TLG 0074 006 :: Flavius ARRIANUS :: Acies contra Alanos

Flavius ARRIANUS Hist. Phil.
(Bithynius: A.D. 1–2)

Acies contra Alanos

Source: Roos, A.G., Wirth, G. (eds.), Flavii Arriani quae exstant omnia, vol. 2. Leipzig: Teubner, 1968 (1st edn. corr.): 177–185.

Citation: Section — (line)

t

ΑΡΡΙΑΝΟΥ ΕΚΤΑΞΙΣ ΚΑΤΑ ΑΛΑΝΩΝ

1

Ἡγεῖσθαι μὲν τῆς πάσης στρατιᾶς τοὺς κατασκόπους ἱππέας ἐπὶ δυοῖν τεταγμένους σὺν τῷ οἰκείῳ ἡγεμόνι. ἐπὶ τούτοις δὲ τοὺς ἱπποτοξότας τοὺς Πετραίους, καὶ τούτους ἐπὶ δυοῖν· ἀγόντων δὲ αὐτοὺς οἱ δεκαδάρχαι.
5ἐπὶ δὲ τούτοις ἐπιτετάχθων οἱ ἀπὸ τῆς εἴλης ᾗτινι Αὐ‐ ριανοὶ ὄνομα. συντετάχθων δὲ αὐτοῖς οἱ τῆς σπείρης τῆς τετάρτης τῶν Ῥαιτῶν, ἧς ἄρχων Δάφνης Κορίνθιος. ἐπὶ τούτοις δὲ οἱ ἀπὸ τῆς εἴλης ᾗ ὄνομα Κολωνοί. συν‐ 〈τε〉τάχθων δὲ αὐτοῖς Ἰτυραῖοι καὶ Κυρηναῖοι καὶ οἱ
10ἀπὸ τῆς πρώτης Ῥαιτικῆς. συμπάντων δὲ τούτων ἀρχέτω177

2

Δημήτριος. ἐπὶ τούτοις δὲ οἱ Κελτοὶ ἱππεῖς, καὶ αὐτοὶ ἐπὶ δύο, καὶ τούτων ἡγείσθω ἑκατόνταρχος, ὅσπερ ἐπὶ στρατοπέδου.

3

πεζοὶ δὲ ἐπὶ τούτοις τετάχθων, τὰ σημεῖα ἀνατετα‐ μένα πρὸ σφῶν ἔχοντες, οἵ τε Ἰταλοὶ καὶ Κυρηναίων οἱ παρόντες. πάντων δὲ ἡγείσθω Πούλχερ, ὅσπερ ἄρχει τοῖς Ἰταλοῖς. Βοσπορανοὶ δὲ ἐπὶ τούτοις πεζοὶ ἰόντων,
5ἡγεμόνα παρεχόμενοι Λαμπροκλέα, καὶ οἱ Νομάδες ἐπὶ

4

τούτοις ὑποτεταγμένοι Βήρῳ τῷ σφετέρῳ ἄρχοντι. ἡ τάξις δὲ ἔστω εἰς ὁπλίτας τέσσαρας. αὐτῶν δὲ τούτων ὅσοι τοξόται ἡγείσθων. τὰς δὲ πλευρὰς τῆς τάξεως φυ‐ λαττόντων ἑκατέρωθεν οἱ ἱππεῖς οἱ οἰκεῖοι. ἐπὶ δὲ τού‐
5τοις οἱ ἐπίλεκτοι ἱππεῖς ἴτωσαν, καὶ ἐπὶ τούτοις οἱ ἀπὸ

5

τῆς φάλαγγος ἱππεῖς, ἔπειτα οἱ καταπέλται, ἔπειτα τὸ σημεῖον τῆς πεντεκαιδεκάτης φάλαγγος, καὶ ἀμφ’ αὐτῷ
δὲ 〈ὁ〉 ἡγεμὼν τῆς φάλαγγος Οὐάλης, καὶ ὁ ὕπαρχος, καὶ οἱ χιλιάρχαι οἷς τέτακται, καὶ 〈πέντε〉 ἑκατόνταρχοι οἱ τῆς178
5πρώτης σπείρης ἐπιστάται. πρὸ δὲ τοῦ σημείου αὖ τῶν πεζῶν οἱ ἀκοντισταὶ τετάχθων. αὐτοὺς δὲ τοὺς πεζοὺς

6

ἐπὶ τεσσάρων τεταγμένους ἰέναι. ἐπὶ δὲ τῇ πεντεκαιδε‐ κάτῃ φάλαγγι τετάχθω τὸ σημεῖον τῆς δωδεκάτης φά‐ λαγγος, καὶ χιλιάρχαι ἀμφ’ αὐτῷ καὶ ἑκατοντάρχαι. ἐπὶ τεσσάρων ὡσαύτως καὶ ἥδε ἡ φάλαγξ ἴτω τεταγμένη.

7

ἐπὶ δὲ τῷ ὁπλιτικῷ τετάχθω τὸ συμμαχικόν, οἵ τε ἀπὸ τῆς μικρᾶς Ἀρμενίας καὶ Τραπεζουντίων οἱ ὁπλῖται καὶ Κόλχοι καὶ Ῥιζιανοὶ οἱ λογχοφόροι. ἐπιτετάχθων δὲ αὐ‐
τοῖς οἱ † Ἀπλανοὶ πεζοί. παντὸς δὲ τοῦ συμμαχικοῦ ἡγε‐179
5μὼν ἔστω Σεκουνδῖνος, ὅσπερ τῶν †Ἀπλανῶν ἡγεῖται.

8

ἐπὶ τούτοις δὲ τὰ σκευοφόρα ἑπέσθω. οὐραγείτω δὲ ἡ εἴλη τῶν Γετῶν καὶ ὁ ταύτης εἰλάρχης.

9

τὰς πλευρὰς δὲ τοῦ πεζικοῦ κοσμούντων μὲν καὶ ἑκα‐ τοντάρχαι [καὶ] ἐπὶ τῷδε τεταγμένοι, φυλακῆς δὲ ἕνεκα 〈ἡ〉 εἴλη ἡ Γαλατικὴ παριππευέτω ἐπὶ ἕνα στοῖχον ἑκα‐ τέρωθεν τεταγμένη, καὶ οἱ τῶν Ἰταλῶν ἱππεῖς. ὁ δὲ
5εἰλάρχης αὐτῶν ἐπιφοιτάτω ταῖς πλευραῖς.

10

ὁ δὲ ἡγεμὼν τῆς πάσης στρατιᾶς Ξενοφῶν τὸ πολὺ μὲν πρὸ τῶν σημείων τῶν πεζικῶν ἡγείσθω, ἐπιφοιτάτω δὲ πάσῃ τῇ τάξει, καὶ ἐπισκοπείτω ὅπως τεταγμένοι ἰᾶσιν, καὶ τοὺς μὲν ἀτακτοῦντας εἰς τάξιν ἐπαναγέτω, τοὺς δὲ
5ἐν κόσμῳ ἰόντας ἐπαινείτω.

11

οὕτω μὲν τεταγμένους ἰέναι. ἐλθόντος δὲ εἰς τὸ ἀπο‐ δεδειγμένον χωρίον, τὴν μὲν ἵππον πᾶσαν περιστῆναι ἐν κύκλῳ εἰς τετράγωνον τάξιν, τοὺς κατασκόπους δὲ πέμψαι εἰς τὰ ὑπερδέξια χωρία ἀποσκοπῆς ἕνεκα τῶν
5πολεμίων. ἐνταῦθα δὲ ἀπὸ σημείου ὁπλίζεσθαι σιγῇ,

12

ὁπλισαμένους δὲ εἰς τάξιν καθίστασθαι. ἡ τάξις δὲ ἔστω ἥδε. τὸ μὲν κέρας ἑκάτερον τῶν πεζῶν τὰ ὑπερδέξια ἐχέτω τῶν χωρίων, ὅτι ἐν τοιῷδε ἡ ἔκταξις ἔσται. ἐπιτετά‐ χθων δὲ τῷ κέρατι τῷ μὲν δεξιῷ οἱ ἀμφὶ Οὐασάκην καὶ Ἄρ‐180
5βηλον Ἀρμένιοι, τὸ ὑπερδεξιώτατον τοῦ κέρως ἔχοντες, ὅτι

13

τοξόται εἰσὶν οἱ σύμπαντες. προτετάχθων δὲ αὐτῶν οἱ τῆς σπείρης τῆς Ἰταλικῆς πεζοί. πάντων δὲ ἡγείσθω Πούλχερ, ὅστις καὶ τῆς σπείρης τῆς Ἰταλικῆς ἄρχει. καὶ τούτῳ ἐπιτετράφθω αὐτός τε [καὶ] ὁ Οὐασάκης καὶ
5Ἄρβηλος καὶ τὸ ἐκείνων ἱππικόν τε καὶ πεζικόν.

14

ἐπὶ δὲ τοῦ ἀριστεροῦ τετάχθων καὶ οὗτοι τὸ ὑπερδε‐ ξιώτατον τοῦ κέρως ἔχοντες οἵ τε ἀπὸ τῆς μικρᾶς Ἀρμε‐ νίας σύμμαχοι καὶ οἱ Τραπεζουντίων γυμνῆτες καὶ οἱ Ῥιζιανοὶ λογχοφόροι. προτετάχθων δὲ καὶ τούτων οἱ
5†Ἀπλανοὶ οἱ διακόσιοι καὶ Κυρηναίων οἱ ἑκατόν, ὡς προβολὴν μὲν εἶναι πρὸ τῶν ἀκοντιστῶν τοὺς ὁπλίτας,

15

τοὺς δὲ ὑπερακοντίζειν ἐκ τοῦ ὑπερδεξιοῦ. τὸ δὲ ἐν μέσῳ σύμπαν τὸ μὲν δεξιὸν ἐχέτω ἡ πεζικὴ φάλαγξ ἡ πεντεκαιδεκάτη ὑπὲρ τὸ μέσον τοῦ παντὸς χωρίου, ὅτι πολὺ πλείονες πλήθει οὗτοί εἰσι· τὸ δὲ ὑπόλοιπον τοῦ
5ἀριστεροῦ ἐκπληρούντων οἱ τῆς δωδεκάτης φάλαγγος πεζοὶ ἔστε ἐπὶ τὸ ἄκρον τοῦ κέρως τοῦ ἀριστεροῦ. τετά‐ χθων δὲ ἐπὶ ὀκτώ, καὶ πυκνὴ αὐτοῖς ἔστω ἡ ξύν〈ταξισ〉.

16

καὶ αἱ μὲν πρῶται τέσσαρες τάξεις ἔστωσαν κοντοφόρων,
οἷς δὴ 〈τοῖσ〉 κοντοῖς μακρὰ καὶ ἐπὶ λεπτὸν τὰ σιδήρια προῆκται. καὶ τούτους οἱ μὲν πρωτοστάται εἰς προβολὴν ἐχόντων, ὡς εἰ πελάζοιεν αὐτοῖς οἱ πολέμιοι, κατὰ τὰ181
5στήθη μάλιστα τῶν ἵππων τίθεσθαι τῶν κοντῶν τὸν

17

σίδηρον· οἱ δευτεροστάται δὲ καὶ οἱ τῆς τρίτης καὶ τε‐ τάρτης τάξεως εἰς ἀκοντισμὸν προβεβλήσθων τοὺς κον‐ τοὺς ὅπου τύχοιεν, καὶ ἵππους τρώσοντες καὶ ἱππότην κατα〈κα〉νοῦντες καὶ θυρεῷ 〈ἢ〉 καταφράκτῳ θώρακι
5ἐμπαγέντος τοῦ κοντοῦ καὶ διὰ μαλακότητα τοῦ σιδή‐ ρου ἐπικαμφθέντος ἀχρεῖον τὸν ἀναβάτην ποιήσοντες.

18

αἱ δὲ ἐφεξῆς τάξεις τῶν λογχοφόρων ἔστωσαν. ἐνάτη δὲ ἐπὶ τούτοις ἔστω τάξις οἱ πεζοὶ τοξόται, οἱ τῶν Νομά‐ δων καὶ Κυρηναίων καὶ Βοσποριανῶν τε καὶ Ἰτυραίων.

19

μηχαναὶ δὲ ἐφεστηκέτωσαν τῷ κέρατι ἑκατέρῳ, ὡς πορ‐ ρωτάτω προσιόντων τῶν πολεμίων ἐξακοντίζειν, καὶ κατόπιν τῆς πάσης φάλαγγος.

20

τὸ δὲ ἱππικὸν ξύμπαν κατὰ εἴλας καὶ λόχους ὀκτὼ ξυντεταγμένον ἐφεστάτω τοῖς πεζοῖς, τὸ μὲν τοῖς κέρα‐ σιν ἑκατέροις, προβολὴν ἔχον τοὺς ὁπλίτας πρὸ σφῶν καὶ τοὺς τοξότας, λόχοι δύο, τὸ δὲ τῇ μέσῃ φάλαγγι,

21

λόχοι ἕξ **μημιον. τούτων δὲ ὅσοι μὲν ἱπποτοξόται πλησίον τῆς φάλαγγος ἐφεστηκέτωσαν, ὡς ὑπερτοξεύειν ὑπὲρ αὐτῆς· ὅσοι δὲ λογχοφόροι ἢ κοντοφόροι ἢ μαχαι‐ ροφόροι ἢ πελεκοφόροι εἰς τὰ πλάγιά τε ἑκατέρωθεν182

22

ὁρώντων [ἢ] καὶ τὸ ξύνθημα προσμενόντων. οἱ δὲ ἐπί‐ λεκτοι ἱππεῖς ἀμφ’ αὐτὸν Ξενοφῶντα ἔστωσαν, καὶ τῶν ἀπὸ τῆς φάλαγγος [τῶν] πεζῶν ὅσον εἰς διακοσίους, οἱ σωματοφύλακες, καὶ ἑκατοντάρχαι ὅσοι τοῖς ἐπιλέκτοις
5ξυντεταγμένοι ἢ τῶν σωματοφυλάκων ἡγεμόνες, καὶ δεκ‐

23

άρχαι οἱ τῶν ἐπιλέκτων. ἔστωσαν δὲ ἀμφ’ αὐτὸν *** *****ας ἑκατὸν κούφων λογχοφόρων, ὡς πᾶσαν ἐπι‐ φοιτῶν τὴν φάλαγγα ὅπου τι ἐνδεὲς καταμανθάνοι,

24

ἐκεῖνο ἰῷτο καὶ θεραπεύοι. ἡγείσθω δὲ τοῦ μὲν δεξιοῦ κέρως παντὸς ξὺν τῷ ἱππικῷ Οὐάλης, ὅσπερ καὶ τῆς πεντεκαιδεκάτης φάλαγγος ἡγεμών ἐστιν· τοῦ δὲ ἀριστε‐ ροῦ οἱ χιλίαρχαι τῆς δωδεκάτης.

25

οὕτω δὲ ταχθέντων σιγὴ ἔστω ἔστ’ ἂν πελάσωσι ἐν‐ τὸς βέλους οἱ πολέμιοι· πελαζόντων δὲ ἤδη ὡς μέγιστον
καὶ φοβερώτατον ἀλαλάζειν ξύμπαντας τῷ Ἐνυαλίῳ, καὶ βέλη τε ἀπὸ μηχανῶν καὶ λίθους ἀφίεσθαι καὶ βέλη183
5ἀπὸ τόξων, καὶ λόγχας οἱ λογχοφόροι ἀκοντιζέτωσαν οἵ τε ψιλοὶ καὶ οἱ †θειασταί. φερέσθωσαν δὲ καὶ λίθοι εἰς τοὺς πολεμίους ἀπὸ τοῦ ξυμμαχικοῦ ἐκ τῶν ὑπερδεξίων, καὶ τὸ πᾶν ἀκροβολισμὸς ἔστω πανταχόθεν ὡς ἔνι πυκ‐ νότατος εἰς τάραξίν τε τῶν ἵππων καὶ ὄλεθρον τῶν πο‐

26

λεμίων [ἵππων]. καὶ ἐλπὶς μὲν ὑπὸ τοῦ ἀδιηγήτου πλή‐ θους τῶν βελῶν μηδὲ πλεῖον πελάσειν τῇ πεζικῇ φάλαγγι ἐπελαύνοντας τοὺς Σκύθας· εἰ δὲ δὴ πελάζοιεν, ἐγχρίμ‐ ψαντας ταῖς ἀσπίσι καὶ τοῖς ὤμοις ἀντερείσαντας δέ‐
5χεσθαι τὴν προσβολὴν ὡς καρτερώτατα καὶ τῇ συγκλεί‐ σει πυκνοτάτῃ τὰς πρώτας τρεῖς τάξεις ξυνερειδούσας σφίσιν ὡς βιαιότατον οἷόν τε· τὴν τετάρτην δὲ ὑπερ‐ ακοντίζειν τὰς λόγχας· καὶ τὴν πρώτην παίειν ἢ ἀκοντί‐

27

ζειν τοῖς κοντοῖς ἀφειδῶς ἔς τε ἵππους καὶ αὐτούς. ἀπω‐ σθέντων δὲ εἰ μὲν φυγὴ λαμπρὰ γένηται, διαχωρεῖν δὴ τὰς πεζικὰς τάξεις καὶ ἐπελαύνειν τοὺς ἱππέας, μὴ πάν‐ τας τοὺς λόχους ἀλλὰ τοὺς ἡμίσεας· τετάχθαι δὲ πρώ‐

28

τους οἵτινες καὶ πρῶτοι ἐπελάσουσιν. τοὺς δὲ ἄλλους ἡμίσεας ἕπεσθαι μὲν τοῖς ἐπελαύνουσιν, ἐν τάξει δὲ καὶ μὴ παντελεῖ τῇ διώξει χρωμένους, ὡς εἰ μὲν φυγὴ καρ‐
τερὰ κατέχοι, ἐκδέξασθαι τὴν πρώτην δίωξιν ἀκμήτοις184
5τοῖς ἵπποις, εἰ δέ τις ἐπιστροφὴ καταλαμβάνοι, ἐπιτίθε‐

29

σθαι τοῖς ἐπιστρέφουσιν. ὁμοῦ δὲ οἵ τε Ἀρμένιοι τοξό‐ ται ἐπελαύνοντες τοξευόντων, ὡς μὴ παρασχεῖν ἀναστρο‐ φὴν τοῖς φεύγουσι, καὶ οἱ λογχοφόροι οἱ γυμνῆτες δρόμῳ ἑπέσθωσαν· μένειν δὲ μηδὲ τὴν πεζικὴν τάξιν ἐν χώρᾳ
5ἔτι, ἀλλὰ προχωρεῖν θᾶττον ἢ βάδην, ὡς εἴ τι καρτερώ‐ τερον ἀπαντῴη ἀπὸ τῶν πολεμίων, αὖθις εἶναι προβο‐ λὴν πρὸ τῶν ἱππέων.

30

τάδε μὲν γίνεσθαι, εἰ ἀπὸ τῆς πρώτης προσβολῆς φυγὴ κατάσχοι τοὺς ἐναντίους· εἰ δὲ ἐπιστραφέντες ἐς κύκλους ὑπὲρ τὰ κέρατα παρελαύνειν ἐθέλοιεν, ἀνατεί‐ νεσθαι μὲν 〈ἐσ〉 τὰ ὑπερδεξιώτερα ἔτι τὰ κέρατα αὐτῆς
5τῆς ψιλῆς τοξείας· ὡς οὐ δοκιμάζω μήποτε ἀσθενῆ τῇ ἀνατάσει τὰ κέρατα γινόμενα ἰδόντες δι’ αὐτῶν ὤσαιντο

31

καὶ διακόψαιεν τὸ πεζικόν. ὑπερβαλλόντων δὲ τὰ κέρατα ἑκάτερα ἢ ὁπότερον οὖν, πᾶσα ἤδη ἀνάγκη πλαγίους μὲν αὐτοῖς γίνεσθαι τοὺς ἵππους, πλαγίους δὲ τοὺς κοντούς. ἐνταῦθα δὴ ἐμβαλλόντων ἐς αὐτοὺς οἱ ἱππεῖς, μὴ ἀκον‐
5τισμῷ ἔτι ἀλλὰ ταῖς σπάθαις αὐτοῖς συμφερόμενοι, οἳ δὲ τοῖς πελέκεσιν. οἱ δὲ Σκύθαι γυμνοί τε ὄντες καὶ
τοὺς ἵππους γυμνοὺς ἔχοντες ***185