰ Ἀντωνίου τοῦ Ῥωμαίων στρατηγοῦ Πάρθοις πολεμοῦσι συνέβη ἐπὶ βοτάνης τινὸς ἐδωδῆι, ὡς Ἀρριανὸς ἱστόρησεν ἐν τοῖς Παρθικοῖς· πλὴν ὅτι ἐκεῖνοι | |
5 | χρόνωι πάλιν ἀπεκατέστησαν εἰς τὸ κατὰ φύσιν ὅσοι περιεσώθησαν οἰνελαίου πόματος εὐπορήσαντες· τοῦτο γὰρ ἐκ περιπτώσεως ηὑρέθη τοῦ πάθους βοήθημα. | |
2b,156,F51 | SUID. s. γνῶσις gl. 3: Ἀρριανὸς ἐν Παρθικοῖς· «περὶ Παρθαμασίρου δὲ οὐχὶ Ἀξιδάρου εἶναι, ἀλλὰ ἑαυτοῦ τὴν γνῶσιν, ὅτι πρῶτος παραβαίνων τὰ ξυγκείμενα | |
ἔτυχε τῆς δίκης.» ἀντὶ τοῦ τὴν αἰτίαν, τὴν ἀφορμήν. | ||
2b,156,F52 | LUKIAN. Alex. 2: καὶ Ἀρριανὸς γὰρ ὁ τοῦ Ἐπικτήτου μαθητής, ἀνὴρ Ῥωμαίων ἐν τοῖς πρώτοις καὶ παιδείαι παρ’ ὅλον τὸν βίον συγγενόμενος, ὅμοιόν τι παθὼν ἀπολογήσαιτ’ ἂν καὶ ὑπὲρ ἡμῶν· Τιλλιρόβου γοῦν τοῦ ληιστοῦ κἀκεῖνος βίον ἀναγράψαι ἠξίωσεν. | |
2b,156,F53 | SIMPLIC. in Epict. Ench. praef: περὶ μὲν τοῦ βίου τοῦ Ἐπικτήτου καὶ τῆς αὐτοῦ τελευτῆς Ἀρριανὸς ἔγραψεν ὁ τὰς Ἐπικτήτου διατριβὰς ἐν πολυστίχοις συντάξας βιβλίοις· καὶ ἀπ’ ἐκείνου μαθεῖν ἐστιν, ὁποῖος γέγονε τὸν βίον ὁ ἀνήρ. | |
2b,156,F54 | ANON. π. συντ. 139, 10 Bk.: καὶ Ἀρριανός· «ἕν τε οὐδὲν ἐδόκει ἀπεῖναι τῶν ἑαλωκυίαι ἤδη πόλει ξυμφερο‐ μένων.» | |
2b,156,F55 | ——170, 13: παρεγγυῶ· δοτικῆι. Ἀρριανός· «ταὐτὸ δὲ τοῦτο παρηγγύησε καὶ τοῖς ἀποσπασθεῖσιν ἀπὸ τῆς σὺν αὐτῶι στρατιᾶς.» | |
2b,156,F56 | ——178, 25: ὑπερασπίζω· αἰτιατικῆι. Ἀρριανός· «καὶ ἐπὶ τούτωι Λεον〈ν〉άτος 〈ὁ〉 ὑπερασπίσας Ἀλέξανδρον.» | |
2b,156,F57 | EUSTATH. Dion. Per. 222: τινὲς δὲ Νεῖλόν φασιν ὠνομάσθαι ἀπὸ Νείλου τινὸς ἀπογόνου Ἄτλαντος βασιλεύσαντος τῶν ἐκεῖ. ἄλλοι δέ, ὅτι Μέλας πρότερον καλούμενος μετεκλήθη Νεῖλος ἀπό τινος Νείλου βασι‐ λικοῦ παιδὸς ἐκεῖ ῥίψαντος ἑαυτόν. τινὰς μέντοι ἀπό τινος Νειλασίου | |
5 | κεκλῆσθαι οὕτως αὐτὸν εἰπόντας οὐκ εὖ λέγοντας ἀπελέγχει ὁ Ἀρριανός. | |
2b,156,F58 | ——270: Ἀγήνορος δὲ αὕτη (sc. Εὐρώπη) θυγάτηρ, ἣν Ταῦρος ὁ τῆς Κρήτης βασιλεὺς ἐληίσατο, ναυμαχίαι τὴν Τύρον ἑλών. σημείωσαι δὲ ὅτι ἄλλος ἐστὶν οὗτος παρὰ τὸν Λύκιον Σαρπηδόνα. Σαρ‐ πηδὼν μὲν γὰρ οὗτος ὁ τῆς ῥηθείσης Εὐρώπης ἀδελφός ἐστι Μίνωος καὶ | |
5 | Αἰακοῦ κατὰ τὸν Ἀρριανόν, ὁ δὲ ἐκ Λυκίας Σαρπηδὼν ὁ Ὁμηρικὸς οὐκ ἂν εἴη τούτοις σύγχρονος. | |
2b,156,F59 | ——322: ὁ δὲ Ἀρριανὸς τῶν Εὐρωπαίων Μυσῶν ἀποίκους λέγει τοὺς ἐν τῆι Ἀσίαι Ὀλυμπηνοὺς Μυσούς, οἵτινες Μυσοὶ ὀνομάζονται ἢ ἀπὸ Μυσοῦ τοῦ Διὸς ἢ ἀπὸ ἑτέρου Μυσοῦ υἱοῦ Ἀργανθώνης τῆς γενναίας τῆς ὀρεσιβίου ἢ ἀπὸ τοῦ φυτοῦ τῆς μυσῆς ἢ τοῦ μυσοῦ | |
5 | (ἀμφοτέρως γὰρ λέγεται), ὅπερ τὴν ὀξύην δηλοῖ κατὰ τὴν γλῶσσαν τῶν Λυδῶν, ὡς καὶ ὁ Γεωγράφος (XII 8, 3) φησίν. Ἡρόδοτος (VII 74) δὲ τοὺς ἐν τῆι Ἀσίαι Μυσοὺς Λυδῶν ἀποίκους λέγει, Ὀλυμπηνοὺς καλουμένους | |
ἀπὸ ὄρους Ὀλύμπου τοῦ Ἀσιανοῦ. | ||
2b,156,F60 | EUSTATH. Dion. Per. 322: ὅτι Θρᾶικες οὐ μόνον Εὐρω‐ παῖοι ἀλλὰ καὶ Ἀσιανοὶ κατὰ τὴν Ἀρριανοῦ ἱστορίαν, λέγοντος ὥσπερ Φρύγας καὶ Μυσοὺς οὕτω δὴ καὶ Θρᾶικας ἐξ Εὐρώπης διαβῆναι εἰς Ἀσίαν μετὰ Πατάρου τινὸς ἡγεμόνος, ὅτε οἱ Κιμμέριοι τὴν Ἀσίαν κατέτρεχον, | |
5 | οὓς ἐκβαλόντες ἐκ Βιθυνίας (F 77) οἱ Θρᾶικες ὤικησεν αὐτοί. | |
2b,156,F61a | ——322: ὁ δ’ αὐτὸς Ἀρριανὸς καὶ Θράικην τινὰ ἱστορεῖ νύμφην σοφὴν ἀμφὶ ἐπωιδάς τε καὶ φάρμακα καὶ οἵαν τὰ μὲν ἐκλῦσαι τῶν παθημάτων φαρμάκοις, τὰ δὲ ἐργάσασθαι, ὁποία τις καὶ ἡ Μήδεια ἱστόρηται καὶ ἡ Ἀγαμήδη καὶ ἡ θρυλουμένη Κροκοδίκη. καὶ | |
5 | ἀπὸ ταύτης τῆς Θράικης δοκεῖ ὠνομάσθαι ἡ χώρα, Πέρκη ποτὲ καλου‐ μένη. | |
2b,156,F61b | EUSTATH. Il. Λ 739 (Od. κ 276): Ἀρριανὸς δὲ καὶ Κροκο‐ δίκην τινὰ ἱστορεῖ οὐδὲν ἧττον γυναῖκα γοητεύτριαν. | |
2b,156,F61c | EUSTATH. Od. δ 228 p. 1493, 47: ἰστέον δὲ ὅτι κατὰ Ἀρριανὸν ἐφαρμάκου μὲν οἶνον καὶ ἡ παρ’ αὐτῶι Κροκοδίκη, οὐκ ἐφ’ ὁμοίοις δέ. φησὶ γὰρ ἐκεῖνος, ὅτι ἡ φαρμακὶς Κροκοδίκη οἶνον νέμουσα κατὰ τέλη τῆι τοῦ πατρὸς | |
5 | στρατιᾶι ἐμβάλλει εἰς τοὺς κρατῆρας ῥίζας, λήθης καὶ ὕπνου φάρμακα· οἱ δὲ ἔκειντο ἡμιθανεῖς ὑπὸ τοῦ πόματος. καὶ ἐφθάρησαν ὑπὸ τῶν πολεμίων δι’ ἔρωτα Πριηνέως νεανίου. | |
2b,156,F62 | EUSTATH. Dion. Per. 322: ὁ αὐτὸς λέγει καὶ ὅτι ἔθος ἦν Θραιξὶ πολλὰς ἔχειν γυναῖκας, ὡς ἂν ἐκ πολλῶν πολλοὺς ἔχοιεν παῖδας· καὶ τὸ ἔθος αὐτοῖς γενέσθαι φησὶν ἀπὸ βασιλέως αὐτῶν Δολόγκου, ὧι παῖδες πολλοὶ ἐκ πολλῶν γυναικῶν ἐγένοντο. | |
2b,156,F63 | ——378: τὴν δὲ ῥηθεῖσαν Ἐνετίαν .... νῦν μὲν Βενετίαν φαμέν, καθότι καὶ Ἀρριανός φησιν, ὅτι «Ἐνετοὶ πονή‐ σαντες ἐν μάχηι κατὰ Ἀσσυρίους (F 74) καὶ ἀποπερά‐ σαντες εἰς Εὐρώπην ὠικίσθησαν πρὸς Πάδωι τῶι ποτα‐ | |
5 | μῶι καὶ τῆι ἐπιχωρίωι γλώττηι Βενετοὶ ἐς τοῦτο ἔτι ἀντὶ Ἐνετῶν κληίζονται· καὶ Βενετία ἡ γῆ ἥντινα νέμονται.» | |
2b,156,F64 | ——391: ἰστέον δὲ ὅτι ὁ μὲν μῦθος τὴν τῶι Κάδμωι συνοικήσασαν Ἁρμονίαν Ἄρεος καὶ Ἀφροδίτης γενεαλογεῖ. Ἀρριανὸς δὲ Ἀσιανήν τε αὐτὴν οἶδε καὶ Δαρδάνου ἀδελφήν. φησὶ γὰρ ὅτι Κάδμος ὑπὸ τοῦ πατρὸς κατὰ ζήτησιν τῆς ἀδελφῆς Εὐρώπης σταλεὶς καὶ πλανώ‐ | |
5 | μενος περιπετὴς γέγονεν Ἁρμονίαι τῆι τοῦ Δαρδάνου ἀδελφῆι. ἁρπάσας δὲ καὶ εἰς τὰς νῆας ἐνθέμενος προσέσχε τῆι Βοιωτῶν γῆι, ἔνθα Θηβαίων ἐγένετο καρτερός, πλούτωι τε εὐδοκιμῶν καὶ τῆι ἄλληι σοφίαι. | |
2b,156,F64bis | ——451: ὅτι νῆσος ἑσπεριωτάτη τὰ ἐσχατόεντα Γάδειρα | |
κατὰ μέσον τῶν πρὸς τῆι Ἰβηρίαι πυλῶν· διὸ καὶ Ἰβηρικά φησιν Ἀρριανὸς αὐτά. | ||
2b,156,F65 | EUSTATH. Dion. Per. 498: Κρήτη δὲ λέγεται, ὡς οἱ παλαιοί φασιν, ἀπὸ τῶν ἐκεῖ οἰκησάντων Κουρήτων .....· οἱ δὲ ἀπὸ Κρητός τινος αὐτὴν Κρήτην ὠνόμασαν υἱοῦ τοῦ Διός· Ἀρριανὸς δέ φησι· «Κρής, οὗ Κρήτη ἐπώνυμος, ὁ τὸν Δία κρύψας ἐν ὄρει Δικταίωι, | |
5 | ὅτε Κρόνος ἐμάστευεν ἐθέλων ἀφανίσαι αὐτόν.» | |
2b,156,F66 | ——506/7: ἐκαλεῖτο δέ ποτε (sc. Σαλαμίς) Κυχρεία ἀπό τινος Κυχρέως, οὗ καὶ Λυκόφρων (Al. 451) καὶ Ἀρριανὸς μέμνηνται, ὃς ὄφις μὲν ἐπεκλήθη διὰ τραχύτητα τρόπου, ἀπηλάθη δὲ τῆς νήσου ὑπὸ Εὐρυλόχου. ὠνόμασται δὲ ἡ νῆσος αὕτη καὶ Σκιρὰς ἀπό τινος ἥρωος ...... | |
2b,156,F67 | ——517: ἰστέον δὲ ὅτι Παρίων κτίσμα ἡ Θάσος· τὸ Πάριον δὲ πόλις ἐν τῆι Προποντίδι. ὁ δὲ Ἀρριανὸς ἄλλως φησί (s. F 107)· «Πάριος υἱὸς Ἰασίωνος, ὧι ἐπώνυμον τὸ ἐν Ἑλλησπόντωι Πάριον ὡς οἰκιστῆι.» καὶ οὐ διαφωνεῖ Ἀρριανὸς πρὸς τὸν πρῶτον λόγον, | |
5 | ἀλλὰ τάχα ταυτότητα παραδηλοῖ ὡς ἐν πολυωνυμίαι Προποντίδος τε καὶ Ἑλλη‐ σπόντου ..... τινὲς δὲ ἀνάπαλιν τὸ Πάριον ἀπὸ τῆς Θάσου εἶπον ἀποικισθῆναι. | |
2b,156,F68 | ——517: Ἀρριανὸς δέ φησι καὶ ὅτι Θάσος ἀπὸ Θάσου καλεῖται, Ποσειδῶνος υἱοῦ. καὶ ὅτι ἐκαλεῖτό ποτε καὶ Χρυσῆ νῆσος διὰ τὰ χρυσᾶ μέταλλα, ὧν καὶ Ἡρόδοτος (VI 46—47) μέμνηται λέγων ..... | |
2b,156,F68bis | ——520: ... Ἀβάντων, Θραικίου ἔθνους, ὥς φησιν Ἀρριανός, κληθέντος οὕτως ἀπό τινος Ἀργείου υἱοῦ Ποσειδῶνος Ἄβαντος. | |
2b,156,F69 | ——525: Ἀρριανὸς δὲ περὶ ταύτης φησὶν ὅτι Δῆλος ἡ πάλαι πλωτὴ οὖσα ἔστη, ὅτε ἡ Λητὼ ἐπέβη αὐτῆς διδύμους ἔχουσα παῖδας. | |
2b,156,F70 | ——530: ἡ Μῆλος περὶ τὸ Κρητικὸν πέλαγος, ἀπό τινος ἀνδρὸς Μήλου κληθεῖσα κατὰ τὴν τοῦ Ἀρριανοῦ ἱστορίαν. | |
2b,156,F71 | ——549: Φαιναγόρα καὶ Ἑρμώνασσα, Ἰώνων ἄποικοι πόλεις, ὧν ἡγήσατο Φαιναγόρας τις καὶ Ἕρμων, ἀφ’ ὧν οἱ τόποι καλοῦνται. Ἀρριανὸς δὲ οὕτω φησί· «Φαιναγόρεια, ἣν ἔκτισε Φαιναγόρας ὁ Τήιος, φεύγων τὴν τῶν Περσῶν ὕβριν. | |
5 | ἔτι δὲ Ἑρμώνασσα ἐπὶ Ἑρμωνάσσηι τῆι γυναικὶ Σημάν‐ δρου Μυτιληναίου τινός, οὗ τινας τῶν Αἰολέων εἰς ἀποικίαν μεταστήσαντος καὶ θανόντος ἐν τῶι τῆς πόλεως οἰκισμῶι ἡ γυνὴ τῆς τε πόλεως ἐγκρατὴς ἐγένετο καὶ τὸ ἑαυτῆς ὄνομα τῆι πόλει ἐπέθετο.» | |
2b,156,F72 | ——669: Σκυθῶν δὲ ἡ τοιαύτη πᾶσα γῆ, περὶ ὧν | |
ἱστορεῖ Ἀρριανὸς ὅτι «σιτοφάγοι ποτὲ καὶ ἀροτῆρες ὄντες καὶ οἰκίας οἰκοῦντες καὶ πόλεις ἔχοντες, ἐπειδὴ ὑπὸ Θραικῶν ἐπλήγησαν, μετέβαλον τὰ πρότερον ἤθη καὶ | ||
5 | ἀρὰς ἐπηράσαντο μεγάλας μήποτε οἰκίαν ἔτι δείμα‐ σθαι μήτε ἀρότρωι γῆν ἀναρρῆξαι μήτε πόλεις δομή‐ σασθαι μήτε κτῆμα κειμήλιον ἐπικτήσασθαι, ἀλλ’ οἴκους μὲν ποιήσασθαι ἁμάξας, τροφὴν δὲ κρέα θήρεια πόμα δὲ [ταὐτὸ καὶ τροφὴν] τὸ γάλα, θρέμματα δὲ κεκτῆσθαι | |
10 | μόνα, ἅπερ ἄγεσθαι αὐτοῖς ἔμελλεν ἄλλην γῆν ἐξ ἄλλης ἀμείβουσι· καὶ ἀπὸ τοῦδε ἀντὶ γεωπόνων γενέσθαι νομάδας.» | |
2b,156,F73 | EUSTATH. Dion. Per. 767: Ἀρριανὸς δὲ οὕτω φησίν· «Χά‐ λυβες πρῶτοι ἀνθρώπων αἰτίαν ἔχουσι χαλκεύσασθαι σίδηρον». | |
2b,156,F74 | ——772: Ἀρριανὸς δὲ τοὺς περὶ Μεσοποταμίαν Ἀσσυ‐ ρίους λέγει, ἐν οἷς φησι τοὺς πρὸς Εὐφράτηι ποταμῶι Ἀσσυρίους ἔστε ἐπὶ Νίνον καὶ Βαβυλῶνα, καθ’ ὧν Ἀμαζόνες ἐστράτευσαν Εὐρυπύλης ἡγουμένης αὐτῶν. καὶ τοὺς Καππαδόκας δὲ οὕτω ποτὲ ἱστορεῖ λέγεσθαι, | |
5 | ἐν οἷς φησι Καππαδόκα παῖδα Νινύου, ἐφ’ ὅτωι Ἀσσύριοι μεταβαλόντες τὸ ὄνομα Καππαδόκαι ὠνομάσθησαν. | |
2b,156,F75 | ——783: ὅτι ἐφεξῆς τῶι Θερμώδοντι ὁ Ἶρις ποταμὸς .... περὶ τούτου ὁ Ἀρριανὸς ταῦτά φησιν· «Αἷμος βασιλεὺς Σκυθῶν, οὗ υἱὸς Ἐρίδιος, ἀφ’ οὗ ὁ Ποντικὸς ποταμὸς κληθεὶς Ἐρίδιος ὕστερον εἰς τὸ δεξιώτερον μετωνομάσθη Ἶρις.» | |
2b,156,F76a | ——791: Ἀρριανὸς δὲ οὕτω γράφει περὶ τῶν τοι‐ ούτων· «ἐπέκεινα Σαγγαρίου ὅμοροι Παφλαγόνων Μαριαν‐ δυνοί, ἔνθα πόλις Ἡράκλεια πεπόλισται, ὅπου Κιμμέριοι πόαν φαγόντες ἀκόνιτον ἐδυστύχησαν· ἦν γὰρ αὐτοῖς | |
5 | πάτριον τὸ ποηφαγεῖν.» | |
2b,156,F76b | EUST. Od. λ 14 p. 1671, 27: Ἀρριανὸς δέ φησιν ὅτι Κιμμέριοι Σκυθικὸν ἔθνος ἐξ ἠθῶν τῶν οἰκείων ἀναστάντες καὶ πάντας τοὺς διὰ μέσον βλάπτοντες ἦλθον ἕως Βιθυνίας. | |
2b,156,F77a | EUSTATH. Dion. Per. 793: ῥέειν δέ φασι καὶ αὐτὸν (sc. τὸν Ῥήβαντα) ἐκ τοῦ Μυσίου Ὀλύμπου, καθὰ καὶ τὸν Σαγγάριον, ὃς δὴ Σαγγάριος καὶ ναυσίπορός ἐστι καὶ μέγιστος τῶν ἐν Βιθυνίαι ποταμῶν εἰσβάλλων εἰς τὸν Εὔξεινον. τοὺς δὲ Βιθυνοὺς καὶ ναυτικωτάτους ἱστοροῦσι γένεσθαι ποτὲ καὶ τὴν | |
5 | αὐτῶν γῆν πάμφορόν τε καὶ εὔδενδρον εἶναί φασι καὶ λιθοτομίας ἔχουσαν πολλαχοῦ καὶ κρυστάλλους ἐν ὄρεσι φύουσαν καὶ ἄλλα πολλὰ ἔχουσαν ἀγαθά. (Ἡρόδοτος ——VII 7576—δὲ λέγει Θρᾶικας διαβάντας εἰς Ἀσίαν κληθῆναι Βιθυνούς, καὶ εἶναι παρ’ αὐτοῖς χρηστήριον Ἄρεος). λέγεται δὲ καὶ ὅτι τὴν ἀπὸ Βοσπόρου γῆν ἕως ἐπὶ | |
Ῥήβαντα Βιθυνοί ποτε κατέσχον. τὴν δὲ αὐτοῦ ἐπέκεινα ἐπὶ Πόντον ὀρεινὴν | ||
10 | οἱ Θυνοὶ ἔσχον ἄχρι ποταμοῦ Κάλητος, ὡς εἶναι ὁμόρους τούς τε Θυνοὺς καὶ τοὺς Βιθυνούς, οὕτω καλουμένους ἀπό τινων ἀδελφῶν ἐπιφανῶν Θυνοῦ καὶ Βιθυνοῦ, παίδων Φινέως κατὰ ποίησιν, ἤτοι ποιητῶν καὶ θετῶν, καθά φησιν Ἀρριανός, ὃς καὶ γνήσιον παῖδα Φινέως ἱστορεῖ Παφλαγόνα, ἐξ οὗ χώρα Παφλαγονία. καὶ γῆν λέγει Ῥηβαντίαν τὴν πρὸς τῶι Ψιλλίωι | |
15 | ποταμῶι· καὶ δημιουργόν τινα ἱστορεῖ παρὰ Βιθυνοῖς Δοίδαλσον καλού‐ μενον, οὗ ἔργον ἐν Νικομηδείαι γενέσθαι θαυμαστὸν ἄγαλμα Στρατίου Διός. λέγει δὲ ὁ αὐτὸς Ἀρριανὸς καὶ ὅτι ἄλλοι Ὀδρύσου παῖδάς φασι τὸν Θυνὸν καὶ τὸν Βιθυνόν, ὧν ἡ χώρα ὁμώνυμος. | |
2b,156,F77b | EUST. Il. Α 404 p. 125, 30: καὶ Ἀρριανός· «φῦναι Φινέα». | |
2b,156,F78 | EUSTATH. Dion Per. 803: καὶ ὅρα ὅτι οἱ Χαλκιδεῖς οὗτοι (sc. οἱ περὶ Χαλκηδόνα) παρώνυμοί εἰσι τῆς ἐνταῦθά που Χαλκίδος, ἀφ’ ἧς ἄρουραν ἀνωτέρω Χαλκίδα εἶπε τὰ περὶ Χαλκηδόνα. κατὰ δὲ τὴν Ἀρριανοῦ ἱστορίαν ἐπώνυμός ἐστιν ἡ τῶν Χαλκηδονίων πόλις τῶι Κρόνου | |
5 | υἱῶι Χαλκηδόνι, ἀφ’ οὗ πρῶτα μὲν ὁ ἐκεῖ που ῥέων ποταμὸς ἐκλήθη Χαλκηδών, ἔπειτα ἡ πόλις, Δωριέων ἀποικησάντων ὑστέροις χρόνοις, ὁμώνυμος γίνεται τῶι ποταμῶι. | |
2b,156,F79 | ——803: ἱστορεῖ δὲ ὁ αὐτὸς καὶ ὅτι τοῖς Χαλκηδονίοις ἀποφρὰς νομίζεται παντὸς μηνὸς φθίνοντος ἐνάτη· ἤγουν, ὡς τοῖς Ἀττι‐ κοῖς ἀρέσκει, αἱ εἰκοσταὶ πρῶται τῶν ὅλων μηνῶν ἀπαίσιοι αὐτοῖς κρίνον‐ ται, διότι ἐν τοιαύταις ἡμέραις ἄλλας τε δυστυχίας αὐτοὶ ἔπαθον καὶ | |
5 | Φαρνάβαζος δὲ ὁ Πέρσης τοὺς αὐτῶν παῖδας ἐκτεμὼν εἰς τὸν Δαρεῖον ἀνέπεμψε. | |
2b,156,F80 | ——803: κατασκῆψαι δέ φησιν αὐτοῖς καὶ νόσον ἐκ θεομηνίας, τὸ αὐτοὺς τὰ σφῶν ἀποτέμνειν αἰδοῖα, διότι θυσιῶν τινων κατημέλησαν. | |
2b,156,F81 | ——805: ὅτι μετὰ τοὺς Χαλκηδονίους Χαλκιδέας οἱ Βέβρυκες κεῖνται, οἳ οὕτως καλοῦνται ἀπὸ Βέβρυκός τινος ἡρωικοῦ ἀνδρὸς ἢ ἀπὸ Βεβρύκης γυναικός. τούτους τοὺς Βέβρυκας ἱστορεῖται μείζω δοκεῖν ἔχειν τὰ σώματα ἢ καθ’ ἡλικίαν ἀνθρώπου, παρ’ οἷς καὶ ὁ Βέβρυξ ἐκεῖνος | |
5 | Ἀράντας, ὧι τὸ μὲν μῆκος εἰς ὀκτὼ λέγεται πήχεις, εὖρος δέ, ὡς Ἀρρι‐ ανός φησιν, ὅσον τοσῶιδε μήκει ἐς κουφότητα ξύμμετρον (ἤγουν ὅσον ἦν ξύμμετρον πρὸς τοὺς ὀκτὼ πήχεις τοῦ μήκους εἰς τὸ κούφως βαίνειν τὸν ἄνθρωπον). κατὰ δὲ τοῦ τοσούτου ἀνδρὸς | |
νικηφόρος γέγονεν εἰς μονομαχίαν συστὰς νεανίας ἐτῶν | ||
10 | ἑπτακαίδεκα. τὴν δὲ ῥηθεῖσαν Βεβρύκην τοῦ Αἰγύπτου μὲν ἀδελφόπαιδά φασι, μίαν δὲ τῶν θυγατέρων τοῦ Δαναοῦ, ἀδελφὴν τῆς Ὑπερμνήστρας. φείσασθαι δὲ λέγουσι καὶ αὐτὴν Ἱππολύτου τοῦ αὐτανεψιοῦ νυμφίου, ὡς καὶ τὴν Ὑπερμνήστραν τοῦ Λυγκέως, καὶ φυγεῖν σὺν ἐκείνωι καὶ πολλὰ δυνηθῆναι διὰ τὸ διδάσκειν τοὺς βαρβάρους τὴν Αἰγυπτίαν σοφίαν. διὸ καὶ Βεβρύκην ἢ Βεβρυκίαν ἀπ’ αὐτῆς | |
15 | κληθῆναι τὴν χώραν εἰς ἣν ἔφυγε. | |
2b,156,F82 | EUSTATH. Dion. Per. 809: ὀλβιωτάτους δὲ τοὺς Φρύγας καὶ Ἀρριανὸς ἱστορεῖ, λέγων καὶ ὅτι «λέγονται Φρύγες παλαιότατοι ἀνθρώπων γενέσθαι» καὶ ὅτι «μαίνονται τῆι Ῥέαι καὶ πρὸς Κορυβάντων κατέχονται», ἤγουν κορυβαντιῶσι δαιμονῶντες· | |
5 | «ὅταν δὲ κατάσχηι αὐτοὺς τὸ θεῖον, ἐλαυνόμενοι καὶ μέγα βοῶντες καὶ ὀρχούμενοι προθεσπίζουσι τὰ μέλλοντα, θεοφορούμενοι καὶ μαινόμενοι.» | |
2b,156,F83 | ——809: Ἀρριανὸς δέ φησιν ὅτι «Θυνὸς καὶ Μυσὸς υἱοὶ ἦσαν Ἀργανθώνης, ἥτις καλόν τι χρῆμα νύμφης ἦν, ἀφ’ ὧν Θυνὸς μὲν Θυνίαν οἰκίσας ἀφ’ ἑαυτοῦ ὠνόμασε, Μυσοὶ δὲ ἐπὶ τῶι Μυσῶι ὠνομάσθησαν.» | |
2b,156,F84 | ——828: ἔστι δὲ καὶ Ἐλαία τόπος πρὸς τῆι Νικο‐ μηδείαι κατὰ τὸν Ἀρριανὸν ἀπὸ Ἐλαίας Ἀμαζόνος. καὶ πρὸς τῶι Πόντωι δὲ Θίβα, τόπος διὰ τοῦ ι ἔχων τὴν παραλήγουσαν, ἀπὸ μιᾶς τῶν ὑφ’ Ἡρακλέος ἀναιρεθεισῶν Ἀμαζόνων σχοῦσα τὴν κλῆσιν, ὧν αἱ διάφοροι ... | |
5 | κατὰ τὴν τοῦ Ἀρριανοῦ ἱστορίαν εἰσὶν αὗται πρὸς ὄνομα Τράλλα Ἰσο‐ κράτεια Θίβα Πάλλα καὶ ἄλλαι. | |
2b,156,F85 | ——828: ἔθνος δὲ γυναικεῖον αἱ Ἀμαζόνες πρὸς τῶι Θερμώδοντι· διὸ καὶ ἀπὸ μητέρων ἐγενεαλογοῦντο, καθάπερ Ἀρριανὸς ἱστορεῖ. | |
2b,156,F86 | ——874: ὅτι Κίλικες τὸ ἔθνος, καθά φησιν Ἀρριανός, ἀπὸ Κίλικος τοῦ Ἀγήνορος, ὃς ἐκ Φοινίκης κατὰ ζήτησιν Εὐρώπης σταλεὶς καὶ πολλὴν γῆν πλανηθεὶς οὐδενὶ μὲν ἴχνει τῆς παιδὸς ἐνέτυχε, τὴν δὲ πολλὴν τῆς Κιλίκων γῆς κατασχὼν ἀφ’ ἑαυτοῦ τὴν ἐπωνυμίαν τῆι χώραι | |
5 | δέδωκεν. | |
2b,156,F87 | ——916: Ἀρριανὸς δὲ περὶ τούτων οὕτω γράφει· «ἐν Δάφνηι τῆι πρὸς Ἀντιοχείαι ἄλσος τι ἱερὸν Ἀπόλλωνος, καὶ αὐτὴ ἐκείνη ἡ δάφνη δείκνυται, ἥν τινες γῆθεν ἀνα‐ σχεῖν λέγουσιν ἐπὶ τῆι Δάφνηι τοῦ Λάδωνος, ἣ φεύγουσα | |
5 | τὸν ἐραστὴν Ἀπόλλωνα ηὔξατο τὸν ὑπὸ γῆν ἀφανισμὸν | |
καὶ ἔτυχε τῶν εὐχῶν.» | ||
2b,156,F88 | EUSTATH. Dion. Per. 939: τοῦτο δὲ ὁ Ἀρριανὸς ἐπὶ Σαγγαρίωι μυθοπλαστεῖ, λέγων ὅτι πρὸς ταῖς ὄχθαις τοῦ Σαγγαρίου ἔρρηξε τοὺς δεσμοὺς τοῦ Διὸς ὁ Διόνυσος ἤδη τρόφιμος ὤν. | |
2b,156,F89a | ——939: ἐνάπτεσθαι δὲ καὶ καθάπτεσθαι λεγόμεν τὰ μὴ ζώνηι διαλαμβανόμενα μηδὲ τὸ σῶμα ὅλον ἐνδύοντα, ἀλλὰ μέρος τι σκέποντα καὶ ἄφετα ἐξαρτώμενα, οἷον πήραν 〈ἢ〉 λεοντῆν ἢ παρδαλέην· Ἀρριανὸς δὲ καὶ διφθέρας καθάπτεσθαι λέγει. | |
2b,156,F89b | EUSTATH. Il. Γ 17 p. 375, 3: οὐ μὴν καὶ λεοντῆν προσφυῶς πάνυ λεχθείη ἐνάπτεσθαι ὁ ἀνδρεῖος κατὰ τὸν πάλαι Ἡρακλῆν ἢ κατὰ τὸν ὕστερον Ζιήλαν τὸν παρὰ τῶι Ἀρριανῶι. | |
2b,156,F90 | ——1005: τοὺς δὲ Πέρσας, ὧν μητρόπολις ἡ Βαβυλών, Κηφῆνάς ποτε καλεῖσθαί φησιν ὁ Ἀρριανός. | |
2b,156,F91 | EUSTATH. HOM. Il. Α 266 p. 101, 43: τοιοῦτον δέ τι καὶ ὁ καρτερός, ὡς δηλοῖ παρὰ Ἀρριανῶι τὸ «Θηβαίων ἐγένετο καρτερός.» | |
2b,156,F92 | ——Α 397 ff. p. 123, 35: φησὶ γὰρ ἡ τοῦ Ἀρριανοῦ ἱστορία, ὅτι Βριάρεως, Γῆς καὶ Οὐρανοῦ παῖς (Hesiod. Th. 149), θαλαττο‐ κρατήσας ὁρμητηρίωι ἐχρήσατο Εὐβοίαι τῆι νήσωι κἀκεῖθεν ὁρμώμενος κατεστρέψατο· τὰς Κυκλάδας, ὃς καὶ Αἰγαίων ὠνόμασται ὑπὸ τῶν ἀνθρώ‐ | |
5 | πων. οὗτος δὲ καὶ αἰτίαν παρασχεῖν λέγεται τῶι Αἰγαίωι πελάγει εἰς ἐπωνυμίαν. σῆμα δὲ αὐτοῦ δείκνυσθαι κατὰ τὸν Ῥυνδακὸν ποταμὸν οὐ πόρρω θαλάσσης λόφον τινά, καὶ τοῦτον ἐπικαλεῖσθαι Αἰγαίωνος, καὶ ἀπὸ τοῦ λόφου τούτου πίδακας ἐκδιδόναι ἑκατὸν καὶ ταύτας καλεῖσθαι παλάμας Βριάρεω. | |
2b,156,F93 | ——Α 402 ff. p. 124, 4: οὐδὲ ὁ μυθικὸς Βριάρεως φίλα φρονεῖ τῶι πατρί, ἢ Κρόνωι ὄντι κατὰ τὸν Ἀρριανὸν ἢ Ποσειδῶνι κατά τινας. | |
2b,156,F94 | ——Β 754 p. 336, 13: ὥσπερ κατὰ τὴν ἱστορίαν τοῦ Ἀρριανοῦ καὶ Βιθυνίας ποταμὸς Ὅρκος ὄνομα, ὃς φρικωδέστατος ὢν τοῖς ἐκεῖ ἐνομίζετο πρὸς βίαν εἰς τὰς δίνας ἕλκειν τὸν ἐπίορκον, εἰ μὴ δρόμωι ἐξεπήδησεν. | |
2b,156,F95 | ——Β 814 p. 351, 30: ἱστορεῖ δὲ ὁ γεωγράφος (XIII 3, 6) καὶ ὅτι Βατ〈ί〉εια ἀπὸ Βατείας προσηγόρευται, τῆς Δαρδάνου γυναικός, ἧς καὶ Ἀρριανὸς μεμνημένος φησὶν ὅτι Δάρδανος ἐκ Σάμου τῆς Θραικίας ἐλθὼν τὰς τοῦ Τεύκρου βασιλέως θυγατέρας ἔγημε, Νησὼ καὶ Βάτειαν· | |
5 | καὶ ἐκ μὲν τῆς Νησοῦς ἦν αὐτῶι θυγάτηρ Σίβυλλα ἡ μάντις, ἀφ’ ἧς καὶ | |
ἄλλαι γυναῖκες, ὅσαι ἐγένοντο μαντικαί, Σίβυλλαι ἐλέγοντο, οὐχ ὡς πρὸς αἵματος αὐτῆι οὖσαι, ἀλλὰ διὰ τὴν ὁμοίαν θεοφορίαν τυχοῦσαι τῆς ἐπι‐ κλήσεως, ἐκ Βατείας δὲ Ἐριχθόνιος καὶ Ἶλος. | ||
2b,156,F96 | EUSTATH. HOM. Il. Β 824 p. 354, 14: λέγει δὲ καὶ Ἀρριανὸς οὕτω· «Ζέλεια ἡ καὶ Λυκία· καὶ ὁ Ἀπόλλων ἐπὶ τῆιδε τῆι Λυκίαι Λύκιος. διὸ καὶ Πανδάρου πατὴρ Λυκάων, οὐ πόρρω τοῦ τοιούτου ἔθνους πεσόντος τοῦ | |
5 | ὀνόματος· καὶ Λυκηγενεῖ Ἀπόλλωνι ἐκεῖνος εὔχεται τῶι ἐγχωρίωι (Il. Δ 119).» | |
2b,156,F97 | ——Β 857 p. 364, 1: Ἀρριανὸς δὲ τοιαῦτα περὶ Ἁλιζώνων ἱστορεῖ· «οὓς Ὅμηρος ἐν Νεῶν Καταλόγωι φησὶν Ἁλιζῶνας, Βιθυνοί εἰσιν, ὧν Ὁδίος καὶ Ἐπίστροφος ἦρχον. καὶ ἡ Ἀλύβη, ἐν ἧι λέγει ἀργύρου γενέθλην εἶναι, | |
5 | παραδείκνυται, καὶ οὐκ ἀμαυρὰ ὑπόμνησις ἀργυρ〈ε〉ίων ἔργα ὑπολελειμμένα ὁρᾶται. Ἁλιζῶνες δὲ οἱ ἄνθρωποι οὗτοι» φησί «καλοῦνται ὅτι πανταχόθεν θαλάσσηι περι‐ είργονται, ἀπὸ μὲν ἄρκτου καὶ ἀνατολῆς τῶι Εὐξείνωι πόντωι, πρὸς μεσημβρίαν δὲ καὶ νότον τῶι Ἀστακηνῶι | |
10 | κόλπωι τῶι πρὸς Νικομήδειαν, πρὸς δὲ δύσιν καὶ ζέφυρον τῆι Προποντίδι καὶ τῶι Βοσπόρωι, ὡς μὴ πόρρω χερρονήσου εἶναι τὰ πολλὰ αὐτῶν καὶ δικαιότατα λέγεσθαι διεζῶσθαι θαλάσσηι.» | |
2b,156,F98 | ——Β 857 p. 364, 8: ὁ δ’ αὐτὸς Ἀρριανὸς λέγει καὶ τὸν ῥηθέντα Ὁδίον Ῥοδοίτην ποτὲ καλεῖσθαι, εἶτα εἰς Ῥοδίον μεταπεσεῖν, εἶτα Ὁδίον κληθῆναι. | |
2b,156,F99 | ——Γ 204 p. 405, 15: ὥσπερ καὶ τὸ «ξεναγεῖν», ὅπερ ταὐτόν ἐστι τῶι προξενεῖν, γενικῆι συντάσσει ὁ Ἀρριανός. | |
2b,156,F100 | ——Γ 275 p. 414, 8: τὸν Ἥλιον δὲ ταμίαν τῶν ὅρκων ἐνταῦθα καλεῖ ὡς πάντα ἐφορῶντα. διὸ καὶ Βιθυνοί, ὡς Ἀρριανὸς ἱστορεῖ, δίκας ἐδίκαζον καθεζόμενοι ἀντίοι τοῦ ἡλίου, ὡς ἂν ὁ θεὸς ἐποπτεύοι. | |
2b,156,F101 | ——Ε 144 p. 532, 45: ἐκ τῆς ‘ὑπό‘ Ὕπιος ὁ παρὰ Ἀρριανῶι ποταμός. | |
2b,156,F102 | ——Ζ 75 p. 626, 22: ἰστέον δὲ καὶ ὅτι περὶ Ἑλένου ἱστορία τοιαύτη φέρεται παρὰ Ἀρριανῶι. Ἠδωνοῦ Θραικὸς ἀνδρὸς παῖς Ἕλενος, μάντεων διαπρεπέστατος· παρὰ τοῦτον ἐξ Ἀσίας φοιτῆσαι τὸν Πριάμου παῖδα Σκαμάνδριον, ὃν ἀπονοστήσαντα οἴκαδε μνήμην θέσθαι | |
5 | τοῦ τὴν μαντικὴν ἐκπαιδεύσαντος Ἕλενον ἀπὸ Σκαμανδρίου μετονομασθέντα. | |
2b,156,F103 | ——Η 166 p. 673, 45 (TZETZ. Chil. XII 791): | |
Ἐνυάλιος δὲ κατὰ μὲν τοὺς πλείους ὁ πολεμικὸς ἀπὸ τῆς Ἐνυοῦς. τινὲς δὲ ὥσπερ τὴν Παλλάδα διὰ φόνον τοῦ Πάλλαντος, οὕτω καὶ τὸν Ἐνυάλιον διά τι τοιοῦτον κεκλῆσθαί φασιν. Ἀρριανὸς γοῦν ἱστορεῖ ὅτι «ἐλθὼν | ||
5 | Ἄρης εἰς τὰ τῆς Θράικης χωρία, ὅπου τὰ οἰκία ἦν τῶι Ἐνυαλίωι, ἤθελε ξενισθῆναι. ὁ δὲ οὐκ ἤθελε δέχεσθαι φάμενος οὐκ ἂν ξενίσαι ἄλλον ἢ ὃς κρείσσων αὑτοῦ τὰ πολέμια ἔλθοι. καὶ ὅς· ‘ὥρα σοι ξενίζειν ἐμέ, καθότι κρείσσων σού φημι τὰ πολέμια εἶναι.‘ τοῦ δὲ Ἐνυαλίου | |
10 | ἀποφάσκοντος ἔρχεται εἰς χεῖρας καὶ ἐπὶ πολὺ τῆς μάχης ἐκταθείσης τέλος ὁ Ἐνυάλιος πίπτει ὑπὸ τῶι Ἄρει, πληγεὶς ὅπλωι τῆι ῥομφαίαι. διὸ καθότι μέγα τοῦτο ἆθλον ὁ Ἄρης νέος ὢν ἐξετέλεσεν, ἐκαλεῖτο ἐπ’ αὐτῶι Ἐνυάλιος.» | |
2b,156,F104 | EUSTATH. HOM. Il. Η 171 p. 674, 9: τὴν δὲ ῥηθεῖσαν αἰτίαν τοῦ κλήρου ἀναπτύσσει που καὶ ὁ Ἀρριανός, λέγων περί τινος ὅτι εἰς κλῆρον τοὺς δεῖνα καθίστασθαι ἐδικαίου οὐ θέλων ὡς γέρας αὐτὸ τῶι ἑτέρωι ἀπονείμασθαι οὐδὲ ἀτιμῶσαι τὸν οὐ προκριθέντα εἰς μάχην. | |
2b,156,F105 | ——Ν 1 p. 916, 25: Ἀρριανὸς δέ φησιν ὅτι οἰκοῦσι τὴν Ἀσίαν οἱ Ἄβιοι Σκύθαι αὐτόνομοι διὰ πενίαν καὶ δικαιότητα. | |
2b,156,F106 | ——Π 617 p. 1078, 20: ἦν δὲ καὶ σίκιννις κωμικωτέρα (sc. ὄρχησις), ἣν πρῶτοι (φασίν) ὠρχήσαντο Φρύγες ἐπὶ Σαβαζίωι Διο‐ νύσωι, ὀνομασθεῖσαν κατὰ τὸν Ἀρριανὸν ἐπὶ μιᾶι τῶν ὀπαδῶν τῆς Κυβέλλης νυμφῶν, ἧι ὄνομα ἦν Σίκιννις. | |
2b,156,F107 | —Od. ε 125 p. 1528, 14: ὁ δὲ Ἀρριανὸς ἱστορεῖ καὶ ὅτι Ἰασίων, ἀδελφὸς Ἀετίωνος καὶ Δαρδάνου, πρόγονος Πριάμου, ἐκ Δήμητρος καὶ Κόρης κάτοχος γενόμενος εἴς τε Σικελίαν ἦλθε καὶ ἐπὶ πολλὴν ἄλλην γῆν ἐπλανήθη τὰ ἐκείνης ὄργια δεικνύων· διὸ λόγον ἔσχεν ὡς Δημήτηρ αὐτῶι | |
5 | μίσγεται. τούτου, φησίν (F 67), υἱὸς Πάριος, ὧι ἐπώνυμον τὸ ἐν Ἑλλη‐ σπόντωι Πάριον ὡς οἰκιστῆι. | |
2b,156,F108 | —Od. ι 65 p. 1615, 2: Ἀρριανὸς δὲ λέγει καὶ ὅτε παρὰ Βιθυνοῖς τελοῦνται τὰ νεκύσια, καλεῖν ὀνομαστὶ τὰς τῶν κατοιχομένων ψυχὰς ὅσοι τελευτᾶν ἔτυχον ὑπερόριοι καὶ κατακαλεῖν αὐτοὺς ἐς τρὶς καὶ δέεσθαι ἀνελθεῖν ὡς μετάσχοιεν τῆς δαιτός. | |
2b,156,F109 | PROKOP. De bell. Goth. IV 14, 47—49: ταύτην (sc. τὴν Λαζικήν) παραρρεῖ τὴν χώραν ποταμὸς Ῥέων ὄνομα, οὗ δὴ καὶ φρούριον | |
ὠικοδομήσαντο ἐκ παλαιοῦ Κόλχοι, οὗπερ ὕστερον αὐτοὶ τὸ πλεῖστον εἰς ἔδαφος καθεῖλον .... Κοτιάιον δὲ τό τε φρούριον ὠνομάζετο τῆι Ἑλλήνων | ||
5 | φωνῆι, νῦν μέντοι Κόταις αὐτὸ καλοῦσι Λαζοὶ τῆι τῆς φωνῆς ἀγνοίαι τὴν τοῦ ὀνόματος διαφθείροντες ἁρμονίαν. ταῦτα μὲν Ἀρριανὸς οὕτως ἱστόρησεν. ἕτεροι δέ φασι πόλιν τε γεγονέναι ἐν τοῖς ἄνω χρόνοις τὸ χωρίον καὶ Κοίταιον καλεῖσθαι, ἔνθεν τε τὸν Αἰήτην ὡρμῆσθαι καὶ ἀπ’ αὐτοῦ τοὺς ποιητὰς αὐτόν τε Κοιταιέα καὶ γῆν τὴν Κολχίδα Κοιταίδα καλεῖν. | |
2b,156,F110 | STEPH. BYZ. s. Ἀβρεττηνή· χώρα Μυσίας ἀπὸ Βρεττίας νύμφης. τὸ ἐθνικὸν Ἀβρεττηνός, ὡς Ἀρριανός φησιν. | |
2b,156,F111 | —s. Ἀλμήνη· πόλις πρὸς τῶι Εὐξείνωι πόντωι, ὡς Ἀρριανός. | |
2b,156,F112 | —s. Βόρσιππα· πόλις Χαλδαίων ..... οἱ πολῖται Βορσιππηνοί. Ἀρριανὸς δὲ Βορσιππεῖς αὐτούς φησιν. | |
2b,156,F113 | —s. Γετία· ἡ χώρα τῶν Γετῶν. Γέτης γὰρ τὸ ἐθνικόν ..... Ἀρριανὸς δὲ Γετηνοὺς αὐτούς φησι. | |
2b,156,F114 | —s. Σωφηνή· χώρα τῶν πρὸς Ἀρμενίαν, ὡς Στράβων ἐν ια (14, 2). παρὰ δ’ Ἀρριανῶι Σωφανηνὴ τετρασυλλάβως. | |
2b,156,F115 | —s. Τύρος· .... Ἀρριανὸς δὲ τὰ Ἄναθα Τύρον καλεῖ. | |
2b,156,F116 | SUID. s. ἁλιεύς· .... καὶ ἁλιεῖς καὶ ἐπὶ ποταμῶν. «ἐκ τῶν πέριξ πόλεων ἐς τὴν τεταγμένην τῆι ἀναγωγῆι ἡμέραν ἠθροισμένοι ἁλιεῖς ἐφειστήκεισαν» Ἀρριανός φησι. | |
2b,156,F117 | —s. ἁλώσιμα (s. ἦγε καὶ ἔφερεν)· εὔληπτα. Ἀρριανός· «ὁ δὲ ἐκεῖθεν ὁρμώμενος ἦγέ τε καὶ ἔφερε τῆς ὑπ’ ἐκεί‐ νωι οὐκ ὀλίγην καὶ αὐτὸς οὐδαμῆ ἦν αὐτῶι ἁλώσιμος.» | |
2b,156,F118 | —s. ἀμαυρά· ..... Ἀρριανός· «ἐξ ὧν καὶ τὰ ὑπό‐ λοιπα δι’ ἐλπίδος ἔχω οὐκ ἀμαυρᾶς, ὅτι καλῶς μοι ἕξει.» | |
2b,156,F119a | —s. ἀμφίβολοι· πανταχόθεν βαλλόμενοι ...... Ἀρριανός· «οἱ δὲ Μάρδοι ἑκατέρωθεν ἤδη ἀμφίβολοι γιγνό‐ μενοι, καὶ ὑπὸ τῶν ἀναβαινόντων παιόμενοι καὶ ὑπὸ τῶν κατὰ νώτου ἐπιθεμένων ὠθούμενοι, ἀπέθνησκον.» | |
2b,156,F119b | EUSTATH. Od. α 156 p. 1406, 35: ἀμφιβάλλειν δὲ .... καὶ τὸ ἑκα‐ | |
τέρωθεν βάλλειν, ὡς δῆλον ἐκ τοῦ ἀμφίβολος, ὃς παρά τε Ἀρριανῶι καὶ ἑτέροις τὸν ἀμφοτέρωθεν βαλλόμενον σημαίνει. δηλοῖ δὲ καὶ τὸ περι‐ βάλλειν ἤγουν κυκλοῦν. | ||
2b,156,F120 | SUID. s. ἀμφίλογον (s. Ἀξιδάρης)· ἀμφιβαλλόμενον, ἐνδοι‐ άζοντα. Ἀρριανός· «Ἀξιδάρην δὲ ὅτι ἄρχειν χρὴ Ἀρμενίας, οὔ μοι δοκεῖ ἰέναι ἐς ἀμφίλογον.» | |
2b,156,F121 | —s. ἄμωμον· Ἀρριανός· «πέμπει παρὰ βασιλέα ἵππον χρυσοχάλινον καὶ ψέλια καὶ ἀκινάκας καὶ ἄμωμον.» | |
2b,156,F122 | —s. ἄν· σύνδεσμος συνδετικός. Ἀρριανός· «καὶ ἂν ἤδη ἀφῖχθαι αὐτὸν παρὰ βασιλέα, εἰ μὴ ἐδεδοίκει Πάρθους.» | |
2b,156,F123 | —s. ἄνδρα· .... Ἀρριανός· «ἄνδρα κατὰ νεότητα θρασύν, κατὰ ἀπειρίαν πραγμάτων ἀνόητον καὶ διὰ ῥώμην σώματος καὶ τὸ ἐς τὰς μάχας προπεσὸν τῶι πλήθει πιθανόν· οὐδὲ τὰς ὑπὲρ τῶν μεγίστων βουλὰς | |
5 | ἐν ὀλίγοις τοῖς μάλιστα προσιοῦσιν †αὐτῶν, ἀλλ’ ἐν παντὶ τῶι πλήθει γίνεσθαι· τὸ πέρα δὲ ἀντιτείνοντας ξυνδεῖν καὶ δεδεμένους μηδὲν μεῖον ἕπεσθαι.» | |
2b,156,F124 | —s. ἀνεβάλλετο· .... Ἀρριανός· «ἀνεβάλλετο τὴν τῆς ἄλλης χώρας δήιωσιν, οἰόμενος ἐνδώσειν Ἀθη‐ ναίους.» | |
2b,156,F125 | —s. ἀνέδην· ....... Ἀρριανός· «οἱ δὲ τοῖς φρέασι φύλακας ἐπέστησαν, ὡς μὴ ἀνέδην ὅπως τις ἐθέλοι ὑδρεύεσθαι, ἀλλ’ εἰς τὸ κοινὸν ξυλλέγεσθαι πᾶν ὅσονπερ ἀνιμῶιτο τοῦ ὕδατος· ἐκεῖθεν δὲ διανομὴν γίνεσθαι | |
5 | τὴν ἴσην ἑκάστοις.» | |
2b,156,F126 | —s. ἀπείρατον u. γνωσιμαχῆσαι· Ἀρριανός· «οὐκ ἀπείρατον αὐτῶι ἔδοξεν ἐκλιπεῖν εἴ πη Ὀσρόης γνω‐ σιμαχήσας ὑποδύσεται τοῖς ἐκ Ῥωμαίων τε καὶ ἑαυτοῦ ξὺν δίκηι ἀξιουμένοις.» | |
2b,156,F127 | —s. ἀπήρτα· ἐκώλυε, διατριβὴν παρεῖχεν. Ἀρριανός· «ὁ δὲ ναυτικὸς στρατός, ἵνα περ μὴ ἄκρα ἐπὶ πολὺ ἀνέ‐ χουσα τοῦ ποταμοῦ ἀπήρτα τὸν πλοῦν τῆς ὁδοῦ, ξυμ‐ | |
παρέπλει τῆι στρατιᾶι.» | ||
2b,156,F128 | SUID. s. αὐτοκέλευστος u. παράγγελμα· ..... Ἀρριανός· «κρότος τε ἀθρόος οὐκ ἐκ παραγγέλματος, ἀλλ’ ἐκ τοῦ αὐτοκελεύστου τῶν θεωμένων ὡρμήθη.» | |
2b,156,F129 | —s. ἀφηλικέστερος· ..... Ἀρριανός· «παιδὸς γὰρ ἐκείνου ἀφήλικος ἐπιτροπεύσειν τε † αὐτοῖς μέλλον καὶ ὑπὸ τῶι ἐκείνου προσχήματι πᾶν ὅτι περ καθ’ ἡδονὴν σφίσιν πράξειν ἐς τοὺς ὑπηκόους.» | |
2b,156,F130 | —s. ἄχαρι gl. 1: ... Ἀρριανός· «ὁ δὲ πίστιν ἔδωκε τοῖς κατοικοῦσι μηδὲν ἄχαρι πείσεσθαι ἐκ βασιλέως.» | |
2b,156,F131 | —s. βουλευτικός· ... Ἀρριανός· «οἱ γράψαντες οὐ μόνον τὰ ἔργα Τραιανοῦ ἀλλὰ καὶ τὰ βουλεύματα.» | |
2b,156,F132 | —s. βουλυτός· ἡ δειλινὴ ὀψία .... Ἀρριανός· «γίνεται μάχη καρτερὰ ἔστε ἐπὶ βουλυτὸν ἀγχώμαλος.» | |
2b,156,F133 | —s. γλισχρόν· .... καὶ Ἀρριανός· «τὰ ἐπιτήδεια γλίσχρως τῆι στρατιᾶι ἐπορίζοντο.» | |
2b,156,F134 | —s. γνώμη gl. 3: ... «ὅτωι θεία μὲν ἡ γνώμη περιόντι, εἰς θεοὺς δὲ ἡ μεταχώρησις»· Ἀρριανός. | |
2b,156,F135 | —s. δεῖμα· φόβος. Ἀρριανός· «τοσόνδε αὐτοὺς δεῖμα ὡς προσαγόντων δεινῶν κατέσχεν ὥστε μὴ δύνα‐ σθαι ἀποστῆσαι τῆς ἐκπλήξεως.» | |
2b,156,F136 | —s. δεξιός gl. 1 (s. ἀπεχώρησε, Μάννον, πατήσας): .... καὶ Ἀρριανός· «ὁ δὲ παρὰ Μάννου ἀπεχώρησε δεξιάς τε παραβάς, ἃς βασιλεῖ ἔδωκε, καὶ ὅρκους πατήσας, οὓς ὤμοσε.» | |
2b,156,F137 | —s. διάλειμμα· .... καὶ διαλείποντα· τὰ διαχωρή‐ ματα. Ἀρριανός· «φυλακαὶ δὲ ἐπὶ τὰ διαλείποντα τῆς τάφρου ἐτετάχατο.» | |
2b,156,F138 | —s. διαφορῆσαι (s. διαφορουμένης; s. ἀνασοβηθείς)· Ἀρριανός· «τοὺς δὲ ἵππους εἶναι ἀγρίους ὑπό τε τῶι ἀήθει τοῦ δεσμοῦ, καὶ ὑπὸ τοῦ ἀπηρτημένου βάρους ἔτι μᾶλλον ἀνασοβηθέντας διαφορῆσαι αὐτόν.» | |
2b,156,F139 | —s. δινήσας· στρέψας. Ἀρριανός· «δῖναί τέ ἐστιν | |
ὅπηι ἀτόπως ἐπιστρέφουσαι, ὡς μὴ πρόσθεν ἐμπίπτειν χρῆναι τὴν ἑπομένην τῆι προπλεούσηι νηί 〈ἢ〉 τὴν φθά‐ νουσαν τῆι ἄγαν εἰρεσίαι ἐκ τῆς δίνης ἐξελαθεῖσαν εἰς | ||
5 | εὐθὺ τοῦ πλοῦ καταστῆναι.» | |
2b,156,F140 | SUID. s. ἐγνωσμένον gl. 2: κεκριμένον. Ἀρριανός· «ἐγνωσ‐ μένον δὲ εἶναι σφίσιν, ἐπειδὰν ἐλάσωσιν ἐπ’ αὐτοὺς οἱ Μαυρούσιοι, τοὺς μὲν κατὰ πρόσωπον αὐτῶν φεύγειν ὡς πεφοβημένους, τοὺς δὲ ἐφ’ ἑκάτερα τεταγμένους ἐς τὰ | |
5 | πλάγια ἐμβάλλειν τῶν διωκόντων.» | |
2b,156,F141 | —s. ἕδρα gl. 1: .... Ἀρριανός· «ὅτι με καὶ ὄμμασι καὶ φωνῆι καὶ ἕδραι ἐτίμησας.» ἀντὶ τοῦ καθέδραι. | |
2b,156,F142 | —s. ἑκοντήν· Ἀρριανὸς· «τὴν μέσην τῶν ποταμῶν γῆν ἑκοντὴν ἐνδιδόντων τῶν ἐποικούντων κατέσχεν.» | |
2b,156,F143 | —s. ἐλινύοντας· .... Ἀρριανός· «αἱ δὲ κατασκοπαὶ οὐδέν τι ἐλινύουσαι ἐγίνοντο.» καὶ αὖθις· «ὁ δὲ ἀπῆγε τὴν στρατιάν, μηδέν τι ἐλινύσας.» | |
2b,156,F144 | —s. ἐπαινέτης· Ἀρριανός· «τοῦ τε ξὺν κόσμωι δρωμένου ἐπαινέτης καὶ τοῦ ἀκοσμήτου ἐν τῶι παραυ‐ τίκα ἐπιτιμητὴς καὶ τοῦ ἐσύστερον κολαστήρ.» | |
2b,156,F145 | —s. ἐπελήφθη· ἐπήρξατο. Ἀρριανός· «ἤδη τε ἐπε‐ λήφθη νὺξ τῆς τρίτης φυλακῆς καὶ ὁ ἡγεμὼν τοὺς λόχους καθίστατο.» | |
2b,156,F146 | —s. ἐπίπλους gl. 2: ἐπιβάτας. Ἀρριανός· «κυβερ‐ νήτας δὲ καὶ πρωράτας μόνους ἐπίπλους εἶχον.» | |
2b,156,F147 | —s. ἐπιτήδεια. τὰ πρὸς τροφὴν ἁρμόδια. ...... Ἀρρι‐ ανός· «οὐδὲν ἄλλο εἰ μὴ τὰ ἐπιτήδεια τῆς δικαίας τιμῆς λαμβάνοντας.» | |
2b,156,F148 | —s. εὔψυχος· ..... Ἀρριανός· «τῶν μάλιστα εὐ‐ ψυχίαν τινὰ ἐν τοῖς δεινοῖς ἐπιδεικνυμένων.» | |
2b,156,F149 | —s. θειασμός· Ἀρριανός· «κρότος τε ἀθρόος καὶ ἐπιθειασμοὶ ὡρμήθησαν ὑπέρ τε αὐτοῦ τοῦ βασιλέως καὶ τῆς στρατιᾶς ἐπιτυχῆ ἀμφοῖν γενέσθαι τὴν ὁρμήν.» | |
2b,156,F150 | —s. κατεδημαγώγησε· κατεστρατήγησε .... Ἀρριανός· «τῶι τε στρατηγήματι τῶιδε μάλιστα φιλανθρώπωι φανέντι κατεδημαγώγησεν, οὐκ ἀπιστεῖν αὐτῶι καὶ | |
πολεμοῦντι τοὺς περιοίκους.» | ||
2b,156,F151 | Suid. s. κελευστής (s. ἐνδόσιμον)· .... Ἀρριανός· «οἱ δὲ κελευσταὶ καθ’ ἑκάστην ναῦν τὸ ἐνδόσιμον τοῖς ἐρέταις ἐνέδοσαν.» | |
2b,156,F152 | —s. κολωνός (s. ἄλιθον) .... Ἀρριανός· «καθεώρων κολωνοὺς λίθων πολλαχοῦ τοῦ ὄρους νενεμημένους, τοὺς μὲν μείζους τοὺς δὲ ἐλάττους, οὓς εἴκαζον ἐκ τοῦ πεδίου συνενηνέχθαι. ἦν γὰρ οὐ φύσει ἄλιθον οὐδὲ εὔγειον τὸ | |
5 | πεδίον, ἀλλ’ οἷον εἰκασθῆναι ἐκκεκαθαρμένον.» | |
2b,156,F153 | —s. λύγος· τὸ ἱμαντῶδες φυτόν ... Ἀρριανός· «ὡς δὲ ἄπορος αὐτοῖς ἡ διάβασις ἐφαίνετο, ξυναγαγὼν ὁ Βρού‐ τιος τοὺς ἐπιχωρίους κελεύει ἡγεῖσθαι τὴν ὁδόν, ὅπως εἰώθεισαν αὐτοὶ παρ’ ἀλλήλους φοιτᾶν ὥραι χειμῶνος. | |
5 | οἱ δὲ κύκλους ἐκ λύγων τοῖς ποσὶ περιαρμόσαντες αὐτοί τε ἀβλαβῶς ἐπήρχοντο κατὰ τῆς χιόνος πιεζομένης ὑπὸ τῶν κύκλων καὶ τοῖς Ῥωμαίοις παρεῖχον οὐ χαλεπὴν τὴν πάροδον. ἦν δὲ ἡ χιὼν ὡς ιϛ πόδας πολλαχῆ τὸ βάθος.» | |
2b,156,F154 | —s. ναῦς (s. ἀκροστόλια)· Ἀρριανός· «Τραιανὸς ὁ βασιλεὺς περῶν τὸν ποταμὸν ν νῆας εἶχε. τέσσαρες δὲ ἔφερον τὰ σημεῖα τὰ βασιλικά, αἵτινες καὶ τὴν στρατη‐ γίδα κάλοις μακροῖς ἐξηρτημένην ἐφεῖλκον. εἶχε δὲ ἡ | |
5 | ναῦς μῆκος μὲν κατὰ τριήρη μάλιστα, εὖρος δὲ καὶ βάθος καθ’ ὁλκάδα, ὅσον μεγίστη Νικομηδὶς ἢ Αἰγυπτία· ἐν ἧι ἐπεποίητο βασιλεῖ ἀποχρῶντα ἐνδιαιτήματα. αὕτη δὲ τά τε ἀκροστόλια ἔφαινε 〈χρυσᾶ〉 καὶ ἐπ’ ἄκρωι τῶι ἱστίωι τὸ βασιλικὸν ὄνομα καὶ ὅσοις ἄλλοις βασιλεὺς γεραίρεται | |
10 | χρυσῶι ἐγκεχαραγμένα. νενέμητο δὲ τρίχα τὸ πᾶν ναυτι‐ κόν, ὡς μὴ τῶι ξυνεχεῖ πλόωι ταράττοιντο.» | |
2b,156,F155 | —s. ξυνάγκεια (s. ὑποτεμόμενος)· ὁ κοῖλος τόπος. Ἀρρι‐ ανός· «ὁ δὲ ὑποτεμόμενος αὐτὸν ἐν ξυναγκείαι τινὶ βάλλει κατὰ νώτου τὸν ἄνθρωπον.» | |
2b,156,F156 | —s. ξυστόν· δορύλλιον, ἀκόντιον ..... Ἀρριανός· «τὰ σημεῖα τῆς ἐπιλέκτου στρατιᾶς ἀετοί, εἰκόνες βασίλειοι, στέμματα, πάντα χρυσᾶ, ἀνατεταμένα ἐπὶ ξυστῶν ἠρ‐ | |
γυρωμένων.» | ||
2b,156,F157 | SUID. s. ὀξύτης· πικρία, αὐστηρία. Ἀρριανός· «κατὰ τὴν βασιλέως ὀξύτητα καὶ αὐτὸς ὠμῶς τε καὶ σὺν ὕβρει ἐξηγεῖτο.» | |
2b,156,F158 | —s. παλτά· τὰ δόρατα. ..... Ἀρριανός· «ἐξηκόντιζον εἰς τοὺς προμαχομένους τοῦ τείχους οἱ μὲν παλτά, οἱ δὲ λίθους, οἱ δὲ τοξεύματα.» | |
2b,156,F159 | —s. παραυτόθεν· αὐτίκα, ἀπὸ τοῦ παρόντος χρόνου. Ἀρριανός· «παραυτόθεν ὡς ἔχομεν ἐπεξελθόντες ἐν χερσὶ στήσασθαι τὸ τέλος τῆς μάχης.» | |
2b,156,F160 | —s. παρεξειρεσίαν· τὰ ἔξω τῶν ἐρεσσόντων. ἐν τετάρ‐ τηι (12, 1) Θουκυδίδης. Ἀρριανός· «τῶν μὲν κωπῶν ἔστιν ἃς ξυνέτριψαν καὶ τῆς παρεξειρεσίας τινὰ ἀπέθραυσαν.» | |
2b,156,F161 | —s. παρεστηκότες· συνημμένοι, τεθαρρηκότες. Ἀρριανός· «οἱ δὲ ἐσκεδασμένοι καὶ οὐ παρεστηκότες ταῖς γνώμαις ἐς φυγὴν ἐτράπησαν.»— | |
2b,156,F162 | —s. πονήσαντα· ἀντὶ τοῦ παλαιωθέντα. Ἀρριανός· «τὰ δὲ πονήσαντα αὐταῖς οὐ χαλεπῶς ἐπεσκευάσθη.» | |
2b,156,F163 | —s. προυργιαίτερον gl. 2 (s. πρὸ ἔργου ἐτίθετο) ..... Ἀρριανός· «μάλιστα δὲ φίλια τὰ κατὰ νώτου ἑαυτῶι τε καὶ τῆι στρατιᾶι καταλιπεῖν πρὸ ἔργου ἐτίθετο ὁ στρατηγός.» | |
2b,156,F164 | —s. ῥόθιον gl. 1: ..... «κτύπος τε ῥοθίου καὶ χρεμετισμὸς ἵππων ἀλλήλοις ἀντεπατάγει» φησὶν Ἀρριανός. | |
2b,156,F165 | ——: καὶ αὖθις ὁ αὐτός· «στοῖχον ἕνα ὁπλι‐ τῶν προβεβλημένων τὰς ἀσπίδας, πολλῶι τῶι ῥοθίωι καὶ ἅμα ξυγκελευσμῶι παντοίωι ἐν χρῶι τοῦ ἀεὶ ἐμπεποιη‐ μένου ζεύγματος παραπλέουσι.» | |
2b,156,F166 | —s. σταθμητόν· μετρητόν. Ἀρριανός· «ἦν δὲ καὶ καμήλων οὐ σταθμητόν τι πλῆθος.» καὶ αὖθις· «πέτραι τε οὐ σταθμηταὶ τὸ μέγεθος ἀπὸ κεραιῶν μετέωροι αἰωρούμεναι πρὸς τοὺς ὑπιέναι ὁρμῶντας τὸ τεῖχος | |
5 | ἐβάλλοντο.» | |
2b,156,F167 | —s. στόλος (s. Σποράκις)· καὶ τὸ πεζικὸν στράτευμα. Ἀρριανός· «Σποράκης μαθὼν τὸν στόλον 〈τὸν〉 βασιλέως | |
ἐπὶ τὴν ἑαυτοῦ ἐπικράτειαν γενόμενον ἔφυγεν.» | ||
2b,156,F168 | SUID. s. σχάσαντα· τεμόντα. «ἔλεγον σχάσαντα ἐκ τῶν βραχιόνων τὰς φλέβας λειποψυχήσαντα ἀποθανεῖν.» οὕτως Ἀρριανός. | |
2b,156,F169 | —s. ὑπό οἱ· Ἀρριανός· «τὸ δὲ ἕβδομον τέλος ὑπό οἱ ἔχων καὶ ἄλλους πολλούς.» | |
2b,156,F170 | —s. φοβερός· ..... Ἀρριανός· «οἱ δὲ ἐμβεβλη‐ κότων τῶν πολεμίων φοβεροὶ καὶ ἀμήχανοι ἄνευ τοῦ ἐς τὸ κοινὸν ὠφελίμου ἀπώλλυντο.» | |
2b,156,F171 | —s. φυλάρχης· δυνάστης. 〈Ἀρριανόσ〉· «ξυμβάλλει τῶι Τραιανῶι περὶ Αὐγάρου, ὃς ἦν Ὀσροήνης χώρας δυνάστης, οὕσπερ φυλάρχας ὀνομάζουσιν οἱ ἐκείνηι, ὅτι καὶ τὰ χωρία αὐτῶν φυλαὶ ὀνομάζονται.» | |
2b,156,F172 | —s. χρηματισαμένων· χρήματα λαβόντων. Ἀρριανός· «χρη‐ ματισαμένων δὲ καὶ αὐτῶν τρίτη παρεγένετο πρεσβεία.» | |
2b,156,F173 | EUST. Dion. Per. 911: ὡς καὶ Ἀρριανὸς λέγει· «Τύρος ἡ τότε ἔτι νῆσος.» | |
2b,156,F174 | EUAGRIOS H E I 20: εἴ τωι περισπούδαστον ταύτας (s. τὰς ἐκ τῆς Ἑλλάδος εἰς τὴν Ἀντιόχειαν σταλείσας ἀποικίας) εἰδέναι, ἱστόρηται περιέργως Στράβωνι τῶι γεωγράφωι (XVI 2, 4), Φλέγοντι (257 F 24) τε καὶ Διοδώρωι τῶι ἐκ Σικελίας, Ἀρριανῶι τε αὖ καὶ Πεισάνδρωι τῶι ποιητῆι, καὶ πρός γε Οὐλπιανῶι | |
5 | Λιβανίωι τε καὶ Ἰουλιανῶι (367 C) τοῖς παναρίστοις σοφισταῖς. | |
2b,156,F175a | AINEIAS V. GAZA p. 19 Boiss.: οὔτε Ἀρριανὸς ἐπὶ τὸ ἀληθέ‐ στερον μᾶλλον ἢ μυθωδέστερον συγγράφων τοῦ δόγματος (sc. der seelenwanderung) ἐμνήσθη, καίτοι τὴν τῶν Βραχμάνων πρὸς Ἀλέξανδρον παρουσίαν ἐκδιδάσκων, ἐν ἧι παραινοῦσιν Ἀλέξανδρον πλεονεξίας ἀπέχεσθαι κτλ. | |
2b,156,F175b | PS. KALLISTH. III 10 (=PALLADIUS De India et Brahm. libellus): Ἀρριανοῦ τοῦ μαθητοῦ μέντοι Ἐπιτήτου ..... τούτου τὰ κατὰ Ἀλέξανδρον τὸν Μακεδόνα ἱστορήσαντος ὃ ἐκεκτήμην πονημάτιον ἀπέστειλα τῆι ἀνδρείαι τῆς σῆς καλοκαγαθίας, ὑποτάξας μου τῶι ὑπομνηματικῶι ..... (11) Δάνδα‐ | |
5 | μις ὁ τῶν Βραχμάνων διδάσκαλος διηγούμενος τὰ κατὰ τὸν Μακεδόνα ἔφη· βασιλεὺς Ἀλέξανδρος οὐκ ἀνεχόμενος μόνης εἶναι βασιλεὺς τῆς Μακεδονίας οὐδ’ ἀρκούμενος Φιλίππωι πατρί, καὶ Ἄμμωνος υἱὸν ἑαυτὸν ἔλεγεν εἶναι καὶ τῆς γεννήσεως ἐλε‐ γχούσης ψευδεῖς ἔφερε τῆς φύσεως ἀποδείξεις, ἀνικήτους δὲ ἀγῶνας προέτεινεν. | |
ἀνέτειλε γὰρ ὡς ὁ ἥλιος ἀπὸ Μακεδονίας κατασπεύσας πολὺν κόσμον πρὶν ἔδυνε | ||
10 | κατὰ Βαβυλῶνα· τὴν δ’ Εὐρώπην τε καὶ τὴν Ἀσίαν ὡς μικρὰ χειρωσάμενος χωρία, ἦλθε καὶ τὸν ἡμέτερον κόσμον κατοπτεύων καὶ ἐρευνῶν. καὶ ἔλεγε ταῦτα ἐν ἑαυτῶι ὁ Ἀλέξανδρος· ‘Σοφία, μῆτερ προνοίας, κοινωνὲ τῆς πασῶν* δυνάμεως, † ἀνωτέρω ἐν ἀληθείαι μόνηι κειμένη, τροφεὺς καὶ δημιουργὲ φύσεως, λόγων δοτήρ, γνώσεως κοινῆς *, ἀδίκων μὲν † ἐπιμιγνὺς δικαίων δὲ φειδομένη, δὸς εὐμενῶς ἤδη μοι τῶν | |
15 | αἰτημάτων τυχεῖν. Βραχμᾶνας δὲ παρόντας ἐνθάδε σοφούς τε καὶ ἀγαθοὺς ἰδεῖν ἥκω, μαθὼν παρὰ Καλάνου τινὸς τῶν ἐνθάδε σπεύσαντος πρός με. πεισθεὶς δὲ ἦλθον, ποθῶ δὲ ὅπως ἴδω καὶ μάθω σαφῶς.‘ (12) Βραχμᾶνες καὶ αὐτοὶ Ἰνδοὶ Ἀλεξάνδρωι τῶι βασιλεῖ ταῦτα λέγουσιν· ‘ὀρεγόμενος σοφίας ἦλθες πρὸς ἡμᾶς Ἀλέξανδρε, ὅπερ προθυμότερον ἀποδεχόμεθα Βραχμᾶνες· ὅτι ἐστὶ βασιλικώτερον | |
20 | ἐν τῶι βίωι ἡμῶν, τοῦτο γὰρ ἠθέλησας μαθεῖν, βασιλεῦ Ἀλέξανδρε. ὁ φιλόσοφος γὰρ οὐ δεσπόζεται, ἀλλὰ δεσπόζει· ἄνθρωπος γὰρ αὐτοῦ οὐ κρατεῖ παντελῶς. ἀλλ’ ἐπειδὴ μέχρι τοῦ νῦν διαβεβλημένοι ἠπιστούμεθα ὑπό σου, γευσόμενος νῦν ἀληθινῶν λόγων ἦλθες. Κάλανος γὰρ κακὸς ἀνὴρ ἡμῖν γεγένηται, καὶ διὰ Κάλανον ἄνδρες Ἕλληνες Βραχμᾶνας ἔγνωτε, ἀλλ’ οὐκ ἐπέγνωτε· ἐκεῖνος γὰρ οὐκ ἦν ἡμέτερος, | |
25 | ἀπ’ ἀρετῆς δραπετεύσας εἰς πλοῦτον. οὐκ ἤρκεσεν αὐτῶι Τιβεροβοὰμ (?) ποταμοῦ πίνειν ὕδωρ σωφροσύνης καὶ ἀμολγὰς ἐσθίειν, ἐν οἷς αὐξάνεται νοῦς θεοπρεπής, ἀλλὰ πλοῦτον ἔσχεν ἐχθρὸν ψυχῆς· καὶ οὕτως ἐν ἑαυτῶι δεινὸν ἀνέφλεξε πῦρ καὶ εἰς ἡδονὴν ἑαυτὸν ἀπέστρεψεν ἀπὸ σοφίας. ἡμῶν δὲ οὐδεὶς ἐπ’ ἀνθράκων κυλίεται, οὐδὲ ἀλγηδὼν ἡμῶν δαπανᾶι τὸ σῶμα, ἀλλ’ ἔστιν ἡμῶν ἡ τροφὴ ὑγιείας φάρμακον. | |
30 | ἄπλουτοι δ’ ἐσμὲν κατὰ τὴν φύσιν, καὶ ὁμοίως πᾶσι τῶι βίωι ἡμῶν ἐπακολουθεῖ ὁ θάνατος. εἰ δὲ τῶν κακῶν ἀνδρῶν τινες ψευδεῖς μαθόντες λόγους καὶ κενοῖς ἡμᾶς ὑποτοξεύουσι βέλεσιν, ἀλλὰ τὴν ἐλευθερίαν ἡμῶν οὐ βλάπτουσιν. ἶσον δ’ ἐστὶ τὸ ψεύδεσθαι καὶ τὸ τάχος πείθεσθαι· ἀδικεῖ γὰρ ὁ ψευδόμενος ὃς πείθει, ἀδικεῖ δὲ καὶ | |
ὁ πειθόμενος ψευδομένωι προσέχων πρὶν ἢ τἀληθὲς μάθηι. διαβολὴ γὰρ μήτηρ ἐστὶ | ||
35 | πολέμου καὶ τίκτει ὀργήν, ἀφ’ ἧς μάχονται καὶ πολεμοῦσι. πλὴν οὔκ ἐστιν ἀνδρεία τὸ φονεύειν ἄνδρας· ληιστοῦ γὰρ ἔργον ἐστίν. ἀνδρεία δέ ἐστι τὸ πάσηι ἀέρων κράσει μάχεσθαι γυμνῶι τῶι σώματι καὶ γαστρὸς ἐπιθυμίας ἀναιρεῖν καὶ τοὺς ἐν αὐτῆι πολέμους μᾶλλον νικῆσαι καὶ ὑπὸ τῆς ἐπιθυμίας μὴ καταγωνίζεσθαι πρὸς τὸ ὀρέγεσθαι δόξης καὶ πλούτου καὶ ἡδονῆς. τούτους οὖν νίκησον πρῶτον, Ἀλέξανδρε, | |
40 | τούτους ἀπόκτεινον· τούτους γὰρ ἐὰν νικήσηις, οὐκ ἔστι σοι χρεία πρὸς τοὺς ἔξω μάχεσθαι· τοῖς γὰρ ἔξω μάχηι, ἵνα τούτοις ἐνέγκηις φόρους. οὐ βλέπεις ὅτι τοὺς ἔξω νικῶν ὑπὸ τῶν ἔνδον νενίκησαι; πόσοι σοι δοκοῦσι βασιλεῖς ἀνοίας ἐν τοῖς ἄφροσι τυραννεῖν; γλῶσσα, ἀκοή, ὄσφρησις, ὅρασις, ἁφή, γαστήρ, αἰδοῖα, ὅλος ὁ χρώς. πολλαὶ δὲ καὶ ἔσωθεν ὥσπερ ἀμείλικτοι δέσποιναι καὶ τυραννίδες ἀκόρεστοι | |
45 | ἀπέραντα ἐπιτάττουσιν ἐπιθυμίαι, φιλοχρηματίαι, φιληδονίαι, δολοφονίαι, σωματο‐ μιξίαι, φονοκτονίαι, διχοστασίαι· αἷς πάσαις ταύταις καὶ ἄλλαις πλείοσι βροτοὶ δουλεύουσι, δι’ ἅσπερ φονεύουσι καὶ φονεύονται. Βραχμᾶνες δὲ νικήσαντες τοὺς ἔσωθεν πολέμους πρὸς τοὺς ἔξωθεν οὐ μαχόμεθα· ἀναπαυόμεθα βλέποντες ὕλας καὶ οὐρανόν, καὶ ἀκούομεν ὀρνέων ἦχον εὐμελῆ καὶ ἀετῶν κλαγγήν, φύλλα τε περι‐ | |
2b,156,F175b(50) | βεβλήμεθα καὶ ἀέρι ἐνδιαιτώμεθα, καὶ καρποὺς ἐσθίομεν καὶ ὕδωρ πίνομεν, θεῶι ὕμνους ἄιδομεν, καὶ τὰ μέλλοντα ἐπιθυμοῦμεν, οὐδενὸς μὴ ὠφελοῦντος ἀκούομεν· τοιαῦτα Βραχμᾶνες ζῶμεν, οὐ πολλοὺς λόγους λέγοντες καὶ σιωπῶντες. ὑμεῖς δὲ λέγετε ἃ δεῖ μὴ ποιεῖν, καὶ ποιεῖτε ἃ μὴ δεῖ λέγειν. παρ’ ὑμῖν δὲ οὐδεὶς φιλόσοφον οἶδεν ἐὰν μὴ λαλήσηι· ὑμῶν γὰρ ὁ νοῦς ἐστὶ ἡ γλῶττα, καὶ ἐπὶ τοῖς χείλεσιν αἱ | |
55 | φρένες. χρυσὸν καὶ ἄργυρον συνάγετε· δούλων χρείαν ἔχετε καὶ μεγάλων οἴκων· ἀρχὰς διώκετε· ἐσθίετε καὶ πίνετε ὅσα καὶ τὰ κτήνη· οὐκ αἰσθάνεσθε οὐδὲ ὡς ἰδιῶται· περιβάλλεσθε μαλακά, ἐξομοιούμενοι τοῖς σκώληξι τοῖς σηρικοδιασταῖς· ἀδεῶς πάντα πράττετε, καὶ ἐφ’ οἷς πράττετε μετανοεῖτε· καθ’ ἑαυτῶν λαλεῖτε ὡς κατ’ ἐχθρῶν· τῆς γλώττης ἐξουσίαν ἔχοντες ὑπ’ αὐτῆς πολεμεῖσθε· κρείττονες ὑμῶν | |
60 | εἰσὶν οἱ σιγῶντες, κἂν ἑαυτοὺς οὐκ ἐλέγχωσι· παρὰ προβάτων ὥσπερ αἰχμάλωτοι ἔρια δανείζεσθε· δόξαν τοῖς δακτύλοις ὑμῶν ὡς ξόανα περιτίθεσθε· χρυσὸν ὡς αἱ | |
θήλειαι φορεῖτε [καὶ ἐπὶ τούτοις μεγαλύνεσθε]· καθ’ ὁμοίωσιν τοῦ κτίσαντος δημιουργηθέντες ἀνημέρων θηρίων θυμὸν τίκτετε· ὅταν πολλὰς κτήσεις περι‐ βάλλησθε, ἐπὶ τούτοις μεγαλύνεσθε, καὶ τοῦτο βλέποντες ὅτι πρὸς ἀλήθειαν οὐδὲν | ||
65 | ὑμᾶς δύναται ὠφελεῖν· χρυσὸς γὰρ ψυχὴν οὐκ ἀνίστησιν οὐδὲ σῶμα πιαίνει, ἀλλὰ τοὐναντίον μᾶλλον καὶ ψυχὴν σκοτοῖ καὶ σῶμα ἐκτήκει. ἡμεῖς δὲ πρὸς ἀλήθειαν τὴν φύσιν ἐπείγοντες † τὰ ταύτηι ἀποκληρωθέντα, ἐκείνων καὶ προνοοῦμεν· πείνης παραγενομένης ἀκροδρύοις καὶ λαχάνοις τοῖς ἐκ τῆς προνοίας ἡμῖν χορηγουμένοις ἰώμεθα ταύτην, καὶ δίψης παραγενομένης ἐπὶ τὸν ποταμὸν ἐρχόμενοι, χρυσὸν | |
70 | πατοῦντες, ὕδωρ πίνομεν καὶ ταύτην θεραπεύομεν. χρυσὸς δὲ οὐ παύει δίψαν οὐδὲ λιμὸν παραμυθεῖται, οὐ τραῦμα θεραπεύει, οὐ νόσον ἰᾶται, οὐκ ἀπληστίαν ἐμπίπλησιν, ἀλλὰ μᾶλλον καὶ προσεξεγείρει ταύτην τὴν ξένην τῆς φύσεως ἐπι‐ θυμίαν. καὶ διψῶν μὲν ἄνθρωπος [δῆλον ὅτι ἐπιθυμεῖ πιεῖν] καὶ λαβὼν ὕδωρ πέπαυται τῆς δίψης· καὶ ὁ πεινῶν φυσικῶς ἐπιζητεῖ τροφήν, καὶ φαγὼν κορέννυται | |
75 | καὶ τῆς ἐπιθυμίας πέπαυται. παντάπασιν οὖν δῆλον ὅτι ξένον φύσεώς ἐστι τὸ χρυσοῦ ἐπιθυμεῖν· πᾶσα γὰρ ἐπιθυμία πέπαυται βροτῶν, ὅταν λάβηι κόρον, ἐπειδὴ τῆι φύσει τοῦτο συνέσπαρται· ὁ δὲ τῶν χρημάτων ἔρως ἀκόρεστός ἐστι διὰ τὸ εἶναι τοῦτον παρὰ φύσιν. ἔπειτα καὶ ἐν αὐτῶι κοσμεῖσθε καὶ ἐπὶ τούτωι δοξά‐ ζεσθε, τῶν ἄλλων ἀνθρώπων ὑπερμεγαλυνόμενοι· καὶ διὰ τοῦτο τὰ κοινὰ τῶν | |
80 | πάντων ἴδια ποιεῖτε, τὴν ὁμοίαν πᾶσι μίαν φύσιν τῆς φιλαργυρίας εἰς πολλὰς γνώμας λοιπὸν κατατεμνούσης. Κάλανος οὖν ὁ ψευδὴς φίλος ὑμῶν ταύτην ἔσχε τὴν γνώμην, ἀλλ’ ὑφ’ ἡμῶν καταπατεῖται· καὶ ὁ παραίτιος πολλῶν κακῶν πᾶσι παρ’ ὑμῖν ἐστὶν ἔντιμος καὶ τιμᾶται ὑφ’ ὑμῶν. ἀνωφελὴς δὲ ὢν παρ’ ἡμῖν παρ’ ἡμῶν παραπέμπεται ἐξουδενωθείς· καὶ πάντα ὅσα ἡμεῖς καταπατοῦμεν, ταῦτα ἐθαύμασεν | |
85 | ὁ φιλαργυρήσας Κάλανος, ὁ μάταιος ὑμέτερος φίλος καὶ οὐχ ἡμέτερος· μέλεος καὶ τῶν ἀθλίων ἐλεεινότερος τὴν ψυχὴν ἑαυτοῦ ἀπώλεσε φιλαργυρήσας· καὶ διὰ τοῦτο ἄξιος ἡμῶν οὐκ ἐφάνη, οὐδὲ ἄξιος τῆς πρὸς θεὸν φιλίας· οὐδὲ ἐνανεπαύσατο ταῖς ἐν ταῖς ὕλαις ἀμεριμνίαις, ἐν ταύταις ἐντρυφήσας, οὐδὲ ἐλπίδα ἔσχε τῆς μετὰ ταῦτα προσδοκίας, τὴν ἀθλίαν ἑαυτοῦ ψυχὴν φιλαργυρίαι κατακτείνας. | |
2b,156,F176a | SUID. s. Ἀντίπατρος· .... ὅτι τῶν Ἀθηναίων τὰς Ἀθήνας Ἀντι‐ πάτρωι τῶι Μακεδόνι παραδόντων, ἐν δέει ὄντες οἱ δημαγωγοί, πρὸς τὴν ἐπανάστασιν τοὺς Ἀθηναίους ἐπάραντες, μὴ τὴν αἰτίαν ἐπ’ αὐτοὺς ἐνέγκωσιν, ἔφυγον. οἱ δὲ Ἀθηναῖοι θανάτωι ἐρήμην τούτους κατεδίκασαν, ὧν ἦν Δημοσθένης ὁ ῥήτωρ καὶ | |
5 | Ὑπερίδης καὶ Ἱμεραῖος, τὴν τοῦ θανάτου εἰσήγησιν εἰσενεγκόντος 〈Δημάδου〉. | |
2b,156,F176b | ——: «ἐγεγόνει γὰρ εἰς οὐδὲν μετριώτερος τῆι γνώμηι, διότι | |
μηδέ ἐστι φύσεως μεταβολὴ κακίαι συνελθούσης, ἡττᾶται δὲ αὐτῆς καὶ νόμου ἐπίταξις μὴ παντελῶς κολάζουσα, καὶ ἰσχὺς αὐτῆι ἀνανταγώνιστος ἐφ’ ὅπερ ἂν ῥέψηι· καὶ οὔτε φόβωι ἀπο‐ | ||
5 | τρέπεται τὸ θρασύνεσθαι οὔτε αἰδὼς ἐξείργουσα παραπεῖσαι ἱκανή ἐστιν ἐς τὸ τῶι νόμωι ὑπήκοον.» | |
2b,156,F177a | SUID. s. Κρατερός· ὄνομα κύριον. ὁ Μακεδών· ὃς ἦν μέγιστός τε ὀφθῆναι καὶ οὐ πρόσω ὄγκου βασιλικοῦ τῆς τε σκευῆς τῆι λαμπρότητι διαφέρων, καὶ παντὶ τῶι κόσμωι κατὰ τὸν Ἀλέξανδρον ἔσταλτο πλὴν τοῦ διαδήματος· καὶ τοῖς συγγινομένοις οἷος σὺν ἐπιεικείαι καὶ τοῦ σεμνοῦ προσόντος, φιλοφρονέστατος δόξαι | |
5 | καὶ πιθανώτατος τῶι ἐπαγωγῶι τῶν λόγων, ὡς συμβαλεῖν τῆι τε σμικρότητι τοῦ Ἀντιπάτρου σώματος καὶ τῆι φαυλότητι, ἐπὶ τούτοις τῶι ἀπροσμίκτωι καὶ ἀνημέρωι ἐς τοὺς ὑπηκόους, 〈ὥστε〉 θεραπεύειν τὸν Κρατερὸν κατὰ βασιλέα καὶ ἐν ἐπαίνοις ἄγοντας κατὰ τὸ εἰκός, οἷα δὴ στρατηγῶν τὸν εὐτολμότατον καὶ τῶν πολεμικῶν ἔργων συνετώτατον, δεύτερον τῆι προτιμήσει μετὰ Ἀλέξανδρον ἀναμφιλόγως ἄγειν. | |
10 | κίνησίς τε οὖν δὴ ἦν ἐπὶ τούτωι τῆς στρατιᾶς συμπάσης, Κρατερὸν μὲν οἷα βασιλέα ἐς τὸ ἐπιφανὲς θεραπευούσης, καὶ ἑκάστων ἀπαξιούντων ἐν ἴσηι μοίραι ἄμφω τετάχθαι, Ἀντιπάτρωι δὲ κατ’ οὐδὲν ἐθελόντων πείθεσθαι. | |
2b,156,F177b | ——: Εὐμένης δὲ (κατὰ τὸν πόλεμον) εὑρὼν τὸ Κρατεροῦ σῶμα κείμενον ἔτι ἔμπνουν, καταπηδῆσαί τε ἀπὸ τοῦ ἵππου λέγεται καὶ κατολοφύρασθαι αὐτόν, ἐπιμαρτυρόμενος ἀνδρείαν τε τὴν Κρατεροῦ καὶ σύνεσιν καὶ τὸ ἄγαν ἵλεων τοῦ τρόπου καὶ ἐς φιλίαν τὴν πρὸς | |
5 | αὑτὸν ἀνεπίπλαστον, ὅσον τε πλούτου ἀνέραστον καὶ ὀρθῆι δικαιοσύνηι σύντροφον· κράτιστος δὲ ἄρα οὗτος ὅτου τὰ τῆς ἀρετῆς ἔργα καὶ παρὰ τοῖς ἐναντίοις τῶν ἐπαίνων ξυμφώνησιν ἔχει. ἐντίμως δὲ καὶ μεγαλοπρεπῶς τὸ σῶμα αὐτοῦ ἐκήδευσεν. ἔχει μὲν οὖν καὶ ταῦτα Κρατερῶι ἀγαθὴν δόξαν, πεπίστευται δὲ σωφρονέστατος γενέσθαι καὶ πραιότατος καὶ φιλίας κοινωνῆσαι βεβαιότατος, οἷα δὴ τὸ φιλέταιρον | |
10 | φύσει κτησάμενος καὶ ἐπιτηδεύσας, | |
2b,156,F178 | —s. Λεοννάτος· στρατηγὸς Μακεδονίας, κατὰ γένος προσήκων 〈τῆι〉 Φιλίππου μητρί, συντραφεὶς δὲ Ἀλεξάνδρωι, κατὰ τὸ τῆς τροφῆς ἐπιτήδειον καὶ τοῦ γένους καὶ κατὰ μέγεθος μέντοι καὶ κάλλος τοῦ σώματος τιμῆς μετεῖχεν. ὅθεν αὐτῶι καὶ ζῶντος Ἀλεξάνδρου τό τε φρόνημα ὑπέρογκον ἦν καί τις ἁβρότης | |
5 | Περσικὴ κατά τε τὴν τῶν ὅπλων λαμπρότητα καὶ τὴν ἄλλην δίαιταν εἰς τὴν τῶν πολεμίων οὐκ ἀφανῶς ἐπετηδεύετο. τελευτήσαντος δὲ Ἀλεξάνδρου καὶ ζῆλον ἐποι‐ εῖτο, εἰκάζων αὑτὸν πρὸς τὰ βασιλικὰ τῶι τε ἀφέτωι καὶ ἀνειμένωι τῆς κόμης καὶ τῆι ἄλληι κατασκευῆι, ἣ οὐ πρόσω τοῦ Περσικοῦ τρόπου ἤσκητο αὐτῶι. ἵπποι τε Νισαῖοι, οἱ δὲ Φάσιδος ἄπο, χρυσοχάλινοι σύμπαντες, προετετάχατο τῆς τάξεως, | |
10 | ἐκπρέποντες τοῖς καλλωπίσμασι. ἐπήγνυντο δὲ αὐτῶι καὶ σκηναὶ μεγαλοπρεπεῖς, καὶ ὅπλα * κάλλει ὑπερφέροντα. εἵπετο καὶ τὸ τῶν ἑταίρων ἄγημα. | |
2b,156,F179 | —s. Λεωσθένης· στρατηγὸς τῶν Ἀθηναίων. οὗτος ἐν τῶι πρὸς τοὺς Μακεδόνας πολέμωι προθυμίαι χρησάμενος τοῦ καιροῦ προθυμοτέραι καὶ τῆι παραπεσούσηι εὐπραγίαι κατὰ τῶν πολεμίων ἐπεξιὼν τήν τε ἐμβολὴν ἀφειδῆ ποιεῖται | |
καὶ λίθωι πληγεὶς πρὸς τὴν κεφαλὴν ἀφυλάκτως ἐπὶ τῆς παρατάξεως πίπτει. | ||
2b,156,F180 | —s. Περδίκκας· ὁ Μακεδών. ὃν ἔκτειναν ἐξ ἐπιβουλῆς οἱ Μακε‐ δόνες, ἄνδρα τά τε πολέμια κράτιστον γενόμενον καὶ μεγαλονοίαι χρησάμενον διαφερόντως. ἐξ οὗ δὴ καὶ τὸ ὑπέρογκον αὐτῶι τοῦ φρονήματος εὐθαρσὲς πρὸς πάντα κίνδυνον ἦν, τό τε ἄγαν μεγαλήγορον, σὺν ὧι πάντας τοὺς Μακεδόνας | |
5 | ὑπερφρονεῖν ἔδοξε, τὰς [τε] εὐπραγίας αὐτῶι φθόνου ἐπαξίας ἐποίει. ἐπὶ δὲ τῶι φθόνωι μῖσος ἐπεγίνετο καὶ τὸ μὴ φέρειν ὑπὲρ σφᾶς ὄντα τε καὶ ὀνομαζόμενον. ὅθεν καὶ τὴν ἐν τοῖς πταίσμασι μεταβολὴν σὺν ὀργῆι τῆς πρόσθεν ὑπ〈ερ〉οψίας | |
μᾶλλον ἢ κρίσεως ἀληθεστάτης δικαιώσει εἰς τὸ κατ’ αὐτοῦ ἐπιβούλευμα ἐποιοῦντο. |