TLG 0074 011 :: Flavius ARRIANUS :: Historia successorum Alexandri (fragmenta ap. Photium, Bibl. cod. 92)

Flavius ARRIANUS Hist. Phil.
(Bithynius: A.D. 1–2)

Historia successorum Alexandri (fragmenta ap. Photium, Bibl. cod. 92)

Source: Roos, A.G., Wirth, G. (eds.), Flavii Arriani quae exstant omnia, vol. 2. Leipzig: Teubner, 1968 (1st edn. corr.): 253–286.

Cf. et 0074 016

Citation: Fragment — (line)

t

ΤΑ ΜΕΤΑ ΑΛΕΞΑΝΔΡΟΝ

1,1

Photius, Bibl. cod. 92, p. 69: Συνεγράφη δὲ αὐ‐ τῷ (sc. Ἀρριανῷ) καὶ Τὰ μετὰ Ἀλέξανδρον, ἐν
5λόγοις δέκα, ἐν οἷς δια‐ λαμβάνει τήν τε στάσιν τῆς στρατιᾶς καὶ τὴν ἀνάρ‐ ρησιν Ἀρριδαίου, ὃς ἐκ Φιλίνης τῆς Θεσσαλῆς Φι‐
10λίππῳ τῷ Ἀλεξάνδρου πα‐ τρὶ ἐγεγέννητο, ἐφ’ ᾧ καὶ Ἀλέξανδρον, ὃν ἔμελλεν ἐξ Ἀλεξάνδρου τίκτειν Ῥωξάνη, συμβασιλεύειν
15αὐτῷ· ὃ καὶ γέγονεν εἰς φῶς ἀχθέντος τοῦ παιδός. τὸν Ἀρριδαῖον δὲ ἀνει‐ πόντες μετωνόμασαν Φί‐ λιππον.

1,2

διεφέρετο δὲ ἐς ἀλλή‐
λους τὸ πεζὸν καὶ τὸ ἱπ‐ πικόν, ὧν οἱ μέγιστοι τῶν ἱππέων καὶ τῶν ἡγεμόνων253
5Περδίκκας ὁ Ὀρόντου καὶ Λεόννατος ὁ † Ἄνθους καὶ Πτολεμαῖος ὁ Λάγου, τῶν δὲ μετ’ ἐκείνους Λυσίμα‐ χός τε ὁ Ἀγαθοκλέους καὶ
10Ἀριστόνους ὁ Πεισαίου καὶ Πείθων ὁ Κρατεύα καὶ Σέλευκος ὁ Ἀντιόχου καὶ Εὐμένης ὁ Καρδιανός. οὗτοι μὲν ἡγεμόνες τῶν
15ἱππέων, Μελέαγρος δὲ τῶν

1,3

πεζῶν. εἶτα διαπρεσβεύ‐ ονται πρὸς ἀλλήλους πολ‐ λάκις, καὶ τέλος συμβαί‐ νουσιν οἵ τε τὸν βασιλέα
5ἀνειπόντες πεζοὶ καὶ οἱ τῶν ἱππέων ἡγεμόνες, ἐφ’ ᾧ Ἀντίπατρον μὲν στρα‐ τηγὸν εἶναι τῶν κατὰ τὴν
Εὐρώπην, Κρατερὸν δὲ254
10προστάτην τῆς Ἀρριδαίου βασιλείας, Περδίκκαν δὲ χιλιαρχεῖν χιλιαρχίας ἧς ἦρχεν Ἡφαιστίων (τὸ δὲ ἦν ἐπιτροπὴ τῆς ξυμπά‐
15σης βασιλείας), Μελέα‐ γρον δὲ ὕπαρχον Περδίκ‐ κου.

1,4

Περδίκκας δὲ τὸν στρα‐ τὸν καθᾶραι σκηψάμενος τοὺς ἐπιφανεστάτους τῆς γενομένης συνέλαβε στά‐
5σεως, καὶ συλλαβὼν ὡς ἐκ προστάξεως Ἀρριδαίου αὐτοῦ παρόντος ἀνεῖλε, δέος ἐμποιήσας τῷ λοιπῷ πλήθει. ἀναιρεῖ δὲ οὐ
10πολλῷ ὕστερον καὶ Με‐

1,5

λέαγρον. ἐξ ὧν Περδίκ‐ κας ὕποπτος ἐς πάντας ἦν καὶ αὐτὸς ὑπώπτευεν. ὅμως ἐς σατραπείας
5ἀνειπεῖν οὓς ὑπώπτευεν, ὡς Ἀρριδαίου κελεύοντος, ἔγνω. καὶ δὴ Πτολεμαῖος μὲν ὁ Λάγου Αἰγύπτου καὶ Λιβύης καὶ ὅσα τῆς255
10Ἀράβων γῆς ξύνορα Αἰ‐ γύπτῳ ἄρχειν ἐπετάχθη, Κλεομένης δὲ ὁ ἐξ Ἀλε‐ ξάνδρου τῆς σατραπείας ταύτης ἄρχειν τεταγμένος
15Πτολεμαίῳ ὕπαρχος εἶναι· τῆς δὲ ἐπὶ ταύτῃ Συρίας Λαομέδων, Φιλώτας δὲ Κιλικίας, καὶ Πείθων Μη‐ δίας, Εὐμένης δὲ ὁ Καρ‐
20διανὸς Καππαδοκίας καὶ Παφλαγονίας καὶ ὅσα τοῦ Πόντου τοῦ Εὐξείνου σύνορα ἔστε ἐπὶ πόλιν Ἑλλάδα Τραπεζοῦντα,

1,6

Σινωπέων ἄποικον· Παμ‐ φύλων δὲ καὶ Λυκίων καὶ Φρυγίας τῆς μεγά‐ λης Ἀντίγονος, Καρῶν
5δὲ Κάσανδρος, Λυδῶν δὲ Μένανδρος, τῆς δὲ ἐφ’ Ἑλλησπόντῳ Φρυ‐ γίας Λεόννατος, ἣν ἐξ Ἀλεξάνδρου μὲν Κάλας256
10ὄνομα κατεῖχεν, ἔπειτα Δήμαρχος ἐπετέτραπτο. τὰ μὲν οὖν κατὰ τὴν Ἀσίαν

1,7

ὧδε ἐνεμήθη. τῶν δὲ κατὰ τὴν Εὐρώπην, Θρᾴκης μὲν καὶ Χερρονήσου καὶ ὅσα Θρᾳξὶ σύνορα ἔθνη
5ἔστε ἐπὶ θάλασσαν τὴν ἐπὶ Σαλμυδησσὸν τοῦ Εὐξείνου Πόντου καθή‐ κοντα, Λυσιμάχῳ ἡ ἀρχὴ ἐπετράπη· τὰ δὲ ἐπέκεινα
10τῆς Θρᾴκης ὡς ἐπὶ Ἰλλυ‐ ριοὺς καὶ Τριβαλλοὺς καὶ Ἀγριᾶνας καὶ αὐτὴ Μα‐ κεδονία καὶ ἡ Ἤπειρος ὡς ἐπὶ τὰ ὄρη τὰ Κεραύνια257
15ἀνήκουσα καὶ οἱ Ἕλληνες σύμπαντες Κρατερῷ καὶ

1,8

Ἀντιπάτρῳ ἐνεμήθη. καὶ ἡ μὲν νέμησις οὕτως· πολ‐ λὰ δὲ καὶ ἀδιανέμητα ἔμει‐ νεν ὑπὸ τῶν ἐγχωρίων
5ἀρχόντων, ὡς ἐτάχθησαν ὑπὸ Ἀλεξάνδρου, ἐχό‐ μενα. ἐν τούτῳ Ῥωξάνη κύει καὶ τίκτει, καὶ εἰς βασιλέα τὸ τεχθὲν ἀνεῖπε
10τὸ πλῆθος.

1,9

στάσεων δὲ μετὰ τὸν Ἀλεξάνδρου θάνατον πάντα ἐπληροῦτο. καὶ πολεμεῖ Ἀντίπατρος πρός τε Ἀθηναίους καὶ τοὺς ἄλλους Ἕλληνας, Λεωσθένους αὐτοῖς στρατη‐ γοῦντος. καὶ τὰ πρῶτα ἡττώμενος καὶ εἰς ἀπορίαν συγ‐
5κλειόμενος, ὕστερον ἐκράτει, ἀλλὰ πίπτει καὶ Λεόν‐ νατος ἐπιβοηθεῖν δοκῶν Ἀντιπάτρῳ.

1,10

καὶ Λυσίμαχος δὲ Σεύθῃ τῷ Θρᾳκὶ πολεμῶν ὑπὲρ τῆς ἀρχῆς παραβόλως (σὺν ὀλίγοις γὰρ) καὶ εὐδοκιμῶν ὅμως
ἀνῃρέθη.258

1,11

πολεμεῖ δὲ καὶ Περδίκκας Ἀριαράθῃ τῷ Καππαδοκίας 〈δυνάστῃ〉, ὅτι Εὐμένει ἄρχειν ἐπιτετραμμένῳ τῆς ἀρ‐ χῆς οὐκ ἐξίστατο· καὶ δυσὶ νικήσας μάχαις καὶ συλλα‐ βὼν ἐκρέμασεν, Εὐμένει τὴν ἀρχὴν ἀποκαταστήσας.

1,12

Κρατερὸς δὲ συμμαχῶν Ἀντιπάτρῳ κατὰ τῶν Ἑλλή‐ νων αἴτιος τῆς νίκης, ἧς ἐνίκησαν αὐτούς, γέγονεν· ἐξ οὗ καὶ ἅπαντα, ἅπερ ἂν αὐτοῖς Κρατερὸς ἐπέταττε καὶ Ἀντίπατρος, ἀπροφασίστως ἐπράττετο. καὶ ταῦτα μέ‐
5χρι τοῦ πέμπτου βιβλίου.

1,13

ἐν δὲ τῷ ἕκτῳ διαλαμβάνει ὅπως ἐξ Ἀθηνῶν οἱ ἀμφὶ Δημοσθένην καὶ Ὑπερείδην ἔφυγον, Ἀριστόνικός τε ὁ Μαραθώνιος καὶ Ἱμεραῖος ὁ Δημητρίου τοῦ Φαλη‐ ρέως ἀδελφός, τὰ μὲν πρῶτα εἰς Αἴγιναν· ἐκεῖ δὲ δια‐
5γόντων θάνατον αὐτῶν κατέγνω τὸ Ἀθηναίων πλῆθος, εἰπόντος Δημάδου, καὶ Ἀντίπατρος εἰς ἔργον ἤγαγε τὸ

1,14

ψήφισμα. καὶ ὡς Ἀρχίας ὁ Θούριος εἰς τὸν θάνατον αὐτῶν ὑπουργήσας ἐν ἐσχάτῃ πενίᾳ καὶ ἀτιμίᾳ κατα‐ τρίψας ἐτελεύτησε τὸν βίον. καὶ ὡς Δημάδης οὐ πολ‐ λῷ ὕστερον ἐς Μακεδονίαν ἀχθεὶς ὑπὸ Κασάνδρου
5ἐσφάγη, τοῦ παιδὸς ἐν τοῖς κόλποις προαποσφαγέντος·
αἰτίαν δ’ ἐπῆγε Κάσανδρος, ὅτι τὸν αὐτοῦ πατέρα ἐξυ‐ βρίσειεν ἐν οἷς ἔγραψε Περδίκκᾳ σώζειν τοὺς Ἕλληνας ἀπὸ σαπροῦ καὶ παλαιοῦ στήμονος ἠρτημένους, οὕτως259

1,15

τὸν Ἀντίπατρον ἐπιχλευάζων· Δείναρχος δὲ ὁ Κορίν‐ θιος ὁ κατήγορος ἦν. ἀλλ’ ὅ γε Δημάδης τῆς αὑτοῦ δωροδοκίας καὶ προδοσίας καὶ ἐς πάντα ἀπιστίας τὴν ἀξίαν ἀπέτισε δίκην.

1,16

διαλαμβάνει δὲ καὶ ὡς Θίβρων ὁ Λακεδαιμόνιος Ἅρ‐ παλον τὸν τὰ Ἀλεξάνδρου χρήματα ζῶντος ἐκείνου ἁρ‐ πάσαντα καὶ φυγόντα πρὸς τὰς Ἀθήνας, τοῦτον ἐκεῖνος ἀποκτείνας καὶ ὅσα ὑπελείπετο λαβὼν χρήματα, πρῶτα
5μὲν ἐπὶ Κυδωνίας τῆς ἐς Κρήτην ἐστάλη, ἔνθεν δὲ ἐς Κυρήνην διέβαλε μετὰ στρατιᾶς εἰς ἑξακισχιλίους συντε‐ λούσης· ἐπῆγον δὲ αὐτὸν τῶν ἐκ Κυρήνης καὶ Βαρκαίων

1,17

οἱ φυγάδες. ἐν οἷς πολλαῖς μὲν μάχαις πολλαῖς δὲ ἐπι‐ βουλαῖς ἄλλοτε μὲν κρατῶν ἐνίοτε δὲ ἡττώμενος, τέλος φεύγων ὑπὸ Λιβύων τινῶν συνωρίδας ἀγόντων συνε‐ λήφθη, καὶ παρὰ Ἐπικύδην ἄγεται τὸν Ὀλύνθιον εἰς
5Τεύχειρα, ᾧ τὴν πόλιν ἐκείνην Ὀφέλλας ἐπετετρόφει, ἀνὴρ Μακεδών, ὃς ὑπὸ Πτολεμαίου τοῦ Λάγου ἐπὶ βοη‐

1,18

θείᾳ τῶν Κυρηναίων ἐτύγχανε σταλείς. οἱ δὲ Τευχει‐ ρῖται Ὀφέλλα τὴν ἐξουσίαν δόντος ᾐκίσαντό τε τὸν Θί‐ βρωνα καὶ εἰς τὸν τῶν Κυρηναίων ἔπεμψαν κρεμασθῆ‐

1,19

ναι λιμένα. ἔτι δὲ τῶν περὶ Κυρήνην στασιαζόντων Πτολεμαῖος ἐπελθὼν καὶ πάντα καταστησάμενος ὀπίσω
ἀπέπλευσε.260

1,20

Περδίκκας δὲ Ἀντιγόνῳ ἐπιβουλεύων εἰς δικαστήριον ἐκάλει· ὁ δὲ εἰδὼς ἐπιβουλεύεσθαι οὔτε ὑπήκουσε καὶ εἰς ἔχθραν ἀλλήλοις κατέστησαν.

1,21

ἐν τούτῳ δὲ παρὰ τὸν Περδίκκαν ἐκ Μακεδονίας ἧκον Ἰόλλας τε καὶ Ἀρχίας, ἄγοντες αὐτῷ τὴν Ἀντιπάτρου παῖδα Νίκαιαν εἰς γυναῖκα. ἀλλά γε καὶ Ὀλυμπιὰς ἡ Ἀλεξάνδρου μήτηρ ἔπεμπε παρ’ αὐτὸν κατεγγυωμένη
5τὴν θυγατέρα Κλεοπάτραν. καὶ ὁ μὲν Εὐμένης ὁ Καρ‐ διανὸς συνεβούλευεν ἄγειν Κλεοπάτραν, Ἀλκέτᾳ δὲ τῷ ἀδελφῷ εἰς Νίκαιαν ἔτεινεν ἡ συμβουλή· καὶ νικᾷ τὸ Νίκαιαν μᾶλλον ἀγαγεῖν.

1,22

οὐ πολὺ δὲ ὕστερον καὶ τὸ περὶ Κυνάνην πάθος συνηνέχθη, ὃ Περδίκκας τε καὶ ὁ ἀδελφὸς Ἀλκέτας διε‐ πράξαντο. ἡ δὲ Κυνάνη Φίλιππον μὲν εἶχε πατέρα, ὃν καὶ Ἀλέξανδρος, ἐκ δὲ μητρὸς Εὐρυδίκης ἦν, γυνὴ δὲ
5Ἀμύντου, ὃν ἔφθη Ἀλέξανδρος κτεῖναι, ὁπότε εἰς τὴν Ἀσίαν διέβαινεν. οὗτος δὲ Περδίκκου παῖς ἦν, ἀδελφὸς δὲ Φιλίππου Περδίκκας, ὡς εἶναι Ἀμύνταν τὸν ἀνῃρη‐

1,23

μένον Ἀλεξάνδρου ἀνεψιόν. ἦγε δὲ ἡ Κυνάνη Ἀδέαν τὴν αὑτῆς θυγατέρα, ἥτις ὕστερον Εὐρυδίκη μετωνο‐ μάσθη, τῷ Ἀρριδαίῳ εἰς γυναῖκα· ἣν καὶ ὕστερον ἠγά‐ γετο Περδίκκα διαπραξαμένου, ἐφ’ ᾧ παῦσαι τὴν Μα‐
5κεδόνων στάσιν, ἥτις ἐπὶ τῷ Κυνάνης πάθει ἀναφθεῖσα
ἐπὶ μέγα κακοῦ προεχώρει.261

1,24

Ἀντίγονος δὲ ἐς Μακεδονίαν παρὰ Ἀντίπατρον καὶ Κρατερὸν ἔφυγε, καὶ τὴν εἰς αὐτὸν ἐπιβουλήν, ἣν Περ‐ δίκκας ἐβούλευε, διηγήσατο, καὶ ὡς κατὰ πάντων ἡ αὐ‐ τὴ αὐτῷ μελέτη σπουδάζεται· ἀνεδίδαξέ τε καὶ τὸ τῆς
5Κυνάνης ἐκτραγῳδήσας πάθος. καὶ ταῦτα διαθέμενος εἰς πόλεμον αὐτῷ τούτους κατέστησε.

1,25

καὶ Ἀρριδαῖος δὲ ὁ τὸ τοῦ Ἀλεξάνδρου σῶμα φυλάσ‐ σων, παρὰ γνώμην αὐτὸ Περδίκκου λαβών, πρὸς Πτο‐ λεμαῖον παραγίνεται τὸν Λάγου, ἀπὸ Βαβυλῶνος διὰ Δαμασκοῦ ἐπ’ Αἴγυπτον ἐλαύνων· ὃς πολλὰ μὲν ὑπὸ
5Πολέμωνος τοῦ προσοικειουμένου Περδίκκᾳ κωλυθεὶς ἐνίκησεν ὅμως εἰς τὸ τὴν ἑαυτοῦ γνώμην εἰς ἔργον ἐξ‐ ενεγκεῖν.

1,26

ἐν τούτῳ καὶ Εὐμένης παρὰ Περδίκκου δῶρα πρὸς Κλεοπάτραν ἐς Σάρδεις ἐκόμισε, καὶ ὅτι ἐγνωσμένον εἴη Περδίκκᾳ Νίκαιαν μὲν ἐκπέμπειν, ἀντ’ ἐκείνης δὲ ταύ‐ την ἄγεσθαι. οὗ μηνυθέντος—Μένανδρος δὲ ὁ Λυ‐
5δίας σατράπης ἐμήνυσεν—Ἀντιγόνῳ καὶ δι’ αὐτοῦ τοῖς περὶ Ἀντίπατρον καὶ Κρατερὸν δημοσιωθέντος, ἔτι μᾶλλον αὐτοῖς τὰ πρὸς Περδίκκαν ἐξεπεπολέμωτο. περαιοῦται δὴ Ἀντίπατρος καὶ Κρατερὸς ἀπὸ τῆς
Χερρονήσου τὸν Ἑλλήσποντον, τοὺς τὸν πόρον φυλάσ‐262
10σοντας διὰ πρεσβείας ὑπαγόμενοι. πρεσβεύονται δὲ καὶ πρὸς Εὐμένη καὶ πρὸς Νεοπτόλεμον, τοὺς ὑπὸ Περ‐ δίκκᾳ· καὶ Νεοπτόλεμος μὲν πείθεται, Εὐμένης δὲ οὐκ ἀνέχεται.

1,27

ὑποπτεύεται Εὐμένει Νεοπτόλεμος, καὶ συγκροτεῖται πρὸς ἀλλήλους πόλεμος, καὶ νικᾷ κατὰ κράτος Εὐμένης. φεύγει δὲ Νεοπτόλεμος παρὰ Ἀντίπατρον καὶ Κρατερὸν σὺν ὀλίγοις, καὶ πείθει τούτους ἐπὶ συμμαχίαν κατὰ
5Εὐμένους ἐλθεῖν αὐτῷ Κρατερόν· καὶ πολεμοῦσιν ἄμφω Εὐμένει. καὶ πάντα ποιήσας Εὐμένης ὥστε λαθεῖν τοὺς σὺν αὐτῷ Κρατερὸν αὐτῷ πολεμεῖν, ἵνα μὴ τῇ περὶ αὐτὸν ἁλόντες φήμῃ ἢ προσχωρήσωσιν αὐτῷ ἢ καὶ μέ‐ νοντες ἀτολμότεροι εἶεν, καὶ κρατήσας τοῖς τεχνάσμασι,
10κρατεῖ καὶ τῷ πολέμῳ· καὶ πίπτει μὲν Νεοπτόλεμος τῇ αὐτοῦ Εὐμένους τοῦ γραμματέως δεξιᾷ, ἀνὴρ στρατιω‐ τικὸς καὶ πολέμοις ἠριστευκώς, Κρατερὸς δὲ ὑπό τινων Παφλαγόνων, ἀφειδῶς πρὸς πάντα μαχόμενος καὶ χω‐ ρῶν ὥστε γνωσθῆναι· ἀλλ’ ἔφθη πεσὼν μὴ γνωσθείς,
15καίτοι καὶ τὴν καυσίαν τῆς κεφαλῆς ἀφελών. ἡ μέντοι πεζὴ στρατιὰ σώα πρὸς Ἀντίπατρον ἐκ τοῦ πολέμου παρεγένετο, ὃ καὶ τὸ πολὺ τῆς ἀθυμίας ἐπεκούφισε.

1,28

παραγίνεται ἀπὸ Δαμασκοῦ Περδίκκας ἐπ’ Αἴγυπτον σὺν τοῖς βασιλεῦσι καὶ τῇ δυνάμει Πτολεμαίῳ πολεμῆ‐ σαι. κατηγορήσας δὲ Πτολεμαίου κἀκείνου ἐπὶ τοῦ πλή‐ θους ἀπολυομένου τὰς αἰτίας, καὶ δόξας μὴ δίκαια ἐπι‐
5καλεῖν, ὅμως καὶ τοῦ πλήθους οὐχ ἑκόντος πολεμεῖ. καὶ δὶς ἡττηθεὶς καὶ τραχὺς πρὸς τοὺς παρὰ Πτολεμαῖον ἐθέλοντας χωρῆσαι λίαν καταστὰς καὶ τἆλλα τῇ στρατιᾷ ὑπερογκότερον ἢ κατὰ στρατηγὸν προσφερόμενος, ὑπὸ τοῦ οἰκείου πλήθους τῶν ἱππέων ἀναιρεῖται, μαχόμενος263
10καὶ αὐτός.

1,29

Πτολεμαῖος δὲ μετὰ τὴν ἀναίρεσιν Περδίκκου πρός τε τοὺς βασιλεῖς ἐπεραιώθη τὸν Νεῖλον καὶ δώροις φιλοφρονησάμενος καὶ τῇ ἄλλῃ θεραπείᾳ—οὐ μόνον δὲ 〈ἐκείνουσ〉 ἀλλὰ καὶ τοὺς ὅσοι ἐν τέλει Μακεδόνων—
5ὁ δὲ καὶ τοῖς Περδίκκου φίλοις συναχθόμενός τε δῆλος ἐγένετο καὶ ὅσοις τι κινδύνου ἔτι ἐκ Μακεδόνων ὑπε‐ λείπετο, καὶ τούτους ἀπαλλάξαι τοῦ δέους παντὶ τρόπῳ διεσπούδασεν· ἐφ’ οἷς παραυτίκα τε καὶ ἐς τὸ ἔπειτα εὐδοκιμῶν ἐγινώσκετο.

1,30

συνεδρίου δὲ κροτηθέντος ἄρχοντες μὲν τῆς πάσης δυνάμεως ἀντὶ Περδίκκου Πείθων καὶ Ἀρριδαῖος ἐν τῷ τέως ἀνερρήθησαν, τῶν δὲ περὶ Εὐμένη τε καὶ Ἀλ‐ κέταν ἐς πεντήκοντα κατεγνώσθησαν, μάλιστα ἐπὶ τῇ
5τοῦ Κρατεροῦ ἀναιρέσει τῶν Μακεδόνων πρὸς αὐτοὺς ἐκπολεμωθέντων. μετεκαλεῖτο δὲ καὶ Ἀντίγονος ἐκ Κύ‐ πρου, καὶ Ἀντίπατρος δέ, ἐπιταχῦναι πρὸς τοὺς βασι‐

1,31

λέας. οὔπω δὲ καταλαβόντος ἡ Εὐρυδίκη Πείθωνα καὶ Ἀρριδαῖον μηδὲν ἄνευ αὑτῆς ἠξίου πράττειν. οἱ δὲ τὰ πρῶτα μὲν οὐκ ἀντεῖπον, ἔπειτα δὲ μηδὲν αὐτὴν ἐπι‐
κοινωνεῖν τοῖς δημοσίοις ἀντέλεγον πράγμασιν· αὑτοῖς264
5γὰρ, ἕως Ἀντίγονος καὶ Ἀντίπατρος παραγένωνται, με‐ λήσειν περὶ πάντων. ὧν παραγεγονότων εἰς Ἀντίπατρον ἡ δυναστεία περιίσταται.

1,32

καὶ ὁ στρατὸς αἰτεῖ τὰ παρὰ Ἀλεξάνδρου ὑποσχε‐ θέντα αὐτοῖς ἐπὶ τῇ συστρατείᾳ χρήματα, καὶ Ἀντί‐ πατρος παραυτίκα μὲν μηδὲν ἔχειν ἀποκρίνεται φράζειν ἀκριβές, ἐξετάσας δὲ τούς τε βασιλείους θησαυροὺς καὶ
5τοὺς ὅσοι ἀλλαχόθι που κείμενοι ὦσι, τηνικαῦτα τὸν δυνατὸν τρόπον μὴ ἂν αὐτοῖς ἐπίμεμπτος νομισθῆναι·

1,33

ἐφ’ ᾧ οὐχ ἡδέως ἡ στρατιὰ ἤκουσεν. Εὐρυδίκης δὲ συλλαμβανούσης ταῖς κατὰ Ἀντιπάτρου διαβολαῖς τῷ ἀπὸ τοῦ πλήθους ἄχθει στάσις γίνεται. καὶ δημηγορεῖ Εὐρυδίκη κατ’ αὐτοῦ, τοῦ γραμματέως Ἀσκληπιοδώρου
5ὑπηρετησαμένου τῷ λόγῳ, καὶ Ἄτταλος δέ. καὶ ῥύεται μόλις Ἀντίπατρος τῆς σφαγῆς, Ἀντιγόνου καὶ Σελεύκου τῇ παρακλήσει Ἀντιπάτρου ἀντιδημηγορησάντων ἐν τῷ πλήθει· οἳ καὶ αὐτοὶ διὰ τοῦτο ἐγγὺς ἐγένοντο τοῦ κιν‐ δύνου. ῥυσθεὶς δὲ Ἀντίπατρος τοῦ θανάτου πρὸς τὸ
10οἰκεῖον ὑπεχώρησε στρατόπεδον. καὶ οἱ ἵππαρχοι Ἀντι‐ πάτρου καλοῦντος πρὸς αὐτὸν ἧκον, καὶ μόλις τῆς στά‐ σεως πεπαυμένης Ἀντίπατρον πάλιν, ὡς καὶ πρόσθεν, ἄρχειν εἵλοντο.

1,34

καὶ ποιεῖται νέμησιν καὶ αὐτὸς τῆς Ἀσίας, τὰ μὲν τῆς προτέρας νεμήσεως ἐπικυρῶν, τὰ δὲ τοῦ καιροῦ βιαζο‐ μένου νεωτερίζων. Αἴγυπτον μὲν γὰρ καὶ Λιβύην καὶ τὴν ἐπέκεινα ταύτης τὴν πολλὴν καὶ ὅ τι περ ἂν πρὸς
5τούτοις δορὶ ἐπικτήσηται πρὸς δυομένου ἡλίου, Πτολε‐ μαίου εἶναι· Λαομέδοντι δὲ τῷ Μιτυληναίῳ Συρίαν ἐπιτετράφθαι. Φιλόξενον δὲ ἐπὶ Κιλικίας ἔταξεν, ἣν καὶ265

1,35

πρότερον εἶχεν. τῶν δὲ ἄνω ξατραπειῶν τὴν μὲν μέσην τῶν ποταμῶν γῆν καὶ τὴν Ἀρβηλῖτιν Ἀμφιμάχῳ τῷ τοῦ βασιλέως ἀδελφῷ ἔνειμε, Σελεύκῳ δὲ τὴν Βαβυλωνίαν προσέθηκεν· Ἀντιγένει δὲ τῷ πρώτῳ μὲν ἐπιθεμένῳ
5Περδίκκᾳ, τῶν δὲ ἀργυρασπίδων Μακεδόνων ἡγουμένῳ, τῆς Σουσιανῆς συμπάσης ἄρχειν. Πευκέστᾳ δὲ ἐβεβαίου τὴν Περσίδα. Καρμανίαν δὲ Τληπολέμῳ ἔνειμε, καὶ Μηδίαν Πείθωνι ἔστ’ ἐπὶ πύλας τὰς Κασπίους, Φι‐

1,36

λίππῳ δὲ τὴν Παρθυαίων γῆν. Ἀρείων δὲ καὶ τῆς Δραγ‐ γηνῶν χώρας Στάσανδρον καθίστη ἡγεμόνα, τῆς δὲ Βακτριανῆς καὶ Σογδιανῆς Στασάνορα τὸν Σόλιον, Ἀρα‐ χωτῶν δὲ Σιβύρτιον· καὶ Παραπαμισάδας Ὀξυάρτῃ τῷ
5Ῥωξάνης πατρί· τῆς δὲ Ἰνδῶν γῆς τὰ μὲν ξύνορα Πα‐ ραπαμισάδαις Πείθωνι τῷ Ἀγήνορος, τὰς δὲ ἐχομένας ξατραπείας τὴν μὲν παρὰ τὸν Ἰνδὸν ποταμὸν καὶ Πά‐ ταλα τῶν ἐκείνῃ Ἰνδῶν πόλεων τὴν μεγίστην Πώρῳ τῷ βασιλεῖ ἐπεχώρησε, τὴν δὲ παρὰ τὸν Ὑδάσπην ποταμὸν
10Ταξίλῃ, καὶ τούτῳ Ἰνδῷ, ἐπεὶ μηδὲ ῥᾴδιον μετακινῆσαι
αὐτοὺς ἐξ Ἀλεξάνδρου τε ἐπιτετραμμένους τὴν ἀρχὴν καὶ266

1,37

δύναμιν ἱκανὴν ἔχοντας. τῶν δὲ ἀπὸ τοῦ Ταύρου ὄρους ὡς ἐπὶ τὴν ἄρκτον φερόντων Καππαδόκας μὲν Νικάνορι ἐπέτρεψεν, ἐπὶ δὲ Φρυγίας τῆς μεγάλης καὶ ἐπὶ Λυκάοσί τε καὶ Παμφύλοις καὶ Λυκίοις, ὡς καὶ πρόσθεν, Ἀντί‐
5γονον· Καρίαν δὲ Ἀσάνδρῳ ἔνειμε, Λυδία δὲ Κλείτῳ

1,38

ἐδόθη, καὶ Ἀρριδαίῳ Φρυγία ἡ πρὸς Ἑλλησπόντῳ. τῇ δὲ κατακομιδῇ τῶν ἐν Σούσοις χρημάτων Ἀντιγένην ἔταξε, καὶ τούτῳ τῶν στασιασάντων Μακεδόνων τοὺς μάλιστα τρισχιλίους παρέδωκε· σωματοφύλακας δὲ τοῦ
5βασιλέως Αὐτόδικόν τε τὸν Ἀγαθοκλέους παῖδα καὶ Ἀμύνταν τὸν Ἀλεξάνδρου παῖδα Πευκέστου δὲ ἀδελφὸν καὶ Πτολεμαῖον τὸν Πτολεμαίου καὶ Ἀλέξανδρον τὸν Πολυπέρχοντος, Κάσανδρον δὲ τὸν ἑαυτοῦ παῖδα χιλι‐ άρχην τῆς ἵππου, τῆς δυνάμεως δὲ τῆς πρόσθεν ὑπὸ Περ‐
10δίκκᾳ τεταγμένης Ἀντίγονον ἡγεμόνα ἀπέφηνε, καὶ τού‐ τῳ τοὺς βασιλέας φρουρεῖν τε καὶ θεραπεύειν προστάξας τὸν πόλεμον ἅμα τὸν πρὸς Εὐμένη διαπολεμῆσαι αὐτῷ αἱρουμένῳ ἐπέτρεπεν. Ἀντίπατρος δὲ αὐτὸς πολλὰ ὑπὸ πάντων ἕνεκα πάντων ἐπαινούμενος ἐπ’ οἴκου ἀνεχώρει.
15Ἐν οἷς καὶ ὁ θʹ λόγος.

1,39

ὁ δὲ δέκατος διαλαμβάνει ὡς Εὐμένης τὰ περὶ Περ‐ δίκκαν μαθὼν καὶ ὅτι πολέμιος ἐψηφίσθη Μακεδόσιν, ἐπὶ πόλεμον παρεσκευάζετο. καὶ ὡς Ἀλκέτας ὁ Περδίκ‐
κου ἀδελφὸς διὰ ταῦτα ἔφυγε. καὶ Ἄτταλος ὁ τῆς κατὰ267
5Ἀντιπάτρου στάσεως οὐδενὸς φέρων τὰ δεύτερα καὶ αὐτὸς φυγὼν συνέμιξε τοῖς ἄλλοις φυγάσι. καὶ συν‐ ήχθη Ἀττάλῳ στρατός, πεζοὶ μὲν μύριοι, ἱππεῖς δὲ ὀκτακόσιοι. καὶ ὡς Ἄτταλος καὶ οἱ σὺν αὐτῷ ἐπιθέσθαι Κνίδῳ καὶ Καύνῳ καὶ Ῥοδίοις ἐπιχειρήσαντες ὑπὸ Ῥο‐
10δίων καρτερῶς ἀπεκρούσθησαν, Δημαράτου ναυαρχοῦν‐ τος αὐτοῖς.

1,40

διαλαμβάνει δὲ καὶ ὡς Εὐμένης Ἀντιπάτρου ἐς Σάρ‐ δεις ἰόντος ἐς χεῖρας ἐλθεῖν ἐγγὺς ἦν, Κλεοπάτρα δὲ ἡ τοῦ Ἀλεξάνδρου ἀδελφή, ἵνα μὴ ἐς τὸ τῶν Μακεδόνων πλῆθος ἐν διαβολῇ γένηται ὡς αὐτὴ τὸν πόλεμον αὐ‐
5τοῖς ἐπάγουσα, παραινεῖ καὶ πείθει Εὐμένη ἀποχωρῆσαι τῶν Σάρδεων. ἀλλ’ ὅμως οὐδὲν ἧττον ὁ Ἀντίπατρος παραγενόμενος αὐτὴν ἐπωνείδιζε τῆς ἐς Εὐμένη καὶ Περδίκκαν φιλίας. ἡ δὲ πρός τε ταῦτα κρεῖσσον ἢ κατὰ γυναῖκα ἀπελογεῖτο, καὶ πολλὰ ἄλλα ἀντεπεκάλει· τέλος
10δὲ εἰρηνικῶς ἀλλήλων ἀπηλλάγησαν.

1,41

ὅτι Εὐμένης ἐπελθὼν ἀπροσδοκήτως τοῖς οὐχ ὑπ’ αὐτῷ προσχώροις καὶ λείαν πολλὴν καὶ χρήματα συλ‐ λαβὼν τὸν οἰκεῖον στρατὸν κατεπλούτει. διαπρεσβεύε‐ ται δὲ καὶ πρὸς Ἀλκέταν καὶ τοὺς σὺν αὐτῷ ἐς ταὐτὸν
5τὰς δυνάμεις συναγαγεῖν ἀξιῶν καὶ οὕτως τοῖς κοινοῖς ἐχθροῖς μάχεσθαι· οἱ δὲ ἄλλων ἄλλα συμβουλευσαμένων τέλος οὐ πείθονται.
ὅτι Ἀντίπατρος Εὐμένει μὲν πολεμεῖν τέως οὐκ ἐθάρ‐ ρει, κατὰ δὲ Ἀττάλου καὶ Ἀλκέτα πέμπει πολεμήσοντα268
10Ἄσανδρον· καὶ ἀγχωμάλου τῆς μάχης γεγενημένης ἡτ‐ τᾶται Ἄσανδρος.

1,42

ὅτι διαφέρεται Κάσανδρος πρὸς Ἀντίγονον, καὶ παύ‐ εται Κάσανδρος τῆς κατὰ Ἀντιγόνου ἀταξίας, Ἀντιπά‐ τρου τοῦ πατρὸς διακωλύσαντος. ὅμως οὖν ὁ Κάσαν‐ δρος περὶ Φρυγίαν συμβαλὼν τῷ πατρὶ ἀναπείθει μήτε
5πόρρω τῶν βασιλέων ἀποχωρεῖν καὶ Ἀντίγονον δι’ ὑπο‐ νοίας ἔχειν, ὃ δὲ τῇ τε μετριοφροσύνῃ καὶ τῇ ἄλλῃ θεραπείᾳ καὶ ἀρετῇ τὸν δυνατὸν τρόπον διέλυε τὴν

1,43

ὑπόνοιαν. καὶ Ἀντίπατρος ἐπικλασθεὶς τῆς τε ξυνδια‐ βάσης αὑτῷ ἐς τὴν Ἀσίαν δυνάμεως πεζοὺς μὲν ἐπιτρέ‐ πει αὐτῷ Μακεδόνας ὀκτακισχιλίους καὶ πεντακοσίους καὶ ἱππέας τῶν ἑταίρων ἴσους, ἐλέφαντας δὲ τῶν πάν‐
5των τοὺς ἡμίσεας οʹ, ὡς ῥᾷον διαπολεμήσειεν τὸν πρὸς

1,44

Εὐμένη πόλεμον. καὶ Ἀντίγονος μὲν τοῦ πολέμου ἥπτετο, Ἀντίπατρος δὲ ἀναλαβὼν τοὺς βασιλεῖς καὶ τὴν ἄλλην δύναμιν ᾔει ὡς περαιωσόμενος ἐπὶ Μακεδονίαν. καὶ στασιάζει πάλιν ὁ στρατὸς αἰτῶν τὰ χρήματα. Ἀντί‐
5πατρος δὲ ἐπειδὰν ἔλθῃ εἰς Ἄβυδον ὡμολόγησε ποριεῖν αὐτά, καὶ δώσειν τυχὸν μὲν πάντα ὅση ἡ δωρεά, εἰ δὲ

1,45

μή, τήν γε πλείστην. καὶ ταύταις αὐτοὺς ταῖς ἐλπίσιν ἀναρτήσας ἀστασιάστως τὸ λοιπὸν καταλαμβάνει τὴν Ἄβυδον. ἐκεῖ δὲ τέχνῃ τούτους παρακρουσάμενος, νυ‐ κτὸς ἅμα τοῖς βασιλεῦσι περαιοῦται τὸν Ἑλλήσποντον
5παρὰ Λυσίμαχον. τῇ δὲ ὑστεραίᾳ καὶ αὐτοὶ ἐπεραιώ‐ θησαν, ὑπὲρ τῆς ἀπαιτήσεως τῶν χρημάτων παραυτίκα
ἡσυχάσαντες. ἐν οἷς καί τοῦ δεκάτου λόγου τὸ τέλος.269

2

(t)

E LIBRO PRIMO.
1 Anecd. Bekk. p. 179, 26 s. v. ψευσθῆναι· Ἀρρια‐ νὸς πρώτ· εἰ δὲ ψευσθείημεν τῆς ἐπὶ τῷ παιδὶ τοῦ Ἀλεξάνδρου προσδοκωμένης ἐλπίδος.

3-4

(t)

E LIBRO SECUNDO.

3

Anecd. Bekk. p. 173, 29 s. v. Σισίνης, Σισίνου κλί‐ νει τὸ ὄνομα Ἀρριανός. ἐχρήσατο αὐτῷ ἐν πάσῃ τῇ πραγματείᾳ τετραχῶς. Σισίνης δὲ ὁ Φραταφέρνου παῖς. ἐν μόνῳ δὲ τῷ δευτέρῳ λόγῳ εὑρέθη τὸ ὄνομα 〈τῶν〉
5μετὰ Ἀλέξανδρον.

4

Anecd. Bekk. p. 131, 19 s. v. γνωσιμαχ· ἅπαξ ἐχρή‐ σατο τῇ λέξει Ἀρριανὸς ἐν πάσῃ τῇ πράξει αὑτοῦ, ἐν δευτέρῳ τῶν μετ’ Ἀλέξανδρον· οἱ δὲ γνωσιμαχή‐ σαντες ὑπέδυσαν τὰ ἐπαγγελλόμενα.

5

(t)

E LIBRO TERTIO.
1 Anecd. Bekk. p. 170, 16 s. v. πολιτεύω· ἐνεργητι‐ κῶς, Ἀρριανὸς τρίτ· ὑμῖν δὲ τοὺς πατρίους νόμους ἀποδοὺς ἐν ἐλευθερίᾳ πολιτεύειν ἀπέδωκεν.

6

(t)

E LIBRO QUARTO(?).
1 Anecd. Bekk. p. 154, 12 s. v. καθηγοῦμαι· δοτικῇ. Ἀρριανὸς τετάρτῳ τῶν μετὰ Ἀλέξανδρον· καὶ ἐς
τὸν λιμένα καθηγεῖσθαι. Suid. s. v. καθηγοῦμαι· δοτικῇ. καθηγοῦμαι ταύταις270
5εἰς τὸν λιμένα.

7-8

(t)

E LIBRO QUINTO.

7

Anecd. Bekk. p. 154, 9 s. v. κατακούω· γενικῇ. Ἀρ‐ ριανὸς πέμπτ· οὐδ’ ἐθέλει κατακούειν τοῦ σατράπου.

8

Anecd. Bekk. p. 130, 26 s. v. βουλεύω· ἐνεργητικῇ διαθέσει κέχρηται ὁ Ἀρριανὸς ἐν πᾶσιν. ἐν πέμπτῳ τῶν μετὰ Ἀλέξανδρον· σὲ δὲ εἶναι τὸν βουλεύοντά τε ὑπὲρ τῶν ὅλων τὰ ξυμφορώτατα καὶ ἐπαγγέλλοντα
5πᾶν ὅτι περ ἂν ξυλλογισμῷ τύχῃ ξυμβουλευθέν.

9-31

(t1)

FRAGMENTA SINE DESIGNATIONE
t2LIBRI UNDE SUMPTA SUNT TRADITA,
t3ET FRAGMENTA DUBIA.

9

Suid. s. v. σιγηλός· σιγὴ δὲ ἦν βαθυτέρα πάσης ἐρη‐ μίας.

10

Suid. s. v. γνώμη· ὅτῳ θεία μὲν ἡ γνώμη
περιόντι, εἰς θεοὺς δὲ ἡ μεταχώρησις. Ἀρριανός.271

11

Suid. s. v. ἀφηλικέστερος· Ἀρριανός· παιδὸς γὰρ ἐκείνου ἀφήλικος ἐπιτροπεύσειν τε αὐτοὺς μέλλειν καὶ ὑπὸ τῷ ἐκείνου προσχήματι πᾶν ὅτιπερ καθ’ ἡδονήν σφισι πράξειν ἐς τοὺς ὑπηκόους.

12

Suid. s. v. Λεόννατος, στρατηγὸς Μακεδόνων, κατὰ γένος προσήκων 〈τῇ〉 Φιλίππου μητρί, συντραφεὶς δὲ Ἀλεξάνδρῳ, κατὰ τὸ τῆς τροφῆς ἐπιτήδειον καὶ τοῦ γέ‐ νους καὶ κατὰ μέγεθος μέντοι καὶ κάλλος τοῦ σώματος
5τιμῆς μετεῖχεν· ὅθεν αὐτῷ καὶ ζῶντος Ἀλεξάνδρου τό τε φρόνημα ὑπέρογκον ἦν καί τις ἁβρότης Περσικὴ κατά γε τὴν τῶν ὅπλων λαμπρότητα καὶ τὴν ἄλλην δίαι‐ ταν ἐς τὴν τῶν πολεμίων οὐκ ἀφανῶς ἐπετηδεύετο. τε‐ λευτήσαντος δὲ Ἀλεξάνδρου καὶ ζῆλον ἐποιεῖτο, εἰκάζων
10αὑτὸν πρὸς τὸν βασιλέα τῷ τε ἀφέτῳ καὶ ἀνειμένῳ τῆς κόμης καὶ τῇ ἄλλῃ κατασκευῇ, ἣ οὐ πρόσω τοῦ Περσι‐ κοῦ τρόπου ἤσκητο αὐτῷ.
ἵπποι τε Νισαῖοι, οἱ δὲ Φάσιδος ἄπο, χρυσοχάλινοι σύμπαντες, προετετάχατο τῆς τάξεως, ἐκπρέποντες τοῖς272
15καλλωπίσμασιν. ἐπήγνυντο δὲ αὐτῷ καὶ σκηναὶ μεγα‐ λοπρεπεῖς, καὶ ὅπλα κάλλει ὑπερφέροντα, εἵπετο καὶ τὸ τῶν ἑταίρων ἄγημα.

13

Suid. s. v. χρηματισαμένων· Ἀρριανός· χρημα‐ τισαμένων δὲ καὶ αὐτῶν τρίτη παρεγένετο πρεσβεία.

14

Suid. s. v. ἀνελεύθερος· οἱ δὲ ἐς ἀταξίαν ἰόντες καὶ ἀνάστατοι γενόμενοι ἀγεννῆ καὶ ἀνελευθέραν ἐποιή‐ σαντο τὴν ἀναχώρησιν, οἴκαδε ἀπονοστήσοντες.

15

Anecd. Bekk. p. 170, 13 s. v. παρεγγυ· δοτικῇ. Ἀρριανός· ταὐτὸ δὲ τοῦτο παρηγγύησε καὶ τοῖς ἀπο‐ σπασθεῖσιν ἀπὸ τῆς σὺν αὐτῷ στρατιᾶς.

16

Anecd. Bekk. p. 145, 18 s. v. ἐκπολεμ· αὐτὸς δὲ ἐς Ἀθήνας ἐλθὼν ὡς ἐκπολεμώσων τοὺς Ἀθηναίους πρὸς Ἀλέξανδρον.

17

Suid. s. v. Λεωσθένης· στρατηγὸς τῶν Ἀθηναίων. οὗτος ἐν τῷ πρὸς τοὺς Μακεδόνας πολέμῳ προθυμίᾳ χρησάμενος τοῦ καιροῦ προθυμοτέρᾳ καὶ τῇ παραπε‐
σούσῃ εὐπραγίᾳ κατὰ τῶν πολεμίων ἐπεξιὼν τήν τε ἐμ‐273
5βολὴν ἀφειδῆ ποιεῖται καὶ λίθῳ πληγεὶς πρὸς τὴν κε‐ φαλὴν ἀφυλάκτως ἐπὶ τῆς παρατάξεως πίπτει.

18

Suid. s. v. ἀνεδέχετο· ὁ δὲ τούτοις πιστεύων ἀνε‐ δέχετο τὸν πρὸς Ἀριαράθην πόλεμον.

19

Suid. s. v. Κρατερὸς ὁ Μακεδών· ὃς ἦν μέγιστός τε ὀφθῆναι καὶ οὐ πρόσω ὄγκου βασιλικοῦ τῆς τε σκευῆς τῇ λαμπρότητι διαφέρων, καὶ παντὶ τῷ κόσμῳ κατὰ τὸν Ἀλέξανδρον ἔσταλτο πλὴν τοῦ διαδήματος· καὶ τοῖς
5συγγινομένοις οἷος σὺν ἐπιεικείᾳ, καὶ τοῦ σεμνοῦ προσόντος, φιλοφρονέστατος δόξαι καὶ πιθανώτατος τῷ ἐπαγωγῷ τῶν λόγων, ὡς συμβαλεῖν τῇ τε σμικρότητι τοῦ Ἀντιπάτρου σώματος καὶ τῇ φαυλότητι, ἐπὶ τούτοις τῷ ἀπροσμίκτῳ καὶ ἀνημέρῳ εἰς τοὺς ὑπηκόους· 〈ὥστε〉
10θεραπεύειν τὸν Κρατερὸν κατὰ βασιλέα, καὶ ἐν ἐπαίνοις ἄγοντας κατὰ τὸ εἰκός, οἷα δὴ στρατηγῶν τὸν εὐτολμό‐ τατον καὶ τῶν πολεμικῶν ἔργων συνετώτατον, δεύτερον τῇ προτιμήσει μετὰ Ἀλέξανδρον ἀναμφιλόγως ἄγειν. κίνησίς τε δὴ οὖν ἦν ἐπὶ τούτῳ τῆς στρατιᾶς συμπά‐
15σης, Κρατερὸν μὲν οἷα βασιλέα ἐς τὸ ἐπιφανὲς θεραπευ‐ ούσης, καὶ ἑκάστων ἀπαξιούντων ἐν ἴσῃ μοίρᾳ ἄμφω τετάχθαι, Ἀντιπάτρῳ δὲ κατ’ οὐδὲν ἐθελόντων πείθεσθαι.

20

Anecd. Bekk. p. 139, 10 s. v. ἓν οὐδέν· Ἀρριανός· ἕν τε οὐδὲν ἐδόκει ἀπεῖναι τῶν ἑαλωκυίᾳ ἤδη πόλει ξυμφερομένων.274

21

Suid. s. v. ἀνεβάλλετο· Ἀρριανός· ἀνεβάλλετο τὴν τῆς ἄλλης χώρας δῄωσιν οἰόμενος ἐνδώσειν Ἀθηναίους.

22

Suid. s. v. Ἀντίπατρος· ὅτι τῶν Ἀθηναίων τὰς Ἀθήνας Ἀντιπάτρῳ τῷ Μακεδόνι παραδόντων, ἐν δέει ὄντες οἱ δημαγωγοὶ 〈οἱ〉 πρὸς τὴν ἐπανάστασιν τοὺς Ἀθηναίους ἐπάραντες μὴ τὴν αἰτίαν ἐπ’ αὐτοὺς
5ἐνέγκωσιν, ἔφυγον. οἱ δὲ Ἀθηναῖοι θανάτῳ ἐρήμην τού‐ τους κατεδίκασαν· ὧν ἦν Δημοσθένης ὁ ῥήτωρ καὶ Ὑπε‐ ρείδης καὶ Ἱμεραῖος, τὴν τοῦ θανάτου εἰσήγησιν εἰσ‐ ενεγκόντος 〈Δημάδου〉.

23

Suid. s. v. Δημοσθένης, ὁ ῥήτωρ, ἀνὴρ ἦν γνῶναί τε καὶ εἰπεῖν ὅσα ἐνθυμηθείη δυνατώτατος γε‐ νόμενος· ὅθεν καὶ δεινότατος ἔδοξε τῶν καθ’ αὑτόν, οἷα δὴ ἱκανώτατος τὸ ἀφανὲς εἰκάσαι καὶ τὸ γνωσθὲν275
5ἐξηγήσασθαι. καὶ ἐν οἷς ὑπὲρ τῶν κοινῶν λέγειν τι ἢ πράττειν ἐπεχείρησε, καιρῷ μὲν ἐπιτηδείῳ οὐ μάλα ἐχρήσατο ἐς δόξαν τῶν δημαγωγούντων, πλεῖστα δὲ εἷς ἀνὴρ οὗτος τῶν καθ’ αὑτὸν Ἀθηναίων τοῖς Μακεδόνων τυράννοις σὺν παρρησίᾳ ἀντειπὼν παρὰ τοῖςδε ἀδωρό‐
10τατος ἔδοξεν εἶναι. ὅτε δὴ συνέβαινε τοὺς ἐν ταῖς ἄλλαις πόλεσιν, οἷα δὴ τῶν κερδῶν ἐφιεμένους μᾶλλον [ἐκ] τοῦ ἐς τὸ κοινὸν λυσιτελοῦντος, ἐξωνηθέντας χρημάτων δό‐ σει τὸ κατὰ σφᾶς ὡς ἐδόκουν ἐν τῷ παραυτίκα 〈λυσιτε‐ λέσ〉, κέρδους τοῦ σφετέρου εἵνεκα, πρὸ τοῦ ἐς τὰ κοινὰ
15συμφέροντος τίθεσθαι. ὅθεν αὐτῷ καὶ ἐφ’ οἷς ὕστερον ᾐτιάθη συγγνόντες οἱ Ἀθηναῖοι κατεδέξαντό τε αὖθις καὶ ἐς πάντα συμβούλῳ ἐχρήσαντο. καὶ αὐτῷ ἡ τελευτὴ γενναία ἐπιγενομένη μάλιστα ἐς μεταμέλειαν ἤγαγεν αὐ‐ τοὺς οὐκ ἀφανῆ τῶν γνωσθέντων. οὐ πολλῷ γοῦν ὕστε‐
20ρον ἢ ἐξαγγελθῆναι τεθνηκότα Δημοσθένην, μετεγίνω‐ σκον ἐφ’ οἷς δέει τῶν Μακεδόνων μᾶλλον ἢ γνώμῃ τῇ δικαιοτάτῃ ἔκριναν, καὶ ἀτέλειάν τε τῷ πρεσβυτάτῳ γέ‐ νους τοῦ Δημοσθένους ψηφίζονται καὶ χαλκοῦν στῆσαι αὐτὸν ἐν ἀγορᾷ καὶ ἐλεγεῖον τῇ βάσει τοῦ ἀνδριάντος276
25ἐπέγραψαν·
εἴπερ ἴσην ῥώμην γνώμῃ, Δημόσθενες, εἶχες,
οὔποτ’ ἂν Ἑλλήνων ἦρξεν Ἄρης Μακεδών.

24,230r,1

Cod. Vatic. graec. 495, fol. 230r. .......... [Ἀρ‐ ριδαίου δὲ] τὴν παρὰ Πτολεμαῖον αὐτομόλησιν καὶ τοῦ σώμ[α‐ τος] τοῦ Ἀ‐

24,230r,2

λεξάνδρου τὴν ἐς Αἴγυπτον κομιδὴν ἐ̣π̣ε̣ὶ̣ Π̣ε̣[ρδίκκᾳ οἱ]

24,230r,3

ἀμφὶ Ἄτταλόν τε καὶ Πολέμωνα οἱ ἐπὶ κωλύσει [τῆς αὐτοῦ]

24,230r,4

ἀποχωρήσεως ἐσταλμένοι ἄπρακτοι [ἐπανελθόντες
ἔφρα‐]277

24,230r,5

σαν, ὁ δὲ ἔτι μᾶλλον ἠ̣[θέλησεν ἐπὶ τὴν Αἴγυ]πτον στρα[τεύ‐]

24,230r,6

ειν, ὡς Πτολεμαῖον μὲν ἀφελόμενος τὴν ἀρχὴν τῶν ἑαυτῷ τι‐

24,230r,7

να ἐπιτηδείων καταστῆσαι Αἰγύπτου ὕπαρχον, τοῦ σώμα‐

24,230r,8

τος δὲ τοῦ Ἀλεξάνδρου κρατῆσαι. ταῦτα δὲ ἐννοῶν ἐπει‐

24,230r,9

δὴ ἐς Κιλικίαν [ξ]ὺν τῇ δυνάμει ἀφίκετο, Φιλώταν μὲν τὸν

24,230r,10

ξατράπην τῆς χώρας ἐπιτήδειον τοῖς ἀμφὶ Κρατερὸν γι‐

24,230r,11

γνώσκων παρέλυσεν τῆς ἀρχῆς, Φιλόξενον δὲ ἀντ’ αὐτοῦ

24,230r,12

ἄρχειν κατέστησεν, ἕνα τῶν ἀφανῶν Μακεδόνων, οἷα δὴ

24,230r,13

ἐ̣ν̣ ἡμιολίῳ μισθοφορᾷ ὑπ’ Ἀλεξάνδρῳ ἐστρατευμέ‐ νον. πέμ‐

24,230r,14

ψας δὲ ἐς Βαβυλῶνα [ξὺ]ν δυνάμει [ἀπο]χρ[ώσ]ῃ ἄνδρα

24,230r,15

Μακεδόνα Δόκιμον τὸ ὄνομα τῶν ἐς τὰ μάλιστα ἑαυτῷ

24,230r,16

πιστῶν δοκούντων, τὸν μὲν ξατραπεύειν ἔταξεν τῆς
Βαβυ‐278

24,230r,17

λωνίας, Ἄρχωνα δὲ τὸν πρόσθεν ξατράπην ἐ̣π̣ὶ̣ τ̣ῆ̣ς̣ [συντάξ‐]

24,230r,18

εως τῶν προσόδων εἶναι ἔ̣τ̣α̣ξ̣ε̣ν̣· ἐ̣ν̣τ̣ε̣τ̣α̣λμένον δ̣ὲ̣ ἦν κρύ‐

24,230r,19

φα̣ τ̣ῷ̣ Δοκίμῳ, εἰ ἀφίκοιτο εἰς Βαβυλῶνα καὶ τῆς ξα‐

24,230r,20

τραπείας ἐγκρατὴς γένοιτο, Ἄρχωνα μὲν ἀπαλλάξαι

24,230v,1

ἐν ἀξιώσει ξυναγαγὼν καὶ φράσας τὴν Περδίκκου διάνοιαν

24,230v,2

...........................................

24,230v,3

...........................................

24,230v,4

π̣ο̣ ...... σ̣υ̣ν̣αγαγεῖν ὡς μὴ δ̣[εξ]ομένους̣ ἐπὶ τὴν ἀρχὴν τὸν [Δόκ]ι‐

24,230v,5

μον. καὶ οἱ μὲν πρὸς τούτοις ἦσαν, Δόκιμος δὲ ἐς Βαβυλῶ‐

24,230v,6

να ἀφικόμενος [κ]αὶ τῶν ἐκ τῆς χώρας τινὰς Βαβυλωνί‐

24,230v,7

ων π̣ρ̣ὸ̣ς̣ ο̣̣ὓ̣̣ς̣̣ ἐ̣̣γ̣̣έ̣̣ν̣̣ε̣̣τ̣̣ο̣̣ μ̣̣ά̣̣χ̣̣η̣̣ ἐ̣π̣εὶ στρατιῶται ......... ἐς πό‐

24,230v,8

λεμον κατέστη πρὸς Ἄρχωνα. καὶ τὰ μὲν πλήθη τῶν
ἀπο‐279

24,230v,9

μαχομένων κατ’ ἴσχυν τῶν χωρίων ἐκρατεῖτο· ὡς δ’ ἐν ἀκρο‐

24,230v,10

βολισμῷ τινι τραυματίᾳ γενομένῳ τῷ Ἄρχωνι οὐ πολλῷ

24,230v,11

ὕστερον ξυνέβη τελευτῆσαι ἐκ τῶν τραυμάτων, τηνικαῦ‐

24,230v,12

τα δὲ οὐ χαλεπ[ῶς] Δόκιμος ἐδέχθη τε ἐπὶ τὴν ξατρα‐ πείαν

24,230v,13

π̣ρ̣ὸ̣ς̣ τῶν Βα[βυλωνίων] καὶ τὰ ὑπὸ Περδίκκου προσ‐ τεταγμέ‐

24,230v,14

να ξὺν πίστει τῇ ἐς αὐτὸν ἔπρασσεν. ἐν δὲ τούτῳ Περδίκ‐

24,230v,15

κας μαθὼν τῶν ἐν Κύπρῳ βασιλέων Νικοκρέοντά τε

24,230v,16

τὸν Σαλαμίνιον καὶ τοὺς α̣ὐ̣τ̣ῷ̣ ξ̣υ̣γ̣γ̣ε̣ν̣ο̣μένους Π̣α̣σ̣ι̣‐ κ̣ρ̣ά̣‐

24,230v,17

την τὸν Σόλιον καὶ Νικοκλέα τὸν Πάφιον, τοῦτον καὶ Ἀν‐

24,230v,18

δροκλέα τὸν Ἀμαθούσιον πρὸς μὲν Πτολεμαῖον ξυμ‐ μαχί‐

24,230v,19

αν πεποιημένους, ναῦς δὲ οὐ πολὺ ἀποδεούσας δια‐ κοσίων

24,230v,20

ξυμπληροῦντας, τὴν δὲ Μαριέων πόλιν κ̣α̣ὶ̣ τ̣ὸ̣ν̣ ἄ̣ρ̣χ̣ο̣ν̣τ̣α̣

24,230v,21

ἐπιπολιορκοῦντας, ὁ δὲ [τριήρεις ἤθρ]οισεν ἐκ Φοι‐ νίκης

24,230v,22

[πρ]ὸς τὴν εἰς Μάριον αὐτόθεν ἐκ Κιλικίας 〈στρα‐ τείαν〉 κα[ὶ] πλο[ῖα π]ολλὰ

24,230v,23

στρογγύλα παρασκευάσας [ξ]ένους μὲν ἐς ὀ[κ]τακο‐
σίους280

24,230v,24

ἐπ[έβη]σεν τῶν νεῶν, ἱππέας δὲ ἐς πεντακοσίους, Σωσι‐

24,230v,25

γένην τὸν Ῥόδιον ἐπιτάξας ναύαρχον καὶ ξεναγὸν ἐπὶ τῶν

24,230v,26

ξένων Μήδιον τὸν [Θ]εσσαλόν, ἱππάρχην δὲ τῶν ἱππέων Ἀ‐

24,230v,27

μύνταν, τῆς δὲ ξυμπάσης δυνάμεως στ[ρ]ατη[γ]ὸν [ἀ]πο‐

24,230v,28

φήνας Ἀρι[στόν]ουν τὸν Ἀλεξάνδρου σωματοφύλακα

25,235r,1

Cod. Vatic. graec. 8495, fol. 235r, ...............

25,235r,2

ἀναγ̣α̣̣γ̣̣ὼ̣̣ν̣̣ ς̣̣τ̣̣ρ̣̣α̣̣τ̣̣ι̣̣ώ̣τας ἐς τρισχιλίους, παρὰ δὲ ναίων δέ‐

25,235r,3

κ̣̣α̣̣ ν̣̣α̣̣[ῦς λαβὼν] .......................... καὶ

25,235r,4

δέχε̣τ̣α̣ι̣ α̣ὐ̣τ̣ὸ̣ν Ἄσανδρος ὁ Καρίας ξ̣α̣τ̣ρ̣ά̣π̣η̣ς̣ ........ κ̣̣α̣̣‐

25,235r,5

τὰ γένος ἐπιτήδειος ὤν. καὶ Μένανδρος [ὁ Λυ]‐ δίας ξα‐

25,235r,6

τράπης τήν τε ἄφιξιν τὴν Ἀντιγόνου μαθὼν καὶ 〈τὴν〉 Ἀσάν‐

25,235r,7

δρου παρ’ αὐτὸν μεταχώρησιν, Περδίκκα[ν] ..... μ̣̣ε̣̣ν̣̣ω̣̣ς̣̣ ..

25,235r,8

................ ἀ̣μ̣φ̣ὶ̣ Κ̣ρ̣α̣τ̣ε̣ρ̣ὸ̣ν̣ .......... κ̣̣α̣̣ὶ̣̣ δ̣̣ι̣̣’ ὀ̣̣ρ̣̣‐

25,235r,9

γ̣̣ῆ̣̣ς̣̣ ἔχων Περδίκκαν ὅτι τὴν μὲν ξ̣α̣τ̣ρ̣α̣π̣είαν ἣν εἶχεν281

25,235r,10

α̣̣ὐτὸς Κλεοπάτρᾳ ἐπιτετρόφει, α̣ὐ̣τ̣ῷ̣ δ̣ὲ̣ τὴν στρατιὰν μ̣̣ό̣̣‐

25,235r,11

ν̣̣η̣ν̣ ὑπακούειν καὶ αὐτὸν ὑπὸ Κλεοπάτρᾳ εἶναι ἔταξεν,

25,235r,12

ὁ̣̣ρ̣̣ῶ̣̣ν̣̣ καὶ τὴν Εὐμένους ἐ̣ς̣ ..... παρὰ Κλεόπατραν ἀ̣̣μ̣̣φ̣̣ὶ̣̣

25,235r,13

...........................................

25,235r,14

......................... γ̣ρ̣ά̣φ̣ε̣ι̣ δ̣̣ὲ̣̣ ..

25,235r,15

.................... στρατιὰν .........

25,235r,16

τῶν ἐπιχωρίων ὅσους πλείστους δυν̣̣α̣̣τ̣̣ὸ̣̣[ς] γ̣έ̣ν̣οιτο κατα‐

25,235r,17

σχεῖν τὰς ἀπὸ Σάρδεων εἰς Φρυγίαν τὴν μεγάλην φερούσας

25,235r,18

ὁδοὺς ὡς ἔνι ἀφανέστατα καὶ α̣̣ὐ̣̣τ̣̣ὰ̣ς̣̣ ..............

25,235r,23

μ[ή πῃ] προαγγ̣έ̣λ̣λ̣[ηται] Εὐμένει τὰ ἐπ’ αὐτῷ βεβου‐ λευμέ‐

25,235r,24

να· αὐτὸς δὲ ἀναλαβὼν τῶν μὲν πεζῶν μ̣ά̣λ̣ι̣σ̣τ̣α̣ ἐς̣ δ̣̣ι̣̣ς̣̣‐

25,235r,25

χιλίους, ἱππέας [δ’ ὀλίγους] ἔχων ἀφίκετο κ̣α̣τ̣ὰ̣ τ̣ὸ̣ν̣ τ̣̣ό̣̣π̣̣ο̣̣ν̣̣ τ̣̣ῆ̣̣ς̣̣

25,235r,26

ἐ̣ν̣έ̣δ̣ρ̣α̣[ς] ......... πεντακοσίους ψ̣̣ι̣̣λ̣̣ο̣̣ὺ̣̣ς̣̣ ........

25,235r,27

...........................................

25,235r,28

....... τ̣̣ὰ̣̣ς̣̣ ἐ̣̣ν̣̣ Ἰ̣̣ω̣̣ν̣̣ί̣̣ᾳ̣̣ π̣̣ό̣̣λ̣̣ε̣̣ι̣̣ς̣̣ ξ̣̣υ̣̣μ̣̣π̣̣ά̣̣[σας] ........282

25,235v,1

............. [Ἔφεσός τε] κ̣α̣ὶ̣ αἱ ἐν κύ‐

25,235v,2

κλῳ τῆς Ἐφέσου πόλεις φιλίως κατε̣δ̣έ̣ξ̣α̣ν̣τ̣ο̣ αὐτόν· ὁ

25,235v,3

δὲ παρεσκευάζετο ὡς ἐπὶ Σάρδεις ἐλ̣ά̣σ̣ω̣ν̣ ἐ̣̣κ̣̣[εῖθ]ε̣̣ν̣̣. ἐν τούτῳ

25,235v,4

δὲ Κλεοπάτρα μαθοῦσα τοῦ τε Ἀντιγόνου τὴν ὁρμὴν καὶ

25,235v,5

τὴν ἐνέδραν τὴν ἐπὶ Εὐμένει παρεσκευασμένην, ἡ μὲν

25,235v,6

φράζει πρὸς Εὐμένη τὰ ἐξηγ̣γ̣ε̣λ̣μ̣έ̣ν̣α̣, ὁ δὲ ἀμφὶ δεί‐ λην ξυ‐

25,235v,7

ναγαγὼν τοὺς ξ̣υ̣νηκολουθηκ̣ό̣τ̣α̣ς̣ α̣ὐτῷ ψιλοὺς καὶ ἱπ‐

25,235v,8

πέας παραγγέλλει μήτε σάλπιγγα μήτε ἄλλο τι τῶν

25,235v,9

περιφανῶν σημείων προσμείναντας ὡς τάχιστα πρὸς πο‐

25,235v,10

ρείαν ἐσκευασμένους παρεῖναι. καὶ ἦν μὲν αὐ‐ τῷ ἡ φανε‐

25,235v,11

ρὰ ὁδὸς ὡς ἐπ’ ἀνίσχοντα ἥλιον ἐ̣π̣ὶ̣ Κ̣ο̣λ̣ο̣[σσάς] ... .... φέ̣‐

25,235v,12

ρ̣ο̣υ̣σ̣α̣, ὁ̣ δ̣ὲ̣ τ̣α̣ύ̣τ̣η̣ν̣ μὲν ἄγειν εὐλαβήθη τῷ κατειλῆφθαι

25,235v,13

εἰκ̣ά̣ζειν, ἦγε δ̣ὲ̣ ἐπὶ δ̣ύ̣ν̣ο̣ν̣τ̣α̣ τ̣ὴν ἐναντιωτάτην τῇ εὐθείᾳ

25,235v,14

κ̣̣α̣̣ὶ̣̣ ἐπὶ τ̣ῷ̣δ̣ε̣ ἥκιστα προσδοκωμένην· προελθὼν δὲ

25,235v,15

ἀμφὶ τοὺς εἴκοσιν σταδίους εἰς δεξιὰν μάλιστα ἐπι‐ στρέφει

25,235v,16

καὶ ὡς π̣̣ρ̣̣ο̣̣ς̣̣ω̣̣τ̣̣ά̣̣τ̣̣ω̣̣ τῆς ἐνέδρας ἀ ..................

25,235v,17

ὁ δ̣ὲ̣ α̣ . μεν ....... διὰ τῶν πεδίων .... δ̣’ ἤπειγεν, ἔπειτα

25,235v,18

ἤλ̣̣α̣̣υ̣̣ν̣̣εν τ̣̣ῆ̣̣ς̣̣ ἐπὶ Φρυγίαν τὴν μεγάλην φερούσης ὁδοῦ
ὅσ̣α̣283

25,235v,19

κ̣̣α̣̣ὶ̣̣ ἀναπαύειν τοὺς ἱππέας, πρὸς δ̣ι̣α̣ ...............

25,235v,20

ὅ̣̣π̣̣ου δὴ ἀ̣φηγεῖτο. τῆς δὲ αὐτῆς νυκτὸς Ἀντί‐ γονος ὑπερ‐

25,235v,21

β̣ε̣β̣η̣κ̣ὼ̣ς̣ ἐκ τοῦ Καΰστρου πεδίου π̣ε̣̣ρ̣̣ᾷ̣̣ τὸν Τμῶλον καὶ

25,235v,22

.......... ὀ̣̣λ̣̣ί̣̣γ̣̣ο̣̣ν̣̣ ὕ̣̣ς̣̣τ̣̣ε̣̣ρ̣̣ο̣̣ν̣̣ τῆς Εὐμένους ἀποχωρήσε‐

25,235v,23

ως· μαθὼν δὲ τὴν φυγὴν τὴν Εὐμένους καὶ ὅτι ........

25,235v,24

..... τοὺς ἐνεδρεύοντας εἰκάσας, ὁ δὲ ἐπελαύνε̣ι̣ εἰς τ̣̣ὰ̣̣ς̣̣ Σ̣̣ά̣̣ρ̣̣‐

25,235v,25

δ̣̣ε̣̣ι̣̣ς̣̣ ....... καταλαβὼν τ̣ὴ̣ν̣ ....................

25,235v,26

τὴν Κλεοπάτραν ......... Περδίκκαν μὲν ......... ἐ̣̣π̣̣ὶ̣̣

25,235v,27

........... τ̣̣ῶ̣̣ν̣̣ ὅ̣̣λ̣̣ω̣̣ν̣̣, σφίσιν δὲ οὐδὲν καλῶν πεπον‐

25,235v,28

.................... Περδίκκαν ἔφη ἐκ τῆς ἐπω‐

26

Suid. s. v. Κρατερός· Εὐμένης δὲ κατὰ τὸν πόλεμον εὑρὼν τὸ Κρατεροῦ σῶμα κείμενον ἔτι ἔμπνουν, κατα‐ πηδῆσαί τε ἀπὸ τοῦ ἵππου λέγεται καὶ κατολοφύρασθαι αὐτόν, ἐπιμαρτυρόμενος ἀνδρείαν τε τὴν Κρατεροῦ καὶ
5σύνεσιν καὶ τὸ ἄγαν ἵλεων τοῦ τρόπου καὶ ἐς φιλίαν τὴν πρὸς αὑτὸν ἀνεπίπλαστον, ὅσον τε πλούτου ἀνέραστον καὶ ὀρθῇ δικαιοσύνῃ σύντροφον· κράτιστος δὲ ἄρα οὗτος ὅτου τὰ τῆς ἀρετῆς ἔργα καὶ παρὰ τοῖς ἐναντίοις τῶν
ἐπαίνων ξυμφώνησιν ἔχει. ἐντίμως δὲ καὶ μεγαλοπρεπῶς284
10τὸ σῶμα αὐτοῦ ἐκήδευσεν. ἔχει μὲν οὖν καὶ ταῦτα Κρα‐ τερῷ ἀγαθὴν δόξαν, πεπίστευται δὲ σωφρονέστατος γε‐ νέσθαι καὶ πρᾳότατος καὶ φιλίας κοινωνῆσαι βεβαιότα‐ τος, οἷα δὴ τὸ φιλέταιρον φύσει κτησάμενος καὶ ἐπιτη‐ δεύσας.

27

Suid. s. v. Περδίκκας, ὁ Μακεδών. ὃν ἔκτειναν ἐξ ἐπιβουλῆς οἱ Μακεδόνες, ἄνδρα τά τε πολέμια κράτιστον γενόμενον καὶ μεγαλονοίᾳ χρησάμενον διαφερόντως· ἐξ οὗ δὴ καὶ τὸ ὑπέρογκον αὐτῷ τοῦ φρονήματος εὐθαρσὲς
5πρὸς πάντα κίνδυνον ἦν, τό τε ἄγαν μεγαλήγορον, σὺν ᾧ πάντας Μακεδόνας ὑπερφρονεῖν ἔδοξε, τάς [τε] εὐ‐ πραγίας αὐτῷ φθόνου ἐπαξίας ἐποίει· ἐπὶ δὲ τῷ φθόνῳ μῖσος ἐπεγίνετο, καὶ τὸ μὴ φέρειν ὑπὲρ σφᾶς ὄντα τε καὶ ὀνομαζόμενον. ὅθεν καὶ τὴν ἐν τοῖς πταίσμασι μετα‐
10βολὴν σὺν ὀργῇ τῆς πρόσθεν ὑπεροψίας μᾶλλον ἢ κρί‐ σεως ἀληθεστάτης δικαιώσει ἐς τὸ κατ’ αὐτοῦ ἐπιβού‐ λευμα ἐποιοῦντο.

28

Suid. s. v. χρῆσθαι· τά τε ἐπιτήδεια παρεσκευακέναι ἄφθονα καὶ ταῦτα προῖκα παρέξειν τῇ στρατιᾷ χρῆσθαι.

29

Suid. s. v. ἐπαινέσας· οὓς ἐπαινέσας τῆς προθυμίας ἀρκεῖσθαι ἔφη τοῖς παροῦσι.

30

Anecd. Bekk. p. 153, 12 s. v. κρίνω· τὴν νῦν ἀτιμα‐
ζομένην καὶ κρινομένην ὑμῖν.285

31

Suid. s. v. ἁλώσιμα (= s. v. ἦγε καὶ ἔφερεν)· Ἀρρι‐ ανός· ἀπὸ τῶν φρουρίων ὁρμώμενος ἦγε καὶ ἔφερεν τῆς ὑπ’ ἐκείνῳ οὐκ ὀλίγην, καὶ αὐτὸς οὐδαμῇ ἦν αὐτῷ
ἁλώσιμος.286