TLG 0074 016 :: Flavius ARRIANUS :: Historia successorum Alexandri (fragmenta ap. Photium, Bibl. cod. 82) Flavius ARRIANUS Hist.
Phil. Historia successorum Alexandri (fragmenta ap. Photium, Bibl. cod. 82) Cf. et 0074 011 Citation: Section — (line) | ||
t | ΤΑ ΜΕΤΑ ΑΛΕΞΑΝΔΡΟΝ | |
1 | Photius, Bibl. cod. 82,1 p. 64a, 11 (F. gr. Hist. II A, p. 461): Ἀνεγνώσθη Δε‐ ξίππου Τὰ μετὰ Ἀλέ‐ | |
5 | ξανδρον, ἐν λόγοις τέσ‐ σαρσιν ... ἄρχεται δὲ ἐν τοῖς μετὰ Ἀλέξανδρον ἀπ’ αὐτῆς τῆς τοῦ βασιλέως τελευτῆς, καὶ διέξεισιν ὅ‐ | |
---|---|---|
10 | πως εἰς τὸν ἀδελφὸν Ἀλεξ‐ άνδρου τὸν Ἀρριδαῖον, ὃς ἦν ἐκ Φιλίνης τῆς Λαρι‐ σαίας τῷ Φιλίππῳ γεγεν‐ νημένος, ἡ τῶν Μακεδόνων | |
15 | ἀρχὴ περιέστη, εἰς αὐτόν τε καὶ εἰς τὸν μέλλοντα Ἀλεξ‐ άνδρου παῖδα τίκτεσθαι ἐκ Ῥωξάνης (ἐν γαστρὶ γὰρ ἔχουσα καταλέλειπτο) καὶ | |
20 | εἰς τοὺς ἀμφὶ Περδίκκαν, | |
οἳ κρίσει τῶν Μακεδόνων ἐπετρόπευον αὐτοῖς τὴν ἀρχήν. | 253 | |
2 | διέξεισι καὶ ὅπως ἡ τοῦ Ἀλεξάνδρου διενεμήθη ἀρ‐ χή. τὰ μὲν οὖν τῆς Ἀσίας οὕτως· Πτολεμαῖος ὁ Λά‐ | |
5 | γου Αἰγύπτου πάσης καὶ Λιβύης καὶ τῆς ἐπέκεινα γῆς, ὁπόση Αἰγύπτῳ συνά‐ πτει, ἄρχειν ἐτάχθη, ὁ δὲ τῷ βασιλεῖ Ἀλεξάνδρῳ ἐπὶ | |
10 | τῇ σατραπείᾳ ταύτῃ τεταγ‐ μένος Κλεομένης ὕπαρχος Πτολεμαίῳ ἀποκατέστη. Λα‐ ομέδων δὲ ὁ Μιτυληναῖος Σύρων ἡγεῖσθαι ἀπεφάν‐ | |
15 | θη· καὶ Φιλώτας μὲν Κι‐ λικίας, Πείθων δὲ Μηδίας, Εὐμένης δὲ Καππαδοκίας τε καὶ Παφλαγονίας καὶ τῶν ἐπὶ τὸν Εὔξεινον Πόν‐ | |
20 | τον κατιόντων μέχρι καὶ ἐς Τραπεζοῦντα, Ἀντίγονος δὲ Παμφύλων καὶ Λυκίων μέχρι Φρυγίας, Καρῶν δὲ Ἄσανδρος, Μένανδρος δὲ | 254 |
25 | Λυδῶν, Λεόννατος δὲ τῆς ἐφ’ Ἑλλησπόντῳ Φρυγίας. καὶ τῶν μὲν Ἀσιανῶν οὕ‐ | |
3 | τως· τῶν δ’ Εὐρωπαίων Θρᾴκης μὲν καὶ Χερρονή‐ σου Λυσίμαχος· Ἀντίπα‐ τρος δὲ ἐπὶ πᾶσι Μακεδόσι | |
5 | καὶ Ἕλλησι καὶ Ἰλλυριοῖς καὶ Τριβαλλοῖς καὶ Ἀγρι‐ ᾶσι καὶ ὅσα τῆς Ἠπείρου ἐξέτι Ἀλεξάνδρου στρατη‐ γὸς αὐτοκράτωρ ἐτέτακτο· | |
4 | τὴν δὲ κηδεμονίαν καὶ ὅση προστασία τῆς βασιλείας Κρατερὸς ἐπετράπη, ὃ δὴ πρώτιστον τιμῆς τέλος πα‐ | |
5 | ρὰ Μακεδόσι· Περδίκκας δὲ τὴν Ἡφαιστίωνος χιλι‐ | |
5 | αρχίαν. ἦσαν δὲ ἄρχοντες Ἰνδῶν μὲν ἁπάντων Πῶ‐ ρος καὶ Ταξίλης, ἀλλ’ ὁ μὲν Πῶρος οἳ ἐν μέσω Ἰν‐ | 255 |
5 | δοῦ ποταμοῦ καὶ Ὑδάσπου νέμονται, Ταξίλης δὲ τῶν λοιπῶν· Πείθων δέ τις τῶν τούτοις ὁμόρων ἡγεῖτο, πλὴν Παραπαμισαδῶν. οἱ | |
10 | δὲ συνάπτοντες Ἰνδοῖς, ὅσοι ὑπὸ τοῖς Καυκασίοις ὄρεσι νέμονται, Ὀξυάρτῃ τῷ Βακτρίῳ, ὃς ἦν Ῥωξά‐ νης πατήρ, εἰς ἀρχὴν ἀπε‐ | |
15 | νεμήθησαν—ἧς ἐτέχθη παῖς μετὰ τὸν τοῦ πατρὸς Ἀλεξάνδρου θάνατον, ᾧ τὸ Μακεδόνων πλῆθος τοῦ πατρὸς τὴν προσηγορίαν | |
20 | Ἀλέξανδρον ἔθεντο. Ἀρα‐ | |
6 | χωσίων δὲ καὶ Γαδρωσίων ἐπῆρχε Σιβύρτιος, καὶ Στα‐ σάνωρ ὁ Σόλιος Ἀρείων καὶ Δραγγῶν ἡγεῖτο. Φι‐ | |
5 | λίππου δὲ ἦν ἀρχὴ 〈Βακ‐ τριανοὶ καὶ〉 Σογδιανοί, καὶ Ῥαδαφέρνους Ὑρκάνιοι, καὶ Νεοπτολέμου 〈Ἀρμε‐ νία, Τληπολέμου〉 Καρμα‐ | 256 |
10 | νία. Πέρσαι δὲ ὑπὸ Πευ‐ κέστῃ ἐτάχθησαν. τὴν δὲ Σουσιανῶν βασιλείαν Ὀ‐ ρώπιος εἶχεν, οὐ πάτριον ἔχων ἀρχήν, ἀλλὰ δόντος | |
15 | αὐτοῦ Ἀλεξάνδρου· ἐπεὶ δὲ τύχη τις αὐτῷ συνέπε‐ σεν ἐπαναστάσεως αἰτίαν φεύγοντι παραλυθῆναι τῆς ἀρχῆς, τότε Κοῖνος αὐτῶν | |
20 | τὴν ἀρχὴν εἶχε. Βαβυλω‐ νίων δὲ καὶ τῆς μέσης τῶν | |
ποταμῶν Τίγρητος καὶ Εὐ‐ φράτου τῶν μὲν Σέλευκος, τῆς δὲ Μεσοποταμίας Ἀρ‐ | 257 | |
7 | χέλαος ἦρχε. τοσόσδε ἀριθ‐ μὸς ἐθνῶν τε καὶ ἔθνεσιν ἀρχόντων ἦν, ὅτε Περδίκ‐ κας μετὰ τὴν Ἀλεξάνδρου | |
5 | τελευτὴν τὰς ἀρχὰς ἔνειμε. | |
8 | καὶ τὰ ἄλλα διέξεισι ἐν πολλοῖς, ὡς κἀν τούτοις, Ἀρριανῷ κατὰ τὸ πλεῖ‐ | |
στον σύμφωνα γράφων. | 258 |