TLG 0074 003 :: Flavius ARRIANUS :: Cynegeticus

Flavius ARRIANUS Hist. Phil.
(Bithynius: A.D. 1–2)

Cynegeticus

Source: Roos, A.G., Wirth, G. (eds.), Flavii Arriani quae exstant omnia, vol. 2. Leipzig: Teubner, 1968 (1st edn. corr.): 74–102.

Citation: Chapter — section — (line)

p

t

Τοῦ Ἀρριανοῦ Κυνηγετικοῦ κεφάλαια.

p

1

α Προοίμιον, ἐν ᾧ καὶ τὰ Ξενοφῶντι παραλειφθέντα εἰ‐ πεῖν Ἀρριανὸς ἐπαγγέλλεται. β Ὅτι Ξενοφῶν οὐκ ᾔδει τὰς Κελτικὰς κύνας οὐδὲ τὰς ταύταις ὁμοίας.
5γ Περὶ Κελτικῶν κυνῶν, καὶ οἷαι τὴν ἰδέαν αὗται. δ Περὶ σημείων, ἀφ’ ὧν δεῖ τὰς ταχείας τεκμαίρεσθαι κύνας καὶ τὸ ἐναντίον. ε Περὶ τῆς τοῦ συγγραφέως κυνός, ὁποία ποτ’ ἦν. ϛ Περὶ χρωμάτων, καὶ ὡς ἂν ἔχωσι ταῦτα ὅτι ἀδιάφορον.
10ζ Περὶ τῆς γνώμης τῶν κυνῶν, ὁποῖα ταύτης τὰ σημεῖα. η Περὶ τοῦ πῶς διαγνωστέον ἀπὸ τοῦ ἐσθίειν τὴν ποιό‐ τητα τῶν κυνῶν. θ Περὶ τοῦ μετὰ τίνων καὶ πῶς κοιταστέον τὰς κύνας. ι Ὅτι ἡ τρῖψις ταῖς κυσὶν ὠφέλιμος, καὶ πῶς ταύτας
15δεῖ ἀποτρίβειν. ια Ὅτι ἄμεινον δεδέσθαι τὰς κύνας ἢ λελυμένας εἶναι. ιβ Περὶ τοῦ ἐπὶ πόσον τῆς ἡμέρας προακτέον τὰς κύνας, καὶ πόσας καὶ ποίας ἐν ταὐτῷ λυτέον. ιγ Περὶ τοῦ ποσάκις δεῖ ἐν χειμῶνι ἢ θέρει σιτεῖσθαι
20τὰς κύνας. ιδ Περὶ τοῦ ποίῳ καιρῷ ἐξακτέον τὰς κύνας ἐπὶ θήραν. ιε Πῶς Κελτοὶ θηρῶσι καὶ πότε. ιϛ Περὶ διαστήματος, ἀφ’ ὅτου δεῖ τῷ λαγῷ ἐπιλύειν
τὰς κύνας, καὶ πόσας ταύτας.74
25ιζ Περὶ λαγωῶν, καὶ τίς ἡ τούτων ἀρετή. ιη Ὅτι τὸ ἀνακαλεῖν ἐν ταῖς θήραις τὰς κύνας ἀγαθὸν ταύταις. ιθ Ὅτι δεῖ τὴν κύνα καλῶς ἠγωνισμένην καταψῶντα ἐπευφημεῖν.
30κ Ὅπως εἰς κυνηγέσιον ἐξιέναι χρὴ τοὺς μὴ τὸ θήραμα οὗ ἐστιν ἐγνωκότας. κα Περὶ τοῦ πῶς θηρῶσι Κελτοί. κβ Ὅτι οὐ χρὴ ἐπιλύειν κύνας νεογνῷ θηράματι. κγ Πῶς θηρατέον ἐλάφους ἢ ἄλλο τι μέγιστον.
35κδ Ὅπως Λίβυες μεθ’ ἵππων αἱροῦσι τὰ μεγάλα θηράματα. κε Περὶ τοῦ ἀφ’ οἵας ἡλικίας δεῖ ἐξάγειν εἰς θήραν τὰς θηλείας κύνας. κϛ Περὶ ἀρρένων κυνῶν, ἀφ’ οἵας ἡλικίας χρεὼν αὐτοὺς ἐπὶ θήραν ἐξάγειν.
40κζ Πῶς ἐπὶ ὀχείαν ἀκτέον τὰς κύνας. κη Ὅτι, εἴ τις ὁρῴη τὴν μῖξιν τῶν κυνῶν, οὐκ ἐπιτελεῖ‐ ται γόνιμος. κθ Περὶ καιροῦ πρὸς σκυλακείαν ἐπιτηδείου. λ Πῶς μετὰ τὸ τεκεῖν ἐπαναληπτέον εἰς τὸ ἐξ ἀρχῆς
45τὸν δρόμον τῶν κυνῶν. λα Περὶ ὧν Ξενοφῶν ὑπὲρ ἀνατροφῆς κυνῶν διατάττεται. λβ Διαφοραὶ ἄρρενος καὶ θηλείας κυνός. λγ Ὅτι δεῖ τοὺς κυνηγέτας θύειν τῇ Ἀρτέμιδι. λδ Περὶ τοῦ Κελτῶν νόμου καὶ τοῦ ὑπ’ αὐτῶν γινομένου

p

1

(50)

ἐράνου τῇ Ἀρτέμιδι. λε Παραίνεσις πρὸς τὸ θύειν τοῖς ἐφόροις τῶν ἐν ἀν‐ θρώποις ἐπιτηδευμάτων. λϛ Ἐξ Ὁμήρου μαρτύρια, ὅτι χρὴ θύειν τοῖς τῶν πραγ‐
μάτων εὑρεταῖς ἐν τῇ τῶνδε μεταχειρίσει.75

1

t

ΑΡΡΙΑΝΟΥ ΚΥΝΗΓΕΤΙΚΟΣ

1

.

1

Ξενοφῶντι τῷ Γρύλλου λέλεκται ὅσα ἀγαθὰ ἀνθρώ‐ ποις ἀπὸ κυνηγεσίων γίγνεται, καὶ οἱ παιδευθέντες ὑπὸ Χείρωνι τὴν παίδευσιν ταύτην ὅπως θεοφιλεῖς τε ἦσαν καὶ ἔντιμοι ἀνὰ τὴν Ἑλλάδα, λέλεκται δὲ καὶ καθ’ ὅ τι
5ἔοικεν τῇ πολεμικῇ ἐπιστήμῃ ἡ κυνηγετική, καὶ ἥντινα ἡλικίαν ἔχοντα χρὴ ἐλθεῖν ἐπὶ τὸ ἔργον, καὶ τὸ εἶδος καὶ τὴν γνώμην ποῖόν τινα· καὶ περὶ ἀρκύων δὲ καὶ δικτύων καὶ ἐνοδίων ὁποῖα χρὴ παρασκευάσασθαι, καὶ

1

.

2

πάγας ὅπως ἱστάναι τοῖς θηρίοις ὅσα πάγῃ ἁλωτά. καὶ περὶ λαγωῶν δὲ λέλεκται, ἥτις ἡ φύσις αὐτῶν, καὶ ὅπως νέμονται καὶ ὅπου εὐνάζονται, καὶ ὅπως χρὴ μαστεύειν αὐτούς· καὶ περὶ κυνῶν, ὅσαι ἰχνεύειν σοφαὶ καὶ ὅσαι
5πονηραί, καὶ ὅπως ἀπό τε τοῦ εἴδους καὶ τῶν ἔργων

1

.

3

τεκμαίρεσθαι χρὴ ἑκατέρας. ἔστιν δὲ ἃ καὶ περὶ συῶν θήρας λέλεκται καὶ ἐλάφων καὶ ἄρκτων καὶ λεόντων,

1

.

4

ὅπως σοφίᾳ καὶ δόλῳ ἁλωτά. ὅσα δὲ ἐλλείπειν μοι δοκεῖ ἐν τῷ λόγῳ, οὐχὶ ἀμελείᾳ ἀλλ’ ἀγνοίᾳ τοῦ γένους τῶν κυνῶν τοῦ Κελτικοῦ καὶ τοῦ γένους τῶν ἵππων τοῦ
Σκυθικοῦ τε καὶ Λιβυκοῦ, ταῦτα λέξω, ὁμώνυμός τε ὢν76
5αὐτῷ καὶ πόλεως τῆς αὐτῆς καὶ ἀμφὶ ταὐτὰ ἀπὸ νέου ἐσπουδακώς, κυνηγέσια καὶ στρατηγίαν καὶ σοφίαν·

1

.

5

ἐπεὶ καὶ αὐτὸς ἐκεῖνος, ἃ Σίμωνι περὶ ἱππικῆς ἐνδεῶς λελεγμένα ἦν, ᾠήθη δεῖν ἀναγράψαι, οὐχὶ ἔριδι τῇ πρὸς Σίμωνα, ἀλλ’ ὅτι ὠφέλιμα ἐς ἀνθρώπους ἐγίγνωσκεν.

2

.

1

ὅτι μὲν δὴ οὐκ ἠπίστατο τὸ γένος τῶν κυνῶν τὸ Κελ‐ τικόν, δοκῶ ἔγωγε ὡς οὐδὲ τεκμηρίων δεῖ πρὸς αὐτό· ἄγνωστα γὰρ ἦν τὰ ἔθνη τῆς Εὐρώπης ὅσα ταύτῃ ᾤκι‐ σται, ὅτι μὴ τῆς Ἰταλίας ὅσα Ἕλληνες κατέσχον, ἢ ὅσοις

2

.

2

κατ’ ἐμπορίαν διὰ θαλάσσης ἐπεμίγνυον. ὡς δὲ οὐδὲ ἄλλο γένος κυνῶν ἐγίγνωσκεν, ὃ ἂν κατὰ ὠκύτητα ἔοικεν τῷ Κελτικῷ, τεκμαίρεσθαι ὑπάρχει ἀπὸ τῶνδε. λέγει γὰρ ὡς ὅσοι ἁλίσκονται λαγωοὶ ὑπὸ κυνῶν, παρὰ φύσιν σώ‐

2

.

3

ματος ἁλίσκονται ἢ τύχῃ χρησάμενοι. εἰ δέ γε ἠπίστατο τὰς κύνας τὰς Κελτικάς, ταὐτὸν τοῦτο δοκεῖ ἄν μοι ἀπο‐ φήνασθαι περὶ τῶν κυνῶν, ὡς ὁπόσους λαγωοὺς οὐχ αἱροῦσιν κύνες κατὰ πόδας, παρὰ φύσιν σώματος οὐχ
5αἱροῦσιν ἢ τύχῃ χρησάμεναι. ὡς ὅσαι γε ἀγαθαὶ τὸ σῶμα καὶ τὸν θυμὸν γενναῖαι, ταύτας δὲ οὐκ ἄν ποτε διαφύ‐ γοι λαγώς, εἰ μή τις δυσχωρία ἐμποδὼν γένοιτο, ἢ ὕλη ἀποκρύψασα, ἢ κατάδυσις τῆς γῆς κοίλη καὶ βα‐ θεῖα ἀφελομένη 〈τοῦ κινδύνου〉, ἢ τάφρος διαδραμεῖν

2

.

4

ἐν τῷ ἀφανεῖ παρασχοῦσα. ἐνθένδε, οἶμαι, ὅπως μὲν ἐπὶ τὰς ἄρκυς χρὴ ἐπελαύνειν τὸν λαγὼν ἐπεξέρχεται τῷ
λόγῳ, καὶ εἰ παραδράμοι τὰς ἄρκυς, ὅπως χρὴ μεταθεῖν αὐτὸν καὶ ἀνευρίσκειν κατὰ τὸ ἴχνος, ἔστε ἁλῶναι ἀπα‐77

2

.

5

γορεύσαντα ὑπὸ καμάτου. ὅτι δὲ οὐδὲν οὔτε ἀρκύων δεῖ τῷ κύνας ἀγαθὰς κεκτημένῳ οὔτε τοῦ μαστεύειν διαφυ‐ γόντα, οὐδαμοῦ τοῦτο ἐδήλωσεν, ἀλλὰ τὴν θήραν ταύ‐ την μόνην ἐξηγεῖται, ἣν Κᾶρες τε καὶ Κρῆτες 〈θηρῶσιν〉.

3

.

1

θηρῶσιν δὲ [καὶ] Κελτοὶ ἀφαιροῦντες ἄρκυς, ὅσοι οὐκ ἀπὸ κυνηγεσίων βιοτεύουσιν ἀλλ’ αὐτοῦ τοῦ ἐν θήρᾳ κα‐ λοῦ ἕνεκα· ἔστιν γὰρ καὶ ταύτῃ κυνῶν γένος ἰχνεῦσαι μὲν οὐ μεῖον σοφὸν ἢ τὸ Καρικὸν καὶ Κρητικόν, τὴν δὲ ἰδέαν

3

.

2

ἀνιαρὸν καὶ θηριῶδες. καὶ αὗται ἰχνεύουσιν ξὺν κλαγγῇ καὶ ὑλαγμῷ, ὁπόσα αἱ Καρικαὶ ἐπικλάζουσαι. ἀλλ’ αὗταί γε ἔτι μᾶλλον ἔκφρονες γίγνονται, ἐπειδὰν αἴσθωνται

3

.

3

ἴχνους· καὶ ἔστιν ὅτε καὶ ἐπὶ ἑώλοις ὑπερλαμπρύνονται. ὥστε ἐμεμψάμην ἔγωγε αὐτῶν τὸ πολὺ τῆς κλαγγῆς καὶ τὸ ὅμοιον ἐπὶ παντὶ ἴχνει καὶ τῷ δρομαίῳ οὐ μεῖον ἢ τῷ

3

.

4

εὐναίῳ. μεταθεῖν δὲ καὶ ἀνευρίσκειν τὸν ὑποκινήσαντα οὔτε τῶν Καρικῶν φαυλότεραί εἰσιν οὔτε τῶν Κρητικῶν, ὅτι μὴ κατὰ τὴν ὠκύτητα. ἀγαπητὸν γοῦν εἰ καὶ ἕνα λα‐ γὼν χειμῶνος ὥρᾳ κατακαίνοιεν· τοσαύτην διατριβὴν ἐς
5τὸ ἀναπαύεσθαι αὐτῷ παρέχουσιν, εἰ μή τι ἄρα ὑπὸ θο‐ ρύβου τῶν κυνῶν ἁλοίη ἔκφρων γενόμενος. καλοῦνται δὲ Σεγούσιαι αἵδε αἱ κύνες, ἀπὸ ἔθνους Κελτικοῦ τὴν ἐπωνυμίαν ἔχουσαι, οὗ πρῶτον, ὥς γέ μοι δοκεῖ, ἔφυσάν
τε καὶ εὐδοκίμησαν.78

3

.

5

ἀλλ’ ὑπὲρ μὲν τούτων, ὅσα ἄν τις τῷ λόγῳ ἐπεξέλθοι, λελεγμένα ἐρεῖ πρὸς Ξενοφῶντος τοῦ πάλαι· οὐδὲν γὰρ ἴδιον οὐδὲ διάφορον ἐν τῷ μαστεύειεν ἢ μεταθεῖν ἐπιδεικνύουσιν, πλήν γε δὴ εἴ τις ἐθέλοι περὶ τῆς ἰδέας
5αὐτῶν λέγειν, ὡς ἔμοιγε οὐ δοκεῖ ἄξιον ὅτι μὴ αὐτὸ τοῦτο εἰπεῖν μόνον, ὥς εἰσιν δασεῖαι καὶ πονηραὶ ἰδεῖν, καὶ ὅσαι γενναιόταται αὐτῶν, αὗται αἱ πονηρόταται, ὥστε εὐδοκιμεῖ ἐν Κελτοῖς ὁ ἀπεικάσας αὐτὰς τοῖς ἀνὰ τὰς ὁδοὺς πτωχεύουσιν. καὶ γὰρ φωνὴ αὐταῖς γοερά τε
10καὶ ἐλεεινή ἐστιν, καὶ οὐχ ὡς θυμούμεναι ἄρα πρὸς τὸ θηρίον ἐπικλάζουσιν ἐν τῇ ἰχνείᾳ, ἀλλὰ ὡς οἰκτιζόμεναι

3

.

6

καὶ λιπαροῦσαι. περὶ μὲν δὴ τούτων οὐκ ἄν τις ἀνα‐ γράψαι μοι δοκεῖ ὅ τι καὶ λόγου ἄξιον. αἱ δὲ ποδώκεις κύνες αἱ Κελτικαὶ καλοῦνται μὲν οὐέρτραγοι φωνῇ τῇ Κελτῶν, οὐκ ἀπὸ ἔθνους οὐδενός,
5καθάπερ αἱ Κρητικαὶ ἢ Καρικαὶ ἢ Λάκαιναι, ἀλλὰ ὡς τῶν Κρητικῶν αἱ διάπονοι ἀπὸ τοῦ φιλοπονεῖν καὶ 〈αἱ〉 ἰταμαὶ ἀπὸ τοῦ ὀξέος καὶ αἱ μικταὶ ἀπ’ ἀμφοῖν, οὕτω δὲ

3

.

7

καὶ αὗται ἀπὸ τῆς ὠκύτητος. τὴν δὲ ἰδέαν καλόν τι χρῆμά εἰσιν κατά τε τοὺς ὀφθαλμοὺς αἱ γενναιόταται αὐτῶν καὶ κατὰ τὸ σῶμα ἅπαν καὶ τὴν τρίχα καὶ τὴν χρόαν· οὕτω ταῖς τε ποικίλαις ἐπανθεῖ τὸ ποικίλον, καὶ
5ὅσαις ἁπλῆ ἡ χρόα ἐστίν, ἀποστίλβει καὶ αὕτη, καὶ
ἔστιν ἥδιστον θέαμα ἀνδρὶ θηρευτικῷ.79

4

.

1

λέξω δὲ καὶ αὐτός, ἀφ’ οἵων τινῶν χρὴ τεκμαίρεσθαι τὰς ὠκείας τε καὶ γενναίας, καὶ τίσιν αὖ προσέχων τις τὸν νοῦν τὰς ἀγεννεῖς τε καὶ βραδείας ἀποκρίνοι αὐτῶν.

4

.

2

πρῶτα μὲν δὴ μακραὶ ἔστωσαν ἀπὸ κεφαλῆς ἐπ’ οὐ‐ ράν· ἓν γὰρ οὐδὲν οὕτω τεκμήριον ἐς ὠκύτητά τε καὶ γενναιότητα εὕροις ἂν ἐπιλεγόμενος ταὐτὸν ἐπὶ πάσῃ ἰδέᾳ κυνός, ὡς τὸ μῆκος, καὶ τοὐναντίον τὴν βραχύτητα
5ἐς τὸ βραδὺ καὶ ἀγεννές. ὥστε ἤδη ἔγωγε εἶδον πολλὰ ἄλλα κακὰ ἐχούσας κύνας, ὅτι δὲ μακραὶ ἐτύγχανον,

4

.

3

ὠκεῖαι ἦσαν καὶ θυμοειδεῖς. καὶ μὴν καὶ αἱ μείζονες εἰ τὰ ἄλλα ὅμοιαι τύχοιεν, κατ’ αὐτὸ τὸ μέγεθος εὐφυέ‐ στεραι τῶν σμικρῶν. φαῦλαι δὲ τῶν μεγάλων, ὅσαι τὰ μέλη ἀπαγεῖς καὶ ἀξύμμετροι· ὥστε φαυλότεραι ἂν εἶεν
5οὕτω γε ἔχουσαι τῶν σμικρῶν, εἰ τὰ ἄλλα κακὰ ἴσα

4

.

4

προσείη αὐταῖς. ἐχέτωσαν δὲ τὰς κεφαλὰς ἐλαφρὰς καὶ ἀρθρώδεις· εἰ δὲ γρυπαὶ ἢ σιμαὶ εἶεν, οὐ παρὰ μέγα διοίσει τοῦτο· οὐδ’ εἰ τὰ ὑπὸ τοῖς μετώποις ἰνώδη ἔχοιεν, οὐδὲ τοῦτο ἐν μεγάλῳ ποιητέον, ἀλλ’ αἱ βαρυ‐
5κέφαλοι μόναι πονηραί, καὶ ὅσαις παχέα τὰ ῥύγχη καὶ

4

.

5

μὴ ἐς ὀξὺ ἀλλὰ ἀθρόως ἀπολήγοντα. [καὶ αὗται οὖν εὐκέφαλοι.] τὰ δὲ ὄμματα ἔστω μεγάλα μετέωρα καθαρὰ λαμπρά, ἐκπλήττοντα τὸν θεώμενον. καὶ κράτιστα μὲν τὰ πυρωπὰ καὶ ὑπεραστράπτοντα, οἷα πορδάλεων ἢ λεόν‐
5των ἢ λυγκῶν· δεύτερα ἐπὶ τούτοις τὰ μέλανα, εἰ τύχοι ἀναπεπταμένα τε καὶ γοργὰ ἰδεῖν· τρίτα δὲ τὰ χαροπά· οὐδὲ γὰρ οὐδὲ τὰ χαροπὰ φαῦλά ἐστιν, οὐδὲ φαύλων κυνῶν ξύμβολα, εἰ καὶ ταῦτα τύχοι καθαρὰ καὶ γοργὰ80

5

.

1

ἰδεῖν. ἐπεί τοι ἀνέθρεψα ἐγὼ κύνα χαροπὴν οἵαν χαρο‐ πωτάτην, καὶ αὕτη ὠκεῖά τε ἦν καὶ φιλόπονος καὶ εὔψυ‐ χος καὶ εὔπους, ὥστε καὶ τέτταρσιν ἤδη ποτὲ λαγωοῖς

5

.

2

ἐφ’ ἡλικίας ἀντήρκεσεν. καὶ τὰ ἄλλα δὲ πραοτάτη τέ ἐστιν (ἔτι γάρ μοι ἦν, ὁπότε ταῦτα ἔγραφον) καὶ φιλαν‐ θρωποτάτη, καὶ οὔπω πρόσθεν ἄλλη κύων ὡς αὐτὴ οὔτε ἐμὲ ἐπόθησεν οὔτε τὸν ἑταῖρον τὸν ἐμὸν καὶ σύνθηρον
5τὸν Μέγιλλον. ἐπειδὴ γὰρ τοῦ δρόμου ἀπεπαύσατο, οὐκ ἔτι

5

.

3

ἡμῶν ἢ θατέρου γε ἀπαλλάττεται. ἀλλὰ εἰ μὲν ἐγὼ ἔνδον εἴην, ἅμα ἐμοὶ διατρίβει, καὶ προϊόντα ποι παραπέμπει, καὶ ἐπὶ γυμνάσιον ἰόντι ἐφομαρτεῖ, καὶ γυμναζομένῳ παρακάθηται, καὶ ἐπανιόντος πρόεισιν, θαμινὰ ἐπιστρε‐
5φομένη, ὡς καταμανθάνειν μή πη ἄρα ἐξετράπην τῆς ὁδοῦ· ἰδοῦσα δὲ καὶ ἐπιμειδιάσασα αὖθις αὖ πρόεισιν.

5

.

4

εἰ δὲ ἐπί τι ἔργον πολιτικὸν ἴοιμι, ἣ δὲ τῷ ἑταίρῳ τῷ ἐμῷ ξύνεστιν, καὶ πρὸς ἐκεῖνον τὰ αὐτὰ ταῦτα δρᾷ. ὁπότερος δὲ ἡμῶν κάμνοι τὸ σῶμα, ἐκείνου αὖ οὐκ ἀπαλ‐ λάσσεται. εἰ δὲ καὶ δι’ ὀλίγου χρόνου ἴδοι, ἐπιπηδᾷ ἀτρέ‐
5μα, ὥσπερ ἀσπαζομένη, καὶ τῷ ἀσπασμῷ ἐπιφθέγγεται, οἷα φιλοφρονουμένη. καὶ δειπνοῦντι ξυνοῦσα ἐφάπτεται ἄλλοτε ἄλλῳ τοῖν ποδοῖν, ὑπομιμνήσκουσα ὅτι καὶ αὐτῇ ἄρα μεταδοτέον εἴη τῶν σιτίων. καὶ μὴν πολύφθογγός ἐστιν, ὡς οὔπω ἐγὼ ἰδεῖν μοι δοκῶ ἄλλην κύνα· καὶ

5

.

5

ὅσων δεῖται τῇ φωνῇ σημαίνει. καὶ ὅτι σκυλακευομένη
μάστιγι ἐκολάζετο, εἴ τις εἰς τοῦτο ἔτι μάστιγα ὀνομάσειεν, πρόσεισιν τῷ ὀνομάσαντι, καὶ ὑποπτήξασα λιπαρεῖ, καὶ τὸ στόμα ἐφαρμόζει τῷ στόματι ὡς φιλοῦσα, καὶ ἐπιπηδή‐81
5σασα ἐκκρέμαται τοῦ αὐχένος, καὶ οὐ πρόσθεν ἀνίησιν

5

.

6

πρὶν τῆς ἀπειλῆς ἀποπαῦσαι τὸν θυμούμενον. ὥστε οὐκ ἂν ὀκνῆσαί μοι δοκῶ καὶ τὸ ὄνομα ἀναγράψαι τῆς κυνός, ὡς καὶ ἐς ὕστερον ἀπολελεῖφθαι αὐτῆς, ὅτι ἦν ἄρα Ξενο‐ φῶντι τῷ Ἀθηναίῳ κύων, Ὁρμὴ ὄνομα, ὠκυτάτη τε καὶ
5σοφωτάτη καὶ ἱερωτάτη.

5

.

7

ὦτα δὲ μεγάλα ἔστω ταῖς κυσὶν καὶ μαλθακά, ὥστε ὑπὸ μεγέθους καὶ μαλακότητος ἐπικεκλασμένα φαίνοιτο· οὕτως ἂν εἴη κράτιστα. οὐ μέντοι ἀλλὰ καὶ εἰ ὀρθὰ εἴη,

5

.

8

οὐ πονηρόν, εἰ μὴ σμικρά τε εἴη καὶ σκληρά. τράχηλος δὲ μακρός τε ἔστω καὶ περιφερὴς καὶ ὑγρός· ὥστε εἰ ἀντιτείνοις ἀπὸ τῶν δεραίων τὰς κύνας ἐς τοὐπίσω, ἐπι‐ κλᾶσθαι δοκεῖν τὸν τράχηλον δι’ ὑγρότητα καὶ μαλα‐

5

.

9

κότητα. στήθη δὲ πλατέα ἀμείνω τῶν στενῶν, καὶ τὰς ὠμοπλάτας διεστώσας ἐχέτωσαν καὶ μὴ ξυμπεπηγυίας ἀλλ’ ὡς οἷόν τε λελυμένας ἀπ’ ἀλλήλων. σκέλη στρογ‐ γύλα ὀρθὰ εὐπαγῆ, πλευρὰς γενναίας, ὀσφὺν πλατεῖαν
5ἰσχυράν, μὴ σαρκώδη ἀλλὰ νεύροις πεπηγυῖαν. λαγόνας ἀνειμένας, ἰσχία μὴ συνδεδεμένα, κενεῶνας λαγαρούς. οὐρὰς λεπτὰς μακράς, δασείας τὴν τρίχα, ὑγρὰς εὐκαμ‐
πεῖς, τὸ ἄκρον τῆς οὐρᾶς δασύτερον. ὑποκώλια μακρὰ82

5

.

10

εὐπαγῆ. σκέλη δὲ εἰ μὲν τὰ ὀπίσθια ἔχοι μείζω τῶν ἔμ‐ προσθεν, τὰ ὄρθια ἂν μεταθέοι ἄμεινον· εἰ δὲ τὰ ἔμ‐

5

.

11

προσθεν τῶν ὀπισθίων, τὰ κατάντη· εἰ δ’ ἴσα εἴη ἄμφω, τὰ πεδία. ἐπεὶ δὲ χαλεπώτερον ἐν ὀρθίῳ μὴ ἡττηθῆναι λαγώ, ὅτι καὶ ὁ λαγὼς τὰ ὄρθια θεῖ ἄμεινον, ἐκεῖναι δοκοῦσιν γενναιότεραι αἱ κύνες, ὅσαι τὰ ὄπισθεν μείζονα
5ἔχουσιν τῶν ἔμπροσθεν· πόδες δὲ οἱ περιφερεῖς καὶ

6

.

1

στερροὶ κράτιστοι. τὰ δὲ χρώματα οὐδὲν διοίσει ὁποῖα ἂν ἔχωσιν, οὐδ’ εἰ παντελῶς εἶεν μέλαιναι ἢ πυρραὶ ἢ λευκαί· καὶ οὐδὲ τὸ ἁπλοῦν χρὴ ὑποπτεύειν τῆς χρόας ὡς θηριῶδες· ἀλλὰ τὰ ὄντα ἔστω στιλπνὰ καὶ καθαρά,
5καὶ ἡ θρίξ, εἴτε οὖν τοῦ δασέος γένους εἴτε τοῦ ψιλοῦ τύχοιεν αἱ κύνες, λεπτὴ ἔστω καὶ πυκνὴ καὶ μαλθακή.

6

.

2

κράτιστοι δὲ ἄρρενες μέν, ὅσοι μεγάλοι τε καὶ εὐπαγεῖς ὄντες ὑπὸ ὑγρότητος θηλείαις ἐοίκασιν· θήλειαι δέ, ὅσαι

6

.

3

διὰ τὸ γενναῖον καὶ μυῶδες τοῦ σώματος ἄρρεσιν. τοῦ μὲν δὴ σώματος ταῦτά τις ἂν δοκεῖ μοι ἐπισκοπῶν ἀπο‐ χρῶντα τεκμήρια ποιεῖσθαι εἰς γενναιότητα, καὶ τὰ ἐναν‐ τία τοῦ ἐναντίου.

7

.

1

οὐ μείονα δὲ καὶ ἡ γνώμη τῶν κυνῶν ἐς ἑκάτερα τεκ‐ μηριοῦσθαι παρέξει τῷ ὡς χρὴ ὁρῶντι. αὐτίκα ὅσαι σκυ‐ θρωπαὶ κύνες πρὸς ἅπαντας, οὐ γενναῖαι· εἰ δὲ ἔστιν ἃς εὕροις [ἂν] πρὸς μὲν τοὺς ἀγνῶτας χαλεπάς, τῷ δὲ
5ἀνατρέφοντι προσφιλεῖς, [καὶ τοῦτο] ἀγαθὸν μᾶλλον ἢ

7

.

2

κακόν. ἤδη δὲ ἔγνων κύνα, ἥτις οἴκοι μὲν κατηφὴς ἦν καὶ οὐδενὶ τῶν πλησιαζόντων ἔχαιρεν, ἐπὶ θήραν δὲ
ἐξαγομένη ὑπερευφραίνετο καὶ παντὶ τῷ προσελθόντι προσμειδιῶσα καὶ προσσαίνουσα διεδήλου ὅτι ἀνιᾶται83

7

.

3

οἴκοι μένουσα· καὶ τοῦτο ἀγαθόν. κράτισται δὲ αἱ φι‐ λανθρωπόταται καὶ ὅσαις οὐκ ἔστιν ξένον ὄψις ἀνθρώ‐ που οὐδενός. ὅσαι δὲ ἀνθρώπους δεδίασιν καὶ ὑπὸ ψόφου ἐκπλήττονται καὶ θορυβώδεις εἰσὶν καὶ ἐπὶ πολλὰ καὶ
5εἰκῇ κινοῦνται—καὶ ταῦτα ἀλογίστων ἐστὶν καὶ οὐκ ἐμφρόνων—, καθάπερ ἄνθρωποι εἰ δειλοὶ καὶ ἔκφρο‐ νες, οὕτω δὲ καὶ αἱ κύνες αἱ τοιαῦται οὔποτε ἂν εἶεν

7

.

4

γενναῖαι. κακαὶ δὲ καὶ ὅσαι λυθεῖσαι τοῦ δεσμοῦ ἐν χω‐ ρίῳ οὐκ ἐπανίασιν ἐπὶ τὸν ἄγοντα καλούμεναι, ἀλλ’ ἀποσκιρτῶσιν, καὶ ἢν μὲν πράως μετακαλῇς, καταφρο‐ νοῦσιν, ἢν δὲ ξὺν ἀπειλῇ, δειμαίνουσαι οὐ προσίασιν.

7

.

5

ἀλλὰ χρὴ ἀποσκιρτήσασαν τὴν κύνα καὶ περιδραμοῦσαν ἐπανιέναι ἐπὶ τὸν κυναγωγόν, εἰ καὶ μὴ καλοίη αὐτός, σημαίνουσαν ὅτι οἵα τε ὑπακούειν, εἰ ἤδη ἐθέλοι· ἔτι δὲ εἰ μὴ λαμβάνοιτο, πάλιν αὖ ἀποσκιρτάτω, καὶ πάλιν

7

.

6

ἐπανίτω. πεπαιδευμέναι δέ, ὅσαι φθεγξαμένου τοῦ κυ‐ ναγωγοῦ ὑποκατακλίνονται, μὴ ὑπὸ δέους, ἀλλὰ φιλο‐ φρονούμεναι τὸν τροφέα καὶ τιμῶσαι, καθάπερ οἱ προσ‐ κυνοῦντες μέγαν βασιλέα. οὐδὲ τὸ ἵστασθαι δὲ ἐν πεδίῳ
5λυθεῖσαν κύνα ἀγαθόν, εἰ μὴ πρεσβυτέρα τύχοι· ὄκνον

7

.

7

γὰρ σημαίνει. ταῖς δὲ γενναιοτάταις καὶ ἐπισκύνιον πρόσ‐ εστιν, καὶ σοβαραὶ φαίνονται, καὶ τὸ βάδισμα κοῦφον καὶ πυκνὸν καὶ ἁβρόν· καὶ μεταβάλλουσι τὰς πλευράς, καὶ τὸν τράχηλον ἀνατείνουσιν, καθάπερ οἱ ἵπποι ἐπει‐
5δὰν λαμπρύνωσιν.

8

.

1

ἐσθίουσιν δὲ αἳ μὲν λάβρως αἳ δὲ κοσμίως, καὶ τὸ

8

.

2

κόσμιον γενναιότερον τοῦ ἀκόσμου. ἀγαθαὶ δὲ ὅσαι μὴ
κακόσιτοι, ἀλλ’ ἄρτῳ ἢ μάζῃ χαίρουσιν· κράτιστον γὰρ κυνὶ τοῦτο σιτίον, καὶ οὐ δέος μὴ ὑπερεμπλησθείη ἀπ’ αὐτοῦ. ἄμεινον δὲ εἰ καὶ ξηρᾷ τῇ τροφῇ χαίροιεν. εἰ δὲ84
5καὶ ὕδατι καταβρέχοις καὶ τούτῳ χαίροιεν, οὐ κακόν.

8

.

3

καμούσῃ δὲ ἐμβάλλειν ἢ ὕδωρ ἀπὸ κρέως λιπαροῦ, ἢ βοὸς ἧπαρ ἐν σποδιᾷ θερμῇ φρύξαντα ἔπειτα τρίψαντα

8

.

4

καθάπερ ἄλφιτα ἐπιπάττειν. καὶ ταῖς γε σκυλακευομέ‐ ναις ἀγαθὸν τοῦτο ἐς τὸ πῆξαι τὰ μέλη, ἐπειδὰν ἀπο‐ παύσωνται τοῦ γάλακτος. τὸ γάλα δὲ σκυλακεῦσαι κρά‐ τιστον ἐς ἔνατον μῆνα καὶ πορρωτέρω, καὶ καμούσῃ δὲ
5καὶ μαλακιζομένῃ ἀγαθὸν καὶ πῶμα καὶ σιτίον. 〈ἀγαθὸν〉 δὲ καὶ ἡ ἀσιτία καμνούσῃ.

9

.

1

οὐδὲν δὲ οἷον εὐνὴ μαλθακὴ καὶ ἀλλεεινή. κρατίστη δὲ ἡ μετ’ ἀνθρώπου, ὅτι καὶ φιλάνθρωποι ἀποτελοῦν‐ ται, καὶ τῷ χρωτὶ τῷ ἀνθρωπίνῳ χαίρουσιν, καὶ φιλοῦ‐ σιν οὐ μεῖον τὸν συγκαθεύδοντα ἢ τὸν τρέφοντα. κἂν
5τῶν λυπούντων τὴν κύνα τις αἰσθάνοιτο, ὡς διψώσῃ τε ἐν νυκτὶ ἐπικουρῆσαι καὶ ἐπειγομένῃ ὑπό του τῶν ἀναγ‐ καίων· γνοίη δ’ ἂν καὶ ὅπως ἀνεπαύσατο. εἰ γὰρ ἀγρυ‐ πνήσειεν, ἐξάγειν ἐπὶ θήραν οὐκ ἀσφαλές, οὐδ’ εἰ ἐπι‐ στάξειεν θαμινὰ ἐν τῷ ὕπνῳ, οὐδ’ εἴ τι ἀπεμέσειεν τῶν

9

.

2

σιτίων· ταῦτα δὲ γνοίη ἂν ὁ συναναπαυόμενος. κακίστη δὲ κοίτη κυνῶν μετὰ κυνῶν, πολὺ πλέον, εἰ καὶ ἐπι‐ ψαύουσαι ἀλλήλων ἀναπαύοιντο· ὡς ἄνθρωπος μὲν συγ‐
καθεύδων κυνὶ ἀφαιρεῖ τοῦ χρωτὸς τὸ ἀνιαρόν, κύνες85
5δὲ ἐν τῷ αὐτῷ ἀναπαυόμεναι ὅ τι περ πονηρὸν τοῦ χρωτὸς τῷ πλησιάζειν τε καὶ ἐκθερμαίνειν ἐπαύξουσιν· ὥστε ψώρας ἐμπίμπλασθαι τὸ πολύ, ὁπότε ἐν ταὐτῷ

9

.

3

ἀναπαύοιντο. δηλοῖ δὲ τὸ αἴτιον καὶ ἡ ὀδμή, ἐπειδὰν εἰσέλθῃς οὗ κύνες πολλαὶ ἀναπαύονται· οὕτως χαλεπή τέ ἐστιν καὶ δριμεῖα.

10

.

1

μέγα δὲ ὄφελος κυνὶ καὶ τρῖψις τοῦ σώματος παντός, οὐ μεῖον ἢ ἵππῳ· τά τε γὰρ μέλη πῆξαι καὶ ῥῶσαι ἀγαθή, καὶ τὴν τρίχα μαλθακὴν ἐργάζεται καὶ τὴν χρόαν στιλ‐ πνήν, καὶ τοῦ χρωτὸς ἀποκαθαίρει ὅ τι περ πονηρόν.

10

.

2

τρίβειν δὲ τὰ μὲν νῶτα καὶ τὴν ὀσφὺν τῇ δεξιᾷ, ὑπο‐ θέντα τὴν ἀριστερὰν τῇ λαγόνι, ὡς μὴ ἐπιθλιβομένην

10

.

3

ἄνωθεν τὴν κύνα ὀκλάζουσαν κακοπαθεῖν· τὰς δὲ πλευ‐ ρὰς ἑκατέρᾳ τῇ χειρί, καὶ τοὺς γλουτοὺς μέχρις ἄκρων

10

.

4

ποδῶν, καὶ 〈τὰσ〉 ὠμοπλάτας ὡσαύτως. ἐπειδὰν δ’ ἱκα‐ νῶς φαίνωνται ἔχειν, ἐπαίρειν τῆς οὐρᾶς λαβόμενον καὶ ἀνατείναντα ἀφιέναι· ἣ δὲ διασείσεταί τε ἀφεθεῖσα καὶ δήλη ἔσται ὅτι ἠγάπησεν τὸ πραχθέν.

11

.

1

δεδέσθαι δὲ κύνα γενναίαν δι’ ἡμέρας, ὥσπερ τι ἄλλο, ἀγαθόν· εἰ δὲ μή, ἀναγώγους ἀποτελεῖσθαι ἀνάγκη, καὶ εἴ ποτε ἄρα δεσμοῦ δεηθεῖεν, ἀσχάλλουσιν καὶ κλαυθμυ‐ ρίζονται καὶ ἀπεσθίουσιν τοὺς ἱμάντας, ὥστε σιδήρου
5δεῖν ἐπ’ αὐταῖς, καθάπερ ἐπὶ ἀνθρώποις τοῖς κακούρ‐

11

.

2

γοις. καὶ ἐσθίειν δὲ ἀνάγκη λελυμένην κύνα πᾶν τὸ ἐμπεσόν, καὶ τὸ ἀκμαῖον τοῦ δρόμου ἀφαιρεῖται αὐτῶν ὁ δι’ ἡμέρας περίπατος. ἀλλὰ χρὴ τεταγμένα μὲν περι‐ πατεῖν, τὸ πολὺ δὲ ἀμπαύεσθαι.

12

.

1

προάγειν δὲ τὰς κύνας τοὐλάχιστον τετράκις ἐπὶ τῇ
ἡμέρᾳ ἐς ὁμαλὸν χωρίον καὶ καθαρόν. ἐνταῦθα ἀφιέναι τοῦ δεσμοῦ, τῶν τε ἀναγκαίων ἕνεκα καὶ ἐς τὸ ἀποσκιρ‐86

12

.

2

τᾶν καὶ διαθεῖν· εἰ δὲ ἀργοῦσαι ἀπὸ θήρας τύχοιεν, καὶ πλεονάκις ταὐτὸ τοῦτο δρᾶν καὶ δύο ἐπιλύειν ἐν τῷ αὐτῷ, ὥστε ἁμιλλωμένας καὶ παιζούσας ὁμοῦ μὲν εὐφραίνε‐

12

.

3

σθαι ὁμοῦ δὲ γυμνάζεσθαι. πολλὰς δὲ μὴ λύειν ἐν ταὐτῷ· ἐμπίπτουσαι γὰρ ἀλλήλαις ἔστιν ὅτε μεγάλα κακὰ

12

.

4

ἐργάζονται. ἀλλὰ μηδὲ σκληρὰν κύνα καὶ πεπηγυῖαν ἅμα τῇ σκυλακευομένῃ λυέτω· βαρεῖα γὰρ αὕτη καὶ ἀνιαρὰ συμφέρεσθαι, καὶ διώκουσά τε αἱρεῖ καὶ ἀποφεύγουσα ἀπολείπει εὐμαρῶς, ὥστε ἀθυμεῖν ἀνάγκη τὸ σκυλάκιον

12

.

5

ἐν ἑκατέρῳ μεῖον φερόμενον. ἀλλὰ μηδὲ ὅσαι διεχθρεύ‐ ουσιν ἀλλήλαις, μηδὲ ταύτας λύειν ὁμοῦ, ὡς μὴ λυμαί‐ νοιντο ἀλλήλας· εἰσὶν γάρ τοι κύνες ἐχθραὶ ἀλλήλαις καὶ ἄλλαι ἄφιλοι, καθάπερ ἄνθρωποι, καὶ μάλιστα δὴ
5οἵ τε ἄρρενες τοῖς ἄρρεσιν καὶ αἱ θήλειαι ταῖς θηλείαις, τὸ πολὺ ὑπὸ φθόνου. καὶ οὐδὲ τούτων ἀμελῶς χρὴ ἔχειν.

13

.

1

καὶ δὴ χειμῶνος μὲν ὥρᾳ ἅπαξ σιτεῖσθαι τὰς κύνας ὀλίγον πρὸ τῆς ἑσπέρας· ἥ τε γὰρ ἡμέρα βραχεῖα, καὶ χρὴ γεγυμνάσθαι αὐτάς, ὥστε, εἰ δέοι πόρρω τῆς ἡμέρας

13

.

2

διαπονεῖσθαι ἐν θήρᾳ, τοῦ λιμοῦ ἀνέχεσθαι. θέρους δὲ ἀγαθὸν καὶ ὄρθρου ὀλίγον δοῦναι ἐμφαγεῖν, ὡς μὴ ἀποκναίεσθαι ὑπὸ μήκους· καὶ γὰρ εἰ διψήσειαν, ἀλυ‐ πότερον ἂν πίνοιεν ἐμφαγοῦσαι. εἰ δὲ καὶ στέαρ ταρι‐

13

.

3

χευόμενον καθείης τῆς κυνός, ἀγαθὸν καὶ τοῦτο. εἰ δὲ μέγα τὸ καῦμα ἐπιφλέγοι, ᾠὸν ἐμβαλόντα εἰς τὴν χεῖρα καὶ ἀνατείνοντα τῆς κυνὸς τὸ στόμα καθιέναι, ὡς ἀθρόον καταπιεῖν. καὶ τοῦτο σιτίον τε ἱκανὸν ἔσται αὐτῇ, καὶ
5ἀναψύξει τὸ ἄσθμα, καὶ ἀναπαύσει τὸ δῖψος.87

14

.

1

ἐξάγειν δὲ ἐπὶ θήραν ἦρος μὲν καὶ φθινοπώρου θα‐

14

.

2

μινά· ἀσφαλέσταται γὰρ αἱ ὧραι αὗται ταῖς κυσί. θέρους δὲ ὀλιγάκις καὶ τὸ πολὺ διαλείποντα, εἰ πνῖγος εἴη· οὐ γὰρ ἀνέχονται καύματος αἱ κύνες, ἀλλὰ πολλαὶ ἤδη διώ‐

14

.

3

ξασαι ἀνὰ κράτος ἀπεπνίγησαν ὑπὸ τοῦ ἄσθματος. τού‐ του δὴ ἕνεκα φέρειν χρὴ ᾠὰ τὸν κυνηγέτην, ὥστε, εἰ ὑπερασθμαίνοι ἡ κύων, καθιέναι ἀθρόα· οὐ γάρ ἐστιν ὅ τι μᾶλλον ἀναψύχει τε αὐταῖς τὸ καῦμα καὶ τὸ ἄσθμα

14

.

4

ἀμπαύει. εἰ δὲ πίοι ἀθρόον ὑπερασθμαίνουσα, καὶ τοῦτο οὐκ ἀσφαλές. τούτων δὴ ἕνεκα χρὴ φυλάττεσθαι ἐν καύ‐

14

.

5

ματι ἐξάγειν. καὶ χειμῶνος δὲ μὴ ἐξάγειν, εἰ τὸ κρύος τύχοι χαλεπόν, καὶ πολὺ δὴ μάλιστα, εἰ πεπηγυῖα ἡ γῆ τύχοι· ἀποκαίονται γὰρ ἐν τῷ κρυστάλλῳ αἱ κύνες, καὶ τοὺς ὄνυχας ἔστιν αἳ ἀπολλύουσιν, καὶ τὰ νέρθεν τῶν

14

.

6

ποδῶν αὐταῖς ῥήγνυνται. εἰ δὲ εὐψυχότεραι εἶεν, καὶ θραύοιεν ἂν περὶ τῷ κρυστάλλῳ τὰ ὀστᾶ τῶν ποδῶν ἀφειδῶς θέουσαι. ὁ δὲ λαγὼς κοῦφός τέ ἐστιν καὶ δα‐ σεῖς ἔχει τοὺς πόδας καὶ μαλθακούς, ὥστε ἀλύπως θεῖν
5ἐν τῷ πάγῳ.

15

.

1

χρὴ δὲ ὅστις κύνας ἀγαθὰς ἔχει μήτε ἐγγύθεν ἐπι‐ λύειν τῷ λαγωῷ μήτε πλείους δυοῖν· καὶ γὰρ εἰ πάνυ ὠκὺς τύχοι καὶ πολλὰς πολλάκις κύνας διαπεφευγώς, ἀλλά γε ἐξ εὐνῆς ἀνιστάμενον καὶ ξὺν βοῇ τῶν κυνῶν
5ἐπικειμένων ἐκπλαγῆναι ἀνάγκη καὶ πατάσσειν αὐτῷ τὴν καρδίαν. καὶ ἐν τούτῳ πολλάκις γενναῖοι λαγωοὶ ἀκλεῶς ἀπώλοντο, μηδὲν μήτε δράσαντες μήτε ἐπιδειξάμενοι88

15

.

2

μνήμης ἄξιον. ἐᾶν δὴ ὑπεκφυγεῖν ἀπὸ τῆς εὐνῆς καὶ ἀναθαρρῆσαι. ὃ δέ, εἰ τύχοι δρομικός, ἐπαρεῖ εὐθὺς τὰ ὦτα καὶ μεγάλα ἀπὸ τῆς εὐνῆς πηδήσεται· οἳ δὲ καὶ διαρ‐ ρίψαντες τὰ μέλη, καθάπερ οἱ σκιρτῶντες, τότε [ἂν]
5ἀπευθυνοῦσιν τὸν δρόμον. καὶ τότε ἄρα ἐστὶν τὸ θέαμα ἄξιον τῶν πόνων, ὅσους ἐπὶ ταῖς κυσὶν πονεῖν ἀνάγκη.

16

.

1

κράτιστοι δὲ τῶν λαγωῶν οἱ ἐν τοῖς περιφανέσιν καὶ ἀναπεπταμένοις τὰς εὐνὰς ἔχοντες· ὑπὸ θάρρους γὰρ οὐκ ἀποκρύπτουσιν σφᾶς, ἀλλὰ προκαλοῦνται, ἐμοὶ δο‐

16

.

2

κεῖν, τὰς κύνας. οἱ δὲ αὐτοὶ οὗτοι ἐπειδὰν διώκωνται, οὐκ ἐπὶ τὰς νάπας φεύγουσιν οὐδὲ ἐπὶ τὰ ἄλση, εἰ καὶ πάνυ πλησίον τύχοι ὄντα ὥστε εὐμαρῶς ἀφελέσθαι αὐ‐ τοὺς τοῦ κινδύνου, ἀλλὰ ἐς τὰ πεδία βιάζονται, ἐρίζον‐
5τες πρὸς τὰς κύνας. καὶ εἰ μὲν βραδεῖαι κύνες ἕποιντο αὐτοῖς, τοσοῦτον ὅσον διώκονται θέουσιν· εἰ δὲ ὠκεῖαι,

16

.

3

ὅση δύναμις. πολλάκις δὲ ἤδη ἐς τὰ πεδία ἐκτραπέντες, εἰ αἴσθοιντο ἐφομαρτοῦσαν κύνα ἀγαθὴν ὡς ἐπισκιάζε‐ σθαι ὑπ’ αὐτῆς, θαμινὰ ἐν τοῖς ἐξελιγμοῖς διαρρίψαντες αὐτὴν οἳ δὲ τρέπονται αὖ ἐπὶ τὰς νάπας, ἢ εἴ που κατά‐

16

.

4

δυσιν γιγνώσκοιεν. καὶ τοῦτο τεκμήριον ποιητέον ὅτι ἐκράτησεν ἡ κύων τοῦ λαγώ· οὐ γάρ τοι ἐπὶ τῷ ἁλῶναι τὸ θηρίον ἐξάγουσιν τὰς κύνας ἀλλὰ ἐς ἀγῶνα δρόμου καὶ ἅμιλλαν οἵ γε τῇ ἀληθείᾳ κυνηγετικοί. καὶ ἀγαπῶ‐

16

.

5

σιν εἰ ἐπιτύχοι ὁ λαγὼς τοῦ διασώσοντος, καὶ καταφυ‐ γόντα ἐς ἀκάνθας ἔστιν ὅτε ὀλίγας, οἳ δὲ καὶ ἰδόντες ἐπτηχότα καὶ ἀπαγορεύοντα, ἀνακαλοῦσιν τὰς κύνας,
μάλιστα δή, εἰ καλῶς διαγωνίσαιντο. ὥστε πολλάκις ἤδη89
5ἔγωγε ἐφ’ ἵππου ἐφομαρτῶν τῷ δρόμῳ καὶ ἁλόντι ἐπελ‐ θὼν ζῶντα ἀφειλόμην, καὶ ἀφελόμενος καὶ δήσας τὴν κύνα ἀφῆκα διαφυγεῖν τὸν λαγών. καὶ εἰ ὕστερος ἀφι‐ κόμην ἢ ὥστε διασῶσαι, ἔπαισα τὴν κεφαλήν, ὅτι ἀντ‐

16

.

6

αγωνιστὴν ἄρα ἀγαθὸν ἀπώλεσαν αἱ κύνες. καὶ τούτου μόνου ἕνεκα οὐ ξύμφημι τῷ ἐμαυτοῦ ὁμωνύμῳ, ἀλλὰ εὑρισκόμενον μὲν ὅστις ἴδοι τὸ θηρίον καὶ διωκόμενον καὶ μεταθεόμενον, ξυγχωρῶ διότι ἐπιλάθοιτο ἂν εἴ του
5ἐρῴη· ἁλισκόμενον δὲ ἰδεῖν οὔτε ἡδὺ τὸ θέαμα ἀπο‐ φαίνω οὔτε ἐκπληκτικὸν ἀλλ’ ἀνιαρὸν μᾶλλον, καὶ οὐκ

16

.

7

ἂν ἐπί γε τούτῳ ἐπιλαθέσθαι ἄν τινα εἴ του ἐρῴη. ἀλλ’ ἐκείνῳ γε τῷ Ξενοφῶντι, οὐκ ἐγνωκότι ὠκείας κύνας, σύγγνωστον εἰ καὶ ἁλισκόμενος λαγὼς μέγα θέαμα ἐφαί‐

16

.

8

νετο. ἐφομαρτοῦντα δὲ τῷ δρόμῳ ἐπικλάζειν εἰ καὶ μὴ παρακελευσαίμην, οἶδα ὅτι πολλὴ ἀνάγκη· ὥστε κἂν ἄναυδόν τινα ῥῆξαι φωνήν, οὐ μεῖον ἤ, ὡς λόγος, τὸν Κροίσου υἱέα.

17

.

1

καὶ τὴν κύνα δὲ ἀνακαλεῖν ἀγαθόν· χαίρουσιν γὰρ τὴν φωνὴν τοῦ δεσπότου γνωρίζουσαι, καὶ παραμυθίαν ἴσχουσιν τῶν πόνων τὸ γινώσκειν ὅτι θεατὴς αὐταῖς πάρεστιν καὶ ὅτι οὐ λανθάνουσιν ἀγωνιζόμεναι καλῶς.

17

.

2

καὶ δὴ τὸ ἐν πρώτῳ μὲν δρόμῳ, ὁσάκις φίλον, ἀνακαλεῖν οὐ κωλύω· ἐν δευτέρῳ δὲ ἢ τρίτῳ, ὁπότε εἰκὸς διαπεπο‐ νῆσθαι τὴν κύνα, κωλῦσαι ἄν μοι δοκῶ θαμινὰ ἀνακα‐ λεῖν αὐτὴν ὀνομαστί, μή ποτε ἄρα ὑπὸ μένους καὶ προ‐
5θυμίας, χαρίζεσθαι τῷ δεσπότῃ θέλουσα, ἔπειτα παρὰ δύναμιν ἐνταθεῖσα ῥήξειέν τι τῶν ἐντός, —πολλαὶ γὰρ ἤδη οὕτω γε κύνες καὶ αἱ γενναιόταται διεφθάρησαν—

17

.

3

ἀλλὰ τηνικαῦτα ἐφιέναι διαγωνίζεσθαι ὅπως ἐθέλουσιν· οὐ γάρ τοι οὐδ’ ἴσος ἁγὼν λαγωῷ καὶ κυνί· ἀλλ’ ὃ μὲν ὅποι βούλεται θεῖ, ἣ δὲ ἄλλῳ ἐφομαρτεῖ· καὶ ὃ μὲν ἐξε‐ λίξας τὸν δρόμον καὶ διαρρίψας τὴν κύνα ἵεται τοῦ90
5πρόσω, ἣ δέ, εἰ διαρριφθείη, πλάζεται, καὶ ἀνάγκη φθά‐ σαντα αὖ μεταθεῖν καὶ ἀναλαβεῖν ὅσον ἐξηνέχθη τοῦ

17

.

4

δρόμου. καὶ αἱ δυσχωρίαι πρὸς τοῦ λαγὼ μᾶλλόν τί εἰσιν ἢ τῆς κυνὸς ὅσα τε τραχέα καὶ οἱ φελλεῶνες καὶ τὰ σιμὰ καὶ τὰ ἀνώμαλα, ὅτι κοῦφός τέ ἐστιν καὶ οἱ πόδες αὐτῷ ὑπὸ δασύτητος οὐ ῥήγνυνται ἐν τοῖς τραχέ‐
5σιν. καὶ τὸ περὶ ψυχῆς δὲ θεῖν ἀφαιρεῖται τὴν αἴσθη‐ σιν τῶν δυσκόλων.

18

.

1

ἔχουσαν δὲ τὴν κύνα ἢ καὶ ἄλλως κρατήσασαν τῷ δρόμῳ καταπηδήσαντα ἀπὸ τοῦ ἵππου καταψᾶν χρὴ ἐπ‐ ευφημοῦντα, καὶ τὴν κεφαλὴν φιλεῖν, καὶ τὰ ὦτα ἀπο‐ τείνειν, καὶ ὀνομαστὶ ἐπιλέγειν “εὖγε ὦ Κιρρά, εὖγε ὦ
5Βόννα, καλῶς γε ὦ Ὁρμή,” καὶ ὅ τι περ ἄλλο ἑκάστῃ ὄνομα αὐτὸ τοῦτο ἀνακαλοῦντα· χαίρουσιν γὰρ ἐπαινού‐

18

.

2

μεναι, καθάπερ τῶν ἀνθρώπων οἱ γενναῖοι. ἣ δὲ εἰ μὴ τύχοι ἀπηγορευκυῖα, πρόσεισιν ἐπιμειδιῶσα καὶ φιλο‐ φρονουμένη. ἀγαθὸν δὲ ἐπὶ τούτῳ καὶ καλινδεῖσθαι τὴν κύνα, καθάπερ τοὺς ἵππους ὁρῶμεν· δῆλον γὰρ ὅτι μὴ
5ἀπηγόρευσεν ὑπὸ τοῦ δρόμου, καὶ ἅμα τὸν κάματον παύει αὐτῶν.

19

.

1

θηρῶσιν δὲ Κελτοί, ὅσοι μὲν πλουτοῦσιν αὐτῶν καὶ
τρυφῶσιν, ἕωθεν ἐκπέμποντες ἐς τὰ χωρία τὰ ὕποπτα τοὺς κατοπτεύσοντας ὅπου τυγχάνει ἀναπαυόμενος λα‐ γώς· καὶ ἔστιν ὁ ἀγγέλλων, εἰ τύχοι ὀφθείς, ἢ ὁπόσοι91

19

.

2

ἂν τύχωσιν. ἔπειτα ἀφικόμενοι μεθιᾶσιν τὰς κύνας, ἐξε‐

20

.

1

γείραντες τὸ θηρίον, αὐτοὶ δὲ ἐφ’ ἵππων ἕπονται. ὅσοις δὲ οὐκ εἰσὶν οἱ κατοπτεύσοντες, οἳ μὲν αὐτῶν πλείονας συνθήρους συνάγοντες ἐξίασιν ἐφ’ ἵππων, καὶ τὰ ὕποπτα ἐπερχόμενοι, ὅπου ἂν τύχῃ ἐξεγερθεὶς λαγώς, μεθιᾶσιν
5τὰς κύνας· ὅσοι δὲ ἔτι μᾶλλον αὐτουργοί εἰσιν κυνηγε‐ σίων, πεζοὶ ἐξίασιν, εἷς δέ τις αὐτοῖς ἐφ’ ἵππου ἐφο‐

20

.

2

μαρτεῖ, καὶ οὗτος διώκειν τέτακται ἅμα ταῖς κυσίν. ἐκ‐ περιίασιν δὲ ἐπὶ μετώπου ταχθέντες· ἔπειτα ἐπ’ εὐθείας προελθόντες ὅσον ξύμμετρον διανῦσαι, ἐπιστρέψαντες αὖ ἀνακάμπτουσιν παρὰ τὰ αὐτὰ διὰ τῶν αὐτῶν, μηδὲν εἰς

20

.

3

δύναμιν παραλείποντες τῶν ὑπόπτων· χρὴ δὲ εἰ πλείους κύνας ἐπάγοιντο, μὴ εἰκῇ τεταγμένους ἰέναι· εἰ γάρ τοι ἐξεγερθείη τῆς εὐνῆς λαγώς, οὐκ ἔστιν ὅστις 〈ἂν〉 ἀπό‐ σχοιτο μὴ οὐκ ἐφεῖναι τὴν ἑαυτοῦ κύνα, ὃ μὲν ἐπιθυμίᾳ
5τοῦ θέουσαν ἰδεῖν τὴν αὑτοῦ ἕκαστος, ὃ δέ τις ἐκπλαγεὶς πρὸς τὴν βοὴν καὶ ἔκφρων γενόμενος, ἁλίσκοιτό τε 〈ἂν〉 ἄνευ ἀγῶνος ὁ λαγὼς ὑπὸ θορύβου τῶν κυνῶν καὶ τοῦ

20

.

4

θεάματος ὅ τι περ ὄφελος ἀπολλύοιτο. ἀλλ’ ἄρχοντα χρὴ ἐπιτετάχθαι τῇ θήρᾳ, καὶ οὗτος συνδυαζέτω τὰς κύνας, καὶ ταττέτω ὡς εἰ ταύτῃ πηδήσειεν, σὺ καὶ σὺ ἐπιλύειν, ἄλλος δὲ μὴ λυέτω· εἰ δὲ ταύτῃ αὖ, σὺ καὶ
5σύ. οἳ δὲ ἐμπεδούντων τὸ ταχθέν.

21

.

1

θηρῶσιν δὲ Κελτοὶ καὶ ἀναμιγνύοντες τοῖς ἰχνευταῖς
κυσὶν τὰς ὠκείας. καὶ οἳ μὲν μαστεύουσιν, αὐτοὶ δὲ διί‐ στανται, μετὰ χεῖρας ἄγοντες τὰς κύνας τὰς ἀγαθάς, οἷπερ μάλιστα εἰκὸς τὸν λαγὼ ἀπευθῦναι τὸν δρόμον,92

21

.

2

ὥστε ἐφιέναι τῶν κυνῶν ὅπως ἄν τῳ προχωρῇ. καὶ εἰσὶν αἱ κύνες αὗται ὅ τι περ αἱ ἄρκυς τῷ Ξενοφῶντι ἐκείνῳ. ἀλλ’ ἄτακτοί γε οὕτως γίγνονται οἱ δρόμοι, καὶ ὁ λαγώς, εἰ καὶ πάνυ ἀγαθὸς ὢν τύχοι, τὸ πολὺ ὑπὸ τῆς κλαγγῆς
5τῶν κυνῶν ἐκπλήττεται, καὶ εἰ μὴ πρὸ πολλοῦ τύχοι προπηδήσας, ὡς καταστῆναι αὐτῷ τὴν γνώμην, ἁλίσκε‐

21

.

3

ται εὐμαρῶς, ἔκφρων γενόμενος. χρὴ οὖν ὅστις ἐπιλῦσαι κύνα ἀγαθός, μὴ ἐφιέναι ἔτι θορυβουμένῳ, ἀλλὰ ἐάσαντα ἐξελιχθῆναι τοὺς ἑλιγμοὺς τοὺς πρώτους, οὕτω μεθεῖναι

22

.

1

τὴν κύνα, εἰ μὴ διαφθεῖραι θέλει τὴν θέαν. νεογνῷ δὲ ἐπιλύειν μὴ θέμις ἔστω, ἀλλὰ χρὴ πειθομένους τῷ ἐμῷ

22

.

2

ὁμωνύμῳ ἀφιέναι τούτους τῇ θεῷ. ὥστε καὶ τὰς ἰχνευού‐ σας, εἰ οἷόν τε, πειρατέον ἀνακαλεῖν. κακαὶ δὲ ἀνακλη‐ θῆναι αὗται καὶ δυσπειθεῖς ὑπὸ λιμοῦ, δειναὶ δὲ καὶ καταφαγεῖν τὸν ἁλόντα παντελῶς, ὥστε μόλις ἂν ξύλῳ
5παίων ἀπαλλάξειας αὐτάς.

23

.

1

χρὴ δὲ ἔλαφον ἤ τι ἄλλο ἐς μέγεθος προῆκον τοσόνδε τόνδε τὸν τρόπον θηρᾶν, ἐφιέντα τὰς κύνας τὰς γεν‐ ναίας· μέγα τε γὰρ τὸ θηρίον καὶ θεῖ ἐπὶ πολύ, καὶ διαγωνίσασθαι οὐκ ἀσφαλές. καὶ ὁ κίνδυνος οὐ σμικρὸς

23

.

2

κύνα ἀγαθὴν ἐλάφου ἕνεκα διαφθαρῆναι. ἀλλὰ τὰς ἐλά‐ φους, ἔνθα τὰ πεδία εὐήλατα, ἐν μὲν Μυσοῖς καὶ ἐν Γέταις καὶ ἐν Σκυθίᾳ καὶ ἀνὰ τὴν Ἰλλυρίδα, ἀφ’ ἵππων
τῶν Σκυθικῶν καὶ Ἰλλυρικῶν διώκουσιν· οὗτοι γὰρ93
5ἐλαύνεσθαι μὲν τὰ πρῶτα οὐκ ἀγαθοί, ἀλλὰ κἂν πάνυ καταφρονήσειας ἰδὼν παραβάλλοντας ἵππῳ Θετταλῷ ἢ Σικελῷ ἢ Πελοποννησίῳ, διαπονούμενοι δὲ ἐπὶ πᾶν ἀντ‐

23

.

3

έχουσιν. καὶ τότε ἂν ἴδοις τὸν μὲν ὠκὺν ἐκεῖνον ἵππον καὶ μέγαν καὶ σοβαρὸν ἀπαγορεύοντα, τὸν δὲ λεπτὸν καὶ ψωραλέον πρῶτα μὲν παραμείβοντα, ἔπειτα ἀπολεί‐

23

.

4

ποντα, ἔπειτα ἀπελαύνοντα τὸ θηρίον. ὃ δὲ ἐς τοσοῦτον ἄρα ἀντέχει, ἔστε ἀπαγορεῦσαι τὴν ἔλαφον. ἀπαγορεύ‐ σασα δὲ καὶ χανοῦσα ὑπὸ ἀπορίας ἵσταται, καὶ ἔξεστιν ἤδη, εἰ μὲν βούλοιο, ἀκοντίσαι ἐγγύθεν ὡς πεπεδημένην,
5εἰ δὲ ἐθέλοις, καὶ ζώσῃ βρόχον περιβαλόντα ἄγειν.

24

.

1

ἐν δὲ Λιβύῃ ἀφ’ ἵππων τῶν Λιβυκῶν, οἳ δὴ Νομά‐ δες καλοῦνται, οἵ τε ἄνδρες αὐτοὶ καὶ οἱ ἵπποι, ἀπὸ τούτων τῶν ἵππων μὴ ὅτι ἐλάφους αἱροῦσιν ἢ δορκάδας —ταῦτα μὲν γὰρ οὐδὲ διὰ πολλοῦ ἀγῶνος, οὐδὲ ἀγα‐
5θοὶ ἵπποι δοκοῦσιν οἱ τοιοῦτόν τι ἑλόντες—ἀλλὰ καὶ τοὺς ὄνους τοὺς ἀγρίους, οἳ δὴ ὠκύτητι διαφέροντές

24

.

2

εἰσιν καὶ τῷ ἐπὶ μήκιστον ἀντέχειν θέοντες. ὁπότε γοῦν ἐπὶ μέγαν βασιλέα ἤλαυνον οἱ ἅμα Κύρῳ τῷ Δαρείου Ἕλληνες, οἷς καὶ Ξενοφῶν συνεστράτευσεν, λέγει Ξε‐ νοφῶν, οὗ τὰ πεδία τὰ Ἀραβίων ἐξήνυον, ἀγέλας προ‐
5φαίνεσθαι τῶν ὄνων τῶν ἀγρίων, καὶ ὑπὸ ἑνὸς μὲν ἱππέως μήποτε ἁλῶναι ὄνον ἄγριον, διισταμένους δὲ
ἄλλους ἐπ’ ἄλλοις ἐλαύνειν, τοὺς δὲ πολλοῖς ἀντισχόν‐ τας τελευτῶντας ἤδη ἀπαγορεύειν ὑπὸ καμάτου· οὕτως ἄρα καὶ Κύρῳ τῷ μεγάλου μὲν βασιλέως παιδί, μεγάλου94
10δὲ βασιλέως ἀδελφῷ, οὐκ ἀγαθοὶ διώκειν ἵπποι ἦσαν.

24

.

3

Λιβύων δὲ παῖδες ὀκταέτεις ἔστιν οἳ αὐτῶν, οἳ δὲ οὐ πολλῷ πρεσβύτεροι, ἐπὶ γυμνῶν τῶν ἵππων ἐλαύνουσιν, ῥάβδῳ χρώμενοι ἐπ’ αὐτοῖς ὅσα Ἕλληνες χαλινῷ, καὶ ἐς τοσοῦτον ἄρα ἐφομαρτοῦσιν τοῖς ὄνοις τοῖς ἀγρίοις
5ὥστε τελευτῶντες βρόχον περιβάλλοντες τῷ θηρίῳ ἄγου‐

24

.

4

σιν αὐτόν· ὃ δὲ ἕπεται ἡττημένος. οὕτω τοι θηρῶσιν ὅσοις κύνες τε ἀγαθαὶ καὶ ἵπποι, οὐ πάγαις οὐδὲ ἄρκυ‐ σιν οὐδὲ βρόχοις οὐδὲ ἁπλῶς δόλοις καὶ σοφίσμασιν ἐξαπατῶντες τὰ θηρία, ἀλλὰ ἐκ τοῦ εὐθέος διαγωνιζό‐

24

.

5

μενοι. καὶ ἔστιν τὰ θεάματα, ἐμοὶ δοκεῖν, οὐδέν τι ἐκεί‐ νοις παραπλήσια, ἀλλὰ τὰ μὲν λῃστείᾳ ἢ κλοπῇ ἔοικεν, τὰ δὲ πολέμῳ τῷ ἀνὰ κράτος διαπολεμουμένῳ· καὶ οἳ μὲν ὡς πειραταὶ λάθρᾳ ἐπιπλέοντες προσφέρονται πρὸς
5τὰ θηρία, οἳ δέ, καθάπερ Ἀθηναῖοι Μήδων ἐκράτησαν ναυμαχίᾳ περὶ Ἀρτεμίσιον ἢ περὶ Σαλαμῖνα καὶ Ψυττά‐ λειαν ἢ αὖθις περὶ Κύπρον, οὕτω δὲ καὶ οὗτοι τῶν θη‐ ρίων ἐκ τοῦ ἐμφανοῦς κρατοῦσιν.

25

.

1

κυνὸς ἡλικία ἐς τὸ θεῖν· θήλειαν μὲν μετὰ μῆνα ἑνδέ‐ κατον ἐξάγειν ἐπὶ θήραν, πρόσθεν δὲ ἔτι ἀπὸ δεκάτου μηνός, εἰ εὐπαγὴς τύχοι καὶ μὴ ὑγρομελής, λαγὼ ἀπὸ χειρὸς ἀφιέναι ἐν χωρίῳ περιφανεῖ, καὶ τὴν μὲν ἐγγύ‐
5θεν ἐφιέναι τῷ λαγῷ, ὡς τῆς τε ὄψεως αὐτὴν ἐμπίπλασθαι

25

.

2

καὶ ἐγγὺς ὁρῶσαν μετ’ ἐλπίδος ἀγαθῆς πονεῖν, κύνα δὲ
ἄλλην γενναίαν ἐφιέναι ὕστερον, ὡς μὴ ἐπὶ πολὺ κακο‐ παθῆσαι τὴν σκύλακα μηδὲ ἀπαγορεῦσαι ὑπὸ καμάτου. ἣ δὲ θαμινὰ καὶ εὐμαρῶς ἐξελίσσουσα τὸν λαγὼ παρα‐95
5δώσει τῇ σκύλακι. ἑλοῦσαν δὲ ἐᾶν σπαράξαι τοῖς ὀδοῦ‐

25

.

3

σιν, ἔστε κατακανεῖν. ἐπειδὰν δὲ ἐξάγεσθαι ἤδη ὥραν ἔχῃ, πρῶτα μὲν τὰς ὁδοὺς βαδίζειν, ὅσαι τραχεῖαι αὐτῶν· ἀγαθὸν γὰρ τὸ μελέτημα ἐς τὸ πῆξαι τοὺς πόδας ταῖς

25

.

4

κυσίν. ἔπειτα ἵστασθαι τὸν ἔχοντα αὐτὴν ἐν χωρίῳ πε‐ ριφανεῖ καὶ ὑπερδεξίῳ, καὶ φθάσαντι μὲν τῷ λαγῷ καὶ προλαβόντι οὐχ ὁρῶσαν μὴ ἐφιέναι· τοῦτο γάρ τοι περὶ τῶν εἰς ἰχνείαν ἀσκουμένων κυνῶν παραινεῖ ὁ Ξενοφῶν

25

.

5

ἐκεῖνος. κύνα δὲ ὠκεῖαν εἰ μὴ ὁρῶσαν ἐπιλύσειας, πλά‐ ζεται καὶ σκιρτᾷ καὶ ἔκφρων γίγνεται καὶ ἀνασοβεῖται.

25

.

6

καὶ τοίνυν εἴ ποτε διαφύγοι αὐτὴν τελεωθεῖσαν ἤδη ὁ λαγώς, οὐκ ἀτρέμα ἔχει ἑαυτὴν οὐδὲ ἐπὶ τὸν κυναγωγὸν ἐπάνεισιν οὐδὲ ἀνακαλοῦντος ὑπακούει, ἀλλ’ ὑπὸ μελέ‐ της τοῦ θεῖν ἐπὶ μηδενὶ εἰκῇ πλάζεται, καὶ μαινομένῃ

25

.

7

ἔοικεν. ἀλλὰ ἵστασθαι μὲν τὸν ἔχοντα τὴν σκύλακα ἐν χωρίῳ, ὁποῖον ἤδη μοι λέλεκται, κρυπτόμενον οὗ μά‐ λιστα τεκμήραιτο ἄν τις ὅτι πονούμενος ὁ λαγὼς ὑπο‐

25

.

8

κάμψας ἥξει. ἰδόντα δὲ διαπεπονημένον ἐγγύθεν ἐφιέ‐ ναι, μὴ κατὰ στόμα μηδὲ ἐκ τοῦ ἐναντίου· ἡ μὲν γὰρ κύων ἐξορμήσασα εὐθὺ ἐξενεχθήσεται, ὁ δὲ λαγὼς ἐξε‐ λίξας εὐμαρῶς παραμείψει· τὴν δὲ πολὺ ἀπολειφθῆναι
5ἀνάγκη καὶ χαλεπῶς ὑποκάμψαι, καθάπερ αἱ τριήρεις εὐθυπλοοῦσαι οὐκ εὐμαρῶς ἐπικάμπτουσιν, εἰ μὴ ἀνε‐ θείη τὸ πολὺ τῆς εἰρεσίας αὐταῖς πρὶν ἐπιστρέφεσθαι,

25

.

9

ἀλλὰ ἐάσαντα παραμεῖψαι τὸν λαγὼν ἐκ τοῦ πλαγίου χρὴ
ἐφεῖναι. ἁλόντος δὲ ἐφομαρτείτω τις σπουδῇ, πρὶν ἐμ‐ φορηθῆναι τοῦ αἵματος τὴν κύνα, οὐκ ἐπειδὴ τὰ κρέα ἄρα περὶ πολλοῦ ποιητέον ἀνδρὶ ἐς κάλλος κυνηγετοῦντι,96
5ἀλλ’ ὅτι πονηρὸν μάθημα κυνὶ γενναίᾳ λαγωοῦ ἐσθίειν. καὶ ἤδη πολλαὶ κύνες οὕτω διεφθάρησαν, ἐπεὶ μακρῷ δρόμῳ ἀσθμαίνουσαι ἐνεπλήσθησαν, ἔπειτα πνιγεῖσαι ἀπώλοντο.

26

.

1

ἄρρενα δὲ μὴ πρόσθεν ἢ διέτη γενόμενον ἐξάγειν ἐπὶ θήραν· πολὺ γάρ τοι ὕστερον τοῖς ἄρρεσιν πήγνυται τὰ

26

.

2

μέλη. καὶ ὁ κίνδυνος οὐ σμικρός, ἀλλὰ πολλοὶ ἤδη πρὶν τελεωθῆναι ἀγωνισάμενοι πρὸ ὥρας ἀπώλοντο, καὶ μά‐ λιστα δὲ ὅσοι γενναιότατοι· ὑπὸ γὰρ μένους τοσοῦτον

26

.

3

ὅσον δύνανται θέουσιν. τὰ δὲ ἄλλα ὡσαύτως παραφυ‐ λάττειν, ὅσα ἐπὶ ταῖς θηλείαις ἤδη μοι λέλεκται ὅπως

26

.

4

πρακτέον. φυλάττειν δὲ καὶ ἀπὸ ὀχείας ἐντὸς τῆσδε τῆς ἡλικίας· οὔτε γὰρ ἡ γονή πω αὐτοῖς πέπηγεν, ἀλλά ἐστιν ἐξίτηλος τὸ πολὺ καὶ ἀμαυρά, καθάπερ ἡ τῶν παίδων, αὐτοὶ δὲ διαφθείρονται πάμπαν, ὡς μηδὲν ἔτι πράτ‐
5τοντα ὕστερον 〈ἂν〉 ὀρθῶσαι τὴν ἁμαρτίαν. ἀλλ’ ἀπὸ τρίτου μὲν ἔτους ἐφίεσθαι ἐν ὥρᾳ ἂν εἴη τῇ ξυμμέτρῳ.

27

.

1

ἐφιέσθωσαν δὲ ὧδε. φυλάξαι χρὴ τὴν κύνα, ἐπειδὰν ἀποκαθαρθῇ ἀπὸ τοῦ αἵματος· πρόσθεν δὲ εἰ παραλά‐ βοιεν τὴν γονήν, τὸ πολὺ οὐ κρατοῦσιν, ἀλλὰ ἐκκλύ‐

27

.

2

ζεται ὑπὸ τοῦ αἵματος, καθάπερ ταῖς γυναιξίν. προσ‐ έχειν δὲ τὸν νοῦν ἐνταῦθα· βραχὺς γὰρ χρόνος διαγί‐ γνεται, ἐν ᾧ οὐκέτι μὲν φέρεται αὐτῇ τὸ αἷμα, ἔτι δὲ φυλάττει τὴν ἐπιθυμίαν. ἀγαθὴ δὲ τῇ θηλείᾳ ἡλικία ἡ
5ἀπὸ διέτους ἐς ἕβδομον ἔτος.97

28

.

1

κράτιστον δὲ καθεῖρξαι ἐν ταὐτῷ τὸν ἄρρενα ἅμα τῇ θηλείᾳ, αὐτὸν δὲ ἀφανῆ εἶναι [ἅμα] ταῖς κυσίν· αἱ γὰρ ἐν τῷ ἐμφανεῖ ὁμιλίαι οὐ γόνιμοι, εἰ χρὴ πείθεσθαι ἀν‐ δράσιν κυνηγετικοῖς. ὅσα δὲ τοιαῦτα λάθρᾳ ὑπὸ κυνῶν

28

.

2

ἐσπουδάσθη, ἐπιτυχῆ γίνεσθαι λόγος. μετὰ ταῦτα δὲ ἐξάγειν μὲν ἐπὶ θήραν—ὁ γὰρ περίπατος ἀγαθὸν ἐς ῥώμην ταῖς κυσίν—, ἐφεῖναι δὲ αὐτὰς λαγωῷ μηκέτι· κίνδυνος γὰρ διαφθεῖραι ὑπερκαμοῦσαν ἢ ὑπερταθεῖ‐

28

.

3

σαν. καὶ τὸν ἄρρενα δὲ μὴ ἐφιέναι ἐπὶ λαγὼν ὡσαύ‐ τως, πρὶν ἀπὸ τοῦ καμάτου ἀμπαύσασθαι καὶ ῥωσθῆ‐ ναι, ἑξήκοντα ἡμερῶν οὐ μεῖον· ἔπειτα ἐφιέναι ἐς ἀγῶνα οὐδὲν κωλύσει.

29

.

1

κρατίστη δὲ ὥρα ἐς σκυλακείαν ἡ τοῦ ἦρος· εὐκρά‐ τως γὰρ αὕτη μάλιστα ἔχει κρύους τε καὶ θάλπους. ὡς τὸ μὲν κρύος τοῖς σκυλακίοις οὐκ ἀγαθὸν ἐς ἀνατροφήν, ἄλλως τε καὶ ἀπορίᾳ γάλακτος· τὸ δὲ καῦμα ταῖς μη‐
5τράσιν χαλεπὸν ἐν τῇ ἀνατροφῇ· τὸ φθινόπωρον δὲ ταύτῃ χεῖρον τοῦ ἦρος, ὅτι χειμὼν ἐπιλαμβάνει τὰ σκυ‐ λάκια πρὶν παγῆναι.

30

.

1

τεκοῦσαν δὲ εἰ μὲν ἔτι θέλοις ἐπαναλαβεῖν τὴν πρό‐ σθεν ὠκύτητα, μὴ ἐᾶν ἐκτρέφειν αὐτὴν ὅτι μὴ ἐς ὅσον ἀποκουφίσαι τὸ πολὺ τοῦ γάλακτος· εἶτα δὲ ἀφελόντα ἄλλαις παραδιδόναι κυσὶν ἐπιλεγόμενον γενναίας· τὸ

30

.

2

γὰρ τῶν ἀγεννῶν γάλα οὐ ξύμφυλον ταῖς γενναίαις. εἰ δὲ μηκέτι ἐς δρόμον ἐπιτηδείως ἔχουσα φαίνοιτο ἡ κύων, κράτιστον ἐᾶν ὑπὸ τῇ τεκούσῃ καὶ μὴ ὑποβάλλειν ὑφ’ ἑτέραν κύνα· αἱ γὰρ θεραπεῖαι αἱ ἀλλότριαι, ᾗπερ καὶ98
5〈ὁ〉 Ξενοφῶν ἐκεῖνος ἀποφαίνει, οὐκ εἰσὶν αὔξιμοι· τὸ δὲ τῶν μητέρων καὶ τὸ γάλα ἀγαθὸν καὶ τὸ πνεῦμα.

31

.

1

καὶ ὁπόταν δὲ ἤδη πλανᾶται τὰ σκυλάκια, ὀρθῶς ξυμ‐ βουλεύει ὅτι χρὴ γάλακτι ἀνατρέφειν αὐτά, καὶ ὅτι αἱ βαρεῖαι πλησμοναὶ τά τε σκέλη αὐτοῖς διαστρέφουσιν

31

.

2

καὶ τοῖς σώμασιν νόσους ἐμβάλλουσιν. καὶ τὰ ὀνόματα δὲ ὅτι βραχέα καὶ εὐανάκλητα θετέον ταῖς κυσίν, καὶ τοῦτο χρὴ πείθεσθαι αὐτῷ. καὶ ὅσα ἀναγέγραφεν ὀνό‐ ματα, τὰ μὲν εὑρὼν τὰ δὲ καὶ αὐτὸς ποιήσας, δεξιῶς

31

.

3

ἀναγέγραφεν. εἰ δὲ μήπω ἐθέλοις σκυλακεῦσαι, φυλάτ‐ τειν ὡς ἀνυστὸν ἐπιμελέστατα τὰς κύνας, ἐπειδὰν τῇ ἀνάγκῃ ταύτῃ ἔχωνται· ἀποπαυσαμέναις δὲ οἱ μαστοὶ σφριγῶσιν καὶ ὑποπίμπλανται γάλακτος, καὶ τείνεται

31

.

4

τὰ ὑπὸ τῇ γαστρί. καὶ ἔστιν τηνικαῦτα οὐκ ἀσφαλὲς ἐπιλύειν κύνα ἐπὶ λαγών· ῥήγνυνται γὰρ αὐταῖς αἱ λα‐ γόνες. ὥστε οὐδὲ ἐς τὸ σκιρτῆσαι χρὴ λύειν αὐτὰς ἅμα ἑτέρᾳ κυνί· ἁμιλλώμεναι γὰρ ἔστιν ὅτε καὶ ὑπὲρ δύνα‐

31

.

5

μιν ξυνταθεῖσαι ἐς ἴσον κίνδυνον καθίστανται. ἀλλὰ κράτιστον περιμεῖναι, ἔστε χαλάσαι αὐταῖς τοὺς μαστούς. τεκμήριον δὲ ὅτι ἤδη ἀσφαλές, ἐπειδὰν αἱ τρίχες ἀπορ‐
ρέωσιν ἀθρόαι ἐπαφωμένῳ· τότε γὰρ λύονται, ἐμοὶ δοκεῖ,99
5ἀπὸ τῆς ἀνάγκης τῆς πρόσθεν καὶ παρίστανται ἤδη ἐς δρόμον.

32

.

1

κύων θήλεια μὲν ὠκυτέρα ἄρρενος, ἄρρην δὲ θηλείας διαπονεῖσθαι ἀμείνων. καὶ ὅτι δι’ ἔτους θεῖ, πολλῷ τινι ἐντιμότερον τὸ κτῆμα· καὶ ὅτι θήλειαι μὲν πολλαὶ ἀγα‐ θαί, ἄρρενος δὲ γενναίου ἐπιτυχεῖν οὐκ εὐμαρές, καὶ

32

.

2

ταύτῃ ἐντιμότερον. καὶ ὅτι αἱ θήλειαι μὲν ἀγαπητὸν εἰ καὶ ἐς πέμπτον ἔτος διαφυλάξειαν τὸ ὠκύ, ἄρρενες δὲ καὶ ἐς δέκατον διαφυλάττουσιν. ὥστε μέγα μοι δοκεῖ τὸ κτῆμα ἄρρην κύων τῇ ἀληθείᾳ γενναῖος καὶ οὐκ ἄνευ
5θεῶν του εὐμενείας παραγίγνεσθαι ἀνδρὶ κυνηγετικῷ.

33

.

1

ἀλλὰ χρὴ θύειν Ἀρτέμιδι Ἀγροτέρᾳ ἐπὶ τῷδε τῷ κτή‐ ματι· θύειν δὲ χρὴ καὶ ἐπὶ θήρᾳ εὖ πράξαντα, καὶ ἀνα‐ τιθέναι ἀπαρχὰς τῶν ἁλισκομένων τῇ θεῷ, †γε ἀποκα‐ θαίρειν τὰς κύνας καὶ τοὺς κυνηγέτας, κατὰ τὰ πάτρια,
5ὡς νόμος.

34

.

1

Κελτῶν δὲ ἔστιν οἷς νόμος καὶ ἐνιαύσια θύειν τῇ Ἀρτέμιδι, οἳ δὲ καὶ θησαυρὸν ἀποδεικνύουσιν τῇ θεῷ. καὶ ἐπὶ μὲν λαγωῷ ἁλόντι δύ’ ὀβολὼ ἐμβάλλουσιν ἐς τὸν θησαυρόν, ἐπὶ δὲ ἀλώπεκι δραχμήν, ὅτι ἐπίβουλον
5τὸ χρῆμα καὶ τοὺς λαγὼς διαφθείρει· τούτου ἕνεκα πλεῖον ἐμβάλλουσιν, ὡς ἐπὶ πολεμίῳ ἁλόντι. ἐπὶ δὲ δορ‐ κάδι τέσσαρας δραχμάς, ὅτι μέγα τὸ ζῷον καὶ ἡ θήρα

34

.

2

ἐντιμοτέρα. περιελθόντος δὲ τοῦ ἔτους ὁπόταν 〈τὰ〉 γενέ‐ θλια ἥκῃ τῆς Ἀρτέμιδος, ἀνοίγνυται μὲν ὁ θησαυρός, ἀπὸ δὲ τοῦ συλλεχθέντος ἱερεῖον ὠνοῦνται, οἳ μὲν οἶν, οἳ

34

.

3

δὲ αἶγα, οἳ δὲ μόσχον, εἰ οὕτω προχωροίη. θύσαντες
δὲ καὶ τῶν ἱερείων ἀπαρξάμενοι τῇ Ἀγροτέρᾳ, ὡς ἑκά‐ στοις νόμος, εὐωχοῦνται αὐτοί τε καὶ αἱ κύνες. τὰς κύνας δὲ καὶ στεφανοῦσιν ἐν τῇδε τῇ ἡμέρᾳ, ὡς δῆλον100
5εἶναι διότι ἐπ’ αὐταῖς ἑορτάζουσιν.

35

.

1

καὶ ἐγὼ ἅμα τοῖς συνθήροις ἕπομαι τῷ Κελτῶν νόμῳ, καὶ ἀποφαίνω ὡς οὐδὲν ἄνευ θεῶν γιγνόμενον ἀνθρώ‐

35

.

2

ποις ἐς ἀγαθὸν ἀποτελευτᾷ. ἀλλὰ καὶ ὅσοι ναυτίλλονται ἀπὸ θεῶν ἄρχονται, ὅσοις γε τοῦ σῴζεσθαι μέλει, καὶ ἀνασωθέντες χαριστήρια θύουσιν τοῖς θεοῖς τοῖς θα‐ λαττίοις, Ποσειδῶνι καὶ Ἀμφιτρίτῃ καὶ Νηρηίσιν. καὶ
5ὅσοι τὴν γῆν ἐργάζονται, Δήμητρι καὶ τῇ παιδὶ αὐτῆς καὶ Διονύσῳ, οἱ δὲ ἀμφὶ τὰς τέχνας πονούμενοι Ἀθηνᾷ καὶ Ἡφαίστῳ, καὶ οἱ ἀμφὶ παίδευσιν Μούσαις καὶ Ἀπόλ‐ λωνι Μουσηγέτῃ καὶ Μνημοσύνῃ καὶ Ἑρμῇ, οἱ δὲ ἀμφὶ τὰ ἐρωτικὰ Ἀφροδίτῃ καὶ Ἔρωτι καὶ Πειθοῖ καὶ Χά‐

35

.

3

ρισιν. οὕτω τοι καὶ τοὺς ἐπὶ θήρᾳ ἐσπουδακότας οὐ χρὴ ἀμελεῖν τῆς Ἀρτέμιδος τῆς Ἀγροτέρας οὐδὲ Ἀπόλ‐ λωνος οὐδὲ Πανὸς οὐδὲ Νυμφῶν οὐδὲ Ἑρμοῦ Ἐνοδίου

35

.

4

καὶ Ἡγεμονίου, οὐδὲ ὅσοι ἄλλοι ὄρειοι θεοί· εἰ δὲ μή, ἡμιτελῆ ἀποβαίνειν ἀνάγκη τὰ σπουδάσματα. καὶ γὰρ καὶ αἱ κύνες βλάπτονται, καὶ οἱ ἵπποι χωλεύονται, καὶ

36

.

1

οἱ ἄνθρωποι σφάλλονται. καὶ τοῦτό γε δηλοῖ καὶ Ὅμη‐ ρος ἐν τῇ ποιήσει. Τεῦκρον μὲν γὰρ τὸν τοξικώτατον Ἑλλήνων ἐν τῷ ἀγῶνι οὔ φησιν τυχεῖν ὅτι μὴ τῆς μη‐ ρίνθου, καὶ ταύτην διακόψαι, ἐπειδὴ μὴ ἐπηύξατο τῷ
5Ἀπόλλωνι· Μηριόνην δέ, ἄνδρα οὐ τοξικόν, ἐπευξάμε‐ νον τῷ Ἀπόλλωνι, ἀποπετομένης ἤδη τῆς ὄρνιθος τυ‐

36

.

2

χεῖν. καὶ τοὺς ἐκγόνους δὲ τῶν ἐπὶ Θήβας σὺν Πολυ‐ νείκει στρατευσάντων ἑλεῖν τὰς Θήβας
πειθομένους τεράεσσι θεῶν καὶ Ζηνὸς ἀρωγῇ· τοὺς δὲ πατέρας αὐτῶν, οὐδέν τι χείρους ἐκείνων ἐς
101
5ἀλκὴν γενομένους, διαφθαρῆναι ἐν Θήβαις, ὅτι μὴ

36

.

3

ἐπείθοντο τοῖς σημαινομένοις ἀπὸ θεῶν. καὶ τὸν Ἕκ‐ τορα οὐ πεισθέντα Πουλυδάμαντι οὐκ ἐῶντι ἐπελαύνειν ταῖς ναυσὶ τῶν Ἑλλήνων ἐπὶ τῷ δράκοντι 〈τῷ〉 κατα‐ βληθέντι πρὸς τοῦ ἀετοῦ, ὡς οὐ ξὺν κόσμῳ ἐπανελευ‐
5σομένους, ὀλίγον ὕστερον ἔργῳ ἀναδιδαχθῆναι ὡς οὐκ

36

.

4

ἀγαθὸν ἀπειθεῖν τῷ θείῳ. τούτοις χρὴ πειθομένους, κα‐ θάπερ ἐπ’ ἄλλῳ τῳ ἔργῳ, οὕτω δὲ καὶ ἐπὶ θήρᾳ ἄρχε‐ σθαί τε ἀπὸ θεῶν καὶ χαριστήρια θύειν εὖ πράξαντας καὶ σπένδειν καὶ εὐφημεῖν καὶ στεφανοῦν καὶ ὑμνεῖν
5καὶ ἀπαρχὰς τῶν ἁλισκομένων ἀνατιθέναι, οὐ μεῖον ἢ
ἐπὶ νίκῃ πολέμου ἀκροθίνια.102