TLG 0074 005 :: Flavius ARRIANUS :: Tactica

Flavius ARRIANUS Hist. Phil.
(Bithynius: A.D. 1–2)

Tactica

Source: Roos, A.G., Wirth, G. (eds.), Flavii Arriani quae exstant omnia, vol. 2. Leipzig: Teubner, 1968 (1st edn. corr.): 129–176.

Citation: Chapter — section — (line)

t

1

ΑΡΡΙΑΝΟΥ ΤΕΧΝΗ ΤΑΚΤΙΚΗ

1

.

1

... 〈Πύρρος τε ὁ Ἠπειρώτης τακτικὰ συνέταξε καὶ Ἀλέξανδρος〉 ὁ Πύρρου παῖς καὶ Κλέαρχος, οὐχ ὁ τῶν μυρίων Ἑλλήνων ἐπὶ βασιλέα ἡγησάμενος, ἀλλὰ ἄλλος οὗτος Κλέαρχος. καὶ μὴν καὶ Παυσανίου ἔστι
5συγγράμματα ὑπὲρ τούτων, εὕροις δ’ ἂν καὶ Εὐαγγέ‐ λου ἄλλα καὶ Πολυβίου τοῦ Ἀρκάδος, ὃς καὶ Σκιπίωνι τῶν Ῥωμαίῳ ξυνεγένετο, πολλοὺς καὶ μεγάλους πολέμους διαπολεμοῦντι ἄλλους τε καὶ ἐν ᾧ καὶ Καρχηδόνα τὴν ἐν Λιβύῃ εἷλέν τε καὶ ἠνδραπόδισεν. συγγέγραπται
10ἄττα ὑπὲρ τούτων καὶ Εὐπολέμῳ καὶ Ἰφικράτει, οὐ τῷ Ἀθηναίων στρατηγῷ, ἀλλὰ ἄλλῳ τούτῳ. Ποσειδώ‐ νιος δὲ ὁ Ῥόδιος καὶ τέχνην τινὰ τακτικὴν συγγράψας

1

.

2

κατέλιπεν. ἔστι δὲ ξύμπαντα ταῦτα τὰ συγγράμματα ἐκείνῃ μάλιστα οὐκ ὠφέλιμα, ὅτι ὡς πρὸς εἰδότας συγ‐ γέγραπται. καὶ τοίνυν τὰ ὀνόματα τῆς τε ὁπλίσεως ἑκά‐
στης καὶ τῆς τάξεως οἳ μὲν ὡς γνώριμα ἀνέγραψαν, τὰ129

1

.

3

δέ ἐστιν εἰ μὴ ἐξηγήσαιο πάντη ἄγνωστα. τοῦτο δὲ αὐτὸ ἔδοξέ μοι πρῶτον ἰάσασθαι αὐτῶν τὴν ἀσάφειαν.

2

.

1

ὡς οὖν εὐγνωστότατα ἔσται τοῖς ἐντυγχάνουσι τά τε πράγματα καὶ τὰ ὀνόματα, ἐνθένδε τοῦ λόγου ἄρξομαι, ὅτι δὴ τῶν παρασκευῶν τῶν εἰς τὸν πόλεμον ἣ μέν τις κατὰ γῆν τυγχάνει οὖσα, ἣ δὲ διὰ θαλάττης· καὶ γὰρ
5οἱ πολέμιοι πολεμοῦνται οἳ μὲν ἐν γῇ, οἳ δ’ ἐν θαλάττῃ. τῶν δὲ ὅπως οὖν πολεμούντων τὸ μέν τί ἐστι μάχιμον, αὐτοὶ οἱ στρατιῶται, τὸ δὲ τοῦ μαχίμου εἵνεκα ἠθροι‐ σμένον, ὅσον θητικὸν ἢ ἰατρικὸν ἢ ἐμπορικὸν ἢ καπη‐

2

.

2

λικόν. τοῦ δὲ αὖ ἐν γῇ μαχίμου 〈τὸ μέν ἐστι πεζικόν〉, τὸ δ’ ἐπὶ ὀχήματι ἄλλῳ καὶ ἄλλῳ. καὶ τῆς δευτέρας ἰδέας τὸ μὲν ἱππικόν, ὅπερ ἵπποις χρῆται, τὸ δ’ ἐπὶ ἐλεφάντων, καθάπερ τὰ Ἰνδῶν στρατόπεδα καὶ τὰ Αἰ‐
5θιοπικά, χρόνῳ δ’ ὕστερον καὶ Μακεδόνες καὶ Καρχη‐

2

.

3

δόνιοι καί που καὶ Ῥωμαῖοι. τοῦ δὲ ἀφ’ ἵππων μαχητι‐ κοῦ τὸ μὲν ἰδίᾳ λεχθείη ἂν ἱππικόν, τὸ δὲ ἐφ’ ἁρμάτων. καὶ τοῦ ἱππικοῦ οἳ μὲν ἱππεῖς, οἳ δὲ ἄμφιπποι· ἱππεῖς μὲν οἱ ἐφ’ ἑνὸς ἵππου ὀχούμενοι, ἄμφιπποι δὲ οἱ ἐπὶ
5δυοῖν ἀστρώτοιν ξυνδεδεμένοιν, ὡς μεταπηδᾶν ἀπ’ ἄλλου

2

.

4

ἐπ’ ἄλλον. ἡ μὲν δὴ ἀπὸ τῶν ἐλεφάντων μάχη ἁπλῆ ἐστιν, πλήν γε δὴ ὅτι καὶ πύργους ἔφερον ἔστιν ὅτε [δὲ] οἱ ἐλέφαντες· τῶν δὲ καὶ οἱ ὀδόντες σιδήρῳ ὀξεῖ ὡπλι‐ σμένοι ἦσαν, τοῦ τε τομώτεροι εἶναι καὶ τοῦ μὴ ἀπο‐130

2

.

5

θραύεσθαι εὐπετῶς. ἡ δὲ ἀπὸ τῶν ἁρμάτων μάχη πο‐ λυειδεστέρα ταύτης· ἢ γὰρ ψιλὰ ἦν τὰ ἅρματα, καθάπερ τὰ Τρωϊκά, ἢ δρεπανηφόρα, ὡς ὕστερον τὰ Περσικά, καὶ ἢ πεφραγμένων τῶν ἵππων ἢ ἀφράκτων, καὶ ἢ ἁπλοῦ
5τοῦ ῥυμοῦ ἢ διπλοῦ, τὰ δὲ καὶ πολύρρυμα.

3

.

1

αἱ δὲ πεζικαί τε καὶ ἱππικαὶ τάξεις καὶ ὁπλίσεις πολυειδεῖς τε καὶ πολύτροποί εἰσιν. αὐτίκα τῶν πεζῶν ὅπλισις, ὥς γε δὴ τὰ ἀνωτάτω τεμεῖν, τριχῆ νενέ‐ μηται, ἔς τε τὸ ὁπλιτικὸν καὶ ἐς τὸ ψιλὸν καὶ ἐς τὸ

3

.

2

πελταστικόν. τὸ μὲν δὴ βαρύτατον 〈τὸ〉 ὁπλιτικὸν θώρακας ἔχει καὶ ἀσπίδας ἢ θυρεοὺς παραμήκεις καὶ μαχαίρας καὶ δόρατα, ὡς Ἕλληνες, ἢ σαρίσας, ὡς οἱ

3

.

3

Μακεδόνες. τὸ δὲ ψιλὸν ἐναντιώτατα ἔχει τῷ ὁπλιτικῷ πάντα, ὅτιπερ ἄνευ θώρακος καὶ ἀσπίδος καὶ κνημῖδος καὶ κράνους ἑκηβόλοις τοῖς ὅπλοις διαχρώμενον, τοξεύ‐

3

.

4

μασιν ἢ ἀκοντίοις ἢ σφενδόναις ἢ λίθοις ἐκ χειρός. τὸ πελταστικὸν δὲ κουφότερον μὲν τυγχάνει ὂν τοῦ ὁπλι‐ τικοῦ—ἡ γὰρ πέλτη σμικρότερον τῆς ἀσπίδος καὶ ἐλα‐ φρότερον, καὶ τὰ ἀκόντια τῶν δοράτων καὶ σαρισῶν

3

.

5

λειπόμενα—, βαρύτερον δὲ τοῦ ψιλοῦ. τῷ δὲ ἀκριβεῖ καὶ βαρεῖ ὁπλιτικῷ καὶ κράνη πρόσκειται, ἢ πῖλοι Λα‐ κωνικοὶ ἢ Ἀρκαδικοί, καὶ κνημῖδες, ὡς τοῖς πάλαι Ἕλ‐ λησιν, ἢ ὡς Ῥωμαίοις κνημὶς μία πρὸ τῆς κνήμης τῆς131
5ἐν ταῖς μάχαις προβαλλομένης, καὶ θώρακες, οἳ μὲν φο‐ λιδωτοί, οἳ δὲ ἁλύσεσι λεπταῖς σιδηραῖς ἐπηλλαγμένοι.

4

.

1

τῆς δ’ ἱππικῆς ὁπλίσεως ἣ μὲν κατάφρακτος τυγ‐ χάνει οὖσα, ἣ δὲ ἄφρακτος. καὶ κατάφρακτος μὲν 〈ἡ〉 τούς τε ἵππους καὶ τοὺς ἱππέας πεφραγμένους παρεχο‐ μένη, τοὺς μὲν θώραξι φολιδωτοῖς ἢ λινοῖς ἢ ἐκ κερά‐
5των καὶ παραμηριδίοις, τοὺς ἵππους δὲ παραπλευριδίοις

4

.

2

καὶ προμετωπιδίοις· ἄφρακτος δὲ ἡ ἐναντία. τούτων δὲ οἳ μὲν δορατοφόροι εἰσὶν ἢ κοντοφόροι ἢ λογχοφόροι,

4

.

3

οἳ δὲ ἀκροβολισταὶ μόνον. δορατοφόροι μὲν οἱ πε‐ λάζοντες ταῖς τάξεσι τῶν πολεμίων καὶ δόρασιν ἀπομα‐ χόμενοι ἢ κοντοῖς ἐν τῇ ἐπελάσει ἐξωθοῦντες ὡς Ἀλα‐ νοὶ καὶ Σαυρομάται, ἀκροβολισταὶ δὲ οἱ πόρρωθεν
5ἀκροβολισμοῖς διαχρώμενοι, καθάπερ Ἀρμένιοι καὶ Παρ‐

4

.

4

θυαίων ὅσοι μὴ κοντοφόροι. τῆς προτέρας δὲ ἰδέας οἳ μὲν καὶ θυρεοὺς φέρουσιν καὶ καλοῦνται θυρεαφόροι,
οἳ δὲ ἄνευ τούτων αὐτὸ μόνον δόρασι καὶ κοντοῖς μά‐ χονται, οἳ δὴ καὶ 〈ἰδίωσ〉 δορατοφόροι ἢ κοντοφόροι132

4

.

5

ὀνομάζονται, ἔστιν δὲ ὑφ’ ὧν ξυστοφόροι. ἀκροβολι‐ σταὶ δὲ λεχθεῖεν ἂν οἱ μὴ ἐς χεῖρας ἰόντες ἀλλὰ πόρρω‐ θεν ἐξακοντίζοντες. καὶ τούτων οἳ μὲν δορατίοις δια‐ χρῶνται ἐς τὸν ἀκροβολισμόν, οἳ δὲ τόξοις. οἱ μὲν δὴ
5δορατίοις ἀκροβολιζόμενοι Ταραντῖνοι ὀνομάζονται,

4

.

6

οἱ δ’ ἕτεροι ἱπποτοξόται. καὶ αὐτῶν δὲ τῶν Ταραν‐ τίνων οἳ μὲν αὐτὸ μόνον πόρρωθεν ἀφιστάμενοι ἢ ἐς κύκλους παριππεύοντες διαχρῶνται τῷ ἀκροβολισμῷ, οἳ δὴ καὶ εἰλικρινεῖς Ταραντῖνοί εἰσιν· οἳ δὲ τὰ πρῶτα
5ἐξακοντίζοντες ἔπειτα συμπλέκονται τοῖς πολεμίοις, ἢ δόρυ ἓν ὧν ἔσχον ὑπολειπόμενοι ἢ καὶ σπάθῃ διαχρώ‐

4

.

7

μενοι, καὶ αὐτοὶ καλοῦνται ἐλαφροί. —Ῥωμαίοις δὲ οἱ ἱππεῖς οἳ μὲν κοντοὺς φέρουσιν, καὶ ἐπελαύνουσιν ἐς τὸν τρόπον τὸν Ἀλανικὸν καὶ τῶν Σαυροματῶν, οἳ

4

.

8

δὲ λόγχας ἔχουσι. σπάθη δὲ μακρὰ καὶ πλατεῖα ἀπήρ‐ τηται αὐτοῖς ἀπὸ τῶν ὤμων, καὶ θυρεοὺς πλατεῖς παρα‐ μήκεις φέρουσιν καὶ κράνος σιδηροῦν καὶ θώρακα τὸν

4

.

9

πεπλεγμένον καὶ κνημῖδας μικράς. λόγχας δὲ ἐς ἀμφό‐ τερα φέρουσι, καὶ ἀκοντίσαι μακρόθεν, ὁπότε τούτου δέοι, καὶ ἐγγύθεν ἐκ χειρὸς ἀπομάχεσθαι, συμπλακῆναί τε εἰ δεήσειεν εἰς χεῖρας ἐλθόντας, ταῖς σπάθαις μά‐
5χονται. οἳ δὲ καὶ πελέκεις μικροὺς φέρουσι πάντοθεν
ἐν κύκλῳ ἀκωκὰς ἔχοντας.133

5

.

1

ἑκάστης δὲ τάξεως πεζικῆς τε καὶ ἱππικῆς συστη‐ ματά τ’ ἐστὶ καὶ ἡγεμόνες καὶ ἀριθμὸς καὶ ὀνό‐ ματα, ὡς δέχεσθαι ὀξέως τὰ παραγγελλόμενα· ὑπὲρ ὧν

5

.

2

ἤδη λεκτέον. πρῶτον μὲν δὴ καὶ μέγιστον [τὸν] ἐν στρα‐ τηγίᾳ ἔργον παραλαβόντα πλῆθος ἀνθρώπων ἀθρόον καὶ ἄτακτον ἐς τάξιν καὶ κόσμον καταστῆσαι· τὸ δ’ ἔστιν καταλοχίσαι τε καὶ ξυλλοχίσαι, ἀριθμόν τε ἐπι‐
5θεῖναι τῷ πλήθει παντὶ ξύμμετρον καὶ ἐπιτήδειον ἐς

5

.

3

τὰς μάχας. τὸ γὰρ συντεταγμένον στράτευμα ἔν τε τῇ πορείᾳ κουφότερον καὶ ἐν στρατοπεδείᾳ ἀσφαλέστερον καὶ ἐς τὰς μάχας ὠφελιμώτερον, ὥστε ἤδη καὶ μεγάλα στρατόπεδα καὶ εὐοπλοῦντα δι’ ἀταξίαν διαφθαρέντα
5ἴσμεν ὑπὸ ἐλάττονός τε στρατιᾶς καὶ οὐκ ἀκριβῶς ὡπλι‐ σμένης, τὰ δὲ ἀσθενέστερα καὶ οὐκ εὐοπλοῦντα κρατή‐

5

.

4

σαντα τοῦ πλήθους τῇ εὐταξίᾳ. τὸ μὲν δὴ καταλο‐ χίσαι ἐστὶν εἰς λόχους συντάξαι· ὁ δὲ λόχος ὀνομά‐ ζεται ἀριθμὸς ἀνδρῶν ἀπὸ τοῦ ἡγουμένου καὶ τῶν μετὰ τοῦτον κατόπιν τεταγμένων ἔστε ἐπὶ τὸν τελευταῖον

5

.

5

κατὰ τὸ βάθος, ὃς δὴ οὐραγὸς καλεῖται. ἀριθμὸν δὲ τοῦ λόχου οἳ μὲν ὀκτὼ ἀνδρῶν ἐποίησαν, οἳ δὲ δέκα, οἳ δὲ δύο ἐπὶ τοῖς δέκα, οἳ δὲ καὶ ἑκκαίδεκα. ὑποκείσθω δὲ ἡμῖν τὸ βαθύτατον αὐτοῦ ἐς ἑκκαίδεκα. σύμμετρον γὰρ
5τοῦτο πρός τε τὴν ἐπὶ μῆκος τάξιν καὶ πρὸς τὴν ἐς βά‐
θος τῆς φάλαγγος καὶ πρὸς τὸ ὑπερτοξεύεσθαί τε καὶ ὑπερακοντίζεσθαι πρὸς τῶν ψιλῶν τῶν ἐφεστηκότων.134

5

.

6

καὶ εἴτε διπλασιάσαι δεήσειεν τὸ βάθος ἐπὶ τριάκοντα δύο ἄνδρας, ἡ τάξις σύμμετρος ἔσται· εἴτε αὖ μηκῦναι τὸ μέτωπον ἐς ὀκτώ, ἔσται οὐ πάντη ἀβαθὴς ἡ φάλαγξ. τὴν δὲ εἰς ὀκτὼ εἰ ἐκτεῖναι ἐθελήσειας ἐπὶ τέσσαρας,
5ἀβαθὴς γίγνεται. χρὴ οὖν τὸν λοχαγόν, ἅτε πρῶτον τοῦ λόχου ταττόμενον, τὸν κράτιστον ἐπιλέγεσθαι· ὃ δὲ αὐτὸς καὶ πρωτοστάτης καὶ ἡγεμὼν καλεῖται.

6

.

1

τὸν δὲ λόχον καὶ στίχον ἤδη τινὲς ὀνομάζουσιν, οἳ

6

.

2

δὲ δεκανίαν, τυχὸν οἷς ἐκ δέκα ὁ λόχος ἦν. ὑπὲρ δὲ τῆς ἐνωμοτίας ἀμφιγνοούμενόν ἐστιν· οἳ μὲν γὰρ ἄλλο ὄνομα τῷ λόχῳ εἶναι τοῦτο, οἳ δὲ τὸ τέταρτον τοῦ λόχου ἐνωμοτίαν καλοῦσιν, καὶ ἐνωμοτάρχην τὸν τούτου
5ἡγούμενον, τὰς δὲ δύο ἐνωμοτίας διμοιρίαν καὶ τὸν

6

.

3

ἡγούμενον τούτου διμοιρίτην. Ξενοφῶν δὲ πόστον μὲν μέρος τοῦ λόχου ἡ ἐνωμοτία ἐστὶν οὐ διασαφεῖ· ὅτι δὲ μεῖον καὶ πάντως γε τῷ ἡμίσει, δηλοῖ ἐν ᾧ λέγει ὅτι οἱ λοχαγοὶ κατ’ ἐνωμοτίας ἕκαστος ἐποιήσαντο τὸν

6

.

4

αὑτοῦ λόχον. ὁ μὲν δὴ τοῦ λοχαγοῦ κατόπιν ἑστὼς ἐπιστάτης καλεῖται, ὁ δὲ αὖ κατόπιν τούτου πρωτο‐
στάτης, ὁ δ’ ἐπὶ τούτῳ ἐπιστάτης, ὡς τὸν πάντα τοῦ λόχου στίχον ἐκ πρωτοστατῶν καὶ ἐπιστατῶν τε‐135

6

.

5

τάχθαι παραλλὰξ ἱσταμένων. χρὴ δὲ μὴ μόνον τὸν λο‐ χαγὸν τὸν κράτιστον τοῦ λόχου εἶναι, ἀλλὰ καὶ τὸν οὐ‐ ραγὸν οὐ πολύ τι ἀποδέοντα ἐπιλέγεσθαι· πολλὰ γὰρ καὶ τούτῳ καὶ οὐ τὰ φαυλότατα ἐν τοῖς πολεμικοῖς ἐπι‐

6

.

6

τέτραπται. εἴη ἂν οὖν ὁ λόχος στίχος ἐξ ἐπιστατῶν καὶ πρωτοστατῶν ἐν μέσῳ λοχαγοῦ τε καὶ οὐραγοῦ συντετα‐ γμένος.

7

.

1

συλλοχισμὸς δ’ ἐστὶν παράθεσις λόχου ἑτέρῳ λόχῳ. γίγνεται δὲ εἰ τῷ τοῦ πρώτου στίχου λοχαγῷ ὁ τοῦ δευ‐ τέρου λοχαγὸς ἐπισταθείη, τῷ δὲ τούτου ἐπιστάτῃ ὁ τοῦ

7

.

2

δευτέρου λοχαγοῦ ἐπιστάτης, καὶ ἐφεξῆς οὕτως. παρα‐ στάτης δὲ πᾶς ὁ συζυγῶν ὀνομάζεται, λοχαγὸς μὲν ὁ πρῶτος τῷ δευτέρῳ λοχαγῷ, ἐπιστάτης δὲ ὁ πρῶτος τῷ δευτέρῳ ἐπιστάτῃ, καὶ τοῦτο ἐφεξῆς ἔστε ἐπὶ τοὺς οὐ‐
5ραγοὺς τῶν λόχων. ἐπειδὰν οὖν πολλοὶ ἐφεξῆς λόχοι ταχθῶσι, συλλοχισμὸς τὸ τοιόνδε καλεῖται.

8

.

1

τὸ δὲ σύμπαν σύνταγμα τοῦ πλήθους φάλαγξ ὀνο‐ μάζεται· ἧς μῆκος μὲν τὸ πρῶτον ἂν εἴη ἐκ τῶν λοχαγῶν σύνταγμα, ὅπερ καὶ μέτωπον ἤδη τινὲς ὀνομάζουσιν, ἔστιν δὲ οἳ πρόσωπον καὶ ζυγόν, καὶ στόμα δὲ [οἱ]

8

.

2

ἄλλοι ταὐτὸ τοῦτο, καὶ πρωτολοχίαν ἄλλοι. τὸ δὲ κατ‐ όπιν τοῦ μετώπου ἅπαν ἔστε ἐπὶ τοὺς οὐραγούς, βά‐ θος ὀνομάζεται. καὶ τὸ μὲν κατὰ μῆκος ἐπ’ εὐθείας εἶναι
τοῖς πρωτοστάταις ἢ τοῖς ἐπιστάταις συζυγεῖν καλοῦσι,136
5στοιχεῖν δὲ τὸ κατὰ βάθος [τῷ] ἐπ’ εὐθείας εἶναι τοῖς

8

.

3

οὐραγοῖς καὶ λοχαγοῖς. τέμνεται δὲ ἡ φάλαγξ εἰς μέρη τὰ μέγιστα δύο, δίχα διαιρουμένου τοῦ παντὸς μετώπου ἔστε ἐπὶ τὸ πᾶν βάθος. καὶ τούτου τὸ μὲν ἥμισυ τὸ ἐν δεξιᾷ δεξιὸν καλεῖται κέρας καὶ κεφαλή· τὸ δ’ ἐν

8

.

4

ἀριστερᾷ εὐώνυμον κέρας καὶ οὐρά. ἵνα δὲ [ὅπου] ἡ διχοτομία γίνεται τοῦ μήκους, ὀμφαλὸς ὀνομάζεται καὶ στόμα καὶ ἀραρός.

9

.

1

ἐπὶ δὲ τοῖς ὁπλίταις τὸ πολὺ οἱ ψιλοὶ τάττονται, ὡς αὐτοῖς μὲν τὴν σκέπην ἐκ τῶν ὅπλων εἶναι, τοῖς δὲ ὁπλί‐ ταις αὖ τὴν ὠφέλειαν ἐκ τῶν κατόπιν ἀκοντισμάτων.

9

.

2

οὐ μὴν ἀλλὰ καὶ ἐν ἄλλῃ χώρᾳ ἤδη ψιλοὶ ἐτάχθησαν, ὁπότε οὕτω δέοι, ἐπὶ κέρως ἑκατέρου ἤ, εἰ πρόβλημα εἴη τοῦ ἑτέρου κέρως ποταμὸς ἢ τάφρος ἢ θάλασσα, ἐπὶ τοῦ ἑτέρου μόνον, 〈ἐν〉 ὑπερδεξίῳ τοῦ χωρίου, τοῦ ἀπο‐
5κρούεσθαι τῶν πολεμίων τὴν ταύτῃ ἔφοδον ἢ ἐς κώλυ‐ σιν κυκλώσεως· καὶ γὰρ αἱ τῶν ἱππέων τάξεις ἄλλοτε ἄλλῃ καθίστανται, ὅπως ἂν μέλλωσι ταχθέντες ὠφέλιμοι

9

.

3

ἔσεσθαι. τὸ μὲν οὖν ἅπαν πλῆθος τῆς στρατιᾶς ὁπόσους χρὴ εἶναι, οὐκ ἐπὶ τῷ στρατηγῷ ἑλέσθαι· τὸ δὲ ὂν ὅπως
συντάξει τε καὶ ἀσκήσει καὶ ἐκ τάξεως ἐς τάξιν ἄλλην137

9

.

4

εὐπετῶς μετακινήσει, τοῦτο ἐπασκητέον. τοσόνδε μέντοι συμβουλεύσαιμ’ ἂν τῷ στρατηγῷ, ἐκ τοῦ παντὸς πλήθους τῆς στρατιᾶς τοσούτους ἐς τὰς μάχας ἐξάγειν, ὁπόσοι ἐπιτήδειοι ἔσονται πρὸς τὰς μεταβολάς τε τῶν τάξεων
5καὶ τὰς μετακινήσεις, οἷον τοὺς διπλασιασμοὺς καὶ πο‐ λυπλασιασμοὺς καὶ ὅσαι πτύξεις ἢ ἐξελιγμοὶ ἢ εἰ δή τινες

9

.

5

ἄλλαι μεταβολαὶ τάξεων. ἔνθεν δὴ τούτους μάλιστα τοὺς ἀριθμοὺς ἐπελέξαντο οἱ δεινοὶ ἀμφὶ ταῦτα, ὅσοι ἀριθ‐ μοὶ μέχρι μονάδος οἷοί τε δίχα διαιρεῖσθαι, ὁποία ἐστὶν ἡ τῶν μυρίων καὶ ἑξακισχιλίων καὶ τριακοσίων καὶ ἐπὶ
5τούτοις τεσσάρων καὶ ὀγδοήκοντα τάξις εἰ τύχοι οὖσα ὁπλιτική· ταύτης δὲ ἡμίσειαν τὴν τῶν ψιλῶν, καὶ ταύτης ἔτι ἡμίσειαν τὴν τῶν ἱππέων. οὗτος γάρ τοι ὁ ἀριθμὸς μέχρι μονάδος δίχα τέμνεται, ὥστε διπλασιάζειν αὐτὸν ἐς τὸ βάθος ξυνάγοντα καὶ αὖ ἐκτείνειν ἀναπτύσσοντα

9

.

6

εὐμαρὲς καθίστασθαι, ὁπότε τούτου δεήσειεν. αὐτίκα ἐπεὶ τῷ λόχῳ ἑκκαίδεκα ἀνδρῶν τὸ βάθος ὑπεθέμεθα, τέσσαρες καὶ εἴκοσι ἐπὶ τοῖς χιλίοις ἔσονται οἱ λόχοι ἐν τῷδε τῷ ἀριθμῷ, καὶ οὗτοι μεμερισμένοι ἐς τάγματα, ὧν
5ἑκάστῳ καὶ ὄνομα οἰκεῖον πρόσκειται.

10

.

1

οἱ μέν γε δύο λόχοι διλοχία καλεῖται, ἐξ ἀνδρῶν δύο
καὶ τριάκοντα, καὶ διλοχίτης ὁ τούτου ἡγούμενος· 〈οἱ δὲ τέσσαρες λόχοι τετραρχία, καὶ ὁ τούτου ἡγούμε‐ νοσ〉 τετράρχης τεσσάρων καὶ ἑξήκοντα ἀνδρῶν ἔξαρχος.138

10

.

2

αἱ δὲ δύο τετραρχίαι τάξις, λόχων μὲν ὀκτώ, ἀνδρῶν δὲ ὀκτὼ καὶ εἴκοσι καὶ ἑκατόν, καὶ ὁ τούτων ἡγούμενος

10

.

3

ταξιάρχης. ὅπου δὲ ἐξ ἑκατὸν γίγνεται τὸ τάγμα, ἑκα‐ τοντάρχης ὁ τούτου αὖ ἡγεμὼν ὀνομάζεται. 〈αἱ δὲ δύο τάξεις σύνταγμα καλεῖται,〉 λόχων μὲν ἑκκαίδεκα, ἀν‐ δρῶν δὲ ἓξ καὶ πεντήκοντα καὶ διακοσίων, καὶ ὁ τού‐
5του αὖ ἡγούμενος συνταγματάρχης. οἳ δὲ ξεναγίαν τοῦτο ὀνομάζουσι, καὶ ξεναγὸν τὸν τούτου ἡγούμενον.

10

.

4

καθ’ ἑκάστην δὲ σύνταξιν τῶν ἓξ καὶ πεντήκοντα καὶ διακοσίων ἐπίλεκτοί εἰσι σημειοφόρος, οὐραγός, σαλπιγκτής, ὑπηρέτης, στρατοκήρυξ· καὶ τὸ πᾶν σύνταγμα ἐς τετράγωνον σχῆμα ταχθὲν ἐς ἑκκαίδεκα

10

.

5

ἔχει τὸ μῆκος καὶ τὸ βάθος. τὰ δὲ δύο συντάγματα γί‐ νεται ἀνδρῶν δώδεκα καὶ πεντακοσίων, λόχων δύο καὶ τριάκοντα, καὶ τούτων ὁ ἡγούμενος πεντακοσιάρχης. τοῦτο δὲ δὴ διπλασιασθὲν γίγνεται χιλιαρχία, 〈ἀν‐
5δρῶν μὲν〉 τεσσάρων καὶ εἴκοσι καὶ χιλίων, λόχων δὲ τεσσάρων καὶ ἑξήκοντα, καὶ ὁ ἐπὶ τούτῳ χιλιάρχης. αἱ δὲ δύο χιλιαρχίαι μεραρχία, δισχιλίων ἀνδρῶν καὶ ὀκτὼ καὶ τεσσαράκοντα, καὶ ὁ τούτου ἔξαρχος μεράρ‐ χης, λόχων ὀκτὼ καὶ εἴκοσι καὶ ἑκατόν· οἳ δὲ καὶ τέλος139

10

.

6

τοῦτο ὀνομάζουσιν. αἱ δὲ δύο μεραρχίαι φαλαγγαρχία, τετρακισχιλίων ἀνδρῶν καὶ ἓξ καὶ ἐνενήκοντα, λόχων ἓξ καὶ πεντήκοντα καὶ διακοσίων, καὶ ὁ τούτου αὖ ἡγούμε‐

10

.

7

νος φαλαγγάρχης. οἳ δὲ στρατηγίαν τοῦτο ὀνομά‐ ζουσι, καὶ τὸν ἡγούμενον στρατηγόν. αἱ δὲ δύο φα‐ λαγγαρχίαι διφαλαγγία, δύο ἀνδρῶν καὶ ἐνενήκοντα καὶ ἑκατὸν καὶ ὀκτακισχιλίων, λόχων δώδεκα καὶ πεντα‐
5κοσίων. ἔστι δὲ τὸ τάγμα τοῦτο καὶ μέρος καὶ κέρας.

10

.

8

αἱ γάρ τοι δύο διφαλαγγίαι τετραφαλαγγία τε καλεῖ‐ ται καὶ λόχων γίγνεται χιλίων καὶ εἴκοσι καὶ τεττάρων, ἀνδρῶν μυρίων ἑξακισχιλίων τριακοσίων ὀγδοήκοντα

10

.

9

ἐπόντων τεσσάρων, ὅντινα τὸν πάντα ἀριθμὸν τῇ πε‐ ζικῇ τάξει ὑπεθέμεθα, καὶ εἶεν 〈ἂν〉 ἐν τούτῳ κέρατα μὲν δύο, φαλαγγαρχίαι δὲ τέσσαρες, καὶ μεραρχίαι δὲ ὀκτώ, χιλιαρχίαι δὲ ἑκκαίδεκα, πεντακοσιαρχίαι δὲ δύο
5καὶ τριάκοντα, συνταγματαρχίαι δὲ τέσσαρες καὶ ἑξή‐ κοντα, ταξιαρχίαι δὲ 〈ὀκτὼ〉 καὶ εἴκοσι καὶ ἑκατόν, τε‐ τραρχίαι δὲ ἓξ καὶ πεντήκοντα καὶ διακόσιαι, διλοχίαι δὲ πεντακόσιαι καὶ δεκαδύο, λόχοι δὲ εἴκοσι καὶ χίλιοι
τεσσάρων ἐπόντων.140

11

.

1

τάττεται δὲ ἡ φάλαγξ ἐπὶ μῆκος μὲν ὅπου ἀραιοτέραν χρὴ τετάχθαι, εἰ ἥ τε χώρα παρέχοι καὶ ὠφελιμώτερον εἴη, 〈κατὰ βάθοσ〉 δὲ ὅπου πυκνοτέραν, εἰ αὐτῇ τῇ πυκ‐

11

.

2

νότητι καὶ τῇ ῥύμῃ τοὺς πολεμίους ἐξῶσαι δέοι—κα‐ θάπερ Ἐπαμεινώνδας ἔν τε Λεύκτροις αὐτοὺς τοὺς Θη‐ βαίους ἔταξε καὶ πρὸς Μαντινείας τοὺς πάντας Βοιω‐ τούς, ὥσπερ ἔμβολον ποιήσας καὶ ἐπάγων τῇ τάξει τῶν
5Λακεδαιμονίων—, ἢ αὖ εἰ δέοι τοὺς ἐπελαύνοντας ἀποκρούσασθαι, καθάπερ πρὸς τοὺς Σαυρομάτας τε καὶ

11

.

3

τοὺς Σκύθας χρὴ τάττειν. καὶ ἔστι πύκνωσις μὲν ἡ ἐκ τοῦ ἀραιοτέρου ἐς τὸ πυκνότερον συναγωγὴ κατὰ παρα‐ στάτην τε καὶ ἐπιστάτην, ὅπερ ἔστι κατὰ μῆκός τε καὶ

11

.

4

βάθος· συνασπισμὸς δὲ ἐπὰν εἰς τοσόνδε πυκνώσῃς τὴν φάλαγγα ὡς διὰ τὴν συνέχειαν μηδὲ κλίσιν τὴν ἐφ’ ἑκάτερα ἔτ’ ἐγχωρεῖν τὴν τάξιν. καὶ ἀπὸ τοῦδε τοῦ συν‐ ασπισμοῦ τὴν χελώνην Ῥωμαῖοι ποιοῦνται, τὸ πολὺ
5μὲν τετράγωνον, ἔστιν δὲ ὅπου καὶ στρογγύλην ἢ ἑτε‐

11

.

5

ρομήκη ἢ ὅπως ἂν προχωρῇ. οἱ μὲν ἐν κύκλῳ τοῦ πλιν‐ θίου ἢ τοῦ κύκλου ἑστηκότες τοὺς θυρεοὺς προβέβλην‐ ται πρὸ σφῶν, οἱ δ’ ἐφεστηκότες αὐτοῖς ὑπὲρ τῶν κε‐
φαλῶν ἄλλος ὑπὲρ τοῦ ἄλλου ὑπεραιωρήσας προβάλλεται.141

11

.

6

καὶ τὸ πᾶν οὕτω ἀκριβῶς φράττεται, ὥστε καὶ ἀκοντιστὰς ἄνωθεν καθάπερ ἐπὶ στέγης διαθέοντας δέχεσθαι, καὶ λίθους ἁμαξιαίους μὴ διαλύειν τὴν σύγκλεισιν, ἀλλὰ κα‐ τακυλιομένους τῇ ῥύμῃ ὑπερπίπτειν εἰς τὸ δάπεδον.

12

.

1

ἀγαθὸν δὲ εἴπερ τι ἄλλο καὶ τὸ τοὺς λοχαγοὺς τοὺς μεγίστους τε καὶ κρατίστους εἶναι καὶ τῶν κατὰ πόλεμον

12

.

2

δαημονεστάτους· τοῦτο γάρ τοι τὸ ζυγὸν ξυνέχει τὴν πᾶσαν φάλαγγα, καὶ τὸ ἴσον παρέχεται ἐν ταῖς μάχαις ὅ τι περ τὸ στόμωμα τῷ σιδήρῳ· ὁποῖον γὰρ αὖ τοῦτο [ἡ τομὴ τοῦ σιδήρου], οὕτω καὶ ὁ πᾶς σίδηρος τὸ αὐτὸ
5ἐργάζεται. ἡ μέν γε τομὴ αὐτῷ κατὰ τὸ στόμωμα γίγνε‐ ται, τὸ δὲ ὑπόλοιπον, καὶ εἰ μαλθακὸν τύχοι ὄν, τῷ βάρει ὅμως ξυνεπερείδει τῷ τεμόντι· οὕτω καὶ τῆς φά‐ λαγγος στόμωμα μὲν θείη τις ἂν τὸ ἐκ τῶν λοχαγῶν σύνταγμα, ὄγκον δὲ καὶ βάρος τὸ κατόπιν τούτων πλῆ‐

12

.

3

θος. δευτέρους δ’ ἐπὶ τούτοις κατ’ ἀρετὴν χρὴ εἶναι τοὺς τῶν λοχαγῶν ἐπιστάτας· καὶ γὰρ τὸ τούτων δόρυ ἐξικνεῖται ἔστε ἐπὶ τοὺς πολεμίους, καὶ τοὺς ὠθισμοὺς

12

.

4

τοῖς προτεταγμένοις σφῶν ἐγγύθεν συνερείδουσιν. ἤδη δέ τις καὶ μαχαίρᾳ τοῦ ἐναντίου ἐφικέσθαι ἠδυνήθη, ὑπερενεγκὼν ὑπὲρ τὸν ἔμπροσθεν τεταγμένον τὴν πλη‐ γήν, καὶ πεσόντος ἡγεμόνος ἢ καὶ τρωθέντος ὡς ἀπόμα‐
5χον γενέσθαι, προπηδήσας ὁ πρῶτος ἐπιστάτης ἐς λοχα‐ γοῦ τάξιν τε καὶ ἀξίωσιν κατέστη, καὶ ἀρραγῆ τὴν πᾶσαν

12

.

5

φάλαγγα παρέσχετο. τὸ δὲ τρίτον καὶ τέταρτον ζυγὸν κατὰ λόγον ἤδη τῆς ἀπὸ τοῦ πρώτου ἀποστάσεως ἐπιλε‐142

12

.

6

γομένους τακτέον. ταύτῃ τοι καὶ ἡ Μακεδονικὴ 〈φάλαγξ〉 φοβερὰ τοῖς πολεμίοις οὐκ ἐν τῷ ἔργῳ μόνον ἀλλὰ καὶ ἐν τῇ ὄψει ἐφαίνετο. ἀνὴρ γὰρ ὁπλίτης εἱστήκει αὐτοῖς

12

.

7

κατὰ πύκνωσιν ἐν δύο πήχεσι μάλιστα, τὸ δὲ μέγεθος τῶν σαρισῶν πόδας ἐπεῖχεν ἑκκαίδεκα. καὶ τούτων οἱ μὲν τέσσαρες 〈ἐσ〉 τὴν χεῖρά τε τοῦ κατέχοντος καὶ τὸ ἄλλο σῶμα ἀπετείνοντο, οἱ δώδεκα δὲ προεῖχον πρὸ τῶν

12

.

8

σωμάτων ἑκάστου τῶν πρωτοστατῶν. οἱ δ’ ἐν τῷ δευ‐ τέρῳ ζυγῷ ὑποβεβηκότες ἐκείνων ποσὶ δυσὶ τὴν σάρισαν αὖ εἶχον προβεβλημένην ὑπὲρ τοὺς πρωτοστάτας ἐς δέκα

12

.

9

πόδας, οἱ δ’ ἐν τῷ τρίτῳ ἔτι καὶ οὗτοι ὑπεραίρουσαν ὑπὲρ τοὺς πρωτοστάτας πόδας ὀκτώ. καὶ ἔτι οἱ ἐν τῷ τετάρτῳ ἐς ἕξ, καὶ ἔτι οἱ ἐν τῷ πέμπτῳ τέσσαρας, οἱ δ’

12

.

10

ἐν τῷ ἕκτῳ ἐς δύο. καθ’ ἕκαστον οὖν τῶν πρωτοστατῶν ἓξ σάρισαι προβεβλημέναι ἦσαν, ἐν κύκλῳ ἐφεξῆς ὑπο‐ βαίνουσαι, ὥστε ἕκαστον ὁπλίτην ἓξ σαρίσαις πεφράχθαι καὶ ἓξ δυνάμεσιν ἐπερείδειν ὅποι ἐπιβρίσειαν. καὶ οἱ τῷ
5ἕκτῳ δ’ ἐφεστηκότες εἰ μὴ καὶ αὐταῖς ταῖς σαρίσαις τῷ γε βάρει τῶν σωμάτων ξυνεπήρειδον τοῖς πρὸ σφῶν τεταγμένοις, ὡς τήν τε ἐμβολὴν τὴν ἐς τοὺς πολεμίους
τῆς φάλαγγος οὐ φορητὴν γίγνεσθαι καὶ τοῖς πρωτο‐143

12

.

11

στάταις αὖ ἄπορον τὴν φυγήν. τοὺς δὲ οὐραγοὺς οὐ κατ’ ἀλκὴν ὡς κατὰ σύνεσιν καὶ ἐμπειρίαν τῶν πολεμικῶν ἐπιλέκτους χρὴ εἶναι, ὡς ἐπιμελεῖσθαι τοῦ στοιχεῖν τὰ ζυγὰ καὶ τοῖς ἐθελοκακοῦσι μὴ ἐφιέναι ἀποδιδράσκειν
5ἔξω τῆς τάξεως. ὅπου τε συνασπισμοῦ δεήσειεν, οὗτός ἐστιν ὁ μάλιστα ἐς πυκνότητα τοὺς πρὸ ἑαυτοῦ τεταγμέ‐ νους ξυνάγων, ὃ τὴν πᾶσαν ἰσχὺν τῷ συντάγματι τούτῳ παρέχεται.

13

.

1

τούς γε μὴν ψιλοὺς ἄλλοτε ἄλλῃ τακτέον· ἄλλοτε γὰρ ἄλλῃ καὶ ὠφέλιμοι γίγνονται τεταγμένοι, ὅπως ἂν ἢ τὰ τῆς χώρας ἔχῃ, ἵνα ἡ παράταξις γίγνεται, ἢ τῶν πολε‐

13

.

2

μίων ἡ παρασκευή, πρὸς οὕστινας ἀντιταττόμεθα. ποτὲ μὲν γὰρ προτετάχθαι δεήσει τῆς φάλαγγος, ἄλλοτε δὲ ἐν τοῖς δεξιοῖς νῦν δὲ ἐν τοῖς εὐωνύμοις τετάχθαι· τὸ πολὺ δὲ καὶ κατόπιν τῶν ὁπλιτῶν ἱστάμενοι ὠφελοῦ‐
5σιν· ἤδη δὲ καὶ ἐς λόχους καταχωρισθέντων τῶν πεζῶν, λόχοι ἐνεβλήθησαν ἐναλλὰξ τῶν ψιλῶν.

14

.

1

τὸν δὲ ἀριθμὸν τάξεώς τε ἑκάστης καὶ τὰ ὀνόματα

14

.

2

αὐτῆς τε καὶ τῶν ἡγουμένων ἤδη λεκτέον. πρῶτα μὲν δὴ ἐπὶ τῶν πεζῶν ἡμίσεας τοὺς ψιλούς φαμεν χρῆναι ἔχειν, εἰ σύμμετροι ἔσονται πρὸς τὸ ἔργον, καὶ τοὺς λό‐ χους αὐτῶν οὐχὶ ἑκκαίδεκα ἀνδρῶν χρὴ εἶναι ἀλλὰ ὀκτώ,
5ὥστε τοὺς χιλίους καὶ τέσσαρας καὶ εἴκοσι λόχους τὸν ἥμισυν ἀριθμὸν ἐκπιμπλάναι τῆς πεζικῆς φάλαγγος, καὶ εἶναι ἀνδρῶν ὀκτακισχιλίων καὶ ἑκατὸν καὶ δυοῖν ἐπὶ144

14

.

3

τοῖς ἐνενήκοντα. ὀνόματα δὲ αὐτῶν καὶ τάξεις αἵδε εἰσίν. οἱ τέσσαρες λόχοι τῶν ψιλῶν καλοῦνται σύστασις, καὶ εἰσὶν ἐξ ἀνδρῶν δύο καὶ τριάκοντα· αἱ δὲ δύο συστάσεις πεντηκονταρχία, τεσσάρων καὶ ἑξήκοντα ἀνδρῶν· αἱ
5δὲ δύο πεντηκονταρχίαι ἑκατονταρχία ὀκτὼ καὶ εἴκοσι

14

.

4

ἀνδρῶν καὶ ἑκατόν. καθ’ ἑκάστην δὲ ἑκατονταρχίαν ἔκ‐ τακτοι ἄνδρες τέσσαρες ἔστων, σημειοφόρος καὶ σαλ‐ πιγκτὴς καὶ ὑπηρέτης καὶ στρατοκήρυξ. αἱ δὲ δύο ἑκατονταρχίαι εἰσὶ μὲν ἀνδρῶν ἓξ καὶ πεντήκοντα
5καὶ διακοσίων, καλεῖται δὲ τὸ σύνταγμα ψιλαγία· αἱ δὲ δύο ψιλαγίαι ξεναγία, δώδεκα ἀνδρῶν καὶ πεντακο‐

14

.

5

σίων. αἱ δὲ δύο ξεναγίαι, ἀνδρῶν τεσσάρων καὶ εἴκοσι καὶ χιλίων, σύστρεμμα καλεῖται. τὰ δὲ δύο συστρέμ‐ ματα ἐπιξεναγία ὀνομάζεται, ὀκτὼ καὶ τεσσαράκοντα ἀνδρῶν καὶ δισχιλίων· αἱ δὲ δύο ἐπιξεναγίαι στῖφος,
5ἓξ καὶ ἐνενήκοντα ἀνδρῶν καὶ τετρακισχιλίων. τὰ δὲ δὴ δύο στίφη ἐπίταγμα ὀνομάζουσι, λόχων μὲν τεσσάρων καὶ εἴκοσι καὶ χιλίων, ἀνδρῶν δὲ ὀκτακισχιλίων ἑκατὸν

14

.

6

ἐνενήκοντα δυοῖν ἐπόντοιν. δεῖ δὲ καὶ τούτοις συντε‐ τάχθαι ἄνδρας ὀκτὼ ἐπιλέκτους, ὧν τέσσαρες μὲν ἔσον‐ ται ἐπιξεναγοί, τέσσαρες δὲ συστρεμματάρχαι.

15

.

1

ὠφέλιμοι δ’ ἐν μάχῃ τοξόται τε καὶ ἀκοντισταὶ καὶ σφενδονῆται καὶ πάντες ὅσοι ἑκηβόλοις ὅπλοις

15

.

2

διαχρῶνται, πολλαχῆ· καὶ γὰρ ὅπλα συντρῖψαι τῶν πολε‐
μίων ἱκανοί, μάλιστα δὲ οἱ τοῖς λίθοις ἀκροβολιζόμενοι, καὶ τραύματα ἐκ μακροῦ ἐμβαλεῖν, εἰ δὲ βιαιοτέρα πληγὴ145

15

.

3

γένοιτο, καὶ κατακτανεῖν. χρήσιμοι δ’ ἐκκαλέσασθαι ἐκ χωρίου ὀχυροῦ πολεμίους τῷ διὰ μακροῦ τὰ βέλη ἀφι‐ έντες ἐλπίδα παρέχειν ὅτι ἐπιόντας οὐκ ἂν δέξαιντο.

15

.

4

χρήσιμοι δὲ καὶ φάλαγγα τεταγμένην διαλῦσαι καὶ ἵππον ἐπιφερομένην ἀναστεῖλαι καὶ χωρία ὑπερδέξια καταλα‐ βέσθαι τῷ τε ταχεῖς εἶναι διὰ κουφότητα καὶ τῷ, εἰ κα‐ ταλάβοιεν, τῇ συνεχείᾳ τοῦ ἀκροβολισμοῦ μηδένα πελά‐

15

.

5

σαι αὐτοῖς ἄνευ πολλῶν τραυμάτων. χρήσιμοι δὲ καὶ ἀποκρούσασθαι ἀπὸ χωρίου τοὺς κατειληφότας, οὐχ ὑπο‐ μένοντας τὰ τραύματα, ἐπιτήδειοι δὲ καὶ τὰ ὕποπτα χωρία διερευνήσασθαι, ὠφέλιμοι δὲ καὶ ἐς ἐνέδραν ἐγ‐
5καθέζεσθαι, ἑνί τε λόγῳ καὶ προαγωνίζεσθαι τῶν πεζῶν ἀγαθοὶ [δὲ] καὶ συναγωνίζεσθαι ὠφέλιμοι καὶ ἐπιμαχό‐ μενοι ἱκανοὶ τελέαν τὴν ἧτταν τοῖς βαρβάροις τοῖς πρὸς τῶν πεζῶν τραπεῖσι καταστῆσαι.

16

.

1

τῶν δὲ δὴ ἱππέων ποικίλαι καὶ πολυειδεῖς αἱ τάξεις, αἳ μὲν τετράγωνοι, αἳ δὲ ἑτερομήκεις, αἳ δὲ ῥομ‐

16

.

2

βοειδεῖς, αἳ δὲ ἐς ἔμβολον ξυνηγμέναι. ἀγαθαὶ δὲ ξύμπασαι αὗται αἱ τάξεις ἐν καιρῷ ταττόμεναι, καὶ μίαν οὐκ ἄν τις ἐπιλεξάμενος αὐτῶν προκρίνειεν τῶν ἄλλων, ὅτι ἐν ἄλλῳ χωρίῳ καὶ πρὸς ἄλλους πολεμίους καὶ ἐν καιρῷ
5ἄλλῳ εὕροι ἂν τῆς προκριθείσης ἄλλην ὠφελιμωτέραν.

16

.

3

τῇ μὲν δὴ ῥομβοειδεῖ τάξει τὸ πολὺ Θεσσαλοὶ ἐχρή‐
σαντο, καὶ Ἰάσων, ὡς λόγος, ὁ Θετταλὸς τὸ σχῆμα τοῦτο πρῶτος ἐξεῦρεν, ἐμοὶ δὲ δοκεῖν, προεξευρημένῳ πολλῷ146

16

.

4

χρησάμενος ἀπ’ αὐτοῦ εὐδοκίμησεν. καὶ ἔστιν ἐς πᾶσάν τε μεταβολὴν ἁρμοδιώτατον καὶ πρὸς τὸ ἥκιστα κατὰ

16

.

5

νώτου ἢ πλαγίους ἁλίσκεσθαι ἀσφαλέστερον. κατὰ μὲν γὰρ τὰς γωνίας τοῦ ῥόμβου τοὺς ἡγεμόνας τεταγμένους ἔχει, ἐπὶ μὲν τῆς ἔμπροσθεν τὸν εἰλάρχην, ἐπὶ δὲ τῆς δεξιᾶς καὶ εὐωνύμου τοὺς καλουμένους πλαγιοφύλακας,
5ἐπὶ δὲ τῆς ὑπολοίπου τὸν οὐραγόν, κατὰ δὲ τὰς πλευρὰς τοῦ ῥόμβου τοὺς ἀρίστους τῶν ἱππέων, ὡς καὶ τούτους

16

.

6

ἐν ταῖς μάχαις μεγάλα ἐπωφελεῖν. ταῖς δὲ δὴ ἐμβο‐ λοειδέσι τάξεσι Σκύθας κεχρῆσθαι μάλιστα ἀκούομεν, καὶ Θρᾷκας, ἀπὸ Σκυθῶν μαθόντας. Φίλιππος δὲ ὁ Μα‐ κεδὼν καὶ Μακεδόνας ταύτῃ τῇ τάξει χρῆσθαι ἐπήσκη‐

16

.

7

σεν. ὠφέλιμος δὲ καὶ αὕτη δοκεῖ ἡ τάξις, ὅτι ἐν κύκλῳ οἱ ἡγεμόνες τεταγμένοι εἰσί, καὶ τὸ μέτωπον ἐς ὀξὺ ἀπο‐ λῆγον εὐπετῶς πᾶσαν τάξιν πολεμίαν διακόπτειν παρέ‐ χει, καὶ τὰς ἐπιστροφάς τε καὶ ἀναστροφὰς ὀξείας ποι‐

16

.

8

εῖσθαι δίδωσιν. αἱ γὰρ τετράγωνοι τάξεις δυσπεριάγωγοί εἰσιν· ἡ δ’ εἰς ὀξὺ προηγμένη, εἰ καὶ προϊοῦσα ἐς βάθος προχωρεῖ, ἀλλ’ αὐτῇ γε τῇ ἀρχῇ δι’ ὀλίγου ἐπιστρέφουσα

16

.

9

τὴν πᾶσαν τάξιν εὐμαρῶς ἐξελισσομένην παρέχεται. ταῖς δὲ δὴ τετραγώνοις τάξεσι Πέρσαι μάλιστα ἐχρήσαντο, καὶ οἱ ἐν Σικελίᾳ βάρβαροι καὶ τῶν Ἑλλήνων οἱ πλεῖ‐

16

.

10

στοι καὶ ἱππικώτατοι· εὐσύντακτός τε γὰρ ἥδε ἡ τάξις
ἄλλης μᾶλλον, ἅτε καὶ κατὰ στίχον καὶ κατὰ ζυγὸν τε‐ ταγμένων, καὶ τὰς ἐπελάσεις τε καὶ ἀπελάσεις εὐμαρεστέ‐ ρας παρέχεται, καὶ μόνον τούτων πάντες οἱ ἡγεμόνες147

16

.

11

ἀθρόοι ἐμπίπτουσι τοῖς πολεμίοις. ἄρισται δέ εἰσιν αἱ διπλασίονα τὸν ἀριθμὸν ἐν τῷ μήκει ἤπερ ἐν τῷ βάθει ἔχουσαι· οἷον εἰ ἐπὶ δέκα κατὰ μέτωπον τεταγμένοι εἶεν καὶ ἐπὶ πέντε εἰς τὸ βάθος, ἢ ἐπὶ εἴκοσι μὲν κατὰ μέτ‐

16

.

12

ωπον, ἐπὶ δέκα δ’ ἐς βάθος. αἱ γὰρ τοιαῦται τάξεις τῷ μὲν ἀριθμῷ ἑτερομήκεις εἰσί, τῷ δὲ σχήματι ἐς τε‐ τράγωνον καθίστανται. τὸ γὰρ τοῦ ἵππου μῆκος ἀπὸ κεφαλῆς ἐπ’ οὐρὰν ἐκπίπλησι τοῦ τετραγώνου ὅ τι περ
5ἐς βάθος τῷ ἀριθμῷ ἐνδέον· ὥστε ἤδη τινὲς καὶ τριπλα‐ σίονα τὸν ἀριθμὸν τῶν ἐν τῷ μήκει ταττομένων ἐποίησαν πρὸς τὸ βάθος, οὕτως οἰόμενοι ἐς ἀκριβὲς τετράγωνον καταστήσειν τὸ σχῆμα, ὡς τριπλάσιον τὸ μῆκος τοῦ ἵππου ὑπὲρ τὸ πλάτος τοῦ ἀνθρώπου τὸ κατὰ τοὺς ὤμους
10ἐπέχον, ὥστε ἐννέα κατὰ μῆκος ἐν τῷ μετώπῳ τάττοντες

16

.

13

τρεῖς ἐν τῷ βάθει ἐπέταττον. ἐπεὶ οὐδ’ ἐκεῖνο χρὴ ἀγνο‐ εῖν, ὅτι οἱ ἐς βάθος ἐπιτεταγμένοι ἱππεῖς οὐ τὴν ἴσην ὠφέλειαν παρέχουσιν, ἥνπερ τὸ ἐπὶ τῶν πεζῶν βάθος· οὔτε γὰρ ἐπωθοῦσι τοὺς πρὸ σφῶν, διὰ τὸ μὴ δύνασθαι
5ἐπερείδειν ἵππον ἵππῳ, καθάπερ ἐκεῖ κατὰ τοὺς ὤμους

16

.

14

καὶ τὰς πλευρὰς αἱ ἐνερείσεις γίγνονται τῶν πεζῶν, οὔτε συνεχεῖς γιγνόμενοι τοῖς πρὸ σφῶν τεταγμένοις ἕν τι βάρος τοῦ παντὸς πλήθους ἀποτελοῦσιν, ἀλλ’ εἰ ξυνε‐ ρείδοιεν καὶ πυκνοῖντο, ἐκταράσσουσι μᾶλλον τοὺς ἵππους.

17

.

1

ὁ δὲ ῥόμβος ὧδε ἔχει. ὁ μὲν εἰλάρχης πρῶτος τάτ‐ τεται, οἱ δ’ ἐφ’ ἑκάτερα αὐτοῦ ἱππῆς οὐκ ἐξ ἴσου αὐτῷ στοιχοῦσιν, ἀλλὰ ἐς τοσόνδε ὑποβεβηκότες ὡς τὰς κεφα‐ λὰς 〈τῶν ἵππων〉 κατὰ τοὺς ὤμους μάλιστα τοῦ ἵππου148

17

.

2

τετάχθαι, ὅτῳ ὁ εἰλάρχης ἐποχεῖται. καὶ οὕτω τοὺς ἐφε‐ ξῆς στίχους πλατύνοντες ἔστε ἐπὶ τὸ ἥμισυ τοῦ παντός, ἐνθένδε αὖ κατὰ ταὐτὰ ἐς στενὸν ξυνάγοντες τὸν ῥόμβον

17

.

3

ἐκπληροῦσι. τὸ δὲ ἥμισυ τοῦ ῥόμβου ἔμβολόν ἐστιν, ὥστ’ ἐν ταὐτῷ δεδήλωταί μοι καὶ τοῦ ἐμβόλου τὸ σχῆμα. ἑτερομήκης δ’ ἐστὶν τάξις ἡ τὸ βάθος τοῦ με‐ τώπου μεῖζον ἔχουσα ἢ τοῦ βάθους τὸ μέτωπον, ἥπερ
5ἀμείνων τῆς προτέρας εἰς τοὺς ἀγῶνας, εἰ μή που ἐκπε‐

17

.

4

σεῖν διὰ πολεμίας τάξεως ἐθέλοιμεν—τότε γὰρ ἡ βα‐ θυτάτη τε καὶ κατὰ μέτωπον στενοτάτη τάξις αὕτη ἂν εἴη ὠφελιμωτάτη—, ἢ εἴ ποτε ἀποκρύψαι δέοι τῶν ἱπ‐ πέων τὸ πλῆθος, ὡς προκαλέσασθαι τοὺς πολεμίους ἐς

17

.

5

θάρσος ἀξύμφορον. ἡ δ’ ἐφ’ ἕνα ἐπὶ μετώπου ἀβαθὴς τάξις ἐς λεηλασίας ἀνυπόπτους ἐπιτήδειος, ἢ 〈εἴ〉 που καταπατῆσαί τι ἢ ἀφανίσαι ἐθέλοιμεν· ἐς δὲ τοὺς ἀγῶ‐ νας τὸ πολὺ ἀξύμφορος.

18

.

1

εἰ τοίνυν 〈ὁ〉 ἀριθμὸς εἴη τῶν ἱππέων ἐς ὅσον ὑπε‐ θέμεθα ἀποδέων τῶν τε ὁπλιτῶν καὶ τοῦ τῶν ψιλῶν
πλήθους, εἴη ἂν ἐς τετρακισχιλίους καὶ ἓξ καὶ ἐνενήκοντα149

18

.

2

ἱππέας. εἴλην δ’ ἑκάστην ἐποίουν ἐκ τοσοῦδε ἀριθμοῦ ἑξήκοντα καὶ τεσσάρων ἱππέων, καὶ εἰλάρχας τοὺς ἐφ’ ἑκάστῃ εἴλῃ τεταγμένους. αἱ δὲ δύο εἶλαι ἐπειλαρχία αὐτοῖς ὠνομάζετο, καὶ ἦν ὀκτὼ καὶ εἴκοσι καὶ ἑκατὸν ἱπ‐

18

.

3

πέων· αἱ δὲ δύο ἐπειλαρχίαι ταραντιναρχία, ἓξ καὶ πεντήκοντα ἱππέων ἐπὶ τοῖς διακοσίοις· αἱ δὲ δύο τα‐ ραντιναρχίαι ἱππαρχία, δώδεκα καὶ πεντακοσίων ἱππέων,

18

.

4

ἥντινα Ῥωμαῖοι εἴλην καλοῦσιν· αἱ δὲ δύο ἱππαρχίαι ἐφιππαρχία, τεσσάρων καὶ εἴκοσι ἀνδρῶν καὶ χιλίων· τέλος δὲ αἱ δύο ἐφιππαρχίαι, ὀκτὼ καὶ τεσσαράκοντα καὶ δισχιλίων· τὰ δὲ δύο τέλη ἐπίταγμα ἤδη ὠνόμαζον, ἓξ
5καὶ ἐνενήκοντα καὶ τετρακισχιλίων.

19

.

1

τὸ δὲ τῶν ἁρμάτων καὶ ἐλεφάντων τάς τε τά‐ ξεις καὶ τὰ ὀνόματα τῶν τάξεων καὶ τὰς ἡγεμο‐ νίας καὶ τὰ τούτων αὖ ὀνόματα ἐπεξιέναι ματαίου πόνου εἶναί μοι ἔδοξεν, ὅτι ἐκλελειμμένα ἐκ παλαιοῦ ἤδη

19

.

2

λέξειν ἔμελλον. Ῥωμαῖοι μὲν γὰρ οὐδὲ ἐπήσκησάν ποτε τὴν ἀπὸ τῶν ἁρμάτων μάχην, οἱ βάρβαροι δὲ οἱ μὲν Εὐρωπαῖοι οὐδὲ αὐτοὶ διεχρήσαντο ἅρμασιν, πλήν γε δὴ οἱ ἐν ταῖς νήσοις ταῖς Βρεττανικαῖς καλουμέναις

19

.

3

〈τῆσ〉 ἔξω τῆς μεγάλης θαλάσσης. οὗτοι γὰρ συνωρίσιν τὸ πολὺ ἐχρῶντο ἵππων καὶ σμικρῶν καὶ πονηρῶν, οἱ δίφροι δὲ αὐτοῖς ἐπιτήδειοί εἰσιν ἐς τὸ ἐλαύνεσθαι κατὰ χωρίων παντοίων καὶ τὰ ἱππάρια ἐς τὸ ταλαιπωρεῖσθαι.

19

.

4

τῶν δὲ Ἀσιανῶν πάλαι μὲν Πέρσαι ἐπήσκησαν τὴν τῶν δρεπανηφόρων τε ἁρμάτων καὶ καταφράκτων ἵππων δι‐150

19

.

5

φρείαν, ἀπὸ Κύρου ἀρξάμενοι, ἔτι δὲ πρὸ τούτων οἱ σὺν Ἀγαμέμνονι Ἕλληνες καὶ οἱ σὺν Πριάμῳ Τρῶες τὴν τῶν ἀφράκτων. καὶ Κυρηναῖοι δ’ ἐπὶ πολὺ ἀπὸ ἁρμά‐

19

.

6

των ἐμάχοντο. ἀλλὰ ξύμπαντα ταῦτα τὰ ἀσκήματα ἐκλέ‐ λειπται, καὶ ἡ τῶν ἐλεφάντων δὲ χρεία ἐς τοὺς πο‐ λέμους ὅτι μὴ παρ’ Ἰνδοῖς τυχὸν ἢ τοῖς ἄνω Αἰθίοψιν καὶ αὕτη ἐκλέλειπται.

20

.

1

νυνὶ δὲ τὰ ὀνόματα ἐπέξιμεν τῶν κινήσεων κατ’ ἰδέαν ἄλλου καὶ ἄλλου στρατοπέδου, καὶ τὸν νοῦν ἑκά‐

20

.

2

στου τοῦ ὀνόματος. καλεῖται δὲ τὸ μέν τι κλίσις, καὶ ταύτης ἰδέαι διτταί, ἣ μὲν ἐπὶ δόρυ, ἣ δ’ π’ ἀσπίδα· τὸ δὲ μεταβολή, τὸ δέ τι ἐπιστροφή, καὶ ἀνα‐ στροφὴ ἄλλο. καὶ περισπασμὸς δέ τι ὠνομάζετο, καὶ
5ἐκπερισπασμὸς ἄλλο, καὶ στοιχεῖν καὶ ζυγεῖν, καὶ ἐς ὀρθὸν ἀποδοῦναι 〈καὶ ἐξελίσσειν〉 καὶ διπλα‐

20

.

3

σιάζειν. λέγεται δέ τις καὶ ἐπαγωγή, καὶ δεξιὰ [καὶ] παραγωγὴ καὶ ἄλλη εὐώνυμος παραγωγή, καὶ πλα‐ γία δὲ φάλαγξ ἐστί τις, καὶ ὀρθία φάλαγξ ἄλλη, καὶ λοξὴ φάλαγξ, καὶ παρεμβολή, ἔτι μὴν πρόσταξις
5〈καὶ ἔνταξις〉 καὶ ὑπόταξις.

21

.

1

κλίσις μὲν δή ἐστιν ἡ κατ’ ἄνδρα κίνησις, καὶ τῆς
κλίσεως ἐπὶ δόρυ μὲν καλεῖται ἡ ἐπὶ 〈τὰ〉 δεξιά, ἵνα‐ περ τὸ δόρυ ἐστὶ τῷ ὁπλίτῃ, π’ ἀσπίδα δὲ ἡ ἐπὶ τὰ151

21

.

2

λαιά, ἵνα φέρει τὴν ἀσπίδα. καὶ εἰ μὲν ἁπλῆ 〈ἡ〉 κλίσις, ἐς τὰ πλάγια μόνον παράγει τὴν τάξιν· εἰ δὲ διπλῆ γέ‐ νοιτο, ἀποστρέφει τὴν ὄψιν ἐς τὸ κατόπιν τοῦ ὁπλίτου·

21

.

3

τουτὶ δὲ ἤδη [ἡ] μεταβολὴ καλεῖται. ἐπιστροφὴ δέ ἐστιν, ἐπειδὰν τὸ πᾶν σύνταγμα πυκνώσαντες κατὰ πα‐ ραστάτην καὶ ἐπιστάτην καθάπερ ἑνὸς ἀνδρὸς σῶμα ἐπὶ δόρυ ἢ ἐπ’ ἀσπίδα ἐγκλίνωμεν, καθάπερ ἐπὶ κέντρῳ
5τῷ 〈πρώτῳ〉 λοχαγῷ παντὸς τοῦ τάγματος περιελιχθέν‐ τος, καὶ μεταλαβόντος τόπον μὲν τὸν ἔμπροσθεν, ἐπι‐ φάνειαν δὲ τὴν ἐκ δεξιῶν 〈ἢ εὐωνύμων〉, διαμενόντων

21

.

4

ἑκάστῳ τῶν τε ἐπιστατῶν καὶ παραστατῶν. ἀναστροφὴ δέ ἐστιν ἡ ἀποκατάστασις τῆς ἐπιστροφῆς ἐς τὴν προ‐ τέραν χώραν. περισπασμὸς δὲ καλεῖται ἡ ἐκ δυοῖν ἐπι‐ στροφῶν τοῦ τάγματος κίνησις, ὡς μεταλαβεῖν τὸν ὀπίσω

21

.

5

τόπον· ἐκπερισπασμὸς δὲ ἡ ἐκ τριῶν ἐπιστροφῶν συν‐
εχῶν τοῦ παντὸς κίνησις, ὥστε μεταλαμβάνειν, εἰ μὲν ἐπὶ δόρυ γίγνοιτο, τὴν ἐξ ἀριστερῶν ἐπιφάνειαν, εἰ δὲ ἐπ’ ἀσπίδα, τὴν ἐκ δεξιῶν.152

22

.

1

στοιχεῖν δὲ λέγεται τὸ ἐπὶ εὐθείας εἶναι τῷ λοχαγῷ καὶ τῷ οὐραγῷ, σῴζοντα τὰ ἴδια διαστήματα· ζυγεῖν δὲ τὸ ἐπ’ εὐθείας εἶναι κατὰ μῆκος ἕκαστον τῶν ἐν τῷ λόχῳ

22

.

2

τῷ ζυγοῦντι. συζυγοῦσι δὲ τῷ μὲν λοχαγῷ οἱ λοχαγοὶ πάντες, τῷ δὲ τούτου ἐπιστάτῃ οἱ τῶν ἄλλων λοχαγῶν

22

.

3

ἐπιστάται, καὶ ἐφεξῆς ὡσαύτως. καὶ μὴν ἐς ὀρθὸν ἀποδοῦναι λέγεται τὸ εἰς τὴν καθεστῶσαν ἐξ ἀρχῆς ἐπιφάνειαν ἀποκαταστῆσαι τοὺς ὁπλίτας τὴν ὄψιν, οἷον εἴ τις ἐπὶ τοὺς πολεμίους τετραμμένος κελευσθείη ἐπὶ
5δόρυ κλῖναι, ἔπειτα αὖ παραγγελθείη αὐτῷ ἐς ὀρθὸν ἀποκαταστῆσαι, δεήσει πάλιν αὐτὸν ἐπὶ τοὺς πολεμίους τετράφθαι.

23

.

1

ἐξελιγμῶν δὲ διτταὶ ἰδέαι, ἣ μὲν κατὰ λόχους, ἣ δὲ κατὰ ζυγά. τούτων δὲ αὖ ἑκατέρα τριχῆ νενέμηται. ὃ μὲν γάρ τις ἐξελιγμὸς Μακεδών, ὃ δὲ Λάκων, ὃ δὲ Κρητικὸς ὀνομάζεται· τὸν αὐτὸν δὲ τοῦτον καλού‐

23

.

2

μενον εὑρίσκω καὶ Περσικὸν καὶ χόριον. Μακεδὼν μὲν οὖν ἐστιν ὁ μεταλαμβάνων τῆς φάλαγγος τὸν ἔμ‐ προσθεν τόπον, ἀντὶ δὲ τῆς κατὰ πρόσωπον ἐπιφανείας153

23

.

3

τὴν κατόπιν· Λάκων δὲ ὁ μεταλαμβάνων τῆς φάλαγγος τὸν ὀπίσω τόπον, καὶ ὡσαύτως ἀντὶ τῆς ἔμπροσθεν ἐπι‐

23

.

4

φανείας τὴν κατόπιν. ὁ δὲ Κρητικός τε καὶ Περσικὸς ὀνομαζόμενος τὸν αὐτὸν μὲν ἐπέχειν ποιεῖ τόπον τῆς φάλαγγος τὸ πᾶν σύνταγμα, τῶν δ’ ἐν τῷ μέρει ὁπλι‐ τῶν ἕκαστον ἀνθ’ οὗ πρότερον ἐπεῖχεν τόπου ἕτε‐
5ρον μεταλαμβάνειν, τὸν μὲν λοχαγὸν τὸν τοῦ οὐραγοῦ, τὸν δὲ οὐραγὸν τὸν τοῦ λοχαγοῦ, καὶ ἀντὶ τῆς κατὰ

23

.

5

πρόσωπον ἐπιφανείας τὴν κατόπιν. οἱ δὲ δὴ κατὰ ζυγὰ ἐξελιγμοὶ γίγνονται ἐπειδὰν ἀπὸ τῶν ἀποτομῶν βου‐ ληθῇ τις τὰ κέρατα καθιστάναι, τὰς δὲ ἀποτομὰς ἐπὶ τῶν κεράτων, καὶ τὸ μέσον τῆς πάσης φάλαγγος ἀποτε‐
5λέσαι καρτερόν· ὡσαύτως δὲ καὶ τὰ δεξιὰ ἐν τοῖς εὐω‐

23

.

6

νύμοις καθίστησι, καὶ τὰ εὐώνυμα ἐν τοῖς δεξιοῖς. εἰ δὲ μὴ παρέχοι κατὰ μείζονα μέρη τῆς φάλαγγος ἐξελιγμοὺς ποιήσασθαι, πελαζόντων ἤδη τῶν πολεμίων, δέοι δὲ ἐξελίξαι τὴν τάξιν, τότε δὴ κατὰ συντάγματα ἐξελίττουσι.

24

.

1

καὶ ὁ μὲν κατὰ στίχους ἐξελιγμὸς Μακεδὼν αὖ καλεῖται, ἐπειδὰν ὁ λοχαγὸς μὲν μεταβάληται, οἱ δὲ ὀπίσω ἐκ δόρατος παραπορευόμενοι ἐφεξῆς ἀλλήλων

24

.

2

ἱστῶνται. Λάκων δ’ ἐξελιγμὸς ὀνομάζεται, ἐπειδὰν ὁ
λοχαγὸς μεταβαλλόμενος ἐκ δόρατος ὅλον τὸν λόχον μετ‐ αλλάξῃ ἐς ἄλλον ἴσον τῷ πρόσθεν τόπον, οἱ δὲ λοιποὶ ἑπόμενοι ἐφεξῆς αὐτῷ τάττωνται· 〈ἢ〉 ὁπόταν ὁ μὲν οὐ‐154
5ραγὸς μεταβάλληται, ὁ δὲ ὀπίσω αὐτοῦ τεταγμένος ἐκ δόρατος τοῦ οὐραγοῦ παραπορευόμενος ἔμπροσθεν αὐ‐ τοῦ τάττηται, καὶ οἱ λοιποὶ ὡσαύτως ἄλλος πρὸς ἄλλου ἐπιταχθεὶς τὸν λοχαγὸν αὖ πρωτοστάτην ποιήσωνται.

24

.

3

χόριος δ’ ἐξελιγμὸς γίγνεται, ἐπειδὰν ὁ λοχαγὸς μετα‐ βαλλόμενος ἐπὶ δόρυ προΐῃ ἐπὶ τοῦ λόχου, ἔστ’ ἂν κα‐ τάσχῃ τὸν τοῦ οὐραγοῦ τόπον, ὁ δὲ οὐραγὸς τὸν τοῦ

24

.

4

λοχαγοῦ. οὗτοι μὲν οὖν κατὰ λόχους γίγνονται· ὡσαύ‐ τως δὲ καὶ οἱ κατὰ ζυγὰ συντελούμενοι, οὐ χαλεποὶ γνωσθῆναι.

25

.

1

διπλασιασμῶν δὲ διττὰ γένη τυγχάνει ὄντα, ἤτοι κατὰ ζυγὰκατὰ βάθος. καὶ τούτων ἕκαστον ἢ τῷ

25

.

2

ἀριθμῷ διπλασιάζεται ἢ τῷ τόπῳ. ἀριθμῷ μέν, εἰ ἀντὶ χιλίων εἴκοσι τεσσάρων τὸ μῆκος δισχιλίων τεσ‐ σαράκοντα ὀκτὼ ποιήσαιμεν, τὸν τόπον τὸν αὐτὸν ἐπε‐

25

.

3

χούσης τῆς πάσης φάλαγγος. γίγνεται δὲ τοῦτο, παρεμ‐ βαλλόντων ἐς τὰ μεταξὺ τῶν ὁπλιτῶν τοὺς ἐν τῷ βάθει ἐπιστάτας. καὶ οὕτω πυκνοῦται ἡμῖν τὸ μέτωπον τῆς

25

.

4

φάλαγγος. ἀποκαταστῆσαι δὲ ἐπειδὰν βουληθῶμεν, παρ‐ αγγελοῦμεν ὧδε· ὁ ἐς τὸ μῆκος ἐντεταγμένος, ἐπάν‐

25

.

5

ιθι ἐς τάξιν. εἰ δὲ καὶ τῷ τόπῳ διπλασιάσαι ἐθέλοι‐ μεν τὸ μῆκος, ὡς ἀντὶ σταδίων πέντε ἐς δέκα ἐκτεῖναι τὴν τάξιν, τοὺς ἐκ τοῦ βάθους παρεμβληθέντας ἐς τὸ κατὰ μῆκος μέσον τῶν ὁπλιτῶν διάστημα 〈τοὺς μὲν ἡμί‐155
5σεασ〉 ἐπὶ τὰ δεξιὰ κελεύσομεν ἐξελίσσεσθαι, τοὺς δὲ λοιποὺς [καὶ] ἡμίσεας αὐτῶν ἐπὶ τὰ εὐώνυμα, ἀπὸ τῶν πρὸς τοῖς κέρασι δευτέρων λόχων ἀρχόμενοι, καὶ οὕτω

25

.

6

διπλάσιον ἐφέξει χωρίον ἡ πᾶσα τάξις. ἀποκαταστῆσαι δὲ ἐπειδὰν βουληθῶμεν, 〈κελεύσομεν〉 αὖ ἐξελίσσειν τοὺς κατὰ 〈τὰ〉 πέρατα τεταγμένους 〈ἐς οὕσ〉τινας πρότερον

25

.

7

εἶχον τόπους. οὐ πάνυ δὲ ὠφέλιμοι οἱ διπλασιασμοὶ ἐγ‐ γὺς ὄντων πολεμίων, ὅτι ταραχῆς τε τοῦ ἡμετέρου στρα‐ τεύματος δόξαν παρέξουσιν ἐκείνοις, καὶ αὐτὸ τὸ στρά‐ τευμα ἐν τῇ μετακινήσει ἀσθενέστερον ἅμα καὶ ἀτακτό‐

25

.

8

τερον καθιστᾶσιν. ἀλλὰ τοὺς ψιλοὺς ἐπεκτείνειν ἄμεινον καὶ τοὺς ἱππέας, ὡς τὴν ἐκ τοῦ διπλασιασμοῦ ἔκπληξιν ἄνευ κινήσεως τῆς πεζικῆς φάλαγγος τοῖς πολεμίοις ἐμ‐

25

.

9

ποιῆσαι. γίνεται δὲ τὸ διπλασιάζειν ἀναγκαῖον, ἢ ὑπερ‐ φαλαγγῆσαι ἡμῶν θελησάντων ὑπὲρ τὸ τῶν πολεμίων

25

.

10

κέρας, ἢ κωλῦσαι ὑπερφαλαγγῆσαι ἐκείνους. τὸ βάθος δὲ διπλασιάζεται, εἰ ὁ δεύτερος λόχος τῷ πρώτῳ ἐπι‐ ταχθείη, ὥστε τὸν τοῦ δευτέρου λόχου λοχαγὸν ἐπιστά‐ την τοῦ πρώτου λοχαγοῦ γενέσθαι, τὸν δ’ ἐπιστάτην
5τὸν πρῶτον τοῦ μὲν ἐκείνου ἐπιστάτου ἐπιστάτην γενέ‐

25

.

11

σθαι· οὕτως γὰρ ὁ μὲν πρόσθεν πρῶτος ὢν τοῦ δευτέ‐ ρου λόχου δεύτερός ἐστι τοῦ πρώτου λόχου, ὁ δὲ δεύτε‐ ρος ἐν τῷ δευτέρῳ τέταρτος τοῦ πρώτου, καὶ ὡσαύτως ἐφεξῆς, ἔστ’ ἂν ἅπας ὁ δεύτερος λόχος κατὰ τὸν πρῶτον156
5ἐπ’ εὐθείας ἐναλλὰξ ἐνταχθῇ ἐς βάθος. οὕτω γάρ τοι καὶ ὁ τέταρτος λόχος τὸν τρίτον βαθυνεῖ, συνταχθεὶς αὐτῷ, καὶ ἁπλῶς οἱ ἄρτιοι εἰς τοὺς περιττοὺς ἐνταχθήσονται.

25

.

12

οὐ χαλεπὸν δὲ γνῶναι, ὅπως καὶ αὐτοῦ τοῦ κατὰ βά‐ θος χωρίου διπλασιασμὸς ἔσται, καὶ ἡ ἀπὸ τοῦδε ἀπο‐ κατάστασις.

26

.

1

καὶ μὴν πλαγία μὲν φάλαγξ ἐστὶν ἡ τὸ μῆκος τοῦ βάθους πολλαπλάσιον ἔχουσα, ὀρθία δέ, ὅταν ἐπὶ κέρως πορεύηται· οὕτω δὲ αὖ τὸ βάθος τοῦ μήκους πολλαπλά‐

26

.

2

σιον παρέχεται. ὅλως τε παράμηκες μὲν τάγμα ὀνομά‐ ζεται ὅ τι περ ἂν τὸ μῆκος ἔχῃ ἐπὶ πλεῖον τοῦ βάθους,

26

.

3

ὄρθιον δὲ ὅ τι περ ἂν τὸ βάθος τοῦ μήκους. λοξὴ δὲ ὀνομάζεται φάλαγξ ἡ τὸ μὲν ἕτερον κέρας, ὁπό‐ τερον ἂν ὁ στρατηγὸς βούληται, τοῖς πολεμίοις πελάζον ἔχουσα καὶ αὐτῷ μόνῳ ἀγωνιζομένη, τὸ ἕτερον δὲ δι’

26

.

4

ὑποστολῆς σῴζουσα. παρεμβολὴν δὲ ὀνομάζουσιν, ἐπει‐ δὰν προτεταγμένων τινῶν κατὰ διαστήματα ἐκ τῶν ἐπι‐ τεταγμένων ἐγκαθιστῶνται αὐτοῖς ἄλλοι ἐπ’ εὐθείας, ὡς ἀναπληρῶσαι τὸ πρόσθεν ἀπολειπόμενον κενὸν τῆς φά‐

26

.

5

λαγγος· πρόσταξιν δέ, ὅταν ἢ ἐξ ἑκατέρων τῶν μερῶν τῆς τάξεως ἢ ἐκ θατέρου κατὰ τὸ κέρας αὐτὸ προστεθῇ τι στῖφος τῇ πάσῃ φάλαγγι κατ’ εὐθὺ τοῦ μετώπου τῆς

26

.

6

τάξεως. ἔνταξιν δὲ ὀνομάζουσιν, ἐπειδὰν τοὺς ψιλοὺς
ἐς τὰ διαστήματα τῶν πεζῶν ἐντάξωσιν, ἄνδρα παρ’157

26

.

7

ἄνδρα ἱστάντες· ὑπόταξιν δέ, ἐπειδὰν τοὺς ψιλοὺς ὑπὸ τὰ πέρατα τῆς φάλαγγος ὑποτάξῃ τις ὡς ἐς ἐπικάμπιον.

27

.

1

χρὴ δὲ τὰ παραγγέλματα ἐθίζειν τὴν στρατιὰν ὀξέως δέχεσθαι, τὰ μὲν φωνῇ, τὰ δὲ ὁρατοῖς σημείοις, τὰ δὲ τῇ

27

.

2

σάλπιγγι. καὶ σαφέστερα μὲν τυγχάνει ὄντα τὰ λέξει δη‐ λούμενα, ὅτι καὶ παντὸς τοῦ νοῦ ἡ δήλωσις οὕτω γίγνεται, οὐχὶ δὲ σύμβολόν τι αὐτοῦ μόνον ὁρᾶται ἢ ἀκούεται.

27

.

3

ἀλλ’ ἐπειδὴ πολλὰ τὰ ἐξείργοντά ἐστιν ἐν ταῖς μάχαις πρὸς τὰς διὰ φωνῆς δηλώσεις, ὁ κτύπος τε ὁ ἐκ τῶν ὅπλων καὶ αἱ παρακελεύσεις ἀλλήλοις καὶ οἰμωγαὶ τιτρω‐ σκομένων καὶ παριππασία δυνάμεως ἱππικῆς [ψόφος τε
5τῶν ὅπλων] καὶ χρεμετισμὸς τῶν ἵππων καὶ 〈θόρυβοσ〉 σκευοφόρων παριόντων, προσεθιστέον τὴν στρατιὰν καὶ

27

.

4

τοῖς ὁρατοῖς σημείοις. οὐ μὴν ἀλλὰ καὶ πρὸς ταῦτα ἤδη ἄπορα ἔστιν ἃ γίγνεται, οἷον ὁμίχλη ἢ κονιορτὸς πολὺς ἄνω αἰρόμενος ἢ ἥλιος κατὰ προσώπου ἀντιλάμπων ἢ νιφετὸς ξυνεχὴς ἢ ὕδωρ λάβρον ἐξ οὐρανοῦ ἢ τόποι σύν‐
5δενδροι ἢ γήλοφοι ἀνεστηκότες, ὡς μὴ πάσῃ τῇ φάλαγγι

27

.

5

ὁρατὰ γίγνεσθαι τὰ σημεῖα. ὁπότε μὲν δὴ γήλοφοι δια‐
κλείοιεν τὴν ὄψιν, πλείω τὰ ὁρατὰ σημεῖα ποιητέον· πρὸς δὲ τὰ ἐκ τοῦ ἀέρος ἐμπόδια ἡ σάλπιγξ ἀγαθὸν [ὠφέλιμος].158

28

.

1

ὑπὲρ δὲ τῶν πορειῶν, ὅσας ποιεῖται τὰ στρατόπεδα, ἐκεῖνο χρὴ ἐνθυμεῖσθαι, ὅτι ἣ μέν τις ἐπαγωγὴ ἐν ταῖς

28

.

2

πορείαις ἣ δὲ παραγωγὴ καλεῖται. καὶ ἐπαγωγὴ μέν ἐστιν, ἐπειδὰν τάγμα τάγματι ἐπ’ εὐθὺ ἕπηται, οἷον ἡγουμένης τετραρχίας αἱ λοιπαὶ τετραρχίαι ταύτῃ ἐπιτε‐ ταγμέναι πορεύωνται, ἢ αὖ ξεναγίας ἡγουμένης αἱ λοιπαὶ
5ξεναγίαι ἕπωνται, ἑνί τε λόγῳ, ἐπειδὰν τοῦ προηγουμέ‐ νου τάγματος τοῖς οὐραγοῖς οἱ τοῦ ἐφεξῆς τάγματος

28

.

3

ἡγεμόνες συνάπτωσιν. παραγωγὴ δ’ ἐστίν, ἐπειδὰν ἡ φάλαγξ πᾶσα πορεύηται τοὺς ἡγεμόνας ἤτοι ἐκ τῶν εὐωνύμων ἢ ἐκ τῶν δεξιῶν ποιησαμένη. κἂν μὲν ἐκ τῶν εὐωνύμων ποιήσηται, εὐώνυμος παραγωγὴ καλεῖται,

28

.

4

ἂν δὲ ἐκ τῶν δεξιῶν, δεξιά. ὅπως δ’ ἂν ἡ πορεία γί‐ γνηται, εἴτε κατ’ ἐπαγωγὴν εἴτ’ ἐν παραγωγῇ, ἤτοι ἐν μονοπλεύρῳ τῷ τάγματι ἡ στρατιὰ βαδιεῖται, ἢ ἐν διπλεύρῳ ἢ ἐν τριπλεύρῳ ἢ ἐν τετραπλεύρῳ·

28

.

5

μονοπλεύρῳ μέν, ἐπειδὰν ἕνα τόπον ὕποπτον ἔχῃ ὁ στρατηγός· διπλεύρῳ δέ, ἐπειδὰν δύο· τριπλεύρῳ δέ, ἐπειδὰν τρεῖς· τετραπλεύρῳ δέ, ἐπειδὰν πάντοθεν οἱ

28

.

6

πολέμιοι ἐπιστήσεσθαι πιθανοὶ δοκῶσι. καὶ μὴν ποτὲ μὲν
μονοφαλαγγίᾳ ἡ πορεία γίγνεται, ποτὲ δὲ διφαλαγ‐ γίᾳ, καὶ οὕτως τριφαλαγγίᾳ τε καὶ τετραφαλαγγίᾳ. καὶ ταῦτα οὐ χαλεπὸν ξυμβάλλειν ἀπὸ τῶν πρόσθεν159
5τάξεων.

29

.

1

ἔτι δὲ ἀμφίστομος μὲν φάλαγξ καλεῖται ἡ τοὺς ἡμίσεας τῶν ἐν τοῖς λόχοις ἀνδρῶν ἀπεστραμμένους ἀπὸ

29

.

2

σφῶν ἔχουσα, ὡς ἀντινώτους εἶναι· διφαλαγγία δὲ ἀμφίστομος, ἥτις ἐν τῇ πορείᾳ τοὺς ἡγεμόνας 〈ἔχει〉 ἐξ ἑκατέρων τῶν μερῶν ἐν παραγωγαῖς τεταγμένους, τοὺς μὲν ἐν δεξιᾷ τοὺς δὲ ἐν εὐωνύμῳ, 〈τοὺς δὲ οὐρα‐
5γοὺς ἔσω τεταγμένους· ἀντίστομος δὲ διφαλαγγία, ἣ τοὺς μὲν ἡγεμόνας ἔχει μέσους τεταγμένους,〉 τοὺς δὲ οὐραγοὺς ἔξω ἐστραμμένους ἐξ ἑκατέρων τῶν μερῶν

29

.

3

ἐν παραγωγαῖς. ἑτερόστομος δὲ φάλαγξ ἐστὶν ἡ τὸ μὲν ἡγούμενον ἥμισυ ἐν τῇ πορείᾳ ἔχουσα ἐν εὐωνύμῳ παραγωγῇ, τοῦτ’ ἔστι τοὺς ἡγεμόνας ἐξ εὐωνύμου, τοῦ δὲ λοιποῦ ἡμίσεος τῆς φάλαγγος τοὺς ἡγεμόνας ἐν δεξιᾷ

29

.

4

παραγωγῇ. ὁμοιόστομος δ’ ἐν πορείᾳ διφαλαγγία ἐστίν, ἥτις τοὺς ἡγεμόνας ἑκατέρας τῆς φάλαγγος ἐκ τῶν αὐτῶν μερῶν ἔχει τεταγμένους, ἢ ἐκ δεξιῶν ἢ ἐκ τῶν

29

.

5

εὐωνύμων ἑκατέρας τῆς φάλαγγος. ὅταν δὲ ἡ ἀμφίστο‐ μος διφαλαγγία τὰ μὲν ἡγούμενα πέρατα ἀλλήλοις συν‐ άψῃ, τὰ δὲ ἑπόμενα διαστήσῃ, τὸ τοιοῦτον ἔμβολον κα‐

29

.

6

λεῖται. ἐπὰν δὲ ἀντίστομος διφαλαγγία τὰ μὲν ἑπόμενα πέρατα συνάψῃ, τὰ δὲ ἡγούμενα διαστήσῃ, τὸ τοιόνδε160

29

.

7

κοιλέμβολον καλεῖται. πλαίσιον δὲ ὀνομάζεται ὁπό‐ ταν πρὸς πάσας τὰς πλευρὰς παρατάξηταί τις ἐν ἑτερομήκει

29

.

8

σχήματι· πλινθίον δέ, ὅταν ἐν τετραγώνῳ σχήματι ταὐτὸ τοῦτο πράξῃ, ὅπερ Ξενοφῶν ὁ τοῦ Γρύλλου πλαίσιον ἰσόπλευρον καλεῖ. [ὃ] καὶ ὑπερφαλάγγησιν μὲν ὀνομάζουσι τὴν καθ’ ἑκάτερον τὸ πέρας τῆς φάλαγ‐

29

.

9

γος ὑπεροχὴν ὑπὲρ τοὺς πολεμίους, ὑπερκέρασιν δὲ τὴν καθ’ ἓν ὁπότερον οὖν κέρας. καὶ τῇ μὲν ὑπερφα‐ λαγγήσει ἡ ὑπερκέρασις ἑπόμενόν ἐστιν, ἀνάπαλιν δὲ

29

.

10

οὔ. οὕτω τοι κέρατι μὲν ὁποτέρῳ οὖν ὑπερέχειν καὶ ἐλάττονας κατὰ πλῆθος δυνατόν, καὶ ἐν ἴσῳ βάθει φυ‐ λάττοντας τὴν πᾶσαν τάξιν· ὑπερφαλαγγῆσαι δὲ ἐν ἴσῳ τῷ πλήθει ἢ καὶ μείονι, μὴ ἐπὶ λεπτὸν ἐπεκτείναντα,
5οὐχ οἷόν τε.

30

.

1

αἱ δὲ τῶν σκευοφόρων ἀγωγαὶ ξὺν ἡγεμόνι γι‐ γνέσθωσαν. τρόποι δὲ αὐτῶν πέντε· ἢ γὰρ ἡγεῖσθαι αὐτὰ χρὴ τῆς στρατιᾶς σὺν οἰκείᾳ φυλακῇ, ἢ ἕπεσθαι, ἢ ἐκ πλαγίου ἰέναι—καὶ τοῦτο διττόν· ἢ γὰρ ἐκ δε‐
5ξιῶν ἢ ἐξ ἀριστερῶν—, ἢ ἐντὸς τῶν ὅπλων ἄγεσθαι.

30

.

2

πρὸ μὲν δὴ τῆς φάλαγγος χρὴ ἄγειν τὰ σκευοφόρα,
ἐπειδὰν ἐκ πολεμίας ἀπάγῃς· ἑπόμενα δὲ τῇ φάλαγγι, ἐπειδὰν εἰς πολεμίαν ἐμβάλλης· παράγειν δὲ ὁποτέρᾳ οὖν, ἐπειδὰν τὰ πλάγια φοβώμεθα· ἐντὸς δὲ τῆς φά‐161
5λαγγος, ἐὰν τὰ πανταχόθεν ὕποπτα ᾖ.

31

.

1

τὰ δὲ παραγγέλματα χρὴ συντομώτατά τε ὡς οἷόν τε καὶ σαφέστατα ποιεῖσθαι. ἔσται δὲ τοῦτο, εἰ ὅσα ἀμ‐ φιβόλως δέξασθαι δυνατοὶ εἶεν οἱ στρατιῶται, ταῦτα φυ‐

31

.

2

λαττοίμεθα. αὐτίκα εἰ κλῖνον λέγοις [ἐν] ᾧ προστιθείης τὸ ἐπὶ δόρυπ’ ἀσπίδα, οἱ ὀξέως κατακούειν εἰθισ‐ μένοι τῶν παραγγελμάτων ἄλλοι ἄλλο δεξάμενοι ἔπραξαν. οὔκουν ὧδε χρὴ λέγειν κλῖνον ἐπὶ δόρυκλῖνον
5π’ ἀσπίδα, ἀλλ’ ἀναστρέψαντα ἐπὶ δόρυ κλῖνονπ’ ἀσπίδα κλῖνον· οὕτω γὰρ ξύμπαντες τὸ αὐτὸ

31

.

3

ἀκούσονταί τε καὶ δράσουσιν. οὔκουν οὐδὲ μεταβαλοῦ ἐξέλιξον χρὴ παραγγέλλειν· ταῦτα γὰρ τοῦ γένους τὴν πρᾶξιν δηλοῦντα ἐπὶ διάφορα ἔργα ἄξει τοὺς ἀκούον‐ τας. ἀλλὰ τὰ εἴδη γὰρ προτακτέον πρὸ τῶν γενῶν, οἷον

31

.

4

ἐπὶ δόρυ μεταβαλοῦπ’ ἀσπίδα. καὶ αὖ ὧδε ἐροῦμεν τὸν Λάκωνα ἐξέλισσε, ἢ τὸν χόριον, ἢ 〈τὸν〉 Μακεδόνα. εἰ δὲ μὴ προσθεὶς ὅντινα, αὐτὸ μόνον ἐξέλισσε φαίης, ἄλλοι ἐπ’ ἄλλον ἐξελιγμὸν ἥξου‐

31

.

5

σιν. οὐδὲν δὲ ὡσαύτως ἀγαθὸν ἔν τε πορείαις καὶ ἐν μάχαις ὡς σιγὴ τοῦ παντὸς στρατεύματος. καὶ τοῦτό γε καὶ Ὅμηρος ἐν τῇ ποιήσει ἐδήλωσεν· περὶ μὲν γὰρ τῶν ἡγεμόνων τῶν Ἑλλήνων φησὶν ὅτι
5‘κέλευε δὲ οἷσιν ἕκαστος
ἡγεμόνων‘, περὶ δὲ τῆς στρατιᾶς ὅτι
‘οἱ δ’ ἄλλοι ἀκὴν ἴσαν (οὐδέ κε φαίης τόσσον λαὸν ἕπεσθαι ἔχοντ’ ἐν στήθεσιν αὐδήν)
162
10 σιγῇ δειδιότες σημάντορας.‘ τῶν δὲ δὴ βαρβάρων τὴν ἀταξίαν δηλῶσαι θελήσας, κλαγγῇ καὶ ἐνοπῇ φησὶν ἰέναι τοὺς Τρῶας ἴσα καὶ ὄρ‐

31

.

6

νιθας. καὶ αὖ ἐν ἄλλοις ἔπεσι ‘τῶν δ’ ὥστ’ ὀρνίθων πετεηνῶν‘ φησίν ‘ἔθνεα πολλά, χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων‘. καὶ ἐπεξελθὼν τῶν ὀρνίθων τὸν θόρυβον
5 ‘ὣς Τρώων ἀλαλητόσ‘ φησίν ‘ἀνὰ στρατὸν εὐρὺν ὀρώρει· οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδ’ ἴα γῆρυς.‘ ὑπὲρ δὲ τῶν Ἑλλήνων ‘οἳ δ’ ἄρ’ ἴσαν σιγῇ‘ φησίν ‘μένεα πνείοντες Ἀχαιοί, ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν.‘
10οὕτω γὰρ οἱ μὲν ἡγεμόνες ὀξέως παραγγελοῦσιν αὐτά, ἡ δὲ στρατιὰ ὀξέως δέξεται τὰ ἐνδιδόμενα.

32

.

1

τὰ παραγγέλματα δὲ ἔστω τοιάδε. ἄγε εἰς τὰ ὅπλα. 〈ὁ〉 ὁπλοφόρος 〈μὴ〉 ἀπίτω ἀπὸ τῆς φάλαγγος. σίγα καὶ πρόσεχε τῷ παραγγελλομέν. ἄνω τὰ δόρατα. κάθες τὰ δόρατα. ὁ οὐραγὸς τὸν λόχον
5ἀπευθυνέτω. τήρει τὰ διαστήματα. ἐπὶ δόρυ κλῖ‐ νον. ἐπ’ ἀσπίδα κλῖνον. πρόαγε. ἐχέτω οὕτως. ἐς ὀρθὸν ἀπόδος. τὸ βάθος διπλασίαζε, ἀποκα‐ τάστησον. τὸν Λάκωνα ἐξέλιττε, ἀποκατάστησον.
ἐπὶ δόρυ ἐκπερίσπα, ἀποκατάστησον.163

32

.

2

τάδε μέν, ὥσπερ ἐν τέχνῃ, δι’ ὀλίγων ἐδήλωσα ἱκανὰ ὑπέρ γε τῶν πάλαι Ἑλληνικῶν καὶ τῶν Μακεδονικῶν

32

.

3

τάξεων, ὅστις μηδὲ τούτων ἀπείρως ἐθέλοι ἔχειν· ἐγὼ δὲ τὰ ἱππικὰ γυμνάσια, ὅσα Ῥωμαῖοι ἱππῆς γυμνάζον‐ ται, ἐν τῷ παρόντι ἐπεξελθών, ὅτι τὰ πεζικὰ ἔφθην δη‐ λῶσαι ἐν τῇ συγγραφῇ ἥντινα ὑπὲρ αὐτοῦ τοῦ βασιλέως
5συνέγραψα, τόδε μοι ἔσται τέλος τοῦ λόγου τοῦ τακ‐ τικοῦ.

33

.

1

καίτοι οὐκ ἀγνοῶ χαλεπὴν ἐσομένην τὴν δήλωσιν τῶν ὀνομάτων ἑκάστων, ὅτι οὐδὲ αὐτοῖς Ῥωμαίοις τὰ πολλὰ τῆς πατρίου φωνῆς ἔχεται, ἀλλὰ ἔστιν ἃ τῆς Ἰβήρων ἢ Κελτῶν, ἐπεὶ τὰ πράγματα αὐτὰ Κελτικὰ ὄντα προσέλα‐
5βον, εὐδοκιμήσαντος αὐτοῖς ἐν ταῖς μάχαις τοῦ Κελτῶν

33

.

2

ἱππικοῦ. εἰ γάρ τοι ἐπ’ ἄλλῳ τῳ, καὶ ἐπὶ τῷδε ἄξιοι ἐπαινεῖσθαι Ῥωμαῖοι, ὅτι οὐ τὰ οἰκεῖα καὶ πάτρια οὕτως τι ἠγάπησαν, ὡς τὰ πανταχόθεν καλὰ ἐπιλεξάμενοι οἰκεῖα

33

.

3

σφίσιν ἐποιήσαντο. οὕτω τοι εὕροις ἂν καὶ ὁπλίσεις τινὰς παρ’ ἄλλων λαβόντας—καὶ ἤδη Ῥωμαϊκαὶ ὀνο‐ μάζονται, ὅτι κράτιστα Ῥωμαῖοι αὐταῖς ἐχρήσαντο—, καὶ γυμνάσια στρατιωτικὰ παρ’ ἄλλων, καὶ θρόνους 〈τοὺσ〉

33

.

4

τῶν ἀρχόντων καὶ ἐσθῆτα τὴν περιπόρφυρον. οἳ δὲ καὶ θεοὺς αὐτοὺς ἄλλους παρ’ ἄλλων λαβόντες ὡς οἰκείους
σέβουσιν. τὰ γοῦν ἐπ’ αὐτοῖς δρώμενα εἰς τοῦτο ἔτι τὰ μὲν Ἀχαιῶν νόμῳ δρᾶσθαι λέγεται, τὰ δὲ κοινῶς Ἑλλή‐164
5νων. δρᾶται δὲ ἔστιν ἃ καὶ Φρύγια· καὶ γὰρ ἡ Ῥέα αὐ‐ τοῖς ἡ Φρυγία τιμᾶται ἐκ Πεσσινοῦντος ἐλθοῦσα, καὶ τὸ πένθος τὸ ἀμφὶ τῷ Ἄττῃ Φρύγιον 〈ὂν〉 ἐν Ῥώμῃ πενθεῖται, καὶ τὸ λουτρὸν δ’ ἡ Ῥέα, ἐφ’ οὗ τοῦ πένθους

33

.

5

λήγει, τῶν Φρυγῶν νόμῳ λοῦται. καὶ μὴν τῶν νόμων, οὓς ἐν ταῖς δώδεκα δέλτοις τὰ πρῶτα ἐγράψαντο, τοὺς

33

.

6

πολλοὺς εὕροις ἂν παρ’ Ἀθηναίων λαβόντας. καὶ ταῦτα πολὺ ἂν ἔργον εἴη ἐπεξιέναι, ὅπως τε ἕκαστα ἔχουσι καὶ παρὰ τίνων προσποιηθέντα· ἐμοὶ δὲ ὑπὲρ τῶν γυμνα‐ σίων τῶν ἱππικῶν ὥρα ἤδη λέγειν.

34

.

1

τὸ μὲν χωρίον, ἵναπερ τὰ γυμνάσια αὐτοῖς τελεῖται, οὐχ ὁμαλὸν ἐπιλέγονται μόνον, ἀλλ’ ἐς τοσόνδε προσ‐ εξεργάζονται, ὡς σκάπτειν τε τὸ μέσον αὐτοῦ ἐς βάθος σύμμετρον καὶ τὰς βώλους συγκόπτειν ἐς λεπτότητά τε
5καὶ μαλακότητα, ἀποτεμνόμενοι τοῦ παντὸς πεδίου τὸ

34

.

2

πρὸ τοῦ βήματος ἐς πλαισίου ἰσοπλεύρου σχῆμα. αὐτοὶ δὲ ὡπλισμένοι παριᾶσι κράνεσι μὲν σιδηροῖς ἢ χαλκοῖς κεχρυσωμένοις, ὅσοι κατ’ ἀξίωσιν αὐτῶν διαπρεπεῖς ἢ καθ’ ἱππικὴν διαφέροντες, ὡς καὶ αὐτῷ τούτῳ ἐπάγειν

34

.

3

ἐπὶ σφᾶς τῶν θεωμένων τὰς ὄψεις. τὰ κράνη δὲ ταῦτα οὐ καθάπερ τὰ εἰς μάχην πεποιημένα πρὸ τῆς κεφαλῆς καὶ τῶν παρειῶν προβέβληται μόνον, ἀλλὰ ἴσα πάντη
τοῖς προσώποις ποιεῖται τῶν ἱππέων, ἀνεῳγότα κατὰ τοὺς165
5ὀφθαλμούς, ὅσον μὴ ἐπίπροσθεν τοῦ ὁρᾶν γιγνόμενα

34

.

4

σκέπην ὅμως παρέχειν τῇ ὄψει. χαῖται δὲ ἀπήρτηνται αὐτῶν ξανθαί, οὐκ ἐπὶ χρείᾳ μᾶλλόν τι ἢ ἐς κάλλος τοῦ ἔργου· καὶ αὗται ἐν ταῖς ἐπελάσεσιν τῶν ἵππων, εἰ καὶ ὀλίγη πνοὴ τύχοι, καὶ ὑπὸ τῆς ὀλίγης ἡδίους φαίνονται

34

.

5

ἀπαιωρούμεναι. καὶ θυρεοὺς δὲ φέρουσιν, οὐχ οὕσπερ εἰς τὰς μάχας, ἀλλὰ τῷ βάρει κουφοτέρους, ἅτε ἐπ’ ὀξύτητι καὶ κάλλει τὰς μελέτας ποιούμενοι, καὶ ἐς ἡδονὴν πεποι‐

34

.

6

κιλμένους· ἀντὶ δὲ τῶν θωράκων Κιμμερικὰ χιτώνια, ἴσα καὶ ὅμοια τοῖς θώραξιν, τὴν δὲ χροιὰν οἳ μὲν κόκ‐ κου, οἳ δὲ ὑακίνθου, οἳ δὲ ἄλλῃ καὶ ἄλλῃ πεποικιλμένα·

34

.

7

ἀναξυρίδας δὲ περὶ τοῖν σκελοῖν, οὐ καθάπερ Παρθυαῖοι καὶ Ἀρμένιοι κεχαλασμένας, ἀλλὰ περισφιγγομένας τοῖν

34

.

8

σκελοῖν. ἵπποι δὲ αὐτοῖς προμετωπιδίοις μὲν ἐς ἀκρί‐ βειαν πεφραγμένοι εἰσί, παραπλευριδίων δὲ οὐδὲν δέον‐ ται· ἀσίδηρα γὰρ ὄντα τὰ ἐπὶ τῇ μελέτῃ ἀκόντια τοὺς μὲν ὀφθαλμοὺς τῶν ἵππων καὶ κακόν τι ἂν ἀπεργάσαιντο,
5ταῖς πλευραῖς δὲ αὐτῶν ἄλλως τε καὶ τοῖς ἐφιππίοις τὸ πολὺ μέρος σκεπομέναις ἀβλαβῶς προσπίπτει.

35

.

1

πρῶτον μὲν δὴ ἐπέλασις αὐτοῖς ἐς τὸ ἀποδεδειγμένον πεδίον γίνεται ὡς διαπρεπέστατα ἐς κάλλος καὶ λαμπρό‐ τητα ἠσκημένη, ὁπόθεν ἂν μάλιστα ἐκ τοῦ ἀφανοῦς ἐπε‐
λαύνειν δόξειαν καὶ μὴ ἁπλῆν ἀλλ’ ὡς ἔνι ποικίλην τὴν166

35

.

2

ἐκδρομὴν ποιεῖσθαι. σημείοις δὲ διακεκριμένοι ἐπελαύ‐ νουσιν, οὐ τοῖς Ῥωμαϊκοῖς μόνον ἀλλὰ καὶ τοῖς Σκυθι‐ κοῖς, τοῦ ποικιλωτέραν τε καὶ ἅμα φοβερωτέραν γίγνε‐

35

.

3

σθαι τὴν ἔλασιν. τὰ Σκυθικὰ δὲ σημεῖά ἐστιν ἐπὶ κον‐ τῶν ἐν μήκει ξυμμέτρῳ δράκοντες ἀπαιωρούμενοι. ποι‐ οῦνται δὲ ξυρραπτοὶ ἐκ ῥακῶν βεβαμμένων, τάς τε κε‐ φαλὰς καὶ τὸ σῶμα πᾶν ἔστε ἐπὶ τὰς οὐρὰς εἰκασμένοι

35

.

4

ὄφεσιν, ὡς φοβερώτατα οἷόν τε εἰκασθῆναι. καὶ τὰ σο‐ φίσματα ταῦτα ἀτρεμούντων μὲν τῶν ἵππων οὐδὲν πλέον ἢ ῥάκη ἂν ἴδοις πεποικιλμένα ἐς τὸ κάτω ἀποκρεμάμενα, ἐλαυνομένων δὲ ἐμπνεόμενα ἐξογκοῦνται, 〈ὥσ〉τε ὡς
5μάλιστα τοῖς θηρίοις ἐπεοικέναι, καί τι καὶ ἐπισυρίζειν πρὸς τὴν ἄγαν κίνησιν ὑπὸ τῇ πνοῇ βιαίᾳ διερχομένῃ.

35

.

5

καὶ ταῦτα τὰ σημεῖα οὐ τῇ ὄψει μόνον ἡδονὴν ἢ ἔκπλη‐ ξιν παρέχει, ἀλλὰ καὶ ἐς διάκρισιν τῆς ἐπελάσεως καὶ τὸ μὴ ἐμπίπτειν ἀλλήλαις τὰς τάξεις ὠφέλιμα γίγνονται.

35

.

6

οἱ μὲν γὰρ φέροντες αὐτά, οἱ δαημονέστατοι τῶν ἐξελι‐ γμῶν τε καὶ ἐπιστροφῶν, εἰς ἄλλους καὶ ἄλλους κύκλους ἢ ἄλλας καὶ ἄλλας ἐπ’ εὐθὺ ἐκδρομὰς ἐπιλέγονται, τὸ δὲ πλῆθος οὐδὲν ἄλλο μεμελέτηκεν ὅτι μὴ ἕπεσθαι τῷ

35

.

7

οἰκείῳ ἕκαστοι σημείῳ. καὶ οὕτως ποικίλαι μὲν αἱ ἐπι‐ στροφαί, πολυειδεῖς δὲ οἱ ἔμπαλιν ἐξελιγμοί, πολύτροποι
δὲ ἄλλῃ καὶ ἄλλῃ αἱ ἐπελάσεις γιγνόμεναι ἀσυγχύτους ὅμως τὰς τάξεις παρέχονται. συνενεχθὲν δὲ σημεῖον ση‐167
5μείῳ 〈ἢ〉 ἵππος ἵππῳ ἐμπεσὼν ἀναταράξαι ἂν τὴν πᾶ‐ σαν τάξιν καὶ οὐ τὸ κάλλος μόνον ἀλλὰ καὶ τὴν χρείαν διαφθείραι τοῦ ἔργου.

36

.

1

ὁμοῦ δὲ ἥ τε ἐπέλασις αὐτοῖς ἀποπαύεται καὶ κατὰ τὰ ἀριστερὰ τοῦ βήματος ὑπομένουσιν ἐπάλληλοι 〈οἱ〉 ἱππῆς, τὰς μὲν κεφαλὰς τῶν ἵππων εἰς τοὐπίσω ἀποστρέ‐ ψαντες, τοὺς θυρεοὺς δὲ πρὸ τῶν νώτων τῶν σφετέρων
5καὶ πρὸ τῶν ἱππείων οὕτω προβεβλημένοι. καὶ ἡ τάξις αὕτη, καθάπερ ὁ ξυνασπισμὸς τῶν πεζῶν, χελώνη ὀνο‐

36

.

2

μάζεται. δύο δὲ ἱππῆς, τοῦδε τοῦ στοίχου διέχοντες ὅσον ἐκδρομὰς παρέχειν τοῖς φιλίοις ἱππεῦσι, προβέβληνται πρὸ τοῦ δεξιοῦ κέρως τῆς χελώνης, τοῦ ἐκδέχεσθαι τοὺς

36

.

3

ἐξακοντισμοὺς τῶν ἐς εὐθὺ ἐπελαυνόντων. οὕτω μὲν οἱ ἡμίσεες τῶν ἱππέων πεφραγμένοι ἵστανται ἐς προβολήν· ἐπὰν δὲ σημήνῃ τῇ σάλπιγγι, οἱ ἡμίσεις αὖ ἐπελαύνου‐ σιν, ὡς πλεῖστα καὶ συνεχέστατα ἀκόντια ἐξακοντίζον‐
5τες, πρῶτος ὁ πρῶτος κατ’ ἀρετήν, καὶ ἐπὶ τούτῳ ὁ δεύ‐

36

.

4

τερος, καὶ ἐφεξῆς ὡσαύτως. τὸ δὲ κάλλος τοῦ δρωμένου ἐν τῷδε ἐστίν, ὅστις ὅτι πλεῖστα καὶ ξυνεχέστατα ἀκόν‐ τια, ὀρθῷ ἐπελαύνων τῷ ἵππῳ, ἐς τοὺς δύο τοὺς προ‐ βεβλημένους πρὸ τοῦ [ἀριστεροῦ] κέρως τῆς χελώνης

36

.

5

κατὰ αὐτῶν τῶν ὅπλων ὡς μάλιστα τύχοι ἀκοντίσας. ἐπε‐
λάσαντες δὲ ἐπ’ εὐθύ, ἐγκλίνουσιν αὖ ἐς τὰ πλάγια, ὡς ἐς κύκλον ἐπιστρέφοντες. ἡ κλίσις δὲ αὐτοῖς ἐπὶ τὰ δε‐168

36

.

6

ξιὰ σφῶν γίγνεται ἐπὶ δόρυ· οὕτως γὰρ τῷ τε ἀκοντίζειν οὐδὲν ἐμποδὼν ἵσταται, καὶ οἱ θυρεοὶ προβέβληνται πρὸ τῶν ἀκοντιζόντων ἐν τῇ ἐπελάσει.

37

.

1

καὶ χρὴ τοσαῦτα φέρειν ἀκόντια, ὡς διὰ πάσης τῆς προβολῆς ἐξακοντίζειν παριππεύοντα. καὶ τοῦ τε ἀκρο‐ βολισμοῦ τὸ συνεχὲς καὶ τοῦ κτύπου τὸ 〈ἀν〉έκλειπτον

37

.

2

ὥσπερ τι ἄλλο ἐκπληκτικὸν φαίνεται. μεταξὺ δὲ δὴ τοῦ τε δεξιοῦ κέρως τῆς τάξεως καὶ τῆς προβολῆς τοῖν δυοῖν ἱππέοιν ἐκ τοῦ ἀφανοῦς ἱππῆς ἐκθέουσι, προϊππεύον‐ τες μὲν αὐτοὶ τῆς οἰκείας τάξεως, ἀκοντίζοντες δὲ ἐς
5τοὺς παριππεύοντας. καὶ τούτοις ἐπ’ ἀσπίδα ἡ ἐπίκλισις

37

.

3

γίγνεται, καὶ ταύτῃ ἀφρακτότεροι παριππεύουσιν. ἔνθα δὴ καὶ μάλιστα ἀγαθοῦ δεῖ τοῦ ἱππέως, ὡς ὁμοῦ μὲν ἐξακοντίζειν δυνατός τι γίγνηται ἐς τοὺς ἐπελαύνοντας, ὁμοῦ δὲ σκέπειν τὴν δεξιὰν πλευρὰν τῇ προβολῇ τοῦ

37

.

4

ὅπλου. καὶ ἐν μὲν τῇ παρελάσει ὁ κατὰ δεξιὰν ἐπιστρο‐ φὴν ἀκοντισμὸς ἀναγκαῖος αὐτῷ γίγνεται, ἐν δὲ τῇ παν‐ τελεῖ ἐπιστροφῇ ὁ πέτρινος δὴ ὀνομαζόμενος τῇ Κελ‐

37

.

5

τῶν φωνῇ, ὅς ἐστι πάντων χαλεπώτατος. χρὴ γὰρ ἐπι‐ στραφέντα, ὅση δύναμις μαλακαῖν ταῖν πλευραῖν, ἐς τὸ κατ’ οὐρὰν τοῦ ἵππου ὡς ἔνι μάλιστα εὐθὺ ἐς τοὐπίσω ἀκοντίσαι, καὶ τοῦτο δράσαντα ὀξέως αὖ ἐπιστρέψαντα
5κατὰ νώτου λαβεῖν τὸ ὅπλον, ὅτι τὰ γυμνὰ οὕτω γε πα‐ ραδίδοται τοῖς πολεμίοις, εἰ ἄνευ προβολῆς ἐπιστρέψειαν.

38

.

1

ὁμοῦ δὲ ἥ τε ἐπέλασις ἤδη ἀποπαύεται καὶ οἱ πρόσθεν
ἐπελάσαντες ἐν τάξει αὖ ἵστανται ἐπὶ δεξιᾷ τοῦ βήματος, καθάπερ οἱ ἄλλοι ἐν ἀριστερᾷ, καὶ οἱ δύο ἱππῆς διέχον‐ τες ἀπὸ τοῦ κέρως τῆς προβολῆς τὸ ἴσον ἵστανται, καὶ169
5αὐτοὶ οἱ μεταξὺ αὐτοῖν τε τούτοιν καὶ τῆς πάσης τάξεως ἐκθέοντες ἐς τὸν αὐτὸν τρόπον ἐξακοντίζουσιν ἐς τοὺς παριππεύοντας. ἔνθα δὴ ὅ τι περ κράτιστον τῶν ἱππέων

38

.

2

ἐς τόνδε τὸν ἀκροβολισμὸν ἐπιλέγονται. οἱ μέν γε ἀπὸ τῶν δεξιῶν τοῦ βήματος ἀρχόμενοι οὐδὲν ἄλλο ἢ 〈τὸ〉 συνεχὲς τῆς ἀκροβολίσεως καὶ 〈τὸ〉 ἐπάλληλον τοῦ κτύ‐ που προσδέχονται· οὐδὲ γὰρ ἄλλου τινὸς θέαν παρ‐
5έχουσι τοῖς ἐπὶ τοῦ βήματος ὁρῶσιν, ἅτε ἀποστρόφου ἀπ’ αὐτῶν τῆς δεξιᾶς τῶν ἱππέων ἐν τῇ τοιᾷδε ἐπελάσει

38

.

3

γιγνομένης. ὁπότε δὲ ἐκ τῶν ἀριστερῶν ἐπελαύνοιεν, τότε δὴ πᾶς ὁ ἀκροβολισμὸς ἀρίδηλος γίνεται, καὶ τῶν θυρεῶν ἡ προβολή, καὶ ἡ ἐκ τῆς ἀριστερᾶς χειρὸς ἐς τὴν δεξιὰν ὕφεσις τῶν ἀκοντίων ὀξεῖα, καὶ ἡ δεξιὰ ὅπως
5αὐτὰ ὑπολαβοῦσα καὶ ὑπὲρ τῆς κεφαλῆς περιενεγκοῦσα ὁμοῦ μὲν ὥσπερ ἐν τροχοῦ περιδινήσει τὸ ληφθὲν ἐξη‐ κόντισεν, ὁμοῦ δὲ ὑπέλαβεν [τὸ ληφθὲν] καὶ τοῦτο αὖ ὑπερενεγκοῦσα ἐξηκόντισεν, ἥ τε καθέδρα ἡ ἐπὶ τοῦ ἵππου αὐτοῦ τοῦ ἱππέως 〈ὅπωσ〉 ἀεὶ εὐσχήμων καὶ ὀρθὴ
10ἐν τῷ ἀκροβολισμῷ σῴζεται, ταύτῃ μᾶλλον, ὅτι ἐπελαυ‐ νόντων ὁρᾶται καὶ τῶν ὅπλων ἡ λαμπρότης καὶ τῶν ἵππων ἡ ὠκύτης τε καὶ τὸ ἐν ταῖς ἐπιστροφαῖς εὐκαμ‐ πές, καὶ ὅπως ἐν ἴσοις τοῖς διαστήμασιν αἱ ἐπελάσεις

38

.

4

γίγνονται τῶν ἱππέων. αἱ μέν γε ἐπὶ μέγα διαλιποῦσαι
αὐτῷ τούτῳ τὸ ξυνεχὲς τοῦ ἀκροβολισμοῦ ἀφανίζουσιν, αἱ δὲ ἄγαν ἐπάλληλοι τῇ ἀκριβείᾳ τῆς θεωρίας ἐμποδὼν ἵστανται τὸ δίκαιον αὐτῆς ἀφαιρούμεναι· τόν τε γὰρ170
5ἀγαθὸν ἱππέα ἐγγὺς αὐτῷ ἐπελαύνων ὁ κακὸς ἤδη ἠφά‐ νισεν, καὶ τοῦ κακοῦ ἄλλος αὖ ἀγαθὸς εὐσχημόνως ἐπι‐

38

.

5

φερόμενος τὴν ἀπρέπειαν συνεσκίασεν. ἀλλὰ χρὴ τοῦ ξυνεχοῦς σῳζομένου τόν τε ἔπαινον τῷ ἀγαθῷ σῷον εἶναι καὶ πρέποντα, καὶ τῷ κακῷ τὸ ὀφειλόμενον ὄνειδος ἀποδίδοσθαι.

39

.

1

δὶς δὲ ἀμείψαντες τὰς τάξεις τε καὶ τὰς προβολὰς καὶ τοὺς ἀκροβολισμούς τε καὶ τὰς ἐπιστροφάς, ἐπειδὰν τὴν δευτέραν τε καὶ ἀριστερὰν ἐπέλασιν ποιῶνται, οὐχ ἁπλῶς ἐγκλίναντες ἐπὶ δόρυ καὶ παρὰ τὸ βῆμα παρελά‐
5σαντες τοὺς ἵππους ἀπαλλάττονται, ἀλλὰ οἱ ὀξύτατοι αὐτῶν ἐς τὸ ἔργον ὑπολείπονταί σφισιν ἓν ἕκαστος

39

.

2

ἀκόντιον, οἱ δὲ ἄκροι καὶ δύο. καὶ ἐπειδὰν πελάσωσι τῷ βήματι παριππεύοντες, ἐς κύκλον μὲν ἐπέστρεψαν τὸν ἵππον, ἔτι δὲ ἐν τῇ ἐπιστροφῇ αὐτοῦ ἔχοντες ἐπὶ τὸ πέ‐ ρας τοῦ πεδίου λοξὸν ἠκόντισαν, καὶ τοῦτο ὡς ἐπὶ μή‐
5κιστόν τε καὶ ὡς μάλιστα κραδαινόμενον χρὴ ἐξικέσθαι.

39

.

3

οἳ δὲ καὶ δύο ὑπολειπόμενοι ἐπειδὰν ἐπελαύνωσιν, ἤδη τὸ ὑπολειφθὲν ὑπὸ τὸν θυρεὸν ἐγκλίναντες ὀλίγον τὴν κεφαλὴν καὶ τὴν δεξιὰν πλευράν, ὡς ἀνυστόν, περιελί‐ ξαντες ἐς τοὐπίσω σφῶν ἐξηκόντισαν.

40

.

1

ἐν τούτῳ δὲ Κανταβρική τις καλουμένη ἐπέλασις γίνεται, ὡς δοκεῖν ἔμοιγε ἀπὸ Καντάβρων Ἰβηρικοῦ γέ‐ νους ταύτῃ ὀνομασθεῖσα, ὅτι ἐκεῖθεν αὐτὴν προσεποίη‐

40

.

2

σαν σφίσι Ῥωμαῖοι. ἔχει δὲ ὧδε. ἡ προβολὴ μὲν ἡ τῶν
ἱππέων, καθάπερ ἐξ ἀρχῆς, ἐν ἀριστερᾷ τοῦ βήματος πεφραγμένη ἐκτέτακται, πλήν γε δὴ τῶν δύο ἱππέων τῶν171

40

.

3

ἐκδεχομένων τὰ ἐπ’ εὐθὺ ἀκόντια. ἐπελαύνουσι δὲ ἀπὸ τῶν δεξιῶν ὥσπερ καὶ τὸ πρόσθεν ἐγκλίνοντες ἐπὶ δόρυ, ἐπελαυνόντων δὲ αὐτῶν ἐν ἀριστερᾷ τοῦ βήματος ἀρξα‐

40

.

4

μένη ἄλλη ἐπέλασις γίγνεται ἐς κύκλον ἐπιστρέφουσα. οἱ δὲ ἱππῆς οὗτοι οὐκ ἀκοντίοις κούφοις διαχρῶνται ἔτι, ἀλλὰ ξυστοῖς δόρασιν, ἀσιδήροις μέν, τῷ βάρει δὲ οὔτε τοῖς ἐξακοντίζουσιν εὐφόροις, οὔτε ἐφ’ οὓς ἐκπέμπεται

40

.

5

ἀκινδύνοις. καὶ ἐπὶ τῷδε παραγγέλλεται μήτε τοῦ κρά‐ νους στοχάζεσθαι τῶν παριππευόντων μήτε ἐς τὸν ἵπ‐ πον τὸ δόρυ μεθιέναι, ἀλλὰ γὰρ πρὶν ἐγκλῖναι τὸν ἱππέα καὶ παραγυμνῶσαί τι τῆς πλευρᾶς ἢ ἐκφῆναι τοῦ
5νώτου ἐπιστραφέντα, αὐτοῦ δὴ τοῦ θυρεοῦ στοχαζόμε‐

40

.

6

νον ὡς βιαιότατα ἐναράξαι τὸ δόρυ. καὶ τὸ ἀκριβὲς τοῦδε τοῦ ἔργου ἐν τοῖσδ’ ἐστίν, εἰ ὡς ἐγγυτάτω τοῖς παριπ‐ πεύουσι πελάσας ὁ ἐς τὸν Κανταβρικὸν τοῦτον κύκλον καθεστηκὼς ὡς μάλιστα κατὰ μέσου τοῦ θυρεοῦ τὸ δόρυ
5ἐξακοντίσειεν, τὸ δ’ ἐμπεσὸν τῷ θυρεῷ κτυπήσειεν ἢ καὶ διέλθοι δι’ αὐτοῦ διαμπάξ, καὶ ὁ δεύτερος ἐπὶ τούτῳ τοῦ δευτέρου ἐξίκοιτο, καὶ ὁ τρίτος ὡσαύτως τοῦ τρίτου, καὶ

40

.

7

οἱ ἐφεξῆς τῶν ἐφεξῆς ἐν στοίχῳ κατὰ τὰ αὐτά. ὅ τε γὰρ κτύπος ἀμέλει ἐκπληκτικός, καὶ ὁ ἐξελιγμὸς ἐν τῷ τοιῷδε εὐσχήμων φαίνεται, καὶ τοῖς μὲν εὐστοχίας τε καὶ σφοδρότητος ἐν τῷ ἀκοντισμῷ μελέτη γίγνεται, τοῖς

40

.

8

δὲ ἀσφαλείας τε καὶ φυλακῆς πρὸς τοὺς ἐπιόντας. ἐπὶ τούτοις δὲ τῆς συνεχείας τοῦ ἐξακοντισμοῦ μελέτη τε καὶ ἐπίδειξις ποιεῖται ἐκ τῶν ἱππέων οὐ πάντων—οὐ γὰρ πάντες ἐπιτήδειοι ἐς τήνδε τὴν ὀξύτητα—, ἀλλὰ γὰρ

40

.

9

ὅσοι αὐτῶν ἄκροι ἐς ἱππικὴν οὗτοι καθιστᾶσι μὲν τοὺς ἵππους, ἐν δεξιᾷ ἔχοντες ἄκρον τὸ βῆμα, ἐκεῖθεν δὲ ἀτρέ‐
μα προϊόντος τοῦ ἵππου ἔστε ἐπὶ τὴν ὀφρῦν τοῦ ἐσκαμμέ‐ νου χωρίου, χρὴ ὡς πλεῖστα καὶ ὡς συνεχέστατα καὶ ὡς172
5ἐπὶ μήκιστόν τε καὶ ἐς τὸ ἀνώμαλον καὶ ἅμα κραδαινό‐

40

.

10

μενα μεθιέναι. καὶ ἀγαθὸς μὲν ὅστις πεντεκαίδεκα ἀκόν‐ τια μεθιέναι ὡς χρὴ πρὶν ἐκβῆναι τοῦδε τοῦ χωρίου τὸν

40

.

11

ἵππον ἐξήνυσεν. πολὺ δὲ τούτου ἐνδικώτερον ἐπαινοῖτο ἂν ὅστις καὶ ἐς τὰ εἴκοσι προύβη. ὡς τό γε ὑπὲρ ταῦτα οὐκέτι τῆς ἀκριβείας ἐχομένων γίγνεται, ἀλλὰ κλεπτόν‐ των τὸ πολὺ κατὰ τὴν στάσιν τοῦ ἵππου ἐπὶ πλεῖον γι‐
5γνομένην, ὡς ἔτι ἑστηκότος φθάσαι δύο ἢ τρία ἀκοντί‐

40

.

12

σαι, ἢ ὑπερβάντος τὴν ὀφρῦν τοῦ ἐσκαμμένου. ἀλλ’ ἔγωγε πολὺ μᾶλλον ἐπαινῶ τὸ ἐννόμως δρώμενον ἤπερ τὸ ἐς ἔκπληξιν τῶν ὁρώντων σοφιζόμενον.

41

.

1

ἐνθένδε ἤδη ὡς ἐς μάχην ὁπλίζονται θώραξί τε σι‐

41

.

2

δηροῖς καὶ κράνεσι καὶ θυρεοῖς οὐ τοῖς κούφοις ἔτι. καὶ πρῶτα μὲν αἱ τάξεις σπουδῇ ἐπελαύνουσι τοὺς ἵππους· μίαν δὲ λόγχην φέροντας, τήνδε πρὶν πελάσαι τῷ βή‐ ματι χρὴ ὡς οἷόν τε κραδαινομένην τε καὶ ἅμα ἐπανακτυ‐
5ποῦσαν ἐξακοντίσαι τοῦ σκοποῦ στοχαζομένους, ὃς δὴ ἐν ἀριστερᾷ τοῦ βήματος ἐπ’ αὐτῷ τούτῳ τῷ ἔργῳ πέπηγεν.

41

.

3

καὶ ὅσοι γε ἀγαθοὶ αὐτῶν, καὶ δεύτερον ἐπελαύνουσιν οὗτοι καὶ τρίτον, οὐ πρὸς ἀνάγκην ἀλλ’ αὐτῷ τῷ τε

41

.

4

ἔργῳ καὶ τῷ ἐξ αὐτοῦ ἐπαίνῳ ἀγαλλόμενοι. ἡ δευτέρα δὲ ἐπέλασις ξὺν δυοῖν λόγχαιν γίγνεται, καὶ ταύτας χρὴ ἐξακοντίσαι ὀρθῷ ἐπελαύνοντα τῷ ἵππῳ ὡς μάλιστα οἷόν τε ἐπίσκοπα.

42

.

1

ἐπὰν δὲ ἐκπεριέλθῃ καὶ τοῦδε τοῦ ἀκοντισμοῦ τὸ ἑκούσιον, ἐνταῦθα δὴ ὅσοι ἀγαθοὶ στρατιᾶς ἡγε‐ μόνες, ὀνομαστὶ ἀνακαλεῖσθαι κελεύουσι πάντας ἐφε‐
ξῆς τοὺς ἱππέας, δεκαδάρχην πρῶτον καὶ διμοιρίτην173
5ἐπὶ τούτῳ καὶ ὅστις ἐν ἡμιολίῳ μισθοφορᾷ, ἔπειτα τοὺς ἐφεξῆς τῆς δεκαδαρχίας. καὶ οὕτως διὰ πασῶν

42

.

2

τῶν δεκαδαρχιῶν ἡ κλῆσις γίγνεται. τὸν κληθέντα δὲ χρὴ ὁμοῦ μὲν ὑπακοῦσαι τῷ καλοῦντι μεγάλῃ τῇ βοῇ ὅτι ‘πάρειμι‘, ὁμοῦ δ’ ἐξελαύνειν τὸν ἵππον τρεῖς λόγχας φέροντα. καὶ τὴν μὲν πρώτην ἀπὸ ἄκρου τοῦ χωρίου
5τοῦ ἐσκαμμένου ἐξακοντίζειν ὡς ἐπὶ τὸν σκοπόν, τὴν δευτέραν δὲ ἀπὸ αὐτοῦ τοῦ βήματος, καὶ ταύτην ἔτι ὀρθῷ τῷ ἵππῳ· τὴν τρίτην δέ, εἰ τὰ ἔννομα καὶ πρὸς βασιλέως τεταγμένα δρῴη, ἐγκλίνοντος ἐπὶ δεξιὰ τοῦ ἵππου, ἐς τὸν ἄλλον σκοπόν, ὃς ἐπ’ αὐτῷ δὴ τούτῳ
10κατὰ πρόσταξιν βασιλέως ἐς ἐκδοχὴν τῆς τρίτης λόγχης

42

.

3

ἵστα〈ται〉. ἥδ’ ἔστιν ἡ βολὴ πασῶν χαλεπωτάτη, εἴ πως πρὶν πάντη ἀποστραφῆναι τὸν ἵππον, ἐν αὐτῇ ἔτι τῇ

42

.

4

ἐπικαμπῇ γίγνοιτο. ἡ γὰρ δὴ ξύνημα τῇ Κελτῶν φωνῇ καλουμένη τούτῳ δὴ ἄφεσις γίγνεται, ἥπερ οὐδὲ ἀσιδήρῳ ἀκοντίῳ εὐμαρὴς ἀκοντίζεσθαι. ἤδη δέ τις ὑπὸ ὀξύτητός τε καὶ φιλοτιμίας καὶ τέσσαρας λόγχας ὀρθῷ τῷ ἵππῳ
5ἐπὶ τὸν πρῶτον σκοπὸν ἐξακοντίσαι ἤνυσεν, ἢ τὰς τρεῖς μὲν ὀρθῷ τῷ ἵππῳ, τὴν τετάρτην δὲ ἐπιστρέφοντι, ὡς βα‐

42

.

5

σιλεὺς ἔταξεν. ἔνθα δὴ ὅ τε ἀγαθὸς ἀκοντιστὴς καὶ ὁ κακὸς μάλιστα πάντων διαφαίνεται, ἅτε οὐκ ἐν στοίχῳ ἀδιακρίτῳ οὐδὲ ἐν θορύβῳ δρωμένου τοῦ ἔργου. καὶ ἥτις 〈δεκαδαρχία〉 τοὺς πλείστους παράσχοιτο ἐν τῶν λογχῶν
5τῇ βολῇ διαπρέποντας, ταύτην ἐγὼ μᾶλλον ἤ τινα ἄλ‐ λην ἐπῄνεσα, ὡς πρὸς ἀλήθειαν τῶν πολεμικῶν ἔργων ἠσκημένην.174

43

.

1

ἐπὶ τούτῳ μέντοι ἤδη πολύτροποι ἐξακοντισμοὶ γί‐ γνονται ἢ κούφων παλτῶν ἢ καὶ βελῶν, οὐκ ἀπὸ τόξου τούτων γε ἀλλ’ ἀπὸ μηχανῆς ἀφιεμένων, ἢ λίθων ἐκ χειρὸς ἢ ἐκ σφενδόνης ἐπὶ τὸν σκοπόν, ὃς μέσος τοῖν
5δυοῖν, ὧν ἤδη μνήμην ἐποιησάμην, ἵσταται. καὶ ἐνταῦθα αὖ καλόν, εἰ συντρίψειαν τοῖς λίθοις τὸν σκοπόν, ὃ δὲ

43

.

2

τύχοι οὐκ εὐμαρὴς ξυντριβῆναι. οὐ μὴν οὐδὲ ἐπὶ τοῖσδε λήγει αὐτοῖς τὰ γυμνάσιν, ἀλλὰ κοντοὺς γὰρ τὰ μὲν πρῶτα ὀρθοὺς ὡς εἰς προβολὴν φέροντες ἐπελαύνουσιν, ἔπειτα ὡς πολεμίου φεύγοντος ἐξικόμενοι· οἳ δὲ ὡς ἐπ’
5ἄλλον πολέμιον ἐν τῇ ἐπιστροφῇ τοῦ ἵππου τούς τε θυ‐ ρεοὺς ὑπὲρ τὴν κεφαλὴν αἰωρήσαντες ἐς τὸ κατόπιν σφῶν μετήνεγκαν, καὶ τοὺς κοντοὺς ὑπερελίξαντες ὡς ἐπελαύνοντος ἄλλου πολεμίου ἐξίκοντο. καὶ τὸ ἔργον

43

.

3

τοῦτο Κελτιστὶ τολούτεγον καλεῖται. καὶ ἐπὶ τῷδε αὖ τὰς σπάθας σπασάμενοι ἄλλοτε ἐς ἄλλην πληγὴν παρα‐ φέρουσιν, ὅπως μάλιστα οἷόν τε, ἢ φεύγοντος πολεμίου ἐξικέσθαι ἢ πεσόντα κατακτανεῖν ἢ καὶ πρᾶξαί τι ἐκ
5πλαγίων παραθέοντες. ἐπὶ τούτοις μέντοι πηδήσεις ἐπὶ τοὺς ἵππους ὡς ἔνι ποικιλωτάτας ποιοῦνται, ὅσαις ἰδέαις

43

.

4

καὶ ὅσοις σχήμασιν ἀναβαίνεται ἵππος ὑπὸ ἱππέως· καὶ τελευταίαν δὴ τὴν ἐνόπλιον πήδησιν ἐπιδεικνύουσι θέ‐
οντος τοῦ ἵππου, ἥν τινες ὁδοιπορικὴν ὀνομάζουσιν.175

44

.

1

ταῦτα μὲν τοῖς Ῥωμαίων ἱππεῦσι τὰ ξυνήθη τε καὶ ἐκ παλαιοῦ ἀσκούμενα· βασιλεὺς δὲ προσεξεῦρεν καὶ τὰ βαρβαρικὰ ἐκμελετᾶν αὐτούς, ὅσα τε ἢ Παρθυαίων ἢ Ἀρμενίων ἱπποτοξόται ἐπασκοῦσι καὶ ὅσας οἱ Σαυρομα‐
5τῶν ἢ Κελτῶν κοντοφόροι ἐπιστροφάς τε καὶ ἀποστρο‐ φάς, τῶν ἱππέων ἐν μέρει ἐπελαυνόντων, καὶ ἀκροβο‐ λισμοὺς ἐν τούτῳ πολυειδεῖς καὶ πολυτρόπους ἐς τὰς μά‐ χας ὠφελίμους, καὶ ἀλαλαγμοὺς πατρίους ἑκάστῳ γένει, Κελτικοὺς μὲν τοῖς Κελτοῖς ἱππεῦσι, Γετικοὺς δὲ τοῖς

44

.

2

Γέταις, Ῥαιτικοὺς δὲ ὅσοι ἐκ Ῥαιτῶν. καὶ τάφρον δὲ διαπηδᾶν μελετῶσιν αὐτοῖς οἱ ἵπποι καὶ τειχίον ὑπεράλ‐ λεσθαι, καὶ ἑνὶ λόγῳ, οὐκ ἔστιν ὅ τι Ῥωμαίοις τῶν τε παλαιῶν ἐπιτηδευμάτων, ὅ τι περ ἐκλελειμμένον, οὐκ ἐξ
5ὑπαρχῆς ἐπασκεῖται, καὶ ὅσα ἤδη προσεξεύρηται ἐκ βα‐ σιλέως, τὰ μὲν ἐς κάλλος τὰ δὲ ἐς ὀξύτητα, τὰ δὲ ἐς ἔκ‐

44

.

3

πληξιν τὰ δὲ ἐς χρείαν τὴν ἐπὶ τῷ ἔργῳ. ὥστε ἐς τήνδε τὴν παροῦσαν βασιλείαν, ἣν Ἀδριανὸς εἰκοστὸν τοῦτ’ ἔτος βασιλεύει, πολὺ μᾶλλον ξυμβαίνειν μοι δοκεῖ τὰ ἔπη ταῦτα ἤπερ ἐς τὴν πάλαι Λακεδαίμονα
5‘ἔνθ’ αἰχμά τε νέων θάλλει καὶ μῶσα λίγεια,
καὶ δίκα εὐρυάγυια καλῶν ἐπιτάρροθος ἔργων.‘176