TLG 0072 004 :: ANONYMI GRAMMATICI :: Fragmentum grammaticum (P. Lit. Lond. 182 = P. Lond. 126) (fort. auctore Tryphone Alexandrino) ANONYMI GRAMMATICI Gramm. Fragmentum grammaticum (P. Lit. Lond. 182 = P. Lond. 126) (fort. auctore Tryphone Alexandrino) Citation: (Line) | ||
1 | ωδε τοῦτο δυϊ[καὶ] ὀρθῆς κ〈αὶ〉 αἰτιατικῆ[ς ..] πρώτου κ̣α̣ι̣δ̣ε̣υ̣[ ] προσώπου νὼ [καὶ] νῶϊ, γενικῆς καὶ δοτικῆς σφῶ[ν] καὶ ςφῶϊν. δευτ̣έ̣ρ̣ο̣υ̣ π̣ρ̣ο̣σ̣ώπου, ὀρθῆς κ〈αὶ〉 αἰτια〈τ〉ικῆς σφὼ καὶ ςφῶϊ. τρίτου προσώπου, ὀρθῆς καὶ γ̣ε̣ν̣ι̣κ̣ῆ̣ς̣ οὐκ ἔνεισ[ι], | |
---|---|---|
5 | δοτικῆς δὲ ⟦σφωε—⟧‵ςφωΐν′, αἰτιατικῆς δὲ ⟦σφωιν⟧‵σφωέ′. ἀμφότεραι κα‐ τ’ ἔγκλισιν ἐκφέρονται· πληθυντικαί, ὀρθῆς πτώσεως ἡμεῖς, ὑμεῖς, ςφεῖς, γενικῆς ἡμῶν, ὑ̣μῶν, ςφῶν ἤτ(οι) σφέω̣[ν], δοτικῆς ἡμῖν, ὑμῖν, ςφὶν ἤτ(οι) σ̣φ[ίσι]ν, αἰτιατικῆς ἡμᾶ̣[ς], ὑμᾶς, σφᾶς ἤτ(οι) σφέας, κλητικ[ῆ]ς δευτέρου προσώπου | |
10 | ὑμεῖς. τούτων δὲ τῶν ἀντων[υμ]ιῶν εἰσί τινες αἱ τοῦ πρώτου προσώπου δεικτικῶς λ[εγόμε]ναι, αἱ δὲ ἀναφορικῶς. δεικτικῶς μὲν αἱ ἐπὶ παρόντων προσώπων λεγόμεναι, οἷον «οὗτός τοι Διόμηδες ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ» ἢ ἐπὶ προ‐ ειρημένων πραγμάτων ἢ μελλόντων ῥη̣θή̣σ̣ε̣σθαι, οἷον | |
15 | «ἀλλὰ τόδ’ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἰκάνει ὁππότ’ ἂν ⟦ε⟧ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσηι»· ἀναφορικῶς δὲ αἱ ἐ‐ πὶ προειρημένων προσώπων λεγόμεναι, «οὗτοι ἄρ’ ἡγεμό‐ νες Δαναῶν καὶ κοίρανοι ἦσαν»· ἢ ἐπὶ προειρημένων πρα‐ [γμάτω]ν, οἷον «οὐ γὰρ ἐγώ γέ τί φημι τέλος χαριέστερον εἶ‐ | |
20 | [να]ι· ἢ ὅταν εὐφροσύν[η μὲν ἔ]χηι κατὰ δῆμον ἅπαντα», καὶ μετ̣’ ὀλίγον «τοῦτό τί μ̣[οι κάλλιστ]ον ἐνὶ φρεσὶν εἴδεται εἶ[ναι].» παρὰ δὲ τῶι ποιητῆι ἀντὶ τῶ̣[ν π]ροϋποκειμένων πραγμ[ά]‐ τῶν τοῦ τρίτου προσώ̣[που ἀντ]ωνυμιῶν τίθενται λέξε̣ι̣[ς] μονοσύλλαβοι ὅμοια̣[ι τοῖς ἄρ]θροις ἰσο[δυ]ναμοῦσαι αὐτ[αῖς, ἀρσ]‐ | |
25 | ενικαῖς μὲν ὁ, θηλυκαῖ[ς δ]ὲ ἡ, οὐδετέρ⟦α⟧‵αι′ς δὲ τό, καὶ τού‐ των πτώσεις καθ’ ἕκαστον ἀριθμὸν διαφόρουσα. αἱ δὲ αὐταὶ κατὰ διαφορὰν καὶ δ〈ε〉ῖξιν λέγονται. ἐπὶ δὲ τῶν ἀντω‐ | |
νυμιῶν αἱ μὲν κατ’ ἀντίθεσιν λέγονται· αἱ δὲ ἀπολελυμένως, κατ’ ἀντίθεσιν μὲν ὅταν ἕτερον ἀντικέηται πρόσωπον, | ||
30 | οἷον «ὐμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματ’ ἔχοντες ἐκ‐ πέρσαι Πριάμοιο πόλιν, εὖ δ’ οἴκαδ’ ἱκέσθαι, παῖδα δ’ ἐμοὶ λύσαιτε φίλην», ἀπολελυμέν⟦ο⟧‵ω′ς δὲ ὅταν ἕτερον μὴ ἀντικέ‐ ηται πρόσωπον, οἷον «οὐχ ἡμῖν συνθεύσεται ἥδε γε βουλή» καί «δός μοι ἔτι πρόφρων». ἔχουσι δὲ ἑτέραν δύναμιν ἥ τε | |
35 | αὐτὸς καὶ αὐτὴ καὶ αὐτό· καὶ τούτων πτώσεις καθ’ ἕκαστον ἀριθμὸν διαφέρουσαι. οὐ γὰρ μόνον ἐπὶ τοῦ τρίτου προσώπου συντάσσονται ἀλλὰ καὶ τοῖς τρισὶ προσώποις τοῖς ἀπαρεμφά‐ τοις τὰ γένη ἀφαρμόζουσι συνζ〈ε〉υγνύμενοι, οἷον ἐγὼ αὐτός· σὺ αὐτός· ἳ̣ αὐτός. τῶν δὲ συνάρθρων ἀντωνυμιῶν | |
40 | περὶ δύο θε⟦ο⟧‵ω′ρουμένων, περί τε τὸ λέγον πρόσωπον καὶ τὸ ἔξωθεν προσϋπακουόμενον· θ εἰσὶν ἀριθμῶν διαφο‐ ραί. κατ’ ἀμφότερα{ι} ἑνικαί, ἐμός, σός, ὃς ἤτ(οι) ἐμός, τεός, σός, ⟦η⟧ ἐμή, σή, ἣ ἤτ(οι) ἐμή, τεή, ⟦ἢ ἐμόν, σόν, ὅν⟧ ἑή, ἐμόν, σόν, σόν ἤτ(οι) ἐμόν, τεόν, ἑόν, ἐντὸς ἑνικαί | |
45 | ἐκτὸς δυϊκαί, κοιναὶ ἀρσενικοῦ καὶ οὐθετέρω ἐμώ, σώ̣, ὥ καὶ θηλυκῶς ἐμά, σά, ἅ· γενικῆς καὶ δοτικῆς ἐμοῖν, σοῖν, οἷν, ἐμαῖν, ςαῖν, αἷν. ἐντὸς ἑνικαὶ [ἐ]κτὸς πληθυντικαί, ἐμοί, σοί, ο̣ἵ, ἐμαί, σαί, αἵ, ἐμά, σά, ἅ. ἐντὸς δυϊκαὶ ἐκτὸς ἑνικαί, νωΐτε‐ | |
(50) | ρος, σφωΐτερος καὶ θηλυκῶς νωϊτέρα, σφωϊτέρα καὶ οὐθετέρως νωΐτερον, σφωΐτερον. κατ’ ἀμφότερα δυϊκαί, ἀρσενικῶς καὶ οὐθετέρως νωϊτέρω, σφωϊτέρω καὶ θηλυκῶς νωϊτέρα, σφωϊτέρα, γενικῆς καὶ δοτικῆς νωϊτέροιν, σφωϊτέροιν καὶ θηλυκῶς νωϊτέραιν, σφωϊ‐ | |
55 | τέραιν. ἐντὸς δυϊκαὶ ἐκτὸς πληθυντικαί, νωΐτεροι, σφω‐ ΐτεροι, νωΐτεραι, σφωΐτεραι, νωΐτερα, σφωΐτερα. ἐντὸς πληθυντικαὶ ἐκτὸς ἑνικαί, ἡμέτερος, ὑμέτερος, σφέτε‐ ρος καὶ θηλυκῶς ἡμετέρα, ὐμετέρα, σφωϊτέρα καὶ οὐδετέρως ἡμέτερον, ὑμέτερον, σφέτερον. ἐντὸς | |
60 | πληθυντικαὶ ἐκτὸς δυϊκαὶ κοινὰ ἀρσενικῶν καὶ οὐ‐ θετέρων ἡμετέρω, ὑμετέρω, σφετέρω, ἡμετέρα, ὑμετέρα, σφετέρα. γενικῆς καὶ δοτικῆς ἡμετέροιν, ὑμετέροιν, σφετέροιν, ἡμετέραιν, ὑμετέραιν, σφετέραιν. κατ’ ἀμφότερα πληθυντικαί, ἡμέτεροι, ὑμέτεροι, σφέ‐ | |
65 | τεροι, ἡμέτεραι, ὑμέτεραι, σφέτεραι, ἡμέτερα, ὑμέ‐ τερα, σφέτερα. / Πρόθεσις πρόθεσις τί ἐστιν; μέρος λόγου ᾧ συμβέβηκε καθ’ ἕνα {να} σχ[η]‐ ματισμὸν ἐκφέρεσθαι καὶ πάντων τῶν τοῦ λόγου μερῶν 〈ἐν〉 συνθέσει προ⟦θ⟧‵τ′ίθεσθαι, ἐν δὲ συντάξει τῶν πλείστων, ὀρθ[ῇ] | |
70 | καὶ κλητικῇ πτώσει οὐ δυνάμενον συντά〈σ〉σεσθαι οὐδὲ ἐν λόγωι γ̣ε̣ν̣ν̣αίῳ προτίθεσθαι. προθέσ〈ε〉ις δέ εἰσιν ιη, ἀνά, ἀμφί, ἀπό, ἀντί, διά, ἐν{α}, ἐξ, ἐπ{ε}ί, κα[τά], πρός, πρό, περί, παρά, μετά, ὑπέρ, ὑπό, σύν, τῶν [δὲ] προθέσεων ἀναστροφὴν ἐπιδέχονται ἀνά, ἀπό, | |
75 | ἐπ{ε}ί, κατά, περί, παρά, μετά, ὑπέρ, ὑπό. πτώσεσι δὲ | |
ταῖς πλαγίοις συντάσσονται ἓξ αἵδε, ἀμφί, ἐπί, πρός, περί, παρά, ὑπό. γενικῆι καὶ δοτικῆι γ, αἵδε, κατά, μετά, ὑπέρ. γενικῇ ε, ἀπό, ἀμφί, διά, ἐξ, πρὸ καὶ [ὡς Ἀτ]‐ τικοί β ἐν, εἰς. δοτικῇ δύο, ἐν, σύν, κ〈αὶ〉 αἰτιατικῇ β, ἀνά, | ||
80 | εἰς. Ἐπίρρημα. ἐπίρρημα τί ἐστιν; λέξις καθ’ ἕνα σχηματισμὸν ἐκ̣φερομένη, προτακτικὴ καὶ ὑποτακτικὴ ῥήματος ἀσυνθέτου, ἐν 〈πολλοῖς?〉 εἴδεσι θεωρουμένη. τῶν δὲ ἐπιρ‐ ρημάτων ἃ μέν ἐστιν μεσότητος καὶ ποιότητος δηλωτικά, οἷον καλῶς, σοφῶς, ἄρδην, ἀνέδην, βοτρυδόν, ἀπριάτην, | |
85 | νύξ, γνύξ, λάξ, ὀδάξ, αν, νων· ἀκονιτί, σάφα, μ̣ά̣λ̣α̣, λικριφίς, ἀμοιβηδής, ἑλληνιστί, συριστί, κ̣α̣ὶ̣ ἔ̣τ̣ι̣ π̣λείονα. ἃ δὲ ποσότητος, οἷον δίς, τρίς, πεντάκις καὶ ἔτι πλείο[να]. ἃ δὲ χρόνου, ἤδη, νῦν· αὖτις· πάλιν· ἐχθές· τ̣ηνίκα· καὶ τὰ ὅμοια. ἃ δὲ εὐχῆς, οἷον αἴθε, εἴ⟦δ⟧‵θ′ε, β̣ά̣λ̣ε̣, ἄ̣β̣α̣λ̣ε̣· τ̣ι̣ν̣ὰ̣ | |
90 | δὲ ἀπαγορεύσεως μή, μηκέτι. τινὰ δὲ σ̣υ̣γ̣κ̣α̣τ̣α̣θ̣έ̣σ̣ε̣ω̣ς̣, ναί· ναίχι· τοῦ δ’ αὐτοῦ εἴδους κατωμοτικά, ο̣ἶ̣ο̣ν̣ ν̣ή̣ .. τὸ μὰ κοινὸν τῆς ἀπωμ̣όσεώς τε καὶ ἀπαιτή‐ | |
[σ]εως. ἃ δὲ ἐρωτήσεως πίς, ποῦ, πόθεν [±5] ταῦτα καὶ τοπικά ἐστιν. παρακελεύσεως δε̣ῦ̣τ̣ε̣, | ||
95 | τὸ δ’ αὐτὸ καὶ ῥῆμα γίνεται προστακτικόν. ὁμοιώσεως ἢ παραβολ⟦ω⟧‵ῆ′ς ὡς. τὸ δ’ αὐτὸ καὶ πλείστας ἔχει δυ‐ νάμεις. ἃ δὲ ἐπικελευστικά, ἅπερ οἱ μὲν ἐπι‐ φθέγ{γ}ματα καλοῦσιν, οἱ δὲ συνεμφάσεις, οἱ δὲ σχετλιασμούς, φεῦ, παπαῖ, ὤμοι. φασὶ δὲ κα[ὶ] | |
(100) | εἰκασμοῦ τινα εἶναι ἐπιρ〈ρ〉ήματα ὡς [τὸ] τυχόν, σχε‐ δόν, [ο̣]ΐσως, τάχα. ἃ δὲ τάξεως ἑξῆς, χωρίς. ἐπίρρημα δὲ ε̣ἴ̣ρηται διὰ τὸ καθ’ ἑαυτὸ μὲν λεγόμενον μὴ ἀποτελεῖν δ̣ι̣ά̣νοιαν ἐγγράμματον, προστασ‐ σομέν〈ου〉 δὲ ῥήματος ⟦..⟧, ζ̣ευγνύμενον ῥήμα‐ | |
105 | τι κατὰ τὸ πλεῖστον. Σύνδεσμ̣ος. σύνδεσμος τί ἐστιν; λέξις συνδε{κ}τικὴ τῶν τοῦ λόγου μερῶν. τούτων δ’ εἴδη πλείονα. οἱ μὲν γὰρ αὐτῶν̣ εἰσιν συ̣μπλεκτικοί, οἱ δὲ διαζευκτικοί, οἱ δὲ συν‐ απτικοί, οἱ δὲ παρασυναπτικοί, ἄλλοι δὲ συ⟦ν⟧‵λ′λογιστικ[οί], | |
110 | οἱ δὲ ἀπορηματικοὶ καὶ τελευταῖοι παραπληρωματικ̣[οί]. συμπλεκτικοὶ μὲν οὖν εἰσιν οἵδε· μέν, δέ· τέ· καί· ἀ[λλά], ἠμέν· ἠδέ· ἰδέ· αὐτάρ· ἀτάρ· ἤτοι· κέν· ἄν. διαζευ̣[κτικοὶ] δέ, ἤ· ἤτοι· ἠέ· αἰτιολ⟦ογι‵ιγ′κ⟧οὶ δέ, οὕνεκα, τοὔνε[κα], ἕνεκα, ἴνα, χάριν, ὄφρα, ὅπως, ὅτι, γάρ, διότι· καθ’ [ὅτι] | |
115 | καθ’ ὅσον, συναπτικοὶ δέ, εἴ. εἴπερ· εἰδέ̣· εἰδήπερ· εἰ̣ [ ] παρασυναπτικοὶ δέ, ἐπεί, ἐ̣πείπερ, ἐπειδ̣έ̣, ἐπειδ[ήπερ] ἐπειπερδή· συνλογιστικοὶ δέ, ἄρα· ἀλλα̣μή̣ν̣, τ̣[οίνυν], τοιγαροῦν· τοιγάρτοι· ἀπορηματικοὶ δέ, ἆρα, κᾶτα, [μῶν], εἶτα· ἠέ· παραπληρωματικοὶ δέ, ἦ, δή, ἄρα, ν̣ύ̣ν̣ [ ] | |
120 | θήν· οὖν, μήν· τοί, γέ· πέρ· τάρ· εἰσὶ δέ τινες ὑ[πο]‐ θετικοὶ σύνδεσμοι αἴ κεν· εἴ κεν· ἐάν, εἰ δ’ ἄν > | |
Τρύφωνος τέχνη γραμματικοί |