TLG 0074 002 :: Flavius ARRIANUS :: Historia Indica

Flavius ARRIANUS Hist. Phil.
(Bithynius: A.D. 1–2)

Historia Indica

Source: Roos, A.G., Wirth, G. (eds.), Flavii Arriani quae exstant omnia, vol. 2. Leipzig: Teubner, 1968 (1st edn. corr.): 1–73.

Citation: Chapter — section — (line)

t

1

ΙΝΔΙΚΗ

1

.

1

Τὰ ἔξω Ἰνδοῦ ποταμοῦ τὰ πρὸς ἑσπέρην ἔστε ἐπὶ πο‐ ταμὸν Κωφῆνα Ἀστακηνοὶ καὶ Ἀσσακηνοί, ἔθνεα Ἰνδικά,

1

.

2

ἐποικέουσιν, ἀλλ’ οὔτε μεγάλοι τὰ σώματα, καθάπερ οἱ ἐντὸς τοῦ Ἰνδοῦ ᾠκισμένοι, οὔτε ἀγαθοὶ ὡσαύτως τὸν θυμὸν οὐδὲ μέλανες ὡσαύτως τοῖς πολλοῖς Ἰνδοῖσιν.

1

.

3

οὗτοι πάλαι μὲν Ἀσσυρίοις ὑπήκοοι ἦσαν, ἔπει〈τα Μή‐ δοισιν, ἐπὶ〉 δὲ Μήδοισι Περσέων ἤκουον, καὶ φόρους ἀπέφερον Κύρῳ τῷ Καμβύσου ἐκ τῆς γῆς σφῶν, οὓς

1

.

4

ἔταξε Κῦρος. Νυσαῖοι δὲ οὐκ Ἰνδικὸν γένος ἐστίν, ἀλλὰ τῶν ἅμα Διονύσῳ ἐλθόντων ἐς τὴν γῆν τὴν Ἰνδῶν, τυχὸν μὲν [καὶ] Ἑλλήνων, ὅσοι ἀπόμαχοι αὐτῶν ἐγέ‐ νοντο ἐν τοῖς πολέμοις οὕστινας πρὸς Ἰνδοὺς Διόνυσος

1

.

5

ἐπολέμησε, τυχὸν δὲ καὶ τῶν ἐπιχωρίων τοὺς ἐθέλοντας τοῖς Ἕλλησι συνῴκισε, τήν τε χώρην Νυσαίην ὠνόμασεν ἀπὸ τῆς τροφοῦ τῆς Νύσης Διόνυσος καὶ τὴν πόλιν1

1

.

6

αὐτὴν Νῦσαν. καὶ τὸ ὄρος τὸ πρὸς τῇ πόλει, ὅτου ἐν τῇσιν ὑπωρείῃσιν ᾤκισται ἡ Νῦσα, Μηρὸς κληίζεται ἐπὶ

1

.

7

τῇ συμφορῇ ᾗτινι ἐχρήσατο εὐθὺς γενόμενος. ταῦτα μὲν οἱ ποιηταὶ ἐπὶ Διονύσῳ ἐποίησαν, καὶ ἐξηγείσθων αὐτὰ

1

.

8

ὅσοι λόγιοι Ἑλλήνων ἢ βαρβάρων· ἐν Ἀσσακηνοῖσι δὲ Μάσσακα, πόλις μεγάλη, ἵναπερ καὶ τὸ κράτος τῆς γῆς ἐστι τῆς Ἀσσακίης· καὶ ἄλλη πόλις Πευκελαῗτις, μεγάλη καὶ αὐτή, οὐ μακρὰν τοῦ Ἰνδοῦ. ταῦτα μὲν ἔξω τοῦ
5Ἰνδοῦ ποταμοῦ ᾤκισται πρὸς ἑσπέρην ἔστε ἐπὶ τὸν

2

.

1

Κωφῆνα· τὰ δὲ ἀπὸ τοῦ Ἰνδοῦ πρὸς ἕω, τοῦτό μοι ἔστω ἡ Ἰνδῶν γῆ καὶ Ἰνδοὶ οὗτοι ἔστωσαν. ὅροι δὲ τῆς Ἰνδῶν γῆς πρὸς μὲν βορέου ἀνέμου ὁ

2

.

2

Ταῦρος τὸ ὄρος. καλέεται δὲ οὐ Ταῦρος ἔτι ἐν τῇ γῆ ταύτῃ, ἀλλὰ ἄρχεται μὲν ἀπὸ θαλάσσης ὁ Ταῦρος τῆς
κατὰ Παμφύλους τε καὶ Λυκίην καὶ Κίλικας παρατείνει τε ἔστε τὴν πρὸς ἕω θάλασσαν, τέμνων τὴν Ἀσίην πᾶσαν,2

2

.

3

ἄλλο δὲ ἄλλῃ καλέεται τὸ ὄρος, τῇ μὲν Παραπάμισος, τῇ δὲ Ἠμωδός, ἄλλῃ δὲ Ἴμαον κληίζεται, καὶ τυχὸν ἄλλα

2

.

4

καὶ ἄλλα ἔχει οὐνόματα. Μακεδόνες δὲ οἱ ξὺν Ἀλεξάνδρῳ στρατεύσαντες Καύκασον αὐτὸ ἐκάλεον, ἄλλον τοῦτον Καύκασον, οὐ τὸν Σκυθικόν, ὡς καὶ [τὸν] ἐπέκεινα τοῦ

2

.

5

Καυκάσου λόγον κατέχειν ὅτι ἦλθεν Ἀλέξανδρος. τὰ πρὸς ἑσπέρην δὲ τῆς Ἰνδῶν γῆς ὁ ποταμὸς ὁ Ἰνδὸς ἀπείργει ἔστε ἐπὶ τὴν μεγάλην θάλασσαν, ἵναπερ αὐτὸς κατὰ δύο στόματα ἐκδιδοῖ, οὐ συνεχέα ἀλλήλοισι τὰ
5στόματα, κατάπερ τὰ πέντε τοῦ Ἴστρου ἐστὶ συνεχέα,

2

.

6

ἀλλ’ ὡς τὰ τοῦ Νείλου, ὑπ’ ὅτων τὸ Δέλτα ποιέεται τὸ Αἰγύπτιον, ὧδέ τι καὶ τῆς Ἰνδῶν γῆς Δέλτα ποιέει ὁ Ἰνδὸς ποταμός, οὐ μεῖον τοῦ Αἰγυπτίου, καὶ τοῦτο

2

.

7

Πάταλα τῇ Ἰνδῶν γλώσσῃ καλέεται. τὸ δὲ πρὸς νότου τε ἀνέμου καὶ μεσαμβρίης αὐτὴ ἡ μεγάλη θάλασσα ἀπείργει τὴν Ἰνδῶν γῆν, καὶ τὰ πρὸς ἕω ἡ αὐτὴ θά‐

2

.

8

λασσα ἀπείργει. τὰ μὲν πρὸς μεσημβρίης κατὰ Πάταλά τε καὶ τοῦ Ἰνδοῦ τὰς ἐκβολὰς ὤφθη πρός τε Ἀλεξάνδρου
καὶ Μακεδόνων καὶ πολλῶν Ἑλλήνων· τὰ δὲ πρὸς ἕω Ἀλέξανδρος μὲν οὐκ ἐπῆλθε τὰ [δὲ] πρόσω ποταμοῦ3

2

.

9

Ὑφάσιος, ὀλίγοι δὲ ἀνέγραψαν τὰ μέχρι ποταμοῦ Γάγ‐ γεω καὶ ἵνα τοῦ Γάγγεω αἱ ἐκβολαὶ καὶ πόλις Παλίμ‐

3

.

1

βοθρα μεγίστη Ἰνδῶν πρὸς τῶν Γάγγῃ. ἐμοὶ δὲ Ἐρα‐ τοσθένης ὁ Κυρηναῖος πιστότερος ἄλλου ἔστω, ὅτι γῆς

3

.

2

περιόδου πέρι ἔμελεν Ἐρατοσθένει. οὗτος ἀπὸ τοῦ ὄρεος τοῦ Ταύρου, ἵνα τοῦ Ἰνδοῦ αἱ πηγαί, παρ’ αὐτὸν 〈τὸν〉 Ἰνδὸν ποταμὸν ἰόντι ἔστε ἐπὶ τὴν μεγάλην θάλασσαν καὶ τοῦ Ἰνδοῦ τὰς ἐκβολὰς μυρίους σταδίους καὶ τρισχι‐

3

.

3

λίους τὴν πλευρὴν λέγει ἐπέχειν τῆς γῆς τῆς Ἰνδῶν. ταυ‐ τησὶ δὲ ἀντίπορον πλευρὴν ποιέει τὴν ἀπὸ τοῦ αὐτοῦ ὄρεος παρὰ τὴν ἑῴην θάλασσαν, οὐκέτι ταύτῃ τῇ πλευρῇ ἴσην, ἀλλὰ ἄκρην γὰρ ἀνέχειν ἐπὶ μέγα εἴσω εἰς τὸ πέ‐
5λαγος, ἐς τρισχιλίους σταδίους μάλιστα ἀνατείνουσαν τὴν ἄκρην· εἴη ἂν ὦν αὐτῷ ἡ πλευρὴ τῆς Ἰνδῶν γῆς 〈ἡ〉 πρὸς ἕω μυρίους καὶ ἑξακισχιλίους σταδίους ἐπέχουσα.

3

.

4

τοῦτο μὲν αὐτῷ πλάτος τῆς Ἰνδῶν γῆς συμβαίνει, μῆκος δὲ τὸ ἀπ’ ἑσπέρης ἐπὶ ἕω ἔστε μὲν ἐπὶ πόλιν Παλίμ‐ βοθρα μεμετρημένον σχοίνοισι λέγει ἀναγράφειν καὶ
—εἶναι γὰρ ὁδὸν βασιληίην—τοῦτο ἐπέχειν ἐς μυ‐4
5ρίους σταδίους· τὰ δὲ ἐπέκεινα οὐκέτι ὡσαύτως ἀτρεκέα·

3

.

5

φήμας δὲ ὅσοι ἀνέγραψαν, ξὺν τῇ ἄκρῃ τῇ ἀνεχούσῃ ἐς τὸ πέλαγος ἐς μυρίους σταδίους μάλιστα ἐπέχειν λέγου‐ σιν· εἶναι δὲ ἂν ὦν τὸ μῆκος τῆς Ἰνδῶν γῆς σταδίων

3

.

6

μάλιστα δισμυρίων. Κτησίης δὲ ὁ Κνίδιος τὴν Ἰνδῶν γῆν ἴσην τῇ ἄλλῃ Ἀσίῃ λέγει, οὐδὲν λέγων, οὐδὲ Ὀνη‐ σίκριτος, τρίτην μοῖραν τῆς πάσης γῆς. Νέαρχος δὲ μηνῶν τεσσάρων ὁδὸν τὴν δι’ αὐτοῦ τοῦ πεδίου τῆς

3

.

7

Ἰνδῶν γῆς. Μεγασθένει δὲ τὸ ἀπὸ ἀνατολῶν ἐς ἑσπέ‐ ρην πλάτος ἐστὶ τῆς Ἰνδῶν γῆς ὅ τι περ οἱ ἄλλοι μῆκος ποιέουσι· καὶ λέγει Μεγασθένης μυρίων καὶ ἑξακισχι‐

3

.

8

λίων σταδίων εἶναι ἵναπερ τὸ βραχύτατον αὐτοῦ. τὸ δὲ ἀπὸ ἄρκτου πρὸς μεσημβρίην, τοῦτο δὲ αὐτῷ μῆκος γί‐ νεται, καὶ ἐπέχει 〈σταδίουσ〉 τριηκοσίους καὶ δισχιλίους καὶ δισμυρίους ἵναπερ τὸ στενότατον αὐτοῦ.

3

.

9

ποταμοὶ δὲ τοσοίδε εἰσὶν ἐν τῇ Ἰνδῶν γῇ ὅσοι οὐδὲ ἐν τῇ πάσῃ Ἀσίῃ. μέγιστοι μὲν ὁ Γάγγης τε καὶ ὁ Ἰν‐ δός, ὅτου καὶ ἡ γῆ ἐπώνυμος, ἄμφω τοῦ τε Νείλου τοῦ Αἰγυπτίου καὶ τοῦ Ἴστρου τοῦ Σκυθικοῦ, καὶ εἰ ἐς

3

.

10

ταὐτὸ συνέλθοι αὐτοῖσι τὸ ὕδωρ, μέζονες. δοκέειν δὲ ἔμοιγε, καὶ ὁ Ἀκεσίνης μέζων ἐστὶ τοῦ τε Ἴστρου καὶ τοῦ Νείλου, ἵναπερ παραλαβὼν ἅμα τόν τε Ὑδάσπεα καὶ τὸν Ὑδραώτεα καὶ τὸν Ὕφασιν ἐμβάλλει ἐς τὸν Ἰνδόν, ὡς
5καὶ τριάκοντα αὐτῷ στάδια τὸ πλάτος ταύτῃ εἶναι· καὶ τυχὸν καὶ ἄλλοι πολλοὶ μέζονες ποταμοὶ ἐν τῇ Ἰνδῶν γῇ ῥέουσιν.5

4

.

1

ἀλλὰ οὔ μοι ἀτρεκὲς ὑπὲρ τῶν ἐπέκεινα Ὑφάσιος ποταμοῦ ἰσχυρίσασθαι, ὅτι οὐ πρόσω τοῦ Ὑφάσιος ἦλθεν

4

.

2

Ἀλέξανδρος. αὐτοῖν δὲ τοῖν μεγίστοιν ποταμοῖν τοῦ τε Γάγγεω καὶ τοῦ Ἰνδοῦ τὸν Γάγγεα μεγέθει πολύ τι ὑπερφέρειν Μεγασθένης ἀνέγραψε, καὶ ὅσοι ἄλλοι

4

.

3

μνήμην τοῦ Γάγγεω ἔχουσιν· αὐτόν τε γὰρ μέγαν ἀνίσ‐ χειν ἐκ τῶν πηγέων, δέχεσθαί τε ἐς ἑωυτὸν τόν τε Καϊνὰν ποταμὸν καὶ τὸν Ἐραννοβόαν καὶ τὸν Κοσσό‐ ανον, πάντας πλωτούς, ἔτι δὲ Σῶνόν τε ποταμὸν καὶ

4

.

4

Σιττόκατιν καὶ Σολόματιν, καὶ τούτους πλωτούς, ἐπὶ δὲ Κονδοχάτην τε καὶ Σάμβον καὶ Μάγωνα καὶ Ἀγό‐ ρανιν καὶ Ὤμαλιν. ἐμβάλλουσι δὲ ἐς αὐτὸν Κομμινά‐ σης τε μέγας ποταμὸς καὶ Κάκουθις καὶ Ἀνδώματις ἐξ

4

.

5

ἔθνεος Ἰνδικοῦ τοῦ Μαδυανδινῶν ῥέων, καὶ ἐπὶ τού‐ τοισιν Ἄμυστις παρὰ πόλιν Καταδούπην, καὶ Ὀξύμαγις ἐπὶ 〈τοῖσι〉 Παζάλαις καλουμένοισι· καὶ Ἐρέννεσις ἐν

4

.

6

Μάθαις, ἔθνει Ἰνδικῷ, συμβάλλει τῷ Γάγγῃ. τού‐ των λέγει Μεγασθένης οὐδένα εἶναι τοῦ Μαιάνδρου

4

.

7

ἀποδέοντα, ἵναπερ ναυσίπορος ὁ Μαίανδρος. εἶναι ὦν τὸ εὖρος τῷ Γάγγῃ, ἔνθαπερ αὐτὸς ἑωυτοῦ στεινότατος, ἐς ἐκατὸν σταδίους· πολλαχῆ δὲ καὶ λιμνάζειν, ὡς μὴ ἄποπτον εἶναι τὴν πέρην χώρην, ἵναπερ χθαμαλή τέ6

4

.

8

ἐστι καὶ οὐδαμῆ γηλόφοισιν ἀνεστηκυῖα. τῷ δὲ Ἰνδῷ ἐς ταὐτὸν ἔρχεται. Ὑδραώτης μὲν ἐν Καμβισθόλοις, παρει‐ ληφὼς τόν τε Ὕφασιν ἐν Ἀστρύβαις καὶ τὸν Σαράγγην ἐκ Κηκαίων καὶ τὸν Σύδρον ἐξ Ἀττακηνῶν 〈ῥέοντα〉, ἐς

4

.

9

Ἀκεσίνην ἐμβάλλει. Ὑδάσπης δὲ ἐν Συδράκαις ἄγων ἅμα οἷ τὸν Σίναρον ἐν Ἀρίσπῃσιν ἐς τὸν Ἀκεσίνην ἐκ‐

4

.

10

διδοῖ καὶ οὗτος. ὁ δὲ Ἀκεσίνης ἐν Μαλλοῖς ξυμβάλλει τῷ Ἰνδῷ· καὶ Τούταπος δὲ μέγας ποταμὸς ἐς τὸν Ἀκε‐ σίνην ἐκδιδοῖ. τούτων ὁ Ἀκεσίνης ἐμπλησθεὶς καὶ τῇ ἐπικλήσει ἐκνικήσας αὐτὸς τῷ ἑωυτοῦ ἤδη ὀνόματι ἐσ‐

4

.

11

βάλλει ἐς τὸν Ἰνδόν. Κωφὴν δὲ ἐν Πευκελαΐτιδι, ἅμα οἷ ἄγων Μαλάμαντόν τε καὶ Σόαστον καὶ Γαροίαν, ἐκ‐

4

.

12

διδοῖ ἐς τὸν Ἰνδόν. καθύπερθε δὲ τουτέων Πάρεννος καὶ Σάπαρνος, οὐ πολὺ διέχοντες, ἐμβάλλουσιν ἐς τὸν Ἰνδόν. Σόανος δὲ ἐκ τῆς ὀρεινῆς τῆς Ἀβισσαρέων ἔρη‐
μος ἄλλου ποταμοῦ ἐκδιδοῖ ἐς αὐτόν. καὶ τουτέων τοὺς7

4

.

13

πολλοὺς Μεγασθένης λέγει ὅτι πλωτοί εἰσιν. οὔκουν ἀπιστίαν χρὴ ἔχειν ὑπέρ τε τοῦ Ἰνδοῦ καὶ τοῦ Γάγγεω μηδὲ συμβλητοὺς εἶναι αὐτοῖσι τόν τε Ἴστρον καὶ τοῦ Νείλου

4

.

14

τὸ ὕδωρ. ἐς μέν γε τὸν Νεῖλον οὐδένα ποταμὸν ἐκδι‐ δόντα ἴσμεν, ἀλλ’ ἀπ’ αὐτοῦ διώρυχας τετμημένας κατὰ

4

.

15

τὴν χώρην τὴν Αἰγυπτίην· ὁ δὲ Ἴστρος ὀλίγος μὲν ἀνίσχει ἀπὸ τῶν πηγέων, δέχεται δὲ πολλοὺς ποταμούς, ἀλλὰ οὔτε πλήθει ἴσους τοῖς Ἰνδῶν ποταμοῖσιν, οἳ ἐς τὸν Ἰνδὸν καὶ τὸν Γάγγην ἐκδιδοῦσιν, πλωτοὺς δὲ
5δὴ καὶ κάρτα ὀλίγους, ὧν τοὺς μὲν αὐτὸς ἰδὼν οἶδα, τὸν

4

.

16

Ἔνον τε καὶ τὸν Σάον. Ἔνος μὲν ἐν μεθορίῳ τῆς Νω‐ ρικῶν καὶ Ῥαιτῶν γῆς μίγνυται τῷ Ἴστρῳ, ὁ δὲ Σάος κατὰ Παίονας. ὁ δὲ χῶρος, ἵναπερ συμβάλλουσιν οἱ πο‐ ταμοί, Ταυροῦνος καλέεται. ὅστις δὲ καὶ ἄλλον οἶδε
5ναυσίπορον τῶν ἐς τὸν Ἴστρον ἐκδιδόντων, ἀλλὰ οὐ πολλούς που οἶδε.

5

.

1

τὸ δὲ αἴτιον ὅστις ἐθέλει φράζειν τοῦ πλήθεός τε καὶ μεγέθεος τῶν Ἰνδῶν ποταμῶν, φραζέτω· ἐμοὶ δὲ καὶ

5

.

2

ταῦτα ὡς ἀκοὴ ἀναγεγράφθω. ἐπεὶ καὶ ἄλλων πολλῶν ποταμῶν οὐνόματα Μεγασθένης ἀνέγραψεν, οἳ ἔξω τοῦ Γάγγεώ τε καὶ τοῦ Ἰνδοῦ ἐκδιδοῦσιν ἐς τὸν ἑῷόν τε καὶ μεσημβρινὸν τὸν ἔξω πόντον, ὥστε τοὺς πάντας
5ὀκτὼ καὶ πεντήκοντα λέγει ὅτι εἰσὶν Ἰνδοὶ ποταμοί,8

5

.

3

ναυσίποροι πάντες. ἀλλ’ οὐδὲ Μεγασθένης πολλὴν δοκέει μοι ἐπελθεῖν τῆς Ἰνδῶν χώρης, πλήν γε 〈δὴ〉 ὅτι πλεῦνα ἢ οἱ ξὺν Ἀλεξάνδρῳ τῷ Φιλίππου ἐπελθόντες· συγγενέσθαι γὰρ Σανδροκόττῳ λέγει, τῷ μεγίστῳ βασιλεῖ

5

.

4

Ἰνδῶν, καὶ Πώρου ἔτι τούτῳ μείζονι. οὗτος ὦν ὁ Μεγα‐ σθένης λέγει, οὔτε Ἰνδοὺς ἐπιστρατεῦσαι οὐδαμοῖσιν ἀν‐

5

.

5

θρώποισιν, οὔτε Ἰνδοῖσιν ἄλλους ἀνθρώπους, ἀλλὰ Σέσωστριν μὲν τὸν Αἰγύπτιον, τῆς Ἀσίας καταστρεψά‐ μενον τὴν πολλήν, ἔστε ἐπὶ τὴν Εὐρώπην σὺν στρατιῇ

5

.

6

ἐλάσαντα ὀπίσω ἀπονοστῆσαι, Ἰδάνθυρσον δὲ τὸν Σκύ‐ θεα ἐκ Σκυθίης ὁρμηθέντα πολλὰ μὲν τῆς Ἀσίης ἔθνεα καταστρέψασθαι, ἐπελθεῖν δὲ καὶ τὴν Αἰγυπτίων γῆν

5

.

7

κρατέοντα. Σεμίραμιν δὲ τὴν Ἀσσυρίην ἐπιχειρέειν μὲν στέλλεσθαι εἰς Ἰνδούς, ἀποθανεῖν δὲ πρὶν τέλος ἐπιθεῖναι τοῖς βουλεύμασιν. ἀλλὰ Ἀλέξανδρον γὰρ στρατεῦσαι ἐπ’

5

.

8

Ἰνδοὺς μοῦνον. καὶ πρὸ Ἀλεξάνδρου Διονύσου μὲν πέρι
πολλὸς λόγος κατέχει ὡς καὶ τούτου στρατεύσαντος ἐς Ἰνδοὺς καὶ καταστρεψαμένου Ἰνδούς, Ἡρακλέος δὲ πέρι9

5

.

9

οὐ πολλός. Διονύσου μέν γε καὶ Νῦσα πόλις μνῆμα οὐ φαῦλον τῆς στρατηλασίης, καὶ ὁ Μηρὸς τὸ ὄρος, καὶ ὁ κισσὸς ὅτι ἐν τῷ ὄρει τούτῳ φύεται, καὶ αὐτοὶ οἱ Ἰνδοὶ ὑπὸ τυμπάνων τε καὶ κυμβάλων στελλόμενοι ἐς τὰς
5μάχας, καὶ ἐσθὴς αὐτοῖσι κατάστικτος ἐοῦσα, κατάπερ

5

.

10

τοῦ Διονύσου τοῖσι βάκχοισιν· Ἡρακλέος δὲ οὐ πολλὰ ὑπομνήματα. ἀλλὰ τὴν Ἄορνον γὰρ πέτρην, ἥντινα Ἀλέξανδρος βίῃ ἐχειρώσατο, ὅτι Ἡρακλέης οὐ δυνατὸς ἐγένετο ἐξελεῖν, Μακεδονικὸν δοκέει μοί τι κόμπασμα,
5κατάπερ ὦν καὶ τὸν Παραπάμισον Καύκασον ἐκάλεον Μακεδόνες, οὐδέν τι προσήκοντα τοῦτον τῷ Καυκάσῳ.

5

.

11

καί τι καὶ ἄντρον ἐπιφρασθέντες ἐν Παραπαμισάδαισι, τοῦτο ἔφασαν ἐκεῖνο εἶναι τοῦ Προμηθέως τοῦ Τιτῆνος τὸ ἄντρον, ἐν ὅτῳ ἐκρέματο ἐπὶ τῇ κλοπῇ τοῦ πυρός.

5

.

12

καὶ δὴ καὶ ἐν Σίβαισιν, Ἰνδικῷ γένει, ὅτι δορὰς ἀμπε‐ χομένους εἶδον τοὺς Σίβας, ἀπὸ τῆς Ἡρακλέους στρα‐ τηλασίης ἔφασκον τοὺς ὑπολειφθέντας εἶναι τοὺς Σίβας· καὶ γὰρ καὶ σκυτάλην φορέουσί τε οἱ Σίβαι καὶ τῇσι
5βουσὶν αὐτῶν ῥόπαλον ἐπικέκαυται, καὶ τοῦτο ἐς μνήμην

5

.

13

ἀνέφερον τοῦ ῥοπάλου τοῦ Ἡρακλέους. εἰ δέ τῳ πιστὰ
ταῦτα, ἄλλος ἂν οὗτος Ἡρακλέης εἴη, οὐχ ὁ Θηβαῖος ἢ ὁ Τύριος [οὗτος] ἢ ὁ Αἰγύπτιος, ἤ τις καὶ κατὰ τὴν ἄνω χώρην οὐ πόρρω τῆς Ἰνδῶν γῆς ᾠκισμένος μέγας10
5βασιλεύς.

6

.

1

ταῦτα μέν μοι ἐκβολὴ ἔστω τοῦ λόγου ἐς τὸ μὴ πι‐ στὰ φαίνεσθαι ὅσα ὑπὲρ τῶν ἐπέκεινα τοῦ Ὑφάσιος πο‐ ταμοῦ Ἰνδῶν μετεξέτεροι ἀνέγραψαν· (ἔστε γὰρ ἐπὶ τὸν Ὕφασιν οἱ τῆς Ἀλεξάνδρου στρατηλασίης μετασχόντες

6

.

2

οὐ πάντη ἄπιστοί εἰσιν)· ἐπεὶ καὶ τόδε λέγει Μεγα‐ σθένης ὑπὲρ ποταμοῦ Ἰνδικοῦ, Σίλαν μὲν εἶναί οἱ ὄνομα, ῥέειν δὲ ἀπὸ κρήνης ἐπωνύμου τοῦ ποταμοῦ διὰ τῆς χώρης τῆς Σιλαίων, καὶ τούτων ἐπωνύμων τοῦ πο‐

6

.

3

ταμοῦ τε καὶ τῆς κρήνης, τὸ δὲ ὕδωρ παρέχεσθαι τοι‐ όνδε. οὐδὲν εἶναι ὅτῳ ἀντέχει τὸ ὕδωρ, 〈καὶ〉 οὔτε τι νήχεσθαι ἐπ’ αὐτοῦ οὔτε τι ἐπιπλεῖν, ἀλλὰ πάντα γὰρ ἐς βυσσὸν δύνειν· οὕτω τι ἀμενηνότερον πάντων εἶναι
5τὸ ὕδωρ ἐκεῖνο καὶ ἠεροειδέστερον.

6

.

4

ὕεται δὲ ἡ Ἰνδῶν γῆ τοῦ θέρεος, μάλιστα μὲν τὰ ὄρεα, Παραπάμισός τε καὶ ὁ Ἠμωδὸς καὶ τὸ Ἰμαϊκὸν ὄρος, καὶ ἀπὸ τουτέων μεγάλοι καὶ θολεροὶ οἱ ποταμοὶ ῥέουσιν.

6

.

5

ὕεται δὲ τοῦ θέρους καὶ τὰ πεδία τῶν Ἰνδῶν, ὥστε λιμνάζει τὰ πολλὰ αὐτέων. καὶ ἔφυγεν ἡ Ἀλεξάνδρου στρατιὴ ἀπὸ τοῦ Ἀκεσίνου ποταμοῦ μέσου θέρεος, ὑπερ‐

6

.

6

βαλόντος τοῦ ὕδατος ἐς τὰ πεδία. ὥστε ἀπὸ τῶνδε ἔξεστι τεκμηριοῦσθαι καὶ τοῦ Νείλου τὸ πάθημα τοῦτο, ὅτι εἰκὸς [εἶναι] ὕεσθαι τὰ Αἰθιόπων ὄρεα τοῦ θέρεος, καὶ ἀπ’ ἐκείνων ἐμπιπλάμενον τὸν Νεῖλον ὑπερβάλλειν ὑπὲρ11

6

.

7

τὰς ὄχθας ἐς τὴν γῆν τὴν Αἰγυπτίην. θολερὸς ὦν καὶ οὗτος ῥέει ἐν τῆδε τῇ ὥρῃ, ὡς οὔτε ἂν ἀπὸ χιόνος τηκο‐ μένης ἔρρεεν, οὔτε εἰ πρὸς τῶν ὥρῃ θέρεος πνεόντων ἐτησίων ἀνέμων ἀνεκόπτετό οἱ τὸ ὕδωρ· ἄλλως τε οὐδὲ

6

.

8

χιονόβλητα εἴη ἂν τὰ Αἰθιόπων ὄρεα ὑπὸ καύματος. ὕεσθαι δὲ κατάπερ τὰ Ἰνδῶν οὐκ ἔξω ἐστὶ τοῦ εἰκότος, ἐπεὶ καὶ τἄλλα 〈ἡ〉 Ἰνδῶν γῆ οὐκ ἀπέοικε τῆς Αἰθιοπίης καὶ οἱ ποταμοὶ οἱ Ἰνδοὶ ὁμοίως τῷ Νείλῳ τῷ Αἰθιοπηίῳ τε
5καὶ Αἰγυπτίῳ κροκοδείλους τε φέρουσιν, ἔστιν δὲ οἳ αὐτῶν καὶ ἰχθύας καὶ ἄλλα κήτεα ὅσα ὁ Νεῖλος πλὴν ἵππου τοῦ ποταμίου, —Ὀνησίκριτος δὲ καὶ τοὺς

6

.

9

ἵππους τοὺς ποταμίους λέγει ὅτι φέρουσι—τῶν τε ἀν‐ θρώπων αἱ ἰδέαι οὐ πάντη ἀπᾴδουσιν αἱ Ἰνδῶν τε καὶ Αἰθιόπων. οἱ μὲν πρὸς νότου ἀνέμου Ἰνδοὶ τοῖς Αἰθίοψι μᾶλλόν τι ἐοίκασι μέλανές τε ἰδέσθαι εἰσὶ καὶ ἡ κόμη
5αὐτοῖς μέλαινα, πλήν γε δὴ ὅτι σιμοὶ οὐχ ὡσαύτως οὐδὲ οὐλόκρανοι ὡς Αἰθίοπες. οἱ δὲ βορειότεροι τούτων κατ’ Αἰγυπτίους μάλιστα ἂν εἶεν τὰ σώματα.

7

.

1

ἔθνεα δὲ Ἰνδικὰ εἴκοσι καὶ ἑκατὸν τὰ ἅπαντα λέγει Μεγασθένης, δυοῖν δέοντα. καὶ πολλὰ μὲν εἶναι ἔθνεα Ἰνδικὰ καὶ αὐτὸς συμφέρομαι Μεγασθένει, τὸ δὲ ἀτρεκὲς οὐκ ἔχω εἰκάσαι ὅπως ἐκμαθὼν ἀνέγραψεν, οὐδὲ12
5πολλοστὸν μέρος τῆς Ἰνδῶν γῆς ἐπελθών, οὐδὲ ἐπιμι‐

7

.

2

ξίης πᾶσι τοῖς γένεσιν ἐούσης ἐς ἀλλήλους. πάλαι μὲν δὴ νομάδας εἶναι Ἰνδούς, καθάπερ Σκυθέων τοὺς οὐκ ἀροτῆρας, οἳ ἐπὶ τῇσιν ἁμάξῃσι πλανώμενοι ἄλλοτε ἄλ‐ λην τῆς Σκυθίης ἀμείβουσιν, οὔτε πόληας οἰκέοντες οὔτε

7

.

3

ἱερὰ θεῶν σέβοντες. οὕτω μηδὲ Ἰνδοῖσι πόληας εἶναι μηδὲ ἱερὰ θεῶν δεδομημένα, ἀλλ’ ἀμπίσχεσθαι μὲν δο‐ ρὰς θηρίων ὅσων κατακάνοιεν, σιτέεσθαι δὲ τῶν δεν‐ δρέων τὸν φλοιόν. καλέεσθαι δὲ τὰ δένδρεα ταῦτα τῇ
5Ἰνδῶν φωνῆ τάλα, καὶ φύεσθαι ἐπ’ αὐτῶν, κατάπερ τῶν

7

.

4

φοινίκων ἐπὶ τῇσι κορυφῇσιν, οἷά περ τολύπας. σιτέεσθαι δὲ καὶ τῶν θηρίων ὅσα ἕλοιεν ὠμοφαγέοντας, πρίν γε

7

.

5

δὴ Διόνυσον ἐλθεῖν ἐς τὴν χώρην τῶν Ἰνδῶν. Διόνυσον δὲ ἐλθόντα, ὡς καρτερὸς ἐγένετο Ἰνδῶν, πόληάς τε οἰκίσαι καὶ νόμους θέσθαι τῇσι πόλεσιν, οἴνου τε δο‐ τῆρα Ἰνδοῖς γενέσθαι κατάπερ Ἕλλησι, καὶ σπείρειν δι‐

7

.

6

δάξαι τὴν γῆν διδόντα αὐτὸν σπέρματα, ἢ οὐκ ἐλάσαντος ταύτῃ Τριπτολέμου, ὅτε περ ἐκ Δήμητρος ἐστάλη σπεί‐ ρειν τὴν γῆν πᾶσαν, ἢ πρὸ Τριπτολέμου τις οὗτος Διό‐ νυσος ἐπελθὼν τὴν Ἰνδῶν γῆν σπέρματά σφισιν

7

.

7

ἔδωκε καρποῦ τοῦ ἡμέρου. βόας τε ὑπ’ ἄροτρον ζεῦξαι Διόνυσον πρῶτον καὶ ἀροτῆρας ἀντὶ νομάδων ποιῆσαι Ἰνδῶν τοὺς πολλοὺς καὶ ὁπλίσαι ὅπλοισι τοῖσιν ἀρηίοισι.13

7

.

8

καὶ θεοὺς σέβειν ὅτι ἐδίδαξε Διόνυσος ἄλλους τε καὶ μάλιστα δὴ ἑωυτὸν κυμβαλίζοντας καὶ τυμπανίζοντας· καὶ ὄρχησιν δὲ ἐκδιδάξαι τὴν σατυρικήν, τὸν κόρδακα

7

.

9

παρ’ Ἕλλησι καλούμενον, καὶ κομᾶν [Ἰνδοὺς] τῷ θεῷ μιτρηφορέειν τε ἀναδεῖξαι καὶ μύρων ἀλοιφὰς ἐκδιδάξαι, ὥστε καὶ εἰς Ἀλέξανδρον ἔτι ὑπὸ κυμβάλων τε καὶ τυμπάνων ἐς τὰς μάχας Ἰνδοὶ καθίσταντο.

8

.

1

ἀπιόντα δὲ ἐκ τῆς Ἰνδῶν γῆς, ὥς οἱ ταῦτα κεκοσμέατο, καταστῆσαι βασιλέα τῆς χώρης Σπατέμβαν, τῶν ἑταίρων ἕνα τὸν βακχωδέστατον· τελευτήσαντος δὲ Σπατέμβα τὴν βασιληίην ἐκδέξασθαι Βουδύαν τὸν τούτου παῖδα.

8

.

2

καὶ τὸν μὲν πεντήκοντα καὶ δύο ἔτεα βασιλεῦσαι Ἰνδῶν, τὸν πατέρα, τὸν δὲ παῖδα εἴκοσιν ἔτεα. καὶ τούτου

8

.

3

παῖδα ἐκδέξασθαι τὴν βασιληίην Κραδεύαν, καὶ τὸ ἀπὸ τοῦδε τὸ πολὺ μὲν κατὰ γένος ἀμείβειν τὴν βασιληίην, παῖδα παρὰ πατρὸς ἐκδεχόμενον· εἰ δὲ ἐκλείποι τὸ γένος, οὕτω δὴ ἀριστίνδην καθίστασθαι Ἰνδοῖσι βασιλέας.

8

.

4

Ἡρακλέα δέ, ὅντινα ἐς Ἰνδοὺς ἀφικέσθαι λόγος κατέχει,

8

.

5

παρ’ αὐτοῖσιν Ἰνδοῖσι γηγενέα λέγεσθαι. τοῦτον τὸν Ἡρακλέα μάλιστα πρὸς Σουρασηνῶν γεραίρεσθαι, Ἰν‐ δικοῦ ἔθνεος, ἵνα δύο πόληες μεγάλαι, Μέθορά τε καὶ
Κλεισόβορα· καὶ ποταμὸς Ἰωμάνης πλωτὸς διαρρεῖ τὴν14

8

.

6

χώρην αὐτῶν· τὴν σκευὴν δὲ οὗτος ὁ Ἡρακλέης ἥντινα ἐφόρεε Μεγασθένης λέγει ὅτι ὁμοίην τῷ Θηβαίῳ Ἡρακλεῖ, ὡς αὐτοὶ Ἰνδοὶ ἀπηγέονται. καὶ τούτῳ ἄρσε‐ νας μὲν παῖδας πολλοὺς κάρτα γενέσθαι ἐν τῇ Ἰνδῶν
5γῇ—πολλῇσι γὰρ δὴ γυναιξὶν ἐς γάμον ἐλθεῖν καὶ τοῦτον τὸν Ἡρακλέα—, θυγατέρα δὲ μουνογενέην.

8

.

7

οὔνομα δὲ εἶναι τῇ παιδὶ Πανδαίην, καὶ τὴν χώρην, ἵνα τε ἐγένετο καὶ ἧστινος ἐπέτρεψεν αὐτῇ ἄρχειν Ἡρακλέης, Πανδαίην 〈καλεῖσθαι〉 τῆς παιδὸς ἐπώνυμον. καὶ ταύτῃ ἐλέφαντας μὲν γενέσθαι ἐκ τοῦ πατρὸς ἐς
5πεντακοσίους, ἵππον δὲ ἐς τετρακισχιλίην, πεζῶν δὲ ἐς

8

.

8

τὰς τρεῖς καὶ δέκα μυριάδας. καὶ τάδε μετεξέτεροι Ἰνδῶν περὶ Ἡρακλέους λέγουσιν, ἐπελθόντα αὐτὸν πᾶσαν γῆν καὶ θάλασσαν καὶ καθήραντα ὅ τι περ κακόν, καινὸν

8

.

9

εἶδος ἐξευρεῖν ἐν τῇ θαλάσσῃ κόσμου γυναικηίου, ὅντινα καὶ εἰς τοῦτο ἔτι οἵ τε ἐξ Ἰνδῶν τῆς χώρης τὰ ἀγώγιμα παρ’ ἡμέας ἀγινέοντες σπουδῇ ὠνεόμενοι ἐκκομίζουσι, καὶ Ἑλλήνων δὲ πάλαι καὶ Ῥωμαίων νῦν ὅσοι πολυ‐
5κτέανοι καὶ εὐδαίμονες μέζονι ἔτι σπουδῆ ὠνέονται, τὸν μαργαρίτην δὴ τὸν θαλάσσιον οὕτω τῇ Ἰνδῶν

8

.

10

γλώσσῃ καλεόμενον. τὸν γὰρ Ἡρακλέα, ὡς καλόν οἱ ἐφάνη τὸ φόρημα, ἐκ πάσης τῆς θαλάσσης ἐς τὴν Ἰνδῶν
γῆν συναγινέειν τὸν μαργαρίτην δὴ τοῦτον, τῇ θυγατρὶ15

8

.

11

τῇ ἑωυτοῦ εἶναι κόσμον. καὶ λέγει Μεγασθένης, θη‐ ρεύεσθαι τὴν κόγχην αὐτοῦ δικτύοισι, νέμεσθαι δ’ ἐν τῇ θαλάσσῃ κατὰ ταὐτὸ πολλὰς κόγχας, κατάπερ τὰς μελίσσας. καὶ εἶναι γὰρ καὶ τοῖσι μαργαρίτῃσι βασιλέα

8

.

12

ἢ βασίλισσαν, ὡς τῇσι μελίσσῃσι. καὶ ὅστις μὲν ἐκεῖνον κατ’ ἐπιτυχίην συλλάβοι, τοῦτον δὲ εὐπετέως περιβάλ‐ λειν καὶ τὸ ἄλλο σμῆνος τῶν μαργαριτῶν· εἰ δὲ διαφύγοι σφᾶς ὁ βασιλεύς, τούτῳ δὲ οὐκέτι θηρατοὺς εἶναι τοὺς
5ἄλλους. τοὺς ἑλόντας δὲ περιορᾶν κατασαπῆναί σφισι

8

.

13

τὴν σάρκα, τῷ δὲ ὀστέῳ ἐς κόσμον χρῆσθαι. καὶ εἶναι γὰρ καὶ παρ’ Ἰνδοῖσι τὸν μαργαρίτην τριστάσιον κατὰ τιμὴν πρὸς χρυσίον τὸ ἄπεφθον, καὶ τοῦτο ἐν τῇ Ἰνδῶν γῇ ὀρυσσόμενον.

9

.

1

ἐν δὲ τῇ χώρῃ ταύτῃ, ἵνα ἐβασίλευσεν ἡ θυγάτηρ τοῦ Ἡρακλέος, τὰς μὲν γυναῖκας ἑπταέτεις ἐούσας ἐς ὥρην γάμου ἰέναι, τοὺς δὲ ἄνδρας τεσσαράκοντα ἔτεα

9

.

2

τὰ πλεῖστα βιώσκεσθαι. καὶ ὑπὲρ τούτου λεγόμενον λόγον εἶναι παρὰ Ἰνδοῖσιν. Ἡρακλέα, ὀψιγόνου οἱ γε‐ νομένης τῆς παιδός, ἐπεί τε δὴ ἐγγὺς ἔμαθεν ἑαυτῷ ἐοῦσαν τὴν τελευτήν, οὐκ ἔχοντα ὅτῳ ἀνδρὶ ἐκδῷ τὴν
5παῖδα ἑωυτοῦ ἐπαξίῳ, αὐτὸν μιγῆναι τῇ παιδὶ ἑπταέτεϊ ἐούσῃ, ὡς γένος ἐξ οὗ τε κἀκείνης ὑπολείπεσθαι Ἰνδῶν

9

.

3

βασιλέας. ποιῆσαι ὦν αὐτὴν Ἡρακλέα ὡραίην γάμου· καὶ ἐκ τοῦδε ἅπαν τὸ γένος τοῦτο ὅτου ἡ Πανδαίη

9

.

4

ἐπῆρξε, ταὐτὸν τοῦτο γέρας ἔχειν παρὰ Ἡρακλέος. ἐμοὶ δὲ δοκεῖ, εἴπερ ὦν τὰ ἐς τοσόνδε ἄτοπα Ἡρακλέης οἷός τε ἦν ἐξεργάζεσθαι, κἂν αὑτὸν ἀποφῆναι μακροβιώτερον,16

9

.

5

ὡς ὡραίῃ μιγῆναι τῇ παιδί. ἀλλὰ γὰρ εἰ ταῦτα ὑπὲρ τῆς ὥρης τῶν ταύτῃ παίδων ἀτρεκέα ἐστίν, ἐς ταὐτὸν φέρειν δοκεῖ ἔμοιγε ἐς ὅ τι περ καὶ 〈τὰ〉 ὑπὲρ τῶν ἀνδρῶν τῆς ἡλικίης ὅτι τεσσαρακοντούτεες ἀποθνήσκουσιν οἱ πρε‐

9

.

6

σβύτατοι αὐτῶν. οἷς γὰρ τό τε γῆρας τοσῷδε ταχύτερον ἐπέρχεται καὶ ὁ θάνατος ὁμοῦ τῷ γήρᾳ, πάντως που καὶ

9

.

7

ἡ ἀκμὴ πρὸς λόγον τοῦ τέλεος ταχυτέρη ἐπανθέει. ὥστε τριακοντούτεες μὲν ὠμογέροντες ἄν που εἶεν αὐτοῖσιν οἱ ἄνδρες, εἴκοσι δὲ ἔτεα γεγονότες οἱ ἔξω ἥβης νεηνί‐ σκοι, ἡ δὲ ἀκροτάτη ἥβη ἀμφὶ τὰ πεντεκαίδεκα ἔτεα· καὶ
5τῇσι γυναιξὶν ὥρη τοῦ γάμου κατὰ λόγον ἂν οὕτω ἐς

9

.

8

τὰ ἑπτὰ ἔτεα συμβαίνοι. καὶ γὰρ τοὺς καρποὺς ἐν ταύτῃ τῇ χώρῃ πεπαίνεσθαί τε ταχύτερον [μὲν] τῆς ἄλλης αὐτὸς οὗτος Μεγασθένης ἀνέγραψεν καὶ φθίνειν τα‐ χύτερον.

9

.

9

ἀπὸ μὲν δὴ Διονύσου βασιλέας ἠρίθμεον Ἰνδοὶ ἐς Σανδρόκοττον τρεῖς καὶ πεντήκοντα καὶ ἑκατόν, ἔτεα δὲ δύο καὶ τεσσαράκοντα καὶ ἑξακισχίλια· ἐν δὲ τούτοισι
τρὶς τὸ πᾶν εἰς ἐλευθερίην ***, τὴν δὲ καὶ ἐς τριακό‐17

9

.

10

σια, τὴν δὲ εἴκοσίν τε ἐτέων καὶ ἑκατόν. πρεσβύτερόν τε Διόνυσον Ἡρακλέος δέκα καὶ πέντε γενεῇσιν Ἰνδοὶ λέγουσιν· ἄλλον δὲ οὐδένα ἐμβαλεῖν ἐς γῆν τὴν Ἰνδῶν ἐπὶ πολέμῳ, οὐδὲ Κῦρον τὸν Καμβύσεω, καίτοι ἐπὶ
5Σκύθας ἐλάσαντα καὶ τἄλλα πολυπραγμονέστατον δὴ τῶν κατὰ τὴν Ἀσίαν βασιλέων γενόμενον τὸν Κῦρον.

9

.

11

ἀλλὰ Ἀλέξανδρον γὰρ ἐλθεῖν τε καὶ κρατῆσαι [πάντων] τοῖς ὅπλοις ὅσους γε δὴ ἐπῆλθε· καὶ ἂν καὶ πάντων κρα‐

9

.

12

τῆσαι, εἰ ἡ στρατιὴ ἤθελεν. οὐ μὲν δὴ οὐδὲ Ἰνδῶν τινὰ ἔξω τῆς οἰκείης σταλῆναι ἐπὶ πολέμῳ διὰ δικαιότητα.

10

.

1

λέγεται δὲ καὶ τάδε, μνημεῖα ὅτι Ἰνδοὶ τοῖς τελευ‐ τήσασιν οὐ ποιέουσιν, ἀλλὰ τὰς ἀρετὰς γὰρ τῶν ἀνδρῶν ἱκανὰς ἐς μνήμην τίθενται τοῖσιν ἀποθανοῦσι καὶ τὰς

10

.

2

ᾠδὰς αἳ αὐτοῖσιν ἐπᾴδονται. πόλεων δὲ καὶ ἀριθμὸν οὐκ εἶναι ἂν ἀτρεκὲς ἀναγράψαι τῶν Ἰνδικῶν ὑπὸ πλήθεος· ἀλλὰ γὰρ ὅσαι παραποτάμιαι αὐτέων ἢ παραθαλάσσιαι,

10

.

3

ταύτας μὲν ξυλίνας ποιέεσθαι· οὐ γὰρ ἂν ἐκ πλίνθου ποιεομένας διαρκέσαι ἐπὶ χρόνον τοῦ τε ὕδατος ἕνεκα τοῦ ἐξ οὐρανοῦ καὶ ὅτι οἱ ποταμοὶ αὐτοῖσιν ὑπερβάλ‐ λοντες ὑπὲρ τὰς ὄχθας ἐμπιμπλᾶσι τοῦ ὕδατος τὰ πεδία.

10

.

4

ὅσαι δὲ ἐν ὑπερδεξίοις τε καὶ μετεώροις τόποισι καὶ τούτοισι ψιλοῖσιν ᾠκισμέναι εἰσί, ταύτας δὲ ἐκ πλίνθου

10

.

5

τε καὶ πηλοῦ ποιέεσθαι. μεγίστην δὲ πόλιν Ἰνδοῖσιν εἶναι 〈τὴν〉 Παλίμβοθρα καλεομένην, ἐν τῇ Πρασίων
γῇ, ἵνα αἱ συμβολαί εἰσι τοῦ τε Ἐραννοβόα ποταμοῦ καὶ τοῦ Γάγγεω· τοῦ μὲν Γάγγεω, τοῦ μεγίστου ποταμῶν·18
5ὁ δὲ Ἐραννοβόας τρίτος μὲν ἂν εἴη τῶν Ἰνδῶν ποτα‐ μῶν, μέζων δὲ τῶν ἄλλῃ καὶ οὗτος, ἀλλὰ ξυγχωρέει αὐτὸς τῷ Γάγγῃ, ἐπειδὰν ἐμβάλῃ ἐς αὐτὸν τὸ ὕδωρ.

10

.

6

καὶ λέγει Μεγασθένης μῆκος μὲν ἐπέχειν τὴν πόλιν καθ’ ἑκατέρην τὴν πλευρήν, ἵναπερ μακροτάτη αὐτὴ ἑωυτῆς ᾤκισται, ἐς ὀγδοήκοντα σταδίους, τὸ δὲ πλάτος

10

.

7

ἐς πεντεκαίδεκα. τάφρον δὲ περιβεβλῆσθαι τῇ πόλει τὸ εὖρος ἑξάπλεθρον, τὸ δὲ βάθος τριήκοντα πήχεων· πύρ‐ γους δὲ ἑβδομήκοντα καὶ πεντακοσίους ἔχειν τὸ τεῖχος

10

.

8

καὶ πύλας τέσσαρας καὶ ἑξήκοντα. εἶναι δὲ καὶ τόδε μέγα ἐν τῇ Ἰνδῶν γῇ, πάντας Ἰνδοὺς εἶναι ἐλευθέρους,

10

.

9

οὐδέ τινα δοῦλον εἶναι Ἰνδόν. τοῦτο μὲν Λακεδαιμονίοι‐ σιν ἐς ταὐτὸ συμβαίνει καὶ Ἰνδοῖσι. Λακεδαιμονίοις μέν γε οἱ εἵλωτες δοῦλοί εἰσιν καὶ τὰ δούλων ἐργάζονται, Ἰνδοῖσι δὲ οὐδὲ ἄλλος δοῦλός ἐστι, μήτι γε Ἰνδῶν τις.

11

.

1

νενέμηνται δὲ οἱ πάντες Ἰνδοὶ ἐς ἑπτὰ μάλιστα γένεα. ἓν μὲν αὐτοῖσιν οἱ σοφισταί εἰσι, πλήθει μὲν μείους τῶν

11

.

2

ἄλλων, δόξῃ δὲ καὶ τιμῇ γεραρώτατοι· οὔτε γάρ τι τῷ
σώματι ἐργάζεσθαι ἀναγκαίη σφιν προσκέαται οὔτε τι ἀποφέρειν ἀφ’ ὅτων πονέουσιν ἐς τὸ κοινόν. οὐδέ τι ἄλλο ἀνάγκης ἁπλῶς ἐπεῖναι τοῖς σοφιστῇσιν, ὅτι μὴ19
5θύειν τὰς θυσίας τοῖσι θεοῖσιν ὑπὲρ τοῦ κοινοῦ 〈τῶν〉

11

.

3

Ἰνδῶν· καὶ ὅστις δὲ ἰδίᾳ θύει, ἐξηγητὴς αὐτῷ τῆς θυ‐ σίης τῶν τις σοφιστῶν τούτων γίνεται, ὡς οὐκ ἂν ἄλλως

11

.

4

κεχαρισμένα τοῖς θεοῖς θύσαντας. εἰσὶ δὲ καὶ μαντικῆς οὗτοι μοῦνοι Ἰνδῶν δαήμονες, οὐδὲ ἐφεῖται ἄλλῳ μαν‐

11

.

5

τεύεσθαι ὅτι μὴ σοφιστῇ ἀνδρί. μαντεύονται δὲ ὅσα ὑπὲρ τῶν ὡρέων τοῦ ἔτεος καὶ εἴ τις ἐς τὸ κοινὸν συμ‐ φορὴ καταλαμβάνει· τὰ ἴδια 〈δὲ〉 ἑκάστοισιν οὔ σφιν μέλει μαντεύεσθαι, ὡς οὐκ ἐξικνεομένης τῆς μαντικῆς
5ἐς τὰ μικρότερα ἢ ὡς οὐκ ἄξιον 〈ὂν〉 ἐπὶ τούτοισι πο‐

11

.

6

νέεσθαι. ὅστις δὲ ἁμάρτοι ἐς τρὶς μαντευσάμενος, τούτῳ δὲ ἄλλο μὲν κακὸν γίνεσθαι οὐδέν, σιωπᾶν δὲ εἶναι ἐπά‐ ναγκες τοῦ λοιποῦ· καὶ οὐκ ἔστιν ὅστις ἐξαναγκάσει τὸν ἄνδρα τοῦτον φωνῆσαι, ὅτου ἡ σιωπὴ κατακέκριται.

11

.

7

οὗτοι γυμνοὶ διαιτῶνται οἱ σοφισταί, τοῦ μὲν χειμῶνος ὑπαίθριοι ἐν τῷ ἡλίῳ, τοῦ δὲ θέρεος, ἐπὴν ὁ ἥλιος κατ‐ έχῃ, ἐν τοῖς λειμῶσι καὶ τοῖσιν ἕλεσιν ὑπὸ δένδρεσι
μεγάλοισιν, ὧν τὴν σκιὴν Νέαρχος λέγει ἐς πέντε πλέ‐20
5θρα ἐν κύκλῳ ἐξικνέεσθαι, καὶ ἂν καὶ μυρίους ἀνθρώ‐ πους ὑπὸ ἑνὶ δένδρεϊ σκιάζεσθαι· τηλικαῦτα εἶναι ταῦτα

11

.

8

τὰ δένδρεα. σιτέονται δὲ 〈τὰ〉 ὡραῖα καὶ τὸν φλοιὸν τῶν δένδρων, γλυκύν τε ὄντα τὸν φλοιὸν καὶ τρόφιμον οὐ μεῖον ἤπερ αἱ βάλανοι τῶν φοινίκων.

11

.

9

δεύτεροι δ’ ἐπὶ τούτοισιν οἱ γεωργοί εἰσιν, οὗτοι πλή‐ θει πλεῖστοι Ἰνδῶν ἐόντες. καὶ τούτοισιν οὔτε ὅπλα ἐστὶν ἀρήια οὔτε μέλει τὰ πολεμήια ἔργα, ἀλλὰ τὴν χώρην οὗτοι ἐργάζονται, καὶ τοὺς φόρους τοῖς τε βασι‐
5λεῦσι καὶ τῇσι πόλεσιν, ὅσαι αὐτόνομοι, οὗτοι ἀποφέ‐

11

.

10

ρουσι. καὶ εἰ πόλεμος ἐς ἀλλήλους τοῖσιν Ἰνδοῖσι τύχοι, τῶν ἐργαζομένων τὴν γῆν οὐ θέμις σφιν ἅπτεσθαι οὐδὲ αὐτὴν τὴν γῆν τέμνειν, ἀλλὰ οἳ μὲν πολεμοῦσι καὶ κα‐ τακαίνουσιν ἀλλήλους ὅπως τύχοιεν, οἳ δὲ πλησίον
5αὐτῶν κατ’ ἡσυχίαν ἀροῦσιν ἢ τρυγῶσιν ἢ κλαδῶσιν ἢ θερίζουσιν.

11

.

11

τρίτοι δέ εἰσιν Ἰνδοῖσιν οἱ νομέες, οἱ ποιμένες τε καὶ βουκόλοι. καὶ οὗτοι οὔτε κατὰ πόληας οὔτε ἐν τῇσι κώμῃσιν οἰκέουσι νομάδες τέ εἰσι καὶ ἀνὰ τὰ ὄρεα βιο‐ τεύουσι. φόρον δὲ καὶ οὗτοι ἀπὸ τῶν κτηνέων ἀποφέρουσι,
5καὶ θηρεύουσιν οὗτοι ἀνὰ τὴν χώρην ὄρνιθάς τε καὶ ἄγρια θηρία.

12

.

1

τέταρτον δέ ἐστι τὸ δημιουργικόν τε καὶ καπηλικὸν γένος. καὶ οὗτοι λειτουργοί εἰσι καὶ φόρον ἀποφέρου‐ σιν ἀπὸ τῶν ἔργων τῶν σφετέρων, πλήν γε δὴ ὅσοι τὰ ἀρήια ὅπλα ποιέουσιν· οὗτοι δὲ καὶ μισθὸν ἐκ τοῦ κοι‐21
5νοῦ προσλαμβάνουσιν. ἐν δὲ τούτῳ τῷ γένει οἵ τε ναυ‐ πηγοὶ καὶ οἱ ναῦταί εἰσιν, ὅσοι κατὰ τοὺς ποταμοὺς πλώουσι.

12

.

2

πέμπτον δὲ γένος ἐστὶν Ἰνδοῖσιν οἱ πολεμισταί, πλήθει μὲν δεύτερον μετὰ τοὺς γεωργούς, πλείστῃ δὲ ἐλευθερίῃ τε καὶ εὐθυμίῃ ἐπιχρεόμενον. καὶ οὗτοι ἀσ‐

12

.

3

κηταὶ μόνων τῶν πολεμικῶν ἔργων εἰσίν· τὰ δὲ ὅπλα ἄλλοι αὐτοῖς ποιέουσι καὶ ἵππους ἄλλοι παρέχουσι καὶ διακονοῦσιν ἐπὶ στρατοπέδου ἄλλοι, οἳ τούς τε ἵππους αὐτοῖς θεραπεύουσι καὶ τὰ ὅπλα ἐκκαθαίρουσι καὶ τοὺς
5ἐλέφαντας ἄγουσι καὶ τὰ ἅρματα κοσμέουσί τε καὶ ἡνιο‐

12

.

4

χεύουσιν. αὐτοὶ δέ, ἔστ’ ἂν μὲν πολεμεῖν δέῃ, πολεμοῦ‐ σιν, εἰρήνης δὲ γενομένης εὐθυμέονται· καί σφιν μισθὸς ἐκ τοῦ κοινοῦ τοσόσδε ἔρχεται ὡς καὶ ἄλλους τρέφειν ἀπ’ αὐτοῦ εὐμαρέως.

12

.

5

ἕκτοι δέ εἰσιν Ἰνδοῖσιν οἱ ἐπίσκοποι καλεόμενοι. οὗτοι ἐφορῶσι τὰ γινόμενα κατά τε τὴν χώρην καὶ κατὰ τὰς πόληας, καὶ ταῦτα ἀναγγέλλουσι τῷ βασιλεῖ, ἵναπερ βα‐ σιλεύονται Ἰνδοί, ἢ τοῖς τέλεσιν, ἵναπερ αὐτόνομοί εἰσι.
5καὶ τούτοις οὐ θέμις ψεῦδος ἀγγεῖλαι οὐδέν, οὐδέ τις Ἰνδῶν αἰτίην ἔσχε ψεύσασθαι.

12

.

6

ἕβδομοι δέ εἰσιν οἱ ὑπὲρ τῶν κοινῶν βουλευόμενοι ὁμοῦ τῷ βασιλεῖ ἢ κατὰ πόληας ὅσαι αὐτόνομοι σὺν

12

.

7

τῇσιν ἀρχῇσι. πλήθει μὲν ὀλίγον τὸ γένος τοῦτό ἐστι, σοφίῃ δὲ καὶ δικαιότητι ἐκ πάντων προκεκριμένον. ἔνθεν οἵ τε ἄρχοντες αὐτοῖσιν ἐπιλέγονται καὶ ὅσοι νο‐ μάρχαι καὶ ὕπαρχοι καὶ θησαυροφύλακές τε καὶ στρα‐22
5τοφύλακες, ναύαρχοί τε καὶ ταμίαι καὶ τῶν κατὰ γεωρ‐ γίην ἔργων ἐπιστάται.

12

.

8

γαμέειν δὲ ἐξ ἑτέρου γένεος οὐ θέμις, οἷον τοῖσι γεωργοῖσιν ἐκ τοῦ δημιουργικοῦ ἢ ἔμπαλιν. οὐδὲ δύο τέχνας ἐπιτηδεύειν τὸν αὐτὸν οὐδὲ τοῦτο θέμις, οὐδὲ ἀμείβειν ἐξ ἑτέρου γένεος εἰς ἕτερον, οἷον γεωργικὸν ἐκ

12

.

9

νομέως γενέσθαι ἢ νομέα ἐκ δημιουργικοῦ. μοῦνόν σφισιν ἀνεῖται σοφιστὴν ἐκ παντὸς γένεος γενέσθαι, ὅτι οὐ μαλθακὰ τοῖσι σοφιστῇσίν εἰσι τὰ πρήγματα ἀλλὰ πάντων ταλαιπωρότατα.

13

.

1

θηρῶσι δὲ Ἰνδοὶ τὰ μὲν ἄλλα ἄγρια θηρία κατάπερ καὶ Ἕλληνες, ἡ δὲ τῶν ἐλεφάντων σφιν θήρα οὐδέν τι ἄλλῃ ἔοικεν, ὅτι καὶ ταῦτα τὰ θηρία οὐδαμοῖσιν ἄλλοισι

13

.

2

θηρίοις ἐπέοικεν. ἀλλὰ τόπον γὰρ ἐπιλεξάμενοι ἄπεδον καὶ καυματώδεα ἐν κύκλῳ τάφρον ὀρύσσουσιν, ὅσον μεγάλῳ στρατοπέδῳ ἐπαυλίσασθαι. τῆς δὲ τάφρου τὸ εὖρος ἐς πέντε ὀργυιὰς ποιέονται, βάθος τε ἐς τέσσαρας.

13

.

3

τὸν δὲ χοῦν ὅντινα ἐκβάλλουσιν ἐκ τοῦ ὀρύγματος, ἐπὶ τὰ χείλεα ἑκάτερα τῆς τάφρου ἐπιφορήσαντες ἀντὶ τεί‐

13

.

4

χεος διαχρέονται, αὐτοὶ δὲ ὑπὸ τῷ χώματι τῷ ἐπὶ τοῦ
χείλεος τοῦ ἔξω τῆς τάφρου σκηνάς σφιν ὀρυκτὰς ποιέον‐ ται, καὶ διὰ τουτέων ὀπὰς ὑπολείπονται, δι’ ὧν φῶς τε αὐτοῖσιν εἰσέρχεται καὶ τὰ θηρία προσάγοντα καὶ ἐσε‐23

13

.

5

λαύνοντα ἐς τὸ ἕρκος σκέπτονται. ἐνταῦθα ἐντὸς τοῦ ἕρκεος καταστήσαντες τῶν τινας θηλέων τρεῖς ἢ τέσ‐ σαρας, ὅσαι μάλιστα τὸν θυμὸν χειροήθεες, μίαν εἴσο‐ δον ἀπολιμπάνουσι κατὰ τὴν τάφρον, γεφυρώσαντες τὴν
5τάφρον· καὶ ταύτῃ χοῦν τε καὶ πόαν πολλὴν ἐπιφέρουσι τοῦ μὴ ἀρίδηλον εἶναι τοῖσι θηρίοισι τὴν γέφυραν, μή

13

.

6

τινα δόλον ὀισθῶσιν. αὐτοὶ μὲν οὖν ἐκποδὼν σφᾶς 〈ποι〉έουσι κατὰ τῶν σκηνέων τῶν ὑπὸ τῇ τάφρῳ δεδυ‐ κότες, οἱ δὲ ἄγριοι ἐλέφαντες ἡμέρης μὲν οὐ πελάζουσι τοῖσιν οἰκουμένοισι, νύκτωρ δὲ πλανῶνταί τε πάντη καὶ
5ἀγεληδὸν νέμονται τῷ μεγίστῳ καὶ γενναιοτάτῳ σφῶν

13

.

7

ἑπόμενοι, κατάπερ αἱ βόες τοῖσι ταύροισιν. ἐπεὰν ὦν τῷ ἕρκει πελάσωσι, τήν τε φωνὴν ἀκούοντες τῶν θηλέων καὶ τῇ ὀδμῇ αἰσθόμενοι, δρόμῳ ἵενται ὡς ἐπὶ τὸν χῶρον τὸν πεφραγμένον· ἐκπεριελθόντες δὲ τῆς τάφρου τὰ
5χείλεα εὖτ’ ἂν τῇ γεφύρῃ ἐπιτύχωσιν, κατὰ ταύτην ἐς

13

.

8

τὸ ἕρκος ὠθέονται. οἱ δὲ ἄνθρωποι αἰσθόμενοι τὴν ἔσο‐ δον τῶν ἐλεφάντων τῶν ἀγρίων, οἳ μὲν αὐτῶν τὴν γέ‐ φυραν ὀξέως ἀφεῖλον, οἳ δὲ ἐπὶ τὰς πέλας κώμας ἀπο‐ δραμόντες ἀγγέλλουσι τοὺς ἐλέφαντας ὅτι ἐν τῷ ἕρκει

13

.

9

ἔχονται· οἳ δὲ ἀκούσαντες ἐπιβαίνουσι τῶν κρατίστων τε τὸν θυμὸν καὶ [τῶν] χειροηθεστάτων ἐλεφάντων, ἐπι‐ βάντες δὲ ἐλαύνουσιν ὡς ἐπὶ τὸ ἕρκος, ἐλάσαντες δὲ οὐκ αὐτίκα μάχης ἅπτονται, ἀλλ’ ἐῶσι γὰρ λιμῷ τε ταλαι‐
5πωρηθῆναι τοὺς ἀγρίους ἐλέφαντας καὶ ὑπὸ τῷ δίψει24

13

.

10

δουλωθῆναι. εὖτ’ ἂν δέ σφισι κακῶς ἔχειν δοκέωσι, τηνικαῦτα ἐπιστήσαντες αὖθις τὴν γέφυραν ἐλαύνουσί τε ὡς ἐς τὸ ἕρκος, καὶ τὰ μὲν πρῶτα μάχη ἵσταται κρα‐ τερὴ τοῖσιν ἡμέροισι τῶν ἐλεφάντων πρὸς τοὺς ἑαλω‐
5κότας· ἔπειτα κρατέονται μὲν κατὰ τὸ εἰκὸς οἱ ἄγριοι

13

.

11

ὑπό τε τῇ ἀθυμίῃ καὶ τῷ λιμῷ ταλαιπωρούμενοι. οἳ δὲ ἀπὸ τῶν ἐλεφάντων καταβάντες παρειμένοισιν ἤδη τοῖ‐ σιν ἀγρίοισι τοὺς πόδας ἄκρους συνδέουσιν, ἔπειτα ἐγκελεύονται τοῖσιν ἡμέροισι πληγαῖς σφᾶς κολάζειν
5πολλαῖς, ἔστ’ ἂν ἐκεῖνοι ταλαιπωρεύμενοι ἐς γῆν πέ‐ σωσι. παραστάντες δὲ βρόχους περιβάλλουσιν αὐτοῖσι κατὰ τοὺς αὐχένας, καὶ αὐτοὶ ἐπιβαίνουσι κειμένοισι.

13

.

12

τοῦ δὲ μὴ ἀποσείεσθαι τοὺς ἀμβάτας μηδέ τι ἄλλο ἀτά‐ σθαλον ἐργάζεσθαι, τὸν τράχηλον αὐτοῖσιν ἐν κύκλῳ μαχαιρίῳ ὀξεῖ ἐπιτέμνουσι, καὶ τὸν βρόχον κατὰ τὴν τομὴν περιδέουσιν, ὡς ἀτρέμα ἔχειν τὴν κεφαλήν τε καὶ

13

.

13

τὸν τράχηλον ὑπὸ τοῦ ἕλκεος. εἰ γὰρ περιστρέφοιντο ὑπὸ ἀτασθαλίης, τρίβεται αὐτοῖσι τὸ ἕλκος ὑπὸ τῷ κάλῳ. οὕτω μὲν ὦν ἀτρέμα ἴσχουσι καὶ αὐτοὶ γνωσιμαχέοντες ἤδη

14

.

1

ἄγονται κατὰ τὸν δεσμὸν πρὸς τῶν ἡμέρων. ὅσοι δὲ νήπιοι αὐτῶν ἢ διὰ κακότητα οὐκ ἄξιοι ἐκτῆσθαι, τού‐

14

.

2

τους ἐῶσιν ἀπαλλάττεσθαι ἐς τὰ σφέτερα ἤθεα. ἀγ〈αγ〉όν‐ τες δὲ εἰς τὰς κώμας τοὺς ἁλόντας τοῦ τε χλωροῦ καλά‐

14

.

3

μου καὶ τῆς πόας τὰ πρῶτα ἐμφαγεῖν ἔδοσαν, οἳ δὲ ὑπὸ ἀθυμίης οὐκ ἐθέλουσιν οὐδὲν σιτέεσθαι, τοὺς δὲ περιι‐ στάμενοι οἱ Ἰνδοὶ ᾠδαῖσι τε καὶ τυμπάνοισι καὶ κυμβά‐ λοισιν ἐν κύκλῳ κρούοντές τε καὶ ἐπᾴδοντες κατευνά‐

14

.

4

ζουσι. θυμόσοφον γὰρ εἴπερ τι ἄλλο θηρίον ὁ ἐλέφας, καί τινες ἤδη αὐτῶν τοὺς ἀμβάτας σφῶν ἐν πολέμῳ ἀποθανόντας ἄραντες αὐτοὶ ἐξήνεγκαν ἐς ταφήν, οἳ δὲ καὶ ὑπερήσπισαν κειμένους, οἳ δὲ καὶ πεσόντων προε‐25
5κινδύνευσαν, ὃ δέ τις πρὸς ὀργὴν ἀποκτείνας τὸν ἀμ‐

14

.

5

βάτην ὑπὸ μετανοίης τε καὶ ἀθυμίης ἀπέθανεν. εἶδον δὲ ἔγωγε καὶ κυμβαλίζοντα ἤδη ἐλέφαντα καὶ ἄλλους ὀρχεομένους, κυμβάλοιν τῷ κυμβαλίζοντι πρὸς τοῖν σκελοῖν τοῖν ἔμπροσθεν προσηρτημένοιν, καὶ πρὸς τῇ

14

.

6

προβοσκίδι καλεομένῃ ἄλλου κυμβάλου· ὃ δὲ ἐν μέρει τῇ προβοσκίδι ἔκρουε τὸ κύμβαλον ἐν ῥυθμῷ πρὸς ἑκα‐ τέροιν τοῖν σκελοῖν, οἳ δὲ ὀρχεόμενοι ἐν κύκλῳ τε ἐχό‐ ρευον, καὶ ἐπαίροντές τε καὶ ἐπικάμπτοντες τὰ ἔμπρο‐
5σθεν σκέλεα ἐν τῷ μέρει ἐν ῥυθμῷ καὶ οὗτοι ἔβαινον,

14

.

7

καθότι ὁ κυμβαλίζων σφίσιν ὑφηγέετο. βαίνεται δὲ ἐλέφας ἦρος ὥρῃ, κατάπερ βοῦς ἢ ἵππος, ἐπεὰν τῇσι θηλέῃσιν αἱ παρὰ τοῖσι κροτάφοισιν ἀναπνοαὶ ἀνοιχθεῖ‐ σαι ἐκπνέωσιν. κύει δὲ τοὺς ἐλαχίστους μὲν ἑκκαίδεκα
5μῆνας, τοὺς πλείστους δὲ ὀκτωκαίδεκα. τίκτει δὲ ἕν, κατάπερ ἵππος, καὶ τοῦτο ἐκτρέφει τῷ γάλακτι ἐς ἔτος

14

.

8

ὄγδοον. ζῶσι δὲ ἐλεφάντων οἱ πλεῖστα ἔτεα ζῶντες ἐς διηκόσια, πολλοὶ δὲ νόσῳ προτελευτῶσιν αὐτῶν· γήρᾳ

14

.

9

δὲ ἐς τόσον ἔρχονται. καὶ ἔστιν αὐτοῖσι τῶν μὲν ὀφθαλ‐ μῶν ἴαμα τὸ βόειον γάλα ἐγχεόμενον, πρὸς δὲ τὰς ἄλλας
νόσους ὁ μέλας οἶνος πινόμενος, ἐπὶ δὲ τοῖσιν ἕλκεσι τὰ ὕεια κρέα ὀπτώμενα καὶ καταπλασσόμενα· ταῦτα παρ’26
5Ἰνδοῖσίν ἐστιν αὐτοῖσι ἰάματα.

15

.

1

τοῦ δὲ ἐλέφαντος τὴν τίγριν πολλόν τι ἀλκιμωτέρην Ἰνδοὶ ἄγουσι. τίγριος δὲ δορὴν μὲν ἰδεῖν λέγει Νέαρ‐ χος, αὐτὴν δὲ τίγριν οὐκ ἰδεῖν· ἀλλὰ τοὺς Ἰνδοὺς γὰρ ἀπηγέεσθαι, τίγριν εἶναι μέγεθος μὲν ἡλίκον τὸν μέγι‐
5στον ἵππον, τὴν δὲ ὠκύτητα καὶ ἀλκὴν οἵην οὐδενὶ ἄλλῳ

15

.

2

εἰκάσαι· τίγριν γὰρ ἐπεὰν ὁμοῦ ἔλθῃ ἐλέφαντι, ἐπιπη‐ δᾶν τε ἐπὶ τὴν κεφαλὴν τοῦ ἐλέφαντος καὶ ἄγχειν

15

.

3

εὐπετέως. ταύτας δέ, ἅστινας καὶ ἡμεῖς ὁρέομεν καὶ τίγριας καλέομεν, θῶας εἶναι αἰόλους καὶ μέζονας ἤπερ

15

.

4

τοὺς ἄλλους θῶας. ἐπεὶ καὶ ὑπὲρ τῶν μυρμήκων λέγει Νέαρχος μύρμηκα μὲν αὐτὸς οὐκ ἰδέειν, ὁποῖον δή τινα μετεξέτεροι διέγραψαν γίνεσθαι ἐν τῇ Ἰνδῶν γῇ, δορὰς δὲ καὶ τούτων ἰδεῖν πολλὰς ἐς τὸ στρατόπεδον κατακο‐

15

.

5

μισθείσας τὸ Μακεδονικόν. Μεγασθένης δὲ καὶ ἀτρε‐ κέα εἶναι ὑπὲρ τῶν μυρμήκων τὸν λόγον ἱστορέει τού‐ τους εἶναι τοὺς τὸν χρυσὸν ὀρύσσοντας, οὐκ αὐτοῦ τοῦ χρυσοῦ ἕνεκα, ἀλλὰ φύσι γὰρ κατὰ τῆς γῆς ὀρύσσουσιν,
5ἵνα φωλεύσαιεν, κατάπερ οἱ ἡμέτεροι οἱ σμικροὶ μύρμηκες27

15

.

6

ὀλίγον τῆς γῆς ὀρύσσουσιν. ἐκείνους δέ—εἶναι γὰρ ἀλωπεκέων μέζονας—πρὸς λόγον τοῦ μεγέθεος σφῶν καὶ τὴν γῆν ὀρύσσειν· τὴν δὲ γῆν χρυσῖτιν εἶναι, καὶ

15

.

7

ἀπὸ ταύτης γίνεσθαι Ἰνδοῖσι τὸν χρυσόν. ἀλλὰ Μεγα‐ σθένης τε ἀκοὴν ἀπηγέεται, καὶ ἐγὼ ὅτι οὐδὲν τούτου ἀτρεκέστερον ἀναγράψαι ἔχω, ἀπίημι ἑκὼν τὸν ὑπὲρ

15

.

8

τῶν μυρμήκων λόγον. σιττακοὺς δὲ Νέαρχος μὲν ὡς δή τι θαῦμα ἀπηγέεται ὅτι γίνονται ἐν τῇ Ἰνδῶν γῇ, καὶ ὁποῖος ὄρνις ἐστὶν ὁ σιττακός, καὶ ὅπως φωνὴν ἵει

15

.

9

ἀνθρωπίνην. ἐγὼ δὲ ὅτι αὐτός τε πολλοὺς ὀπώπεα καὶ ἄλλους ἐπισταμένους ᾔδεα τὸν ὄρνιθα, οὐδὲν ὡς 〈ὑπὲρ〉 ἀτόπου δῆθεν ἀπηγήσομαι· οὐδὲ ὑπὲρ τῶν πιθήκων τοῦ μεγέθεος, ἢ ὅτι καλοὶ παρ’ Ἰνδοῖς πίθηκοί εἰσιν,
5οὐδὲ ὅπως θηρῶνται ἐρέω. καὶ γὰρ ταῦτα γνώριμα ἐρῶ,

15

.

10

πλήν γε δὴ ὅτι καλοί που πίθηκοί εἰσιν. καὶ ὄφιας δὲ λέγει Νέαρχος θηρευθῆναι αἰόλους μὲν καὶ ταχέας, μέγαθος δέ, ὃν μὲν λέγει ἑλεῖν Πείθωνα τὸν Ἀντιγέ‐ νεος, πήχεων ὡς ἑκκαίδεκα. αὐτοὺς δὲ τοὺς Ἰνδοὺς πολὺ
5μείζονας τούτων λέγειν εἶναι τοὺς μεγίστους ὄφεας.

15

.

11

ὅσοι δὲ ἰητροὶ Ἕλληνες, τούτοισιν οὐδὲν ἄκος ἐξεύρητο ὅστις ὑπὸ ὄφεως δηχθείη Ἰνδικοῦ· ἀλλ’ αὐτοὶ γὰρ οἱ Ἰνδοὶ ἰῶντο τοὺς πληγέντας. καὶ ἐπὶ τῷδε Νέαρχος λέγει 〈ὅτι〉 συλλελεγμένους ἀμφ’ αὑτὸν εἶχεν Ἀλέξανδρος28
5Ἰνδῶν ὅσοι ἰητρικὴν σοφώτατοι, καὶ κεκήρυκτο ἀνὰ τὸ στρατόπεδον, ὅστις δηχθείη, ἐπὶ τὴν σκηνὴν φοιτᾶν τὴν

15

.

12

βασιλέως. οἱ δὲ αὐτοὶ οὗτοι καὶ τῶν ἄλλων νούσων τε καὶ παθέων ἰητροὶ ἦσαν. οὐ πολλὰ δὲ ἐν Ἰνδοῖσι πάθεα γίνεται, ὅτι αἱ ὧραι σύμμετροί εἰσιν αὐτόθι· εἰ δέ τι μεῖζον καταλαμβάνοι, τοῖσι σοφιστῇσιν ἀνεκοινοῦντο·
5καὶ ἐκεῖνοι οὐκ ἄνευ θεοῦ ἐδόκεον ἰῆσθαι ὅ τι περ ἰήσιμον.

16

.

1

ἐσθῆτι δὲ Ἰνδοὶ λινέῃ χρέονται, κατάπερ λέγει Νέ‐ αρχος, λίνου τοῦ ἀπὸ τῶν δενδρέων, ὑπὲρ ὅτων μοι ἤδη λέλεκται. τὸ δὲ λίνον τοῦτο ἢ λαμπρότερον τὴν χροιήν ἐστιν ἄλλου λίνου παντός, ἢ μέλανες αὐτοὶ ἐόν‐

16

.

2

τες λαμπρότερον τὸ λίνον φαίνεσθαι ποιέουσιν. ἔστι δὲ κιθὼν λίνεος αὐτοῖς ἔστε ἐπὶ μέσην τὴν κνήμην, εἷμα δὲ τὸ μὲν περὶ τοῖσιν ὤμοισι περιβεβλημένον, τὸ δὲ περὶ

16

.

3

τῇσι κεφαλῇσιν εἰλιγμένον. καὶ ἐνώτια Ἰνδοὶ φορέου‐ σιν ἐλέφαντος ὅσοι κάρτα εὐδαίμονες· οὐ γὰρ πάντες

16

.

4

Ἰνδοὶ φορέουσι. τοὺς δὲ πώγωνας λέγει Νέαρχος ὅτι
βάπτονται Ἰνδοί, χροιὴν δὲ ἄλλην καὶ ἄλλην 〈βάπτον‐ ται〉, οἳ μὲν ὡς λευκοὺς φαίνεσθαι οἵους λευκοτάτους, οἳ δὲ κυανέους, τοῖς δὲ φοινικέους εἶναι, τοῖς δὲ καὶ29

16

.

5

πορφυρέους, ἄλλοις πρασοειδέας· καὶ σκιάδια ὅτι προ‐ βάλλονται τοῦ θέρεος ὅσοι οὐκ ἠμελημένοι Ἰνδῶν. ὑπο‐ δήματα δὲ λευκοῦ δέρματος φορέουσι, περιττῶς καὶ ταῦτα ἠσκημένα· καὶ τὰ ἴχνη τῶν ὑποδημάτων αὐτοῖσι
5ποικίλα καὶ ὑψηλά, τοῦ μέζονας φαίνεσθαι.

16

.

6

ὁπλίσιος δὲ τῆς Ἰνδῶν οὐκ ὡυτὸς εἷς τρόπος ἀλλ’ οἱ μὲν πεζοὶ αὐτοῖσι τόξον τε ἔχουσι, ἰσόμηκες τῷ φο‐ ρέοντι τὸ τόξον, καὶ τοῦτο κάτω ἐπὶ τὴν γῆν θέντες καὶ τῷ ποδὶ τῷ ἀριστερῷ ἀντιβάντες, οὕτως ἐκτοξεύουσι,

16

.

7

τὴν νευρὴν ἐπὶ μέγα ὀπίσω ἀπαγαγόντες· ὁ γὰρ ὀιστὸς αὐτοῖσιν ὀλίγον ἀποδέων τριπήχεος, οὐδέ τι ἀντέχει τοξευθὲν πρὸς Ἰνδοῦ ἀνδρὸς τοξικοῦ, οὔτε ἀσπὶς οὔτε

16

.

8

θώρηξ οὔτε 〈εἴ〉 τι 〈τὸ κάρτα〉 καρτερὸν ἐγένετο. ἐν δὲ τῇσιν ἀριστερῇσι πέλται εἰσὶν αὐτοῖσιν ὠμοβόιναι, στει‐ νότεραι μὲν ἢ κατὰ τοὺς φορέοντας, μήκει δὲ οὐ πολλὸν

16

.

9

ἀποδέουσαι. τοῖσι δὲ ἄκοντες ἀντὶ τόξων εἰσί. μάχαιραν δὲ πάντες φορέουσι, πλατείην δὲ καὶ τὸ μῆκος οὐ μείω τριπήχεος· καὶ ταύτην, ἐπεὰν συστάδην καταστῇ αὐτοῖ‐ σιν ἡ μάχη—τὸ δὲ οὐκ εὐμαρέως Ἰνδοῖσιν ἐς ἀλλή‐
5λους γίνεται—ἀμφοῖν τοῖν χεροῖν καταφέρουσιν ἐς

16

.

10

τὴν πληγήν, τοῦ καρτερὴν τὴν πληγὴν γενέσθαι. οἱ δὲ ἱππέες ἀκόντια δύο αὐτοῖσιν ἔχουσιν, οἷα τὰ σαύνια
ἀκόντια, καὶ πέλτην [τὴν] μικροτέρην τῶν πεζῶν. οἱ δὲ ἵπποι αὐτοῖσιν οὐ σεσαγμένοι εἰσίν, οὐδὲ χαλινοῦνται30
5τοῖσιν Ἑλληνικοῖσι χαλινοῖσιν ἢ τοῖσι Κελτικοῖσιν ἐμ‐

16

.

11

φερέως, ἀλλὰ περὶ ἄκρῳ τῷ στόματι τοῦ ἵππου ἐν κύκλῳ ἔχουσι δέρμα ὠμοβόινον ῥαπτὸν περιηρτημένον, καὶ ἐν τούτῳ χάλκεα κέντρα ἢ σιδήρεα, οὐ κάρτα ὀξέα, ἔσω ἐστραμμένα· τοῖσι δὲ πλουσίοισιν ἐλεφάντινα κέντρα
5ἐστίν. ἐν δὲ τῷ στόματι σίδηρον αὐτοῖσιν οἱ ἵπποι ἔχου‐ σιν, οἷόν περ ὀβελόν, ἔνθεν ἐξηρτημένοι εἰσὶν αὐτοῖσιν

16

.

12

οἱ ῥυτῆρες· ἐπεὰν ὦν ἐπαγάγωσι τὸν ῥυτῆρα, ὅ τε ὀβελὸς κρατέει τὸν ἵππον, καὶ τὰ κέντρα, οἷα δὴ ἐξ αὐτοῦ ἠρτη‐ μένα, κεντέοντα οὐκ ἐᾷ ἄλλο τι ἢ πείθεσθαι τῷ ῥυτῆρι.

17

.

1

τὰ δὲ σώματα ἰσχνοί τέ εἰσιν Ἰνδοὶ καὶ εὐμήκεες, καὶ κοῦφοι πολλόν τι ὑπὲρ τοὺς ἄλλους ἀνθρώπους. ὀχή‐ ματα δὲ τοῖς μὲν πολλοῖς Ἰνδῶν κάμηλοί εἰσιν καὶ ἵπποι

17

.

2

καὶ ὄνοι, τοῖς δὲ εὐδαίμοσιν ἐλέφαντες. βασιλικὸν γὰρ ὄχημα ἐλέφας παρ’ Ἰνδοῖς ἐστι, δεύτερον δὲ τιμῇ ἐπὶ τούτῳ τὰ τέθριππα, τρίτον δὲ αἱ κάμηλοι. τὸ δὲ ἐφ’

17

.

3

ἑνὸς ἵππου ὀχέεσθαι ἄτιμον. αἱ γυναῖκες δὲ αὐτοῖσιν, ὅσαι κάρτα σώφρονες, ἐπὶ μὲν ἄλλῳ μισθῷ οὐκ ἄν τι διαμάρτοιεν, ἐλέφαντα δὲ λαβοῦσα γυνὴ μίσγεται τῷ δόντι· οὐδὲ αἰσχρὸν Ἰνδοὶ ἄγουσι τὸ ἐπὶ ἐλέφαντι μι‐
5γῆναι, ἀλλὰ καὶ σεμνὸν δοκέει τῇσι γυναιξὶν ἀξίην τὸ

17

.

4

κάλλος φανῆναι ἐλέφαντος. γαμέουσι δὲ οὔτε τι διδόντες οὔτε λαμβάνοντες, ἀλλὰ ὅσαι ἤδη ὡραῖαι γάμου, ταύτας οἱ πατέρες προάγοντες ἐς τὸ ἐμφανὲς καθιστᾶσιν ἐκλέ‐ ξασθαι τῷ νικήσαντι πάλην ἢ πὺξ ἢ δρόμον ἢ κατ’

17

.

5

ἄλλην τινὰ ἀνδρείαν προκριθέντι. σιτοφάγοι δὲ καὶ ἀροτῆρες Ἰνδοί εἰσιν, ὅσοι γε μὴ ὄρειοι αὐτῶν· οὗτοι δὲ τὰ θήρεια κρέα σιτέονται.31

17

.

6

ταῦτά μοι ἀπόχρη δεδηλῶσθαι ὑπὲρ Ἰνδῶν, ὅσα γνω‐ ριμώτατα Νέαρχός τε καὶ Μεγασθένης, δοκίμω ἄνδρε,

17

.

7

ἀνεγραψάτην, ἐπεὶ οὐδὲ ἡ ὑπόθεσίς μοι τῆσδε τῆς συγ‐ γραφῆς τὰ Ἰνδῶν νόμιμα ἀναγράψαι ἦν, ἀλλ’ ὅπως γὰρ παρεκομίσθη Ἀλεξάνδρῳ ἐς Πέρσας ἐξ Ἰνδῶν ὁ στόλος· ταῦτα δὲ ἐκβολή μοι ἔστω τοῦ λόγου.

18

.

1

Ἀλέξανδρος γὰρ, ἐπειδὴ οἱ παρεσκεύαστο τὸ ναυτι‐ κὸν ἐπὶ τοῦ Ὑδάσπεω τῇσιν ὄχθῃσιν, ἐπιλεγόμενος ὅσοι τε Φοινίκων καὶ ὅσοι Κύπριοι ἢ Αἰγύπτιοι εἵποντο ἐν τῇ ἄνω στρατηλασίῃ, ἐκ τούτων ἐπλήρου τὰς νέας, ὑπη‐
5ρεσίας τε αὐτῇσι καὶ ἐρέτας ἐπιλεγόμενος ὅσοι τῶν θα‐

18

.

2

λασσίων ἔργων δαήμονες. ἦσαν δὲ καὶ νησιῶται ἄνδρες οὐκ ὀλίγοι ἐν τῇ στρατιῇ οἷς ταῦτα ἔμελε, καὶ Ἴωνες

18

.

3

καὶ Ἑλλησπόντιοι. τριήραρχοι δὲ αὐτῷ ἐπεστάθησαν ἐκ Μακεδόνων μὲν Ἡφαιστίων τε Ἀμύντορος καὶ Λεόννατος ὁ Εὔνου καὶ Λυσίμαχος ὁ Ἀγαθοκλέους καὶ Ἀσκληπιό‐ δωρος ὁ Τιμάνδρου καὶ Ἄρχων ὁ Κλεινίου καὶ Δημό‐
5νικος ὁ Ἀθηναίου καὶ Ἀρχίας ὁ Ἀναξιδότου καὶ Ὀφέλλας Σειληνοῦ καὶ Τιμάνθης Παντιάδου. οὗτοι μὲν Πελ‐

18

.

4

λαῖοι· ἐκ δὲ Ἀμφιπόλεως ἦγον οἵδε· [ἐκ Κρήτης] Νέαρ‐ χος Ἀνδροτίμου, ὃς τὰ ἀμφὶ τῷ παράπλῳ ἀνέγραψε, καὶ Λαομέδων Λαρίχου, καὶ Ἀνδροσθένης Καλλιστράτου·

18

.

5

ἐκ δὲ Ὀρεστίδος Κράτερός τε ὁ Ἀλεξάνδρου καὶ Περ‐ δίκκας ὁ Ὀρόντεω· Ἐορδαῖοι δὲ Πτολεμαῖός τε ὁ Λάγου καὶ Ἀριστόνους ὁ Πεισαίου. ἐκ Πύδνης δὲ Μήτρων τε ὁ32

18

.

6

Ἐπιχάρμου καὶ Νικαρχίδης ὁ Σίμου. ἐπὶ δὲ Ἄτταλός τε ὁ Ἀνδρομένεος Τυμφαῖος καὶ Πευκέστας Ἀλεξάνδρου Μιεζεὺς καὶ Πείθων Κρατεύα Ἀλκομενεὺς καὶ Λεόν‐ νατος Ἀντιπάτρου Αἰγαῖος καὶ Πάνταυχος Νικολάου
5Ἀλωρίτης καὶ Μυλλέας Ζωΐλου Βεροιαῖος. οὗτοι μὲν οἱ

18

.

7

σύμπαντες Μακεδόνες· Ἑλλήνων δὲ Μήδιος μὲν Ὀξυ‐ θέμιδος Λαρισαῖος, Εὐμένης δὲ Ἱερωνύμου ἐκ Καρδίης, Κριτόβουλος δὲ Πλάτωνος Κῷος, καὶ Θόας Μηνοδώρου

18

.

8

καὶ Μαίανδρος Μανδρογένεος Μάγνητες, Ἄνδρων δὲ Καβήλεω Τήιος. Κυπρίων δὲ Νικοκλέης Πασικράτεος Σόλιος καὶ Νιθάφων Πνυταγόρεω Σαλαμίνιος. ἦν δὲ δὴ καὶ Πέρσης αὐτῷ τριήραρχος, Βαγώας ὁ Φαρνούχεος.

18

.

9

τῆς δὲ αὐτοῦ Ἀλεξάνδρου νεὼς κυβερνήτης ἦν Ὀνησί‐ κριτος Ἀστυπαλαιεύς, γραμματεὺς δὲ τοῦ στόλου παντὸς33

18

.

10

Εὐαγόρας Εὐκλέωνος Κορίνθιος. ναύαρχος δὲ αὐτοῖσιν ἐπεστάθη Νέαρχος Ἀνδροτίμου, τὸ γένος μὲν Κρὴς ὁ

18

.

11

Νέαρχος, ᾤκει δὲ ἐν Ἀμφιπόλει τῇ ἐπὶ Στρυμόνι. ὡς δὲ ταῦτα ἐκεκόσμητο Ἀλεξάνδρῳ, ἔθυε τοῖς θεοῖσιν ὅσοι τε πάτριοι ἢ μαντευτοὶ αὐτῷ καὶ Ποσειδῶνι καὶ Ἀμφι‐ τρίτῃ καὶ Νηρηίσι καὶ αὐτῷ τῷ Ὠκεανῷ, καὶ τῷ Ὑδάσπῃ
5ποταμῷ, ἀπ’ ὅτου ὡρμᾶτο, καὶ τῷ Ἀκεσίνῃ, ἐς ὅντινα ἐκδιδοῖ ὁ Ὑδάσπης, καὶ τῷ Ἰνδῷ, ἐς ὅντινα ἄμφω ἐκδι‐

18

.

12

δοῦσιν· ἀγῶνές τε αὐτῷ μουσικοὶ καὶ γυμνικοὶ ἐποιεῦντο, καὶ ἱερεῖα τῇ στρατιῇ πάσῃ κατὰ τέλεα ἐδίδοτο.

19

.

1

ὡς δὲ πάντα ἐξήρτυτο αὐτῷ ἐς ἀναγωγήν, Κράτερον μὲν τὰ ἐπὶ θάτερα τοῦ Ὑδάσπεω ἰέναι σὺν στρατιῇ [πεζῇ] ἐκέλευσε πεζικῇ τε καὶ ἱππικῇ· ἐς τὸ ἐπὶ θάτερα 〈δὲ〉 Ἡφαιστίων αὐτῷ παρεπορεύετο σὺν ἄλλῃ στρατιῇ πλεί‐
5ονι ἔτι τῆς Κρατέρῳ συντεταγμένης. καὶ τοὺς ἐλέφαν‐ τας Ἡφαιστίων αὐτῷ ἦγεν, ὄντας ἐς διακοσίους. αὐτὸς

19

.

2

δὲ τούς τε ὑπασπιστὰς καλεομένους ἅμα οἷ ἦγε καὶ τοὺς τοξότας πάντας καὶ τῶν ἱππέων τοὺς ἑταίρους καλεομέ‐

19

.

3

νους, τοὺς πάντας ἐς ὀκτακισχιλίους. τοῖσι μὲν δὴ ἀμφὶ Κράτερον καὶ Ἡφαιστίωνα ἐτέτακτο ἵνα προπορευθέντες

19

.

4

ὑπομένοιεν τὸν στόλον. Φίλιππον δέ, ὃς αὐτῷ σατράπης τῆς χώρης ταύτης ἦν, ἐπὶ τοῦ Ἀκεσίνου ποταμοῦ τὰς

19

.

5

ὄχθας πέμπει, ἅμα στρατιῇ πολλῇ καὶ τοῦτον· ἤδη γὰρ καὶ δώδεκα μυριάδες αὐτῷ μάχιμοι εἵποντο σὺν οἷς ἀπὸ θαλάσσης τε αὐτὸς ἀνήγαγε καὶ αὖθις οἱ ἐπὶ συλλογὴν
αὐτῷ στρατιᾶς πεμφθέντες ἧκον ἔχοντες, παντοῖα ἔθνεα34
5βαρβαρικὰ ἅμα οἷ ἄγοντι καὶ πᾶσαν ἰδέην ὡπλισμένα.

19

.

6

αὐτὸς δὲ ἄρας ταῖς ναυσὶ κατέπλει κατὰ τὸν Ὑδάσπεα ἔστε ἐπὶ τοῦ Ἀκεσίνου τε καὶ τοῦ Ὑδάσπεω τὰς συμβο‐

19

.

7

λάς. νῆες δὲ αἱ σύμπασαι αὐτῷ ὀκτακόσιαι ἦσαν, αἵ τε μακραὶ καὶ ὅσα στρογγύλα πλοῖα καὶ ἄλλαι ἱππαγωγοὶ

19

.

8

καὶ σιτία ἅμα τῇ στρατιῇ ἄγουσαι. ὅπως μὲν δὴ κατὰ τοὺς ποταμοὺς κατέπλευσεν αὐτῷ ὁ στόλος, καὶ ὅσα ἐν τῷ παράπλῳ ἔθνεα κατεστρέψατο, καὶ ὅπως διὰ κινδύνου αὐτὸς ἐν Μαλλοῖς ἧκε, καὶ τὸ τρῶμα ὃ ἐτρώθη ἐν Μαλ‐
5λοῖς, καὶ Πευκέστας τε καὶ Λεόννατος ὅπως ὑπερήσπισαν αὐτὸν πεσόντα, πάντα ταῦτα λέλεκταί μοι ἤδη ἐν τῇ

19

.

9

ἄλλῃ τῇ Ἀττικῇ ξυγγραφῇ. ὁ δὲ λόγος ὅδε τοῦ παρά‐ πλου μοι ἀφήγησίς ἐστιν, ὃν Νέαρχος σὺν τῷ στόλῳ παρέπλευσεν ἀπὸ τοῦ Ἰνδοῦ τῶν ἐκβολέων ὁρμηθεὶς κατὰ τὴν θάλασσαν τὴν μεγάλην ἔστε ἐπὶ τὸν κόλπον
5τὸν Περσικόν, ἣν δὴ Ἐρυθρὴν θάλασσαν μετεξέτεροι καλέουσι.

20

.

1

Νεάρχῳ δὲ λέλεκται ὑπὲρ τούτων ὅδε ὁ λόγος. πό‐ θον μὲν εἶναι Ἀλεξάνδρῳ ἐκπεριπλῶσαι τὴν θάλασσαν

20

.

2

τὴν ἀπὸ Ἰνδῶν ἔστε ἐπὶ τὴν Περσικήν, ὀκνέειν δὲ αὐτὸν τοῦ τε πλόου τὸ μῆκος καὶ μή τινι ἄρα χώρῃ ἐρήμῳ ἐγκύρσαντες ἢ ὅρμων ἀπόρῳ ἢ οὐ ξυμμέτρως ἐχούσῃ τῶν ὡραίων, οὕτω δὴ διαφθαρῇ αὐτῷ ὁ στόλος, καὶ οὐ
5φαύλη κηλὶς αὕτη τοῖς ἔργοισιν αὐτοῦ τοῖσι μεγάλοισιν ἐπιγενομένη τὴν πᾶσαν εὐτυχίην αὐτῷ ἀφανίσῃ· ἀλλὰ ἐκνικῆσαι γὰρ αὐτῷ τὴν ἐπιθυμίην τοῦ καινόν τι αἰεὶ35

20

.

3

καὶ ἄτοπον ἐργάζεσθαι. ἀπόρως δὲ ἔχειν ὅντινα οὐκ ἀδύνατόν τε ἐς τὰ ἐπινοούμενα ἐπιλέξαιτο καὶ ἅμα τῶν ἐν νηὶ ἀνδρῶν, ὡς καὶ [τῶν] τοιοῦτον στόλον στελλο‐ μένων, ἀφελεῖν τὸ δεῖμα τοῦ δὴ ἠμελημένως αὐτοὺς ἐς

20

.

4

προῦπτον κίνδυνον ἐκπέμπεσθαι. λέγει δὴ ὁ Νέαρχος ἑωυτῷ ξυνοῦσθαι τὸν Ἀλέξανδρον ὅντινα προχειρίσηται ἐξηγέεσθαι τοῦ στόλου. ὡς δὲ ἄλλου καὶ ἄλλου ἐς μνή‐ μην ἰόντα τοὺς μὲν ὡς οὐκ ἐθέλοντας κινδυνεύειν ὑπὲρ
5οὗ ἀπολέγειν, τοὺς δὲ ὡς μαλακοὺς τὸν θυμόν, τοὺς δὲ ὡς πόθῳ τῆς οἰκηίης κατεχομένους, τοῖς δὲ ἄλλο καὶ

20

.

5

ἄλλο ἐπικαλέοντα, τότε δὴ αὐτὸν ὑποστάντα εἰπεῖν ὅτι “ὦ βασιλεῦ, ἐγώ τοι ὑποδέκομαι ἐξηγήσεσθαι τοῦ στό‐ λου, καὶ εἰ τὰ ἀπὸ τοῦ θείου ξυνεπιλαμβάνοι, περιάξω τοι σῴας τὰς νέας καὶ τοὺς ἀνθρώπους ἔστε ἐπὶ τὴν
5Περσίδα γῆν, εἰ δὴ πλωτός τέ ἐστιν ὁ ταύτῃ πόντος καὶ

20

.

6

τὸ ἔργον οὐκ ἄπορον γνώμῃ ἀνθρωπηίῃ.” Ἀλέξανδρον δὲ λόγῳ μὲν οὐ φάναι ἐθέλειν ἐς τοσήνδε ταλαιπωρίην καὶ τοσόνδε κίνδυνον τῶν τινα ἑαυτοῦ φίλων ἐμβάλλειν, αὐτὸν δὲ ταύτῃ δὴ καὶ μᾶλλον οὐκ ἀνιέναι ἀλλὰ λιπαρεῖν.

20

.

7

οὕτω δὴ ἀγαπῆσαί τε Ἀλέξανδρον τοῦ Νεάρχου τὴν προθυμίην, καὶ ἐπιστῆσαι αὐτὸν ἄρχειν τοῦ στόλου

20

.

8

παντός. καὶ τότε δὴ ἔτι μᾶλλον τῆς στρατιῆς ὅ τι περ
ἐπὶ τῷ παράπλῳ τῷδε ἐτάσσετο καὶ τὰς ὑπηρεσίας ἵλεω ἔχειν τὴν γνώμην, ὅτι δὴ Νέαρχόν γε οὔποτε ἂν Ἀλέ‐ ξανδρος προήκατο ἐς κίνδυνον καταφανέα, εἰ μή σφι36

20

.

9

σωθήσεσθαι ἔμελλεν. λαμπρότης τε πολλὴ τῇ παρασκευῇ ἐποῦσα καὶ κόσμος τῶν νεῶν καὶ σπουδαὶ τῶν τριηράρ‐ χων ἀμφὶ τὰς ὑπηρεσίας τε καὶ τὰ πληρώματα ἐκπρε‐ πέες καὶ τοὺς πάντ’ ἤδη πάλαι κατοκνέοντας ἐς ῥώμην
5ἅμα καὶ ἐλπίδας χρηστοτέρας ὑπὲρ τοῦ παντὸς ἔργου

20

.

10

ἐπηρκότα ἦν. πολὺ δὲ δὴ συνεπιλαβέσθαι ἐς εὐθυμίην τῇ στρατιῇ τὸ δὴ αὐτὸν Ἀλέξανδρον ὁρμηθέντα κατὰ τοῦ Ἰνδοῦ τὰ στόματα ἀμφότερα ἐκπλῶσαι ἐς τὸν πόν‐ τον σφάγιά τε τῷ Ποσειδῶνι ἐντεμεῖν καὶ ὅσοι ἄλλοι
5θεοὶ θαλάσσιοι, καὶ δῶρα μεγαλοπρεπέα τῇ θαλάσσῃ

20

.

11

χαρίσασθαι. τῇ τε ἄλλῃ τῇ Ἀλεξάνδρου παραλόγῳ εὐτυ‐ χίῃ πεποιθότας οὐδὲν ὅ τι οὐ τολμητόν τε ἐκείνῳ καὶ ἐρκτὸν ἡγέεσθαι.

21

.

1

ὡς δὲ τὰ ἐτήσια πνεύματα ἐκοιμήθη, ἃ δὴ τοῦ θέρεος τὴν ὥρην πᾶσαν κατέχει ἐκ τοῦ πελάγεος ἐπιπνέοντα ἐπὶ τὴν γῆν καὶ ταύτῃ ἄπορον τὸν πλοῦν ποιέοντα, τότε
δὴ ὡρμῶντο ἐπὶ ἄρχοντος Ἀθήνησι Κηφισοδώρου, εἰκάδι37
5τοῦ Βοηδρομιῶνος μηνός, καθότι Ἀθηναῖοι ἄγουσιν, ὡς δὲ Μακεδόνες τε καὶ Ἀσιανοὶ ἦγον 〈μηνὸς Ὑπερ‐ βερεταίου, ἔτοσ〉 τὸ ἑνδέκατον βασιλεύοντος Ἀλεξάνδρου.

21

.

2

θύει δὲ καὶ Νέαρχος πρὸ τῆς ἀναγωγῆς Διὶ Σωτῆρι καὶ ἀγῶνα ποιέει καὶ οὗτος γυμνικόν. ἄραντες δὲ ἀπὸ τοῦ ναυστάθμου τῇ πρώτῃ ἡμέρῃ κατὰ τὸν Ἰνδὸν ποταμὸν ὁρμίζονται πρὸς διώρυχι μεγάλῃ, καὶ μένουσιν αὐτοῦ
5δύο ἡμέρας· Στοῦρα δὲ ὄνομα ἦν τῷ χώρῳ· στάδιοι ἀπὸ

21

.

3

τοῦ ναυστάθμου ἐς ἑκατόν. τῇ τρίτῃ δὲ ἄραντες ἔπλεον ἔστε ἐπὶ διώρυχα ἄλλην σταδίους τριάκοντα, ἁλμυρὴν ἤδη ταύτην τὴν διώρυχα· ἀνῄει γὰρ ἡ θάλασσα ἐς αὐτήν, μάλιστα μὲν ἐν τῇσι πλημμυρίῃσιν, ὑπέμενε δὲ
5καὶ ἐν τῇ〈σιν〉 ἀμπώτεσι τὸ ὕδωρ μεμιγμένον τῷ πο‐

21

.

4

ταμῷ· Καύμανα δὲ οὔνομα ἦν τῷ χώρῳ. ἐνθένδε εἴκοσι σταδίους καταπλώσαντες ἐς Κορέεστιν ὁρμίζονται ἔτι

21

.

5

κατὰ τὸν ποταμόν. ἐνθένδε ὁρμηθέντες ἔπλεον οὐκ ἐπὶ πολλόν· ἕρμα γὰρ ἐφάνη αὐτοῖσι κατὰ τὴν ἐκβολὴν τὴν ταύτῃ τοῦ Ἰνδοῦ καὶ τὰ κύματα ἐρρόχθει πρὸς τῇ ἠιόνι,

21

.

6

καὶ ἡ ἠιὼν αὕτη τραχεῖα ἦν. ἀλλὰ ἵναπερ μαλθακὸν ἦν τοῦ ἕρματος, ταύτῃ διώρυχα ποιήσαντες ἐπὶ σταδίους πέντε, διῆγον τὰς νέας, ἐπειδὴ ἡ πλήμμυρα ἐπῆλθεν ἡ

21

.

7

ἐκ τοῦ πόντου. ἐκπεριπλώσαντες δὲ σταδίους πεντήκοντα καὶ ἑκατὸν ὁρμίζονται ἐς Κρώκαλα νῆσον ἀμμώδεα καὶ
μένουσιν αὐτοῦ τὴν ἄλλην ἡμέραν. προσοικέει δὲ ταύτῃ38

21

.

8

ἔθνος Ἰνδικόν, οἱ Ἀράβιες καλεόμενοι, ὧν καὶ ἐν τῇ μέζονι ξυγγραφῇ μνήμην ἔσχον, καὶ ὅτι εἰσὶν ἐπώνυμοι ποταμοῦ Ἀράβιος, ὃς διὰ τῆς γῆς αὐτῶν ῥέων ἐκδιδοῖ ἐς θάλασσαν, ὁρίζων τούτων τε τὴν χώρην καὶ τὴν

21

.

9

Ὠρειτέων. ἐκ δὲ Κρωκάλων ἐν δεξιᾷ μὲν ἔχοντες ὄρος τὸ καλεόμενον αὐτοῖσιν Εἶρον, ἐν ἀριστερᾷ δὲ νῆσον ἁλιτενέα ἔπλεον· ἡ δὲ νῆσος παρατεταμένη τῇ ἠιόνι

21

.

10

κόλπον στεινὸν ποιέει. διεκπλεύσαντες δὲ ταύτην ὁρμί‐ ζονται ἐν λιμένι εὐόρμῳ. ὅτι δὲ μέγας τε καὶ καλὸς ὁ λιμήν, Νεάρχῳ ἔδοξεν ἐπονομάζειν αὐτὸν Ἀλεξάνδρου

21

.

11

λιμένα. νῆσος δέ ἐστιν ἐπὶ τῷ στόματι τοῦ λιμένος ὅσον σταδίους δύο ἀπέχουσα· Βίβακτα ὄνομα τῇ νήσῳ, ὁ δὲ χῶρος ἅπας Σάγγαδα. ἡ δὲ νῆσος καὶ τὸν λιμένα, προ‐

21

.

12

κειμένη πρὸ τοῦ πελάγεος, αὐτὴ ἐποίεεν. ἐνταῦθα πνεύματα μεγάλα ἐκ τοῦ πόντου ἔπνεε καὶ συνεχέα, καὶ Νέαρχος δείσας τῶν βαρβάρων μή τινες συνταχθέντες ἐφ’ ἁρπαγὴν τοῦ στρατοπέδου τραποίατο, ἐκτειχίζει τὸν

21

.

13

χῶρον λιθίνῳ τείχει. τέσσαρες δὲ καὶ εἴκοσιν ἡμέραι τῇ μονῇ ἐγένοντο. καὶ λέγει ὅτι μύας τε ἐθήρων τοὺς θα‐ λασσίους οἱ στρατιῶται, καὶ ὄστρεια δὲ καὶ τοὺς σωλῆ‐
νας καλεομένους, ἄτοπα τὸ μέγεθος, ὡς τοῖσιν ἐν τῇδε39
5τῇ ἡμετέρῃ θαλάσσῃ συμβαλέειν· καὶ ὕδωρ ὅτι ἁλμυρὸν ἐπίνετο.

22

.

1

ἅμα τε ὁ ἄνεμος ἐπαύσατο καὶ οἳ ἀνήγοντο. καὶ πε‐ ραιωθέντες σταδίους ἐς ἑξήκοντα ὁρμίζονται πρὸς αἰ‐ γιαλῷ ψαμμώδεϊ· νῆσος δὲ ἐπῆν τῷ αἰγιαλῷ ἐρήμη.

22

.

2

ταύτην δὲ πρόβλημα ποιησάμενοι ὡρμίσθησαν· Δόμαι οὔνομα τῇ νήσῳ. ὕδωρ δὲ οὐκ ἦν ἐν τῷ αἰγιαλῷ, ἀλλὰ προελθόντες ἐς τὴν μεσογαίην ὅσον εἴκοσι σταδίους ἐπι‐

22

.

3

τυγχάνουσιν ὕδατι καλῷ. τῇ δὲ ὑστεραίῃ ἐς νύκτα αὐ‐ τοῖς ὁ πλόος ἐγίνετο ἐς Σάραγγα σταδίους τριακοσίους, καὶ ὁρμίζονται πρὸς αἰγιαλῷ, καὶ ὕδωρ ἦν ἀπὸ τοῦ

22

.

4

αἰγιαλοῦ ὅσον ὀκτὼ σταδίους. ἐνθένδε πλώσαντες ὁρ‐ μίζονται ἐν Σακάλοισι, τόπῳ ἐρήμῳ. καὶ διεκπλώσαντες σκοπέλους δύο, οὕτω τι ἀλλήλοις πελάζοντας, ὥστε τοὺς ταρσοὺς τῶν νεῶν ἅπτεσθαι ἔνθεν καὶ ἔνθεν τῶν πε‐
5τρέων, καθορμίζονται ἐν Μοροντοβάροις, σταδίους διελ‐

22

.

5

θόντες ἐς τριακοσίους· ὁ δὲ λιμὴν μέγας καὶ εὔκυκλος καὶ βαθὺς καὶ ἄκλυστος, ὁ δὲ ἔσπλους ἐς αὐτὸν στεινός. τοῦτον τῇ γλώσσῃ τῇ ἐπιχωρίῃ Γυναικῶν λιμένα ἐκά‐

22

.

6

λεον, ὅτι γυνὴ τοῦ χώρου τούτου πρώτη ἐπῆρξεν. ὡς δὲ διὰ τῶν σκοπέλων διεξέπλεον, κύμασι τε μεγάλοις ἐνέκυρσαν καὶ τῇ θαλάσσῃ ῥοώδει. ἀλλὰ ἐκπεριπλῶσαι

22

.

7

γὰρ ὑπὲρ τοὺς σκοπέλους μέγα ἔργον ἐφαίνετο. ἐς δὲ τὴν ὑστεραίην ἔπλεον νῆσον ἐν ἀριστερᾷ ἔχοντες πρὸ τοῦ πελάγεος οὕτω τι τῷ αἰγιαλῷ συναφέα ὥστε εἰ‐ κάσαι ἂν διώρυχα εἶναι τὸ μέσον τοῦ τε αἰγιαλοῦ καὶ
5τῆς νήσου· στάδιοι οἱ πάντες ἑβδομήκοντα τοῦ διέκπλου. καὶ ἐπί τε τοῦ αἰγιαλοῦ δένδρεα ἦν πολλὰ καὶ δασέα,

22

.

8

καὶ ἡ νῆσος ὕλῃ παντοίῃ σύσκιος. ὑπὸ δὲ τὴν ἕω ἔπλεον ἔξω τῆς νήσου κατὰ ῥηχίην στενήν· ἔτι γὰρ ἡ ἀνάπωτις κατεῖχε. πλώσαντες δὲ ἐς ἑκατὸν καὶ εἴκοσι σταδίους ὁρμίζονται ἐν τῷ στόματι τοῦ Ἀράβιος ποταμοῦ· καὶ40
5λιμὴν μέγας καὶ καλὸς πρὸς τῷ στόματι, ὕδωρ δὲ οὐκ ἦν πότιμον· τοῦ γὰρ Ἀράβιος αἱ ἐκβολαὶ ἀναμεμιγμέναι

22

.

9

τῷ πόντῳ ἦσαν. ἀλλὰ τεσσαράκοντα σταδίους ἐς τὸ ἄνω προχωρήσαντες λάκκῳ ἐπιτυγχάνουσι, καὶ ἔνθεν ὑδρευ‐

22

.

10

σάμενοι ὀπίσω ἀπενόστησαν. νῆσος δὲ ἐπὶ τῷ λιμένι ὑψηλὴ καὶ ἔρημος, καὶ περὶ ταύτην ὀστρείων τε καὶ ἰχθύων παντοδαπῶν θήρα. μέχρι μὲν τοῦδε Ἀράβιες, ἔσχατοι Ἰνδῶν ταύτῃ ᾠκισμένοι, τὰ δὲ ἀπὸ τοῦδε
5Ὠρεῖται ἐπεῖχον.

23

.

1

ὁρμηθέντες δὲ ἐκ τῶν ἐκβολῶν τοῦ Ἀράβιος παρέ‐ πλεον τῶν Ὠρειτέων τὴν χώρην. καὶ ὁρμίζονται ἐν Πα‐ γάλοισι, πλώσαντες σταδίους ἐς διακοσίους, πρὸς ῥηχίῃ. ἀλλὰ ἀγκύρῃσι γὰρ ἐπήβολος ἦν ὁ χῶρος. τὰ μὲν οὖν
5πληρώματα ἀπεσάλευον ἐν τῇσι νηυσίν, οἱ δὲ ἐφ’ ὕδωρ

23

.

2

ἐκβάντες ὑδρεύοντο. τῇ δ’ ὑστεραίῃ ἀναχθέντες ἅμα ἡμέρῃ καὶ πλώσαντες σταδίους ἐς τριάκοντα καὶ τετρα‐ κοσίους κατάγονται ἑσπέριοι ἐς Κάβανα, καὶ ὁρμίζονται πρὸς αἰγιαλῷ ἐρήμῳ. καὶ ἐνταῦθα ῥηχίη τραχείη ἦν, καὶ

23

.

3

ἐπὶ τῷδε μετεώρους τὰς νέας ὡρμίσαντο. κατὰ τοῦτον τὸν πλόον πνεῦμα ὑπολαμβάνει τὰς νέας μέγα ἐκ πόν‐ του, καὶ νέες δύο μακραὶ διαφθείρονται ἐν τῷ πλόῳ, καὶ κέρκουρος· οἱ δὲ ἄνθρωποι σῴζονται ἀπονηξάμενοι,

23

.

4

ὅτι οὐ πόρρω τῆς γῆς ὁ πλόος ἐγίνετο. ἀμφὶ δὲ μέσας νύκτας ἀναχθέντες πλέουσιν ἔστε ἐπὶ Κώκαλα, 〈ἃ〉 τοῦ αἰγιαλοῦ, ἔνθεν ὡρμήθησαν, ἀπεῖχε σταδίους διακοσίους· καὶ αἱ μὲν νῆες σαλεύουσαι ὥρμεον, τὰ πληρώματα δὲ41
5ἐκβιβάσας Νέαρχος πρὸς τῇ γῇ ηὐλίσθη, ὅτι ἐπὶ πολλὸν τεταλαιπωρηκότες ἐν τῇ θαλάσσῃ ἀναπαύσασθαι ἐπό‐ θεον· στρατόπεδον δὲ περιεβάλετο τῶν βαρβάρων τῆς

23

.

5

φυλακῆς ἕνεκα. ἐν τούτῳ τῷ χώρῳ Λεόννατος, ὅτῳ τὰ Ὠρειτῶν ἐξ Ἀλεξάνδρου ἐπετέτραπτο, μάχῃ μεγάλῃ νικᾷ Ὠρείτας τε καὶ ὅσοι Ὠρείταις συνεπέλαβον τοῦ ἔργου. καὶ κτείνει αὐτῶν ἑξακισχιλίους, καὶ τοὺς ἡγεμόνας πάν‐
5τας· τῶν δὲ σὺν Λεοννάτῳ ἱππεῖς μὲν ἀποθνήσκουσι πεν‐ τεκαίδεκα, τῶν δὲ πεζῶν ἄλλοι τε οὐ πολλοὶ καὶ Ἀπολ‐

23

.

6

λοφάνης ὁ Γαδρωσίων σατράπης. ταῦτα μὲν δὴ ἐν τῇ ἄλλῃ ξυγγραφῇ ἀναγέγραπται, καὶ ὅπως Λεόννατος ἐπὶ τῷδε ἐστεφανώθη πρὸς Ἀλεξάνδρου χρυσῷ στεφάνῳ

23

.

7

ἐν Μακεδόσιν. ἐνταῦθα σῖτος ἦν νενημένος κατὰ πρόσ‐ ταγμα Ἀλεξάνδρου ἐς ἐπισιτισμὸν τῷ στρατῷ, καὶ ἐμ‐

23

.

8

βάλλονται σιτία ἡμερέων δέκα ἐς τὰς νέας. καὶ τῶν νεῶν ὅσαι πεπονήκεσαν κατὰ τὸν πλόον μέχρι τοῦδε ἐπεσκεύασαν, καὶ τῶν ναυτέων ὅσοι ἐν τῷ ἔργῳ βλα‐ κεύειν ἐφαίνοντο Νεάρχῳ, τούτους μὲν πεζῇ ἄγειν Λεον‐
5νάτῳ ἔδωκεν, αὐτὸς δὲ ἀπὸ τῶν σὺν Λεοννάτῳ στρα‐ τιωτῶν συμπληροῖ τὸ ναυτικόν.

24

.

1

ἐνθένδε ὁρμηθέντες ἔπλεον ἀκραεί, καὶ διελθόντες σταδίους ἐς πεντακοσίους ὡρμίζοντο πρὸς ποταμῷ χει‐

24

.

2

μάρρῳ· Τόμηρος ὄνομα ἦν τῷ ποταμῷ. καὶ λίμνη ἦν
ἐπὶ ταῖς ἐκβολαῖς τοῦ ποταμοῦ, τὰ δὲ βράχεα τὰ πρὸς τῷ αἰγιαλῷ ἐπῴκεον ἄνθρωποι ἐν καλύβαις πνιγηραῖς. καὶ οὗτοι ὡς προσπλέοντας εἶδον, ἐθάμβησάν τε καὶ42
5παρατείναντες σφᾶς παρὰ τὸν αἰγιαλὸν ἐτάχθησαν ὡς

24

.

3

ἀπομαχούμενοι πρὸς τοὺς ἐκβαίνοντας. λόγχας δὲ ἐφό‐ ρεον παχέας, μέγεθος ὡς ἑξαπήχεας· ἀκωκὴ δὲ οὐκ ἐπῆν σιδηρέη, ἀλλὰ τὸ ὀξὺ αὐτῇσι πεπυρακτωμένον ταὐτὸ

24

.

4

ἐποίεε. πλῆθος δὲ ἦσαν ὡς ἑξακόσιοι. καὶ τούτους Νέαρ‐ χος ὡς ὑπομένοντάς τε καὶ παρατεταγμένους κατεῖδε, τὰς μὲν νέας ἀνακωχεύειν κελεύει ἐντὸς βέλους, ὡς τὰ τοξεύματα ἐς τὴν γῆν ἀπ’ αὐτῶν ἐξικνεῖσθαι· αἱ γὰρ
5τῶν βαρβάρων λόγχαι παχέαι φαινόμεναι ἀγχέμαχοι μέν,

24

.

5

ἄφοβοι δὲ ἐς τὸ ἐσακοντίζεσθαι ἦσαν. αὐτὸς δὲ τῶν στρα‐ τιωτῶν ὅσοι αὐτοί τε κουφότατοι καὶ κουφότατα ὡπλι‐ σμένοι τοῦ τε νεῖν δαημονέστατοι, τούτους δὲ ἐκνήξασθαι

24

.

6

κελεύει ἀπὸ ξυνθήματος. πρόσταγμα δέ σφισιν ἦν, ὅπως τις ἐκνηξάμενος σταίη ἐν τῷ ὕδατι, προσμένειν τὸν πα‐ ραστάτην οἱ ἐσόμενον, μηδὲ 〈ἐμ〉βάλλειν πρόσθεν ἐς τοὺς βαρβάρους, πρὶν ἐπὶ τριῶν ἐς βάθος ταχθῆναι τὴν
5φάλαγγα, τότε 〈δὲ〉 δρόμῳ ἤδη ἰέναι ἐπαλαλάξαντας.

24

.

7

ἅμα δὲ ἐρρίπτουν ἑωυτοὺς οἱ ἐπὶ τῷδε τεταγμένοι ἐκ τῶν νεῶν ἐς τὸν πόντον, καὶ ἐνήχοντο ὀξέως, καὶ ἵσταντο
ἐν κόσμῳ, καὶ φάλαγγα ἐκ σφῶν ποιησάμενοι δρόμῳ ἐπῄεσαν αὐτοί τε ἀλαλάζοντες τῷ Ἐνυαλίῳ καὶ οἱ ἐπὶ43
5τῶν νεῶν ξυνεπήχεον, τοξεύματά τε καὶ ἀπὸ μηχανῶν

24

.

8

βέλεα ἐφέροντο ἐς τοὺς βαρβάρους. οἳ δὲ τήν τε λαμ‐ πρότητα τῶν ὅπλων ἐκπλαγέντες καὶ τῆς ἐφόδου τὴν ὀξύτητα καὶ πρὸς τῶν τοξευμάτων τε καὶ τῶν ἄλλων βελῶν βαλλόμενοι, οἷα δὴ ἡμίγυμνοι ἄνθρωποι, οὐδὲ
5ὀλίγον ἐς ἀλκὴν τραπέντες ἐγκλίνουσι. καὶ οἱ μὲν αὐτοῦ

24

.

9

φεύγοντες ἀποθνήσκουσιν, οἳ δὲ καὶ ἁλίσκονται· ἔστι δὲ οἳ καὶ διέφυγον ἐς τὰ ὄρεα. ἦσαν δὲ οἱ ἁλόντες τά τε ἄλλα σώματα δασέες καὶ τὰς κεφαλάς, καὶ τοὺς ὄνυ‐ χας θηριώδεες· τοῖς γὰρ δὴ ὄνυξιν ὅσα σιδήρῳ διαχρᾶ‐
5σθαι ἐλέγοντο καὶ τοὺς ἰχθύας τούτοισι παρασχίζοντες κατεργάζεσθαι καὶ τῶν ξύλων ὅσα μαλακώτερα. τὰ δὲ ἄλλα τοῖς λίθοισι τοῖσιν ὀξέσιν ἔκοπτον· σίδηρος γὰρ αὐτοῖσιν οὐκ ἦν. ἐσθῆτα δὲ ἐφόρεον δέρματα θήρεια, οἳ δὲ καὶ ἰχθύων τῶν μεγάλων [τε] τὰ παχέα.

25

.

1

ἐνταῦθα νεωλκοῦσι τὰς νέας, καὶ ὅσαι πεπονηκυῖαι αὐτῶν ἐπισκευάζουσι. τῇ δὲ ἕκτῃ ἡμέρῃ ἐστέλλοντο, καὶ πλώσαντες σταδίους ἐς τριακοσίους ἀφικνέονται ἐς χῶ‐ ρον, ὃς δὴ ἔσχατος ἦν τῆς Ὠρειτῶν γῆς· Μάλανα τῷ

25

.

2

χώρῳ ὄνομα. Ὠρεῖται δὲ ὅσοι ἄνω ἀπὸ θαλάσσης οἰκέου‐ σιν, ἐσταλμένοι μὲν κατάπερ Ἰνδοί εἰσι, καὶ τὰ ἐς πό‐ λεμον ὡσαύτως παραρτέονται· γλῶσσα δὲ ἄλλη αὐτοῖσι

25

.

3

καὶ ἄλλα νόμαια. μῆκος τοῦ παράπλου παρὰ μὲν χώρην
τὴν Ἀραβίων ἐς χιλίους μάλιστα σταδίους, ἔνθενπερ ὡρμήθησαν, παρὰ δὲ τὴν Ὠρειτῶν γῆν ἑξακόσιοι καὶ44

25

.

4

χίλιοι. παραπλεόντων δὲ τὴν Ἰνδῶν γῆν (τὸ ἐντεῦθεν γὰρ οὐκέτι Ἰνδοί εἰσι) λέγει Νέαρχος ὅτι αἱ σκιαὶ

25

.

5

αὐτοῖσιν οὐ ταὐτὸ ἐποίεον· ἀλλὰ ὅπου μὲν ἐπὶ πολὺ τοῦ πόντου ὡς πρὸς μεσημβρίαν προχωρήσειαν, αἳ δὲ καὶ αὐταὶ [αἱ σκιαὶ] πρὸς μεσημβρίην τετραμμέναι ἐφαίνοντο· ὁπότε δὲ τὸ μέσον τῆς ἡμέρης ἐπέχοι ὁ ἥλιος, ἤδη δὲ

25

.

6

καὶ ἔρημα σκιῆς πάντα ὤφθη αὐτοῖσι. τῶν τε ἀστέρων ὅσους πρόσθεν μετεώρους κατεώρων, οἳ μὲν ἀφανέες πάντη ἦσαν, οἳ δὲ πρὸς αὐτῇ τῇ γῇ ἐφαίνοντο, καταδύ‐ νοντές τε καὶ αὐτίκα ἀνατέλλοντες οἱ πάλαι ἀειφανέες.

25

.

7

καὶ ταῦτα οὐκ ἀπεικότα δοκέει μοι ἀναγράψαι Νέαρχος· ἐπεὶ καὶ ἐν Συήνῃ τῇ Αἰγυπτίῃ, ἐπεὰν τροπὰς ἄγῃ θέ‐ ρεος ὥρῃ ὁ ἥλιος, φρέαρ ἀποδεδειγμένον ἐστί, καὶ τοῦτο ἄσκιον ἐν μεσημβρίῃ φαίνεται· ἐν Μερόῃ δὲ πάντα

25

.

8

ἄσκια τῇ αὐτῇ ὥρῃ. εἰκὸς ὦν καὶ ἐν Ἰνδοῖσιν, ἅτε πρὸς μεσαμβρίην ᾠκισμένοισι, τὰ αὐτὰ δὴ πάθεα ἐπέχειν, καὶ μάλιστα δὴ κατὰ τὸν πόντον τὸν Ἰνδικόν, ὅσῳ μᾶλλον αὐτοῖσιν ἡ θάλασσα πρὸς μεσαμβρίην κέκλιται. ταῦτα
5μὲν δὴ ὧδε ἐχέτω.

26

.

1

ἐπὶ δὲ Ὠρείτῃσι κατὰ μὲν μεσογαίην Γαδρώσιοι ἐπεῖ‐ χον, ὧν τὴν χώρην χαλεπῶς διεξῆλθεν ἅμα τῇ στρατιῇ Ἀλέξανδρος, καὶ κακὰ τοσαῦτα ἔπαθεν, ὅσα οὐδὲ τὰ σύμπαντα τῆς συμπάσης στρατηλασίης. ταῦτά μοι ἐν τῇ

26

.

2

μέζονι συγγραφῇ ἀναγέγραπται. κάτω δὲ Γαδρωσίων παρὰ τὴν θάλασσαν αὐτὴν οἱ Ἰχθυοφάγοι καλεόμενοι οἰκοῦσι· παρὰ τούτων τὴν γῆν ἔπλεον. τῇ μὲν πρώτῃ ἡμέρῃ περὶ τὴν δευτέρην φυλακὴν ἀναχθέντες καταί‐45
5ρουσιν εἰς Βαγίσαρα· στάδιοι τοῦ παράπλου ἑξακόσιοι.

26

.

3

λιμήν τε ἔνι αὐτόθι εὔορμος, καὶ κώμη Πάσιρα, ἀπέ‐ χουσα ἀπὸ θαλάσσης ἑξήκοντα σταδίους, καὶ οἱ πρόσοι‐

26

.

4

κοι αὐτῆς Πασιρέες. ἐς δὲ τὴν ὑστεραίαν πρωΐτερον τῆς ὥρης ἀναχθέντες περιπλέουσιν ἄκρην ἐπὶ πολύ τε ἀνέ‐ χουσαν ἐς τὸν πόντον καὶ αὐτὴν ὑψηλὴν καὶ κρημνώ‐

26

.

5

δεα. φρέατα δὲ ὀρύξαντες, ὕδωρ [οὐκ] ὀλίγον καὶ πο‐ νηρὸν ἀρυσάμενοι ταύτῃ μὲν τῇ ἡμέρᾳ ἐπὶ ἀγκυρέων

26

.

6

ὥρμεον, ὅτι ῥηχίη κατὰ τὸν αἰγιαλὸν ἀνεῖχεν· ἐς δὲ τὴν ὑστεραίην καταίρουσιν ἐς Κόλτα, σταδίους ἐλθόντες διακοσίους. ἐνθένδε ἕωθεν πλεύσαντες σταδίους ἑξακο‐ σίους ἐν Καλίμοισιν ὁρμίζονται. κώμη πρὸς τῷ αἰγιαλῷ,
5φοίνικες δὲ περὶ αὐτὴν ὀλίγοι πεφύκεσαν, καὶ βάλανοι ἐπ’ αὐτοῖσι χλωραὶ ἐπῆσαν. καὶ νῆσος ὡς ἑκατὸν στα‐ δίους ἀπὸ τοῦ αἰγιαλοῦ ἀπέχουσα, Καρνίνη ὄνομα.

26

.

7

ἐνταῦθα ξένια Νεάρχῳ προσφέρουσιν οἱ κωμῆται πρό‐ βατα καὶ ἰχθύας· καὶ τῶν προβάτων τὰ κρέα λέγει ὅτι ἦν ἰχθυώδεα, ἴσα τοῖς τῶν ὀρνίθων τῶν πελαγίων, ὅτι
καὶ αὐτὰ ἰχθύων σιτέεται· πόα γὰρ οὐκ ἔνι ἐν τῇ χώρῃ.46

26

.

8

ἀλλὰ τῇ ὑστεραίῃ πλεύσαντες ἐς σταδίους διακοσίους ὁρμίζονται πρὸς αἰγιαλῷ καὶ κώμῃ ἀπὸ θαλάσσης ἐς σταδίους τριάκοντα ἀπεχούσῃ· ἡ μὲν κώμη Κύσα ἐκα‐

26

.

9

λέετο, Καρβὶς δὲ τῷ αἰγιαλῷ ὄνομα ἦν. ἐνταῦθα πλοίοις ἐπιτυγχάνουσι σμικροῖσιν, οἷα ἁλιέων εἶναι πλοῖα οὐκ εὐδαιμόνων· αὐτοὺς δὲ οὐ καταλαμβάνουσιν, ἀλλ’ ἔφυγον γὰρ καθορμιζομένας κατιδόντες τὰς νέας. σῖτός
5τε αὐτόθι οὐκ ἐνῆν, καὶ ἐπιλελοίπει τὴν στρατιὴν ὁ πολλός· ἀλλὰ αἶγας ἐμβαλόμενοι ἐς τὰς νέας, οὕτω δὴ

26

.

10

ἀπέπλεον. καὶ περιπλώσαντες ἄκρην ὑψηλὴν ὅσον πεν‐ τήκοντα καὶ ἑκατὸν σταδίους ἀνέχουσαν ἐς τὸν πόντον, κατάγονται ἐν λιμένι ἀκλύστῳ. καὶ ὕδωρ αὐτόθι ἦν, καὶ ἁλιέες ᾤκεον· Μόσαρνα ὄνομα ἦν τῷ λιμένι.

27

.

1

ἐνθένδε καὶ ἡγεμὼν τοῦ πλόου λέγει Νέαρχος ὅτι συνέπλωσεν αὐτοῖσιν, Ὑδράκης ὄνομα, Γαδρώσιος· ὑπέστη δὲ Ὑδράκης καταστήσειν αὐτοὺς μέχρι Καρμα‐ νίης. τὸ δὲ ἀπὸ τοῦδε οὐκέτι χαλεπὰ ἦν, ἀλλὰ μᾶλλόν

27

.

2

τι† ὀνομαζόμενα, ἔστε ἐπὶ τὸν κόλπον τὸν Περσικόν. ἐκ δὲ Μοσάρνων νυκτὸς ἐπάραντες πλώουσι σταδίους ἑπτα‐ κοσίους καὶ πεντήκοντα ἐς Βάλωμον αἰγιαλόν· ἐνθένδε ἐς Βάρνα κώμην σταδίους τετρακοσίους, ἵνα φοίνικές τε
5πολλοὶ ἐνῆσαν καὶ κῆπος, καὶ ἐν τῷ κήπῳ μύρριναι ἐπε‐ φύκεσαν καὶ ἄλλα ἄνθεα, ἀφ’ ὅτων στεφανώματα τοῖσι κωμήτῃσιν ἐπλέκοντο· ἐνταῦθα πρῶτον δένδρεά τε εἶδον ἥμερα, καὶ ἀνθρώπους οὐ πάντη θηριώδεας ἐποικέοντας.47

27

.

3

ἐνθένδε ἐς διακοσίους σταδίους περιπλώσαντες καταί‐ ρουσιν ἐς Δενδρόβοσα, καὶ αἱ νέες ἐπ’ ἀγκυρέων ἐσά‐

27

.

4

λευσαν. ἐνθένδε ἀμφὶ μέσας νύκτας ἄραντες ἐς Κώφαντα λιμένα ἀπίκοντο, τετρακοσίους μάλιστα σταδίους διεκ‐

27

.

5

πλώσαντες· ἐνταῦθα ἁλιέες τε ᾤκεον, καὶ πλοῖα αὐτοῖσιν ἦν μικρὰ καὶ πονηρά· καὶ ταῖς κώπαις οὐ κατὰ σκαλμὸν ἤρεσσον ὡς ὁ Ἑλλήνων νόμος, ἀλλ’ ὥσπερ ἐν† ποταμῷ τὸ ὕδωρ ἐπιβάλλοντες ἔνθεν καὶ ἔνθεν, κατάπερ οἱ σκά‐
5πτοντες τὴν γῆν. ὕδωρ δὲ πολύ τε ἦν ἐν τῷ λιμένι καὶ

27

.

6

καθαρόν. περὶ δὲ πρώτην φυλακὴν ἄραντες καταίρουσιν ἐς Κύιζα, ἐς ὀκτακοσίους σταδίους διεκπλώσαντες, ἵνα αἰγιαλός τε ἔρημος ἦν καὶ ῥαχίη. αὐτόθι ὦν ἐπ’ ἀγκυ‐

27

.

7

ρέων ὥρμεον, κατὰ ναῦν τε ἐδειπνοποιέοντο. ἐνθένδε διεκπλώσαντες σταδίους πεντακοσίους ἀπίκοντο ἔς τινα πόλιν μικρήν, οἰκεομένην ἐπὶ γηλόφου οὐ πόρρω τοῦ

27

.

8

αἰγιαλοῦ. καὶ Νέαρχος ἐπιφρασθεὶς ὅτι σπείρεσθαι τὴν χώρην εἰκός, λέγει πρὸς Ἀρχίην, ὃς ἦν Ἀναξιδότου μὲν παῖς, Πελλαῖος, συνέπλει δὲ Νεάρχῳ, τῶν ἐν αἴνῃ ὢν Μακεδόνων—πρὸς τοῦτον λέγει ὅτι καταληπτέον σφίσιν

27

.

9

εἴη τὸ χωρίον· ἑκόντας τε γὰρ οὐκ ἂν οἴεσθαι δοῦναι τῇ
στρατιῇ σιτία, βίῃ τε οὐχ οἷόν τε εἶναι ἐξαιρέειν, πο‐ λιορκίης δὲ καὶ τριβῆς δεήσειν, σφᾶς δὲ ἐπιλελοιπέναι τὰ σιτία. ὅτι δὲ ἡ γῆ σιτοφόρος, τῇ καλάμῃ τεκμηριοῦ‐48
5σθαι, ἥντινα οὐ πόρρω τοῦ αἰγιαλοῦ ἀφεώρων βαθέην.

27

.

10

ταῦτα ἐπεί σφισιν ἐδόκεε, τὰς μὲν ἄλλας νέας κελεύει παραρτέεσθαι ὡς ἐς πλόον, καὶ ὁ Ἀρχίης αὐτῷ ἐξήρτυε τὰ ἐς τὸν πλόον· αὐτὸς δὲ ὑπολειφθεὶς μετὰ μιῆς νεὼς ἐπὶ θέαν δῆθεν τῆς πόλιος ᾔει.

28

.

1

προσάγοντι δὲ αὐτῷ πρὸς τὰ τείχεα φιλίως ξένια ἔφε‐ ρον ἐκ τῆς πόλιος θύννους τε ἐν κριβάνοισιν ὀπτούς —οὗτοι γὰρ ἔσχατοι τῶν Ἰχθυοφάγων οἰκέοντες πρῶτοι ἐν αὐτοῖσιν ὤφθησαν οὐκ ὠμοφαγέοντες—καὶ πέμ‐

28

.

2

ματα ὀλίγα καὶ βαλάνους τῶν φοινίκων. ὃ δὲ ταῦτα μὲν ἀσμένως δέκεσθαι ἔφη, ἐθέλειν δὲ θεήσασθαι τὴν πόλιν·

28

.

3

οἳ δὲ εἴων παρελθεῖν. ὡς δὲ εἴσω πυλῶν παρῆλθε, δύο μὲν τῶν τοξοτῶν κατέχειν κελεύει τὴν πυλίδα, αὐτὸς δὲ μετὰ δύο ἄλλων καὶ τοῦ ἑρμηνέως ἐπὶ τὸ τεῖχος τὸ ταύτῃ ἀνελθὼν ἐσήμηνε τοῖς ἀμφὶ τὸν Ἀρχίην ὅπως συνέκειτο.
5συνέκειτο γὰρ τὸν μὲν σημῆναι, τὸν δὲ συμβαλόντα ποι‐

28

.

4

έειν τὸ τεταγμένον. ἰδόντες δὲ τὸ σημήιον οἱ Μακεδόνες ἐπώκελλόν τε κατὰ τάχος τὰς νέας καὶ ἐξεπήδων σπουδῇ ἐς τὴν θάλασσαν, οἱ δὲ βάρβαροι ἐκπλαγέντες τοῖς γινο‐

28

.

5

μένοις ἐπὶ τὰ ὅπλα ἔθεον. ὁ δὲ ἑρμηνεὺς ὁ σὺν Νεάρχῳ ἐκήρυσσε σῖτον διδόναι τῇ στρατιῇ, εἰ σώαν ἐθέλουσιν
ἔχειν τὴν πόλιν· οἳ δὲ ἠρνοῦντο εἶναι σφίσι, καὶ ἅμα προσέβαλλον τῷ τείχει. ἀλλὰ ἀνέστελλον αὐτοὺς οἱ το‐49
5ξόται οἱ ἀμφὶ τὸν Νέαρχον, ἐξ ὑπερδεξίου τοξεύοντες.

28

.

6

ὡς δὲ ἔμαθον ἐχομένην τε ἤδη καὶ ὅσον οὔπω ἀνδρα‐ ποδισθησομένην σφίσι τὴν πόλιν, τότε δὲ δὴ ἐδέοντο τοῦ Νεάρχου τὸν μὲν σῖτον ὅσπερ ἦν αὐτοῖσι λαβόντα

28

.

7

ἀπάγειν, τὴν πόλιν δὲ μὴ διαφθεῖραι. Νέαρχος δὲ τὸν μὲν Ἀρχίην κελεύει καταλαβεῖν τὰς πύλας καὶ τὸ κατ’ αὐτὰς τεῖχος, αὐτὸς δὲ συμπέμπει τοὺς κατοψομένους τὸν

28

.

8

σῖτον εἰ ἀδόλως δεικνύουσιν. οἳ δὲ τὸ μὲν ἀπὸ τῶν ἰχθύων τῶν ὀπτῶν ἀληλεσμένον ἄλευρον πολὺ ἐδεί‐ κνυσαν, πυροὺς δὲ καὶ κριθὰς ὀλίγας· καὶ γὰρ καὶ ἐτύγ‐ χανον σίτῳ μὲν τῷ ἀπὸ τῶν ἰχθύων, τοῖσι δὲ ἄρτοισιν

28

.

9

ὅσα ὄψῳ διαχρεόμενοι. ὡς δὲ τὰ ὄντα ἐπεδείκνυον, οὕτω δὴ ἐκ τῶν παρόντων ἐπισιτισάμενοι ἀνήγοντο, καὶ ὁρμί‐ ζονται πρὸς ἄκρην, ἥντινα οἱ ἐπιχώριοι ἱρὴν Ἡλίου ἦγον· οὔνομα τῇ ἄκρῃ Βάγεια.

29

.

1

ἐνθένδε ἀμφὶ μέσας νύκτας ἄραντες διεκπλώουσι στα‐ δίους ἐς χιλίους ἐς Τάλμενα λιμένα εὔορμον. ἐνθένδε ἐς Κανασίδα πόλιν ἐρήμην σταδίους ἐς τετρακοσίους, ἵνα τινὶ φρέατι ὀρυκτῷ ἐπιτυγχάνουσι, καὶ φοίνικες
5ἄγριοι ἐπεφύκεσαν. τούτων τοὺς ἐγκεφάλους κόπτοντες

29

.

2

ἐσιτέοντο· σῖτος γὰρ ἐπελελοίπει τὴν στρατιήν. καὶ κακῶς ἤδη ὑπὸ λιμοῦ ἔχοντες ἔπλεον τήν τε ἡμέρην καὶ

29

.

3

τὴν νύκτα, καὶ ὁρμίζονται πρὸς αἰγιαλῷ ἐρήμῳ. Νέ‐ αρχος δὲ καταδείσας μὴ ἄρα ἐς τὴν γῆν ἐκβάντες ἀπο‐ λίποιεν τὰς νέας ὑπὸ ἀθυμίης, ἐπὶ τῷδε μετεώρους ἔσχε

29

.

4

τὰς νέας ἐπ’ ἀγκυρέων. ἐνθένδε ἀναχθέντες ἐς Κανάτην
ὁρμίζονται, σταδίους ὡς ἑπτακοσίους καὶ πεντήκοντα διεκπλώσαντες. ἔστι δὲ καὶ αἰγιαλὸς ἐνταῦθα καὶ διώ‐50

29

.

5

ρυχες βραχεῖαι. ἐνθένδε σταδίους ὀκτακοσίους πλώσαν‐ τες ἐν Ταοῖσιν ὁρμίζονται, κῶμαι δὲ μικραὶ καὶ πονηραὶ ἐπῆσαν. καὶ οἱ μὲν ἄνθρωποι ἐκλείπουσι τὰ οἰκία, αὐτοὶ δὲ σίτῳ τινὶ ὀλίγῳ ἐπιτυγχάνουσι, καὶ βαλάνοις ἐκ φοι‐
5νίκων. καὶ καμήλους ἑπτὰ ὅσαι ἐγκατελήφθησαν κατα‐

29

.

6

κόψαντες, ἀπὸ τούτων τὰ κρέα ἐσιτέοντο. ὑπὸ δὲ τὴν ἕω ἀναχθέντες σταδίους τριακοσίους πλώουσι, καὶ καθ‐ ορμίζονται ἐς Δαγάσειρα· ἔνθα νομάδες τινὲς ἄνθρωποι

29

.

7

ᾤκεον. ἐνθένδε ἄραντες τήν τε νύκτα καὶ τὴν ἡμέρην οὐδέν τι ἐλινύοντες ἔπλεον, ἀλλὰ διελθόντες γὰρ σταδίους χιλίους τε καὶ ἑκατὸν ἐξέπλωσαν τὸ ἔθνος τῶν Ἰχθυο‐ φάγων, πολλὰ κακὰ ταύτῃ παθόντες ἀπορίῃ τῶν ἀναγ‐

29

.

8

καίων. ὁρμίζονται δὲ οὐ πρὸς τῇ γῇ—ῥηχίη γὰρ ἦν ἐπὶ πολλὸν ἀνέχουσα—, ἀλλὰ μετέωροι ἐπ’ ἀγκυρέων· μῆκος τοῦ παράπλου τῶν Ἰχθυοφάγων τῆς χώρης ὀλίγῳ πλεῦνες στάδιοι μύριοι.

29

.

9

οὗτοι οἱ Ἰχθυοφάγοι σιτέονται, κατ’ ὅ τι περ καὶ κληίζονται, ἰχθύας, ὀλίγοι μὲν αὐτῶν ἁλιεύοντες τοὺς ἰχθύας—ὀλίγοισι γὰρ καὶ πλοῖα ἐπὶ τῷδε πεποίηται καὶ τέχνη ἐξεύρηται ἐπὶ τῇ θήρῃ τῶν ἰχθύων—, τὸ

29

.

10

πολὺ δὲ ἡ ἀνάπωτις αὐτοῖσι παρέχει. οἳ δὲ δίκτυα ἐπὶ τῷδε πεποίηνται, μέγαθος καὶ ἐς δύο σταδίους τὰ πολλὰ αὐτῶν. πλέκουσι δὲ αὐτὰ ἐκ τοῦ φλοιοῦ τῶν φοινίκων,

29

.

11

στρέφοντες τὸν φλοιὸν ὥσπερ λίνον. ἐπεὰν δὲ ἡ θά‐ λασσα ὑπονοστήσῃ καὶ γῆ ὑπολειφθῇ, ἵνα μὲν ξηρὴ ἡ
γῆ ὑπολείπεται, ἐρήμη τὸ πολύ ἐστιν ἰχθύων· ἔνθα δὲ βαθέα ἐστίν, ὑπολείπεταί τι τοῦ ὕδατος καὶ ἐν τῷδε51
5κάρτα πολλοὶ ἰχθύες, οἱ μὲν πολλοὶ σμικροὶ αὐτῶν, οἳ δὲ καὶ μέζονες· τούτοις περιβάλλοντες τὰ δίκτυα αἱ‐

29

.

12

ρέουσι. σιτέονται δὲ ὠμοὺς μέν, ὅπως ἀνειρύουσιν ἐκ τοῦ ὕδατος, τοὺς ἁπαλωτάτους αὐτῶν· τοὺς δὲ μέζονάς τε καὶ σκληροτέρους ὑπὸ ἡλίῳ αὐαίνοντες, εὖτ’ ἂν ἀφαυανθῶσι, καταλοῦντες ἄλευρα ἀπ’ αὐτῶν ποιέονται
5καὶ ἄρτους, οἳ δὲ μάζας ἐκ τούτων τῶν ἀλεύρων πέσ‐

29

.

13

σουσι. καὶ τὰ βοσκήματα αὐτοῖσι τοὺς ἰχθύας ξηροὺς σιτέονται· ἡ γὰρ χώρη ἔρημος λειμώνων οὐδὲ ποίην

29

.

14

φέρει. θηρεύουσι δὲ καὶ καράβους πολλαχῆ καὶ ὄστρεια καὶ τὰ κογχύλια· ἅλες δὲ αὐτόματοι γίνονται ἐν τῇ

29

.

15

χώρῃ· ἀπὸ τούτων ἔλαιον ποιέουσιν. οἳ μὲν δὴ αὐτῶν ἐρήμους τόπους οἰκέουσιν ἄδενδρόν τε τὴν χώρην καὶ ἄφορον καρπῶν ἡμέρων, τούτοισιν ἀπὸ τῶν ἰχθύων ἡ πᾶσα δίαιτα πεποίηται· ὀλίγοι δὲ αὐτῶν σπείρουσιν ὅσον
5τῆς χώρης, καὶ τούτῳ κατάπερ ὄψῳ χρῶνται πρὸς τοὺς

29

.

16

ἰχθύας· ὁ γὰρ σῖτος αὐτοῖσίν εἰσιν οἱ ἰχθύες. οἰκία δὲ πεποίηνται οἱ μὲν εὐδαιμονέστατοι αὐτῶν ὅσα κήτεα ἐκ‐ βάλλει ἡ θάλασσα τούτων τὰ ὀστᾶ ἐπιλεγόμενοι 〈καὶ〉 τούτοισιν ἀντὶ ξύλων χρεόμενοι, καὶ θύρας τὰ ὀστέα
5ὅσα πλατέα αὐτῶν ἁλίσκεται ἀπὸ τούτων ποιέονται· τοῖσι δὲ πολλοῖς καὶ πενεστέροισιν ἀπὸ τῶν ἀκανθῶν τῶν
ἰχθύων τὰ οἰκία ποιέεται.52

30

.

1

Κήτεα δὲ μεγάλα ἐν τῇ ἔξω θαλάσσῃ βόσκεται, καὶ

30

.

2

ἰχθύες πολὺ μέζονες ἢ ἐν τῇδε τῇ εἴσω. καὶ λέγει Νέ‐ αρχος, ὁπότε ἀπὸ Κυΐζων παρέπλεον, ὑπὸ τὴν ἕω ὀφ‐ θῆναι ὕδωρ ἄνω ἀναφυσώμενον τῆς θαλάσσης οἷά περ

30

.

3

ἐκ πρηστήρων βίᾳ ἀναφερόμενον, ἐκπλαγέντας δὲ σφᾶς πυνθάνεσθαι τῶν κατηγεομένων τοῦ πλόου ὅ τι εἴη καὶ ἀπ’ ὅτου τὸ πάθημα· τοὺς δὲ ὑποκρίνασθαι ὅτι κήτεα ταῦτα φερόμενα κατὰ τὸν πόντον ἀναφυσᾷ ἐς τὸ ἄνω
5τὸ ὕδωρ. καὶ τοῖσι ναύτῃσιν ἐκπλαγεῖσιν ἐκ τῶν χειρῶν

30

.

4

τὰ ἐρετμὰ ἐκπεσεῖν, αὐτὸς δὲ ἐπιὼν παρακαλεῖν τε καὶ θαρσύνειν, καὶ κατ’ οὕστινας παραπλέων ἐγένετο, ἐς μέτωπόν τε κελεῦσαι καταστῆσαι ὡς ἐπὶ ναυμαχίῃ τὰς νέας, καὶ ἐπαλαλάζοντας ὁμοῦ τῷ ῥοθίῳ πυκνήν τε καὶ

30

.

5

ξὺν κτύπῳ πολλῷ τὴν εἰρεσίην ποιέεσθαι. οὕτως ἀνα‐ θαρσήσαντας ὁμοῦ δὴ πλέειν ἀπὸ ξυνθήματος. ὡς δὲ ἐπέλαζον ἤδη τοῖσι θηρίοισιν, ἐνταῦθα αὐτοὺς μὲν ὅσον αἱ κεφαλαὶ αὐτοῖσιν ἐχώρεον ἐπαλαλάξαι, τὰς δὲ σάλ‐
5πιγγας σημῆναι, καὶ τὸν κτύπον ἀπὸ τῆς εἰρεσίης ὡς

30

.

6

ἐπὶ μήκιστον κατασχεῖν. οὕτω δὴ ὁρώμενα ἤδη κατὰ τὰς πρῴρας τῶν νεῶν τὰ κήτεα ἐς βυθὸν δῦναι ἐκπλαγέντα, καὶ οὐ πολλῷ ὕστερον κατὰ τὰς πρύμνας ἀναδύντα ἀνα‐ σχεῖν καὶ τῆς θαλάσσης αὖθις ἀναφυσῆσαι ἐπὶ μέγα.

30

.

7

ἔνθεν κρότον τε ἐπὶ τῇ παραλόγῳ σωτηρίᾳ γενέσθαι
τῶν ναυτέων, καὶ αἶνον ἐς τὸν Νέαρχον τῆς τε τόλμης53

30

.

8

καὶ τῆς σοφίης. τούτων μετεξέτερα τῶν κητέων ἐποκέλ‐ λειν πολλαχοῦ τῆς χώρης, ἐπειδὰν ἀνάπωτις κατάσχῃ, ἐν τοῖσι βράχεσιν ἐχόμενα, τὰ δὲ καὶ ὑπὸ χειμώνων σκλη‐ ρῶν ἐς τὴν χέρσον ἐξωθέεσθαι, καὶ οὕτω δὴ καὐτὰ ση‐
5πόμενα ἀπόλλυσθαί τε καὶ τὰς σάρκας αὐτοῖσι περι‐ ρρεούσας ὑπολείπειν τὰ ὀστέα χρῆσθαι τοῖσιν ἀνθρώποι‐

30

.

9

σιν ἐς τὰ οἰκία. εἶναι ὦν τὰ μὲν ἐν τῇσι πλευρῇσιν αὐτῶν ὀστέα δοκοὺς τοῖσιν οἰκήμασιν ὅσα μεγάλα, τὰ δὲ μι‐ κρότερα στρωτῆρας· τὰ δὲ ἐν τῇσι σιαγόσι, ταῦτα δὲ εἶναι τὰ θύρετρα, οἷα δὴ πολλῶν καὶ εἰς εἴκοσι καὶ
5πέντε ὀργυιὰς ἀνηκόντων τὸ μέγεθος.

31

.

1

εὖτε δὲ παρέπλεον τὴν χώρην τῶν Ἰχθυοφάγων, λόγον ἀκούουσι περὶ νήσου τινός, ἣ κεῖται μὲν ἀπέχουσα τῆς ταύτῃ ἠπείρου σταδίους ἐς ἑκατόν, ἐρήμη δέ ἐστιν οἰκη‐

31

.

2

τόρων. ταύτην ἱρὴν Ἡλίου ἔλεγον εἶναι οἱ ἐπιχώριοι καὶ Νόσαλα καλέεσθαι, οὐδέ τινα ἀνθρώπων καταίρειν ἐθέλειν ἐς αὐτήν· ὅστις δ’ ἂν ἀπειρίῃ προσχῇ, γίνεσθαι

31

.

3

ἀφανέα. ἀλλὰ λέγει Νέαρχος κέρκουρόν σφι ἕνα πλή‐ ρωμα ἔχοντα Αἰγυπτίων οὐ πόρρω τῆς νήσου ταύτης γενέσθαι ἀφανέα, καὶ ὑπὲρ τούτου τοὺς ἡγεμόνας τοῦ πλόου ἰσχυρίζεσθαι ὅτι ἄρα κατάραντες ὑπ’ ἀγνοίης εἰς

31

.

4

τὴν νῆσον γένοιντο ἀφανέες. Νέαρχος δὲ πέμπει κύκλῳ περὶ τὴν νῆσον τριηκόντορον, κελεύσας μὴ κατασχεῖν μὲν ἐς τὴν νῆσον, ἐμβοᾶν δὲ τοῖς ἀνθρώποις ὡς μάλιστα ἐν χρῷ παραπλέοντας, καὶ τὸν κυβερνήτην ὀνομάζοντας καὶ

31

.

5

ὅτου ἄλλου οὐκ ἀφανὲς τὸ οὔνομα. ὡς δὲ οὐδένα ὑπα‐ κούειν, τότε δὲ αὐτὸς λέγει πλεῦσαι ἐς τὴν νῆσον καὶ κατασχεῖν δὴ προσαναγκάσαι τοὺς ναύτας οὐκ ἐθέλον‐ τας, καὶ ἐκβῆναι αὐτὸς καὶ ἐλέγξαι κενὸν μῦθον ἐόντα54

31

.

6

τὸν περὶ τῆς νήσου λόγον. ἀκοῦσαι δὲ καὶ ἄλλον λόγον ὑπὲρ τῆς νήσου ταύτης λεγόμενον, οἰκῆσαι τὴν νῆσον ταύτην μίαν τῶν Νηρηίδων· τὸ δὲ οὔνομα οὐ λέγεσθαι τῆς Νηρηίδος. ταύτῃ δὲ ὅστις πελάσειε τῇ νήσῳ, τούτῳ
5συγγίνεσθαι μέν, ἰχθὺν δὲ αὐτὸν ἐξ ἀνθρώπου ποιέου‐

31

.

7

σαν ἐμβάλλειν ἐς τὸν πόντον. Ἥλιον δὲ ἀχθεσθέντα τῇ Νηρηίδι κελεύειν μετοικίζεσθαι αὐτὴν ἐκ τῆς νήσου· τὴν δὲ ὁμολογεῖν μὲν ὅτι ἐξοικισθήσεται, δεῖσθαι δέ οἱ τὸ πάθημα 〈παυθῆναι〉. καὶ τὸν Ἥλιον ὑποδέξασθαι,

31

.

8

τοὺς δὲ δὴ ἀνθρώπους οὕστινας [ἂν] ἰχθύας ἐξ ἀνθρώ‐ πων πεποιήκει κατελεήσαντα ἀνθρώπους αὖθις ἐξ ἰχθύων ποιῆσαι, καὶ ἀπὸ τούτων τῶν Ἰχθυοφάγων τὸ γένος καὶ

31

.

9

εἰς Ἀλέξανδρον κατελθεῖν. καὶ ταῦτα ὅτι ψεύδεα ἐξελέγ‐ χει Νέαρχος, οὐκ ἐπαινῶ αὐτὸν ἔγωγε τῆς σχολῆς τε καὶ σοφίης, οὔτε κάρτα χαλεπὰ ἐξελεγχθῆναι ἐόντα, ταλαί‐ πωρόν τε ὂν γιγνώσκων τοὺς παλαιοὺς λόγους ἐπιλεγό‐
5μενον ἐξελέγχειν ὄντας ψευδέας.

32

.

1

ὑπὲρ τοὺς Ἰχθυοφάγους Γαδρώσιοι ἐς τὸ ἄνω οἰκέουσι γῆν πονηρὴν καὶ ψαμμώδεα, ἔνθεν καὶ τὰ πολλὰ κακὰ ἡ στρατιή τε Ἀλεξάνδρῳ ἔπαθεν καὶ αὐτὸς Ἀλέξανδρος,

32

.

2

ὥς μοι ἤδη ἐν τῷ ἄλλῳ λόγῳ ἀπήγηται. ὡς δὲ ἐς τὴν Καρμανίην ἀπὸ τῶν Ἰχθυοφάγων κατῆρεν ὁ στρατός, ἐνταῦθα ἵνα πρῶτον τῆς Καρμανίης ὡρμίσαντο, ἐπ’ ἀγ‐
κυρέων ἐσάλευσαν, ὅτι ῥηχίη παρετέτατο ἐς τὸ πέλαγος55

32

.

3

τρηχείη. ἐνθένδε οὐκέτι ὡσαύτως πρὸς ἡλίου δυομένου ἔπλωον, ἀλλὰ τὸ μεταξὺ δύσιός τε ἡλίου καὶ τῆς ἄρκτου

32

.

4

οὕτω μᾶλλόν τι αἱ πρῷραι αὐτοῖσιν ἐπεῖχον, καὶ οὕτω ἡ Καρμανίη τῶν Ἰχθυοφάγων τῆς γῆς καὶ τῶν Ὠρειτῶν εὐδενδροτέρη τε καὶ εὐκαρποτέρη ἐστὶ καὶ ποιώδης μᾶλ‐

32

.

5

λόν τι καὶ ἔνυδρος. ὁρμίζονται δὲ ἐν Βάδει χώρῳ τῆς Καρμανίης οἰκουμένῳ, δένδρεά τε πολλὰ ἥμερα πεφυ‐ κότα ἔχοντι πλὴν ἐλαίης, καὶ ἀμπέλους ἀγαθάς, καὶ σι‐

32

.

6

τοφόρῳ. ἐνθένδε ὁρμηθέντες καὶ διεκπλώσαντες στα‐ δίους ὀκτακοσίους πρὸς αἰγιαλῷ ὁρμίζονται ἐρήμῳ, καὶ καθορῶσιν ἄκρην μακρὴν ἀνέχουσαν ἐπὶ πολλὸν ἐς τὸ πέλαγος· ἀπέχειν δὲ ἐφαίνετο ἡ ἄκρη πλόον ὡς ἡμέρης.

32

.

7

καὶ οἱ τῶν χώρων ἐκείνων δαήμονες τῆς Ἀραβίης ἔλε‐ γον τὴν ἀνίσχουσαν ταύτην ἄκρην, καλέεσθαι 〈δὲ〉 Μά‐ κετα· ἔνθεν τὰ κιννάμωμά τε καὶ ἄλλα τοιουτότροπα ἐς

32

.

8

Ἀσσυρίους ἀγινέεσθαι. καὶ ἀπὸ τοῦ αἰγιαλοῦ τούτου, ἵναπερ ὁ στόλος ἐσάλευε, καὶ τῆς ἄκρης, ἥντινα καταν‐ τικρὺ ἀφεώρων ἀνέχουσαν ἐς τὸ πέλαγος, ὁ κόλπος —ἐμοί τε δοκεῖ καὶ Νεάρχῳ ὡσαύτως ἐδόκεεν—ἐς τὸ

32

.

9

εἴσω ἀναχεῖται, ὅπερ εἰκὸς ἡ Ἐρυθρὴ θάλασσα. ταύτην τὴν ἄκρην ὡς κατεῖδον, Ὀνησίκριτος μὲν ἐπέχοντας ἐπ’ αὐτὴν πλέειν ἐκέλευεν, ὡς μὴ κατὰ τὸν κόλπον ἐλα‐

32

.

10

στρέοντας ταλαιπωρέεσθαι. Νέαρχος δὲ ὑποκρίνεται
νήπιον εἶναι Ὀνησίκριτον, εἰ ἀγνοέει ἐπ’ ὅτῳ ἐστάλη56

32

.

11

πρὸς Ἀλεξάνδρου ὁ στόλος. οὐ γὰρ ὅτι ἀπορίη ἦν πεζῇ διασωθῆναι πάντα αὐτῷ τὸν στρατόν, ἐπὶ τῷδε ἄρα ἐκ‐ πέμψαι τὰς νέας, ἀλλὰ ἐθέλοντα αἰγιαλούς τε τοὺς κατὰ τὸν παράπλουν κατασκέψασθαι καὶ ὅρμους καὶ νησῖδας,
5καὶ ὅστις κόλπος ἐσέχοι ἐκπεριπλῶσαι τοῦτον, καὶ πό‐ λιας ὅσαι ἐπιθαλάσσιαι, καὶ εἴ τις ἔγκαρπος γῆ καὶ εἴ

32

.

12

τις ἐρήμη. σφᾶς ὦν οὐ χρῆναι ἀφανίσαι τὸ ἔργον, πρὸς τέρματι ἤδη ἐόντας τῶν πόνων, ἄλλως τε οὐδὲ ἀπόρως ἔτι τῶν ἀναγκαίων ἐν τῷ παράπλῳ ἔχοντας. δεδιέναι τε, ὅτι ἡ ἄκρη ἐς μεσημβρίην ἀνέχει, μὴ ἐρήμῳ τε τῇ

32

.

13

ταύτῃ γῇ καὶ ἀνύδρῳ καὶ φλογώδει ἐγκύρσειαν. ταῦτα ἐνίκα, καί μοι δοκέει περιφανέως σῶσαι τὴν στρατιὴν τῇδε τῇ βουλῇ Νέαρχος· τὴν γὰρ δὴ ἄκρην ἐκείνην καὶ τὴν πρὸς αὐτῇ χώρην πᾶσαν ἐρήμην τε εἶναι λόγος κατ‐
5έχει καὶ ὕδατος ἀπορίῃ ἔχεσθαι.

33

.

1

ἀλλὰ ἔπλωον γὰρ ἀπὸ τοῦ αἰγιαλοῦ ἄραντες τῇ γῇ προσεχέες, καὶ πλώσαντες σταδίους ὡς ἑπτακοσίους ἐν ἄλλῳ αἰγιαλῷ ὡρμίσαντο· Νεόπτανα ὄνομα τῷ αἰγιαλῷ.

33

.

2

καὶ αὖθις ὑπὸ τὴν ἕω ἀνήγοντο, καὶ πλεύσαντες στα‐ δίους ἑκατὸν ὁρμίζονται κατὰ ποταμὸν Ἄναμιν· ὁ δὲ χῶρος Ἁρμόζεια ἐκαλέετο. δαψιλέα δὲ ἤδη καὶ πάμφορα

33

.

3

〈τὰ〉 ταύτῃ ἦν, πλὴν ἐλαῖαι οὐ πεφύκεσαν. ἐνταῦθα ἐκ‐ βαίνουσί τε ἐκ τῶν νεῶν καὶ ἀπὸ τῶν πολλῶν πόνων ἄσμενοι ἀνεπαύοντο, μεμνημένοι ὅσα κακὰ κατὰ τὴν θάλασσαν πεπονθότες ἦσαν καὶ πρὸς τῇ γῇ τῶν Ἰχθυο‐
5φάγων, τήν τε ἐρημίην τῆς χώρης καὶ τοὺς ἀνθρώπους ὅπως θηριώδεες καὶ τὰς σφῶν ἀπορίας ἐπιλεγόμενοι.

33

.

4

καί τινες αὐτῶν ἀπὸ θαλάσσης ἐς τὸ πρόσω ἀνῆλθον,
ἀποσκεδασθέντες τῆς στρατιῆς κατὰ ζήτησιν ἄλλος ἄλλου.57

33

.

5

ἐνταῦθα ἄνθρωπός σφισιν ὤφθη χλαμύδα τε φορῶν Ἑλληνικὴν καὶ τὰ ἄλλα ὡς Ἕλλην ἐσκευασμένος, καὶ φωνὴν Ἑλλάδα ἐφώνεε. τοῦτον οἱ πρῶτοι ἰδόντες δα‐ κρῦσαι ἔλεγον· οὕτω τι παράλογόν σφισι φανῆναι ἐκ
5τῶν τοσῶνδε κακῶν Ἕλληνα μὲν ἄνθρωπον ἰδεῖν, Ἑλ‐

33

.

6

λάδος δὲ φωνῆς ἀκοῦσαι. ἐπηρώτων τε ὁπόθεν ἥκοι καὶ ὅστις ὤν· ὃ δὲ ἀπὸ τοῦ στρατοπέδου τοῦ Ἀλεξάνδρου ἀποσκεδασθῆναι ἔλεγε, καὶ εἶναι οὐ πόρρω τὸ στρατό‐

33

.

7

πεδον καὶ αὐτὸν Ἀλέξανδρον. τοῦτον τὸν ἄνθρωπον βοῶντές τε καὶ κροτέοντες ἀνάγουσι παρὰ τὸν Νέαρχον· καὶ Νεάρχῳ πάντα ἔφρασε, καὶ ὅτι πέντε ἡμερέων ὁδὸν ἀπέχει τὸ στρατόπεδον καὶ ὁ βασιλεὺς ἀπὸ τῆς θαλάσ‐

33

.

8

σης. τόν τε ὕπαρχον τῆς χώρης ταύτης δείξειν ἔφη Νε‐ άρχῳ, καὶ ἔδειξε· καὶ μετὰ τούτου Νέαρχος γνώμην

33

.

9

ποιέεται, ὅπως ἀναβήσεται πρὸς βασιλέα. τότε μὲν δὴ ἐπὶ τὰς νέας ἀπῆλθον· ὑπὸ δὲ τὴν ἕω τὰς νέας ἐνεώλ‐ κεεν, ἐπισκευῆς τε εἵνεκα, ὅσαι αὐτῶν κατὰ τὸν πλοῦν πεπονήκεσαν, καὶ ἅμα ὅτι ἐν τῷ χώρῳ τούτῳ ὑπολείπε‐

33

.

10

σθαί οἱ ἐδόκεε τὸν πολλὸν στρατόν. χάρακά τε ὦν περι‐ βάλλεται διπλοῦν περὶ τῷ ναυστάθμῳ, καὶ τεῖχος γήϊνον καὶ τάφρον βαθείην, ἀπὸ τοῦ ποταμοῦ τῆς ὄχθης ἀρξά‐ μενος ἔστε ἐπὶ τὸν αἰγιαλόν, ἵνα αἱ νέες αὐτῷ ἀνειρυ‐
5σμέναι ἦσαν.

34

.

1

ἐν ᾧ δὲ ὁ Νέαρχος ταῦτα ἐκόσμεε, τῆς χώρης ὁ ὕπαρ‐ χος πεπυσμένος ὅπως ἐν μεγάλῃ φροντίδι ἔχοι Ἀλέξαν‐ δρος τὰ ἀμφὶ τὸν στόλον τοῦτον, μέγα δή τι ἀγαθὸν ἐξ Ἀλεξάνδρου ἂν ἔγνω πείσεσθαι, εἰ πρῶτός οἱ ἀπαγγεί‐
5λειε τοῦ στρατοῦ τὴν σωτηρίην καὶ τὸν Νέαρχον ὅτι οὐ

34

.

2

πολλῷ ὕστερον ἀφίξεται ἐς ὄψιν τὴν βασιλέος. οὕτω δὴ τὴν βραχυτάτην ἐλάσας ἀπαγγέλλει Ἀλεξάνδρῳ ὅτι
Νέαρχος οὗτος προσάγει ἀπὸ τῶν νεῶν. τότε μὲν δὴ καίπερ ἀπιστέων τῷ λόγῳ Ἀλέξανδρος ἀλλὰ ἐχάρη γε58

34

.

3

κατὰ τὸ εἰκὸς τῇ ἀγγελίῃ· ὡς δὲ ἡμέρη τε ἄλλη ἐξ ἄλλης ἐγίνετο, καὶ ξυντιθέντι αὐτῷ τῆς ἀγγελίης τὸν χρόνον

34

.

4

οὐκέτι πιστὰ τὰ ἐξηγγελμένα ἐφαίνετο, πεμπόμενοί τε ἄλλοι ἐπ’ ἄλλοισιν ὡς ἐπὶ κομιδῇ τοῦ Νεάρχου οἳ μέν τινες ὀλίγον τῆς ὁδοῦ προελθόντες καὶ οὐδενὶ ἐγκύρ‐ σαντες κενοὶ ἐπανῄεσαν, οἳ δὲ καὶ πορρωτέρω ἐλθόντες
5καὶ διαμαρτόντες τῶν ἀμφὶ τὸν Νέαρχον οὐδὲ αὐτοὶ

34

.

5

ἐπανῄεσαν, ἐνταῦθα δὴ τὸν μὲν ἄνθρωπον ἐκεῖνον, ὡς κενά τε ἀγγείλαντα καὶ λυπηρότερά οἱ τὰ πρήγματα ποιήσαντα τῇ ματαίῃ εὐφροσύνῃ, συλλαβεῖν κελεύει Ἀλέξανδρος, αὐτὸς δὲ τῇ τε ὄψει καὶ τῇ γνώμῃ δῆλος

34

.

6

ἦν μεγάλῳ ἄχει βεβλημένος. ἐν τούτῳ δὲ τῶν τινες κατὰ ζήτησιν τοῦ Νεάρχου ἐσταλμένων ἵππους τε ἐπὶ κομιδῇ αὐτῶν καὶ ἀπήνας δὲ ἄγοντες ἐντυγχάνουσι κατὰ τὴν ὁδὸν αὐτῷ τε Νεάρχῳ καὶ τῷ Ἀρχίῃ καὶ πέντε ἢ ἓξ ἅμα

34

.

7

αὐτοῖσιν· μετὰ τοσούτων γὰρ ἀνῄει. καὶ ἐντυχόντες οὔτε αὐτὸν ἐγνώρισαν οὔτε τὸν Ἀρχίην—οὕτω τοι κάρτα ἀλλοῖοι ἐφάνησαν, κομόωντές τε καὶ ῥυπόωντες καὶ με‐ στοὶ ἅλμης καὶ ῥικνοὶ τὰ σώματα καὶ ὠχροὶ ὑπὸ ἀγρυ‐

34

.

8

πνίης τε καὶ τῆς ἄλλης ταλαιπωρίης—ἀλλὰ ἐρομένοις γὰρ αὐτοῖς ἵναπερ εἴη Ἀλέξανδρος, ὑποκρινάμενοι τὸν

34

.

9

χῶρον οἳ δὲ παρήλαυνον. Ἀρχίης δὲ ἐπιφρασθεὶς λέγει πρὸς Νέαρχον “ὦ Νέαρχε, τούτους τοὺς ἀνθρώπους δι’ ἐρημίας ἐλαύνειν τὴν αὐτὴν ἡμῖν ὁδὸν οὐκ ἐπ’ ἄλλῳ τινὶ συντίθημι [ἢ] ὅτι μὴ κατὰ ζήτησιν τὴν ἡμετέρην ἀπε‐

34

.

10

σταλμένους. ὅτι δὲ οὐ γιγνώσκουσιν ἡμέας, οὐκ ἐν θώματι ποιέομαι· οὕτω γάρ τι ἔχομεν κακῶς ὡς ἄγνω‐
στοι εἶναι. φράσωμεν αὐτοῖσιν οἵτινές εἰμεν, καὶ αὐτοὺς59

34

.

11

ἐρώμεθα καθότι ταύτῃ ἐλαύνουσιν.” ἔδοξε τῷ Νεάρχῳ ἐναίσιμα λέγειν· καὶ ἤροντο ὅποι ἐλαύνουσιν· οἳ δὲ ὑποκρίνονται ὅτι κατὰ ζήτησιν Νεάρχου τε καὶ τοῦ στρα‐

34

.

12

τοῦ τοῦ ναυτικοῦ. ὃ δέ “οὗτος” ἔφη “ἐγώ εἰμι Νέαρ‐ χος, καὶ Ἀρχίας οὗτος. ἀλλ’ ἄγετε ἡμέας· ἡμεῖς δὲ τὰ ὑπὲρ τῆς στρατιῆς Ἀλεξάνδρῳ ἀπηγησόμεθα.”

35

.

1

ἀναλαβόντες 〈ὦν〉 αὐτοὺς ἐπὶ τὰς ἀπήνας ὀπίσω ἤλαυνον. καί τινες αὐτῶν τούτων ὑποφθάσαι ἐθελή‐ σαντες τὴν ἀγγελίην, προδραμόντες λέγουσιν Ἀλεξάνδρῳ ὅτι “οὗτός τοι Νέαρχος, καὶ σὺν αὐτῷ Ἀρχίης καὶ πέντε
5ἄλλοι κομίζονται παρὰ σέ,” ὑπὲρ δὲ τοῦ στρατοῦ παντὸς

35

.

2

οὐδὲν εἶχον ὑποκρίνασθαι. τοῦτο ἐκεῖνο συνθεὶς Ἀλέ‐ ξανδρος, τοὺς μὲν παραλόγως ἀποσωθῆναι, τὴν στρα‐ τιὴν δὲ πᾶσαν διεφθάρθαι αὐτῷ, οὐ τοσόνδε τοῦ Νε‐ άρχου τε καὶ τοῦ Ἀρχίου τῇ σωτηρίῃ ἔχαιρεν, ὅσον

35

.

3

ἐλύπει αὐτὸν ἀπολομένη ἡ στρατιὴ πᾶσα. οὔπω πάντα ταῦτα εἴρητο, καὶ ὁ Νέαρχός τε καὶ ὁ Ἀρχίης προσῆ‐ γον. τοὺς δὲ μόγις καὶ χαλεπῶς ἐπέγνω Ἀλέξανδρος, ὅτι τε κομόωντας καὶ κακῶς ἐσταλμένους καθεώρα,
5ταύτῃ μᾶλλόν τι βεβαιότερον αὐτῷ τὸ ἄχος ὑπὲρ τῆς

35

.

4

στρατιῆς τῆς ναυτικῆς ἐγίνετο. ὃ δὲ τὴν δεξιὰν τῷ Νεάρχῳ ἐμβαλὼν καὶ ἀπαγαγὼν μόνον αὐτὸν ἀπὸ τῶν ἑταίρων τε καὶ τῶν ὑπασπιστῶν, πολλὸν ἐπὶ χρόνον

35

.

5

ἐδάκρυεν· ὀψὲ δὲ ἀνενεγκὼν “ἀλλὰ ὅτι σύγε ἡμῖν ἐπαν‐ ήκεις σῷος” ἔφη “καὶ Ἀρχίης οὗτος, ἔχοι ἂν ἔμοιγε ὡς ἐπὶ συμφορῇ τῇ ἁπάσῃ μετρίως· αἱ δέ τοι νέες καὶ ἡ

35

.

6

στρατιὴ κοίῳ τινὶ τρόπῳ διεφθάρησαν;” ὃ δὲ ὑπολαβών “ὦ βασιλεῦ,” ἔφη “καὶ αἱ νέες τοι σῷαί εἰσι καὶ ὁ
στρατός· ἡμεῖς δὲ οὗτοι ἄγγελοι τῆς σωτηρίας αὐτῶν60

35

.

7

ἥκομεν.” ἔτι μᾶλλον ἐδάκρυεν Ἀλέξανδρος, καθότι ἀνέλ‐ πιστός οἱ ἡ σωτηρίη τοῦ στρατοῦ ἐφαίνετο, καὶ ὅπου ὁρμέουσιν αἱ νέες ἀνηρώτα. ὃ δὲ “αὗται” ἔφη “ἐν τῷ στόματι τοῦ Ἀνάμιδος ποταμοῦ ἀνειρυσμέναι ἐπισκευά‐

35

.

8

ζονται.” Ἀλέξανδρος δὲ τόν τε Δία τὸν Ἑλλήνων καὶ τὸν Ἄμμωνα τὸν Λιβύων ἐπόμνυσιν, ἦ μὴν μειζόνως ἐπὶ τῇδε τῇ ἀγγελίῃ χαίρειν ἢ ὅτι τὴν Ἀσίην πᾶσαν ἐκτημένος ἔρχεται. καὶ γὰρ καὶ τὸ ἄχος οἱ ἐπὶ τῇ ἀπω‐
5λείῃ τῆς στρατιῆς ἀντίρροπον γενέσθαι τῇ ἄλλῃ πάσῃ εὐτυχίῃ.

36

.

1

ὁ δὲ ὕπαρχος τῆς χώρης, ὅντινα συνειλήφει Ἀλέξαν‐ δρος ἐπὶ τῆς ἀγγελίης τῇ ματαιότητι, παρόντα κατιδὼν

36

.

2

τὸν Νέαρχον, πίπτει τε αὐτῷ πρὸς τὰ γόνατα, καὶ “οὗτός τοι” ἔφη “ἐγώ εἰμι, ὃς ἀπήγγειλα Ἀλεξάνδρῳ ὅτι σῷοι ἥκετε· ὁρᾷς ὅπως διάκειμαι.” οὕτω δὴ δεῖται Ἀλεξάνδρου Νέαρχος ἀφεῖναι τὸν ἄνδρα, καὶ ἀφίεται.

36

.

3

Ἀλέξανδρος δὲ σωτήρια τοῦ στρατοῦ ἔθυε Διὶ Σωτῆρι καὶ Ἡρακλεῖ καὶ Ἀπόλλωνι Ἀλεξικάκῳ καὶ Ποσειδῶνί τε καὶ ὅσοι ἄλλοι θαλάσσιοι θεοί, καὶ ἀγῶνα ἐποίεε γυμνικόν τε καὶ μουσικόν, καὶ πομπὴν ἔπεμπε· καὶ
5Νέαρχος ἐν πρώτοισιν ἐπόμπευε ταινίῃσί τε καὶ ἄνθεσι

36

.

4

πρὸς τῆς στρατιῆς βαλλόμενος. ὡς δὲ ταῦτά οἱ τέλος εἶχε, λέγει πρὸς Νέαρχον “ἐγώ σε, ὦ Νέαρχε, οὐκέτι θέλω τὸ πρόσω οὔτ’ οὖν κινδυνεύειν οὔτε ταλαιπωρέε‐ σθαι, ἀλλὰ ἄλλος γὰρ τοῦ ναυτικοῦ ἐξηγήσεται τὸ ἀπὸ

36

.

5

τοῦδε ἔστε καταστῆσαι αὐτὸ ἐς Σοῦσα.” Νέαρχος δὲ ὑπολαβὼν λέγει “ὦ βασιλεῦ, ἐγὼ μέν τοι πάντα πείθε‐
σθαι ἐθέλω τε καὶ ἀναγκαίη μοί ἐστιν. ἀλλὰ εἰ δή τι καὶ σὺ ἐμοὶ χαρίζεσθαι ἐθέλοις, μὴ ποιήσῃς ὧδε, ἀλλά61
5με ἔασον ἐξηγήσασθαι ἐς ἅπαν τοῦ στρατοῦ, ἔστε σοι

36

.

6

σῴας καταστήσω ἐς Σοῦσα τὰς νέας, μηδὲ τὰ μὲν χα‐ λεπὰ αὐτοῦ τε καὶ ἄπορα ἐμοὶ ἐπιτετραμμένα ἐκ σοῦ ἔστω, τὰ δὲ εὐπετέα τε καὶ κλέους ἤδη ἑτοίμου ἐχόμενα,

36

.

7

ταῦτα δὲ ἀφαιρεθέντα ἄλλῳ ἐς χεῖρας διδόσθω.” ἔτι λέγοντα παύει αὐτὸν Ἀλέξανδρος, καὶ χάριν προσωμο‐ λόγει εἰδέναι. οὕτω δὴ καταπέμπει αὐτόν, στρατιὴν δοὺς

36

.

8

ἐς παραπομπὴν ὡς διὰ φιλίας ἰόντι ὀλίγην. τῷ δὲ οὐδὲ τὰ τῆς ὁδοῦ τῆς ἐπὶ θάλασσαν ἔξω πόνου ἐγένετο, ἀλλὰ συλλελεγμένοι γὰρ οἱ κύκλῳ βάρβαροι τὰ ἐρυμνὰ τῆς χώρης τῆς Καρμανίης κατεῖχον, ὅτι καὶ ὁ σατράπης
5αὐτοῖσι τετελευτήκει κατὰ πρόσταξιν Ἀλεξάνδρου, ὁ δὲ νεωστὶ καθεστηκὼς Τληπόλεμος οὔπω βέβαιον τὸ κράτος

36

.

9

εἶχε. καὶ δὶς ὦν καὶ τρὶς τῇ αὐτῇ ἡμέρῃ ἄλλοισι καὶ ἄλλοισι τῶν βαρβάρων ἐπιφαινομένοισιν ἐς χεῖρας ᾔεσαν, καὶ οὕτως οὐδέν τι ἐλινύσαντες μόλις καὶ χαλεπῶς ἐπὶ θάλασσαν ἀπεσώθησαν. ἐνταῦθα θύει Νέαρχος Διὶ
5Σωτῆρι καὶ ἀγῶνα ποιεῖ γυμνικόν.

37

.

1

ὡς δὲ αὐτῷ τὰ θεῖα ἐν κόσμῳ πεποίητο, οὕτω δὴ ἀνή‐ γοντο. παραπλώσαντες δὲ νῆσον ἐρήμην τε καὶ τραχείην ἐν ἄλλῃ νήσῳ ὁρμίζονται, μεγάλῃ ταύτῃ καὶ οἰκουμένῃ, πλώσαντες σταδίους τριηκοσίους ἔνθενπερ ὡρμήθησαν.

37

.

2

καὶ ἡ μὲν ἐρήμη νῆσος Ὀργάνα ἐκαλέετο, ἐς ἣν δὲ ὡρ‐ μίσθησαν Ὀάρακτα, ἄμπελοί τε ἐν αὐτῇ ἐπεφύκεσαν καὶ
φοίνικες, καὶ σιτοφόρος 〈ἦν〉· τὸ δὲ μῆκος [ἦν] τῆς νή‐ σου στάδιοι ὀκτακόσιοι. καὶ ὁ ὕπαρχος τῆς νήσου Μα‐62
5ζήνης συνέπλει αὐτοῖσι μέχρι Σούσων ἐθελοντὴς ἡγε‐

37

.

3

μὼν τοῦ πλόου. ἐν ταύτῃ τῇ νήσῳ ἔλεγον καὶ τοῦ πρώτου δυναστεύσαντος τῆς χώρης ταύτης δείκνυσθαι τὸν τάφον· ὄνομα δὲ αὐτῷ Ἐρύθρην εἶναι, ἀπ’ ὅτου καὶ τὴν ἐπω‐ νυμίην τῇ θαλάσσῃ ταύτῃ εἶναι Ἐρυθρὴν καλέεσθαι.

37

.

4

ἐνθένδε ἐκ τῆς νήσου ἄραντες ἔπλεον· καὶ τῆς νήσου αὐτῆς παραπλώσαντες ὅσον διακοσίους σταδίους ὁρμί‐ ζονται ἐν αὐτῇ αὖθις, καὶ καθορῶσιν ἄλλην νῆσον, ἀπέ‐ χουσαν τῆς μεγάλης ταύτης τεσσαράκοντα μάλιστα στα‐

37

.

5

δίους. Ποσειδῶνος ἱρὴ ἐλέγετο εἶναι καὶ ἄβατος. ὑπὸ δὲ τὴν ἕω ἀνήγοντο, καὶ καταλαμβάνει αὐτοὺς ἀνάπωτις οὕτω τι καρτερή, ὥστε τρεῖς τῶν νεῶν ἐποκείλασαι ἐν τῷ ξηρῷ ἐσχέθησαν, αἱ δὲ ἄλλαι χαλεπῶς διεκπλώουσαι

37

.

6

τὰς ῥηχίας ἐς τὰ βάθεα ἀπεσώθησαν. αἱ δὲ ἐποκείλασαι τῆς πλημμυρίδος ἐπιγενομένης αὖθις ἐξέπλωσάν τε καὶ

37

.

7

δευτεραῖαι κατήγοντο ἵναπερ ὁ πᾶς στόλος. ὁρμίζονται δὲ ἐς νῆσον ἄλλην, διέχουσαν τῆς ἠπείρου ὅσον τριακο‐

37

.

8

σίους σταδίους, πλώσαντες τετρακοσίους. ἐντεῦθεν ὑπὸ τὴν ἕω ἔπλεον, νῆσον ἐρήμην ἐν ἀριστερᾷ παραμείβον‐ τες· ὄνομα δὲ τῇ νήσῳ Πύλωρα. καὶ ὁρμίζον〈ται〉 πρὸς †ἰδωδώνῃ, πολιχνίῳ σμικρῷ καὶ πάντων ἀπόρῳ ὅτι μὴ
5ὕδατος καὶ ἰχθύων· ἰχθυοφάγοι γὰρ καὶ οὗτοι ὑπ’ ἀναγ‐

37

.

9

καίης ἦσαν, ὅτι πονηρὰν γῆν νέμονται. ἐνθένδε ὑδρευ‐ σάμενοι καταίρουσιν ἐς Ταρσίην ἄκρην ἀνατείνουσαν

37

.

10

ἐς τὸ πέλαγος, πλώσαντες σταδίους τριακοσίους. ἔνθεν
ἐς Καταίην, νῆσον ἐρήμην, ἁλιτενέα· αὕτη ἱερὴ Ἑρμέω καὶ Ἀφροδίτης ἐλέγετο· στάδιοι τοῦ πλόου τριηκόσιοι.63

37

.

11

ἐς ταύτην ὅσα ἔτη ἀφίεται ἐκ τῶν περιοίκων πρόβατα καὶ αἶγες ἱρὰ τῷ Ἑρμῇ καὶ τῇ Ἀφροδίτῃ, καὶ ταῦτα ἀπηγριωμένα ἦν ὁρᾶν ὑπὸ χρόνου τε καὶ ἐρημίης.

38

.

1

μέχρι τοῦδε Καρμανίη· τὰ δὲ ἀπὸ τοῦδε Πέρσαι ἔχουσι. μῆκος τοῦ πλόου παρὰ τὴν Καρμανίην χώρην στάδιοι τρισχίλιοι καὶ ἑπτακόσιοι. ζώουσι δὲ κατάπερ Πέρσαι, ὅτι καὶ ὅμοροι εἰσι Πέρσῃσι, καὶ τὰ ἐς τὸν πό‐

38

.

2

λεμον ὡσαύτως κοσμέονται. ἐνθένδε ἄραντες ἐκ τῆς νήσου τῆς ἱρῆς παρὰ τὴν Περσίδα ἤδη ἔπλεον, καὶ κατά‐ γονται ἐς Ἴλαν χῶρον, ἵνα λιμὴν πρὸς νήσου σμικρῆς καὶ ἐρήμης γίνεται· οὔνομα τῇ νήσῳ Καΐκανδρος, ὁ δὲ

38

.

3

πλόος στάδιοι τετρακόσιοι. ὑπὸ δὲ τὴν ἕω ἐς ἄλλην νῆσον πλεύσαντες ὁρμίζονται οἰκουμένην, ἵνα καὶ μαρ‐ γαρίτην θηρᾶσθαι λέγει Νέαρχος κατάπερ ἐν τῇ Ἰν‐ δῶν θαλάσσῃ. ταύτης τῆς νήσου τὴν ἄκρην παραπλώ‐
5σαντες σταδίους ὡς τεσσαράκοντα, ἐνταῦθα ὡρμίσθησαν.

38

.

4

ἐνθένδε πρὸς ὄρει ὁρμίζονται ὑψηλῷ—Ὦχος ὄνομα τῷ

38

.

5

ὄρει—ἐν λιμένι εὐόρμῳ, καὶ ἁλιέες αὐτοῦ ᾤκεον. καὶ ἔνθεν πλώσαντες σταδίους τετρακοσίους τε καὶ πεντή‐ κοντα ὁρμίζονται ἐν Ἀποστάνοισι· καὶ πλοῖα πολλὰ αὐ‐ τόθι ὥρμεε, κώμη τε ἐπῆν ἀπέχουσα ἀπὸ θαλάσσης στα‐

38

.

6

δίους ἑξήκοντα. νυκτὸς δὲ ἐπάραντες ἔνθεν ἐσπλώουσιν ἐς κόλπον συνοικεόμενον πολλῇσι κώμῃσι. στάδιοι τοῦ
πλόου τετρακόσιοι· ὁρμίζονται δὲ πρὸς ὑπωρείην. ταύτῃ φοίνικές τε πολλοὶ ἐπεφύκεσαν καὶ ὅσα ἄλλα ἀκρόδρυα64

38

.

7

ἐν τῇ Ἑλλάδι γῇ φύεται. ἔνθεν ἄραντες ἐς Γώγανα παραπλέουσι σταδίους μάλιστα ἐς ἑξακοσίους ἐς χώρην οἰκουμένην· ὁρμίζονται δὲ τοῦ ποταμοῦ τοῦ χειμάρρου —ὄνομα δὲ Ἀρεών—ἐν τῇσιν ἐκβολῇσιν. ἐνταῦθα
5χαλεπῶς ὁρμίζονται· στεινὸς γὰρ ἦν ὁ ἔσπλους κατὰ τὸ στόμα, ὅτι βράχεα τὰ κύκλῳ αὐτοῦ ἡ ἀνάπωτις ἐποίεε.

38

.

8

καὶ ἔνθεν αὖ ἐν στόματι ἄλλου ποταμοῦ ὁρμίζονται, διεκπλώσαντες σταδίους ἐς ὀκτακοσίους· Σιτακὸς ὄνομα τῷ ποταμῷ ἦν· οὐδὲ ἐν τούτῳ εὐμαρέως ὁρμίζονται, καὶ ὁ πλόος ἅπας οὗτος ὁ παρὰ τὴν Περσίδα βράχεα τε

38

.

9

ἦσαν καὶ ῥηχίαι καὶ τενάγεα. ἐνταῦθα σῖτον καταλαμ‐ βάνουσι πολὺν ξυγκεκομισμένον κατὰ πρόσταξιν βασι‐ λέως, ὡς σφίσιν εἶναι ἐπισιτίσασθαι· ἐνταῦθα ἔμειναν ἡμέρας τὰς πάσας μίαν καὶ εἴκοσι, καὶ τὰς ναῦς ἀνειρυ‐
5σάμενοι, ὅσαι μὲν πεπονήκεσαν ἐπεσκεύαζον, τὰς δὲ ἄλλας ἐθεράπευον.

39

.

1

ἐνθένδε ὁρμηθέντες εἰς Ἱέρατιν πόλιν ἀφίκοντο, ἐς χῶρον οἰκούμενον. ἑπτακόσιοι καὶ πεντήκοντα στάδιοι ὁ πλόος· ὡρμίσθησαν δὲ ἐν διώρυχι ἀπὸ τοῦ ποταμοῦ

39

.

2

ἐμβεβλημένῃ ἐς θάλασσαν, ᾗ ὄνομα ἦν Ἡράτεμις. ἅμα δὲ ἡλίῳ ἀνίσχοντι παραπλέουσιν ἐς ποταμὸν χειμάρρουν, ὄνομα Πάδαργον, ὁ δὲ χῶρος χερρόνησος ἅπας. καὶ ἐν αὐτῷ κῆποί τε πολλοὶ καὶ ἀκρόδρυα παντοῖα ἐφύετο·

39

.

3

ὄνομα τῷ χώρῳ Μεσαμβρίη. ἐκ Μεσαμβρίης δὲ ὁρμη‐ θέντες καὶ διεκπλώσαντες σταδίους μάλιστα ἐς διακο‐ σίους ἐς Ταόκην ὁρμίζονται ἐπὶ ποταμῷ Γράνιδι. καὶ
ἀπὸ τούτου ἐς τὸ ἄνω 〈τὰ〉 Περσῶν βασίλεια ἦν, ἀπέ‐65
5χοντα τοῦ ποταμοῦ τῶν ἐκβολέων σταδίους ἐς διακο‐

39

.

4

σίους. κατὰ τοῦτον τὸν παράπλουν λέγει Νέαρχος ὀφθῆναι κῆτος ἐκβεβλημένον ἐς τὴν ἠιόνα, καὶ τοῦτο προσπλώσαντάς τινας τῶν ναυτῶν ἐκμετρῆσαι καὶ φάναι

39

.

5

εἶναι πήχεων πεντήκοντα· δέρμα δὲ αὐτῷ εἶναι φολι‐ δωτόν, οὕτω τι ἐς βάθος ἧκον ὡς καὶ ἐπὶ πῆχυν ἐπέχειν, ὄστρειά τε καὶ λοπάδας καὶ φυκία πολλὰ ἔχειν ἐπιπεφυ‐ κότα. καὶ δελφῖνας λέγει ὅτι καθορᾶν ἦν πολλοὺς ἀμφὶ
5τῷ κήτει, καὶ τῶν ἐν τῇ ἔσω θαλάσσῃ μείζονας τοὺς δελ‐

39

.

6

φῖνας. ἐνθένδε ὁρμηθέντες κατάγονται ἐς Ῥώγονιν πο‐ ταμὸν χειμάρρουν ἐν λιμένι εὐόρμῳ· μῆκος τοῦ παρά‐

39

.

7

πλου στάδιοι διακόσιοι. ἐνθένδε τετρακοσίους σταδίους διεκπλώσαντες αὐλίζονται ἐν ποταμῷ χειμάρρῳ· Βρίζανα τῷ ποταμῷ ὄνομα. ἐνταῦθα χαλεπῶς ὡρμίσαντο, ὅτι ῥηχίη ἦν καὶ βράχεα, καὶ χοιράδες ἐκ τοῦ πόντου ἀνεῖ‐

39

.

8

χον. ἀλλ’ ὅτε ἡ πλήμμυρα ἐπῄει, τότε ὡρμίσαντο· ὑπο‐ νοστήσαντος δὲ τοῦ ὕδατος, ἐπὶ ξηρῷ ὑπελείφθησαν αἱ νῆες. ἐπεὶ δὲ ἡ πλημμυρὶς ἐν τάξει ἀμείβουσα ἐπῆλθε,

39

.

9

τότε δὴ ἐκπλώσαντες ὁρμίζονται ἐπὶ ποταμῷ· ὄνομα δὲ τῷ ποταμῷ Ἄροσις, μέγιστος τῶν ποταμῶν, ὡς λέγει Νέαρχος, ὅσοι ἐν τῷ παράπλῳ τῷδε ἐμβάλλουσιν ἐς τὸν
ἔξω πόντον.66

40

.

1

μέχρι τοῦδε Πέρσαι οἰκέουσι, τὰ δὲ ἀπὸ τούτων Σού‐ σιοι. Σουσίων δὲ ἔθνος αὐτόνομον κατύπερθε προσοι‐ κέει· Οὔξιοι καλοῦνται, ὑπὲρ ὅτων λέλεκταί μοι ἐν τῇ ἄλλῃ συγγραφῇ ὅτι λῃσταί εἰσι. μῆκος τοῦ παράπλου
5τῆς Περσίδος χώρης στάδιοι τετρακόσιοι καὶ τετρακισ‐

40

.

2

χίλιοι. τὴν δὲ Περσίδα γῆν τρίχα νενεμῆσθαι τῶν ὡρέων λόγος κατέχει. τὸ μὲν αὐτῆς πρὸς τῇ Ἐρυθρῇ θαλάσσῃ οἰκεόμενον ἀμμῶδές τε εἶναι καὶ ἄκαρπον ὑπὸ

40

.

3

καύματος, τὸ δὲ ἐπὶ τῷδε ὡς πρὸς ἄρκτον τε καὶ βο‐ ρέην ἄνεμον ἰόντων καλῶς κεκρᾶσθαι τῶν ὡρέων, καὶ τὴν χώρην ποιώδεά τε εἶναι καὶ λειμῶνας ὑδρηλούς, καὶ ἄμπελον πολλὴν φέρειν καὶ ὅσοι ἄλλοι καρποὶ πλὴν

40

.

4

ἐλαίης, παραδείσοις τε παντοίοισι τεθηλέναι καὶ ποτα‐ μοῖσι καθαροῖσι διαρρέεσθαι καὶ λίμνῃσι, καὶ ὄρνισιν ὁκόσοισιν ἀμφὶ ποταμούς τε καὶ λίμνας ἐστὶ τὰ ἤθεα ἵπποισί τε ἀγαθὴν εἶναι καὶ τοῖσιν ἄλλοισιν ὑποζυγίοισι

40

.

5

νέμεσθαι, καὶ ὑλώδεά τε πολλαχῆ καὶ πολύθηρον. τὴν δὲ πρόσω ἔτι ἐπ’ ἄρκτον ἰόντων χειμερίην τε καὶ νιφε‐ τώδεα ***, ὥστε πρέσβεις τινὰς ἐκ τοῦ Εὐξείνου πόν‐ του λέγει Νέαρχος κάρτα ὀλίγην ὁδὸν διελθόντας ἐν‐
5τυχεῖν κατ’ ὁδὸν ἰόντι τῆς Περσίδος καὶ θῶμα γενέσθαι
Ἀλεξάνδρῳ καὶ εἰπεῖν Ἀλεξάνδρῳ τῆς ὁδοῦ τὴν βραχύ‐67

40

.

6

τητα. Σουσίοις δὲ πρόσοικοι ὅτι εἰσὶν Οὔξιοι λέλεκταί μοι, κατάπερ Μάρδοι μὲν Πέρσαισι προσεχέες οἰκέουσι,

40

.

7

λῃσταὶ καὶ οὗτοι, Κοσσαῖοι δὲ Μήδοισι. καὶ ταῦτα πάντα τὰ ἔθνεα ἡμέρωσεν Ἀλέξανδρος, χειμῶνος ὥρῃ ἐπιπεσὼν αὐτοῖσιν, ὅτε ἄβατον σφῶν τὴν χώρην ἦγον.

40

.

8

καὶ πόληας ἐπέκτισε τοῦ μὴ νομάδας ἔτι εἶναι ἀλλὰ ἀροτῆρας καὶ γῆς ἐργάτας, καὶ ἔχειν ὑπὲρ ὅτων δειμαί‐ νοντες μὴ κακὰ ἀλλήλους ἐργάσονται. ἐνθένδε τὴν Σου‐

40

.

9

σίων γῆν παρήμειβεν ὁ στρατός. καὶ ταῦτα οὐκέτι ὡσαύ‐ τως ἀτρεκέως λέγει Νέαρχος ὅτι ἔστιν οἱ ἐκφράσαι, πλήν γε δὴ τοὺς ὅρμους τε καὶ τὸ μῆκος τοῦ πλόου·

40

.

10

τὴν χώρην γὰρ τεναγώδεά τε εἶναι τὴν πολλὴν καὶ ῥη‐ χίῃσιν ἐπὶ μέγα ἐς τὸν πόντον ἐσέχουσαν καὶ ταύτῃ σφαλερὴν ἐγκαθορμίζεσθαι· πελαγίοισιν ὦν σφίσι τὴν

40

.

11

κομιδὴν τὸ πολὺ γίνεσθαι. ὁρμηθῆναι μὲν δὴ ἐκ τοῦ ποταμοῦ τῶν ἐκβολέων, ἵναπερ ηὐλίσθησαν ἐπὶ τοῖσιν οὔροισι τῆς Περσίδος, ὕδωρ δὲ ἐμβαλέσθαι καὶ πέντε ἡμερέων· οὐκ ἔφασκον γὰρ εἶναι ὕδωρ οἱ καθηγεμόνες
5τοῦ πλόου.

41

.

1

σταδίους δὲ πεντακοσίους κομισθέντες ὁρμίζονται ἐπὶ στόματι λίμνης ἰχθυώδεος, ᾗ οὔνομα Κατάδερβις·
καὶ νησὶς ἐπῆν τῷ στόματι· Μαργάστανα τῇ νησῖδι οὔ‐68

41

.

2

νομα. ἐνθένδε ὑπὸ τὴν ἕω ἐκπλώσαντες κατὰ βράχεα ἐκομίζοντο ἐπὶ μιᾶς νεώς· πασσάλοις δὲ ἔνθεν καὶ ἔν‐ θεν πεπηγόσιν ἀπεδηλοῦτο τὰ βράχεα, κατάπερ ἐν τῷ μεσσηγὺς Λευκάδος τε νήσου ἰσθμῷ καὶ Ἀκαρνανίης
5ἀποδέδεικται σημεῖα τοῖσι ναυτιλλομένοισι τοῦ μὴ ἐπο‐

41

.

3

κέλλειν ἐν τοῖσι βράχεσι τὰς νέας. ἀλλὰ τὰ μὲν κατὰ Λευκάδα ψαμμώδεα ὄντα καὶ τοῖσιν ἐποκείλασι ταχεῖαν τὴν ὑπονόστησιν ἐνδιδοῖ· κεῖθι δὲ πηλός ἐστιν ἐφ’ ἑκά‐ τερα τοῦ πλεομένου βαθὺς καὶ ἰλυώδης, ὥστε οὐδεμιᾷ

41

.

4

μηχανῇ ἐποκείλασιν ἦν ἀποσωθῆναι. οἵ τε γὰρ κοντοὶ κατὰ τοῦ πηλοῦ δύνοντες αὐτοὶ οὐδέν τι ἐπωφέλουν, ἀνθρώπῳ τε ἐκβῆναι τοῦ ἀπῶσαι τὰς νέας ἐς τὰ πλεό‐ μενα ἄπορον ἐγίνετο· ἔδυνον γὰρ κατὰ τοῦ πηλοῦ ἔστε

41

.

5

ἐπὶ τὰ στήθεα. οὕτω δὴ χαλεπῶς διεκπλώσαντες στα‐ δίους ἑξακοσίους κατὰ ναῦν ἕκαστοι ὁρμισθέντες ἐνταῦ‐

41

.

6

θα δείπνου ἐμνήσθησαν. τὴν νύκτα δὲ ἤδη κατὰ βάθεα ἔπλεον καὶ τὴν ἐφεξῆς ἡμέρην ἔστε ἐπὶ βουλυτόν· καὶ ἦλθον σταδίους ἐνακοσίους, καὶ καθωρμίσθησαν ἐπὶ τοῦ στόματος τοῦ Εὐφράτου πρὸς κώμῃ τινὶ τῆς Βαβυ‐

41

.

7

λωνίης χώρης—ὄνομα δὲ αὐτῇ Διρίδωτις—, ἵνα λι‐ βανωτόν τε ἀπὸ τῆς Γερραίης γῆς οἱ ἔμποροι ἀγινέουσι

41

.

8

καὶ τὰ ἄλλα ὅσα θυμιήματα ἡ Ἀράβων γῆ φέρει. ἀπὸ δὲ τοῦ στόματος τοῦ Εὐφράτου ἔστε Βαβυλῶνα πλοῦν λέγει Νέαρχος σταδίους εἶναι ἐς τρισχιλίους καὶ τρια‐ κοσίους.

42

.

1

ἐνταῦθα ἀγγέλλεται Ἀλέξανδρον ἐπὶ Σούσων στέλ‐ λεσθαι. ἔνθεν καὶ αὐτοὶ τὸ ὀπίσω ἔπλεον, ὡς κατὰ τὸν Πασιτίγριν ποταμὸν ἀναπλώσαντες συμμῖξαι Ἀλεξάν‐69

42

.

2

δρῳ. ἔπλεον δὴ τὸ ἔμπαλιν ἐν ἀριστερᾷ τὴν γῆν τὴν Σουσίδα ἔχοντες, καὶ παραπλέουσι λίμνην, ἐς ἣν ὁ Τί‐

42

.

3

γρης ἐσβάλλει ποταμός, ὃς ῥέων ἐξ Ἀρμενίης παρὰ πό‐ λιν Νῖνον, πάλαι ποτὲ μεγάλην καὶ εὐδαίμονα, τὴν μέ‐ σην ἑωυτοῦ τε καὶ τοῦ Εὐφράτου ποταμοῦ γῆν Με‐

42

.

4

σοποταμίην ἐπὶ τῷδε κληίζεσθαι ποιέει. ἀπὸ δὲ τῆς λίμνης ἐς αὐτὸν τὸν ποταμὸν ἀνάπλους στάδιοι ἑξακόσιοι, ἵνα καὶ κώμη τῆς Σουσίδος, ἣν καλέουσιν Ἄγινιν· αὕτη δὲ ἀπέχει Σούσων σταδίους ἐς πεντακοσίους. μῆκος τοῦ
5παράπλου τῆς Σουσίων γῆς ἔστε ἐπὶ 〈τὸ〉 στόμα τοῦ

42

.

5

Πασιτίγριδος ποταμοῦ στάδιοι δισχίλιοι. ἐνθένδε κατὰ τὸν Πασιτίγριν ἄνω ἀνέπλεον διὰ χώρης οἰκουμένης καὶ εὐδαίμονος. ἀναπλώσαντες δὲ σταδίους ὡς πεντή‐ κοντα καὶ ἑκατὸν αὐτοῦ ὁρμίζονται, προσμένοντες οὕσ‐
5τινας ἐστάλκει Νέαρχος σκεψομένους ἵνα ὁ βασιλεὺς

42

.

6

εἴη. αὐτὸς δὲ ἔθυε θεοῖς τοῖς σωτῆρσι, καὶ ἀγῶνα ἐποίεε,

42

.

7

καὶ ἡ στρατιὴ ἡ ναυτικὴ πᾶσα ἐν εὐθυμίῃσιν ἦν. ὡς δὲ προσάγων ἤδη Ἀλέξανδρος ἠγγέλλετο, ἔπλεον ἤδη αὖθις ἐς τὸ ἄνω κατὰ τὸν ποταμόν· καὶ πρὸς τῇ σχεδίῃ ὁρμί‐
ζονται, ἐφ’ ᾗ τὸ στράτευμα διαβιβάσειν ἔμελλεν Ἀλέ‐70

42

.

8

ξανδρος ἐς Σοῦσα. ἐνταῦθα ἀνεμίχθη ὁ στρατός, καὶ θυσίαι πρὸς Ἀλεξάνδρου ἐθύοντο ἐπὶ τῶν νεῶν τε καὶ τῶν ἀνθρώπων τῇ σωτηρίῃ, καὶ ἀγῶνες ἐποιέοντο· καὶ Νέαρχος ὅποι παραφανείη τῆς στρατιῆς, ἄνθεσί τε

42

.

9

καὶ ταινίῃσιν ἐβάλλετο. ἔνθα καὶ χρυσῷ στεφάνῳ στεφα‐ νοῦνται ἐξ Ἀλεξάνδρου Νέαρχός τε καὶ Λεόννατος, Νέ‐ αρχος μὲν ἐπὶ τοῦ ναυτικοῦ τῇ σωτηρίῃ, Λεόννατος δὲ ἐπὶ τῇ νίκῃ, ἣν Ὠρείτας τε ἐνίκησε καὶ τοὺς Ὠρείταις

42

.

10

προσοικέοντας βαρβάρους. οὕτω μὲν ἀπεσώθη Ἀλεξάν‐ δρῳ ἐκ τοῦ Ἰνδοῦ τῶν ἐκβολέων ὁρμηθεὶς ὁ στρατός.

43

.

1

τὰ δὲ ἐν δεξιᾷ τῆς Ἐρυθρῆς θαλάσσης ὑπὲρ τὴν Βα‐ βυλωνίην Ἀραβίη ἡ πολλή ἐστι, καὶ ταύτης τὰ μὲν κατ‐ ήκει ἔστε ἐπὶ τὴν θάλασσαν τὴν κατὰ Φοινίκην τε καὶ τὴν Παλαιστίνην Συρίην, πρὸς δυομένου δὲ ἡλίου ὡς
5ἐπὶ τὴν εἴσω θάλασσαν Αἰγύπτιοι τῇ Ἀραβίῃ ὁμουρέ‐

43

.

2

ουσι. κατὰ δὲ Αἴγυπτον εἰσέχων ἐκ τῆς μεγάλης θαλάσ‐ σης κόλπος δῆλον ποιέει ὅτι ἕνεκά γε τοῦ σύρρουν εἶναι τὴν ἔξω θάλασσαν περίπλους ἂν ἦν ἐκ Βαβυλῶνος ἐς τὸν κόλπον τοῦτον 〈τὸν〉 ἐπέχοντα ὡς ἐπ’ Αἴγυπτον.

43

.

3

ἀλλὰ γὰρ οὔ τις παρέπλωσε ταύτῃ οὐδαμῶν ἀνθρώπων ὑπὸ καύματος καὶ ἐρημίης, εἰ μή τινές γε πελάγιοι κο‐

43

.

4

μιζόμενοι. ἀλλὰ οἱ ἀπ’ Αἰγύπτου γὰρ ἐς Σοῦσα ἀποσω‐
θέντες τῆς στρατιῆς τῆς Καμβύσεω καὶ οἱ παρὰ Πτολε‐ μαίου τοῦ Λάγου παρὰ Σέλευκον τὸν Νικάτορα στα‐71

43

.

5

λέντες ἐς Βαβυλῶνα διὰ τῆς Ἀραβίης χώρης ἰσθμόν τινα διαπορευθέντες ἐν ἡμέρῃσιν ὀκτὼ ταῖς πάσαις ἄνυδρον καὶ ἐρήμην χώρην ἐπῆλθον ἐπὶ καμήλων σπουδῇ ἐλαύ‐ νοντες ὕδωρ τε σφιν ἐπὶ τῶν καμήλων φέροντες καὶ νυ‐
5κτοπορέοντες· τὰς γὰρ ἡμέρας ὑπαίθριοι ἀνέχεσθαι διὰ

43

.

6

καῦμα ἀδύνατοι ἦσαν. τοσούτου δεῖ τά γε ἐπέκεινα ταύτης τῆς χώρης, ἥντινα ἰσθμὸν ἀπεφαίνομεν ἐκ τοῦ κόλπου τοῦ Ἀραβίου κατήκοντα ἐς τὴν Ἐρυθρὰν θά‐ λασσαν, οἰκεόμενα εἶναι, ὁπότε τὰ πρὸς ἄρκτον μᾶλλον

43

.

7

αὐτῶν ἀνέχοντα ἔρημά τέ ἐστι καὶ ψαμμώδεα. ἀλλὰ γὰρ ἀπὸ τοῦ Ἀραβίου κόλπου τοῦ κατ’ Αἴγυπτον ὁρμηθέντες ἄνθρωποι ἐκπεριπλώσαντες τὴν πολλὴν Ἀραβίην ἐλθεῖν ἐς τὴν κατὰ Σοῦσά τε καὶ Πέρσας θάλασσαν, ἐς τοσόνδε
5ἄρα παραπλώσαντες τῆς Ἀραβίης ἐς ὅσον σφίσι τὸ ὕδωρ ἐπήρκεσε τὸ ἐμβληθὲν ἐς τὰς νέας, ἔπειτα ὀπίσω

43

.

8

ἀπενόστησαν. ἐκ βαβυλῶνός τε οὕστινας ἔστειλεν Ἀλέ‐ ξανδρος ὡς ἐπὶ μήκιστον πλέοντας ἐν δεξιᾷ τῆς Ἐρυ‐ θρῆς θαλάσσης γνῶναι τοὺς ταύτῃ χώρους, οὗτοι νή‐ σους μέν τινας κατεσκέψαντο ἐν τῷ παράπλῳ κειμένας,

43

.

9

καί που καὶ τῆς ἠπείρου τῆς Ἀραβίης προσέσχον, τὴν δὲ ἄκρην, ἥντινα καταντικρὺ τῆς Καρμανίης ἀνέχουσαν λέ‐ γει φανῆναι σφίσι Νέαρχος, οὐκ ἔστιν ὅστις ὑπερβα‐

43

.

10

λὼν ἐπικάμψαι ἐς τὸ ἐπὶ θάτερα δυνατὸς ἐγένετο. δοκέω
δὲ ὡς εἴπερ πλωτά τε ἦν καὶ βαδιστὰ 〈τὰ〉 ταύτῃ, ὑπ’ Ἀλεξάνδρου ἂν τῆς πολυπραγμοσύνης ἐξελήλεγκτο πλω‐72

43

.

11

τά τε καὶ βαδιστὰ ἐόντα. καὶ Ἄννων δὲ ὁ Λίβυς ἐκ Καρ‐ χηδόνος ὁρμηθεὶς ὑπὲρ μὲν Ἡρακλείας στήλας ἐξέπλω‐ σεν ἐς τὸν ἔξω πόντον, ἐν ἀριστερᾷ τὴν Λιβύην γῆν ἔχων, καὶ ἔστε μὲν πρὸς ἀνίσχοντα ἥλιον ὁ πλόος αὐτῷ

43

.

12

ἐγένετο τὰς πάσας πέντε καὶ τριάκοντα ἡμέρας· ὡς δὲ δὴ ἐς μεσημβρίην ἐξετράπετο, πολλῇσιν ἀμηχανίῃσιν ἐνετύγχανεν ὕδατός τε ἀπορίῃ καὶ καύματι ἐπιφλέγοντι

43

.

13

καὶ ῥύαξι πυρὸς ἐς τὸν πόντον ἐμβάλλουσιν. ἀλλ’ ἡ Κυρήνη γὰρ τῆς Λιβύης ἐν τοῖς ἐρημοτέροις πεπολισμένη ποιώδης τέ ἐστι καὶ μαλθακὴ καὶ εὔυδρος καὶ ἄλσεα καὶ λειμῶνες, καὶ καρπῶν παντοίων καὶ κτηνέων πάμφορός
5〈ἐστι〉 ἔστε ἐπὶ τοῦ σιλφίου τὰς ἐκφύσεις· ὑπὲρ δὲ τὸ σίλφιον τὰ ἄνω αὐτῆς ἔρημα καὶ ψαμμώδεα.

43

.

14

οὗτός μοι ὁ λόγος ἀναγεγράφθω, φέρων καὶ αὐτὸς
ἐς Ἀλέξανδρον τὸν Φιλίππου, τὸν Μακεδόνα.73