TLG 0074 009 :: Flavius ARRIANUS :: Bithynicorum fragmenta Flavius ARRIANUS Hist.
Phil. Bithynicorum fragmenta Citation: Fragment — (line) | ||
t | ΒΙΘΥΝΙΚΑ | |
1,1 | Photius, Bibl. cod. 93, p. 71a, 32: Ἀνεγνώσθη τοῦ αὐτοῦ (sc. Ἀρριανοῦ) τὰ Βιθυνικά, ἐν βιβλίοις ὀκτώ, ἐν οἷς τά τε μυθικὰ τὰ περὶ Βιθυνίας καὶ τἆλλα, ὅσα συνέστη περὶ αὐτήν, εἰς λεπτὸν ἀναγράφει, τῇ πα‐ | |
5 | τρίδι δῶρον ἀναφέρων τὰ πάτρια. Νικομήδειον γάρ [τι] τὸ γένος αὑτοῦ ἐν ταύτῃ τῇ συγγραφῇ διορίζει, ἐν αὐτῇ τε γεννηθῆναι καὶ τραφῆναι καὶ παιδευθῆναι, καὶ ἱερέα τῆς Δήμητρος καὶ τῆς παιδὸς αὐτῆς, αἷς καὶ τὴν πόλιν | |
---|---|---|
1,2 | ἀνακεῖσθαί φησι, χρηματίσαι. μέμνηται δὲ ἐν ταύτῃ τῇ συγγραφῇ καὶ ἑτέρων πραγματειῶν. ὧν ἡ μὲν ὅσα Τι‐ μολέοντι τῷ Κορινθίῳ κατὰ Σικελίαν ἐπράχθη, διαλαμβάνει· ἡ δὲ τὰ Δίωνι τῷ Συρακουσίῳ ὅσα | |
5 | ἀξιαφήγητα ἔργα ἐπετελέσθη, ἡνίκα τὰς Συρακού‐ σας καὶ πᾶσαν Σικελίαν ἀπὸ τοῦ δευτέρου Διονυσίου, ὃς ἦν παῖς τοῦ προτέρου, ἠλευθέρου, καὶ τῶν βαρβάρων, οὓς ὑπὲρ τοῦ βεβαίως τυραννεῖν Διονύσιος ἐπηγάγετο. | |
1,3 | φαίνεται δὲ τετάρτην γράφων τὴν τῆς πατρίδος ἀφήγη‐ σιν. μετὰ γὰρ τὰ περὶ Ἀλέξανδρον καὶ Τιμολέοντα καὶ Δίωνα, μετὰ τὰς περὶ αὐτοὺς ἱστορίας, ἥδε αὐτῷ ἡ συγγραφὴ ἐξεπονήθη, καὶ ἐξ ἀρχῆς μὲν, ἀφ’ οὗ γρά‐ | |
5 | φειν ἴσχυσε, ταύτην ἐνστήσασθαι καὶ συντάξαι τὴν ὑπό‐ θεσιν βουληθέντι, τῆς δὲ παρασκευῆς τῷ ἐνδεῶς αὐτὸν ἔχειν παρατεινάσης τὸν χρόνον· ταύτην γὰρ αὐτὸς τῆς | |
ἐπὶ τούτῳ βραδυτῆτος ἀποδίδωσιν αἰτίαν. | ||
1,4 | ἄρχεται μὲν οὖν, ὥσπερ εἴρηται, ἀπὸ τῶν μυθικῶν τῆς ἱστορίας, κάτεισι δὲ μέχρι τῆς τελευτῆς τοῦ ἐσχάτου Νικομήδους, ὃς τελευτῶν τὴν βασιλείαν Ῥωμαίοις κατὰ διαθήκας ἀπέλιπεν, οὔπω βασιλευομένοις μετὰ τὴν τοῦ | |
5 | Ταρκυνίου ἐξέλασιν. | |
2(t) | E LIBRO PRIMO | |
1 | Stephan. Byz. s. v. Ὄλυμπος, ὄρος Μυσίας. Ἀρριανὸς Βιθυνιακῶν πρώτῳ. οἱ οἰκοῦντες Ὀλυμ‐ πηνοί. | |
3(t) | E LIBRO SECUNDO | |
1 | Etymol. Magn. p. 176, 32. Ἀφεσίου Ζεὺς ἐν Ἄργει τιμᾶται. εἴρηται δὲ ὅτι Δευκαλίων τοῦ κατα‐ κλυσμοῦ γενομένου διαφυγὼν καὶ εἰς τὴν ἄκραν τὴν Ἄργους διασωθεὶς ἱδρύσατο βωμὸν ἀφεσίου Διὸς, ὅτι | |
5 | ἀφείθη ἐκ τοῦ κατακλυσμοῦ. ἡ δὲ ἄκρα ὕστερον Νεμέα ἐκλήθη, ἀπὸ τῶν Ἄργου βοσκημάτων ἐκεῖ νεμομένων. οὕτως Ἀρρειανὸς ἐτυμολογεῖ ἐν τῷ βʹ τῶν Βιθυ‐ νιακῶν. | |
4-7(t) | E LIBRO QUINTO | |
4 | Steph. Byz. s. v. Μεγαρικόν, πολίχνιον, ὃ συγ‐ καταλέγεται ταῖς Βιθυνῶν πόλεσιν. Ἀρριανὸς πέμπτῳ· „Ἀστακός τε καὶ Ἡραία καὶ τὸ Μεγαρικόν“. ἐθνικὸν | |
Μεγαρικός. | ||
5 | Steph. Byz. s. v. Ἀστακός, πόλις Βιθυνίας, ἀπὸ Ἀστακοῦ τοῦ Ποσειδῶνος καὶ νύμφης Ὀλβίας, ὡς Ἀρ‐ ριανὸς ἐν Βιθυνικοῖς ἱστορεῖ. | |
6 | Steph. Byz. s. v. Νικομήδειον, ἐμπόριον Βι‐ θυνίας. Ἀρριανὸς πέμπτῳ Βιθυνιακῶν. τὸ ἐθνικὸν Νικομηδεύς. | |
7 | Steph. Byz. s. v. Βιθυνόπολις, πόλις 〈Βιθυ‐ νίασ〉, ἀπὸ Βίθυος. τὸ ἐθνικὸν ὤφειλε Βιθυνοπολίτης, εὗρον δὲ Βιθυνιαπολίτης παρὰ Ἀρριανῷ ἐν πέμπτῳ Βιθυνικῶν. δεῖ δὲ τοῦ Βιθυνόπολις εἶναι Βιθυνοπο‐ | |
5 | λίτης. | |
8-72(t) | E LIBRIS INCERTIS | |
8 | Eustath. ad Dionys. 809, p. 359, 38. Ἰστέον δὲ ὅτι Διονύσιος μὲν Ἀσιανῶν ἐνταῦθα Φρυγῶν μέμνηται, ἄλλοι δέ φασι καὶ ἑτέρους Εὐρωπαίους εἶναί ποτε Φρύ‐ γας, ἐξ ὧν περαιωθέντων οἱ κατὰ τὴν Ἀσίαν ἐγένοντο. | |
9 | Eustath. ad Dionys. 809, p. 359, 26. Ὀλβιωτά‐ τους δὲ τοὺς Φρύγας καὶ Ἀρριανὸς ἱστορεῖ, λέγων καὶ ὅτι λέγονται Φρύγες παλαιότατοι ἀνθρώπων γενέσθαι, καὶ ὅτι μαίνονται τῇ Ῥέᾳ καὶ πρὸς Κορυβάντων κατέχονται | |
5 | (ἤγουν κορυβαντιῶσι δαιμονῶντες)· ὅταν δὲ κατασχῇ αὐτοὺς τὸ θεῖον, ἐλαυνόμενοι καὶ μέγα βοῶντες καὶ ὀρ‐ χούμενοι προθεσπίζουσι τὰ μέλλοντα, θεοφορούμενοι | |
καὶ μαινόμενοι. | ||
10 | Eustath. ad Iliad. XVI 617, p. 1078, 20. Ἦν δὲ καὶ σίκιννις κωμικωτέρα, ἣν πρῶτον, φασίν, ὠρχήσαντο Φρύγες ἐπὶ Σαβαζίῳ Διονύσῳ, ὀνομασθεῖσαν κατὰ τὸν Ἀρριανὸν ἐπὶ μιᾷ τῶν ὀπαδῶν τῆς Κυβέλλης νυμφῶν, | |
5 | ᾗ ὄνομα ἦν Σίκιννις. | |
11 | Eustath. ad Dionys. 322, p. 274, 19. Ὅτι οὐ μό‐ νον Εὐρωπαῖοι Μυσοὶ ἀλλὰ καὶ Ἀσιανοί. ὁ δὲ Ἀρριανὸς τῶν Εὐρωπαίων Μυσῶν ἀποίκους λέγει τοὺς ἐν τῇ Ἀσίᾳ Ὀλυμπηνοὺς Μυσούς, οἵτινες Μυσοὶ ὀνομάζονται ἢ ἀπὸ | |
5 | Μυσοῦ τοῦ Διὸς ἢ ἀπὸ ἑτέρου Μυσοῦ υἱοῦ Ἀργανθώνης τῆς γενναίας, τῆς ὀρεσιβίου, ἢ ἀπὸ τοῦ φυτοῦ τῆς μυ‐ σῆς ἢ τοῦ μυσοῦ, ἀμφοτέρως γὰρ λέγεται, ὅπερ τὴν ὀξύην δηλοῖ κατὰ τὴν γλῶσσαν τῶν Λυδῶν, ὡς καὶ ὁ Γεωγράφος | |
10 | φησίν. | |
12 | Steph. Byz. s. v. Ἀβρεττηνή, χώρα Μυσίας, ἀπὸ Βρεττίας νύμφης. τὸ ἐθνικὸν Ἀβρεττηνός, ὡς Ἀρ‐ ριανός φησιν. | |
13 | Eustath. ad Dionys. 322, p. 274, 37. Ὁ δ’ | |
αὐτὸς Ἀρριανὸς καὶ Θρᾴκην τινὰ ἱστορεῖ νύμφην σοφὴν ἀμφὶ ἐπῳδάς τε καὶ φάρμακα, καὶ οἵαν τὰ μὲν ἐκλῦσαι τῶν παθημάτων φαρμάκοις, τὰ δὲ ἐργάσασθαι, ὁποία | ||
5 | τις καὶ ἡ Μήδεια ἱστόρηται καὶ ἡ Ἀγαμήδη καὶ ἡ θρυ‐ λουμένη Κροκοδίκη· καὶ ἀπὸ ταύτης τῆς Θρᾴκης δοκεῖ ὠνομάσθαι ἡ χώρα, Πέρκη ποτὲ καλουμένη. Ὁ αὐτὸς λέγει καὶ ὅτι ἔθος ἦν Θρᾳξὶ πολλὰς ἔχειν γυναῖκας, ὡς ἂν ἐκ πολλῶν πολλοὺς ἔχοιεν παῖδας, καὶ | |
10 | τὸ ἔθος αὐτοῖς γενέσθαι φησὶν ἀπὸ βασιλέως αὐτῶν Δο‐ λόγκου, ᾧ παῖδες πολλοὶ ἐκ πολλῶν γυναικῶν ἐγένοντο. | |
14 | Eustath. ad Iliad. VII 166, p. 673, 45 Ἐνυάλιος δὲ κατὰ μὲν τοὺς πλείους ὁ πολεμικὸς ἀπὸ τῆς Ἐνυοῦς, τινὲς δὲ ὥσπερ τὴν Παλλάδα διὰ φόνον τοῦ Πάλλαντος οὕτω καὶ τὸν Ἐνυάλιον διά τι τοιοῦτον κεκλῆσθαί φα‐ | |
5 | σιν. Ἀρριανὸς γοῦν ἱστορεῖ ὅτι ἐλθὼν Ἄρης εἰς τὰ τῆς Θρᾴκης χωρία, ὅπου τὰ οἰκία ἦν τῷ Ἐνυαλίῳ, ἤθελε ξενισθῆναι· ὁ δὲ οὐκ ἤθελε δέχεσθαι, φάμενος οὐκ ἂν ξενίσαι ἄλλον ἢ ὃς κρείσσων αὐτοῦ τὰ πολέμια ἔλθοι. καὶ ὅς· “ὥρα σοι ξενίζειν ἐμέ, καθότι κρείσσων σοῦ φημὶ | |
10 | τὰ πολέμια εἶναι.” τοῦ δὲ Ἐνυαλίου ἀποφάσκοντος ἔρ‐ χεται εἰς χεῖρας, καὶ ἐπὶ πολὺ τῆς μάχης ἐκταθείσης τέλος ὁ Ἐνυάλιος πίπτει ὑπὸ τῷ Ἄρεϊ, πληγεὶς ὅπλῳ τῇ ῥομφαίᾳ. διὸ καθότι μέγα τοῦτο ἆθλον ὁ Ἄρης νέος ὢν | |
ἐξετέλεσεν, ἐκαλεῖτο ἐπ’ αὐτῷ Ἐνυάλιος. | ||
15 | Tzetz., Chiliad. XII 793: ὁ δ’ Ἐνυάλιος θεὸς πολεμικὸς ὑπάρχει. κατά τινας ὁ Ἄρης μὲν παῖς Ἐνυοῦς ὢν Ἥρας, ἄλλοις υἱὸς τοῦ Ἄρεος, ἑτέροις δὲ θεράπων, Ἀρριανῷ δὲ ἄλλος τις Ἄρεϊ ἐσφαγμένος. | |
15 | Eustath. ad Iliad. VI 75, p. 626, 23. Ἰστέον δὲ καὶ ὅτι περὶ Ἑλένου ἱστορία τοιαύτη φέρεται παρὰ Ἀρρι‐ ανῷ. Ἠδωνοῦ Θρᾳκὸς ἀνδρὸς παῖς Ἕλενος, μάντεων διαπρεπέστατος· παρὰ τοῦτον ἐξ Ἀσίας φοιτῆσαι τὸν | |
5 | Πριάμου παῖδα Σκαμάνδριον, ὃν ἀπονοστήσαντα οἴκαδε μνήμην θέσθαι τοῦ τὴν μαντικὴν ἐκπαιδεύσαντος Ἕλε‐ νον ἀπὸ Σκαμανδρίου μετονομασθέντα. | |
16 | Eustath. ad Dionys. 520, p. 316, 20. Τὴν μὲν Μάκριν, ὃ ἔστι τὴν Εὔβοιαν, Ἀβαντιάδα λέγει (Dionysius), ἀπὸ τοῦ ἐν αὐτῇ ἔθνους τῶν Ἀβάντων, Θρᾳκίου ἔθνους, ὥς φησιν Ἀρριανός, κληθέντος οὕτως ἀπό τινος Ἀργείου | |
5 | υἱοῦ Ποσειδῶνος Ἄβαντος. | |
17 | Steph. Byz. s. v. Γετία, ἡ χώρα τῶν Γετῶν ... ἔστι δὲ Θρᾳκικὸν ἔθνος ... νόμοι δὲ Γετῶν τὸ ἐπισφά‐ ζειν τὴν γυναῖκα τῷ ἀνδρὶ καὶ ὅταν ἐπικηρυκεύωνται κι‐ | |
θαρίζειν. Ἀρριανὸς δὲ Γετηνοὺς αὐτούς φησι. | ||
18 | Steph. Byz. s. v. Τριῆρες, 〈Θρᾴκιον〉 ἔθνος, ἀπὸ Τριήρου τοῦ Ὀβριάρεω παιδὸς καὶ Θρᾴκης, ὡς Ἀρ‐ ριανὸς ἐν Βιθυνιακοῖς. | |
19 | Eustath. ad Dionys. 322, p. 274, 30. Ὅτι Θρᾷ‐ κες οὐ μόνον Εὐρωπαῖοι, ἀλλὰ καὶ Ἀσιανοί, κατὰ τὴν Ἀρριανοῦ ἱστορίαν, λέγοντος ὥσπερ Φρύγας καὶ Μυ‐ σοὺς οὕτω δὴ καὶ Θρᾷκας ἐξ Εὐρώπης διαβῆναι εἰς | |
5 | Ἀσίαν μετὰ Πατάρου τινὸς ἡγεμόνος, ὅτε οἱ Κιμμέριοι τὴν Ἀσίαν κατέτρεχον, οὓς ἐκβαλόντες ἐκ Βιθυνίας οἱ Θρᾷκες ᾤκησαν αὐτοί. | |
20 | Eustath. ad Dionys. 793, p. 355, 44. Ῥέειν δέ φασι καὶ αὐτὸν (sc. τὸν Ῥήβαντα ποταμὸν) ἐκ τοῦ Μυ‐ σίου Ὀλύμπου, καθὰ καὶ τὸν Σαγγάριον, ὃς δὴ Σαγγά‐ ριος καὶ ναυσίπορός ἐστι καὶ μέγιστος τῶν ἐν Βιθυνίᾳ | |
5 | ποταμῶν, εἰσβάλλων εἰς τὸν Εὔξεινον. τοὺς δὲ Βιθυ‐ νοὺς καὶ ναυτικωτάτους ἱστοροῦσι γενέσθαι ποτέ, καὶ τὴν αὐτῶν γῆν πάμφορόν τε καὶ εὔδενδρον εἶναί φασι, καὶ λιθοτομίας ἔχουσαν πολλαχοῦ καὶ κρυστάλλους ἐν ὄρεσι φύουσαν, καὶ ἄλλα πολλὰ ἔχουσαν ἀγαθά. | |
10 | λέγεται δὲ καὶ ὅτι τὴν ἀπὸ Βοσπόρου γῆν ἕως ἐπὶ Ῥή‐ βαντα Βιθυνοί ποτε κατέσχον· τὴν δὲ αὐτοῦ ἐπέκεινα ἐπὶ Πόντον ὀρεινὴν οἱ Θυνοὶ ἔσχον ἄχρι ποταμοῦ Κάλητος, ὡς εἶναι ὁμόρους τούς τε Θυνοὺς καὶ τοὺς Βιθυνούς, | |
οὕτω καλουμένους ἀπό τινων ἀδελφῶν ἐπιφανῶν Θυ‐ | ||
15 | νοῦ καὶ Βιθυνοῦ, παίδων Φινέως κατὰ ποίησιν (ἤτοι ποιητῶν καὶ θετῶν), καθά φησιν Ἀρριανός, ὃς καὶ γνήσιον παῖδα Φινέως ἱστορεῖ Παφλαγόνα, ἐξ οὗ χώρα Παφλαγονία. καὶ γῆν λέγει Ῥηβαντίαν τὴν πρὸς τῷ Ψιλλίῳ ποταμῷ, καὶ δημιουργόν τινα ἱστορεῖ παρὰ Βι‐ | |
20 | θυνοῖς Δοιδάλσην καλούμενον, οὗ ἔργον ἐν Νικομηδείᾳ γενέσθαι θαυμαστὸν ἄγαλμα Στρατίου Διός. λέγει δὲ ὁ αὐτὸς Ἀρριανὸς καὶ ὅτι ἄλλοι Ὀδρύσου παῖδάς φασι τὸν Θυνὸν καὶ τὸν Βιθυνόν, ὧν ἡ χώρα ὁμώνυμος. | |
25 | Eustath. ad Iliad. I 404, p. 125, 30 Ἀρριανός· „φῦναι Φινέα“. | |
21 | Eustath. ad Dionys. 809, p. 360, 7. Ἀρριανὸς δέ φησιν ὅτι “Θυνὸς καὶ Μυσὸς υἱοὶ ἦσαν Ἀργανθώ‐ νης, ἥτις καλόν τι χρῆμα νύμφης ἦν, ἀφ’ ὧν Θυνὸς μὲν Θυνίαν οἰκίσας ἀφ’ ἑαυτοῦ ὠνόμασε, Μυσοὶ δὲ ἐπὶ τῷ | |
5 | Μυσῷ ὠνομάσθησαν”. | |
22 | Eustath. ad Iliad. II 857, p. 364, 1. Ἀρρια‐ | |
νὸς δὲ τοιαῦτα περὶ Ἁλιζώνων ἱστορεῖ· οὓς Ὅμηρος ἐν νεῶν καταλόγῳ φησὶν Ἁλιζῶνας, Βιθυνοί εἰσιν; ὧν Ὁδίος καὶ Ἐπίστροφος ἦρχον· καὶ ἡ Ἀλύβη, ἐν ᾗ λέγει ἀργύ‐ | ||
5 | ρου γενέθλην εἶναι, παραδείκνυται, καὶ οὐκ ἀμαυρὰ ὑπόμνησις ἀργυρίων ἔργα ὑπολελειμμένα ὁρᾶται. Ἁλι‐ ζῶνες δὲ οἱ· ἄνθρωποι οὗτοι, φησί, καλοῦνται ὅτι παντα‐ χόθεν θαλάσσῃ περιείργονται, ἀπὸ μὲν ἄρκτου καὶ ἀνα‐ τολῆς τῷ Εὐξείνῳ πόντῳ, πρὸς μεσημβρίαν δὲ καὶ νότον | |
10 | τῷ Ἀστακηνῷ κόλπῳ τῷ πρὸς Νικομήδειαν, πρὸς δὲ δύσιν καὶ ζέφυρον τῇ Προποντίδι καὶ τῷ Βοσπόρῳ, ὡς μὴ πόρρω χερρονήσου εἶναι τὰ πολλὰ αὐτῶν καὶ δι‐ καιότατα λέγεσθαι διεζῶσθαι θαλάσσῃ. ὁ δ’ αὐτὸς Ἀρ‐ ριανὸς λέγει καὶ τὸν ῥηθέντα Ὁδίον Ῥοδοίτην ποτὲ | |
15 | καλεῖσθαι, εἶτα εἰς Ῥοδίον μεταπεσεῖν, εἶτα Ὁδίον κλη‐ θῆναι. | |
23 | Eustath. ad Iliad. V 408, p. 565, 4. Ἐνταῦθα δὲ χρήσιμον καὶ τὸ τοῦ Ἀρριανοῦ εἰπόντος ἐν Βιθυ‐ νιακοῖς ὅτι ἀνιόντες εἰς τὰ ἄκρα τῶν ὀρῶν Βιθυνοὶ ἐκάλουν Πάπαν τὸν Δία καὶ Ἄττιν τὸν αὐτόν. | |
24 | Eustath. ad Iliad. VII 459, p. 691, 47. Καὶ ὁ Πρίηπος οὐ μόνον ἐν τῷ η λέγεται, ἀλλὰ καὶ διὰ τοῦ α Πρίαπος, καὶ διὰ τοῦ ε δὲ Πρίεπος παρὰ Ἀρριανῷ ἐν Βιθυνιακοῖς, παρ’ ᾧ καὶ εἰς ἥλιον ἀλληγορεῖται | |
5 | ὁ Πρίεπος διὰ τὸ γόνιμον. | |
25 | Eustath. ad Iliad. III 275, p. 414, 30. Τὸν Ἥλιον δὲ ταμίαν τῶν ὅρκων ἐνταῦθα καλεῖ ὡς πάντα ἐφορῶντα. διὸ καὶ Βιθυνοὶ, ὡς Ἀρριανὸς ἱστορεῖ, δίκας ἐδίκαζον καθεζόμενοι ἀντίοι τοῦ Ἡλίου, ὡς ἂν ὁ | |
5 | θεὸς ἐποπτεύοι. | |
26 | Eustath. ad Iliad. II 754, p. 336, 12. Κατὰ τὴν ἱστορίαν τοῦ Ἀρριανοῦ καὶ Βιθυνίας ποταμὸς Ὅρκος ὄνομα, ὃς φρικωδέστατος ὅρκων τοῖς ἐκεῖ ἐνομί‐ ζετο πρὸς βίαν εἰς τὰς δίνας ἕλκων τὸν ἐπίορκον, εἰ μὴ | |
5 | δρόμῳ ἐξεπήδησεν. | |
27 | Eustath. ad Odyss. IX 65, p. 1615, 3. Ἀρριανὸς δὲ λέγει καὶ ὅτε παρὰ Βιθυνοῖς τελοῦνται τὰ νεκύσια, κα‐ λεῖν ὀνομαστὶ τὰς τῶν κατοιχομένων ψυχὰς ὅσοι τελευ‐ τᾶν ἔτυχον ὑπερόριοι, καὶ κατακαλεῖν αὐτοὺς ἐς τρὶς | |
5 | καὶ δέεσθαι ἀνελθεῖν ὡς μετάσχοιεν τῆς δαιτός. | |
28 | Eustath. ad Dionys. 911, p. 375, 18. Ὅτι νῆσός ποτε ἦν ἡ Τύρος, ὡς καὶ Ἀρριανὸς λέγει· “Τύρος ἡ τότε ἔτι νῆσος.” ὠνόμασται δὲ ἀπὸ Τύρου τοῦ Φοίνικος, ἢ ἀπὸ γυναικὸς Τυροῦς, ἧς καὶ Ἀγήνορος ἡ Εὐρώπη, ἧς ἡ | |
5 | χώρα ἐπώνυμος. | |
29 | Eustath. ad Dionys. 270, p. 264, 17. Ὅτι Εὐ‐ ρώπη ἡ χώρα ἐξ Εὐρώπης λέγεται καθὰ καὶ ὁ Λυκόφρων (1398) φησίν· ἀφ’ ἧς ὁ Σαρπηδών, ὡς ἱστορεῖ Εὐριπί‐ δης ἐν Ῥήσῳ (29). Ἀγήνορος δὲ αὕτη θυγάτηρ, ἣν Ταῦ‐ | |
5 | ρος ὁ τῆς Κρήτης βασιλεὺς ἐληΐσατο, ναυμαχίᾳ τὴν | |
Τύρον ἑλών. σημείωσαι δὲ ὅτι ἄλλος ἐστὶν οὗτος παρὰ τὸν Λύκιον Σαρπηδόνα. Σαρπηδὼν μὲν γὰρ οὗτος, ὁ τῆς ῥηθείσης Εὐρώπης, ἀδελφός ἐστι Μίνωος καὶ Αἰα‐ κοῦ κατὰ τὸν Ἀρριανόν, ὁ δὲ ἐκ Λυκίας Σαρπηδὼν ὁ | ||
10 | Ὁμηρικὸς οὐκ ἂν εἴη τούτοις σύγχρονος. | |
30 | Eustath. ad Dionys. 874, p. 371, 12. Ὅτι Κί‐ λικες τὸ ἔθνος, καθά φησιν Ἀρριανός, ἀπὸ Κίλικος τοῦ Ἀγήνορος, ὃς ἐκ Φοινίκης κατὰ ζήτησιν Εὐρώπης σταλεὶς καὶ πολλὴν γῆν πλανηθεὶς οὐδενὶ μὲν ἴχνει τῆς | |
5 | παιδὸς ἐνέτυχε, τὴν δὲ πολλὴν τῆς Κιλίκων γῆς κατα‐ σχὼν ἀφ’ ἑαυτοῦ τὴν ἐπωνυμίαν τῇ χώρᾳ δέδωκεν. | |
31 | Eustath. ad Dionys. 391, p. 290, 13. Ἰστέον δὲ ὅτι ὁ μὲν μῦθος τὴν τῷ Κάδμῳ συνοικήσασαν Ἁρμο‐ νίαν Ἄρεος καὶ Ἀφροδίτης γενεαλογεῖ. Ἀρριανὸς δὲ Ἀσιανήν τε αὐτὴν οἶδε καὶ Δαρδάνου ἀδελφήν. φησὶ | |
5 | γὰρ ὅτι Κάδμος ὑπὸ τοῦ πατρὸς κατὰ ζήτησιν τῆς ἀδελ‐ φῆς Εὐρώπης σταλεὶς καὶ πλανώμενος περιπετὴς γέγο‐ νεν Ἁρμονίᾳ τῇ τοῦ Δαρδάνου ἀδελφῇ καὶ ἁρπάσας καὶ εἰς τὰς νῆας ἐνθέμενος προσέσχε τῇ Βοιωτῶν γῇ, ἔνθα Θηβαίων ἐγένετο καρτερὸς πλούτῳ τε εὐδοκιμῶν καὶ | |
10 | τῇ ἄλλῃ σοφίᾳ. | |
32 | Eustath. ad Iliad. II 814, p. 351, 28. Ἱστορεῖ δὲ ὁ Γεωγράφος καὶ ὅτι Βάτεια ἀπὸ Βατείας προσηγόρευ‐ ται τῆς Δαρδάνου γυναικός, ἧς καὶ Ἀρριανὸς μεμνη‐ μένος φησὶν ὅτι Δάρδανος ἐκ Σάμου τῆς Θρᾳκίας ἐλθὼν | |
5 | τὰς τοῦ Τεύκρου βασιλέως θυγατέρας ἔγημε, Νησὼ καὶ Βατείαν. καὶ ἐκ μὲν τῆς Νησοῦς ἦν αὐτῷ θυγάτηρ Σί‐ βυλλα ἡ μάντις, ἀφ’ ἧς καὶ ἄλλαι γυναῖκες ὅσαι ἐγένοντο μαντικαὶ σίβυλλαι ἐλέγοντο, οὐχ ὡς πρὸς αἵματος αὐτῇ οὖσαι ἀλλὰ διὰ τὴν ὁμοίαν θεοφορίαν τυχοῦσαι τῆς ἐπι‐ | |
10 | κλήσεως· ἐκ Βατείας δὲ Ἐριχθόνιος καὶ Ἶλος. ex Arriano fortasse etiam Eustath. ad Dionys. 524, p. 317, 21. Ἐλέγετο δέ ποτε (ἡ Σαμοθρᾴκη) Δαρδανία, διὰ τὸν Δάρδανον, ὃς ἐν τῷ κατακλυσμῷ διεπορθμεύθη ἐκεῖθεν εἰς τοὺς Τρωικοὺς τόπους. | |
15 | Eustath. ad Iliad. XX 214, p. 1204, 51. Περὶ δὲ Δαρ‐ | |
δάνου φασὶν οἱ παλαιοὶ ὅτι ἐν τῷ κατακλυσμῷ τῷ κατὰ τὸν Δευκαλίωνα ἐκ τῆς Σαμοθρᾴκης ἀσκὸν ἢ σχεδίαν μετὰ δερμάτων σκευάσας, καθὰ καὶ τῷ Λυκόφρονι (73) δοκεῖ, καὶ ὑποδὺς καὶ τοῖς ὕδασιν ἑαυτὸν ἐπιδοὺς προσ‐ | ||
20 | οκείλας τε τῇ Τροίᾳ, μετὰ τὸ ἀναξηρανθῆναι τὸ ὕδωρ τὴν Δαρδανίαν ἔκτισεν ὑψηλοτέραν κειμένην τῆς ὕστε‐ ρον Ἰλίου φόβῳ τῆς ἐξ ὑετῶν κατακλύσεως, ἧς αὐτὸς ἐπειράθη. | |
33 | Eustath. ad Odyss. V 125, p. 1528, 13. Ὁ δὲ Ἀρ‐ ριανὸς ἱστορεῖ καὶ ὅτι Ἰασίων, ἀδελφὸς Ἀετίωνος καὶ Δαρδάνου 〈τοῦ〉 προγόνου Πριάμου, ἐκ Δήμητρος καὶ Κόρης κάτοχος γενόμενος, εἴς τε Σικελίαν ἦλθε καὶ ἐπὶ | |
5 | πολλὴν ἄλλην γῆν ἐπλανήθη τὰ ἐκείνης ὄργια δεικνύων· διὸ λόγον ἔσχεν ὡς Δημήτηρ αὐτῷ μίσγεται. τούτου, φησίν, υἱὸς Πάριος, ᾧ ἐπώνυμον τὸ ἐν Ἑλλησπόντῳ Πάριον ὡς οἰκιστῇ. | |
Eustath. ad Dionys. 517, p. 315, 46. Ὁ | ||
10 | δὲ Ἀρριανός ... φησί· Πάριος υἱὸς Ἰασίωνος, ᾧ ἐπώ‐ νυμον τὸ ἐν Ἑλλησπόντῳ Πάριον ὡς οἰκιστῇ. | |
34 | Eustath. ad Iliad. R 824, p. 354, 14. Λέγει δὲ καὶ Ἀρριανὸς οὕτω· Ζέλεια ἡ καὶ Λυκία, καὶ ὁ Ἀπόλ‐ λων ἐπὶ τῇδε τῇ Λυκίᾳ Λύκιος· διὸ καὶ Πανδάρου πατὴρ Λυκάων, οὐ πόρρω τοῦ τοιούτου ἔθνους πεσόντος τοῦ | |
5 | ὀνόματος· καὶ Λυκηγενεῖ Ἀπόλλωνι ἐκεῖνος εὔχεται τῷ ἐγχωρίῳ. | |
35 | Eustath. ad Iliad. I 397, p. 123, 32. Ἡ δὲ ἱστορία λόφον τινὰ οἶδεν Αἰγαίωνος περὶ τὴν Ἀσίαν, ἐξ οὗ πηγαί τινες ἑκατὸν ἀναπιδύουσαι (ἤτοι πολλαί, ἢ αὐτὸ τοῦτο ἑκατὸν) καὶ τὰ ἐκεῖ πεδία λιπαίνουσαι τὴν | |
5 | τοῦ ἑκατόγχειρος μυθολογίαν παρήγαγον. φησὶ γὰρ ἡ τοῦ Ἀρριανοῦ ἱστορία ὅτι Βριάρεως, Γῆς καὶ Οὐρα‐ νοῦ παῖς, θαλαττοκρατήσας ὁρμητηρίῳ ἐχρήσατο Εὐβοίᾳ τῇ νήσῳ, κἀκεῖθεν ὁρμώμενος κατεστρέψατο τὰς Κυκλά‐ δας· ὃς καὶ Αἰγαίων ὠνόμασται ὑπὸ τῶν ἀνθρώπων. | |
10 | οὗτος δὲ καὶ αἰτίαν παρασχεῖν λέγεται τῷ Αἰγαίῳ πε‐ λάγει εἰς ἐπωνυμίαν. σῆμα δὲ αὐτοῦ δείκνυσθαι κατὰ τὸν Ῥυνδακὸν ποταμὸν οὐ πόρρω θαλάσσης λόφον τινὰ | |
καὶ τοῦτον ἐπικαλεῖσθαι Αἰγαίωνος, καὶ ἀπὸ τοῦ λόφου τούτου πίδακας ἐκδιδόναι ἑκατὸν καὶ ταύτας καλεῖσθαι | ||
15 | παλάμας Βριάρεω. Eustath. ad Iliad. I 402, p. 124, 3. οὕτως οὐδὲ ὁ μυθικὸς Βριάρεως φίλα φρονεῖ τῷ πατρί, ἢ Κρόνῳ ὄντι κατὰ τὸν Ἀρριανὸν ἢ Ποσειδῶνι κατά τινας. | |
36 | Eustath. ad Dionys. 140, p. 240, 33. Ὅτι μετὰ τὴν Προποντίδα τὸ τοῦ Θρᾳκικοῦ Βοσπόρου στόμα ἐστίν, ἤγουν ὁ Θρᾳκικὸς Βόσπορος, ὁ καὶ Μύσιος ... τὸν δὲ Θρᾳκικὸν τοῦτον Βόσπορον οἱ μέν φασιν εἶναι τὰ κατὰ | |
5 | Χαλκηδόνα καὶ Βυζάντιον στενά. φησὶ γοῦν περί τινος Ἀρριανός, ὅτι “ἐλαύνει ἐπὶ Χρυσόπολιν, ἔνθα ὑπὸ νύκτα περάσας τὸν Βόσπορον” καὶ τὰ ἑξῆς. οἱ δὲ μά‐ λιστα τὰ ἄνω που τοῦ καλουμένου Ἀνάπλου. τοῦτον δὲ τὸν Βόσπορον ἐνήξατο, φησί (Dionys. 140 sq.), ποτὲ ἡ Ἰὼ | |
10 | βουλαῖς Ἥρας δάμαλις οὖσα. διὸ καὶ Βόσπορος λέγεται, οἱονεὶ βοὸς πόρος τῆς ἐκείνης οἰστροπλῆγος, περὶ ἧς Ἀρριανὸς οὕτω φησί· “πορθμὸς ὁ κατὰ Χαλκηδόνα καὶ Βυζάντιον, ὅ ποτε Μύσιος, διότι Μυσοὶ ἀντιπέραν ᾤκουν ποτὲ τῆς Θρᾴκης, ὕστερον δὲ 〈Θρᾴκιοσ〉 Βόσπο‐ | |
15 | ρος, ἐπὶ τῇ συμφορᾷ τῆς Ἰοῦς, ἣν κατὰ μῆνιν Ἥρας οἰστρηθεῖσαν εἰς τοὺς χώρους τούτους ἀφικέσθαι καὶ ταύτῃ διαπεραιώσασθαι οἱ μῦθοι ἐποίησαν.” λέγει δὲ ὁ αὐτὸς καὶ ὅτι κατά τινας οὐκ ἀπὸ τῆς ῥηθείσης βοὸς ὁ τοιοῦτος Βόσπορος, ἀλλ’ ἀπό τινος ἑτέρας ὠνόμασται, | |
20 | ἥτις, φησί, Φρυγῶν ἐπικειμένων, ἐμβάλλει ἀδεῶς εἰς τὴν θάλασσαν, καὶ περαιοῦται ἀβλαβῶς τὸν κατὰ Χαλ‐ κηδόνα καὶ Βυζάντιον Βόσπορον· καὶ οὕτω καθηγεμὼν ἐκείνοις γίνεται κατά τινα θεοφορίαν (ἤγουν μαντείαν), ἥτις διεκελεύετο βοῦν ἡγεμόνα τῆς ὁδοῦ ποιήσασθαι· ὃ | |
25 | καὶ ποιήσαντες ἐκεῖνοι διεπεραιώσαντο ἀσφαλῶς. καὶ μνῆμα, φησί, τοῦ πόρου τούτου ἕστηκε βοῦς χαλκῆ, ὑστέρῳ ποτὲ χρόνῳ ὑπὸ Χαλκηδονίων ἱδρυθεῖσα ... Θρᾴκιος δὲ ὁ Βόσπορος καλεῖται ἀπὸ τῶν πρὸς δύσιν αὐτοῦ οἰκούντων Θρᾳκῶν, ὥσπερ ἀπὸ τῶν ἀντιπέραν | |
30 | ποτὲ Μυσῶν ἐκλήθη, ὡς εἴρηται (p. 211, 18), Μύσιος. Dionysius Byzantius, De Bospori navigatione (ed. C. Wescher, Parisiis 1874) 7, p. 5. Περὶ μὲν οὖν τῆς ἄκρας, ἣν Βοσπόριον καλοῦμεν, διττὸς κατέχει λόγος· οἱ μὲν γάρ φασι βοῦν οἴστρῳ κατ’ αὐτὴν ἐνεχθεῖσαν | |
35 | διανήξασθαι τὸν μεταξὺ πόρον, οἱ δὲ μυθωδέστερον ἀπομνημονεύοντες Ἰὼ τὴν Ἰνάχου κατὰ ζῆλον Ἥρας ἐλαυνομένην ἔνθεν εἰς τὴν Ἀσίαν διαπεράσαι. Ad haec ultima in margine ascriptum est scholion (p. 37, n. 11): τοῦτο καὶ Ἀριανὸς λέγει ἐν τοῖς Βιθυνιακοῖς αὐτοῦ. | |
37 | Eustath. ad Dionys. 803, p. 356, 32. Κατὰ δὲ τὴν Ἀρριανοῦ ἱστορίαν ἐπώνυμός ἐστιν ἡ τῶν Χαλκη‐ δονίων πόλις τῷ Κρόνου υἱῷ Χαλκηδόνι, ἀφ’ οὗ πρώτως μὲν ὁ ἐκεῖ που ῥέων ποταμὸς ἐκλήθη Χαλκηδών, ἔπειτα | |
5 | ἡ πόλις, Δωριέων ἀποικησάντων ὑστέροις χρόνοις, ὁμώ‐ νυμος γίνεται τῷ ποταμῷ. ἱστορεῖ δὲ ὁ αὐτὸς καὶ ὅτι τοῖς Χαλκηδονίοις ἀπο‐ φρὰς νομίζεται παντὸς μηνὸς φθίνοντος ἐνάτη (ἤγουν, ὡς τοῖς Ἀττικοῖς ἀρέσκει, αἱ εἰκοσταὶ πρῶται τῶν ὅλων | |
10 | μηνῶν ἀπαίσιοι αὐτοῖς κρίνονται), διότι ἐν τοιαύταις ἡμέραις ἄλλας τε δυστυχίας αὐτοὶ ἔπαθον καὶ Φαρνά‐ | |
βαζος δὲ ὁ Πέρσης τοὺς αὐτῶν παῖδας ἐκτεμὼν εἰς τὸν Δαρεῖον ἀνέπεμψε. κατασκῆψαι δέ φησιν αὐτοῖς καὶ νόσον ἐκ θεομηνίας, τὸ αὐτοὺς τὰ σφῶν ἀποτέμνειν | ||
15 | αἰδοῖα, διότι θυσιῶν τινων κατημέλησαν. | |
38 | Eustath. ad Dionys. 805, p. 358, 14. Ὅτι μετὰ τοὺς Χαλκηδονίους Χαλκιδέας οἱ Βέβρυκες κεῖνται, οἳ οὕτως καλοῦνται ἀπὸ Βέβρυκός τινος ἡρωϊκοῦ ἀν‐ δρὸς ἢ ἀπὸ Βεβρύκης γυναικός. τούτους τοὺς Βέβρυ‐ | |
5 | κας ἱστορεῖται μείζω δοκεῖν ἔχειν τὰ σώματα ἢ καθ’ ἡλικίαν ἀνθρώπων, παρ’ οἷς καὶ ὁ Βέβρυξ ἐκεῖνος Ἀράν‐ τας, ᾧ τὸ μὲν μῆκος εἰς ὀκτὼ λέγεται πήχεις, εὖρος δέ, ὡς Ἀρριανός φησιν, ὅσον τοσῷδε μήκει ἐς κουφότητα ξύμμετρον (ἤγουν ὅσον ἦν ξύμμετρον πρὸς τοὺς ὀκτὼ | |
10 | πήχεις τοῦ μήκους εἰς τὸ κούφως βαίνειν τὸν ἄνθρω‐ πον). κατὰ δὲ τοῦ τοσούτου ἀνδρὸς νικηφόρος γέγονεν εἰς μονομαχίαν συστὰς νεανίας ἐτῶν ἑπτακαίδεκα. τὴν δὲ ῥηθεῖσαν Βεβρύκην τοῦ Αἰγύπτου μὲν ἀδελ‐ φόπαιδά φασι, μίαν δὲ τῶν θυγατέρων τοῦ Δαναοῦ, ἀδελ‐ | |
15 | φὴν τῆς Ὑπερμήστρας. φείσασθαι δὲ λέγουσι καὶ αὐτὴν Ἱππολύτου τοῦ αὐτανεψιοῦ νυμφίου, ὡς καὶ τὴν Ὑπερ‐ μήστραν τοῦ Λυγκέως, καὶ φυγεῖν σὺν ἐκείνῳ καὶ πολλὰ δυνηθῆναι διὰ τὸ διδάσκειν τοὺς βαρβάρους τὴν Αἰγυ‐ πτίαν σοφίαν· διὸ καὶ Βεβρύκην ἢ Βεβρυκίαν ἀπ’ αὐτῆς | |
20 | κληθῆναι τὴν χώραν εἰς ἣν ἔφυγε. | |
39 | Eustath. ad Odyss. IV 228, p. 1493, 47. Ἰστέον δὲ ὅτι κατὰ Ἀρριανὸν ἐφαρμάκου μὲν οἶνον καὶ ἡ παρ’ αὐτῷ Κροκοδίκη, οὐκ ἐφ’ ὁμοίοις δέ· φησὶ γὰρ ἐκεῖνος | |
ὅτι ἡ φαρμακὶς Κροκοδίκη οἶνον νέμουσα κατὰ τέλη τῇ | ||
5 | τοῦ πατρὸς στρατιᾷ ἐμβάλλει εἰς τοὺς κρατῆρας ῥίζας, λήθης καὶ ὕπνου φάρμακα—οἱ δὲ ἔκειντο ἡμιθανεῖς ὑπὸ τοῦ πόματος καὶ ἐφθάρησαν ὑπὸ τῶν πολεμίων—δι’ ἔρωτα Πριηνέως νεανίου. Eustath. ad Iliad. XI 739, p. 881, 60 | |
10 | Ἀρριανὸς δὲ καὶ Κροκοδίκην τινὰ ἱστορεῖ οὐδὲν ἧττον γυναῖκα γοητευτρίαν. Eustath. ad Odyss. X 276, p. 1657, 52. Λέγει δὲ καὶ πολυφάρμακον τὴν Κίρκην, ὁποία ἦν καὶ ἡ παλαιὰ Μή‐ δεια καὶ ἡ Κροκοδίκη. | |
40 | Eustath. ad Dionys. 916, p. 378, 39. Ἀρριανὸς δὲ περὶ τούτων οὕτω γράφει· ἐν Δάφνῃ τῇ πρὸς Ἀν‐ τιοχείᾳ ἄλσος τι ἱερὸν Ἀπόλλωνος, καὶ αὐτὴ ἐκείνη ἡ δάφνη δείκνυται, ἥν τινες γῆθεν ἀνασχεῖν λέγουσιν ἐπὶ | |
5 | τῇ Δάφνῃ τοῦ Λάδωνος, ἣ φεύγουσα τὸν ἐραστὴν Ἀπόλ‐ λωνα ηὔξατο τὸν ὑπὸ γῆν ἀφανισμὸν καὶ ἔτυχε τῶν εὐχῶν. | |
41 | Eustath. ad Iliad. V 144, p. 532, 44. Ὁ μὲν Ὑπείρων ἐκ μόνης τῆς ὑπεὶρ προθέσεως παρῆκται, ... οὕτω δὲ καὶ ... ἐκ τῆς ὑπὸ Ὕπιος ὁ παρὰ Ἀρριανῷ ποταμός. | |
42 | Eustath. ad Dionys. 939, p. 382, 38. Ὅτι ὁ Διο‐ | |
νύσιος ἐπιτόμῳ ἐγκωμίῳ τὴν Ἀραβίαν σεμνύνας κατὰ τὸ προσεχὲς ἐπάγει μῦθον, ὅτι ὄντως ἐκεῖ Ζεὺς τὸν Διό‐ νυσον ἐλύσατο παρὰ μηροῦ εὐραφέος· ἀφ’ οὗ καὶ Εἰρα‐ | ||
5 | φιώτης, ὡς προερρέθη (ad Dionys. 566), ἐκλήθη κατά τινας. τοῦτο δὲ Ἀρριανὸς ἐπὶ Σαγγαρίῳ μυθοπλαστεῖ, λέγων ὅτι πρὸς ταῖς ὄχθαις τοῦ Σαγγαρίου ἔρρηξε τοὺς δεσμοὺς τοῦ Διὸς ὁ Διόνυσος ἤδη τρόφιμος ὤν. | |
43 | Eustath. ad Dionys. 791, p. 355, 2. Ἀρριανὸς δὲ οὕτω γράφει περὶ τῶν τοιούτων· ἐπέκεινα Σαγγαρίου ὅμοροι Παφλαγόνων Μαριανδυνοί, ἔνθα πόλις Ἡράκλεια πεπόλισται, ὅπου Κιμμέριοι πόαν φαγόντες ἀκόνιτον | |
5 | ἐδυστύχησαν· ἦν γὰρ αὐτοῖς πάτριον τὸ ποηφαγεῖν. | |
44 | Eustath. ad Odyss. XI 14, p. 1671, 27. Ἀρριανὸς δέ φησιν ὅτι Κιμμέριοι Σκυθικὸν ἔθνος ἐξ ἠθῶν τῶν οἰκείων ἀναστάντες καὶ πάντας τοὺς διὰ μέσου βλάπ‐ τοντες ἦλθον ἕως Βιθυνίας. | |
45 | Steph. Byz. s. v. Ἀλμήνη, πόλις πρὸς τῷ Εὐ‐ ξείνῳ πόντῳ, ὡς Ἀρριανός. | |
46 | Eustath. ad Dionys. 378, p. 287, 14. Ἀρριανός φησιν ὅτι Ἐνετοὶ πονήσαντες ἐν μάχῃ κατὰ Ἀσσυρίους καὶ ἀποπεράσαντες εἰς Εὐρώπην ᾠκίσθησαν πρὸς Πάδῳ | |
τῷ ποταμῷ, καὶ τῇ ἐπιχωρίῳ γλώττῃ Βενετοὶ ἐς τοῦτο | ||
5 | ἔτι ἀντὶ Ἐνετῶν κληΐζονται καὶ Βενετία ἡ γῆ ἥντινα νέμονται. | |
47 | Eustath. ad Dionys. 783, p. 353, 36. Περὶ τού‐ του (de Iride flumine) ὁ Ἀρριανὸς ταῦτά φησιν· Αἷμος βασιλεὺς Σκυθῶν, οὗ υἱὸς Ἐρίδιος, ἀφ’ οὗ ὁ Ποντικὸς ποταμὸς κληθεὶς Ἐρίδιος ὕστερον εἰς τὸ δεξιώτερον μετ‐ | |
5 | ωνομάσθη Ἶρις. | |
48 | Eustath. ad Dionys. 828, p. 363, 34. Ἔθνος δὲ γυ‐ ναικεῖον αἱ Ἀμαζόνες πρὸς τῷ Θερμώδοντι, διὸ καὶ ἀπὸ μητέρων ἐγενεαλογοῦντο, καθάπερ Ἀρριανὸς ἱστορεῖ. | |
49 | Eustath. ad Dionys. 828, p. 363, 1. Ὅτι δὲ αἱ Ἀμα‐ ζόνες πολλοὺς ἐν Ἀσίᾳ κατέσχον τόπους ποτὲ δηλοῦσι καὶ κρῆναί τινες Ἀμαζόνων ὁμώνυμοι, ναὶ μὴν καὶ πόλεις, οἷον ἡ Ἔφεσος αὕτη, ἡ Ἀναία, ἡ Μύρινα, ἡ Αἰολικὴ | |
5 | Κύμη. ἔστι δὲ καὶ Ἐλαία τόπος πρὸς τῇ Νικομηδείᾳ κατὰ τὸν Ἀρριανὸν ἀπὸ Ἐλαίας Ἀμαζόνος, καὶ πρὸς τῷ Πόντῳ δὲ Θίβα (τόπος διὰ τοῦ ι ἔχων τὴν παραλή‐ γουσαν), ἀπὸ μιᾶς τῶν ὑφ’ Ἡρακλέος ἀναιρεθεισῶν Ἀμαζόνων σχοῦσα τὴν κλῆσιν, ὧν αἱ διάφοροι (τουτ‐ | |
10 | έστιν αἱ ὑπερέχουσαι καὶ ἀξιολογώτεραι) κατὰ τὴν τοῦ Ἀρριανοῦ ἱστορίαν εἰσὶν αὗται πρὸς ὄνομα, Τράλλα, | |
Ἰσοκράτεια, Θίβα, Πάλλα καὶ ἄλλαι. Steph. Byz. s. v. Θιβαΐς, τόπος πρὸς τῷ Πόντῳ, ἀπὸ μιᾶς τῶν Ἀμαζόνων ὑφ’ Ἡρακλέους ἀναιρεθεισῶν κλη‐ | ||
15 | θεῖσα. πεσεῖν γάρ φησι 〈Ἀρριανὸς〉 τὰς μάλιστα δια‐ φέρουσας, Τράλλαν τε καὶ Ἰσοκράτειαν καὶ Θίβαν καὶ Πάλλαν καὶ Κοίαν καὶ Κοινίαν. | |
50 | Steph. Byz. s. v. Ἀμαζόνειον ... ἔστι καὶ ἐν Βιθυνίᾳ Μαζαῖον κατὰ παραφθοράν, ὡς Ἀρριανὸς ἐν Βιθυνιακοῖς. τὸ ἐθνικὸν Μαζαεὺς ὡς Μιδαεὺς καὶ Δορυλαεύς. | |
51 | Eustath. ad Dionys. 772, p. 352, 31. Ἀρριανὸς δὲ τοὺς περὶ Μεσοποταμίαν Ἀσσυρίους λέγει, ἐν οἷς φησι τοὺς πρὸς Εὐφράτῃ ποταμῷ Ἀσσυρίους, ἔστε ἐπὶ Νῖνον καὶ Βαβυλῶνα· καθ’ ὧν Ἀμαζόνες ἐστράτευσαν, | |
5 | Εὐρυπύλης ἡγουμένης αὐτῶν· καὶ τοὺς Καππαδόκας δὲ οὕτω ποτὲ ἱστορεῖ λέγεσθαι, ἐν οἷς φησι Καππάδοκα παῖδα Νινύου, ἐφ’ ὅτῳ Ἀσσύριοι μεταβαλόντες τὸ ὄνομα Καπ‐ παδόκαι ὠνομάσθησαν. | |
52 | Eustath. ad. Dionys. 767, p. 350, 17. Ἀρριανὸς δὲ οὕτω φησίν· Χάλυβες πρῶτοι ἀνθρώπων αἰτίαν ἔχουσι χαλκεύσασθαι σίδηρον. | |
53 | Eustath. ad Dionys. 1005, p. 390, 11. Τοὺς δὲ Πέρσας, ὧν μητρόπολις ἡ Βαβυλών, Κηφῆνάς ποτε | |
καλεῖσθαί φησιν ὁ Ἀρριανός. | ||
54 | Eustath. ad Dionys. 669, p. 338, 38. Σκυθῶν δὲ ἡ τοιαύτη πᾶσα γῆ, περὶ ὧν ἱστορεῖ Ἀρριανὸς ὅτι σιτοφάγοι ποτὲ καὶ ἀροτῆρες ὄντες καὶ οἰκίας οἰκοῦν‐ τες καὶ πόλεις ἔχοντες, ἐπειδὴ ὑπὸ Θρᾳκῶν ἐπλήγησαν, | |
5 | μετέβαλον τὰ πρότερον ἤθη καὶ ἀρὰς ἐπηράσαντο με‐ γάλας μήποτε οἰκίαν ἔτι δείμασθαι μήτε ἀρότρῳ γῆν ἀναρρῆξαι μήτε πόλεις δομήσασθαι μήτε κτῆμα κειμή‐ λιον ἐπικτήσασθαι, ἀλλ’ οἴκους μὲν ποιήσασθαι ἁμάξας, τροφὴν δὲ κρέα θήρεια, πόμα δὲ ταὐτὸ καὶ τροφὴν τὸ | |
10 | γάλα, θρέμματα δὲ κεκτῆσθαι μόνα, ἅπερ ἄγεσθαι αὐ‐ τοῖς ἔμελλεν ἄλλην γῆν ἐξ ἄλλης ἀμείβουσι, καὶ ἀπὸ τοῦδε ἀντὶ γεωπόνων γενέσθαι νομάδας. | |
55 | Eustath. ad Dionys. 549, p. 324, 40. Ἀρριανὸς δὲ οὕτω φησί· Φαναγόρεια, ἣν ἔκτισε Φαναγόρας ὁ Τήιος, φεύγων τὴν τῶν Περσῶν ὕβριν· ἔτι δὲ Ἑρμώνασσα ἐπὶ Ἑρμωνάσσῃ τῇ γυναικὶ Σημάνδρου Μυτιληναίου τινός, | |
5 | οὗ τινας τῶν Αἰολέων εἰς ἀποικίαν μεταστήσαντος καὶ θανόντος ἐν τῷ τῆς πόλεως οἰκισμῷ, ἡ γυνὴ τῆς τε πό‐ λεως ἐγκρατὴς ἐγένετο καὶ τὸ ἑαυτῆς ὄνομα τῇ πόλει ἐπέθετο. | |
56 | Eustath. ad Dionys. 517, p. 316, 7. Ἀρριανὸς | |
δέ φησι καὶ ὅτι Θάσος ἀπὸ Θάσου καλεῖται Ποσειδῶνος υἱοῦ, καὶ ὅτι ἐκαλεῖτό ποτε καὶ Χρυσῆ νῆσος διὰ τὰ χρυσᾶ μέταλλα, ὧν καὶ Ἡρόδοτος (VI 46) μέμνηται. | ||
57 | Eustath. ad Dionys. 498, p. 310, 29. Ἀρριανὸς δέ φησι· Κρής, οὗ Κρήτη ἐπώνυμος, ὁ τὸν Δία κρύψας ἐν ὄρει Δικταίῳ, ὅτε Κρόνος ἐμάστευεν ἐθέλων ἀφανί‐ σαι αὐτόν. | |
58 | Eustath. ad Dionys. 530, p. 320, 18. Ἡ Μῆλος περὶ τὸ Κρητικὸν πέλαγος, ἀπό τινος ἀνδρὸς Μήλου κληθεῖσα κατὰ τὴν τοῦ Ἀρριανοῦ ἱστορίαν. | |
59 | Eustath. ad Dionys. 506, p. 314, 8. Ἐκαλεῖτο δέ ποτε (sc. ἡ Σαλαμίς) Κυχρεία, ἀπό τινος Κυχρέως, οὗ καὶ Λυκόφρων (451) καὶ Ἀρριανὸς μέμνηνται, ὃς Ὄφις μὲν ἐπεκλήθη διὰ τραχύτητα τρόπου, ἀπηλάθη δὲ τῆς | |
5 | νήσου ὑπὸ Εὐρυλόχου. | |
60 | Eustath. ad Dionys. 525, p. 318, 5. Ἀρριανὸς δὲ περὶ ταύτης φησὶν ὅτι Δῆλος ἡ πάλαι πλωτὴ οὖσα ἔστη, ὅτε ἡ Λητὼ ἐπέβη αὐτῆς διδύμους ἔχουσα παῖδας. | |
61 | Eustath. ad Dionys. 222, p. 256, 45. Τινὲς δὲ Νεῖ‐ λόν φασιν ὠνομάσθαι ἀπὸ Νείλου τινὸς ἀπογόνου Ἄτ‐ λαντος, βασιλεύσαντος τῶν ἐκεῖ· ἄλλοι δὲ ὅτι Μέλας πρότερον καλούμενος μετεκλήθη Νεῖλος ἀπό τινος Νεί‐ | |
5 | λου βασιλικοῦ παιδὸς ἐκεῖ ῥίψαντος ἑαυτόν· τινὰς μέν‐ τοι ἀπό τινος Νειλασίου κεκλῆσθαι οὕτως αὐτὸν εἰπόντας οὐκ εὖ λέγοντας ἀπελέγχει ὁ Ἀρριανός. | |
62 | Eustath. ad Dionys. 451, p. 301, 37. Ὅτι νῆσος | |
ἑσπεριωτάτη τὰ ἐσχατόεντα Γάδειρα, κατὰ μέσον τῶν πρὸς τῇ Ἰβηρίᾳ στηλῶν· διὸ καὶ Ἰβηρικά φησιν ὁ Ἀρ‐ ριανὸς αὐτά. | ||
63 | Tzetzes, Chiliad. III 950: ὁ τοῦ Ζειποίτου μὲν υἱός, ἐκεῖνος Νικομήδης, ὁ κτίσας Νικομήδειαν, πατὴρ ὁ τοῦ Προυσίου, Προυσίου ἔχοντος ὀστοῦν ἓν τοὺς ὀδόντας πάντας ... | |
5 | οὗτος ὁ τοῦ μονώδοντος τούτου πατὴρ Προυσίου, τοῦ κτίστορος τῆς πόλεως Προύσης τῆς παρ’ Ὀλύμπῳ, ὁ Νικομήδης ὁ ῥηθεὶς μέγιστον εἶχε κύνα, ἐκ γένους ὄντα Μολοσσῶν, πιστότατον ἐκείνῳ. οὗτός ποτε τὴν δέσποιναν σύζυγον Νικομήδους, | |
10 | μητέρα τοῦ Προυσίου δέ, Ζιήλου καὶ Λυσάνδρας, τὴν Διτιζήλην κλῆσιν μέν, ἀπὸ Φρυγῶν δὲ γένος, συμπαίζουσαν τῷ βασιλεῖ, νομίσας πολεμίαν, ἐσπάσατο περιχανὼν τὸν δεξιὸν τὸν ὦμον καὶ ταύτης σάρκας καὶ ὀστᾶ συντρίψας τοῖς ὀδοῦσιν. | |
15 | ἥπερ θανοῦσα παρ’ αὐταῖς ἀγκάλαις βασιλέως Νικομηδείᾳ τέθαπτο μεγαλοπρεπεστάτως, ἐν τάφῳ ἀπὸ λίθου μέν, ἀλλ’ ἐγκεχρυσωμένῳ ... τὸν κύνα δὲ γενόμενον ἐξ ὀφθαλμῶν ἐκείνου στοργῇ τοῦ βασιλέως τε καὶ γυναικὸς τῇ λύπῃ | |
20 | λόγος ἐμφέρεται πολλοῖς τὸν βίον ἀποπνεῦσαι. | |
Ἀρριανὸς Βιθυνικοῖς γράφει τὴν ἱστορίαν. | ||
64 | Eustath. ad Iliad. III 17, p. 375, 3. Οὐ μὴν καὶ λεοντῆν προσφυῶς πάνυ λεχθείη ἐνάπτεσθαι ὁ ἀνδρεῖος κατὰ τὸν πάλαι Ἡρακλῆν ἢ κατὰ τὸν ὕστερον Ζιήλαν τὸν παρὰ τῷ Ἀρριανῷ. | |
65 | Tzetzes, Chiliad. I 798 (de Hannibale): αὐτὸς δὲ φάρμακον πιὼν θνήσκει πρὸς Βιθυνίαν, πρός τι χωρίον Λίβυσσαν καλούμενον τῇ κλήσει, δοκῶν θανεῖν εἰς Λίβυσσαν πατρίδα τὴν οἰκείαν. | |
5 | ἦν γὰρ Ἀννίβᾳ τις χρησμὸς οὕτω που γεγραμμένος· Λίβυσσα κρύψει βῶλος Ἀννίβα δέμας. | |
66 | Eustath. ad Iliad. VII 171, p. 674, 9. Τὴν δὲ ῥηθεῖσαν αἰτίαν τοῦ κλήρου ἀναπτύσσει που καὶ ὁ Ἀρ‐ ριανός, λέγων περί τινος ὅτι εἰς κλῆρον τοὺς δεῖνα καθίστασθαι ἐδικαίου, οὐ θέλων ὡς γέρας αὐτὸ τῷ ἑτέρῳ | |
5 | ἀπονείμασθαι, οὐδὲ ἀτιμῶσαι τὸν οὐ προκριθέντα εἰς μάχην. | |
67 | Eustath. ad Odyss. I 156, p. 1406, 36. Ἀμφιβάλλειν δὲ οὐ μόνον τὸ ἐνδοιάζειν καὶ ἀμφὶς βάλλειν ἤγουν ἀμφοτέρωσε ῥίπτειν τὸν νοῦν, ἀλλὰ καὶ τὸ ἑκατέρωθεν | |
βάλλειν, ὡς δῆλον ἐκ τοῦ ἀμφίβολος, ὃς παρά τε Ἀρ‐ | ||
5 | ριανῷ καὶ ἑτέροις τὸν ἀμφοτέρωθεν βαλλόμενον ση‐ μαίνει. Eustath. ad Odyss. II 290, p. 1445, 52. Καὶ ἀμφίβο‐ λοι παρὰ Ἀρριανῷ καὶ ἑτέροις οἱ ἀμφοτέρωθεν βαλλό‐ μενοι. | |
68 | Eustath. ad Iliad. XV 302, p. 1017, 20. Ἡ πτέ‐ ρις δέ, ἣν ἔνιοι βλάχνον καλοῦσιν, ὡς καὶ Ἀρριανὸς δηλοῖ ἐν Βιθυνιακοῖς. | |
69 | Eustath. ad Iliad. II 851, p. 361, 2. Καὶ γοῦν Καδμείαν νίκην οἱ μὲν ἄλλοι οὐκ ἐπαινοῦντες φασί· τὴν ἀκάρπωτον γὰρ καὶ ἀκερδῆ τά τε ἄλλα καὶ διὰ τὸ μηδὲν ἀπόνασθαι τὸν Ἐτεοκλῆν τῆς τῶν Καδμείων κατὰ | |
5 | τῶν Ἀργείων νίκης, μηδὲ τοὺς ἀμφ’ αὐτόν· Ἀρριανὸς δὲ τὴν μεγάλην καὶ ὅ φασι κατ’ ἄκρας νοεῖ διὰ τὸ ἄκρως ἡττηθῆναι τοὺς περὶ τὸν Πολυνείκην ὑπὸ τῶν Καδμείων ὡς μόνον περισωθῆναι τὸν Ἄδραστον. Eustath. ad Iliad. IV 407, p. 490, 2. Ἰστέον δὲ ὅτι | |
10 | ἐκ τῶν ῥηθέντων Θηβαϊκῶν πολέμων παροιμία ἐξέπεσεν ἐπὶ τῶν ἀλυσιτελῶν τὸ Καδμεία νίκη. ἐπειδή, φασι, Θη‐ βαῖοι τὰ πρῶτα νικήσαντες ὕστερον ὑπὸ τῶν ἐπιγόνων ἡττήθησαν. Ἀρριανὸς μέντοι ἐν τοῖς Βιθυνιακοῖς, ὡς καὶ προεδηλώθη, ἐπὶ μεγίστης νίκης τὴν παροιμίαν | |
15 | ἐδέξατο. | |
70 | Eustath. ad Dionys. 939, p. 383, 31. Ἐνάπτε‐ σθαι δὲ καὶ καθάπτεσθαι λέγομεν τὰ μὴ ζώνῃ διαλαμ‐ βανόμενα μηδὲ τὸ σῶμα ὅλον ἐνδύοντα, ἀλλὰ μέρος τι σκέποντα καὶ ἄφετα ἐξαρτώμενα, οἷον πήραν, λεοντῆν ἢ | |
5 | παρδαλέην. Ἀρριανὸς δὲ καὶ διφθέρας καθάπτεσθαι | |
λέγει. | ||
71 | Eustath. ad Iliad. I 25, p. 29, 17. Οἱ δὲ μεθ’ Ὅμη‐ ρον καὶ Κρατερὸν ἱστοροῦσι κύριον ὄνομα. Ἀρριανὸς δὲ ἐπὶ νικητοῦ τὴν λέξιν τίθησιν, οἷον ὁ δεῖνα κρατερὸς τοῦ δεῖνος γέγονεν. | |
72 | Eustath. ad Iliad. III 204, p. 405, 17. Τὸ ξενα‐ γεῖν, ὅπερ ταὐτόν ἐστι τῷ προξενεῖν, γενικῇ συντάσσει | |
ὁ Ἀρριανός. |