TLG 0074 008 :: Flavius ARRIANUS :: Epistula ad Lucium Gellium

Flavius ARRIANUS Hist. Phil.
(Bithynius: A.D. 1–2)

Epistula ad Lucium Gellium

Source: Roos, A.G., Wirth, G. (eds.), Flavii Arriani quae exstant omnia, vol. 2. Leipzig: Teubner, 1968 (1st edn. corr.): 196.

Dup. EPICTETUS Phil. (0557 006)

Citation: Section — (line)

t

ΑΡΡΙΑΝΟΥ ΠΡΟΣ ΓΕΛΛΙΟΝ ΕΠΙΣΤΟΛΗ

1

Ἀρριανὸς Λουκίῳ Γελλίῳ χαίρειν. Οὔτε συνέγραψα ἐγὼ τοὺς Ἐπικτήτου λόγους οὕτως ὅπως ἄν τις συγγράψειε τὰ τοιαῦτα οὔτε ἐξήνεγκα εἰς

2

ἀνθρώπους αὐτός, ὅς γε οὐδὲ συγγράψαι φημί. ὅσα δὲ ἤκουον αὐτοῦ λέγοντος, ταῦτα αὐτὰ ἐπειράθην αὐτοῖς ὀνόμασιν ὡς οἷόν τε ἦν γραψάμενος ὑπομνήματα εἰς ὕστερον ἐμαυτῷ διαφυλάξαι τῆς ἐκείνου διανοίας καὶ

3

παρρησίας. ἔστι δὴ τοιαῦτα ὥσπερ εἰκὸς ὁποῖα ἄν τις αὐτόθεν ὁρμηθεὶς εἴποι πρὸς ἕτερον, οὐχ ὁποῖα ἂν ἐπὶ

4

τῷ ὕστερον ἐντυγχάνειν τινὰς αὐτοῖς συγγράφοι. τοι‐ αῦτα δ’ ὄντα οὐκ οἶδα ὅπως οὔτε ἑκόντος ἐμοῦ οὔτε

5

εἰδότος ἐξέπεσεν εἰς ἀνθρώπους. ἀλλ’ ἐμοί γε οὐ πολὺς λόγος, εἰ οὐχ ἱκανὸς φανοῦμαι συγγράφειν, Ἐπικτήτῳ τε οὐδ’ ὀλίγος, εἰ καταφρονήσει τις αὐτοῦ τῶν λόγων, ἐπεὶ καὶ λέγων αὐτοὺς οὐδένος ἄλλου δῆλος ἦν ἐφιέμε‐
5νος ὅτι μὴ κινῆσαι τὰς γνώμας τῶν ἀκουόντων πρὸς τὰ

6

βέλτιστα. εἰ μὲν δὴ τοῦτό γε αὐτὸ διαπράττοιντο οἱ λό‐ γοι οὗτοι, ἔχοι〈εν〉 ἂν οἶμαι ὅπερ χρὴ ἔχειν τοὺς τῶν

7

φιλοσόφων λόγους· εἰ δὲ μή, ἀλλ’ ἐκεῖνο ἴστωσαν οἱ ἐν‐ τυγχάνοντες ὅτι, αὐτὸς ὁπότε ἔλεγεν αὐτούς, ἀνάγκη ἦν τοῦτο πάσχειν τὸν ἀκροώμενον αὐτῶν ὅπερ ἐκεῖνος αὐ‐

8

τὸν παθεῖν ἠβούλετο. εἰ δ’ οἱ λόγοι αὐτοὶ ἐφ’ αὑτῶν τοῦτο οὐ διαπράττονται, τυχὸν μὲν ἐγὼ αἴτιος, τυχὸν
δὲ καὶ ἀνάγκη οὕτως ἔχειν. ἔρρωσο.196