TLG 0074 013 :: Flavius ARRIANUS :: Fragmenta incerta (utrum e Parthicis an ex historia successorum Alexandri desumpta sint) Flavius ARRIANUS Hist.
Phil. Fragmenta incerta (utrum e Parthicis an ex historia successorum Alexandri desumpta sint) Citation: Fragment — (line) | ||
t | FRAGMENTA QUAE UTRUM E PARTHICIS AN EX HISTORIA SUCCESSORUM ALEXANDRI DESUMPTA SINT INCERTUM EST. | |
1 | Suid. s. v. αἰσχρά· ταῦτα αἰσχρὰ μὲν οἱ ἀμφ’ αὐτὸν ἐγίνωσκον καὶ τὴν ἀποχώρησιν οὔτε ἐν τῷ παραυτίκα εὐπρεπῆ οὔτε ἀσφαλῆ ἐς τὰ μέλλοντα. | |
2 | Suid. s. v. ἀμαυρά· Ἀρριανός· ἐξ ὧν καὶ τὰ ὑπό‐ λοιπα δι’ ἐλπίδος ἔχω οὐκ ἀμαυρᾶς ὅτι καλῶς μοι ἕξει. | |
3 | Suid. s. v. ἀνέδην· Ἀρριανός· οἱ δὲ τοῖς φρέασι φύλακας ἐπέστησαν, ὡς μὴ ἀνέδην ὅπως τις ἐθέλοι ὑδρεύεσθαι, ἀλλ’ εἰς τὸ κοινὸν ξυλλέγεσθαι πᾶν ὅσον‐ περ ἀνιμῷτο τοῦ ὕδατος, ἐκεῖθεν δὲ διανομὴν γίνεσθαι | |
5 | τὴν ἴσην ἑκάστοις. | |
---|---|---|
4 | Suid. s. v. αὐτόθεν et partim s. v. παραυτόθεν· Ἀρριανός· ἀλλὰ χρῆναι γὰρ αὐτόθεν ὡς ἔχουσιν ἀντ‐ επεξελθόντας ἐν χερσὶ στήσασθαι τὸ τέλος τοῦ πολέμου. | |
5 | Suid. s. v. βουλυτός· Ἀρριανός· γίνεται μάχη καρ‐ | |
τερὰ ἔστε ἐπὶ βουλυτὸν ἀγχώμαλος. | 287 | |
6 | Suid. s. v. γλίσκρον· Ἀρριανός· τὰ ἐπιτήδεια γλί‐ σχρως τῇ στρατιᾷ ἐπορίζοντο. | |
7 | Suid. s. v. δεῖμα· Ἀρριανός· τοσόνδε αὐτοὺς δεῖμα ὡς προσαγόντων δεινῶν κατέσχεν ὥστε μὴ δύνασθαι ἀποστῆναι τῆς ἐκπλήξεως. | |
8 | Suid. s. v. διάλειμμα· Ἀρριανός· φυλακαὶ δὲ ἐπὶ τὰ διαλείποντα τῆς τάφρου ἐτετάχατο. | |
9 | Suid. s. v. ἕδρα· Ἀρριανός· ὅτι με καὶ ὄμμασι καὶ φωνῇ καὶ ἕδρᾳ ἐτίμησας. | |
10 | Suid. s. v. ἐλινύοντας· Ἀρριανός· αἱ δὲ κατασκο‐ παὶ οὐδέν τι ἐλινύουσαι ἐγίνοντο. καὶ αὖθις· ὁ δὲ ἀπῆγε τὴν στρατιὰν μηδέν τι ἐλινύσας. | |
11 | Suid. s. v. Ἐνυάλιος· Ἀρριανός· οἱδὲ τῷ Ἐνυα‐ λίῳ ἀλαλάξαντες ἐναντίοι ἐφέροντο. | |
12 | Suid. s. v. ἐπαινέτης· Ἀρριανός· τοῦ τε ξὺν κό‐ σμῳ δρωμένου ἐπαινέτης καὶ τοῦ ἀκοσμήτου ἐν τῷ παρ‐ αυτίκα ἐπιτιμητὴς καὶ τοῦ ἐσύστερον κολαστήρ. | |
13 | Suid. s. v. ἐπάρας (et partim s. v. ἀποχρᾶν et s. v. ξυμβαινούσης)· μειζόνως ἐπαινέσας τοῖς τε ἄλλοις ἐπάρας καὶ ὅτι ἀποχρῶν ἔσται τοῖς ἀμφ’ αὑτὸν ὠνεῖσθαι τὰ ἐπιτήδεια τῆς ξυμβαινούσης τιμῆς. | |
14 | Suid. s. v. ἐπελήφθη· Ἀρριανός· ἤδη τε ἐπελήφθη νὺξ τῆς τρίτης φυλακῆς καὶ ὁ ἡγεμὼν τοὺς λόχους καθ‐ ίστατο. | |
15 | Suid. s. v. ἐπεχώρησεν· ἀντὶ τοῦ συνεχώρησεν· οὕ‐ | |
τως Ἀρριανός. | 288 | |
16 | Suid. s. v. ἐπιτήδεια· Ἀρριανός· οὐδὲν ἄλλο εἰ μὴ τὰ ἐπιτήδεια τῆς δικαίας τιμῆς λαμβάνοντας. | |
17 | Suid. s. v. εὔψυχος· Ἀρριανός· τῶν μάλιστα εὐψυ‐ χίαν τινὰ ἐν τοῖς δεινοῖς ἐπιδεικνυμένων. | |
18 | Suid. s. v. κατεδημαγώγησε· Ἀρριανός· τῷ τε στρα‐ τηγήματι τῷδε μάλιστα φιλανθρώπῳ φανέντι κατεδη‐ μαγώγησεν οὐκ ἀπιστεῖν αὐτῷ καὶ πολεμοῦντι τοὺς περι‐ οίκους. | |
19 | Suid. s. v. κολωνός (et partim s. v. ἄλιθον)· Ἀρρι‐ ανός· καθεώρων κολωνοὺς λίθων πολλαχοῦ τοῦ ὄρους νενεμημένους, τοὺς μὲν μείζους τοὺς δὲ ἐλάττους· οὓς εἴκαζον ἐκ τοῦ πεδίου συνενηνέχθαι. ἦν γὰρ οὐ φύσει | |
5 | ἄλιθον οὐδὲ εὔγειον τὸ πεδίον, ἀλλ’ οἷον εἰκασθῆναι ἐκκεκαθαρμένον. | |
20 | Suid. s. v. ξυνάγκεια· Ἀρριανός· ὁ δὲ ὑποτεμό‐ μενος αὐτὸν ἐν ξυναγκείᾳ τινὶ βάλλει κατὰ νώτου τὸν ἄνθρωπον. | |
21 | Suid. s. v. ὀκνεῖν· κατάσκοπον οὐδένα ἐκ τῶν πολε‐ μίων ὀκνεῖν, ἀλλὰ καὶ πρὸ ἔργου ἡγεῖσθαι γινώσκειν αὐτούς, ξὺν ὅσῃ τε καὶ ὅπως ὡπλισμένῃ δυνάμει ἔρχεται. | |
22 | Suid. s. v. παρὰ τούτου· ἀντὶ τοῦ· ἀπὸ τούτου. καὶ παρὰ τοῦτον· ἀντὶ τοῦ· πρὸς τοῦτον. οὕτως πανταχοῦ Ἀρριανός. | |
23 | Suid. s. v. παρεξειρεσίαν· Ἀρριανός· τῶν μὲν κωπῶν ἔστιν ἃς ξυνέτριψαν καὶ τῆς παρεξειρεσίας τινὰ | |
ἀπέθραυσαν. | 289 | |
24 | Suid. s. v. παρεστηκότες· Ἀρριανός· οἱ δὲ ἐσκεδα‐ σμένοι καὶ οὐ παρεστηκότες ταῖς γνώμαις ἐς φυγὴν ἐτρά‐ πησαν. | |
25 | Suid. s. v. προὐργιαίτερον et s. v. πρὸ ἔργου ἐτίθετο· Ἀρριανός· μάλιστα δὲ φίλια τὰ κατὰ νώτου ἑαυτῷ τε καὶ τῇ στρατιᾷ καταλιπεῖν πρὸ ἔργου ἐτίθετο ὁ στρατηγός. | |
26 | Suid. s. v. σχάσαντα· ἔλεγον σχάσαντα ἐκ τῶν βρα‐ χιόνων τὰς φλέβας λειποψυχήσαντα ἀποθανεῖν. οὕτως Ἀρριανός. | |
27 | Suid. s. v. φοβερός· ὁ φοβούμενος. Ἀρριανός· οἱ δὲ ἐμβεβληκότων τῶν πολεμίων φοβεροὶ 〈γενόμενοι〉 | |
καὶ ἀμήχανοι ἄνευ τοῦ ἐς τὸ κοινὸν ὠφελίμου ἀπώλλυντο. | 290 |