TLG 0074 010 :: Flavius ARRIANUS :: Parthicorum fragmenta

Flavius ARRIANUS Hist. Phil.
(Bithynius: A.D. 1–2)

Parthicorum fragmenta

Source: Roos, A.G., Wirth, G. (eds.), Flavii Arriani quae exstant omnia, vol. 2. Leipzig: Teubner, 1968 (1st edn. corr.): 224–252.

Cf. et 0074 015

Citation: Fragment — (line)

t

ΠΑΡΘΙΚΑ

1

Photius, Bibl. cod. 58, p. 17a, 23: Ἀνεγνώσθη Ἀρριανοῦ Παρθικ, ἐν βιβλίοις ιζʹ. οὗτος δὲ συν‐ τάττει πάντων ἄμεινον καὶ τὰ κατὰ Ἀλέξανδρον τὸν Μακεδόνα, ἔτι δὲ καὶ ἄλλην πραγματείαν, τὰ πάτρια τῆς
5Βιθυνίας, ἐξ ἧς καὶ αὐτὸς ἔφυ, ἐπιγράψας τὸ βιβλίον Βιθυνιακ· συγγράφεται δὲ καὶ τὰ κατὰ Ἀλανούς, ἣν ἐπέγραψεν Ἀλανικήν. Διέρχεται δὲ ἐν ταύτῃ τῇ πραγματείᾳ τοὺς πολέμους,
10οὓς ἐπολέμησαν Ῥωμαῖοι καὶ Πάρθοι Ῥωμαίων αὐτο‐ κράτορος ὄντος Τραϊανοῦ. φησὶ δὲ τὸ Πάρθων γένος Σκυθικόν, ἀποστῆναι δὲ
15τῆς τῶν Μακεδόνων ἐπι‐ κρατείας, ἅμα Περσῶν κα‐ ταστραφέντων πάλαι δου‐
λωθέν, δι’ αἰτίαν τοιαύτην. Ἀρσάκης καὶ Τηριδάτης224
20ἤστην ἀδελφὼ Ἀρσακίδαι, τοῦ υἱοῦ Ἀρσάκου τοῦ Φρια‐ πίτου ἀπόγονοι. οὗτοι Φε‐ ρεκλέα τὸν ὑπὸ Ἀντιόχου τοῦ βασιλέως (Θεὸν αὐτὸν
25ἐπίκλην ὠνόμαζον)—ἀλλ’ οἵ γε Ἀρσακίδαι τὸν ὑπὸ Ἀντιόχου σατράπην αὐτῶν τῆς χώρας καταστάντα Φε‐ ρεκλέα, ἐπεὶ τὸν ἕτερον τῶν
30ἀδελφῶν αἰσχρῶς ἐπείρασε βιασάμενος, οὐκ ἐνεγκόντες τὴν ὕβριν ἀνεῖλόν τε τὸν
ὑβρίσαντα καὶ ἑτέροις πέντε τὴν πρᾶξιν ἀνακοινωσά‐225
35μενοι καὶ τὸ ἔθνος Μακε‐ δόνων ἀπέστησαν καὶ καθ’ ἑαυτοὺς ἦρξαν καὶ ἐπὶ μέγα δυνάμεως ἤλασαν, ὡς καὶ Ῥωμαίοις ἀντιρρόπους μά‐
40χας θέσθαι, ἐνίοτε δὲ καὶ μεθ’ ἑαυτῶν τὴν νίκην ἔχοντας τοῦ πολέμου ἀπελ‐ θεῖν.
Πάρθους δέ φησιν ἐπὶ Σεσώστριδος τοῦ Αἰγυπτίων226
45βασιλέως καὶ Ἰανδύσου τοῦ Σκυθῶν ἀπὸ τῆς σφῶν χώ‐ ρας Σκυθίας εἰς τὴν νῦν μετοικῆσαι. οὓς ὁ Ῥωμαίων αὐτοκράτωρ Τραϊανὸς κατὰ κράτος ταπεινώσας ὑποσπόν‐ δους ἀφῆκεν, αὐτὸς αὐτοῖς τὸν βασιλέα καταστησάμενος.

2

(t1)

E LIBRO II
1Steph. Byz. s. v. Ζηνοδότιον, πόλις Ὀσροήνης
πλησίον Νικηφορίου, Ἀρριανὸς Παρθικῶν δευτέρ. τὸ ἐθνικὸν Ζηνοδότιος καὶ Ζηνοδοτιεύς, καὶ Ζηνοδοτη‐ νὸς ἐπιχωρίως.227

3

(t1)

E LIBRO IV
1Steph. Byz. s. v. Γάζακα, πόλις μεγίστη τῆς Μη‐ δίας, ὡς Κουάδρατος ἐν ὀγ‐ δόῳ Παρθικῶν. Ἀρριανὸς δὲ κώμην μεγάλην αὐτήν
5φησιν ἐν Παρθικῶν τετάρτ, καὶ ἑνικῶς “τῆς Γαζά‐ κου” λέγων. τὸ ἐθνικὸν Γαζακηνός.

4

(t1)

E LIBRO VI
1 Steph. Byz. s. v. Χολοβητην, μοῖρα Ἀρμενίας, Ἀρριανὸς ἕκτῳ Παρθικῶν· Τιγράνης † ἀρχόμενος ἄρχεται σατράπης· ἡ δὲ χώρα ἧς ἐπῆρχε Χολοβητηνὴ ὀνο‐ μάζεται.

5-6

(t1)

E LIBRO VIII

5

Steph. Byz. s. v. Ἐλέγεια, χωρίον πέραν Εὐφρά‐ του, Ἀρριανὸς ἐν Παρθικῶν ηʹ. τὸ ἐθνικὸν Ἐλεγεύς.

6

Ioannes Laurentius Lydus, De magistr. pop. Romans III 53 i. f. (p. 142, 16 sqq. Wünsch): Τοιοῦτος μὲν οὖν [ὁ] περὶ τῶν Κασπίων πυλῶν τοῖς Ῥωμαίων συγγραφεῦσιν ὁ λόγος, 〈ὃν〉 Ἀρριανὸς ἐπὶ τῆς Ἀλανικῆς ἱστο‐228
5ρίας καὶ οὐχ ἥκιστα ἐπὶ τῆς ὀγδόης τῶν Παρθι‐ κῶν ἀκριβέστερον διεξέρχεται, αὐτὸς τοῖς τόποις ἐπι‐ στάς, οἷα τῆς χώρας αὐτῆς ἡγησάμενος ὑπὸ Τραϊανῷ τῷ χρηστῷ.

7

(t1)

E LIBRO IX
1 Steph. Byz. s. v. Λίβανα, πόλις Συρίας ταῖς Ἄτραις γειτνιάζουσα. Ἀρριανὸς Παρθικῶν θʹ.

8-9

(t1)

E LIBRO X

8

Steph. Byz. s. v. Φάλγα, κώμη μέση Σελευκείας τῆς Πιερίας καὶ τῆς ἐν Μεσοποταμίᾳ. Ἀρριανὸς ἐν ιʹ Παρθικῶν. ἡ δὲ φάλγα γλώσσῃ τῇ ἐπιχωρίῳ τὸ μέσον δηλοῖ.

9

Steph. Byz. s. v. Χωχ, κώμη πρὸς τῷ Τίγριδι
ποταμῷ. Ἀρριανὸς δεκάτ· καὶ βασιλεὺς δ’ ἐξελαύνει ἐκ Σελευκείας οὐ πρόσω τοῦ Τίγριδος ἐς κώμην ᾗτινι Χωχὴ ὄνομα.229

10-11

(t1)

E LIBRO XI

10

Steph. Byz. s. v. Νάαρδα, πόλις Συρίας πρὸς τῷ Εὐφράτῃ, ὡς Ἀρριανὸς Παρθικῶν ἑνδεκάτ. τὸ ἐθνικὸν Νααρδηνὸς τῷ ἐγχωρίῳ τύπῳ.

11

Steph. Byz. s. v. Θεβηθ, φρούριον Μεσοποτα‐ μίας. Ἀρριανὸς ἑνδεκάτ. ὁ οἰκήτωρ Θεβηθηνός.

12-14

(t1)

E LIBRO XIII

12

Steph. Byz. s. v. Δόλβα, πόλις τῆς Ἀδιαβηνῆς, Ἀρριανὸς ιγʹ Παρθικῶν. τὸ ἐθνικὸν Δολβαῖος καὶ Δολβηνός.

13

Steph. Byz. s. v. Ἡφαίστου νῆσοι, τῆς Ἀδια‐ βηνῆς. Ἀρριανὸς ιγʹ Παρθικῶν. τὸ ἐθνικὸν Ἡφαι‐ στονησιώτης.

14

Steph. Byz. s. v. Χαζήνη, σατραπεία πρὸς τῷ Εὐφράτῃ τῆς Μεσοποταμίας. Ἀρριανὸς ἐν τρισκαι‐ δεκάτῳ Παρθικῶν· “ἐνταῦθ’ ἥ τε Ὀλβία καὶ τὰ πε‐ δία τῆς Χαζήνης σατραπείας ἐπὶ μήκιστον ἀποτεταμένα.”

15-16

(t1)

E LIBRO XVI

15

Steph. Byz. s. v. Ἄκρα ... δεκάτη ἔστι καὶ πέραν
τοῦ Τίγρητος Ἄκρα, Ἀρριανὸς ἑκκαιδεκάτη.230

16

Steph. Byz. s. v. Ὄραθα, πόλις τῆς ἐν Τίγρητι Μεσήνης. Ἀρριανὸς Παρθικῶν ἑκκαιδεκάτ. τὸ ἐθνικὸν Ὀραθηνός.

17

(t1)

E LIBRO XVII
1 Steph. Byz. s. v. Ἄτραι, πόλις μεταξὺ Εὐφράτου καὶ Τίγρητος, Ἀρριανὸς ἑπτακαιδεκάτῳ Παρθικῶν.

18-105

(t1)

FRAGMENTA SINE DESIGNATIONE LIBRI
t2UNDE SUMPTA SUNT TRADITA, ET FRAG‐
t3MENTA ARRIANO PER CONIECTURAM
t4ATTRIBUTA

18-85

(t1)

A. FRAGMENTA QUIBUS PROBABILITER SUUS
t2LOCUS ASSIGNARI POTEST

18

Suid. s. v. πονήσαντα· πονουμένῳ αὐτῷ περὶ τῆς βασιλείας τῶν Πάρνων ξυμβάλλουσι δύο τινες.

19

Suid. s. v. Ἀρσάκης, Πάρθων βασιλεύς· ὃς δόρατι πληγεὶς ἐν τῇ μάχῃ κατὰ τὴν πλευρὰν θνήσκει, ἀνὴρ γενόμενος τό τε σῶμα κάλλιστος καὶ περιβλεπτότατος καὶ τὴν ψυχὴν βασιλικώτατος καὶ τῶν ἐς πόλεμον ἔργων
5δαημονέστατος, καὶ ἐς μὲν τὸ ὑπήκοον πᾶν πρᾳότατος, ἐς καθαίρεσιν δὲ τοῦ ἀνθισταμένου ἐρρωμενέστατος.
καὶ τοῦτον Παρθυαῖοί τε ἐς τὰ μάλιστα ἐπόθησαν.231

20

Suid. s. v. θώραξ· θώραξ δὲ ἱππέως Πάρθου τοιόσδε ἐστί. τὸ μὲν γὰρ αὐτοῦ πρόσω στέρνον τε καὶ μηροὺς καὶ χεῖρας ἄκρας καὶ κνήμας καλύπτει, τὸ δὲ ὄπισθεν νῶτά τε καὶ τὸν αὐχένα καὶ τὴν κεφαλὴν ἅπασαν. περόναι δέ
5εἰσι πρὸς ταῖς πλευραῖς πεποιημέναι, αἷς ἑκάτερον τῶν μερῶν συμπορπηθὲν ὅλον σιδηροῦν ποιεῖ φαίνεσθαι τὸν ἱππέα, κωλύει δὲ οὐδὲν ὁ σίδηρος οὔτε τὰς ἐκτάσεις τῶν μελῶν οὔτε τὰς συστολάς· οὕτως ἀκριβῶς πρὸς τὴν τῶν μελῶν φύσιν πεποίηται. ὁπλίζουσι δὲ καὶ τὸν ἵππον
10ὁμοίως σιδήρῳ πάντα μέχρι τῶν ὀνύχων, διότι οὐδὲν αὐτοῖς ὄφελος ἂν εἴη τῶν ἰδίων ὅπλων, εἰ ὁ ἵππος αὐ‐ τοῖς προαπόλοιτο. Suid. s. v. σειραῖς, πλεκτοῖς ἱμᾶσι· καὶ γένος Πάρ‐ θων οἱ σειροφόροι καλούμενοι. μάχονται δὲ ἀπὸ ἵππων,
15σειρὰς ἱμάντων ἑλίσσοντες· πελάσαντες δὲ τοῖς πολε‐ μίοις ἐφιᾶσι τοὺς ἀπὸ τῶν ἱμάντων βρόχους ἀποστρέ‐ ψαντές τε τοὺς ἵππους ὀπίσω βιαίως ἐλαύνουσι, τοὺς δὲ ἁλόντας τοῖς βρόχοις τῇ ῥύμῃ τοῦ ἵππου ἀποθανόντας ἢ ζῶντας ἕλκουσι.

21

Suid. s. v. βύζην· ὁ δὲ τὰ φρέατα φορυτοῦ καὶ τῆς ἐπιτυχούσης ὕλης βύζην ἐνέπλησεν.

22

Suid. s. v. ἔσφηλε· ἄλλον δὲ οὐχ ὥσπερ Κράσσον τε
καὶ τοὺς ξὺν ἐκείνῳ ἔσφηλεν.232

23

Suid. s. v. διεφθαρμένος· ἤδη γὰρ Ἀντώνιος τῷ Κλεοπάτρας ἔρωτι διεφθαρμένος ἥττων ἦν ἐν πᾶσι τῆς ἐπιθυμίας.

24

Suid. s. v. ἀντίρροπον· τῇ τε γὰρ Κράσσου καὶ τῶν ἀμφ’ αὐτὸν φθορᾷ ἀντίρροπον γενέσθαι τὴν Πακόρου καὶ τῆς ξὺν αὐτῷ δυνάμεως ἀπώλειαν.

25

Suid. s. v. ἐπήρκεσεν· ταῦτα συνεχῶς ἀγγελλόμενα τῷ Ἀντωνίῳ αὐτόν τε ἐπήρκει ἐς τὴν ἀποχώρησιν καὶ τοὺς στρατιώτας μαλακωτέρους ἐποίει.

26

Suid. s. v. πρὸς θυμοῦ· εἶναι δὲ Ῥωμαίοις ἐκ παλαιοῦ πάτριον καὶ μάλιστα δὴ πρὸς θυμοῦ Ἀντωνίῳ.

27

Suid. s. v. ἐπαφωμένων· ὁ δὲ τοῦ τόξου ἐπαφώμε‐ νος ταῖς χερσίν, ὡς καὶ ταύτῃ περιορᾶν δοκεῖν τὰ Ῥω‐ μαίων πράγματα.

28

Suid. s. v. μέτριοι· ξυνομολογήσαντος ἄμφω ταῦτα ἑαυτοῦ καὶ ἄλλο ὅ τι περ τῶν μετρίων ἐπαγγέλλοι Ἀντώνιος, ὁ δὲ οὔτε τῆς παρασκευῆς τοῦ πολέμου ἀνῆκε. Suid. s. v. ἤδη· εἰ δὲ ἤδη μεταμέλει τούτων Ἀντωνίῳ,233
5καὶ αὐτὸς ξυνομολογῶ οὐκ ἀπὸ θυμοῦ εἶναι φιλίαν ξυν‐ άψαι Ῥωμαίοις.

29

Suid. s. v. τριβήν (et partim s. v. ὅσον οὔπω)· ὁ δὲ καὶ πάλαι ἤδη οὐ φέρων τὴν τριβὴν τοῦ πολέμου καὶ ἅμα ἐνθυμούμενος τὴν ὅσον οὔπω ἀπορίαν τῶν ἀναγ‐ καίων λύει τὴν πολιορκίαν.
5 Suid. s. v. διεφόρησαν· τάς τε καταλειφθείσας ἐν τῷ χάρακι κατασκευάς, πολλαὶ δ’ ἦσαν ὡς ἐς χρόνιον πολιορκίαν, διεφόρησαν.

30

Simplicius, Comment. in Aristotelis Categorias f. 125a l. 17 ed. Ven. (p. 230, 6 ed. Kalbfleisch): Καὶ ὑπὸ φαρμάκων δὲ ἐπιλαθέσθαι συνέβη πάντων, ὡς τοῖς μετὰ Ἀντωνίου τοῦ Ῥωμαίων στρατηγοῦ Πάρθοις πολεμοῦσιν
5συνέβη ἐπὶ βοτάνης τινὸς ἐδωδῇ, ὡς Ἀρριανὸς ἱστό‐ ρησεν ἐν τοῖς Παρθικοῖς· πλὴν ὅτι ἐκεῖνοι χρόνῳ πάλιν ἀπεκατέστησαν εἰς τὸ κατὰ φύσιν, ὅσοι περιεσώ‐ θησαν οἰνελαίου πόματος εὐπορήσαντες· τοῦτο γὰρ ἐκ περιπτώσεως ηὑρέθη τοῦ πάθους βοήθημα.

31

Suid. s. v. ἐπαγγέλλει· ὁ δὲ βασιλεὺς φιλοφρόνως δέχεται αὐτὸν καὶ κελεύει θαρρεῖν καί, εἴ τι θέλοι, ἐπαγγέλλειν. ὁ δὲ δεῖται ὑπὲρ Βονώνου τοῦ Πραάτου, ὃς ἦν λʹ ἔτη ἐν σκότῳ καθειργμένος.234

32

Suid. s. v. Ἐπίκλημα· ὁ δὲ Πάκορος ὁ Παρθυαίων βασιλεὺς καὶ ἄλλα τινὰ ἐπικλήματα ἐπέφερεν Τραϊανῷ βασιλεῖ καὶ † τὸ δοκεῖν ἐπίκλημα ἐποιεῖτο κατὰ Ῥωμαίων, ὅτι δόξαν ἐντὸς λʹ ἡμερῶν μηδετέρους παρὰ τὰ ξυγκεί‐
5μενα ἐπιτελεῖν, οἱ δὲ οὐ κατὰ τὸ θεσπισθὲν ἐπιτειχί‐ ζουσιν.

33

Suid. s. v. ἀπείρατον (et partim s. v. γνωσιμαχῆ‐ σαι)· Ἀρριανός· οὐκ ἀπείρατον αὐτῷ ἔδοξεν ἐκλιπεῖν εἴ πῃ Ὀσρόης γνωσιμαχήσας ὑποδύσεται τοῖς ἐκ Ῥω‐ μαίων τε καὶ ἑαυτοῦ ξὺν δίκῃ ἀξιουμένοις.

34

Suid. s. v. αὐτοκέλευστος· Ἀρριανός· κρότος τε ἀθρόος οὐκ ἐκ παραγγέλματος ἀλλ’ αὐτοκέλευστος ὡρμήθη.
Suid. s. v. παράγγελμα· κρότος τε ἀθρόος οὐκ ἐκ235
5παραγγέλματος ἀλλ’ ἔκ του αὐτοκελεύστου τῆς προθυ‐ μίας τῶν θεωμένων. Suid. s. v. θειασμός· Ἀρριανός· κρότος τε ἀθρόος καὶ ἐπιθειασμοὶ ὡρμήθησαν ὑπέρ τε τοῦ βασιλέως καὶ τῆς στρατιᾶς, ἐπιτυχῆ ἀμφοῖν γενέσθαι τὴν ὁρμήν.
10 Suid. s. v. ἐπιθειασμο· ἐπιθειασμοί τε ὑπέρ τε αὐτοῦ βασιλέως καὶ τῆς στρατιᾶς ἐγίνοντο. quae in hunc modum coniungenda videntur: κρότος τε ἀθρόος καὶ ἐπιθειασμοὶ οὐκ ἐκ παραγγέλματος ἀλλ’ ἐκ τοῦ αὐτοκελεύστου τῆς προθυμίας τῶν θεωμένων ὡρ‐
15μήθησαν ὑπέρ τε αὐτοῦ βασιλέως καὶ τῆς στρατιᾶς, ἐπι‐ τυχῆ ἀμφοῖν γενέσθαι τὴν ὁρμήν.

35

Suid. s. v. εἰσεποιήθη· ἐνιαύσιος ἦν ἡμέρα ἐν ᾗ Τραϊανὸς ἐπὶ διαδοχῇ τῆς Ῥωμαίων ἀρχῆς ὑπὸ τοῦ πα‐ τρὸς Νερούα εἰσεποιήθη.

36

Suid. s. v. Κάσιον ὄρος· πρὸς τῷ Εὐφράτῃ· καὶ Κάσιος Ζεύς· ἔνθα Τραϊανὸς ἀνέθηκε κρατῆρας ἀρ‐ γυροῦς καὶ κέρας βοὸς παμμέγεθες κεχρυσωμένον, ἀκρο‐ θίνια τῆς κατὰ Γετῶν νίκης, καὶ ἐπιγράμματα ἐν τοῖς
5ἀναθήμασιν Ἀδριανῷ πεποιημένα·
Ζηνὶ τόδ’ Αἰνεάδης Κασίῳ Τραϊανὸς ἄγαλμα,
κοίρανος ἀνθρώπων κοιράνῳ ἀθανάτων,
ἄνθετο.236

37

Suid. s. v. ἀμφίλογον (= s. v. Ἀξιδάρης)· Ἀρ‐ ριανός· Ἀξιδάρην δὲ ὅτι ἄρχειν χρὴ Ἀρμενίας, οὔ μοι δοκεῖ ἰέναι ἐς ἀμφίλογον.

38

Suid. s. v. εὐθεῖαν· τῆς δὲ τριβῆς τὰ αἴτια † οὐ δυνατὸς γενέσθαι εὐθεῖαν παρὰ βασιλέα ἐλάσαι τῷ δεῖσαι τὰς φυλακὰς τὰς Ἀξιδάρου, καὶ περιελθεῖν ἐν κύκλῳ, καὶ οὕτω διὰ μακροῦ ἀφικέσθαι.

39

Suid. s. v. παραβαλών· ὁ δὲ παραβαλὼν τὸν ἑαυτοῦ ἵππον τῷ Παρθαμασίρου ἵππῳ μηκέτι τὸ πέρα σπουδῇ ἐλαύνειν ἐκέλευε.

40

Suid. s. v. γνῶσις· Ἀρριανὸς ἐν Παρ‐ θικοῖς· περὶ Παρθαμασίρου δὲ οὐχὶ Ἀξιδάρου εἶναι ἀλλὰ ἑαυτοῦ τὴν γνῶσιν, ὅτι πρῶτος παραβαίνων τὰ ξυγκείμενα ἔτυχε τῆς δίκης.

41

Suid. s. v. μεταξ· Τραϊανὸς δὲ τῇ κοινωνίᾳ τῶν ἔρ‐ γων ἐκούφιζε τοῦ πλήθους τὸν κάματον καὶ μεταξὺ πο‐ ρευόμενος ἄλλοτε ἄλλως ἔταττε. Suid. s. v. προσκόπων (et partim s. v. καθιείς)· ὁ δὲ237
5Τραϊανός τινας ἀγγελίας ψευδεῖς διὰ τῶν προσκόπων ἀεὶ καθιεὶς εἴθιζεν ἅμα μὲν ἐν κόσμῳ πορεύεσθαι ἅμα δὲ πρὸς τὰ φοβερὰ μὴ ταράττεσθαι.

42

Suid. s. v. φυλάρχης· ξυμβάλλει τῷ Τραϊανῷ περὶ Αὐγάρου, ὃς ἦν Ὀσροήνης χώρας δυνάστης, οὕσπερ φυλ‐ άρχους ὀνομάζουσιν οἱ ἐκείνῃ, ὅτι καὶ τὰ χωρία αὐτῶν φυλαὶ ὀνομάζονται.

43

Suid. s. v. ἄκρα· ἧκε παρὰ βασιλέα παῖς Αὐγάρου, καλὸς καὶ μέγας καὶ ἐν ὥρᾳ ἄκρᾳ.

44

Suid. s. v. ν· Ἀρριανός· καὶ ἂν ἤδη ἀφῖχθαι αὐτὸν παρὰ βασιλέα, εἰ μὴ ἐδεδοίκει Πάρθους.

45

Suid. s. v. ὠνητ· καὶ τὴν χώραν ἐπιτρέπειν Τραϊανῷ Αὔγαρον καίπερ † ὅτι ὠνητὴν ἐκ Πακόρου ἔχει λαβὼν πολλῶν χρημάτων· καὶ τοῦτο ἀσμένῳ τῷ βασιλεῖ γίνεται.

46

Suid. s. v. ἐλλόβια· ὁ δὲ Τραϊανὸς λέγει τῷ Αὐγάρου
παιδί· μέμφομαί σε ὅτι μὴ πρόσθεν ἧκες παρ’ ἐμὲ συ‐ στρατεύσων καὶ τῶν πόνων συμμετασχήσων, καὶ ἐπὶ τῷδε ἂν ἡδέως τῶν ἐλλοβίων τούτων τὸ ἕτερόν σου ἀποσπά‐238
5σαιμι· ἐφαψάμενος ἅμα τοῦ ὠτὸς τοῦ ἑτέρου. τῷ δὲ ἦν ἄμφω τὰ ὦτα τετρημένα καὶ ἐξ ἀμφοῖν χρυσᾶ ἐνώτια ἐξηρτημένα.

47

Suid. s. v. Ἔδεσσα, πόλις Συρίας· εἰς ἣν ἀφικομένῳ Τραϊανῷ ὑπαντιάζει πρὸ τῆς πόλεως Αὔγαρος ἵππους τε δῶρ’ ἄγων νʹ καὶ σʹ καταφράκτους καὶ τοὺς θώρακας ἱππεῦσι καὶ ἵπποις καὶ βέλη ἑξακισμύρια. ὁ δὲ Τραϊανὸς
5τρεῖς λαβὼν θώρακας τἆλλα ξύμπαντα αὐτὸν ἔχειν ἐκέ‐ λευσεν.

48

Suid. s. v. ἀπὸ θυμο· ἐπεὶ δὲ οὐκ ἀπὸ θυμοῦ ἦν αὐτοῖς ἄρχων ὁ Αὔγαρος. Suid. s. v. ἀποδέον· τόσον δὲ ἀποδεῖν τοῦ τὴν πεπο‐ ρισμένην ἤδη αὐτῷ καὶ ἀπὸ γένους προσήκουσαν βασι‐
5λείαν ἀφελέσθαι.

49

Suid. s. v. δεξιός (= s. v. ἀπεχώρησε, s. v. Μάννον, s. v. πατήσας)· Ἀρριανός· ὁ δὲ παρὰ Μάν‐ νον ἀπεχώρησεν δεξιάς τε παραβὰς ἃς βασιλεῖ ἔδωκε καὶ ὅρκους πατήσας οὓς ὤμοσεν.

50

Suid. s. v. ἐπιχειρήσειν· ἔγραφεν ἐπιχειρήσειν μέλ‐ λειν τοῖς Σιγγάροις καὶ ἐπὶ τῷδε πέμπειν 〈ἠξίου〉 πε‐ ζοὺς ἀποχρῶντας.239

51

Suid. s. v. καρτερός· τήν τε πόλιν καὶ τὴν χώραν ἧστινος οἱ Νισιβηνοὶ καρτεροί εἰσιν ἐνδώσοντες.

52

Suid. s. v. Μαυρούσιοι· ἔθνος ἀπρόσμαχον τοῖς ἐκείνῃ βαρβάροις ὑπὸ τόλμης τε καὶ ὀξύτητος καὶ τοῦ μεμελετηκέναι ἐπελαύνειν τε ἀθρόους, ὅπου παρείξειε, κἀποφεύγειν εὐπετῶς καὶ ξυναλίζεσθαι αὖθις ἐκ τῆς
5φυγῆς, ὡς ὑποστρέψαντας ἐμβαλεῖν εἰς τοὺς ἀπρονοή‐ τως τε καὶ οὐκ ἐν τάξει διώκοντας. εἰ δὲ καὶ πταῖσμά τι γίγνοιτο, οὐκ ἐν στρατιᾷ Ῥωμαίων κινδυνεύσειν, ἀλλ’ ἐν ξυμμαχικῇ τε καὶ ταύτῃ βαρβάρων.

53

Suid. s. v. ἐγνωσμένον· Ἀρριανός· ἐγνωσμένον δὲ εἶναι σφίσιν, ἐπειδὰν ἐλάσωσιν ἐπ’ αὐτοὺς οἱ Μαυρού‐ σιοι, τοὺς μὲν κατὰ πρόσωπον αὐτῶν φεύγειν ὡς πεφο‐ βημένους, τοὺς δ’ ἐφ’ ἑκάτερα τεταγμένους ἐς τὰ πλάγια
5ἐμβάλλειν τῶν διωκόντων.

54

Suid. s. v. πρὸ ἔργου ἐτίθετο· τὴν Σποράκου χώ‐
ραν κατασχεῖν τοῖς ὅπλοις πρὸ ἔργου εἶναι ἔλεγεν.240

55

Suid. s. v. ὑφηγήσονται (= s. v. Ἀνθεμοῦς)· ὁ δὲ Τραϊανὸς ἐξελαύνει ὡς ἐπὶ τὴν Ἀνθεμουσίαν γῆν· ἐπὶ ταύτην γὰρ καὶ Αὔγαρος ὑφηγεῖτο ἰέναι.

56

Suid. s. v. στόλος (= s. v. Σποράκις)· Ἀρριανός· Σποράκης μαθὼν τὸν στόλον βασιλέως ἐπὶ τὴν ἑαυτοῦ ἐπικράτειαν γινόμενον ἔφυγεν.

57

Suid. s. v. ῥόθιον· Ἀρριανός· στοῖχον ἕνα ὁπλιτῶν προβεβλημένων τὰς ἀσπίδας, πολλῷ τῷ ῥοθίῳ καὶ ἅμα ξυγκελευσμῷ παντοίῳ ἐν χρῷ τοῦ ἀεὶ ἐμπεποιη‐ μένου ζεύγματος παραπλέουσαι.

58

Suid. s. v. ναύλοχον· ὁ δὲ ναῦς προσέταξεν ἐν τοῖς ἀγκῶσι ναυλοχεῖν λανθάνοντας, ἐπειδὰν δὲ αἴσθωνται ζευγνύειν αὐτὸν τὴν γέφυραν, διαβάλλειν ὡς τάχιστα. Suid. s. v. ἀξύμμετρον· οὐκ ἐξικνεῖτο δὲ τὰ βέλη διὰ
5τὸ τοῦ ποταμοῦ ῥεῦμα ἀξύμμετρον ὂν αὐτοῖς ἐς τὰς βολάς. Suid. s. v. ῥῦμα· ἐς τόξου ῥῦμα περιέπλεον τοὺς
Ῥωμαίους οἱ βάρβαροι πολλ’ ἅμα βέλη ἀφιέντες. Suid. s. v. ῥῦμα· κραταιῶς ἐκ τούτων ἀνῆπτον τὰ ῥύματα λαμβάνοντες ἐκ τῶν κατ’ ἄλληλα πλοίων, καὶ241
10κατείχετο τὸ ζεῦγμα τοῖς ῥύμασι.

59

Suid. s. v. ἁλιεύς· καὶ ἁλιεῖς καὶ ἐπὶ ποταμῶν· ἐκ τῶν πέριξ πόλεων ἐς τὴν τεταγμένην τῇ ἀναγωγῇ ἡμέ‐ ραν ἠθροισμένοι ἁλιεῖς ἐφειστήκεσαν. Ἀρριανός φησι. Suid. s. v. ἐπίπλους· Ἀρριανός· κυβερνήτας
5δὲ καὶ πρωράτας μόνους ἐπίπλους εἶχον.

60

Suid. s. v. δινήσας· Ἀρριανός· δῖναί τε ἔστιν ὅπῃ ἀτόπως ἐπιστρέφουσαι, ὡς μὴ πρόσθεν ἐμπίπτειν χρῆναι τὴν ἑπομένην τῇ προπλεούσῃ νηῒ 〈ἢ〉 τὴν φθάνουσαν τῇ ἄγαν εἰρεσίᾳ ἐκ τῆς δίνης ἐξελαθεῖσαν ἐς εὐθὺ τοῦ
5πλοῦ καταστῆναι.

61

Suid. s. v. ἐνδόσιμον (et partim s. v. κελευστής)· Ἀρριανός· οἱ δὲ κελευσταὶ καθ’ ἑκάστην ναῦν τὸ ἐν‐ δόσιμον τοῖς ἐρέταις ἐνέδοσαν, οἱ δὲ ἐπὶ τῇ ἐνδόσει ἀθρόοι τῷ ῥοθίῳ ἐπηλάλαξαν.

62

Suid. s. v. ῥόθιον· ὅτι δεινῶς μὲν κτύπος τε ῥοθίου καὶ χρεμετισμὸς ἵππων ἀλλήλοις ἀντεπατάγει· φησὶν Ἀρριανός.

63

Suid. s. v. ἀπήρτα· Ἀρριανός· ὁ δὲ ναυτικὸς στρα‐ τός, ἵναπερ μὴ ἄκρα ἐπὶ πολὺ ἀνέχουσα τοῦ ποταμοῦ
ἀπήρτα τὸν πλοῦν τῆς ὁδοῦ, ξυμπαρέπλει τῇ στρατιᾷ.242

64

Steph. Byz. s. v. Τύρος· Ἀρριανὸς δὲ τὰ Ἄναθα Τύρον καλεῖ.

65

Suid. s. v. ἀκινησία· καὶ τοὺς ἵππους ἐξελαύνειν προσέταξεν, ὡς διαλύοιτο αὐτοῖς τὸ ὑπὸ τοῦ παράπλου νεναρκηκὸς ὑπὸ ἀκινησίας.

66

Suid. s. v. διὰ μάχης ἐλθεῖν· οὐδενὸς τὸ παράπαν θαρρήσαντος διὰ μάχης αὐτοῖς ἐλθεῖν οὐδὲ μὴν ἀντι‐ τάξασθαι ἐς τὸ παντελές.

67

Suid. s. v. ναῦς· Ἀρριανός· Τραϊανὸς ὁ βασιλεὺς περῶν τὸν ποταμὸν νʹ νῆας εἶχε. τέσσαρες δὲ ἔφερον τὰ σημεῖα τὰ βασιλικά, αἵτινες καὶ τὴν στρατηγίδα κάλοις μακροῖς ἐξηρτημένην ἐφεῖλκον. εἶχε δὲ ἡ ναῦς μῆκος μὲν
5κατὰ τριήρη μάλιστα, εὖρος δὲ καὶ βάθος καθ’ ὁλκάδα, ὅσον μεγίστη Νικομηδὶς ἢ Αἰγυπτία· ἐν ᾗ ἐπεποίητο βασιλεῖ ἀποχρῶντα ἐνδιαιτήματα. αὕτη δὲ τά τε ἀκροστό‐ λια ἔφαινε 〈χρυσᾶ〉 καὶ ἐπ’ ἄκρῳ τῷ ἱστίῳ τὸ βασιλικὸν ὄνομα καὶ ὅσοις ἄλλοις βασιλεὺς γεραίρεται χρυσῷ ἐγκε‐
10χαραγμένα. νενέμητο δὲ τρίχα τὸ πᾶν ναυτικόν, ὡς μὴ τῷ ξυνεχεῖ πλόῳ ταράττοιντο.

68

Suid. s. v. ἀναγωγ· καὶ γίνεται ἀναγωγὴ τῶν νεῶν,
οὐ κατὰ τὸ πλῆθος οὕτω τῆς ἐπιβαινούσης αὐτῶν στρα‐ τιᾶς ἢ κατὰ 〈τὴν〉 τῶν ὅπλων λαμπρότητα ἢ τὴν ἄλλην ὑπὲρ τὸ ἀναγκαῖον ἐς κάλλος παρασκευήν.243

69

Steph. Byz. s. v. Ἀπάμεια ... ἔστι καὶ ἄλλη ἐν τῇ Μεσηνῶν γῇ “τῷ Τίγρητι περιεχομένη, ἐν ᾗ σχίζεται ὁ Τίγρης ποταμός, καὶ ἐν μὲν τῇ δεξιᾷ μοίρᾳ περιέρχεται ποταμὸς Σέλας, ἐν δὲ τῇ ἀριστέρᾳ Τίγρης, ὁμώνυμος
5τῷ μεγάλῳ.”

70

Steph. Byz. s. v. Σπασίνου Χάραξ, πόλις ἐν τῇ μέσῃ τοῦ Τίγρητος Μεσήνῃ.

71

Suid. s. v. Ἐρυθρὰ θάλασσα ἐκλήθη ὁ Περσικὸς κόλπος, οὐκ ἀπὸ τῆς χροιᾶς τοῦ ῥοθίου, καθάπερ τινὲς οἴονται, ἀλλ’ ἔκ τινος ἀνδρὸς Ἐρύθρου τὴν προσηγορίαν, ἐνδυναστεύσαντος τοῖσδε τοῖς τόποις.

72

Suid. s. v. πονήσαντα· Ἀρριανός· τὰ δὲ πονήσαντα
αὐταῖς οὐ χαλεπῶς ἐπεσκευάσθη.244

73

Suid. s. v. βουλευτικός· Ἀρριανός· οἱ γράψαντες οὐ μόνον τὰ ἔργα Τραϊανοῦ ἀλλὰ καὶ τὰ βουλεύματα.

74

Suid. s. v. χῶμα· Τραϊανὸς δὲ εἰς Βαβυλῶνα ἀφικό‐ μενος ἐντυγχάνει χώματι μεγίστῳ, ὅπερ χῶσαι ἐλέγετο Σεμίραμις. ἦν δὲ αὐτοῦ τὸ μὲν ὕψος ποδῶν εʹ καὶ κʹ, τὸ δὲ εὖρος ἐς νʹ, κατὰ μῆκος 〈δὲ〉 ἐπεῖχε σταδίους σʹ.
5κατηγορεῖ δὲ τὴν 〈πάλαι〉 δύναμιν τῆς πόλεως.

75

Steph. Byz. s. v. Βόρσιππα, πόλις Χαλδαίων, οὐδετέρως, ἱερὰ Ἀπόλλωνος καὶ Ἀρτέμιδος, λινουργεῖον μέγα. λέγεται καὶ θηλυκῶς. οἱ πολῖται Βορσιππηνοί. Ἀρ‐ ριανὸς δὲ Βορσιππεῖς αὐτούς φησι.

76

Ioannes Malalas, p. 274, 16 Bonn. Τὸν δὲ πόλεμον καὶ τὴν κατὰ Περσῶν νίκην τοῦ θειοτάτου Τραϊανοῦ ὁ σοφώτατος Ἀρειανὸς ὁ χρονογράφος ἐξέ‐245
θετο, ἱστορήσας καὶ συγγραψάμενος πάντα ἀκριβῶς.246

77

Suid. s. v. Σανατρούκης, Ἀρμενίων βασιλεύς, ὃς τὸ μὲν σῶμα ξύμμετρον εἶχε, τὴν γνώμην δὲ μέγας ἐτύγ‐ χανεν ἐς ἅπαντα, οὐχ ἥκιστα δὲ ἐς τὰ ἔργα τὰ πολέμια. ἐδόκει δὲ καὶ τοῦ δικαίου φύλαξ ἀκριβὴς γενέσθαι καὶ
5τὰ ἐς τὴν δίαιταν ἴσα καὶ τοῖς κρατίστοις Ἑλλήνων τε καὶ Ῥωμαίων κεκολασμένος.

78

Suid. s. v. ἁπτέα· τούτῳ δὲ ἐδόκει ἁπτέα τοῦ ἔργου πρὶν καὶ τῶν λοιπῶν ἐπαρθῆναι εἰς τὸ νεωτερίζειν τὰς γνώμας.

79

Suid. s. v. ἀτάσθαλα et s. v. παρείκοι· ὁ δὲ Τραϊα‐ νὸς ἔγνω μάλιστα μέν, εἰ παρείκοι, ἐξελεῖν τὸ ἔθνος, εἰ
δὲ μή, ἀλλὰ συντρίψας γε παῦσαι τῆς ἄγαν ἀτασθαλίας.247

80

Suid. s. v. ὑπό ο· Ἀρριανός· τὸ δὲ ἕβδομον τέλος ὑπό οἱ ἔχων καὶ ἄλλους πολλούς.

81

Suid. s. v. κατάλογος· ὁ δὲ Τραϊανὸς δύο στρατεύ‐ ματα καὶ τοῦ μεγάλου καταλόγου καὶ ξενικά.

82

Suid. s. v. χαλεπαίνει· ἔπεσον πλείονες τῶν Ῥωμαίων καὶ Τραϊανὸς ἐχαλέπαινε τοῖς πεποιημένοις.

83

Suid. s. v. ἄμωμον· Ἀρριανός· πέμπει παρὰ βασιλέα ἵππον χρυσοχάλινον καὶ ψέλια καὶ ἀκινάκας καὶ ἄμωμον.

84

Suid. s. v. σαμψῆραι· δῶρα φέρει Τραϊανῷ ὑφάσματα σηρικὰ καὶ σαμψήρας· αἱ δέ εἰσι σπάθαι βαρβαρικαί.

85

Suid. s. v. λύγος· Ἀρριανός· ὡς δὲ ἄπορος αὐτοῖς ἡ διάβασις ἐφαίνετο, ξυναγαγὼν ὁ Βρούτιος τοὺς ἐπιχω‐ ρίους κελεύει ἡγεῖσθαι τὴν ὁδόν, ὅπως εἰώθεσαν αὐτοὶ παρ’ ἀλλήλους φοιτᾶν ὥρᾳ χειμῶνος. οἱ δὲ κύκλους ἐκ
5λύγων τοῖς ποσὶ περιαρμόσαντες αὐτοί τε ἀβλαβῶς ἐπήρ‐ χοντο κατὰ τῆς χιόνος πιεζομένης ὑπὸ τῶν κύκλων καὶ τοῖς Ῥωμαίοις παρεῖχον οὐ χαλεπὴν τὴν πάροδον. ἦν δὲ
ἡ χιὼν ὡς ιϛʹ πόδας πολλαχῇ τὸ βάθος.248

86-105

(t1)

FRAGMENTA INCERTAE SEDIS

86

Suid. s. v. ἀμφίβολοι· Ἀρριανός· οἱ δὲ Μάρδοι ἑκατέρωθεν ἤδη ἀμφίβολοι γιγνόμενοι καὶ ὑπὸ τῶν ἀνα‐ βάντων παιόμενοι καὶ ὑπὸ τῶν κατὰ νώτου ἐπιθεμένων ὠθούμενοι ἀπέθνησκον.

87

Suid. s. v. ἀποστοματίζειν· ὁ δὲ κελεύει, ἀπὸ στό‐ ματος φράζειν τοῖς ἡγεμόσι τῶν Μάρδων. Suid. s. v. Μάρδοι· ἔθνος τὸ πᾶν λῃσταί· καὶ οὔτ’ ἂν εὖ ποιῶν τις αὐτοὺς πιστοὺς κτήσαιτο, οὔτ’ ἂν
5κακώσας ἐς τοσόνδε ταπεινώσειεν ὡς, εἰ τοῦ φόβου ἀπαλ‐ λαχθεῖεν, μὴ ἂν παραυτίκα ἐπιθέσθαι οἷς πάλαι ὑπέδυσαν. Suid. s. v. Μάρδοι· ἔθνος πολυάνθρωπον, τρα‐ χεῖαν γῆν ἐποικοῦντες, καὶ μόλις ἀφ’ ὧν γεωργοῦσι τρε‐ φόμενοι, ἄνιπποι καὶ πένητες, ὡς καὶ τὴν πρώτην ἀπι‐
10στεῖσθαι τύχην.

88

Suid. s. v. ἀνασοβηθείς· Ἀρριανός· τοὺς δὲ ἵππους εἶναι ἀγρίους ὑπό τε τῷ ἀήθει τοῦ δεσμοῦ, καὶ ὑπὸ τοῦ ἀπηρτημένου βά‐ ρους ἔτι μᾶλλον ἀνασοβηθέντας διαφορῆσαι αὐτόν.

89

Suid. s. v. ἄνδρα Ἀρριανός· ἄνδρα κατὰ νεότητα θρασύν, κατὰ ἀπειρίαν πραγμάτων ἀνόητον, καὶ διὰ ῥώμην σώματος καὶ τὸ ἐς τὰς μάχας προπετὲς τῷ πλήθει πιθανόν, οὐδὲ
5τὰς ὑπὲρ τῶν μεγίστων βουλὰς ἐν ὀλίγοις τοῖς μάλιστα προνοοῦσιν αὐτῶν ἀλλ’ ἐν παντὶ τῷ πλήθει γίνεσθαι 〈κελεύοντα〉, τὸ πέρα δὲ ἀντιτείνοντας ξυνδεῖν, καὶ δε‐
δεμένους μηδὲν μεῖον ἕπεσθαι.249

90

Suid. s. v. ἄχαρι· Ἀρριανός· ὁ δὲ πίστιν ἔδωκε τοῖς κατοικοῦσι, μηδὲν ἄχαρι πείσεσθαι ἐκ βασιλέως.

91

Suid. s. v. ἄχαρι· ὁ δὲ τοὺς αἰχμαλώτους ἀφεὶς ἐξιόντας τοῦ τείχους παρεφύλαττεν ἐφεστηκώς, μή τι ὑπὸ τῶν στρατιωτῶν πάθωσιν ἄχαρι, μίσει τῷ πρὸς Παρθυαίους.

92

Suid. s. v. ἐκείν· εἰς Παρθυαίαν ἐμβάλλειν καὶ τὰ ἐκείνῃ ἄγειν καὶ φέρειν καὶ τῇ στρατιᾷ σῖτα παρέχειν.

93

Suid. s. v. ἑκοντήν· Ἀρριανός· τὴν μέσην τῶν πο‐ ταμῶν γῆν ἑκοντὴν ἐνδιδόντων τῶν ἐποικούντων κατ‐ έσχεν.

94

Suid. s. v. ἐπιχωρήσας· ἐθέλω σοι τὰ δύνατα ἐπι‐ χωρήσας, τοῦ μὴ τὸ πέρα ἐς ἀμφίλογον προάγειν τὰ Ῥωμαίων πράγματα, ξύμβουλος γενέσθαι.

95

Suid. s. v. ἔχουν· καὶ χώματα δύο ἑκατέρωθεν ἔχουν ὡς πρὸς τὸ τεῖχος· ξύνδεσμος δὲ τοῦ χώματος αἱ πλίνθοι ἐγίνοντο αἱ ἐκ τῶν οἰκιῶν.

96

Suid. s. v. ἡμικλεῖς· ἐξαίφνης ἀνοίξαντες τὰς ἡμικλεῖς πύλας ἐξελαύνουσι τῆς πόλεως αὐτῶν Παρθυαίων καὶ Μήδων ὅ τι περ ὄφελος ἦν τῆς ἱππικῆς δυνάμεως, ἱπ‐ πεῖς ὡς ἑξακόσιοι.

97

Suid. s. v. καρτερός· ὁ δὲ ἐδύνατο καρτερὸς εἶναι
τῆς πόλεως, ἀλλ’ ἐνέδωκε ταύτην τῷ βασιλεῖ.
καὶ αὐτὸς ἐγώ, ἐν ᾧ ἔτι Ἀρμενίας καρτερὸς ἦν.
καὶ μάχης καρτερᾶς δὴ γενομένης διαφθείρεται πᾶσα
250
5ἡ στρατιὰ τῷ Ἀντιόχῳ.
ὅπερ οὐκ ἦν νόμιμον δρᾶσθαι ἐν γῇ ἧστινος Ῥωμαῖοι ἐκ παλαιοῦ καρτεροί εἰσιν.

98

Suid. s. v. ξυστόν· Ἀρριανός· τὰ σημεῖα τῆς ἐπι‐ λέκτου στρατιᾶς ἀετοί, εἰκόνες βασίλειοι, στέμματα, πάντα χρυσᾶ, ἀνατεταμένα ἐπὶ ξυστῶν ἠργυρωμένων.

99

Suid. s. v. ὀξύτης· Ἀρριανός· κατὰ τὴν βασιλέως ὀξύτητα καὶ αὐτὸς ὠμῶς τε καὶ ξὺν ὕβρει ἐξηγεῖτο.

100

Suid. s. v. παλτ· Ἀρριανός· ἐξηκόντιζον εἰς τοὺς προμαχομένους τοῦ τείχους οἱ μὲν παλτά, οἱ δὲ λίθους, οἱ δὲ τοξεύματα.

101

Suid. s. v. προσγεγόνει· ὁ δὲ τοῦ βασιλέως Ἀρμε‐ νίας παῖς προσγεγόνει αὐτῷ ξὺν δυνάμει ἱππικῇ οὐκ ὀλίγῃ.

102

Suid. s. v. πρόσω εὐθεῖαν ἐδόκει ἐλαύνειν ὡς ἐπὶ Σελεύκειαν· εἶναι γὰρ οὐ πρόσω σφῶν τὴν Σελεύκειαν, ἅτε εἴκοσι τῶν πλεί‐ στων ἡμερῶν ὁδὸν ἀπέχουσαν.
5 Suid. s. v. πέρα· ὁ δὲ τοῦ ἐπὶ Σελεύκειαν τὸ πέρα ἄγειν ἀπέσχετο.

103

Suid. s. v. σπείσασθαι· ἐθέλειν Πάρθοις καὶ ὑπὲρ
εἰρήνης σπείσασθαι. Suid. s. v. ξυμβαινούσης· ἐθέλειν σπείσασθαι, εἰ μάθοι ἐφ’ οἷστισι ξυμβαίνοιεν.251

104

Suid. s. v. σταθμητόν· Ἀρριανός· ἦν δὲ καὶ καμή‐ λων οὐ σταθμητόν τι πλῆθος.
καὶ αὖθις· πέτραι τε οὐ σταθμηταὶ τὸ μέγεθος ἀπὸ κεραιῶν μετέωροι αἰωρούμεναι πρὸς τοὺς ὑπιέναι ὁρ‐
5μῶντας τὸ τεῖχος ἐβάλλοντο.

105

Steph. Byz. s. v. Σωφην, χώρα τῶν πρὸς Ἀρμε‐
νίαν ... παρὰ δ’ Ἀρριανῷ Σωφανηνὴ τετρασυλλάβως.252