TLG 0074 017 :: Flavius ARRIANUS :: Testimonia

Flavius ARRIANUS Hist. Phil.
(Bithynius: A.D. 1–2)

Testimonia

Source: FGrH #156. : 2B:837–840.

Citation: Volume-Jacoby#-T — fragment — (line)

2b,156,T

1

SUID. s. Ἀρριανός· Νικομηδεύς· φιλόσοφος Ἐπικτήτειος, ὁ ἐπικλη‐
θεὶς νέος Ξενοφῶν. ἦν δὲ ἐν Ῥώμηι ἐπὶ Ἀδριανοῦ καὶ Μάρκου καὶ Ἀντωνίνου τῶν βασιλέων, καὶ ἀξιωμάτων μεταλαβὼν καὶ μέχρις αὐτοῦ τοῦ ὑπατεῦσαι, καθά φησιν Ἑλικώνιος, διὰ τὴν τῆς παιδείας δεξιότητα. ἔγραψε δὲ βιβλία2
5παμπληθῆ.

2b,156,T

2

PHOT. Bibl. 58 p. 17 a 25: ἀνεγνώσθη Ἀρριανοῦ Παρθικὰ ἐν βιβλίοις ιζ. οὗτος δὲ συντάττει πάντων ἄμεινον καὶ τὰ κατὰ Ἀλέξανδρον τὸν Μακεδόνα, ἔτι δὲ καὶ ἄλλην πραγματείαν, τὰ πάτρια τῆς Βιθυνίας, ἐξ ἧς καὶ αὐτὸς ἔφυ, ἐπιγράψας τὸ βυβλίον Βιθυνιακά (F 14—28). συγγρά‐
5φεται δὲ καὶ τὰ κατὰ Ἀλανούς, ἣν ἐπέγραψεν Ἀλανικήν (F 12—13). διέρ‐ χεται δὲ ἐν ταύτηι τῆι πραγματείαι .... (s. F 30). οὗτος ὁ Ἀρριανὸς φιλόσοφος μὲν ἦν τὴν ἐπιστήμην, εἷς τῶν ὁμιλητῶν Ἐπικτήτου, κατὰ δὲ τοὺς χρόνους Ἀδριανοῦ καὶ Ἀντωνίνου τοῦ Πίου καὶ Μάρκου τοῦ Ἀντωνί‐ νου ἐγνωρίζετο. ἐπωνόμαζον δὲ αὐτὸν Ξενοφῶντα νέον. διὰ δὲ τὸ τῆς
10παιδείας ἐπίσημον ἄλλας τε πολιτικὰς ἀρχὰς ἐπιστεύθη καὶ εἰς τὸ τῶν ὑπάτων ἀνέβη τέλος. ἔγραψε δὲ βιβλία καὶ ἕτερα· τῶν μὲν διατριβῶν Ἐπικτήτου τοῦ διδασκάλου ὅσα ἴσμεν βιβλία ὀκτώ, τῶν δὲ ὁμιλιῶν τοῦ αὐτοῦ Ἐπικτήτου βιβλία δώδεκα. ἰσχνὸς δὲ τὴν φράσιν ἐστὶν καὶ μιμη‐ τὴς ὡς ἀληθῶς Ξενοφῶντος. (φασὶ δὲ αὐτὸν καὶ ἕτερα γράψαι, ἃ οὔπω
15εἰς ἡμετέραν ἀφίκετο γνῶσιν). δῆλον δὲ ὡς οὐδὲ ῥητορικῆς σοφίας τε καὶ δυνάμεως ἀπελείπετο.

2b,156,T

3

EUSEB. Chron. ol. 232, 1; (HIERON. p. 203, 3 Helm; SYNKELL, p. 662, 18 Bonn): Ἀρριανὸς φιλόσοφος Νικομηδεὺς στρατηγὸς ἐγνωρίζετο.

2b,156,T

4a

PHOT. Bibl. 93 p. 73 a 35: (F 14 p. 855, 7) Νικομήδειον γάρ τι τὸ γένος αὑτοῦ ἐν ταύτηι τῆι συγγραφῆι διορίζει, ἐν αὐτῆι τε γεννηθῆναι καὶ τραφῆναι καὶ παιδευθῆναι, καὶ ἱερέα τῆς Δήμητρος καὶ τῆς παιδὸς αὐτῆς, αἷς καὶ τὴν πόλιν ἀνακεῖσθαί φησιν,
5χρηματίσαι. μέμνηται δὲ ἐν ταύτηι τῆι συγγραφῆι καὶ ἑτέρων πραγματειῶν, ὧν ἡ μὲν ὅσα Τιμολέοντι τῶι Κορινθίωι κατὰ Σικελίαν ἐπράχθη δια‐ λαμβάνει (p. 851), ἡ δὲ τὰ Δίωνι τῶι Συρακουσίωι ὅσα ἀξιαφήγητα ἔργα ἐπετελέσθη, ἡνίκα τὰς Συρακούσας καὶ πᾶσαν Σικελίαν ἀπὸ τοῦ δευτέρου Διονυσίου, ὃς ἦν παῖς τοῦ προτέρου, ἠλευθέρου καὶ τῶν βαρβάρων, οὓς
10ὑπὲρ τοῦ βεβαίως τυραννεῖν Διονύσιος ἐπηγάγετο. φαίνεται δὲ τετάρτην γράφων τὴν τῆς πατρίδος ἀφήγησιν· μετὰ γὰρ τὰ περὶ Ἀλέξανδρον καὶ
Τιμολέοντα καὶ Δίωνα, μετὰ τὰς περὶ αὐτοὺς ἱστορίας, ἥδε αὐτῶι ἡ συγ‐ γραφὴ ἐξεπονήθη .... (F 14 p. 855, 11).837

2b,156,T

4b

STEPH. BYZ. s. Νικο‐ μήδεια· πόλις Βιθυνίας ... ἐξ ἧς Ἀρριανός.

2b,156,T

5

CASS. DIO LXIX 15: ὁ μὲν οὖν τῶν Ἰουδαίων πόλεμος ἐς τοῦτο ἐτελεύτησεν, ἕτερος δὲ ἐξ Ἀλανῶν—εἰσὶ δὲ Μασσα‐ γέται—ἐκινήθη ὑπὸ Φαρασμάνου· καὶ τὴν μὲν Ἀλβανίδα καὶ τὴν Μηδίαν ἰσχυρῶς ἐλύπησε, τῆς δ’ Ἀρμενίας τῆς τε Καππαδοκίας ἁψάμενος, ἔπειτα
5τῶν Ἀλανῶν τὰ μὲν δώροις ὑπὸ τοῦ Οὐολογαίσου πεισθέντων, τὰ δὲ καὶ Φλάουιον Ἀρριανὸν τὸν τῆς Καππαδοκίας ἄρχοντα φοβηθέντων, ἐπαύ‐ σατο.

2b,156,T

6a

ARRIAN. Kyneg. 1, 4: ὁμώνυμός τε ὢν αὐτῶι (sc. Ξενοφῶντι) καὶ πόλεως τῆς αὐτῆς καὶ ἀμφὶ ταὐτὰ ἀπὸ νέου ἐσπουδακώς, κυνηγέσια καὶ στρατηγίαν καὶ σοφίαν.

2b,156,T

6b

IG III 1116: [ἄρχοντος] Φλ(αουίου) Ἀρριανοῦ Παιανιέος.

2b,156,T

6c

IG III 1029; 1032: οἱ πρυτάνεις τῆς Πανδιονίδος φυλῆς .... Παιανιεῖς· Φλ. Ἀρριανός.

2b,156,T

7

PHOT. Bibl. 92 p. 72 b 40: ἔστι μὲν οὖν ὁ ἀνὴρ οὐδενὸς τῶν ἄριστα συνταξαμένων ἱστορίας δεύτερος· ἀπαγγεῖλαι τε γὰρ καὶ μετὰ συντομίας κράτιστος καὶ παρεκτροπαῖς ἀκαίροις οὐδὲ παρενθήκαις τὸ συνεχὲς τῆς ἱστορίας οὐδαμοῦ λυμαινόμενος, καινοπρεπὴς δὲ συνθήκηι
5λόγου μᾶλλον ἢ λέξει, καὶ οὕτως ὥστε μὴ ἂν ἄλλως μήτε σαφέστερον μήτε ἐναργέστερον τὸ διήγημα δηλωθῆναι. εὐσήμωι δὲ καὶ εὐήχωι καὶ τῶι τῶν λέξεων ἀποκεχρημένος στρογγύλωι καὶ τὸ λεῖον ἔχει τῶι μεγέθει συγκιρνάμενον. καὶ ἡ καινότης τῶν λέξεων οὐχὶ εἰς τὸ πόρρω νεωτερί‐ ζεται, ἀλλ’ ἔγγιστά τε καὶ εἰς τὸ ἐμφαντικώτατον, ὡς σχηματισμὸν εἶναι
10λέξεως ἀλλ’ οὐχὶ ἐναλλαγὴν συνήθους ὀνόματος. διὸ καὶ τὸ σαφὲς συν‐ εφέλκεται οὐκ ἐν τούτωι μόνον, ἀλλὰ κἀν τῆι διασκευῆι καὶ τάξει καὶ καταστάσει μάλιστα τοῦ διηγήματος, ὅπερ ἐστὶ καὶ τῆς σαφηνείας τὸ ἔν‐ τεχνον· ἡ γάρ τοι χρῆσις ἡ κατὰ τὰς εὐθείας τῶν περιόδων καὶ τοῖς ἰδιώταις πρόσεστι μάλιστα καὶ εἰς ὑπτιότητα καὶ ταπεινότητα λίαν κατα‐
15βιβάζει τὸν λόγον, ἄκρατος μάλιστα γινομένη, ὅπερ οὗτος, εἰ καὶ τοῦ σαφοῦς εἶναι δοκεῖ, οὐ προσήκατο. καὶ τῶι ἐλλείποντι δὲ τῶν τρόπων οὕτω κέχρηται, οὐ κατὰ τὰς περιοδικὰς ἐλλείψεις τοῦτο ποιῶν, ἀλλὰ κατά γε τὰς τῶν λέξεων, ὥστε μηδ’ ἐλλείπειν διδόναι συναίσθησιν· καὶ εἴ τις τὸ λεῖπον ἐπιχειροίη προσθεῖναι, εἰς τὸ παρέλκον ἂν ἐπιτεῖναι δόξαι,
20ἀλλὰ μὴ τοῦ ἐλλιποῦς ἐξευρεῖν τὴν ἀναπλήρωσιν. ἄριστα δὲ αὐτοῦ καὶ τὸ πολυσχημάτιστον ἔχει, οὐκ ἀθρόον μεταβαλλόμενον ἀπὸ τῆς αὐτοσχη‐ ματίστου χρήσεως, ἀλλ’ ἠρέμα καὶ ἐξ ἀρχῆς συμπλεκόμενον, ὡς μήτε τῶι προσκορεῖ ἀνιᾶν μήτε τῶι ἀθρόωι ποιεῖν ἐκταράσσεσθαι. καὶ ἁπλῶς εἴ τις κατ’ αὐτὸν ἐπὶ τοὺς ἱστορικοὺς ἀναχθείη λόγους, πολλοὺς καὶ τῶν838
25ἀρχαίων ἴδοι τῆς αὐτοῦ τάξεως ἱσταμένους ταπεινότερον.

2b,156,T

8

SUID. s. Δίων ὁ Κάσσιος· ... ἔγραψε ... Βίον Ἀρριανοῦ τοῦ
φιλοσόφου.839