TLG 0074 004 :: Flavius ARRIANUS :: Periplus ponti Euxini

Flavius ARRIANUS Hist. Phil.
(Bithynius: A.D. 1–2)

Periplus ponti Euxini

Source: Roos, A.G., Wirth, G. (eds.), Flavii Arriani quae exstant omnia, vol. 2. Leipzig: Teubner, 1968 (1st edn. corr.): 103–128.

Citation: Chapter — section — (line)

t

1

ΑΡΡΙΑΝΟΥ ΠΕΡΙΠΛΟΥΣ ΕΥΞΕΙΝΟΥ ΠΟΝΤΟΥ

1

t

Αὐτοκράτορι Καίσαρι Τραϊανῷ Ἀδριανῷ Σεβαστῷ Ἀρριανὸς χαίρειν.

1

.

1

Εἰς Τραπεζοῦντα ἥκομεν, πόλιν Ἑλληνίδα, ὡς λέγει ὁ Ξενοφῶν ἐκεῖνος, ἐπὶ θαλάττῃ ᾠκισμένην, Σινωπέων ἄποικον, καὶ τὴν μὲν θάλασσαν τὴν τοῦ Εὐξείνου ἄσμε‐

1

.

2

νοι κατείδομεν ὅθενπερ καὶ Ξενοφῶν καὶ σύ. καὶ οἱ βωμοὶ ἀνεστᾶσιν ἤδη, λίθου μέντοι γε τοῦ τραχέος, καὶ τὰ γράμματα διὰ τοῦτο οὐκ εὔδηλα κεχάρακται, τὸ δὲ Ἑλληνικὸν ἐπίγραμμα καὶ ἡμαρτημένως γέγραπται, οἷα
5δὴ ὑπὸ βαρβάρων γραφέν. ἔγνωκα οὖν τούς τε βωμοὺς λίθου λευκοῦ ἀναθεῖναι, καὶ τὰ ἐπιγράμματα ἐγχαράξαι

1

.

3

εὐσήμοις τοῖς γράμμασιν. ὁ μὲν γὰρ ἀνδριὰς ἕστηκεν ὁ σός, τῷ μὲν σχήματι ἡδέως—ἀποδείκνυσιν γὰρ τὴν θά‐ λατταν—, τὴν δὲ ἐργασίαν οὔτε ὅμοιός σοι οὔτε ἄλλως

1

.

4

καλός· ὥστε πέμψον ἀνδριάντα ἄξιον ἐπονομάζεσθαι σὸν ἐν τῷ αὐτῷ τούτῳ σχήματι· τὸ γὰρ χωρίον ἐπιτη‐ δειότατον εἰς μνήμην αἰώνιον.

2

.

1

πεποίηται δὲ καὶ ὁ νεὼς λίθου τετραγώνου οὐ φαῦ‐ λος· ἀλλὰ τὸ τοῦ Ἑρμοῦ ἄγαλμα οὔτε τοῦ νεὼ ἄξιόν
ἐστιν οὔτε αὐτοῦ τοῦ χωρίου. εἰ δέ σοι δοκεῖ, πέμψον μοι πεντάπουν μάλιστα Ἑρμοῦ ἄγαλμα—τηλικοῦτον γάρ103
5μοι δοκεῖ ἔσεσθαι ὥς γε πρὸς τὸν νεὼν σύμμετρον—καὶ

2

.

2

ἄλλο τοῦ Φιλησίου τετράπουν· οὐ γὰρ ἀπὸ τρόπου δοκεῖ μοι σύνναος καὶ σύμβωμος ἔσεσθαι τῷ προπάτορι. καὶ ὃ μέν τις τῷ Ἑρμῇ, ὃ δὲ τῷ Φιλησίῳ, ὃ δὲ καὶ ἀμφοῖν θύσει παριών. χαριοῦνται δὲ καὶ οὗτοι κἀκεῖνοι τῷ τε
5Ἑρμῇ καὶ τῷ Φιλησίῳ· τῷ μὲν Ἑρμῇ, ὅτι τὸν ἔγγονον αὐτοῦ τιμῶσιν, τῷ δὲ Φιλησίῳ, ὅτι τὸν αὐτοῦ προπά‐

2

.

3

τορα. ὡς ἔγωγε καὶ ἐβουθύτησα ἐνταῦθα, οὐχ ὥσπερ ὁ Ξενοφῶν ἐκεῖνος ἐν Κάλπης λιμένι ὑφ’ ἁμάξης βοῦν λαβὼν δι’ ἀπορίαν ἱερείων, ἀλλὰ τῶν Τραπεζουντίων αὐτῶν παρασκευασάντων ἱερεῖον οὐκ ἀγεννές. καὶ ἐσπλαγ‐
5χνευσάμεθα αὐτόθι καὶ ἐπὶ τοῖς σπλάγχνοις ἐπεσπεί‐

2

.

4

σαμεν. ὅτῳ δὲ πρώτῳ τἀγαθὰ ηὐχόμεθα, οὐ λανθά‐ νομέν σε τόν τε τρόπον τὸν ἡμέτερον οὐκ ἀγνοοῦντα καὶ σαυτῷ συνειδότα ὅτι ἄξιος εἶ ὑπὲρ ὅτου πάντες εὔ‐ ξαιντο τἀγαθὰ καὶ ὅσοι ἡμῶν ἔλαττον ὑπὸ σοῦ εὖ πε‐
5πόνθασιν.

3

.

1

ἐκ Τραπεζοῦντος δὲ ὁρμηθέντες τῇ μὲν πρώτῃ εἰς Ὕσσου λιμένα κατήραμεν καὶ τοὺς πεζοὺς τοὺς ταύτῃ ἐγυμνάσαμεν· ἡ γὰρ τάξις αὕτη, ὡς οἶσθα, πεζῶν ἐστιν καὶ ἱππέας εἴκοσιν ὅσον εἰς διακονίαν ἔχει· ἀλλὰ καὶ

3

.

2

τούτους τὰς λόγχας ἀκοντίσαι ἐδέησεν. ἐνθένδε ἐπλέο‐
μεν τὰ μὲν πρῶτα ταῖς αὔραις ταῖς ἐκ τῶν ποταμῶν πνεούσαις ἕωθεν καὶ ἅμα ταῖς κώπαις διαχρώμενοι· ψυ‐ χραὶ μὲν γὰρ ἦσαν αἱ αὖραι, ὡς λέγει καὶ Ὅμηρος, οὐχ104
5ἱκαναὶ δὲ τοῖς ταχυναυτεῖν βουλομένοις. εἶτα γαλήνη ἐπέλαβεν, ὥστε καὶ ἡμεῖς τῇ εἰρεσίᾳ μόνῃ ἐχρώμεθα.

3

.

3

ἔπειτα δὲ ἄφνω νεφέλη ἐπαναστᾶσα ἐξερράγη κατ’ εὖρον μάλιστα, καὶ ἐπήνεγκεν πνεῦμα ἐξαίσιον καὶ τοῦτο ἀκρι‐ βῶς ἐναντίον, ὅπερ καὶ μόνον ὤνησεν ἡμᾶς· κοίλην μὲν γὰρ δι’ ὀλίγου τὴν θάλατταν ἐποίησεν, ὡς μὴ κατὰ τὰς
5κώπας μόνον ἀλλὰ καὶ ὑπὲρ τὰς παρεξειρεσίας ἐπεισρεῖν

3

.

4

ἡμῖν ἐκατέρωθεν ἀφθόνως τοῦ ὕδατος, τοῦτο δὴ τὸ τραγικόν,
‘καὶ τὴν μὲν ἐξαντλοῦμεν, ἣ δ’ ἐπεισρέει.‘ ἀλλ’ οὐ πλάγιόν γε ἦν τὸ κλυδώνιον. ταύτῃ καὶ ἠνύτο‐
5μεν μόγις καὶ χαλεπῶς τῇ εἰρεσίᾳ, καὶ μέντοι πολλὰ παθόντες ἥκομεν εἰς τὰς Ἀθήνας.

4

.

1

ἔστιν γάρ τοι καὶ ἐν Πόντῳ τῷ Εὐξείνῳ χωρίον οὕτω καλούμενον, καί τι καὶ Ἀθηνᾶς ἱερόν ἐστιν αὐτόθι Ἑλ‐ ληνικόν, ὅθεν μοι δοκεῖ καὶ τὸ ὄνομα εἶναι τοῦτο τῷ

4

.

2

χωρίῳ, καὶ φρούριόν τι ἐστὶν ἠμελημένον. ὁ δὲ ὅρμος οἷος ὥρᾳ ἔτους δέχεσθαι οὐ πολλὰς ναῦς καὶ σκέπην ταύταις παρέχειν ἀπὸ νότου ἀνέμου καὶ αὐτοῦ τοῦ εὔ‐ ρου· σῴζοιτο δ’ ἂν καὶ τοῦ βορρᾶ τὰ ὁρμοῦντα πλοῖα,105
5ἀλλὰ οὐ τοῦ γε ἀπαρκίου οὐδὲ τοῦ θρασκίου μὲν ἐν

4

.

3

τῷ Πόντῳ, σκίρωνος δὲ ἐν τῇ Ἑλλάδι καλουμένου. εἰς δὲ τὴν νύκτα βρονταί τε σκληραὶ καὶ ἀστραπαὶ κατεῖχον, καὶ πνεῦμα οὐ τὸ αὐτὸ ἔτι, ἀλλὰ εἰς νότον μεθειστήκει, καὶ δι’ ὀλίγου ἀπὸ τοῦ νότου εἰς λίβα ἄνεμον, καὶ ταῖς

4

.

4

ναυσὶν οὐκέτι ἀσφαλὴς ὁ ὅρμος ἦν. πρὶν οὖν παντάπα‐ σιν ἀγριωθῆναι τὴν θάλασσαν, ὅσας μὲν αὐτὸ τὸ χωρίον αἱ Ἀθῆναι δέξασθαι ἠδύναντο, ταύτας αὐτοῦ ἐνεωλκή‐ σαμεν, πλὴν τῆς τριήρους· αὕτη γὰρ πέτρᾳ τινὶ ὑφορ‐

5

.

1

μοῦσα ἀσφαλῶς ἐσάλευεν. τὰς δὲ πολλὰς ἐδόκει πέμπειν εἰς τοὺς αἰγιαλοὺς τοὺς πλησίον νεωλκηθησομένας. καὶ ἐνεωλκήθησαν ὥστε ἀπαθεῖς διαγενέσθαι πάσας πλὴν μιᾶς, ἥντινα ἐν τῷ ὁρμίζεσθαι πρὸ τοῦ καιροῦ ἐπιστρέ‐
5ψασαν πλαγίαν ὑπολαβὸν τὸ κῦμα ἐξήνεγκεν εἰς τὴν

5

.

2

ἠϊόνα καὶ συνέτριψεν. ἀπεσώθη μέντοι πάντα, οὐ τὰ ἱστία μόνον καὶ τὰ σκεύη τὰ ναυτικὰ καὶ οἱ ἄνθρωποι, ἀλλὰ καὶ οἱ ἧλοι, καὶ ὁ κηρὸς ἀπεξύσθη, ὡς μηδενὸς ἄλ‐ λου ἢ ξύλων δεῖσθαι ναυπηγησίμων εἰς τὴν κατασκευήν,
5ὧν παμπόλλη, ὡς οἶσθα, ἀφθονία ἐστὶν κατὰ τὸν Πόν‐

5

.

3

τον. οὗτος ὁ χειμὼν ἐπὶ δύο ἡμέρας κατεῖχεν, καὶ ἦν ἀνάγκη μένειν. ἐχρῆν γὰρ ἄρα μηδὲ τὰς ἐν τῷ Πόντῳ Ἀθήνας παραπλεῦσαι ἡμᾶς ὥσπερ τινὰ ὅρμον ἔρημον καὶ ἀνώνυμον.

6

.

1

ἐνθένδε ἄραντες ὑπὸ μὲν τὴν ἕω πλαγίου τοῦ κλύδωνος
ἐπειρώμεθα, προϊούσης δὲ τῆς ἡμέρας βορρᾶς ἐπιπνεύσας ὀλίγος κατέστησε τὴν θάλατταν καὶ διατρεμῆσαι ἐποίη‐ σεν. καὶ ἤλθομεν πρὸ τῆς μεσημβρίας σταδίους πλείονας106
5ἢ πεντ〈ήκοντα καὶ δι〉ακοσίους εἰς Ἄψαρον, ἵναπερ αἱ

6

.

2

πέντε σπεῖραί εἰσιν ἱδρυμέναι. καὶ τὴν μισθοφορὰν τῇ στρατιᾷ ἔδωκα καὶ τὰ ὅπλα εἶδον καὶ τὸ τεῖχος καὶ τὴν τάφρον καὶ τοὺς κάμνοντας καὶ τοῦ σίτου τὴν παρα‐ σκευὴν τὴν ἐνοῦσαν. ἥντινα δὲ ὑπὲρ αὐτῶν τὴν γνώ‐

6

.

3

μην ἔσχον, ἐν τοῖς Ῥωμαϊκοῖς γράμμασιν γέγραπται. ὁ δὲ Ἄψαρος τὸ χωρίον λέγουσιν ὅτι Ἄψυρτος ἐκαλεῖτο πάλαι ποτέ· ἐνταῦθα γὰρ τὸν Ἄψυρτον ὑπὸ τῆς Μηδείας ἀποθανεῖν, καὶ τάφος Ἀψύρτου δείκνυται. ἔπειτα δια‐
5φθαρῆναι τὸ ὄνομα ὑπὸ τῶν περιοίκων βαρβάρων, κα‐

6

.

4

θάπερ καὶ ἄλλα πολλὰ διέφθαρται· ὁπότε καὶ τὰ Τύανα τὰ ἐν τοῖς Καππαδόκαις Θόανα λέγουσιν ὅτι ὠνομάζετο ἐπὶ Θόαντι τῷ βασιλεῖ τῶν Ταύρων, ὃς τοὺς ἀμφὶ Ὀρέ‐ στην καὶ Πυλάδην διώκων ἄχρι τῆσδε τῆς χώρας ἐλθεῖν
5φημίζεται καὶ ἐνταῦθα νόσῳ ἀποθανεῖν.

7

.

1

ποταμοὺς δὲ παρημείψαμεν ἐν τῷ παράπλῳ τῷ ἀπὸ Τραπεζοῦντος τόν τε Ὕσσον, ὅτου ἐπώνυμος Ὕσσου λι‐ μήν, ὃς ἀπέχει Τραπεζοῦντος σταδίους ὀγδοήκοντα καὶ ἑκατόν, καὶ τὸν Ὄφιν, ὃς ἀπέχει Ὕσσου λιμένος ἐς ἐνε‐107
5νήκοντα σταδίους μάλιστα καὶ ὁρίζει τὴν Κόλχων χώραν

7

.

2

ἀπὸ τῆς Θιαννικῆς. ἔπειτα τὸν Ψυχρὸν καλούμενον πο‐ ταμὸν διέχοντα ὅσον τριάκοντα σταδίους ἀπὸ τοῦ Ὄφεως. ἔπειτα τὸν Καλὸν ποταμόν· καὶ οὗτος τριάκοντα διέχει ἀπὸ τοῦ Ψυχροῦ. ἐχόμενος δὲ τοῦ Ψυχροῦ ἐστιν ὁ
5Ῥίζιος ποταμός, ἑκατὸν εἴκοσι στάδια διέχων ἀπὸ τοῦ

7

.

3

Καλοῦ. καὶ ἀπὸ τούτου τριάκοντα Ἄσκουρος ἄλλος πο‐ ταμός, καὶ Ἀδιηνός τις ἀπὸ τοῦ Ἀσκούρου ἑξήκοντα· ἐνθένδε εἰς Ἀθήνας ὀγδοήκοντα καὶ ἑκατόν. ταῖς δὲ Ἀθήναις Ζάγατις ποταμὸς ἑπτὰ μάλιστα στάδια ἀπ’
5αὐτῶν διέχων πρόσκειται. ἀπὸ δὲ τῶν Ἀθηνῶν ὁρμη‐ θέντες τὸν Πρύτανιν παρημείψαμεν, ἵναπερ καὶ τὰ Ἀγ‐ χιάλου βασίλειά ἐστιν. καὶ οὗτος ἀπέχει τεσσαράκοντα

7

.

4

στάδια ἀπὸ τῶν Ἀθηνῶν. τοῦ Πρυτάνεως δὲ ἔχεται ὁ Πυξίτης ποταμός· στάδιοι ἐνενήκοντα ἐν μέσῳ ἀμφοῖν. καὶ ἀπὸ τοῦ Πυξίτου ἐς Ἄρχαβιν ἄλλοι ἐνενήκοντα, ἀπὸ δὲ Ἀρχάβιος εἰς Ἄψαρον ἑξήκοντα. ἀπὸ δὲ Ἀψάρου ἄραν‐
5τες τὸν Ἄκαμψιν παρημείψαμεν νύκτωρ, ἐς πεντεκαίδεκα108

7

.

5

σταδίους ἀπέχοντα τοῦ Ἀψάρου. ὁ δὲ Βαθὺς ποταμὸς ἑβδομήκοντα καὶ πέντε ἀπέχει τούτου, καὶ ὁ Ἀκινάσης ἀπὸ τοῦ Βαθέος ἐνενήκοντα, ἐνενήκοντα δὲ καὶ ἀπὸ Ἀκινάσου ὁ Ἶσις. ναυσίποροι δέ εἰσιν ὅ τε Ἄκαμψις καὶ
5ὁ Ἶσις, καὶ αὔρας τὰς ἑωθινὰς ἰσχυρὰς ἐκπέμπουσιν. ἀπὸ δὲ Ἴσιος τὸν Μῶγρον παρημείψαμεν. ἐνενήκοντα στάδιοι μεταξὺ τοῦ Μώγρου εἰσὶν καὶ τοῦ Ἴσιος. καὶ οὗτος ναυσίπορος.

8

.

1

ἐνθένδε εἰς τὸν Φᾶσιν εἰσεπλεύσαμεν ἐνενήκοντα τοῦ Μώγρου διέχοντα, ποταμῶν ὧν ἐγὼ ἔγνων κουφότατον ὕδωρ παρεχόμενον καὶ τὴν χροιὰν μάλιστα ἐξηλλαγμένον.

8

.

2

τὴν μὲν γὰρ κουφότητα τῷ τε σταθμῷ τεκμαίροιτο ἄν τις, καὶ πρὸς τούτου, ὅτι ἐπιπλεῖ τῇ θαλάσσῃ, οὐχὶ δὲ συμμίγνυται, καθάπερ τῷ Πηνειῷ τὸν Τιταρήσιον λέγει

8

.

3

ἐπιρρεῖν Ὅμηρος ‘καθύπερθεν ἠύτ’ ἔλαιον‘. καὶ ἦν κατὰ μὲν τοῦ ἐπιρρέοντος βάψαντα γλυκὺ τὸ ὕδωρ ἀνιμήσα‐ σθαι, εἰ δὲ εἰς βάθος τις καθῆκεν τὴν κάλπιν, ἁλμυρόν. καίτοι ὁ πᾶς Πόντος πολύ τι γλυκυτέρου τοῦ ὕδατός
5ἐστιν ἤπερ ἡ ἔξω θάλασσα· καὶ τούτου τὸ αἴτιον οἱ πο‐ ταμοί εἰσιν, οὔτε πλῆθος οὔτε μέγεθος σταθμητοὶ ὄντες.

8

.

4

τεκμήριον δὲ τῆς γλυκύτητος, εἰ τεκμηρίων δεῖ ἐπὶ τοῖς αἰσθήσει φαινομένοις, ὅτι πάντα τὰ βοσκήματα οἱ προσ‐ οικοῦντες τῇ θαλάσσῃ ἐπὶ τὴν θάλασσαν κατάγουσιν καὶ ἀπ’ αὐτῆς ποτίζουσιν· τὰ δὲ πίνοντά τε ἡδέως ὁρᾶ‐
5ται, καὶ λόγος κατέχει ὅτι καὶ ὠφέλιμον αὐτοῖς τοῦτο

8

.

5

τὸ ποτόν ἐστιν τοῦ γλυκέος μᾶλλον. ἡ δὲ χρόα τῷ Φά‐ σιδι οἵα ἀπὸ μολίβδου ἢ καττιτέρου βεβαμμένου τοῦ ὕδατος· καταστὰν δὲ καθαρώτατον γίγνεται. οὐ τοίνυν νενόμισται εἰσκομίσαι ὕδωρ εἰς τὸν Φᾶσιν τοὺς εἰσπλέον‐109
5τας εἰς αὐτόν, ἀλλ’ ἐπειδὰν εἰσβάλλωσιν ἤδη εἰς τὸν ῥοῦν, παραγγέλλεται πᾶν ἐκχέαι τὸ ἐνὸν ὕδωρ ἐν ταῖς ναυσίν· εἰ δὲ μή, λόγος κατέχει ὅτι οἱ τούτου ἀμελήσαν‐ τες οὐκ εὐπλοοῦσιν. τὸ δὲ ὕδωρ τοῦ Φάσιδος οὐ σήπε‐ ται, ἀλλὰ μένει ἀκραιφνὲς καὶ ὑπὲρ δέκατον ἔτος, πλήν
10γε δὴ ὅτι εἰς τὸ γλυκύτερον μεταβάλλει.

9

.

1

εἰσβαλλόντων δὲ εἰς τὸν Φᾶσιν ἐν ἀριστερᾷ ἵδρυται ἡ Φασιανὴ θεός. εἴη δ’ ἂν ἀπό γε τοῦ σχήματος τεκμαι‐ ρομένῳ ἡ Ῥέα· καὶ γὰρ κύμβαλον μετὰ χεῖρας ἔχει καὶ λέοντας ὑπὸ τῷ θρόνῳ, καὶ κάθηται ὥσπερ ἐν τῷ Μη‐

9

.

2

τρῴῳ Ἀθήνησιν ἡ τοῦ Φειδίου. ἐνταῦθα καὶ ἡ ἄγκυρα δείκνυται τῆς Ἀργοῦς. καὶ ἡ μὲν σιδηρᾶ οὐκ ἔδοξέ μοι εἶναι παλαιά—καίτοι τὸ μέγεθος οὐ κατὰ τὰς νῦν ἀγ‐ κύρας ἐστίν, καὶ τὸ σχῆμα ἀμηγέπη ἐξηλλαγμένη—, ἀλλὰ
5νεωτέρα μοι ἐφάνη εἶναι τοῦ χρόνου. λιθίνης δέ τινος ἄλλης θραύσματα ἐδείκνυτο παλαιά, ὡς ταῦτα μᾶλλον εἰκάσαι ἐκεῖνα εἶναι τὰ λείψανα τῆς ἀγκύρας τῆς Ἀργοῦς. ἄλλο δὲ οὐδὲν ὑπόμνημα ἦν ἐνταῦθα τῶν

9

.

3

μύθων τῶν ἀμφὶ τὸν Ἰάσονα. τὸ μέντοι φρούριον αὐτό, ἵναπερ κάθηνται τετρακόσιοι στρατιῶται ἐπίλεκτοι, τῇ
τε φύσει τοῦ χωρίου ὀχυρώτατον εἶναί μοι ἔδοξεν, καὶ ἐν ἐπιτηδειοτάτῳ κεῖσθαι πρὸς ἀσφάλειαν τῶν ταύτῃ110
5πλεόντων. καὶ τάφρος διπλῆ περιβέβληται τῷ τείχει,

9

.

4

εὐρεῖα ἑκατέρα. πάλαι μὲν οὖν γήινον τὸ τεῖχος ἦν, καὶ οἱ πύργοι ξύλινοι ἐφειστήκεσαν· νῦν δὲ ἐκ πλίνθου ὀπ‐ τῆς πεποίηται καὶ αὐτὸ καὶ οἱ πύργοι· καὶ τεθεμελίωται ἀσφαλῶς, καὶ μηχαναὶ ἐφεστᾶσιν, καὶ ἑνὶ λόγῳ πᾶσιν
5ἐξήρτυται πρὸς τὸ μηδὲ πελάσαι ἄν τινα αὐτῷ τῶν βαρ‐ βάρων, μήτι γε δὴ εἰς κίνδυνον καταστῆσαι πολιορκίας

9

.

5

τοὺς ἐν αὐτῷ φρουροῦντας. ἐπειδὴ δὲ καὶ τὸν ὅρμον ἐχρῆν ἀσφαλῆ εἶναι ταῖς ναυσὶ καὶ ὅσα ἔξω τοῦ φρου‐ ρίου κατῳκεῖτο ὑπό τε τῶν πεπαυμένων τῆς στρατείας καί τινων καὶ ἄλλων ἐμπορικῶν ἀνθρώπων, ἔδοξέ μοι
5ἀπὸ τῆς διπλῆς τάφρου, ἣ περιβέβληται τῷ τείχει, ἄλλην τάφρον ἐκβαλεῖν ὡς ἐπὶ τὸν ποταμόν, ἣ τό τε ναύστα‐ θμον περιέξει καὶ τὰς ἔξω τοῦ τείχους οἰκίας.

10

.

1

ἀπὸ δὲ τοῦ Φάσιδος Χαρίεντα ποταμὸν παρημείψαμεν ναυσίπορον· στάδιοι μεταξὺ ἀμφοῖν ἐνενήκοντα. καὶ ἀπὸ τοῦ Χαρίεντος ἐς Χῶβον ποταμὸν ναυσίπορον εἰσεπλεύ‐ σαμεν ἄλλους ἐνενήκοντα, ἵναπερ καὶ ὡρμίσθημεν. ὧν δὲ
5ἕνεκα, καὶ ὅσα ἐνταῦθα ἐπράξαμεν, δηλώσει σοι τὰ Ῥω‐

10

.

2

μαϊκὰ γράμματα. ἀπὸ δὲ Χώβου Σιγάμην ποταμὸν παρη‐ μείψαμεν ναυσίπορον· διέχει δὲ τοῦ Χώβου σταδίους ἐς δέκα καὶ διακοσίους μάλιστα. ἔχεται δὲ τοῦ Σιγάμου Ταρ‐
σούρας ποταμός· στάδιοι εἴκοσι καὶ ἑκατὸν μεταξὺ ἀμφοῖν.111
5ὁ δὲ Ἵππος ποταμὸς τοῦ Ταρσούρου πεντήκοντα σταδίους καὶ ἑκατὸν διέχει, καὶ τοῦ Ἵππου ὁ Ἀστέλεφος τριάκοντα.

10

.

3

παραμείψαντες δὲ τὸν Ἀστέλεφον εἰς Σεβαστόπολιν ἥκο‐ μεν πρὸ μεσημβρίας, ἀπὸ Χώβου ὁρμηθέντες, σταδίους εἴκοσι καὶ ἑκατὸν τοὺς ἀπὸ Ἀστελέφου, ὡς καὶ τὴν μι‐ σθοφορὰν τοῖς στρατιώταις δοῦναι τῆς αὐτῆς ἡμέρας,
5καὶ τοὺς ἵππους καὶ τὰ ὅπλα ἰδεῖν καὶ τοὺς ἱππέας ἀνα‐ πηδῶντας ἐπὶ τοὺς ἵππους καὶ τοὺς κάμνοντας καὶ τὸν

10

.

4

σῖτον, καὶ τὸ τεῖχος περιελθεῖν καὶ τὴν τάφρον. στάδιοι ἀπὸ μὲν Χώβου εἰς Σεβαστόπολιν τριάκοντα καὶ ἑξακό‐ σιοι· ἀπὸ Τραπεζοῦντος δὲ εἰς Σεβαστόπολιν ἑξήκοντα καὶ διακόσιοι καὶ δισχίλιοι. ἡ δὲ Σεβαστόπολις πάλαι
5Διοσκουριὰς ἐκαλεῖτο, ἄποικος Μιλησίων.

11

.

1

ἔθνη δὲ παρημείψαμεν τάδε. Τραπεζουντίοις μέν, κα‐ θάπερ καὶ Ξενοφῶν λέγει, Κόλχοι ὅμοροι. καὶ οὓς λέγει τοὺς μαχιμωτάτους καὶ ἐχθροτάτους εἶναι τοῖς Τραπεζουντίοις, ἐκεῖνος μὲν Δρίλλας ὀνομάζει, ἐμοὶ δὲ
5δοκοῦσιν οἱ Σάννοι οὗτοι εἶναι. καὶ γὰρ μαχιμώτατοί εἰσιν εἰς τοῦτο ἔτι καὶ τοῖς Τραπεζουντίοις ἐχθρότατοι,

11

.

2

καὶ χωρία ὀχυρὰ οἰκοῦσιν, καὶ ἔθνος ἀβασίλευτον, πά‐ λαι μὲν καὶ φόρου ὑποτελὲς Ῥωμαίοις, ὑπὸ δὲ τοῦ λῃ‐ στεύειν οὐκ ἀκριβοῦσιν τὴν φοράν. ἀλλὰ νῦν γε διδόν‐ τος θεοῦ ἀκριβώσουσιν, ἢ ἐξελοῦμεν αὐτούς. τούτων δὲ112
5ἔχονται Μαχέλονες καὶ Ἡνίοχοι· βασιλεὺς δ’ αὐτῶν Ἀγχίαλος. Μαχελόνων δὲ καὶ Ἡνιόχων ἐχόμενοι Ζυ‐ δρεῖται· Φαρασμάνου οὗτοι ὑπήκοοι. Ζυδρειτῶν δ’ ἐχό‐ μενοι Λαζοί· βασιλεὺς δὲ Λαζῶν Μαλάσσας, ὃς τὴν βα‐

11

.

3

σιλείαν παρὰ σοῦ ἔχει. Λαζῶν δὲ Ἀψίλαι ἔχονται· βασι‐ λεὺς δὲ αὐτῶν Ἰουλιανός· οὗτος ἐκ τοῦ πατρὸς τοῦ σοῦ τὴν βασιλείαν ἔχει. Ἀψίλαις δὲ ὅμοροι Ἀβασκοί· καὶ Ἀβασκῶν βασιλεὺς Ῥησμάγας· καὶ οὗτος παρὰ σοῦ τὴν
5βασιλείαν ἔχει. Ἀβασκῶν δὲ ἐχόμενοι Σανίγαι, ἵναπερ καὶ ἡ Σεβαστόπολις ᾤκισται· Σανιγῶν βασιλεὺς Σπα‐ δάγας ἐκ σοῦ τὴν βασιλείαν ἔχει.

11

.

4

μέχρι μὲν δὴ Ἀψάρου ὡς πρὸς ἕω ἐπλέομεν ἐν δεξιᾷ τοῦ Εὐξείνου, ὁ δὲ Ἄψαρος πέρας ἐφάνη μοι εἶναι κατὰ μῆκος τοῦ Πόντου· ἔνθεν γὰρ ἤδη πρὸς ἄρκτον ὁ πλοῦς
ἡμῖν ἐγίνετο ἔστε ἐπὶ Χῶβον ποταμόν, καὶ ὑπὲρ τὸν113
5Χῶβον ἐπὶ τὸν Σιγάμην. ἀπὸ δὲ Σιγάμου ἐκάμπτομεν εἰς τὴν λαιὰν πλευρὰν τοῦ Πόντου ἔστε ἐπὶ τὸν Ἵππον

11

.

5

ποταμόν. ἀπὸ δὲ τοῦ Ἵππου ὡς ἐπ’ Ἀστέλεφον καὶ Διο‐ σκουριάδα καταφανῶς ἤδη ἐπ’ ἀριστερὰ τοῦ Πόντου ἐπλέομεν, καὶ ὁ πλοῦς ἡμῖν πρὸς ἡλίου δυομένου ἐγί‐ νετο· ὡς δὲ ὑπεστρέφομεν ἀπὸ τοῦ Ἀστελέφου ἐπὶ Διο‐
5σκουριάδα, κατείδομεν τὸν Καύκασον τὸ ὄρος, τὸ ὕψος μάλιστα κατὰ τὰς Ἄλπεις τὰς Κελτικάς. καὶ τοῦ Καυ‐ κάσου κορυφή τις ἐδείκνυτο—Στρόβιλος τῇ κορυφῇ ὄνομα—, ἵναπερ ὁ Προμηθεὺς κρεμασθῆναι ὑπὸ Ἡφαίστου κατὰ πρόσταξιν Διὸς μυθεύεται.

12

.

1

τὰ δὲ ἀπὸ Βοσπόρου τοῦ Θρᾳκίου ἔστε ἐπὶ Τραπε‐

12

.

2

ζοῦντα πόλιν ὧδε ἔχει. τὸ ἱερὸν τοῦ Διὸς τοῦ Οὐρίου διέχει ἀπὸ Βυζαντίου σταδίους εἴκοσι καὶ ἑκατόν, καί ἐστιν στενότατον ταύτῃ τὸ στόμα τοῦ Πόντου καλούμε‐ νον, καθ’ ὅ τι εἰσβάλλει εἰς τὴν Προποντίδα. ταῦτα μὲν

12

.

3

εἰδότι σοι λέγω. ἀπὸ δὲ τοῦ ἱεροῦ πλέοντι ἐν δεξιᾷ Ῥή‐
βας ποταμός· σταδίους διέχει τοῦ ἱεροῦ τοῦ Διὸς ἐνενή‐ κοντα. ἔπειτα Μέλαινα ἄκρα ὧδε καλουμένη, πεντήκοντα καὶ ἑκατόν. ἀπὸ Μελαίνης ἄκρας ἐς Ἀρτάνην ποταμόν,114
5ἵνα καὶ ὅρμος ναυσὶ μικραῖς πρὸς ἱερῷ Ἀφροδίτης,

12

.

4

πεντήκοντα ἄλλοι καὶ ἑκατόν. ἀπὸ δὲ Ἀρτάνου εἰς Ψίλιν ποταμὸν πεντήκοντα καὶ ἑκατόν· καὶ πλοῖα μικρὰ ὁρμί‐ ζοιτο ἂν πρὸς τῇ πέτρᾳ τῇ ἀνεχούσῃ οὐ πόρρω ἀπὸ τοῦ ποταμοῦ τῶν ἐκβολῶν. ἐνθένδε εἰς Κάλπης λιμένα δέκα

12

.

5

καὶ διακόσιοι στάδιοι. ὁ δὲ Κάλπης λιμὴν ὁποῖόν τι χω‐ ρίον ἐστὶν καὶ ὁποῖος ὅρμος, καὶ ὅτι πηγὴ ἐν αὐτῷ ψυχροῦ καὶ καθαροῦ ὕδατος, καὶ ὅτι ὗλαι πρὸς τῇ θαλάσσῃ ξύ‐ λων ναυπηγησίμων, καὶ αὗται ἔνθηροι, ταῦτα Ξενο‐
5φῶντι τῷ πρεσβυτέρῳ λέλεκται.

13

.

1

ἀπὸ Κάλπης λιμένος εἰς Ῥόην στάδιοι εἴκοσιν· ὅρμος ναυσὶ μικραῖς. ἀπὸ Ῥόης εἰς Ἀπολλωνίαν νῆσον σμι‐ κράν, ὀλίγον διέχουσαν τῆς ἠπείρου, ἄλλοι εἴκοσι. λιμὴν ὑπὸ τῇ νησῖδι. καὶ ἔνθεν εἰς Χηλὰς στάδιοι εἴκοσιν.
5ἀπὸ Χηλῶν ὀγδοήκοντα καὶ ἑκατόν, ἵναπερ Σαγγάριος

13

.

2

ποταμὸς ἐσβάλλει εἰς τὸν Πόντον. ἐνθένδε εἰς τοῦ Ὑπίου τὰς ἐκβολὰς ἄλλοι ὀγδοήκοντα καὶ ἑκατόν. εἰς δὲ Λιλαῖον ἐμπόριον ἀπὸ τοῦ Ὑπίου στάδιοι ἑκατόν, καὶ ἀπὸ τοῦ
Λιλαίου εἰς Ἔλαιον ἑξήκοντα. ἐνθένδε ἐς Κάλητα, ἄλλο115

13

.

3

ἐμπόριον, εἴκοσι καὶ ἑκατόν. ἀπὸ Κάλητος ἐς Λύκον πο‐ ταμὸν ὀγδοήκοντα, ἀπὸ δὲ Λύκου εἰς Ἡράκλειαν πόλιν Ἑλληνίδα Δωρικήν, Μεγαρέων ἄποικον, στάδιοι εἴκοσιν. ἐν Ἡρακλείᾳ ὅρμος ναυσίν. ἀπὸ δὲ Ἡρακλείας ἐπὶ μὲν

13

.

4

τὸ Μητρῷον καλούμενον στάδιοι ὀγδοήκοντα. ἐνθένδε εἰς τὸ Ποσείδειον τεσσαράκοντα, καὶ ἔνθεν εἰς Τυνδα‐ ρίδας πέντε καὶ τεσσαράκοντα, πέντε δὲ καὶ δέκα ἔνθεν ἐπὶ τὸ Νυμφαῖον. καὶ ἀπὸ τοῦ Νυμφαίου ἐπὶ τὸν Ὀξίναν
5ποταμὸν τριάκοντα. καὶ ἀπὸ Ὀξίνου εἰς Σανδαράκην

13

.

5

ἐνενήκοντα. Σανδαράκη ὅρμος ναυσὶ σμικραῖς. ἐνθένδε εἰς Κρηνίδας ἑξήκοντα. καὶ ἀπὸ Κρηνίδων εἰς Ψύλλαν ἐμπόριον τριάκοντα. ἐνθένδε εἰς Τίον, πόλιν Ἑλληνίδα Ἰωνικήν, ἐπὶ θαλάττῃ οἰκουμένην, Μιλησίων καὶ ταύτην
5ἄποικον, ἐνενήκοντα. ἀπὸ δὲ Τίου εἰς Βιλλαῖον ποταμὸν στάδιοι εἴκοσιν. ἀπὸ δὲ Βιλλαίου ἐπὶ τὸν Παρθένιον

13

.

6

ποταμὸν στάδιοι ἑκατόν. μέχρι τοῦδε Θρᾷκες οἱ Βιθυνοὶ νέμονται, ὧν καὶ Ξενοφῶν ἐν τῇ συγγραφῇ μνήμην ἐποιήσατο ὅτι μαχιμώτατοι εἶεν τῶν κατὰ τὴν Ἀσίαν, καὶ τὰ πολλὰ κακὰ ἡ στρατιὰ τῶν Ἑλλήνων ὅτι ἐν τῇδε
5τῇ χώρᾳ ἔπαθεν, ἐπειδὴ ἀπεχωρίσθησαν οἱ Ἁρκάδες ἀπό τε τῆς Χειρισόφου καὶ τῆς Ξενοφῶντος μερίδος.

14

.

1

τὰ δὲ ἀπὸ τοῦδε ἤδη Παφλαγονία. ἀπὸ Παρθενίου ἐς Ἄμαστριν πόλιν Ἑλληνίδα στάδιοι ἐνενήκοντα· ὅρ‐ μος ναυσίν. ἔνθεν εἰς Ἐρυθίνους ἑξήκοντα. καὶ ἀπὸ116

14

.

2

Ἐρυθίνων εἰς Κρῶμναν ἄλλοι ἑξήκοντα. ἐνθένδε εἰς Κύτωρον ἐνενήκοντα. ὅρμος ναυσὶν ἐν Κυτώρῳ. καὶ ἀπὸ Κυτώρου εἰς Αἰγιαλοὺς ἑξήκοντα. ἐς δὲ Θύμηνα

14

.

3

ἐνενήκοντα. καὶ εἰς Κάραμβιν εἴκοσι καὶ ἑκατόν. ἐνθένδε εἰς Ζεφύριον ἑξήκοντα. ἀπὸ δὲ Ζεφυρίου εἰς Ἀβώνου τεῖχος, πόλιν σμικράν, πεντήκοντα καὶ ἑκατόν· ὅρμος ναυσὶν οὐκ ἀσφαλής, σαλεύοιεν δ’ ἂν ἀπαθεῖς, εἰ μὴ
5μέγας χειμὼν κατέχοι. ἀπὸ δὲ Ἀβώνου τείχους ἐς Αἰγι‐ νήτην ἄλλοι πεντήκοντα καὶ ἑκατόν. ἐνθένδε εἰς Κίνω‐ λιν ἐμπόριον ἄλλοι ἑξήκοντα. καὶ ἐν Κινώλει σαλεύοιεν

14

.

4

ἂν νῆες ὥρᾳ ἔτους. ἀπὸ δὲ Κινώλιος ἐς Στεφάνην ὀγδοήκοντα καὶ ἑκατόν· ὅρμος ναυσὶν ἀσφαλής. ἀπὸ δὲ Στεφάνης εἰς Ποταμοὺς πεντήκοντα καὶ ἑκατόν. ἐνθένδε εἰς Λεπτὴν ἄκραν ἑκατὸν καὶ εἴκοσιν. ἀπὸ δὲ Λεπτῆς
5ἄκρας ἐς Ἀρμένην ἑξήκοντα· λιμὴν αὐτόθι. καὶ Ξενο‐

14

.

5

φῶν τῆς Ἀρμένης ἐμνημόνευσεν. καὶ ἔνθεν εἰς Σινώ‐ πην στάδιοι τεσσαράκοντα· Σινωπεῖς Μιλησίων ἄποικοι. ἀπὸ δὲ Σινώπης εἰς Κάρουσαν πεντήκοντα καὶ ἑκατόν· σάλος ναυσίν. ἐνθένδε εἰς Ζάγωρα ἄλλοι αὖ πεντή‐117
5κοντα καὶ ἑκατόν. ἐνθένδε εἰς τὸν Ἅλυν ποταμὸν τρια‐ κόσιοι.

15

.

1

οὗτος ὁ ποταμὸς πάλαι μὲν ὅρος ἦν τῆς Κροίσου βα‐ σιλείας καὶ τῆς Περσῶν, νῦν δὲ ὑπὸ τῇ Ῥωμαίων ἐπι‐ κρατείᾳ ῥέει, οὐκ ἀπὸ μεσημβρίας, ὡς λέγει Ἡρόδοτος, ἀλλὰ ἀπὸ ἀνίσχοντος ἡλίου. καθ’ ὅ τι δὲ εἰσβάλλει εἰς
5τὸν Πόντον, ὁρίζει τὰ Σινωπέων καὶ Ἀμισηνῶν ἔργα.

15

.

2

ἀπὸ δὲ Ἅλυος ποταμοῦ ἐς Ναύσταθμον στάδιοι ἐνενή‐ κοντα, ἵναπερ καὶ λίμην ἐστίν. ἐνθένδε ἐς Κωνώπιον ἄλλην λίμνην ἄλλοι αὖ πεντήκοντα. ἀπὸ δὲ Κωνωπίου

15

.

3

ἐς Εὐσήνην ἑκατὸν καὶ εἴκοσιν. ἐνθένδε εἰς Ἀμισὸν ἑκατὸν καὶ ἑξήκοντα. Ἀμισός, πόλις Ἑλληνίς, Ἀθηναίων ἄποικος, ἐπὶ θαλάττῃ οἰκεῖται. ἀπὸ δὲ Ἀμισοῦ εἰς Ἀγκῶνα λιμένα, ἵναπερ καὶ ὁ Ἶρις εἰσβάλλει εἰς τὸν
5Πόντον, στάδιοι ἑξήκοντα καὶ ἑκατόν. ἀπὸ δὲ τοῦ Ἴριος τῶν ἐκβολῶν ἐς Ἡράκλειον ἑξήκοντα καὶ τριακόσιοι· ὅρμος ναυσίν. ἐνθένδε ἐπὶ τὸν Θερμώδοντα ποταμὸν τεσσαράκοντα. οὗτος ὁ Θερμώδων ἐστίν, ἵναπερ αἱ Ἀμαζόνες οἰκῆσαι λέγονται.

16

.

1

ἀπὸ δὲ Θερμώδοντος εἰς Βῆριν ποταμὸν στάδιοι ἐνε‐
νήκοντα. ἐνθένδε εἰς Θόαριν ποταμὸν ἑξήκοντα. ἀπὸ δὲ Θοάριος ἐς Οἰνόην τριάκοντα. ἀπὸ Οἰνόης ἐς Φιγα‐ μοῦντα ποταμὸν τεσσαράκοντα. ἐνθένδε εἰς Φαδισάνην118

16

.

2

φρούριον πεντήκοντα καὶ ἑκατόν. ἐνθένδε εἰς Πολε‐ μώνιον πόλιν στάδιοι δέκα. ἀπὸ Πολεμωνίου εἰς ἄκραν Ἰασόνιον καλουμένην στάδιοι τριάκοντα καὶ ἑκατόν. ἐν‐

16

.

3

θένδε εἰς Κιλίκων νῆσον πεντεκαίδεκα στάδιοι. ἀπὸ δὲ Κιλίκων νήσου ἐς Βοῶνα πέντε καὶ ἑβδομήκοντα. ἐν Βοῶνι ὅρμος ναυσίν. ἐνθένδε εἰς Κοτύωρα ἐνενήκοντα. ταύτης ὡς πόλεως Ξενοφῶν ἐμνημόνευσεν, καὶ λέγει
5Σινωπέων ἄποικον εἶναι· νῦν δὲ κώμη ἐστίν, καὶ οὐδὲ αὐτὴ μεγάλη. ἀπὸ Κοτυώρων ἐς Μελάνθιον ποταμὸν στάδιοι μάλιστα ἑξήκοντα. ἐνθένδε εἰς Φαρματηνὸν ἄλ‐ λον ποταμὸν πεντήκοντα καὶ ἑκατόν. καὶ ἔνθεν εἰς Φαρ‐

16

.

4

νακείαν εἴκοσιν καὶ ἑκατόν. αὕτη ἡ Φαρνακεία πάλαι Κερασοῦς ἐκαλεῖτο, Σινωπέων καὶ αὕτη ἄποικος. ἐν‐ θένδε ἐς τὴν Ἀρητιάδα νῆσον τριάκοντα. καὶ ἔνθεν ἐς Ζεφύριον εἴκοσι καὶ ἑκατόν· ὅρμος ναυσίν. ἀπὸ δὲ Ζε‐
5φυρίου εἰς Τρίπολιν στάδιοι ἐνενήκοντα. ἐνθένδε ἐς τὰ

16

.

5

Ἀργύρια στάδιοι εἴκοσιν. ἐκ δὲ τῶν Ἀργυρίων εἰς Φι‐ λοκάλειαν ἐνενήκοντα. ἐνθένδε ἐς Κόραλλα ἑκατόν. ἀπὸ δὲ Κοράλλων εἰς Ἱερὸν ὄρος πεντήκοντα καὶ ἑκατόν. ἀπὸ δὲ Ἱεροῦ ὄρους εἰς Κορδύλην τεσσαράκοντα· ὅρμος

16

.

6

ναυσίν. ἀπὸ δὲ Κορδύλης ἐς Ἑρμώνασσαν πέντε καὶ τεσσαράκοντα. καὶ δεῦρο ὅρμος. ἀπὸ δὲ Ἑρμωνάσσης εἰς Τραπεζοῦντα στάδιοι ἑξήκοντα. ἐνταῦθα σὺ ποιεῖς λι‐
μένα· πάλαι γάρ, ὅσον ἀποσαλεύειν ὥρᾳ ἔτους, ὄρμος ἦν.119

17

.

1

τὰ δὲ ἀπὸ Τραπεζοῦντος διαστήματα μέχρι Διοσκου‐ ριάδος προείρηται διὰ τῶν ποταμῶν ἀναμετρηθέντα. ἀθροίζονται δὲ ἀπὸ Τραπεζοῦντος εἰς Διοσκουριάδα, τὴν νῦν Σεβαστόπολιν καλουμένην, στάδιοι δισχίλιοι
5διακόσιοι ἑξήκοντα.

17

.

2

τάδε μὲν οὖν τὰ ἀπὸ Βυζαντίου πλεόντων ἐπὶ δεξιὰ ὡς ἐπὶ Διοσκουριάδα, ἐς ὅπερ στρατόπεδον τελευτᾷ Ῥωμαίοις ἡ ἐπικράτεια ἐν δεξιᾷ ἐσπλεόντων εἰς τὸν

17

.

3

Πόντον. ἐπεὶ δὲ ἐπυθόμην Κότυν τετελευτηκέναι, τὸν βασιλέα τοῦ Βοσπόρου τοῦ Κιμμερίου καλουμένου, ἐπι‐ μελὲς ἐποιησάμην καὶ τὸν μέχρι τοῦ Βοσπόρου τοῦ Κιμμερίου πλοῦν δηλῶσαί σοι, ὡς, εἴ τι βουλεύοιο περὶ
5τοῦ Βοσπόρου, ὑπάρχειν σοι καὶ τόνδε τὸν πλοῦν μὴ ἀγνοοῦντι βουλεύσασθαι.

18

.

1

ὁρμηθεῖσιν οὖν ἐκ Διοσκουριάδος πρῶτος ἂν εἴη ὅρμος ἐν Πιτυοῦντι· στάδιοι τριακόσιοι πεντήκοντα. ἐν‐ θένδε ἐς τὴν Νιτικὴν στάδιοι πεντήκοντα καὶ ἑκατόν, ἵναπερ πάλαι ᾤκει ἔθνος Σκυθικόν, οὗ μνήμην ποιεῖ‐

18

.

2

ται ὁ λογοποιὸς Ἡρόδοτος, καὶ λέγει τούτους εἶναι τοὺς φθειροτρωκτέοντας· καὶ γὰρ εἰς τοῦτο ἔτι ἡ δόξα ἡ αὐτὴ ὑπὲρ αὐτῶν κατέχει. ἐκ δὲ Νιτικῆς ἐς Ἄβασκον ποταμὸν στάδιοι ἐνενήκοντα. ὁ δὲ Βόργυς τοῦ Ἀβάσκου120
5διέχει σταδίους ἑκατὸν καὶ εἴκοσιν, καὶ ὁ Νῆσις τοῦ Βόργυος, ἵναπερ καὶ Ἡράκλειον ἄκρα ἀνέχει, σταδίους

18

.

3

ἑξήκοντα. ἀπὸ δὲ Νήσιος ἐς Μασαϊτικὴν στάδιοι ἐνε‐ νήκοντα. ἐνθένδε εἰς Ἀχαιοῦντα στάδιοι ἑξήκοντα, ὅσ‐ περ ποταμὸς διορίζει Ζιλχοὺς καὶ Σανίγας. Ζιλχῶν βα‐ σιλεὺς Σταχέμφαξ. καὶ οὗτος παρὰ σοῦ τὴν βασιλείαν
5ἔσχεν. ἀπὸ δὲ Ἀχαιοῦντος εἰς Ἡράκλειαν ἄκραν πεντή‐ κοντα καὶ ἑκατὸν στάδιοι. ἐνθένδε εἰς ἄκραν, ἵναπερ σκέπη ἐστὶν ἀνέμου θρασκίου καὶ βορρᾶ, ὀγδοήκοντα

18

.

4

καὶ ἑκατόν. ἐνθένδε εἰς τὴν καλουμένην Παλαιὰν Λα‐ ζικὴν εἴκοσιν καὶ ἑκατὸν στάδιοι. ἐνθένδε ἐς τὴν Πα‐ λαιὰν Ἀχαιΐαν πεντήκοντα καὶ ἑκατόν, καὶ ἔνθεν ἐς Πάγρας λιμένα πεντήκοντα καὶ τριακόσιοι. ἀπὸ δὲ Πά‐
5γρας λιμένος εἰς Ἱερὸν λιμένα ὀγδοήκοντα καὶ ἑκατόν. ἐνθένδε εἰς Σινδικὴν τριακόσιοι.

19

.

1

ἀπὸ δὲ Σινδικῆς εἰς Βόσπορον τὸν Κιμμέριον καλού‐ μενον καὶ πόλιν τοῦ Βοσπόρου Παντικάπαιον τεσσαρά‐ κοντα καὶ πεντακόσιοι. ἐνθένδε ἐπὶ Τάναϊν ποταμὸν
ἑξήκοντα, ὃς λέγεται ὁρίζειν ἀπὸ τῆς Ἀσίας τὴν Εὐρώ‐121
5πην. καὶ ὁρμᾶται μὲν ἀπὸ λίμνης τῆς Μαιώτιδος, ἐσ‐

19

.

2

βάλλει δὲ εἰς θάλασσαν τὴν τοῦ Εὐξείνου Πόντου. καίτοι Αἰσχύλος ἐν Προμηθεῖ Λυομένῳ τὸν Φᾶσιν ὅρον τῆς Εὐρώπης καὶ τῆς Ἀσίας ποιεῖ. λέγουσι γοῦν 〈παρ’〉 αὐτῷ οἱ Τιτᾶνες πρὸς τὸν Προμηθέα ὅτι “ἥκομεν
5
τοὺς σοὺς ἄθλους τούσδε, Προμηθεῦ,
δεσμοῦ τε πάθος τόδ’ ἐποψόμενοι.” ἔπειτα καταλέγουσιν ὅσην χώραν ἐπῆλθον·
“πῇ μὲν δίδυμον χθονὸς Εὐρώπης
μέγαν ἠδ’ Ἀσίας τέρμονα Φᾶσιν.”

19

.

3

τῆς δὲ λίμνης τῆς Μαιώτιδος περίπλους ἐν κύκλῳ λέ‐ γεται σταδίων ἀμφὶ τοὺς ἐνακισχιλίους. ἀπὸ δὲ Παντι‐ καπαίου εἰς κώμην Καζέκα ἐπὶ θαλάττῃ ᾠκισμένην στά‐ διοι εἴκοσι καὶ τετρακόσιοι. ἐνθένδε ἐς Θεοδοσίαν πό‐

19

.

4

λιν ἐρήμην στάδιοι ὀγδοήκοντα καὶ διακόσιοι. καὶ αὕτη πάλαι ἦν Ἑλλὰς πόλις Ἰωνική, Μιλησίων ἄποικος, καὶ μνήμη ἐστὶν αὐτῆς ἐν πολλοῖς γράμμασιν. ἐνθένδε εἰς
λιμένα Σκυθοταύρων ἔρημον στάδιοι διακόσιοι· καὶ122
5ἔνθεν εἰς Λαμπάδα τῆς Ταυρικῆς στάδιοι ἑξακόσιοι.

19

.

5

ἀπὸ δὲ Λαμπάδος εἰς Συμβόλου λιμένα, Ταυρικὸν καὶ τοῦτον, στάδιοι εἴκοσι καὶ πεντακόσιοι. καὶ ἔνθεν ἐς Χερρόνησον τῆς Ταυρικῆς ὀγδοήκοντα καὶ ἑκατόν. ἀπὸ δὲ Χερρονήσου ἐς Κερκινῖτιν στάδιοι ἑξακόσιοι, καὶ ἀπὸ
5Κερκινίτιδος ἐς Καλὸν λιμένα, Σκυθικὸν καὶ τοῦτον, ἄλλοι ἑπτακόσιοι.

20

.

1

ἐκ δὲ Καλοῦ λιμένος ἐς Ταμυράκην τριακόσιοι· ἔσω δὲ τῆς Ταμυράκης λίμνη ἐστὶν οὐ μεγάλη. καὶ ἔνθεν εἰς τὰς ἐκροὰς τῆς λίμνης ἄλλοι τριακόσιοι. ἐκ δὲ τῶν ἐκροῶν τῆς λίμνης ἐς Ἠϊόνας στάδιοι ὀγδοήκοντα καὶ
5τριακόσιοι. καὶ ἔνθεν ἐς ποταμὸν Βορυσθένην πεντή‐

20

.

2

κοντα καὶ ἑκατόν. κατὰ δὲ τὸν Βορυσθένην ἄνω πλέοντι πόλις Ἑλλὰς ὄνομα Ὀλβία πεπόλισται. ἀπὸ δὲ Βορυ‐
σθένους ἐπὶ νῆσον σμικράν, ἐρήμην καὶ ἀνώνυμον, στάδιοι ἑξήκοντα. καὶ ἔνθεν εἰς Ὀδησσὸν ὀγδοήκοντα.123
5ἐν Ὀδησσῷ ὅρμος ναυσίν. ἀπὸ δὲ Ὀδησσοῦ ἔχεται Ἰστριανῶν λιμήν. στάδιοι ἐς αὐτὸν πεντήκοντα καὶ δια‐

20

.

3

κόσιοι. ἐνθένδε ἔχεται Ἰσιακῶν λιμήν. στάδιοι ἐς αὐτὸν πεντήκοντα. καὶ ἔνθεν εἰς τὸ Ψιλὸν καλούμενον στόμα τοῦ Ἴστρου διακόσιοι καὶ χίλιοι. τὰ δὲ ἐν μέσῳ ἔρημα καὶ ἀνώνυμα.

21

.

1

κατὰ τοῦτο μάλιστα τὸ στόμα ἐπ’ εὐθὺ πλέοντι ἀνέ‐ μῳ ἀπαρκίᾳ ἰδίως 〈καλουμένῳ ἐσ〉 τὸ πέλαγος νῆσος πρόκειται, ἥντινα οἳ μὲν Ἀχιλλέως νῆσον, οἳ δὲ Δρόμον Ἀχιλλέως, οἳ δὲ Λευκὴν ἐπὶ τῆς χροιᾶς ὀνομάζουσιν.
5ταύτην λέγεται Θέτις ἀνεῖναι τῷ παιδί, καὶ ταύτην οἰκεῖν τὸν Ἀχιλλέα. καὶ νεώς ἐστιν ἐν αὐτῇ τοῦ Ἀχιλλέως, καὶ

21

.

2

ξόανον τῆς παλαιᾶς ἐργασίας. ἡ δὲ νῆσος ἀνθρώπων
μὲν ἐρήμη ἐστίν, νέμεται δὲ αἰξὶν οὐ πολλαῖς. καὶ ταύτας μὲν ἀνατιθέναι λέγονται τῷ Ἀχιλλεῖ ὅσοι ἀεὶ προσίσχου‐ σιν. καὶ γὰρ καὶ ἄλλα πολλὰ ἀναθήματα ἀνάκειται ἐν124
5τῷ νεῷ, φιάλαι καὶ δακτύλιοι καὶ λίθοι τῶν πολυτελεστέ‐ ρων· ταῦτα ξύμπαντα χαριστήρια τῷ Ἀχιλλεῖ. καὶ ἀνά‐ κειται καὶ ἐπιγράμματα, τὰ μὲν Ῥωμαϊκῶς τὰ δὲ Ἑλλη‐ νικῶς πεποιημένα ἐν ἄλλῳ καὶ ἄλλῳ μέτρῳ, ἔπαινοι τοῦ

21

.

3

Ἀχιλλέως, ἔστιν δὲ ἃ καὶ τοῦ Πατρόκλου· καὶ γὰρ καὶ τὸν Πάτροκλον τιμῶσιν σὺν τῷ Ἀχιλλεῖ ὅσοι τῷ Ἀχιλλεῖ χαρίζεσθαι ἐθέλουσιν. ὄρνιθες δὲ πολλοὶ αὐλίζονται ἐν τῇ νήσῳ, λάροι καὶ αἴθυιαι καὶ κορῶναι αἱ θαλάσσιοι τὸ

21

.

4

πλῆθος οὐ σταθμητοί. οὗτοι οἱ ὄρνιθες θεραπεύουσιν τοῦ Ἀχιλλέως τὸν νεών. ἕωθεν ὁσημέραι καταπέτονται εἰς τὴν θάλασσαν· ἔπειτα ἀπὸ τῆς θαλάσσης βεβρεγμέ‐ νοι τὰ πτερὰ σπουδῇ αὖ εἰσπέτονται εἰς τὸν νεών, καὶ
5ῥαίνουσιν τὸν νεών. ἐπειδὰν δὲ καλῶς ἔχῃ, οἳ δὲ ἐκκαλ‐ λύνουσιν αὖ τὸ ἔδαφος τοῖς πτεροῖς.

22

.

1

οἳ δὲ καὶ τάδε ἱστοροῦσιν. τῶν προσεσχηκότων τῇ νήσῳ ἱερεῖα τοὺς μὲν ἐξεπίτηδες πλέοντας ἐς αὐτὴν ἐπὶ ταῖς ναυσὶν κομίζειν, καὶ τούτων τὰ μὲν καταθύειν τὰ

22

.

2

δὲ ἀφιέναι τῷ Ἀχιλλεῖ· τοὺς δέ τινας ὑπὸ χειμῶνος ἐξαναγκασθέντας προσέχειν, καὶ τούτους παρ’ αὐτοῦ τοῦ θεοῦ αἰτεῖν ἱερεῖον, χρωμένους περὶ τῶν ἱερείων, εἰ λῷόν σφισιν καὶ ἄμεινον θῦσαι ὅτι περ αὐτοὶ τῇ γνώμῃ
5ἐπιλέξαιντο νεμόμενον, τιμὴν ἅμα καταβάλλοντες τὴν

22

.

3

ἀξίαν σφίσιν δοκοῦσαν. εἰ δὲ ἀπαγορεύοι ὁ χρησμός— εἶναι γὰρ χρησμοὺς ἐν τῷ νεῷ—, προσβάλλειν τῇ τιμῇ· εἰ δὲ ἔτι ἀπαγορεύοι, ἔτι προσβάλλειν. συγχωρήσαντος125

22

.

4

δὲ γιγνώσκειν ὅτι ἀποχρῶσα ἡ τιμή ἐστιν. τὸ δὲ ἱερεῖον ἵστασθαι ἐπὶ τῷδε αὐτόματον, μηδὲ ἀποφεύγειν ἔτι. καὶ τοῦτο δὴ πολὺ ἀνακεῖσθαι τὸ ἀργύριον τῷ ἥρῳ τὰς τιμὰς τῶν ἱερείων.

23

.

1

φαίνεσθαι δὲ ἐνύπνιον τὸν Ἀχιλλέα τοῖς μὲν προ‐ σχοῦσι τῇ νήσῳ, τοῖς δὲ καὶ πλέουσιν, ἐπειδὰν οὐ πόρρω αὐτῆς ἀπόσχωσιν, καὶ φράζειν ὅπου προσχεῖν τῆς νήσου ἄμεινον καὶ ὅπου ὁρμίσασθαι. οἳ δὲ καὶ ὕπαρ λέγουσιν
5φανῆναί σφισιν ἐπὶ τοῦ ἱστοῦ ἢ ἐπ’ ἄκρου τοῦ κέρως

23

.

2

τὸν Ἀχιλλέα, καθάπερ τοὺς Διοσκόρους· τοσόνδε μόνον τῶν Διοσκούρων μεῖον ἔχειν τὸν Ἀχιλλέα, ὅσον οἱ μὲν Διόσκουροι τοῖς πανταχοῦ πλοϊζομένοις ἐναργεῖς φαί‐ νονται καὶ φανέντες σωτῆρες γίνονται, ὃ δὲ τοῖς πελά‐
5ζουσιν ἤδη τῇ νήσῳ. οἳ δὲ καὶ τὸν Πάτροκλόν σφισιν

23

.

3

ὀφθῆναι ἐνύπνιον λέγουσιν. τάδε μὲν ὑπὲρ τῆς νήσου τῆς τοῦ Ἀχιλλέως ἀκοὴν ἀνέγραψα τῶν ἢ αὐτῶν προ‐ σχόντων ἢ ἄλλων πεπυσμένων· καί μοι δοκεῖ οὐκ ἄπιστα

23

.

4

εἶναι. Ἀχιλλέα γὰρ ἐγὼ πείθομαι εἴπερ τινὰ καὶ ἄλλον ἥρωα εἶναι, τῇ τε εὐγενείᾳ τεκμαιρόμενος καὶ τῷ κάλλει καὶ τῇ ῥώμῃ τῆς ψυχῆς καὶ τῷ νέον μεταλλάξαι ἐξ ἀν‐ θρώπων καὶ τῇ Ὁμήρου ἐπ’ αὐτῷ ποιήσει καὶ τῷ ἐρω‐
5τικὸν γενέσθαι καὶ φιλέταιρον, ὡς καὶ ἐπαποθανεῖν ἑλέσθαι τοῖς παιδικοῖς.

24

.

1

ἀπὸ δὲ τοῦ Ψιλοῦ καλουμένου στόματος τοῦ Ἴστρου ἐς τὸ δεύτερον στόμα στάδιοι ἑξήκοντα. ἐνθένδε ἐπὶ τὸ
Καλὸν καλούμενον στόμα στάδιοι τεσσαράκοντα. καὶ ἀπὸ τοῦ Καλοῦ ἐπὶ τὸ Νάρακον ὧδε ὀνομαζόμενον στόμα126

24

.

2

τέταρτον τοῦ Ἴστρου στάδιοι ἑξήκοντα. ἐνθένδε ἐπὶ τὸ πέμπτον εἴκοσι καὶ ἑκατόν, καὶ ἔνθεν εἰς Ἰστρίαν πόλιν στάδιοι πεντακόσιοι. ἐνθένδε ἐς Τομέα πόλιν στάδιοι

24

.

3

τριακόσιοι. ἀπὸ δὲ Τομέως εἰς Κάλλατιν πόλιν ἄλλοι τριακόσιοι· ὅρμος ναυσίν. ἐνθένδε ἐς Καρῶν λιμένα ὀγ‐ δοήκοντα καὶ ἑκατόν· καὶ ἡ γῆ ἐν κύκλῳ τοῦ λιμένος Καρία κληΐζεται. ἀπὸ δὲ Καρῶν λιμένος ἐς Τετρισιάδα
5στάδιοι εἴκοσι καὶ ἑκατόν. ἐνθένδε εἰς Βιζώνην χῶρον

24

.

4

ἔρημον στάδιοι ἑξήκοντα. ἀπὸ δὲ Βιζώνης εἰς Διονυσό‐ πολιν στάδιοι ὀγδοήκοντα. ἐνθένδε εἰς Ὀδησσὸν διακό‐ σιοι· ὅρμος ναυσίν. ἐκ δὲ Ὀδησσοῦ ἐς τοῦ Αἵμου τὰς ὑπωρείας, αἳ δὴ εἰς τὸν Πόντον καθήκουσιν, στάδιοι

24

.

5

τριακόσιοι ἑξήκοντα. καὶ δεῦρο ὅρμος ναυσίν. ἐκ δὲ τοῦ Αἵμου εἰς Μεσημβρίαν πόλιν ἐνενήκοντα· ὅρμος ναυσίν. καὶ ἐκ Μεσημβρίας εἰς Ἀγχίαλον πόλιν στάδιοι ἑβδομή‐ κοντα, καὶ ἐξ Ἀγχιάλου εἰς Ἀπολλωνίαν ὀγδοήκοντα καὶ

24

.

6

ἑκατόν. αὗται πᾶσαι αἱ πόλεις Ἑλληνίδες εἰσίν, ᾠκισμέ‐ ναι ἐν τῇ Σκυθίᾳ, ἐν ἀριστερᾷ ἐσπλέοντι εἰς τὸν Πόντον. ἐκ δὲ Ἀπολλωνίας ἐς Χερρόνησον στάδιοι ἑξήκοντα·
ὅρμος ναυσίν. καὶ ἐκ Χερρονήσου ἐς Αὐλαίου τεῖχος127
5πεντήκοντα καὶ διακόσιοι. ἐνθένδε ἐς Θυνιάδα ἀκτὴν εἴκοσιν καὶ ἑκατόν.

25

.

1

ἀπὸ δὲ Θυνιάδος εἰς Σαλμυδησσὸν στάδιοι διακόσιοι. τούτου τοῦ χωρίου μνήμην πεποίηται Ξενοφῶν ὁ πρεσ‐ βύτερος, καὶ μέχρι τούτου λέγει τὴν στρατιὰν ἐλθεῖν τῶν Ἑλλήνων, ἧς αὐτὸς ἡγήσατο, ὅτε τὰ τελευταῖα σὺν

25

.

2

Σεύθῃ τῷ Θρᾳκὶ ἐστράτευσεν. καὶ περὶ τῆς ἀλιμενότη‐ τος τοῦ χωρίου πολλὰ ἀνέγραψεν, ὅτι ἐνταῦθα ἐκπίπτει τὰ πλοῖα χειμῶνι βιαζόμενα, καὶ οἱ Θρᾷκες οἱ πρόσχωροι

25

.

3

ὅτι ὑπὲρ τῶν ναυαγίων ἐν σφίσιν διαμάχονται. ἀπὸ δὲ Σαλμυδησσοῦ εἰς Φρυγίαν στάδιοι τριάκοντα καὶ τρια‐ κόσιοι. ἐνθένδε ἐπὶ Κυανέας εἴκοσι καὶ τριακόσιοι. αὗται δὲ αἱ Κυάνεαί εἰσιν, ἃς λέγουσιν οἱ ποιηταὶ πλαγκ‐
5τὰς πάλαι εἶναι, καὶ διὰ τούτων πρώτην ναῦν περᾶσαι

25

.

4

τὴν Ἀργώ, ἥτις ἐς Κόλχους Ἰάσονα ἤγαγεν. ἐκ δὲ Κυα‐ νέων ἐπὶ τὸ Ἱερὸν τοῦ Διὸς τοῦ Οὐρίου, ἵναπερ τὸ στόμα τοῦ Πόντου, στάδιοι τεσσαράκοντα. ἐνθένδε εἰς λιμένα Δάφνης τῆς Μαινομένης καλουμένης στάδιοι
5τεσσαράκοντα. ἀπὸ δὲ Δάφνης εἰς Βυζάντιον ὀγδοή‐ κοντα. τάδε μὲν καὶ τὰ ἀπὸ τοῦ Βοσπόρου τοῦ Κιμμε‐ ρίου καλουμένου ἐπὶ Βόσπορον τὸν Θρᾴκιον καὶ πόλιν
Βυζάντιον.128