TLG 0074 007 :: Flavius ARRIANUS :: Fragmenta de rebus physicis Flavius ARRIANUS Hist.
Phil. Fragmenta de rebus physicis Citation: Section — (line) | ||
t | FRAGMENTA DE REBUS PHYSICIS | |
1 | Ioannes Philoponus in Aristotelis Meteor. I 3, 2, p. 15, 13 ed. Hayduck: Ἀρριανὸς δὲ ἐν τῷ Περὶ μετεώ‐ ρων φησὶν ὡς Ἐρατοσθένης ὁ Κυρηναῖος ἰσχυρίζεται εἴκοσι καὶ πέντε μυριάδας σταδίων ἔχειν τὴν περίμετρον | |
5 | τοῦ μεγίστου τῆς γῆς κύκλου. | |
---|---|---|
2 | Priscianus Lydus, Solutionum ad Chosroem liber, in Prooemio, p. 42, 13 ed. Bywater (Supplementum Aristo‐ telicum I 2), in indice fontium quos adhibuit dicit se usum esse „et Μετεώρων Arriani“. | |
5 | idem, l. l. cap. 6, p. 69, 26 B.: „de accessu per Rubrum mare et recessu, et per exteriorem Oceanum talibus factis passionibus vel in aliis maris nostri partibus, multa qui‐ dem differenter dicta sunt a veteribus: qui autem viden‐ tur ex omnibus collegisse talis passionis causas, Stoicus | |
10 | est Posidonius Assyrius et ei consentientes, quorum et Arrianus approbat sententiam. dicunt enim moveri ex‐ teriorem Oceanum ad lunae ambitum compati vero in‐ | |
terius mare: iuxta columnas 〈enim〉 ei Herculis solum‐ modo coniunctum quasi portus pelago compassione afficitur | 186 | |
15 | et alios motus speciales accipit.“ | |
3 | Stobaeus, Florileg. I 29, 2 (Vol. I p. 235, 9—238, 12 ed. Wachsm.). Ἀρριανοῦ. Ὅσοι δὲ ξηροὶ ἀτμοί, ῥυέν‐ τες μὲν εὐθὺς ἀνέμους εἰργάσαντο, ἐν νέφει δὲ ἀπολη‐ φθέντες, ἔπειτα ῥηγνύντες βίᾳ τὸ νέφος βροντάς τε | |
5 | καὶ ἀστραπὰς ἐξέφηναν· ἐκπίπτοντες δ’ ἐπὶ μέγα διά‐ πυροι μὲν κεραυνοί, ἀθρόοι δὲ καὶ ἡμίπυροι πρη‐ στῆρες, ὅσοι δὲ ἔρημοι πυρὸς | τυφῶνες, οἱ δὲ ἔτι ἀνειμένοι ἐκνεφίαι, κατασκήψαντες δὲ εἰς γῆν ξύμ‐ παντα ταῦτα σκηπτοὶ κληΐζονται. | |
10 | οὐ μεῖον δὲ αἱ κοιλότητες τῶν νεφῶν ἢ αἱ ῥήξεις αἱ ἐπ’ αὐταῖς βροντὰς ἔχουσιν, ἀστραπὴ δὲ ὑπὸ τῇ ῥήξει ἐκτρίβεται καὶ ἐξάπτει | τὸ πνεῦμα ὡς ἐκλάμψαι ἐπὶ μέγα. καὶ γίγνεται μὲν ἀστραπὴ μετὰ βροντήν, ὀξυτέρα δὲ τοσόνδε ὅσον ὄψις ἀκοῆς ὀξύτερον· καθότι ἀκοὴ μὲν | |
15 | πελαζούσης τῆς φωνῆς αἰσθάνεται, ὄψις δὲ ἐπὶ τὸ ὁρώ‐ μενον αὐτὸ ἐκπέμπεται. κεραυνὸς δὲ ὅτι πνεῦμά ἐστιν, ἀπὸ τῶνδε τεκ|μη‐ ριώσασθαι παρέχει· ῥήγνυσί τε ἔστιν ἃ τῶν ἐντυχόν‐ | |
των ‖ καὶ 〈περιδινεῖ ὅσα〉 περιδινηθῆναι οἷά τε, καὶ | 187 | |
20 | διϊκνεῖται 〈δι’〉 ὅσων οὐκ ἄν τι ἄλλο ὅτι μὴ πνεῦμα διέλθοι. ὡς δὲ ἔμπυρον πνεῦμά ἐστι, δηλοῖ μὲν τοῦτό γε καὶ ἡ ὄψις ὅτῳ ἐγγὺς κατέσκηψε, πῦρ γὰρ φαίνεται· ἤδη δὲ καὶ ἀφ’ ὧν ἐργάζεται ἐδή|λωσε· περιφλέγει γὰρ ἔστιν ἃ τῶν πελασάντων, τὰ δὲ καὶ ἐξάπτει πάντῃ, καὶ | |
25 | ἀπολείπεται ἀπ’ αὐτοῦ ἴχνη, οἷα δὴ ἐπὶ πυρὶ ἐκκαύσαντι ἐσβεσμένῳ. ἐκνεφίας δὲ ἄνεμος, ἐπὰν δινούμενος ἐκπέσῃ νέφους ῥαγέντος, τυφὼν κλῄζεται. γίγνεται δὲ ἡ δίνη ὧδε· | ἐπειδὰν κώλυμα ἐν τῷ νέφει ἐγχριμφθῇ τὸ μὴ οὐκ ἐπ’ | |
30 | εὐθὺ ἐκπεσεῖν τὴν πνοήν, ἀναστρέφεταί τε καὶ ἀνειλεῖ‐ ται ἐς αὑτήν. εἴργεται δὲ ὑπὸ πάχους νεφέλης ἐπ’ εὐθὺ ἐκπεσεῖν ἢ κρύους ἀποστρέψαντος ἢ ἀντιπεσούσης ἄλλης πνοῆς. οὕτω τοι καὶ ἦρος ἄλλοτε ἄλλῃ αἱ θύελλαι ἀνα|‐ στρέφονταί τε καὶ ἀνειλούμεναι αὖθις ἄνω ἀναφέρονται, | |
35 | ἐπειδὰν δὴ ἐγχρίμψας τόπος τις γῆς ἀνακόψῃ τῆς πνοῆς τὴν ἐπ’ εὐθὺ ὁρμήν. καὶ δῖναι ἐν τοῖς ποταμοῖς ὕδατος ταὐτὸ τοῦτό εἰσι· φερόμενον γὰρ εὐθείᾳ τὸ ὕδωρ οὔποτ’ ἂν δινηθείη· ἀντιπεσόντος δὲ ἄλλοτε | ἄλλου πρὸς τὴν φορὰν ἀναστρέφει ἡ ῥοή, ἀναστραφεῖσα δὲ ἐς κύκλον | |
40 | ἐπικέμπτει ὑπὸ τῇ ῥύμῃ, ὅτι μὴ οἵα τε ἐπ’ εὐθὺ ἐς τὸ | |
ἔμπαλιν ἐκφέρεσθαι. οἱ δὲ τυφῶνες καὶ τῆς ‖ νεφέλης τὸ πολὺ ἐς τὸ κάτω σὺν ἕλικι ἐπάγουσιν ἅμα σφίσι· καὶ προσπεσόντες τῇ γῇ ἀναρπάζουσιν ὅτῳ ἂν ἐντύχωσιν, ἀντικοπτομένης τῆς ῥύμης ὡς ξὺν τῇ αὐτῇ ἕλικι ἀνα‐ | 188 | |
45 | στρέφεσθαι· ὥστε καὶ ναῦς ἤδη ἅμα τῷ φόρτῳ | ἐμπε‐ σόντες ἐξῆραν ἐπὶ μέγα ἔξω τῆς θαλάσσης. κεραυνῶν δὲ πολλαὶ ἰδέαι τε καὶ ὀνόματά εἰσιν. οἳ μὲν αὐτῶν ψολόεντες, οἳ δὲ ἀργῆτες κλῄζονται, σκηπτοί τε ὅσοι κατασκήπτουσι, καὶ αἰγίδες ὅσοι ἐν | |
3(50) | συστροφῇ πυρὸς καταφέρονται, ἕλικες δὲ ὅσοι ἐς ἑλι‐ κοειδῆ γραμ|μὴν διᾴττουσι. καὶ δὴ ὅσοι μὲν μὴ πάντῃ ὀξέως ἐκπεσόντες ὕλῃ ἐνέτυχον καυσίμῳ, ἔκαυσάν τε αὐτὴν ὑπὸ τῇ διατριβῇ καὶ αὐτοὶ κατεσχέθησαν τῷ ἔργῳ. ὅσοι δὲ ξὺν πολλῷ τῷ τάχει κατέσκηψαν, οὗτοι πρὶν ἐκ‐ | |
55 | καῦσαι διῇξαν ὥστε ἡμίπυρα ἔστιν ἃ ὑπολελεῖφθαι ἀπ’ αὐτῶν· οἳ δὲ καὶ | αἰθαλώσαντες μόνον διῆλθον. οἱ δὲ ἔτι καὶ τῶνδε ὀξύτεροι οὐδὲ ἓν ἐξεργάσασθαι ἔφθασαν, ἀλλὰ ἀραιᾷ μὲν ὕλῃ εἰ καὶ πάνυ καυσίμῳ ἐντυχόντες διεχώρησαν μόνον, ἀντιτύπῳ δὲ εἰ πελάσειαν ἐνσχεθέν‐ | |
60 | τες κατειργάσαντό τε αὐτὴν καὶ διέφθειραν· ὥστε κοι‐ τίδος μὲν ξύλου μαλθακοῦ | ἁψάμενοι διῇξαν ἀπαθῆ ἀπολιπόντες, τὸ δὲ χρυσίον ἔτηξαν τὸ ἐνόν, ὅτι ἐσχέθη‐ σαν ἐν τῷ χρυσίῳ· καὶ χιτῶνα ἤδη οὐκ ἔκαυσαν, ἀλλὰ | |
ἐτρύχωσαν μόνον· καὶ διὰ μὲν κεράμου διῆλθον, τὸ δὲ | 189 | |
65 | ἐνὸν ἐν αὐτῷ διεφόρησαν. τούτων ξυμπάντων οἱ μὲν λαμπροὶ ἀργῆτες, ὅσοι δὲ καται|θαλώσαντες τὰ πελά‐ σαντά σφισιν ἐπαύσαντο, οὗτοι δὲ ‖ ψολόεντες ἐπὶ τῷ ἔργῳ ἐκλήθησαν. καὶ οἱ μὲν εὐθείᾳ κατασκήψαντες εἰς τὸ ἔμπαλιν τῇ αὐτῇ εὐθείᾳ ἀνῇξαν, οἱ δὲ ἐκ πλαγίου | |
70 | ἐμπεσόντες πρὸς ἴσην γωνίαν ἄνω ἀναφέρονται· καὶ οἱ μὲν ἁπλοῖ, οἱ δὲ διπλοῖ κατέσκηψαν. | πλεῖστοι δὲ ἦρος καὶ μετοπώρου καὶ ἅμα βιαιότεροι, περὶ τὴν Πλειάδος καὶ Ἀρκτούρου ἐπιτολήν, ὅτι ἐν κινήσει καὶ παθήμασι πολυειδέσιν ὁ ἀὴρ τῇδε τῇ ὥρᾳ ἐστίν, οἷα δὴ οὔτε ὑπὸ | |
75 | κρύει πεπηγὼς οὔτε ὑπὸ τῷ θερινῷ ἡλίῳ ἐκκεκαθαρμέ‐ νος. εἰ γάρ τοι καὶ ἐν χώραις ὅσαι νιφετώδεις | καὶ ψυχραὶ καὶ ὅσαι αὖ κεκαυμέναι ὑπὸ ἡλίου κατασκήπτου‐ σιν, οἱ κατασκήψαντες ἐν θαύμασι ἀναφέρονται, καθάπερ ἐν Κελτοῖς καὶ παρ’ Αἰγυπτίοις. | |
4 | Stobaeus, Florileg. I 31, 8 (Vol. I p. 246,1—247,13 Wachsm.). Ἀρριανοῦ. Ἀρριανός φησι τὴν ὁμίχλην τῇ μὲν πρὸ νέφους ξυνίστασθαι πρὶν ἐξαναστῆναι, ἐπὶ πολὺ δὲ ἀπὸ νέφους ἐκχυθέντος καὶ σκεδασθέντος· | |
5 | γίγνεται δὲ ταῦτα, εἰ μὴ κρατή|σειεν αὐτῶν ὁ ἥλιος καὶ τὰ ἄλλα ἄστρα ὅσα ἐν οὐρανῷ καὶ αὐτὸς ὁ οὐρανός. ἀπὸ | |
δὲ νεφελῶν, ὅσαι μὲν μὴ ἄγαν πιληθεῖσαι συνέστησαν, ψεκάδες καταφέρονται ἐπὶ γῆν καὶ εἰς ταύτας διαλύον‐ ται ὁμίχλαι τε καὶ νεφελῶν ὅσαι μανώτεραι· ὅσαι δὲ ἐπὶ | 190 | |
10 | μέγα ξυστᾶσαι εἰς ὕδωρ μετέ|βαλον, ὑετοὺς ἐκ νεφῶν γεννῶσι. καὶ ὁμίχλαι μὲν τὸ πολὺ τῇ γῇ ἐφιζάνουσιν, ἅτε δὴ κεχυμένης τε ἔτι καὶ ἀξυστάτου τῆς ἀτμίδος· αἱ νεφέλαι δὲ αἴρονται εἰς τὸ ἄνω, οὐ μὴν ὑπὲρ εἴκοσίν γε ἀπὸ γῆς σταδίους οὐδὲ αὗται ἀναφέρονται. ὅθεν καὶ | |
15 | τῶν ὀρῶν ὅσα ὑπὲρ εἴκοσί γε ἀπὸ | γῆς σταδίους ἀνέχει ἐς εὐθὺ (ἔστι δὲ καὶ εὐαρίθμητα ταῦτα ἔν γε τοῖς καθ’ ἡμᾶς τόποις) οὔτε ὑόμενα ὤφθη ποτὲ οὔτε καταπνεό‐ μενα, οὐδὲ νεφέλη ὑπὲρ αὐτῶν ἢ καὶ ἐπ’ αὐτοῖς ἱζάνουσα. ἀλλὰ τῆς Οἴτης γε ἐπὶ τῇ ἀκρωρείᾳ θύεσθαι ὅσα ἔτη | |
20 | λόγος καὶ Ἡρακλεῖ καὶ Φιλοκτήτῃ εἰς | μνήμην τοῦ πα‐ λαιοῦ παθήματος καὶ τὴν τέφραν ἐπὶ τῇ πυρκαιᾷ ἐν χώρᾳ μένειν· εἶναι γὰρ τὸν ἄνω ὑπὲρ γῆς ἀέρα λεπτόν τε ἤδη καὶ καθαρὸν καὶ αὐγοειδῆ, καὶ ταύτῃ διαφορεῖ‐ σθαι τοὺς ἀτμοὺς ὅσοι προσωτέρω ὑπεραναφέρονται. | |
25 | ὅση δὲ λεπτὴ ἀτμὶς μὴ ἐπὶ μέγα ἀρθεῖσα ἐσκε|δάσθη, ἀλλὰ ψυχθεῖσα κατηνέχθη ἐπὶ γῆν, δρόσος γίγνεται· πρὸς ἡλίου δὲ ἐπικαυθεῖσα ἐρυθαίνεται ἢ μελαίνεται, καὶ τοῦτο δεινὸ〈ν ποιούμενοι〉 φοινιάδα μὲν τὸ ἐρυθρὸν | |
αὐτοῦ, ‖ ἐρυσίβην δὲ ὅ τι περ καὶ μέλαν καλοῦσι· πα‐ | 191 | |
30 | γεῖσα δὲ καὶ πεσοῦσα ἐπὶ γῆν πάχνη γίνεται. καὶ ἔστι ὅ τι περ πάχνη πρὸς δρόσον, τοῦτο χιὼν πρὸς ὑετόν, ὅτι καὶ τὸ νέφος ξυνελθὸν μὲν ἄνευ πήξεως εἰς ὑετὸν διακρίνεται, παγὲν δὲ | εἰς νιφετὸν συνάγεται. 〈καὶ〉 ὅτι πρὶν παντελῶς ἐς ὕδωρ ξυστῆναι τὴν νεφέλην φθά‐ | |
35 | νει παγῆναι ἐς χιόνα, καὶ ἡ χρόα τῆς χιόνος τεκμηριώ‐ σασθαι παρέχει· λευκή τε γὰρ καὶ αὐγοειδής ἐστιν, ὅτι πρὶν τραπῆναι ἐς ὕδωρ παγεῖσα θρύπτεται, οἷα δὴ οὐ σμικρὰν μοῖραν τοῦ πνεύματος φωτοειδοῦς ὄν|τος συν‐ επιλαμβάνουσα· ἔνθεν τοι ἀφρῷ ἐς τὰ μάλιστα τὴν χρόαν | |
40 | ἔοικεν, ὅτι καὶ ἐν ἀφρῷ πολύ τι ἔνι πνεύματος· δηλοῦσι δὲ πομφόλυγες αἱ ἐπὶ τῶν ἀφρῶν οἷα δὴ ἐπιζέουσαι. | |
5 | Photius, Bibl. cod. 250, p. 460 b 17 (in fine epitomes Agatharchidis libri περὶ ἐρυθρᾶς θαλάσσης): ὅτι Ἀρρια‐ νὸς περὶ κομητῶν φύσεώς τε καὶ συστάσεως καὶ φασμάτων βιβλιδάριον γράψας πολλοῖς ἀγωνίσμασι | |
5 | πειρᾶται δεικνύναι ὅτι μηδὲν μήτε τῶν ἀγαθῶν μήτε τῶν φαύλων τὰ τοιαῦτα φάσματα ἀποσημαίνουσιν. | |
6 | Stobaeus, Florileg. I 28, 1b et 2 (Vol. I p. 228, 15 —231, 8 ed. Wachsm.). 〈Ἀρριανοῦ〉· Χαλδαίους μὲν δὴ λόγος περὶ κομητῶν ὧδε γιγνώσκειν, ὅτι εἰσί τινες καὶ ἄλλοι ἔξω τῶν φαινομένων πλανητῶν ἀστέρες, οἳ | |
5 | τέως μὲν ἀφανεῖς εἰσιν, ὅτι ἐπὶ πολὺ ἄνω που ἀφ’ ἡμῶν φέρονται, ἤδη δὲ καὶ ταπεινωθέντες ὤφθησαν οὕτως ξυνήνεγκόν τε εἰς τὰ ὅλα· καὶ | τούτους κομήτας καλεῖν φίλον τοῖς οὐ γιγνώσκουσιν, ὅτι καὶ αὐτοὶ ἐκ τῶν πολλῶν ἀστέρων εἰσίν. ἀφανίζεσθαι δὲ δοκοῦσιν, | 192 |
10 | ἐπειδὰν ἀνενεχθῶσιν εἰς τὴν σφῶν χώραν, δύντες εἰς τὸ βάθος τοῦ αἰθέρος, ὥσπερ ἐς τὸν τοῦ πελάγους βυ‐ θὸν οἱ ἰχθῦς. οἳ δὲ ὑπ’ ἀνέμων ἢ θυέλλης ἀνα|φέρεσθαι ἔστιν ἃ γαιώδη ἐς τὸν ἄνω ἀέρα ἐδόξασαν καὶ ταῦτα ‖ ἐκπυρω‐ | |
15 | θέντα καὶ εἰς τὴν δίνην ἐμπεσόντα τοῦ αἰθέρος ξυμ‐ περινοστεῖν τῷ παντὶ ἐπὶ χρόνον, ἔπειτα ἀπαναλωθέντα πρὸς τοῦ πυρὸς ἀφανῆ καθίστασθαι, καὶ τοὺς κομήτας δὲ καλουμένους ἀστέρας ταῦτα εἶναι. Δημοκρίτου δὲ ὁ λόγος λεγόμενός ἐστιν, ὡς κατ’ | |
20 | ἀντίλαμψιν τῶν πλανωμένων ἀστέρων πρὸς ἀλλήλους τε καὶ τοὺς ἀπλανεῖς οἱ κομῆται ξυνίστασθαι δοκοῦσι, καθάπερ πλειόνων κατόπτρων ἀντιλαμπόντων σφίσιν ἤδη τινὰ ὤφθη ἀστεροειδῆ φαντάσματα. ........ Ἀρριανός φησιν· ὅσα δὲ μένει ἐπὶ χρό‐ | |
25 | νον, τὰ μὲν ὡς συμπεριφέρεσθαι τῷ οὐρανῷ, τὰ δὲ ἤδη τινὰ κατ’ ἰδίαν πλάνην πλανώμενα, οὗτοί εἰσιν οἱ κο‐ | |
μῆται ἀστέρες καὶ λαμπάδες καὶ πωγωνίαι καὶ πί‐ θοι καὶ δοκίδες, καθ’ | ὁμοιότητα ἕκαστα ἰδέας τῆς ἐπωνυμίας λαχόντα. τεκμήριον δὲ ὅτι μὴ παραυτίκα | 193 | |
30 | διαφθείρεται, ὡς εἴ γε ἐν τῷ ἀέρι ξυνίσταντο, ταχεῖα ἂν ἐγίγνετο αὐτοῖς ἐν τῷ ψυχρῷ ἡ σβέσις. ὅτι δὲ πρόσ‐ καιρά ἐστιν, ἡ φθορὰ αὐτῶν ἐδήλωσε· καὶ ὅτι πρὸς ἄρκτοις μᾶλλόν τι ἢ ἄλλῃ | χώρᾳ συνίσταται τοῦ οὐρα‐ νοῦ, καὶ τοῦτο ἐπ’ αὐτὸ φέρει, ἔνθα παχύς τε ὁ ἀὴρ | |
35 | μᾶλλον καὶ σύστασις οὐ ῥᾳδία 〈δια〉φορηθῆναι πρὸς ἡλίου. φέρονταί τε ἀτάκτως οἱ πολλοὶ τῶν κομητῶν, ἐπινεμόμενοι, ἐμοὶ δοκεῖν, τὴν ἄνω ‖ ἀναφερομένην τρο‐ φὴν καὶ ταύτῃ ἐφομαρτοῦντες. ἡ δὲ ἀρχὴ αὐτῶν ἀστε‐ ροειδής ἐστι, καθότι εἰς σφαῖραν ξυνάγεσθαι πέφυκε | |
40 | πᾶν ὅσον πυροειδές· ἡ δὲ κόμη αὐγοειδής, τῶν μὲν ὥσπερ ἄφετος ἀνειμένη, τῶν δὲ ἐπ’ εὐθὺ ἰοῦσα καὶ | ἐς τὸ ἄνω μᾶλλόν τι ἀπὸ τοῦ ἀστέρος τεινομένη. οἱ δὲ πί‐ θοι ὀλιγάκις πεφήνασι, καθότι πλείονος δέονται ξυναγω‐ γῆς πυρός. ἤδη δὲ καὶ τῶν ἀπλανῶν ἔστιν οἳ ξὺν κόμῃ | |
45 | ἐφάνησαν, ἐπειδὰν περὶ αὐτοὺς ἀέρος ἀναφορὰ πυκνω‐ | |
θεῖσα ξυναφὲς ἐργάσηται τῆς κόμης τὸ εἴδω|λον, καθ‐ άπερ καὶ ἅλως ξυναφεῖς αὐτοῖς τοῖς ἄστροις φαίνονται. ἤδη δὲ καὶ πλησίον ἡλίου ξυνστάντες κομῆται οἳ μὲν ἔφθησαν ἀφανισθῆναι πρὶν τὴν γένεσιν αὐτῶν κατα‐ | 194 | |
6(50) | στῆναι ἐμφανῆ, οἳ δὲ ἐκλείποντος ἡλίου ἐξεφάνησαν, οἳ δὲ καὶ ἐπικαταδύνοντες τῷ ἡλίῳ, πρόσθεν, οἷα δὴ εἰκός, | ὑπὸ τῶν αὐγῶν καταλαμβανόμενοι τὸ μὴ ἐμφανεῖς καθ‐ ίστασθαι. ὥστε ἐκεῖνος ἂν κρατοίη ὁ λόγος 〈ὁ〉 ἀπο‐ φαίνων ἀέρος πιλήματα, ἀποθλιβόμενα καὶ ἐμπίπτοντα | |
55 | εἰς τὰ κατωτέρω καὶ τῷ ἀέρι ξυναφῆ τοῦ αἰθέρος, ἐξ‐ αφθέντα, ἔστ’ ἂν ὑπάρχῃ περὶ αὐτοὺς ἡ τροφή, ξυμμέ‐ νειν τε καὶ | ξυμπερινοστεῖν τῷ αἰθέρι, καὶ ταῦτα, ὅπως ἂν τύχῃ, ἀπὸ τῆς ἰδέας ἐπικληΐζεσθαι ἕκαστον· κομή‐ τας μὲν ἀφ’ ὧν ὥσπερ κόμη εἰς τὰ κύκλῳ ἀπολάμπει | |
60 | αὐγὴ πυρός· πωγωνίας δὲ ἀφ’ ὅτων εἰς πώ‖γωνος σχῆμα ἀπήρτηται αὐγὴ ἐς τὸ ἐπὶ θάτερα· πίθους δὲ ὅσα μεγάλα 〈καὶ〉 κυκλοτερῆ καί τι καὶ βάθους ἔν σφι‐ σιν ἐξέφηνε· δοκοὺς δὲ αὖ καὶ λαμπάδας καθ’ ὁμοιό‐ τητα τοῦ εἴδους 〈οὕ〉τως ἐπιφημίζεσθαι. | φαίνεται δὲ | |
65 | τούτων ἕκαστον καὶ ἑσπέριον καὶ ἑῷον, τὰ δὲ καὶ ἀμφι‐ φανῆ φαίνεται· ἀμφιφανῆ δὲ κλῄζουσιν ὅσα περὶ πρῶτα τῆς νυκτὸς φανέντα πρὸς δύσει ἔπειτα ἐν τῇ αὐτῇ νυκτί, | |
πρὶν ἡμέραν ἐπιλαβεῖν, ἔφθη ἀνασχόντα. | 195 |