TLG 0068 001 :: Pseudo–SCYMNUS :: Ad Nicomedem regem, vv. 1–980 (sub titulo Orbis descriptio)

Pseudo–SCYMNUS Geogr., vel Pausanias Damascenus
(1 B.C.)

Ad Nicomedem regem, vv. 1–980 (sub titulo Orbis descriptio)

Source: Müller, K. (ed.), Geographi Graeci minores, vol. 1. Paris: Didot, 1855 (repr. Hildesheim: Olms, 1965): 196–237.

Citation: (Line)

T1ΑΝΩΝΥΜΟΥ
T2[ΣΚΥΜΝΟΥ ΧΙΟΥ, ΩΣ ΦΕΡΕΤΑΙ,]
T3ΠΕΡΙΗΓΗΣΙΣ.
1Πάντων ἀναγκαιότατον ἡ κωμῳδία, θειότατε βασιλεῦ Νικόμηδες, τοῦτ’ ἔχει τὸ καὶ βραχέως ἕκαστα καὶ φράζειν σαφῶς καὶ ψυχαγωγεῖν πάντα τὸν ὑγιῆ κριτήν.
5Διὸ δὴ δοκιμάσας τὸ πιθανὸν τῆς λέξεως σοί τε διὰ ταύτης ἐντυχεῖν ἐσπούδασα καὶ διαλεγῆναι βραχέα, τό τε συνηγμένον εὐπεριγράφως ὠφέλιμον ἀναδοῦναι τόδε σύνταγμα, κοινὴν πᾶσι τὴν εὐχρηστίαν
10διὰ σὲ παρέξων τοῖς θέλουσι φιλομαθεῖν. Βουλόμενος οὖν σοι πρῶτον ἐκθέσθαι σαφῶς τὸν ἀπολογισμὸν τῆς ὅλης συντάξεως, αἰτῶ δοθῆναι τῇ προεκθέσει λόγον μὴ πολύν· ἐμοὶ γὰρ κρίνεται λακωνικῶς
15περὶ μεγάλων ἐλάχιστα πραγμάτων λέγειν. Ἔστι δ’ ἃ γράφω τοιαῦτα. Τοῖς ἐν Περγάμῳ βασιλεῦσιν, ὧν ἡ δόξα καὶ τεθνηκότων παρὰ πᾶσιν ἡμῖν ζῶσα διὰ παντὸς μένει, τῶν Ἀττικῶν τις γνησίων τὲ φιλολόγων,
20γεγονὼς ἀκουστὴς Διογένους τοῦ Στωϊκοῦ, συνεσχολακὼς δὲ πολὺν Ἀριστάρχῳ χρόνον, συνετάξατ’ ἀπὸ τῆς Τρωϊκῆς ἁλώσεως χρονογραφίαν στοιχοῦσαν ἄχρι τοῦ νῦν βίου. Ἔτη δὲ τετταράκοντα πρὸς τοῖς χιλίοις
25ὡρισμένως ἐξέθετο, καταριθμούμενος πόλεων ἁλώσεις, ἐκτοπισμοὺς στρατοπέδων, μεταναστάσεις ἐθνῶν, στρατείας βαρβάρων, ἐφόδους περαιώσεις τε ναυτικῶν στόλων, θέσεις ἀγώνων, συμμαχίας, σπονδὰς, μάχας,
30πράξεις βασιλέων, ἐπιφανῶν ἀνδρῶν βίους,
φυγὰς, στρατείας, καταλύσεις τυραννίδων· πάντων ἐπιτομὴν τῶν χύδην εἰρημένων· μέτρῳ δὲ ταύτην ἐκτιθέναι προείλετο, τῷ κωμικῷ δὲ, τῆς σαφηνίας χάριν,196
35εὐμνημόνευτον ἐσομένην οὕτως ὁρῶν. Τὸ δ’ ὅμοιον ἔλαβεν εἰκάσας ἐκ τοῦ βίου· ὥσπερ γὰρ εἴ τις ἀναλαβὼν θέλοι φέρειν ξύλων λελυμένων πλῆθος, οὐκ ἂν εὐχερῶς τούτων κρατήσαι, δεδεμένων δὲ ῥᾳδίως·
40οὕτω λελυμένην λέξιν ἀναλαβεῖν ταχύ οὐκ ἔστι, τῷ μέτρῳ δὲ περιειλημμένην ἔστιν κατασχεῖν εὐσκόπως καὶ πιστικῶς· ἔχει γὰρ ἐπιτρέχουσαν ἐν ἑαυτῇ χάριν, ὅταν ἱστορία καὶ λέξις ἔμμετρος πλεκῇ.
45Κεῖνος μὲν οὖν κεφάλαια συναθροίσας χρόνων εἰς βασιλέως ἀπέθετο φιλαδέλφου χάριν, ἃ καὶ διὰ πάσης γέγονε τῆς οἰκουμένης, ἀθάνατον ἀπονέμοντα δόξαν Ἀττάλῳ τῆς πραγματείας ἐπιγραφὴν εἰληφότι.

(50)

Ἐγὼ δ’ ἀκούων, διότι τῶν νῦν βασιλέων μόνος βασιλικὴν χρηστότητα προσφέρεις, πεῖραν ἐπεθύμης’ αὐτὸς ἐπ’ ἐμαυτοῦ λαβεῖν καὶ παραγενέσθαι καὶ τί βασιλεύς ἐστ’ ἰδεῖν, ἵν’ αὐτὸς ἑτέροις πάλιν ἀπαγγέλλειν ἔχω.
55Διὸ τῇ προθέσει σύμβουλον ἐξελεξάμην τὸν συγκατορθώσαντα καὶ τῷ σῷ πατρί τὰ τῆς βασιλείας πρότερον, ὡς ἀκούομεν, παρὰ σοί τε, βασιλεῦ, γνησίως τιμώμενον κατὰ πάντα, τὸν Ἀπόλλωνα τὸν Διδυμῆ λέγω,
60τὸν καὶ θεμιστεύοντα καὶ μουσηγέτην. Οὗ δὴ σχεδὸν μάλιστα καὶ πεπεισμένος πρὸς σὴν κατὰ λόγον ἧκα (κοινὴν γὰρ σχεδόν τοῖς φιλομαθοῦσιν ἀναδέδειχας) ἑστίαν· θεὸς δὲ συνεφάψαιτο τῇ προαιρέσει.
65Ἐκ τῶν σποράδην γὰρ ἱστορουμένων τισίν ἐν ἐπιτομῇ σοι γέγραφα τὰς ἀποικίας κτίσεις τε πόλεων, τῆς ὅλης τε γῆς σχεδόν ὅς’ ἐστὶ πλωτὰ καὶ πορευτὰ τῶν τόπων. Τούτων δ’ ὅσα μὲν εὔσημά τ’ ἐστὶ καὶ σαφῆ
70ἐπὶ κεφαλαίου συντεμὼν ἐκθήσομαι, ὅσα δ’ ἐστὶν αὐτῶν οὐ σαφῶς ἐγνωσμένα, ὁ κατὰ μέρος ταῦτ’ ἐξακριβώσει λόγος, ὥστε, βασιλεῦ, τὸν πάντα τῆς οἰκουμένης ἔχειν σε περιορισμὸν ἐπιτετμημένον,
75ποταμῶν τε μεγάλων ἰδιότητας καὶ ῥύσεις, τὴν τῶν δύ’ ἠπείρων τε κατὰ μέρος θέσιν, ἐν ἑκατέρᾳ τίνες εἰσὶν Ἑλλήνων πόλεις, τίνες ἔκτισαν, κατὰ τίνας ᾤκησαν χρόνους, τοὺς ὁμοεθνεῖς ὄντας τε τούς τ’ αὐτόχθονας,197
80τίν’ ἔστι πλησιόχωρα βαρβάρων γένη, τίνα μιγάδων λεγόμενα, ποῖα νομαδικά, τίνες ἥμεροι, τίνες εἰσὶν ἀξενώτατοι ἔθεσι, τρόποις τ’ ἔργοις τε βαρβαρώτατοι, τίνα τῶν ἐθνῶν μέγιστα πολυανδροῦντά τε
85τίσιν νόμοις ἕκαστα χρῆται καὶ βίοις, τῶν ἐμπορίων ὅσα τ’ ἐστὶν εὐτυχέστατα, νήσων τε πασῶν τῶν πρὸς Εὐρώπην θέσιν, ἑξῆς τε τῶν σύνεγγυς Ἀσίᾳ κειμένων, κτίσεις τε πόλεων τῶν ἐν αὐταῖς φερομένων,
90ἁπλῶς θ’ ἁπάντων ὁρικῶς * διέξοδον καὶ τὴν ὅλην περίοδον ἐν ὀλίγοις στίχοις, ἧς ὁ κατακούσας οὐ μόνον τερφθήσεται, ἅμα δ’ ὠφελίαν ἀποίσετ’ εὔχρηστον μαθών, εἰ μηθὲν ἕτερον, φασί, ποῦ ποτ’ ἔστι γῆς,
95κἀν τίσι τόποις τὴν πατρίδα κειμένην ἔχει, τίνων τε πρότερον γενομένην οἰκητόρων πόλεσί τε ποίαις συγγένειαν ἀναφέρει· συνελόντι δ’ εἰπεῖν, οὐχὶ τὴν Ὀδυσσέως ἀναδεξάμενος, ὥς φασιν οἱ μῦθοι, πλάνην,

(100)

ἐπὶ τῆς ἰδίας δὲ καταμένων εὐδαιμόνως, οὐχὶ μόνον ἑτερόφυλον ἀνθρώπων βίον, ἐθνῶν ὅλων δὲ γνώσετ’ ἄστη καὶ νόμους. Λαβοῦσα δ’ ἡ σύνταξις ἐπιφανέστατον ἀρχηγέτην σε φιλάγαθόν τε προστάτην
105ἥξει διὰ λόχους ἐπιμελεῖς εἰς τὸν βίον, τὸ σόν τε, βασιλεῦ, πᾶσι κηρύξει κλέος διαπεμπομένη πρὸς ἕτερον ἀφ’ ἑτέρου τόπον καὶ τοῖς μακρὰν ἀπέχουσι τὴν εὐφημίαν. Ἤδη δ’ ἐπ’ ἀρχὴν εἶμι τῆς συντάξεως
110τοὺς συγγραφεῖς ἐκθέμενος, οἷς δὴ χρώμενος τὸν ἱστορικὸν εἰς πίστιν ἀναπέμπω λόγον· τῷ τὴν γεωγραφίαν γὰρ ἐπιμελέστατα γεγραφότι, τοῖς τε κλίμασι καὶ τοῖς σχήμασιν, Ἐρατοσθένει μάλιστα συμπεπεισμένος,
115Ἐφόρῳ τε καὶ τῷ τὰς κτίσεις εἰρηκότι
ἐν πέντε βίβλοις Χαλκιδεῖ Διονυσίῳ, Δημητρίῳ τε Καλλατιανῷ συγγραφεῖ καὶ τῷ Σικελῷ Κλέωνι καὶ Τιμοσθένει, τὴν τῆς (υ......) τέ ... (τῶν) θέσιν.198
120καὶ τὸν πολίτην δ’ ἐκ ........ ...ψ)...ασιν .γνω(ρι.μεν) .. εἰ(σ)ὶ .φ.. (καί) (ὸγε..φετ)...... π(α)ρ’ ἱ(στορεῖν) (ἐ.πι..λλομέν) ... τόπους .... ..... ἀκολου(θῶν) δὲ καὶ Καλλισθέν(η)
125... (ἰληφα) καὶ κ....χ).ενίων δὲ καί Τίμαιον, ἄνδρα Σικελὸν ἐκ Ταυρομενίου, ἐκ τῶν ὑφ’ Ἡροδότου τε συντεταγμένων· ἃ δ’ αὐτὸς ἰδίᾳ φιλοπόνως ἐξητακώς αὐτοπτικὴν πίστιν τε προσενηνεγμένος,
130ὡς ὢν θεατὴς οὐ μόνον τῆς Ἑλλάδος ἢ τῶν κατ’ Ἀσίαν κειμένων πολισμάτων, ἵστωρ δὲ γεγονὼς τῶν τε περὶ τὸν Ἀδρίαν καὶ τῶν κατὰ τὸν Ἰόνιον ἑξῆς κειμένων, ἐπεληλυθὼς δὲ τούς τε τῆς Τυρρηνίας
135καὶ τοὺς Σικελικοὺς καὶ πρὸς ἑσπέραν ὅρους καὶ τῆς Λιβύης τὰ πλεῖστα καὶ Καρχηδόνος. Τὰ δὲ πολλὰ συνελὼν ἄρξομαι τῶν πραγμάτων, πρῶτον δὲ τάξω τοὺς κατ’ Εὐρώπην τόπους.
139tΕΥΡΩΠΗ.
139Τὸ τῆς θαλάττης τῆς Ἀτλαντικῆς στόμα
140σταδίων μὲν εἶναί φασιν ἑκατὸν εἴκοσιν· ἡ περιέχουσα δ’ αὐτὸ χώρα πλησίον ἡ μὲν Λιβύης ἡ δ’ ἐστὶν Εὐρώπης ἄκρα. Νῆσοι δὲ τούτων ἑκατέρωθεν κείμεναι
διέχους’ ἀπ’ ἀλλήλων τριάκοντα σχεδόν199
145σταδίους· καλοῦνται δ’ ὑπό τινων Ἡρακλέους στῆλαι. Μιᾶς τούτων δὲ Μασσαλιωτική πόλις ἐστὶν ἐγγὺς, Μαινάκη καλουμένη· αὕτη πρὸς Εὐρώπην δὲ τῶν Ἑλληνίδων πόλεων ἁπασῶν ἐσχάτην ἔχει θέσιν.

(150)

Κάμψαντι τὴν ἄκραν δὲ τὴν κατ’ ἀντικρύ πρὸς ἥλιον δύνοντα πλοῦς ἐσθ’ ἡμέρας· εἶτ’ ἐχομένη ’στὶ νῆσος ἡ καλουμένη Ἐρύθεια, μεγέθει μὲν βραχεῖα παντελῶς, βοῶν δ’ ἀγέλας ἔχουσα καὶ βοσκημάτων,
155προσεμφερεῖς ταύροις τε τοῖς Αἰγυπτίοις καὶ τοῖς κατὰ τὴν Ἤπειρον ἔτι Θεσπρωτίοις· προσεσπερίους δ’ Αἰθίοπας οἰκητὰς ἔχειν λέγουσιν αὐτὴν γενομένης ἀποικίας. Ταύτης σύνεγγυς δ’ ἐστὶ .... πόλις
160λαβοῦσα Τυρίων ἐμπόρων ἀποικίαν, Γάδειρ’, ὅπου μέγιστα γίνεσθαι λόγος κήτη. Μετὰ ταύτην δ’ ἔστιν ἡμερῶν δυοῖν τελέσαντι πλοῦν ἐμπόριον εὐτυχέστατον ἡ λεγομένη Ταρτησσὸς, ἐπιφανὴς πόλις,200
165ποταμόρρυτον κασσίτερον ἐκ τῆς Κελτικῆς χρυσόν τε καὶ χαλκὸν φέρουσα πλείονα. Ἔπειτα χώρα Κελτικὴ καλουμένη μέχρι τῆς θαλάττης τῆς κατὰ Σαρδὼ κειμένης, ὅπερ μέγιστόν ἐστι πρὸς δυσμαῖς ἔθνος.
170Τὴν μὲν γὰρ ἐντὸς ἀνατολῶν πᾶσαν σχεδόν οἰκοῦσιν Ἰνδοὶ, τὴν δὲ πρὸς μεσημβρίαν Αἰθίοπες ἐγγὺς κείμενοι νότου πνοῆς· τὸν ἀπὸ ζεφύρου Κελτοὶ δὲ μέχρι δυσμῶν τόπον
θερινῶν ἔχουσιν, τὸν δὲ πρὸς βορρᾶν Σκύθαι.201
175Ἰνδοὶ μὲν οὖν μεταξὺ θερινῶν ἀνατολῶν καὶ χειμερινῶν οἰκοῦσι· Κελτοὶ δ’ ἀνάπαλιν ὑπ’ ἰσημερινῆς θερινῆς τε δύσεως, ὡς λόγος. Τὰ μὲν οὖν ἔθνη τὰ τέτταρ’ ἐστὶ τοῖς ὄχλοις τοῖς πλήθεσίν τε τῶν κατοικούντων ἴσα·
180ἡ δ’ Αἰθιόπων πλέον’ ἐστὶ χώραν καὶ Σκυθῶν ἐρημίαν δ’ ἔχουσα πλείστην, διὰ τὸ καί τὰ μὲν ἔμπυρ’ εἶναι μᾶλλον αὐτῶν τὰ δ’ ἔνυγρα. Χρῶνται δὲ Κελτοὶ τοῖς ἔθεσιν Ἑλληνικοῖς, ἔχοντες οἰκειότατα πρὸς τὴν Ἑλλάδα
185διὰ τὰς ὑποδοχὰς τῶν ἐπιξενουμένων σὺν μουσικῇ δ’ ἄγουσι τὰς ἐκκλησίας, ζηλοῦντες αὐτὴν ἡμερώσεως χάριν. Τούτων δὲ κεῖται λεγομένη τις ἐσχάτη
στήλη βόρειος· ἔστι δ’ ὑψηλὴ πάνυ202
190εἰς κυματῶδες πέλαγος ἀνατείνους’ ἄκραν. Οἰκοῦσι τῆς στήλης δὲ τοὺς ἐγγὺς τόπους Κελτῶν ὅσοι λήγουσιν ὄντες ἔσχατοι Ἔνετοί τε καὶ τῶν ἐντὸς εἰς τὸν Ἀδρίαν Ἴστρων καθηκόντων· λέγουσι δ’ αὐτόθεν
195τὸν Ἴστρον ἀρχὴν λαμβάνειν τοῦ ῥεύματος. Τῶν πρὸς τὸ Σαρδῷον δὲ πέλαγος κειμένων οἰκοῦσι Λιβυφοίνικες, ἐκ Καρχηδόνος ἀποικίαν λαβόντες· ἑξῆς δ’, ὡς λόγος,
Ταρτήσσιοι κατέχουσιν· εἶτ’ Ἴβηρες οἱ203

(200)

προσεχεῖς. Ἐπάνω τούτων δὲ κεῖνται τῶν τόπων Βέβρυκες. Ἔπειτα παραθαλάττιοι κάτω Λίγυες ἔχονται καὶ πόλεις Ἑλληνίδες, ἃς Μασσαλιῶται Φωκαεῖς ἀπῴκισαν· πρώτη μὲν Ἐμπόριον, Ῥόδη δὲ δευτέρα
205ταύτην δὲ πρὶν ναῶν κρατοῦντες ἔκτισαν Ῥόδιοι. Μεθ’ οὓς ἐλθόντες εἰς Ἰβηρίαν οἱ Μασσαλίαν κτίσαντες ἔσχον Φωκαεῖς Ἀγάθην Ῥοδανουσίαν τε, Ῥοδανὸς ἣν μέγας ποταμὸς παραρρεῖ, Μασσαλία δ’ ἐστ’ ἐχομένη,
210πόλις μεγίστη, Φωκαέων ἀποικία. Ἐν τῇ Λιγυστικῇ δὲ ταύτην ἔκτισαν πρὸ τῆς μάχης τῆς ἐν Σαλαμῖνι γενομένης ἔτεσιν πρότερον, ὥς φασιν, ἑκατὸν εἴκοσι. Τίμαιος οὕτως ἱστορεῖ δὲ τὴν κτίσιν.
215Εἶτεν μετὰ ταύτην Ταυρόεις καὶ πλησίον πόλις Ὀλβία κἀντίπολις αὐτῶν ἐσχάτη. Μετὰ τὴν Λιγυστικὴν Πελασγοὶ δ’ εἰσὶν οἱ πρότερον κατοικήσαντες ἐκ τῆς Ἑλλάδος, κοινὴν δὲ Τυρρηνοῖσι χώραν νεμόμενοι.
220Τυρρηνίαν δ’ ὁ Λυδὸς Ἄτυος ἔκτισεν Τυρρηνὸς ἐπὶ τοὺς Ὀμβρικοὺς ἐλθών ποτε. Ἐν τῷ πόρῳ κεῖνται δὲ νῆσοι πελάγιαι, Κύρνος τε καὶ Σαρδὼ, μεγίστη λεγομένη
μετὰ τὴν Σικελίαν νῆσον, αἵ τε πρίν ποτε204
225Σειρηνίδες Κίρκης τε νῆσοι λεγόμεναι. Εἰσὶ δ’ ἐπάνω μὲν τῶν Πελασγῶν Ὀμβρικοί, ... οὓς ᾤκις’ οὐκ Κίρκης Ὀδυσσεῖ γενόμενος Λατῖνος, Αὔσονές τε μεσόγειον τόπον ἔχοντες, Αὔσων οὓς συνοικίσαι δοκεῖ,
230Ὀδυσσέως παῖς καὶ Καλυψοῦς γενόμενος. Ἐν τοῖς ἔθνεσι τούτοις δὲ Ῥώμη ’στὶν πόλις ἔχους’ ἐφάμιλλον τῇ δυνάμει καὶ τοὔνομα, ἄστρον τι κοινὸν τῆς ὅλης οἰκουμένης, ἐν τῇ Λατίνῃ· Ῥωμύλον δ’ αὐτὴν κτίσαι
235θέμενον ἀφ’ αὑτοῦ φασι τοῦτο τοὔνομα. Μετὰ δὲ Λατίνους ἔστιν ἐν Ὀπικοῖς πόλις τῆς λεγομένης λίμνης Ἀόρνου πλησίον Κύμη, πρότερον ἣν Χαλκιδεῖς ἀπῴκισαν,
εἶτ’ Αἰολεῖς· [οὗ Κερβέριόν τι δείκνυται205
240ὑποχθόνιον μαντεῖον· ἐλθεῖν φασι δέ δεῦρο παρὰ Κίρκης ἐπανάγοντ’ Ὀδυσσέα. Ἐκ τῆς δὲ Κύμης τῆς πρὸς Ἀόρνῳ κειμένη; κτίσιν κατὰ χρησμὸν ἔλαβεν ἡ Νεάπολις.] Τούτοις δὲ Σαυνῖται παροικοῦς’ ἐχόμενοι
245τῶν Αὐσόνων· μεθ’ οὓς μεσόγειοι κείμενοι οἰκοῦσι Λευκανοί τε Καμπανοί θ’ ἅμα. Προσεχεῖς δὲ τούτοις εἰσὶ πάλιν Οἰνώτριοι μέχρι τῆς Ποσειδωνιάδος ὠνομασμένης, ἥν φασι Συβαρίτας ἀποικίσαι προτοῦ,

(250)

καὶ Μασσαλιῳτῶν Φωκαέων τ’ Ἐλέα πόλις, ἣν ἔκτισαν φυγόντες ὑπὸ τὰ Περσικά οἱ Φωκαεῖς· [μάλιστα δ’ εὐανδρουμένη κατὰ τὴν Ἀσίαν Φωκαία κειμένη πόλις.] Ἐν τῷ πόρῳ κεῖνται δὲ τῷ Τυρρηνικῷ
255νησῖδες ἑπτὰ τῆς Σικελίας οὐ πρόσω, ἃς δὴ προσαγορεύουσι νήσους Αἰόλου, ὧν ἔστιν Ἱερὰ λεγομένη τις εὐλόγως· καιόμενα φαίνεται γὰρ ἐξ αὐτῆς πυρά ἀπὸ σταδίων εὔδηλα πᾶσι πλειόνων,
260καὶ διαπύρων εἰς ὕψος ἀναβολαὶ μύδρων,
ἔργα τε σιδήρειός τε ῥαιστήρων κτύπος. Μία δ’ ἐστὶν αὐτῶν Δωρικὴν ἀποικίαν ἔχουσα, Λιπάρα δ’ ὄνομα, συγγενὶς Κνίδου. Ἑξῆς Σικελία νῆσος εὐτυχεστάτη,206
265ἣν τὸ πρότερον μὲν ἑτερόγλωσσα βάρβαρα λέγουσι πλήθη κατανέμεσθ’ Ἰβηρικά, διὰ τὴν ἑτερόπλευρον δὲ τῆς χώρας φύσιν ὑπὸ τῶν Ἰβήρων Τρινακρίαν καλουμένην χρόνῳ Σικελίαν προσαγορευθῆναι πάλιν,
270Σικελοῦ δυναστεύσαντος· εἶθ’ Ἑλληνικάς ἔσχεν πόλεις, ὥς φασιν, ἀπὸ τῶν Τρωϊκῶν δεκάτῃ γενεᾷ μετὰ ταῦτα Θεοκλέους στόλον παρὰ Χαλκιδέων λαβόντος· ἦν δ’ οὗτος γένει ἐκ τῶν Ἀθηνῶν· καὶ συνῆλθον, ὡς λόγος,
275Ἴωνες εἶτα Δωριεῖς οἰκήτορες. Στάσεως δ’ ἐν αὐτοῖς γενομένης, οἱ Χαλκιδεῖς κτίζουσι Νάξον, οἱ Μεγαρεῖς δὲ τὴν Ὕβλαν, τὸ δ’ ἐπὶ Ζεφύριον τῆς Ἰταλίας Δωριεῖς κατέσχον. Ἀρχίας δὲ τούτους προσλαβών
280ὁ Κορίνθιος μετὰ Δωριέων κατῴκισεν ἀπὸ τῆς ὁμόρου λίμνης λαβούσας τοὔνομα τὰς νῦν Συρακούσας παρ’ αὐτοῖς λεγομένας. Μετὰ ταῦτα δ’ ἀπὸ Νάξου Λεοντῖνοι πόλις, ἡ τὴν θέσιν τ’ ἔχουσα Ῥηγίου πέραν,
285ἐπὶ τοῦ δὲ πορθμοῦ κειμένη τῆς Σικελίας, Ζάγκλη, Κατάνη, Καλλίπολις ἔσχ’ ἀποικίαν. Πάλιν δ’ ἀπὸ τούτων δύο πόλεις, Εὔβοια καί Μύλαι κατῳκίσθησαν ἐπικαλούμεναι, εἶθ’ Ἱμέρα καὶ Ταυρομένιον ἐχομένη·207
290εἰσὶν δὲ πᾶσαι Χαλκιδέων αὗται πόλεις. Τὰς Δωρικὰς δὲ πάλιν ἀναγκαῖον φράσαι. Μεγαρεῖς Σελινοῦνθ’, οἱ Γελῷοι δ’ ἔκτισαν Ἀκράγαντα, Μεσσήνην δ’ Ἴωνες ἐκ Σάμου, Συρακόσιοι δὲ τὴν Καμάριναν λεγομένην·
295αὐτοὶ δὲ ταύτην ἦραν ἐκ βάθρων πάλιν, πρὸς ἓξ ἔτη καὶ τετταράκοντ’ ᾠκημένην. Αὗται μὲν οὖν εἰς’ αἱ πόλεις Ἑλληνίδες· τὰ δὲ λοιπὰ βάρβαρ’ ἐστὶ τῶν πολισμάτων, Καρχηδονίων ἐντειχισάντων τοὺς τόπους.

(300)

Ἡ δ’ Ἰταλία προσεχὴς μέν ἐστ’ Οἰνωτρίᾳ, μιγάδας τὸ πρότερον ἥτις ἔσχε βαρβάρους, ἀπὸ τοῦ δυναστεύσαντος Ἰταλοῦ τοὔνομα
λαβοῦσα, μεγάλη δ’ ὕστερον πρὸς ἑσπέραν Ἑλλὰς προσαγορευθεῖσα ταῖς ἀποικίαις.208
305Ἑλληνικὰς γοῦν παραθαλαττίους ἔχει πόλεις· Τέρειναν πρῶτον, ἣν ἀπῴκισαν Κροτωνιᾶται πρότερον, ἃς θ’ οἱ πλησίον Ἱππώνιον καὶ Μέδμαν ᾤκισαν Λοκροί. Εἶτ’ εἰσὶ Ῥηγῖνοι πόλις τε Ῥήγιον,
310ὅθεν ἐστὶν ἐγγυτάτω πλέοντι διάβασις εἰς τὴν Σικελίαν· Χαλκιδεῖς δὲ Ῥήγιον ἀποικίσαι δοκοῦσιν. Οἱ δὲ λεγόμενοι Ἐπιζεφύριοι πλησίον κεῖνται Λοκροί. Τούτους δὲ πρώτους φασὶ χρήσασθαι νόμοις
315γραπτοῖσιν, οὓς Ζάλευκος ὑποθέσθαι δοκεῖ· εἰσὶν δ’ ἄποικοι τῶν Ὀπουντίων Λοκρῶν· ἔνιοι δὲ Λοκρῶν φασι τῶν ἐν Ὀζόλαις. Ἔχεται δὲ τούτων πρῶτα μὲν Καυλωνία, ἐκ τοῦ Κρότωνος ἥτις ἔσχ’ ἀποικίαν·
320ἀπὸ τοῦ σύνεγγυς κειμένου δὲ τῇ πόλει αὐλῶνος αὕτη τοὔνομα σχοῦς’ ὕστερον μετωνομάσθη τῷ χρόνῳ Καυλωνία. Ἑξῆς δὲ ταύτης ἡ πρὶν εὐτυχεστάτη εὐανδροτάτη πόλις τε γενομένη Κρότων,
325Μύσκελος Ἀχαιὸς ἣν ἀποικίσαι δοκεῖ. Μετὰ δὲ Κρότωνα Πανδοσία καὶ Θούριοι· ὅμορον δὲ τούτοις ἐστὶ τὸ Μεταπόντιον. Ταύτας Ἀχαιοὺς ἐκ Πελοποννήσου κτίσαι ἀφικομένους λέγουσι πάσας τὰς πόλεις.
330Εἶτεν μεγίστη τῶν ἐν Ἰταλίᾳ Τάρας, ἀπό τινος ἥρωος Τάραντος λεγομένη, Λακεδαιμονίων ἄποικος, εὐδαίμων πόλις. Οἱ Παρθενίαι ταύτην γὰρ ἔκτισαν προτοῦ εὔκαιρον, ὀχυρὰν, φυσικὸν εὐτύχημά τι·
335συναγομένη γὰρ λιμέσιν ἐπὶ νῆσον δυσίν πάσῃ σκεπεινὴν νηὶ καταγωγὴν ἔχει. Ἦν καὶ πρότερον μέγιστον ἐξυμνημένη πόλις μεγάλη, βαρεῖα, πλουσία, καλή, ἀπὸ τοῦ ποταμοῦ Συβάριδος ὠνομασμένη209
340Σύβαρις, Ἀχαιῶν ἐπιφανὴς ἀποικία, δέκα μυριάδας ἔχουσα τῶν ἀστῶν σχεδόν περιουσίᾳ πλείστῃ τε κεχορηγημένη· οἳ δὴ παρεξαρθέντες οὐκ ἀνθρωπίνως αὔτανδρον ἐξέφθειραν ἐπιφανῆ πόλιν,
345τἀγαθὰ τὰ λίαν μὴ μαθόντες εὖ φέρειν. Λέγεται γὰρ αὐτοὺς μήτε τοῖς νόμοις ἔτι τοῖς τοῦ Ζαλεύκου τἀκόλουθα συντελεῖν, τρυφὴν δὲ καὶ ῥᾴθυμον ἑλομένους βίον χρόνῳ προελθεῖν εἰς ὕβριν τε καὶ κόρον,

(350)

σπεῦσαι δὲ καὶ τὸν τῶν Ὀλυμπίων ὅπως ἀγῶνα καταλύσωσι, τάς τε τοῦ Διός ἀνέλωσι τιμὰς τῇδε τῇ παρευρέσει· ἁδρόμισθον * Διὶ γυμνικόν τιν’ ἐπετέλουν κατὰ τὸν χρόνον τὸν αὐτὸν Ἠλείοις, ἵνα
355πᾶς τις πρὸς αὐτοὺς τοῖς ἐπάθλοις ἀγόμενος σπεύδοι καταντᾶν, ἀπολιπὼν τὴν Ἑλλάδα. Κροτωνιᾶται πλησίον δὲ κείμενοι κατὰ κράτος αὐτοὺς ἦραν ἐν βραχεῖ χρόνῳ τὰ πάντα διαμείναντας ἀπταίστως ἔτη210
360ὡς ἑκατὸν ἐνενήκοντα πρὸς τοῖς εἴκοσι. Μετὰ τὴν Ἰταλίαν εὐθὺς Ἰόνιος πόρος κεῖται· καθήκοντες δὲ πρὸς τὴν εἰσβολήν οἰκοῦς’ Ἰάπυγες· μεθ’ οὓς Οἰνώτριοι Βρεντέσιον ἐπίνειόν τε τῶν Μεσσαπίων.
365Πέραν δὲ τούτων ἔστ’ ὄρη Κεραύνια. Μεσσαπίων δ’ οἰκοῦσιν .........
366.............. Ὀμβρικοί, οὕς φασιν ἁβροδίαιτον αἱρεῖσθαι βίον Λυδοῖσι βιοτεύοντας ἐμφερέστατα. Εἶτ’ ἔστιν Ἀδριανὴ θάλαττα λεγομένη.
370Θεόπομπος ἀναγράφει δὲ ταύτης τὴν θέσιν,
ὡς δὴ συνισθμίζουσα πρὸς τὴν Ποντικήν νήσους ἔχει ταῖς Κυκλάσιν ἐμφερεστάτας, τούτων δὲ τὰς μὲν λεγομένας Ἀψυρτίδας Ἠλεκτρίδας τε, τὰς δὲ καὶ Λιβυρνίδας.211
375Τὸν κόλπον ἱστοροῦσι τὸν Ἀδριατικόν τῶν βαρβάρων πλῆθός τι περιοικεῖν κύκλῳ ἑκατὸν σχεδὸν μυριάσι πεντήκοντά τε χώραν ἀρίστην νεμομένων καὶ καρπίμην· διδυμητοκεῖν γάρ φασι καὶ τὰ θρέμματα·
380ἀὴρ διαλλάττων δὲ παρὰ τὸν Ποντικόν ἐστὶν ὑπὲρ αὐτοὺς, καίπερ ὄντας πλησίον· οὐ γὰρ νιφετώδης οὐδ’ ἄγαν ἐψυγμένος, ὑγρὸς δὲ παντάπασι διὰ τέλους μένει· ὀξὺς δὲ ταραχώδης τε πρὸς τὰς μεταβολάς,
385μάλιστα τοῦ θέρους δὲ, πρηστήρων τε καί βολὰς κεραυνῶν τούς τε λεγομένους ἔχει τυφῶνας. Ἐνετῶν δ’ εἰσὶ πεντήκοντά που πόλεις ἐν αὐτῷ κείμεναι πρὸς τῷ μυχῷ, οὓς δὴ μετελθεῖν φασιν ἐκ τῆς Παφλαγόνων
390χώρας κατοικῆσαί τε περὶ τὸν Ἀδρίαν. Ἐνετῶν ἔχονται Θρᾷκες Ἴστροι λεγόμενοι. Δύο δὲ κατ’ αὐτούς εἰσι νῆσοι κείμεναι,
κασσίτερον αἳ δοκοῦσι κάλλιστον φέρειν. ὑπὲρ δὲ τούτους Ἴσμενοι καὶ Μέντορες ....212
395Ἠριδανὸς, ὃς κάλλιστον ἤλεκτρον φέρει, ὅ φασιν εἶναι δάκρυον ἀπολιθούμενον, διαυγὲς αἰγείρων ἀποστάλαγμά τι. Λέγουσι γὰρ δὴ τὴν κεραύνωσιν προτοῦ τὴν τοῦ Φαέθοντος δεῦρο γεγονέναι τινές·

(400)

διὸ καὶ τὰ πλήθη πάντα τῶν οἰκητόρων μελανειμονεῖν τε πενθικάς τ’ ἔχειν στολάς. Ἡ πλησίον χώρα δὲ τούτων κειμένη ὑπὸ τῶν Πελαγόνων καὶ Λιβυρνῶν κατέχεται. Τούτοις συνάπτον δ’ ἐστὶ Βουλινῶν ἔθνος·
405ἑξῆς δὲ μεγάλη χερρόνησος Ὑλλική πρὸς τὴν Πελοπόννησόν τι ἐξισουμένη· πόλεις δ’ ἐν αὐτῇ φασι πέντε καὶ δέκα Ὕλλους κατοικεῖν, ὄντας Ἕλληνας γένει· τὸν Ἡρακλέους γὰρ Ὕλλον οἰκιστὴν λαβεῖν,
410ἐκβαρβαρωθῆναι δὲ τούτους τῷ χρόνῳ τοῖς ἔθεσιν ἱστοροῦσι τοῖς τῶν πλησίον, ὥς φασι Τίμαιός τε κἀρατοσθένης. Νῆσος κατ’ αὐτοὺς δ’ ἔστιν Ἴσσα λεγομένη, Συρακοσίων ἔχουσα τὴν ἀποικίαν.
415Ἡ δ’ Ἰλλυρὶς μετὰ ταῦτα παρατείνουσα γῆ ἔθνη περιέχει πολλά· πλήθη γὰρ συχνά τῶν Ἰλλυριῶν λέγουσιν εἶναι καὶ τὰ μέν
αὐτῶν κατοικεῖν τὴν μεσόγειον νεμόμενα, ἃ δὲ τὴν παράλιον ἐντὸς ἐπέχειν Ἀδρίου,213
420καί τινα μὲν αὐτῶν βασιλικαῖς ἐξουσίαις ὑπήκο’ εἶναι, τινὰ δὲ καὶ μοναρχίαις, ἃ δ’ αὐτονομεῖσθαι· θεοσεβεῖς δ’ αὐτοὺς ἄγαν καὶ σφόδρα δικαίους φασὶ καὶ φιλοξένους, κοινωνικὴν διάθεσιν ἠγαπηκότας
425εἶναι, βίον ζηλοῦν τε κοσμιώτατον. Φάρος δὲ τούτων οὐκ ἄπωθεν κειμένη νῆσος Παρίων κτίσις ἐστὶν ἥ τε λεγομένη Μέλαινα Κόρκυρ’, ἣν Κνίδιοι κατῴκισαν. Ἔχει δὲ λίμνην εὖ μάλ’ ἡ χώρα τινά
430μεγάλην, παρ’ αὐτοῖς τὴν Λυχνῖτιν λεγομένην. Προσεχὴς δὲ νῆσός ἐστιν, οὗ φασίν τινες ἐλθόντα Διομήδην ὑπολιπεῖν τὸν βίον· ὅθεν ἐστὶ Διομήδεια ταύτῃ τοὔνομα. Ὑπὲρ δὲ τούτους εἰσὶ Βρῦγοι βάρβαροι.
435Πρὸς τῇ θαλάττῃ δ’ ἔστιν Ἐπίδαμνος, πόλις Ἑλληνὶς, ἣν Κόρκυρ’ ἀποικίσαι δοκεῖ. Ὑπὲρ δὲ Βρύγους Ἐγχέλειοι λεγόμενοι οἰκοῦσιν, ὧν ἐπῆρξε καὶ Κάδμος ποτέ. Οἷς πλησιόχωρός ἐστιν Ἀπολλωνία,
440Κορκυραίων τε καὶ Κορινθίων κτίσις, Ἑλληνὶς Ὠρικός τε παράλιος πόλις· ἐξ Ἰλίου γὰρ ἐπανάγοντες Εὐβοεῖς κτίζουσι, κατενεχθέντες ὑπὸ τῶν πνευμάτων. Ἔπειτα Θεσπρωτῶν τε καὶ τῶν Χαόνων
445ἔθνη κατοικεῖ βάρβαρ’ οὐ πολὺν τόπον. Κόρκυρα νῆσος δ’ ἐστὶ κατὰ Θεσπρωτίαν. Μετὰ τοὺς δὲ Θεσπρωτοὺς Μολοττοὶ λεγόμενοι οἰκοῦσιν, οὓς κατήγαγεν Πύρρος ποτέ, ὁ Νεοπτολέμου παῖς, ἥ τε Δωδώνη Διός214

(450)

μαντεῖον· ἵδρυμ’ ἐστὶ δ’ οὖν Πελασγικόν. Ἐν τῇ μεσογείῳ δ’ εἰσὶ μιγάδες βάρβαροι, οὓς καὶ προσοικεῖν φασι τῷ χρηστηρίῳ. Μετὰ τοὺς Μολοττοὺς δ’ Ἀμβρακία Κορινθίων ἄποικός ἐστιν· ᾤκισεν δ’ ὁ Κυψέλου
455αὐτὴν πρότερον παῖς Γόργος· εἶτ’ Ἀμφιλοχικόν Ἄργος λεγόμενον· τοῦτο δὲ κτίσαι δοκεῖ Ἀμφίλοχος, υἱὸς Ἀμφιαράου μάντεως. Εἰσὶ δ’ ἐπάνω τούτων ἔποικοι βάρβαροι. Ἐν τῇ παραλίᾳ δ’ ἔστ’ Ἀνακτόριον πόλις·
460ταύτην δ’ Ἀκαρνᾶνές τε καὶ Κορίνθιοι ἀπῴκισαν· μετέπειτα δ’ Ἀκαρνανία· ὧν τοὺς μὲν Ἀλκμέωνά φασιν οἰκίσαι, τοὺς δὲ τὸν ἐκείνου παῖδ’ Ἀκαρνᾶνα κτίσαι. Κεῖνται δὲ καὶ νῆσοι κατὰ ταύτην πλείονες·
465Λευκὰς μὲν ἐν πρώταις, Κορινθίων κτίσις, εἶθ’ ἡ Κεφαλλήνων, Ἰθάκη δὲ πλησίον, ἥ τε Πελοποννήσῳ σύνεγγυς κειμένη Ζάκυνθος, εἶτεν αἱ καθήκουσαι πέραν πρὸς τὸν Ἀχελῷον, λεγόμεναι δ’ Ἐχινάδες.
470Ἑξῆς διέξιμεν δὲ πάλι τὴν Ἑλλάδα, ἐπὶ κεφαλαίου τούς τε περὶ αὐτὴν τόπους ἐθνικῶς ἅπαντας κατ’ Ἔφορον δηλώσομεν Μετὰ τοὺς Ἀκαρνᾶνες μὲν ἔστ’ Αἰτωλία, ἐξ Ἤλιδος λαβοῦσα τὴν ἀποικίαν·
475Κουρῆτες αὐτὴν γὰρ κατῴκουν τὸ πρότερον, ἀφικόμενος δ’ Αἰτωλὸς ἐκ τῆς Ἤλιδος Αἰτωλίαν ὠνόμας’ ἐκείνους ἐκβαλών. Πρὸς τῷ Ῥίῳ κεῖται δὲ Ναύπακτος πόλις, ἣν Δωριεῖς κτίζουσιν οἱ σὺν Τημένῳ.
480Ἔπειτ’ ἀπ’ Αἰτωλῶν παροικοῦσιν Λοκροί, οὓς Ὀζόλας καλοῦς’, ἀποίκους γενομένους
ἀπὸ τῶν πρὸς Εὔβοιαν Λοκρῶν ἐστραμμένων. Δελφοὶ συνάπτουσιν δὲ τούτοις ἐχόμενοι τό τε Πυθικὸν μαντεῖον ἀψευδέστατον.215
485Ἑξῆς δὲ Φωκεῖς, οὓς δοκεῖ συνοικίσαι Φῶκος, κατελθὼν μετὰ Κορινθίων προτοῦ. γενεαλογεῖται δ’ Ὀρνύτου τοῦ Σισύφου. Ταύτης δὲ κεῖται πλησίον Βοιωτία, χώρα μεγίστη καιρία τε τῇ θέσει·
490χρῆται μόνη γὰρ τρισὶ θαλάτταις, ὡς λόγος, ἔχει δὲ λιμένας οὓς μὲν εἰς μεσημβρίαν βλέποντας εὐκαιρότατα πρὸς τὸν Ἀδρίαν τὸ Σικελικόν τ’ ἐμπόριον, οὓς δὲ πρὸς Κύπρον καὶ τὸν κατ’ Αἴγυπτόν τε τὰς νήσους τε πλοῦν·
495οὗτοι δὲ περὶ τὴν Αὐλίδ’ εἰσὶν οἱ τόποι, ἐν οἷς Ταναγραίων ἐστὶ κειμένη πόλις, ὑπὲρ δὲ ταύτην ἐν μεσογείῳ Θεσπιαί· τὸν δὲ τρίτον ἔξω τοῦ κατ’ Εὔριπον δρόμου εἰς τὴν Μακεδόνων Θετταλῶν θ’ ἱκνούμενον,

(500)

ἐφ’ οὗ παράλιός ἐστιν Ἀνθηδὼν πόλις. Θῆβαι μέγισται δ’ εἰσὶ τῆς Βοιωτίας. Εἶτεν συνάπτει Μέγαρα, Δωρικὴ πόλις· σύμπαντες αὐτὴν ἐπόλισαν γὰρ Δωριεῖς, πλεῖστοι Κορίνθιοι δὲ καὶ Μεσσήνιοι.
505Λέγουσι δ’ Ὀγχηστοῦ γενόμενον ἐγκρατῆ Μεγαρέ’ ἀφ’ αὑτοῦ τοῦτο θέσθαι τοὔνομα.
Ἡ Μεγαρὶς ἀφορίζει δὲ τὴν Βοιωτίαν. Ὁ Κορίνθιος δὲ κόλπος ἐστὶν ἐχόμενος ὅ τε Κεγχρεάτης, οἳ τὸν ἰσθμὸν εἰς στενὸν216
510συνάγουσιν ἑκατέρωθεν ἠπειρούμενον. Εἶτ’ ἔστι Πελοπόννησος ἑξῆς κειμένη, κόλπους βαθεῖς ἔχουσα καὶ πολλὰς ἄκρας, Μαλέαν μεγίστην Ταίναρόν τε λεγομένην· ἱερὸν Ποσειδῶνος δὲ θεοπρεπέστατον
515ὑπὸ τῶν Λακώνων ἐνθάδ’ ἔσθ’ ἱδρυμένον. Τὰ μὲν οὖν βόρεια τῆς Πελοποννήσου μέρη Σικυώνιοι κατέχουσιν, οἵ τε πρίν ποτε Κόρινθον οἰκίσαντες ἐπιφανῆ πόλιν, ἄλλοι τ’ Ἀχαιοί· τοὺς πρὸς ἑσπέραν δ’ ὅρους
520καὶ ζέφυρον Ἠλεῖοί τε καὶ Μεσσήνιοι· τὸ πρὸς μεσημβρίαν δὲ καὶ νότον κλίμα Λάκωνες Ἀργεῖοί τε· πρὸς ἀνιόντα δέ ἥλιον ὅσαι κατέχουσι τὴν Ἀκτὴν πόλεις· ἐν τῇ μεσογείῳ δ’ ἔστιν ἡ Φλιασία,
525τό τ’ Ἀρκάδων μέγιστον ἐν τούτοις ἔθνος. Τοὺς Ἀρκάδας μὲν οὖν λέγους’ αὐτόχθονας, ὕστερον Ἀλήτην δ’ οἰκίσαι Κορινθίους, Φάλκην δὲ τὸν Σικυῶνα, τὴν δ’ Ἀχαΐαν Τισαμενὸν, Ἤλιδος δ’ ὑπάρχειν Ὄξυλον
530ἡγεμόνα, Κρεσφόντην δὲ τῆς Μεσσηνίας, Εὐρυσθένην δὲ καὶ Προκλῆν Λακεδαίμονος, Ἄργους δὲ Κεῖσον καὶ μετ’ αὐτοῦ Τήμενον, τῶν δὲ περὶ τὴν Ἀκτὴν Ἀγέλαον, ὡς λόγος, καὶ Δηϊφόντην, γαμβρὸν ὄντα Τημένου.
535Κρήτη δὲ νῆσος τῆς Πελοποννήσου πέραν κεῖται, μεγάλη τὸ μέγεθος εὐδαίμων τ’ ἄγαν, ἀπὸ τῆς Μαλείας τῆς Λακωνικῆς ἄκρας κατὰ μῆκος εἰς τὸ πέλαγος ἄχρι τῆς Δωρίδος Ῥόδου παρεκτείνουσα καὶ πλείστοις σχεδόν
540ὄχλοις ἀπ’ ἀρχῆς καὶ πόλεσιν οἰκουμένη. Ἀρχαιοτάτους ἔχει δὲ τοὺς οἰκήτορας τοὺς δὴ παρ’ αὐτοῖς Ἐτεόκρητας λεγομένους. Πρώτους δὲ Κρῆτάς φασι τῆς Ἑλληνικῆς
ἄρξαι θαλάττης τάς τε νησιώτιδας217
545πόλεις κατασχεῖν, ἃς δὲ καὶ συνοικίσαι αὐτῶν Ἔφορος εἴρηκεν, εἶναί φησί τε ἐπώνυμον τὴν νῆσον ἀπὸ Κρητός τινος, τοῦ δὴ γενομένου βασιλέως αὐτόχθονος, πλοῦν ἡμέρας ἀπέχειν δὲ τῆς Λακωνικῆς.

(550)

Ἐν τῷ πόρῳ δὲ κειμένη τῷ Κρητικῷ ἄποικός ἐστιν Ἀστυπάλαια Μεγαρέων, νῆσος πελαγία· πρὸς δὲ τῇ Λακωνικῇ Κύθηρα· μετὰ δὲ ταῦτα κατ’ Ἐπίδαυρον ἥ πρότερον μὲν Οἰνώνη προσηγορεύετο,
555ὕστερον ἀπ’ Αἰγίνης δὲ τῆς Ἀσωπίδος Αἴγιναν ἐκάλεσεν κατασχὼν Αἰακός· καὶ πλησίον ταύτῃ Σαλαμὶς, ἐν ᾗ λόγος τὸν Αἰακοῦ Τελαμῶνα βασιλεῦσαί ποτε. Ἑξῆς Ἀθῆναι· φασὶ δ’ οἰκητὰς λαχεῖν
560ταύτας Πελασγοὺς πρῶτον, οὓς δὴ καὶ λόγος Κραναοὺς καλεῖσθαι, μετὰ δὲ ταῦτα Κεκροπίδας, Κέκροπος δυναστεύσαντος, ὑστέροισι δέ χρόνοις, Ἐρεχθέως τῆς πόλεως ἡγουμένου, ἀπὸ τῆς Ἀθηνᾶς τὴν προσηγορίαν λαχεῖν.
565Ἡρόδοτος ἱστορεῖ δὲ ταῦτα συγγράφων. Τὸ Σούνιον κάμψαντι δ’ ἀπὸ τῆς Ἀττικῆς Εὔβοια κεῖται νῆσος, ἡ καλουμένη διὰ τὴν φύσιν τὸ πρότερον, ὥς φασιν, Μάκρις, ἔπειτεν ἀπὸ τῆς λεγομένης Ἀσωπίδος
570χρόνῳ λαβοῦσα τοὔνομ’ Εὐβοίας πάλιν. Πρώτους δ’ ἐν αὐτῇ φασὶν οἰκῆσαι προτοῦ μιγάδας συνοίκους Λέλεγας· ἐκ τῆς δ’ Ἀττικῆς
τὸν Ἐρεχθέως διαβάντα Πάνδωρον κτίσαι πόλιν μεγίστην τῶν ἐν αὐτῇ Χαλκίδα,218
575Αἴκλον δ’ Ἐρέτριαν, ὄντ’ Ἀθηναῖον γένει, τὴν δ’ ἐναλίαν Κήρινθον ὡσαύτως Κόθον, Δρύοπας δὲ τὴν Κάρυστον ὠνομασμένην· ἡ δ’ Ἑστίαια γέγονε Περραιβῶν κτίσις. Κεῖνται δὲ καὶ νησῖδες αὐτῆς πλησίον,
580Σκῦρος, Πεπάρηθος, Σκίαθος, ὧν Κρῆτες μὲν οἱ μετὰ Σταφύλου διαβάντες ἐκ Κνωσσοῦ ποτε Πεπάρηθον ἐγγὺς κειμένην τ’ αὐτῆς Ἴκον νῆσον συνοικίζουσι, τὴν Σκῦρον δὲ καί [τὴν] Σκίαθον ἐκ Θρᾴκης διαβάντες, ὡς λόγος,
585Πελασγιῶται· πάλι δ’ ἐρήμους γενομένας αὐτὰς ἁπάσας Χαλκιδεῖς συνῴκισαν. Ἀπέναντι δ’ Εὐβοίας κατοικοῦσιν Λοκροί, ὧν πρῶτος ἦρξεν, ὡς λέγους’, Ἀμφικτύων ὁ Δευκαλίωνος, ἐχόμενος δ’ ἀφ’ αἵματος
590Αἰτωλὸς, εἶτα Φύσκος, ὃς γεννᾷ Λοκρόν, ὃς τοὺς Λέλεγας ὠνόμασεν ἀφ’ ἑαυτοῦ Λοκρούς. Ἑξῆς δὲ τούτων Δωριεῖς μικρὰς πόλεις, Ἐρινεὸν Βοιόν τε καὶ Κυτίνιον, ἀρχαιοτάτας ἔχουσι Πίνδον τ’ ἐχομένην,219
585ἃς Δῶρος Ἕλληνος γενόμενος ᾤκισεν· τούτων δ’ ἄποικοι πάντες εἰσὶ Δωριεῖς. Εἶτεν παρ’ αὐτὰς Ἡράκλει’ ἐστὶν πόλις, ἣν οἱ Λάκωνες, μυρίους οἰκήτορας πέμψαντες εἰς Τραχῖνα, πρότερον ἔκτισαν.

(600)

Ταύτης Πύλαια δ’ ἐστὶν ἑξῆς παράλιος· ἀγορὰ δ’ ἐν αὐτῇ γίνετ’ Ἀμφικτυονική. Κόλπος δὲ κεῖται Μαλιακὸς ἐν τῷ μυχῷ, Ἐχῖνος οὗ πόλις ἐστὶ, τοῦ Σπαρτοῦ κτίσις Ἐχίονος, καὶ Μαλιέων ἄλλαι πόλεις.
605Ἔπειτ’ Ἀχαιοὶ παράλιοι Φθιωτικοί. Μάγνητες οἰκοῦσιν δὲ περὶ τὸ Πήλιον. Ὑπὲρ δὲ τούτους ἔστιν εὐβοτωτάτη χώρα, κράτιστα πεδία καὶ τελεσφόρα ἔχουσα καὶ Λάρισαν εὐτυχεστάτην
610πόλιν συχνὰς ἄλλας τε, Πηνειὸς δι’ ἧς μέγας διαρρεῖ ποταμὸς ἐπί τε τὰ στενά Τέμπη διήκων, τήν τε πρὸς τῷ Πηλίῳ λίμνην βαθεῖαν λεγομένην Βοιβηΐδα. Τῇ Θετταλίᾳ δ’ ἔσθ’ ὅμορος Ἁθαμανία,
615Δολόπων τε Περραιβῶν τε συνορίζοντ’ ἔθνη τά τ’ Αἰνιάνων, οἵτινες τῶν Αἱμόνων δοκοῦσι Λαπιθῶν Μυρμιδόνων τε γεγονέναι. Ὑπὲρ τὰ Τέμπη δ’ ἔστιν ἡ τῶν Μακεδόνων χώρα παρὰ τὸν Ὄλυμπον ἑξῆς κειμένη,
620ἧς φασι βασιλεῦσαι Μακεδόνα γηγενῆ, ἔθνος τὸ Λυγκηστῶν δὲ καὶ τῶν Πελαγόνων, τῶν κειμένων ἐκεῖσε παρὰ τὸν Ἄξιον, καὶ Βοττεατῶν, τῶν τε περὶ τὸν Στρυμόνα. Ἐν τῇ μεσογείῳ δ’ εἰσὶ μὲν πολλαὶ πόλεις,
625ἡ Πέλλα καὶ Βέροια δ’ ἐπιφανέσταται·
ἐν παραλίᾳ δὲ Θετταλονίκη Πύδνα τε. Κάμψαντι τὴν ἄκραν δὲ τὴν καλουμένην Αἴνειαν ἡ πρὶν γενομένη Κορινθίων κτίσις Ποτίδαι’ ἐστὶ, Δωρικὴ πόλις,220
630μετὰ ταῦτα Κασάνδρεια δ’ ὠνομασμένη. Ἐν τῇ μεσογείῳ δ’ Ἀντιγόνεια λεγομένη· Ὄλυνθος ὕστερον δὲ γενομένη πόλις, ἣν ἐξανέστησεν Φίλιππος ὁ Μακεδών, δόρατι κρατήσας. Μετὰ δὲ τὴν Ὀλυνθίαν
635Ἀρέθουσα, Παλλήνη τ’ ἐπ’ ἰσθμοῦ κειμένη. Ταύτην δὲ, Φλέγραν τὸ πρότερον καλουμένην, τοὺς θεομάχους Γίγαντας οἰκῆσαι λόγος, μετὰ ταῦτα Παλληνεῖς δ’ ἀφ’ αὑτῶν ὀνομάσαι λέγουσιν ὁρμηθέντας ἐξ Ἀχαΐας.
640Εἶτ’ ἔστι κόλπος λεγόμενος Τορωνικός, οὗ πρότερον ἦν τις Μηκύβερνα κειμένη· ἑξῆς Τορώνη τοῖς τόποις ὁμώνυμος. Εἶτεν πελαγία Λῆμνος, Ἡφαίστου τροφός, ἣν ὁ Διονύσου πρῶτος οἰκίζει Θόας,
645μετὰ ταῦτα δ’ ἔσχεν Ἀττικὴν ἀποικίαν. Τὸν Ἄθω δὲ παραπλεύσαντι παράλιος πόλις Ἄκανθός ἐστιν, Ἀνδρίων ἀποικία, παρ’ ἣν διῶρυξ δείκνυται τετμημένη ἑπταστάδιος· Ξέρξην δὲ λέγετ’ αὐτὴν τεμεῖν·

(650)

εἶτ’ Ἀμφίπολις. Στρυμὼν δὲ παρὰ ταύτην μέγας ποταμὸς παραρρεῖ μέχρι θαλάττης φερόμενος κατὰ τοὺς λεγομένους κεῖσε Νερῄδων χορούς· ἐφ’ οὗ κατὰ μεσόγειον Ἀντιφάνους πατρίς κεῖται λεγομένη Βέργα, τοῦ δὴ γεγραφότος
655ἄπιστον ἱστορίας τε μυθικῆς γέλων. Μετ’ Ἀμφίπολιν δ’ ἡ πρότερον Οἰσύμη πόλις Θασίων γενομένη, μετὰ δὲ ταῦτα Μακεδόνων,
ἀπὸ τῆς Μακέσσης Ἠμαθίας τε λεγομένη. Ἑξῆς Νέα πόλις ἐστὶ καὶ νῆσος Θάσος,221
660ἣν βάρβαροι τὸ πρότερον ᾤκουν, ὡς λόγος, ἔπειτα Φοίνικες μετὰ Κάδμου καὶ Θάσου ἐκ τῆς Ἀσίας διαβάντες· ἔλαβε δ’ ἡ Θάσος ἀπὸ τοῦ Θάσου καὶ τοὔνομ’, ὡς καὶ νῦν ἔχει. Τὴν ὑπεράνω χώραν δὲ μέχρι τοῦ Ποντικοῦ
665Ἴστρου παρεκτείνουσι Θρᾷκες νεμόμενοι. Τῶν δ’ ἐπὶ θαλάττῃ κειμένων ἔστιν πόλις Ἄβδηρ’, ἀπ’ Ἀβδήρου μὲν ὠνομασμένη τοῦ καὶ κτίσαντος πρότερον αὐτὴν, ὃς δοκεῖ ὑπὸ τῶν Διομήδους ὕστερον ξενοκτόνων
670ἵππων φθαρῆναι· Τήιοι δὲ τὴν πόλιν συνῴκισαν φυγόντες ὑπὸ τὰ Περσικά. Ταύτης δ’ ἐπίταδε ποταμός ἐστι κείμενος Νέστος λεγόμενος, ἐκ δὲ τῶν πρὸς ἀνατολήν μερῶν λαβοῦσα τοὔνομ’ ἀπὸ τῶν Βιστόνων
675Θρᾳκῶν προμήκης ἐστὶ λίμνη Βιστονίς. Εἶτεν Μαρώνει’, οὗ κατοικῆσαι τὸ πρίν τοὺς Κίκονας ἱστοροῦσι τοὺς ἐν Ἰσμάρῳ· αὕτη δὲ Χίων ἐγένεθ’ ὕστερον κτίσις. Πέραν Σαμοθρᾴκη δ’ ἔστι νῆσος Τρωϊκή,
680ἔχουσα τὴν οἴκησιν ἀναμεμιγμένην· πρότερον γὰρ εἶναί φασιν ἐν ταύτῃ τινές τοὺς Τρῶας, Ἠλέκτρας τεκούσης Δάρδανον τῆς λεγομένης Ἄτλαντος Ἰασίωνά τε, ὧν τὸν μὲν Ἰασίωνα δυσσέβημά τι222
685πρᾶξαι περὶ Δήμητρος λέγους’ ἄγαλμα καί πληγῇ κεραυνωθέντα δαιμονίῳ θανεῖν, τὸν Δάρδανον δὲ [δὴ] λιπόντα τοὺς τόπους πρὸς τὴν ὑπώρειάν [γε] τῆς Ἴδης κτίσαι πόλιν ἀφ’ ἑαυτοῦ Δαρδανίαν καλουμένην·
690τοὺς δὲ Σαμοθρᾷκας, Τρῶας ὄντας τῷ γένει, ἀπὸ τοῦ τόπου δὲ Θρᾷκας ἐπικαλουμένους, δι’ εὐσέβειαν ἐγκαταμεῖναι τῷ τόπῳ. Ἐν σιτοδείᾳ τῶν Σαμίων δ’ αὐτοῖς ποτε ἐπαρκεσάντων, τηνικαῦτ’ ἐκ τῆς Σάμου
695ἐπιδεξάμενοί τινας συνοίκους ἔσχοσαν. Μετὰ τὴν Μαρώνειαν [δὲ] κεῖτ’ Αἶνος πόλις ἔχους’ ἐποίκους ἐκ Μιτυλήνης Αἰολεῖς. Ἡ Θρᾳκία δὲ χερρόνησος ἐχομένη κεῖται, καθ’ ἣν πόλις ἐστὶ πρώτη Καρδία,

(700)

ἀρχὴν μὲν ὑπὸ Μιλησίων κτισθεῖσα καί Κλαζομενίων, πάλιν δ’ Ἀθηναίων ὕπο, ὅτε Μιλτιάδης ἐκράτησε Χερρονησίων. Προσεχὴς δὲ Λυσιμάχεια· ταύτην δ’ ἔκτισεν ἐπώνυμον Λυσίμαχος ἀφ’ ἑαυτοῦ πόλιν.
705Λίμναι δ’ ἐφεξῆς εἰσὶν αἱ Μιλησίων·
εἶτ’ Αἰολέων Ἀλωπεκόννησος πόλις· ἑξῆς Ἐλαιοῦς, Ἀττικὴν ἀποικίαν ἔχουσα, Φόρβας ἣν συνοικίσαι δοκεῖ. Ἔπειτα Σηστὸς καὶ Μάδυτος, αἱ κείμεναι223
710ἐπὶ τοῦ στενωποῦ Λεσβίων δ’ οὖσαι κτίσεις. Εἶτ’ ἔστι Κριθώτη πόλις τε Πακτύη· λέγουσι καὶ ταύτας δὲ Μιλτιάδην κτίσαι. Μετὰ τὴν δὲ Χερρόνησον ἐν Προποντίδι Θρᾴκη παρήκει, καὶ Σαμίων ἀποικία
745Πέρινθός ἐστιν· ἐχομένως Σηλυμβρία, ἣν οἱ Μεγαρεῖς κτίζουσι πρὶν Βυζαντίου· ἑξῆς Μεγαρέων εὐτυχῶν Βυζάντιον. Μετὰ ταῦτα δ’ ἔσθ’ ὁ Πόντος, οὗ δὴ τὴν θέσιν ὁ Καλλατιανὸς συγγράφων Δημήτριος
720ἔοικεν ἐπιμελεστάτως πεπυσμένος. Κατὰ μέρος αὐτοῦ τοὺς τόπους διέξιμεν. Τοῦ Ποντικοῦ γὰρ στόματός ἐστι πλησίον Βυζαντίων χώρα Φιλία καλουμένη.
Εἶτ’ αἰγιαλός τις Σαλμυδησσὸς λεγόμενος224
725ἐφ’ ἑπτακόσια στάδια τεναγώδης ἄγαν καὶ δυσπρόσορμος ἀλίμενός τε παντελῶς παρατέταται, ταῖς ναυσὶν ἐχθρότατος τόπος. Εἶτ’ εὐλίμενος ἄκρα συνάπτει Θυνιάς, τῆς Ἀστικῆς Θρᾴκης ὑπάρχους’ ἐσχάτη,
730μεθ’ ἣν πόλις ἐστὶ σύνορος Ἁπολλωνία. ταύτην δὲ πρότερον ἔτεσι πεντήκοντά που κτίζουσι τῆς Κύρου βασιλείας τὴν πόλιν εἰς τοὺς τόπους ἐλθόντες οἱ Μιλήσιοι· πλείστας ἀποικίας γὰρ ἐξ Ἰωνίας
735ἔστειλαν εἰς τὸν Πόντον, ὃν πρὶν ἄξενον διὰ τὰς ἐπιθέσεις λεγόμενον τῶν βαρβάρων προσηγορίας ἐποίησαν εὐξείνου τυχεῖν. Περὶ τὴν ὑπώρειαν δὲ τοῦ καλουμένου Αἵμου πόλις ἐστὶ λεγομένη Μεσημβρία,
740τῇ Θρᾳκίᾳ Γετικῇ τε συνορίζουσα τῇ· Καλχηδόνιοι ταύτην δὲ Μεγαρεῖς τ’ ᾤκισαν, ὅτ’ ἐπὶ Σκύθας Δαρεῖος ἐστρατεύετο. Αἷμος μέγιστον δ’ ἔστιν ὑπὲρ αὐτὴν ὄρος, τῷ Κίλικι Ταύρῳ τὸ μέγεθος προσεμφερής
745τῇ τε κατὰ μῆκος τῶν τόπων παρεκτάσει
ἀπὸ γὰρ Κροβύζων τῶν τε Ποντικῶν ὅρων ἄχρι τῶν Ἀδριατικῶν διεκβάλλει τόπων.225
747——— Ὀδησσὸς, ἣν Μιλήσιοι κτίζουσιν, Ἀστυάγης ὅτ’ ἦρχε Μηδίας·

(750)

αὕτη Κροβύζους Θρᾷκας ἐν κύκλῳ δ’ ἔχει.

(750)

——— Διονυσόπολις δ’, ἣ πρῶτον ὠνομάζετο Κρουνοὶ διὰ τὰς τῶν ἐγγὺς ὑδάτων ἐκρύσεις· Διονυσιακοῦ δὲ προσπεσόντος ὕστερον ἐκ τῆς θαλάττης τοῖς τόποις ἀγάλματος,
755Διονυσόπολιν λέγουσι κληθῆναι πάλιν. Ἐν μεθορίοις δὲ τῆς Κροβύζων καὶ Σκυθῶν χώρα μιγάδας Ἕλληνας οἰκητὰς ἔχει.
757——— ... Βιζώνη .... Τοῦτο δέ τὸ πολίχνιον φασίν τινες μὲν βαρβάρων,
760τινὲς δ’ ἄποικον γεγονέναι Μεσημβρίας.
760——— Κάλλατις, ἀποικία τῶν Ἡρακλεωτῶν γενομένη κατὰ χρησμόν· ἔκτισαν δὲ ταύτην, ἡνίκα
τὴν Μακεδόνων ἀρχὴν Ἀμύντας παρέλαβεν.226
765Τόμοι δ’ ἄποικοι γενόμενοι Μιλησίων, ὑπὸ Σκυθῶν κύκλῳ δὲ περιοικούμενοι.
766——— Πόλις Ἴστρος ἀπὸ τοῦ ποταμοῦ λαβοῦσα τοὔνομα. Ταύτην τὴν πόλιν
770Μιλήσιοι κτίζουσιν, ἡνίκα Σκυθῶν εἰς τὴν Ἀσίαν στράτευμα διέβη βαρβάρων τὸ Κιμμερίους διῶκον ἐκ τοῦ Βοσπόρου.
772———
Ἴστρος ὁ ποταμός· κατέρχετ’ ἀπὸ τῶν ἑσπερίων οὗτος τόπων
775τὴν ἐκβολὴν πέντε στόμασι ποιούμενος· καὶ δυσὶ δὲ ῥεῖ σχιζόμενος εἰς τὸν Ἀδρίαν. Ἀμέλει δὲ μέχρι τῆς Κελτικῆς γινώσκεται. καὶ τῷ θέρει τὸν πάντα διαμένων χρόνον· χειμῶνι μὲν γὰρ αὔξεται πληρούμενος
780τοῖς γινομένοις ὄμβροισιν, ἐν δὲ τῷ θέρει ἀπὸ τῆς χιόνος, ὥς φασι, τὰς ἐπιρρύσεις τῶν τηκομένων τε λαμβάνων ἀεὶ πάγων, τὸ ῥεῖθρον ἐξίησιν ὡσαύτως ἴσον.
785Ἔχει δὲ καὶ νήσους ἐν αὑτῷ κειμένας πολλάς τε καὶ μεγάλας μεγέθεσιν, ὡς λόγος, ὧν ἡ μεταξὺ τῆς θαλάττης κειμένη καὶ τῶν στομάτων οὐκ ἔστ’ ἐλάττων μὲν Ῥόδου, Πεύκη δὲ λέγεται διὰ τὸ πλῆθος ὧν ἔχει227
790πευκῶν· ἐπ’ εὐθείας κατ’ αὐτὴν πελαγία Ἀχιλλέως ἡ νῆσός ἐστι κειμένη.
791——— Ἔχει δὲ πλῆθος χειρόηθες ὀρνέων θέαν ἱεροπρεπῆ τε τοῖς ἀφικνουμένοις. Οὐ δυνατὸν ἀπὸ ταύτης δ’ ἰδεῖν χώραν τινά
795καίπερ ἀπεχούσης τῆς πέραν στάδια μόνον
τετρακόσι’, ὡς δὴ συγγράφει Δημήτριος. (Οὗτοι δὲ Θρᾷκες Βαστάρναι τ’ ἐπήλυδες.)228
797——— Ὁ ποταμός Τύρας βαθύς τ’ ὢν εὔβοτός τε ταῖς νομαῖς,

(800)

τῶν ἰχθύων διάθεσιν ἐμπόροις ἔχων, ταῖς ὁλκάσιν τε ναυσὶν ἀνάπλουν ἀσφαλῆ. Ὁμώνυμος δὲ τῷ ποταμῷ κεῖται πόλις Τύρας, ἄποικος γενομένη Μιλησίων.
803——— Ἐπὶ ταῖς δὲ καθ’ Ὕπανίν τε καὶ Βορυσθένην
805ποταμῶν διπλαῖσι συμβολαῖς ἔστιν πόλις κτισθεῖσα, πρότερον Ὀλβία καλουμένη, μετὰ ταῦθ’ ὑφ’ Ἑλλήνων πάλιν Βορυσθένης κληθεῖσα· ταύτην τὴν πόλιν Μιλήσιοι κτίζουσι κατὰ τὴν Μηδικὴν ἐπαρχίαν·
810διακοσίων σταδίων δὲ καὶ δὶς εἴκοσιν
ἀπὸ τῆς θαλάττης τὸν ἀνάπλουν Βορυσθένει ἔχει ποταμῷ.229
812——— Οὗτος δὲ πάντων ἐστὶ χρειωδέστατος, κήτη μεγάλα καὶ πολλὰ καὶ καρποὺς φέρων
815τοὺς φυομένους νομάς τε τοῖς βοσκήμασιν. Ῥεῖν δ’ αὐτὸν ἐπὶ μὲν ἡμερῶν λέγουσι πλοῦν ὡς τετταράκοντα πλωτὸν, εἰς δὲ τοὺς ἄνω τόπους ἄπλωτός ἐστι κοὐ περάσιμος· ὑπὸ χιόνος γὰρ καὶ πάγων ἐξείργεται.
819———
820Ἀχίλλειος δρόμος, ὅπερ ἐστὶν ᾐὼν σφόδρα μακρά [τε] καὶ στενή ...
821——— Ἡ Ταυρικὴ δὲ χερρόνησος λεγομένη τούτοις συνάπτει, πόλιν ἔχους’ Ἑλληνίδα, ἣν Ἡρακλεῶται Δήλιοί τ’ ἀπῴκισαν,
825τοῖς Ἡρακλεώταις γενομένου χρησμοῦ τινος τοῖς τὴν Ἀσίαν οἰκοῦσιν ἐντὸς Κυανέων
ἅμα Δηλίοισι χερρόνησον οἰκίσαι. Τοῦτον εἰς τόπον τινές τῆς Ταυρικῆς λέγουσιν ἀφικέσθαι ποτέ230
830κλαπεῖσαν Ἰφιγένειαν ἐκ τῆς Αὐλίδος .. Εἰσὶν δὲ τοῖς ὄχλοισιν οἱ Ταῦροι συχνοί, βίον δ’ ἐνόρειον νομάδα τ’ ἐζηλωκότες, τὴν δ’ ὠμότητα βάρβαροί τε καὶ φονεῖς, ἱλασκόμενοι τὰ θεῖα τοῖς ἀσεβήμασιν.
839———
835Ἐπειτ’ ἐπ’ αὐτοῦ τοῦ στόματος Μαιώτιδος λίμνης τὸ Παντικάπαιόν ἐστιν ἔσχατον, τοῦ Βοσπόρου βασίλειον ὠνομασμένον .... Ἄνωθε τούτων ἡ Σκυθὶς γῆ βάρβαρος πρὸς τὴν ἀοίκητον συνορίζους’ ἐστὶ γῆν
840καὶ πᾶσι τοῖς Ἕλλησιν ἀγνοουμένην. Πρώτους δὲ παρὰ τὸν Ἴστρον εἶναι Καρπίδας εἴρηκεν Ἔφορος, εἶτεν Ἀροτῆρας πρόσω Νευρούς τε μέχρι γῆς πάλιν ἐρήμου διὰ πάγον, πρὸς ἀνατολὰς δ’ ἐκβάντι τὸν Βορυσθένην
815τὴν λεγομένην Ὕλαιαν οἰκοῦντας Σκύθας εἶναι, Γεωργοὺς δ’ ἐχομένους τούτων ἄνω, ἔπειτα πάλιν ἔρημον ἐπὶ πολὺν τόπον, ὑπὲρ δὲ ταύτην Ἀνδροφάγων Σκυθῶν ἔθνος,
ἐπέκεινα δ’ εἶναι πάλιν ἔρημον ἐχομένην.231

(850)

Τὸν Παντικάπην διαβάντι Λιμναίων ἔθνος ἕτερά τε πλείον’ οὐ διωνομασμένα, Νομαδικὰ δ’ ἐπικαλούμεν’, εὐσεβῆ πάνυ, ὧν οὐδὲ εἷς ἔμψυχον ἀδικήσαι ποτ’ ἄν· οἰκοφόρα δ’, ὡς εἴρηκε, καὶ σιτούμενα
855γάλακτι ταῖς Σκυθικαῖσί θ’ ἱππομολγίαις· ζῶσιν δὲ τήν τε κτῆσιν ἀναδεδειχότες κοινὴν ἁπάντων τήν θ’ ὅλην συνουσίαν. Καὶ τὸν σοφὸν δ’ Ἀνάχαρσιν ἐκ τῶν Νομαδικῶν φησὶν γενέσθαι τῶν σφόδρ’ εὐσεβεστάτων.
860 Καὶ κατοικῆσαί τινας εἰς τὴν Ἀσίαν ἐλθόντας, οὓς δὴ καὶ Σάκας καλοῦσιν· εὐσημότατον εἶναί φησι δέ τὸ Σαυροματῶν καὶ τῶν Γελωνῶν καὶ τρίτον τὸ τῶν Ἀγαθύρσων ἐπικαλούμενον γένος ...
865 Ἀπὸ τῶν δὲ Μαιωτῶν λαβοῦσα τοὔνομα Μαιῶτις ἑξῆς ἐστὶ λίμνη κειμένη, εἰς ἣν ὁ Τάναϊς ἀπὸ τοῦ ποταμοῦ λαβὼν τὸ ῥεῦμ’ Ἀράξεως ἐπιμίσγεθ’, ὡς Ἑκαταῖος εἶφ’ οὑρετριεύς,
870ὡς δ’ Ἔφορος ἱστόρηκεν, ἐκ λίμνης τινός, ἧς τὸ πέρας ἔστ’ ἄφραστον. Ἐξίησι δέ δίστομον ἔχων τὸ ῥεῖθρον εἰς τὴν λεγομένην
Μαιῶτιν εἰς τὸν Κιμμερικόν τε Βόσπορον.232
874T[ΑΣΙΑ.]
874Τὸν Τάναϊν, ὅστις ἐστὶ τῆς Ἀσίας ὅρος,
875τέμνων γε τὴν ἤπειρον ἑκατέραν δίχα, πρῶτοι νέμονται Σαρμάται, δισχίλια στάδι’ ἐπέχοντες. Εἶτα μετὰ τούτους ἐστὶ Μαιωτῶν γένος Ἰαζαματῶν λεγόμενον, ὡς Δημήτριος
880[ὁ συγγραφεὺς] εἴρηκεν, ὡς δ’ Ἔφορος λέγει Σαυροματῶν λέγεται ἔθνος. Τούτοις ἐπιμεμίχθαι δὲ τὰς Ἀμαζόνας τοῖς Σαυρομάταις λέγουσιν ἐλθούσας ποτέ ἀπὸ τῆς περὶ Θερμώδοντα γενομένης μάχης,
885ἐφ’ οἷς ἐπεκλήθησαν Γυναικοκρατούμενοι.
885——— Εἶτ’ ἔστιν Ἑρμώνασσα Φαναγόρειά τε, ἣν Τηΐους λέγουσιν οἰκίσαι ποτέ, καὶ Σινδικὸς λιμὴν, ἔχων οἰκήτορας Ἕλληνας ἀπὸ τῶν ἐγγὺς ἥκοντας τόπων.
890Ταύτας περιέχει τὰς πόλεις διακειμένας νῆσος, κατὰ τὴν Μαιῶτιν ἄχρι τοῦ Βοσπόρου χώραν ἀπολαμβάνουσα πολλὴν πεδιάδα, ἥτις τὰ μὲν τοῖς ἕλεσι καὶ τοῖς ποταμίοις ἀδιάβατος τοῖς τενάγεσίν τ’ ἐν τῷ πέραν,
895ἃ δὲ τῇ θαλάττῃ τῇ τε λίμνῃ γίνεται.
Τὸ δὲ στόμ’ ἐκπλέοντι Κιμμερὶς πόλις, ἀπὸ Κιμμερίων μὲν βαρβάρων κεκλημένη, κτίσις τυράννων δ’ οὖσα τῶν ἐν Βοσπόρῳ, Κῆπός τ’ ἀποικισθεῖσα διὰ Μιλησίων.233
899———

(900)

.... Μοσύνοικοι .... ἔθεσι νόμοις ἔργοις τε βαρβαρώτατοι· φασὶν γὰρ ἐν ξυλίνοισιν ὑψηλοῖς τ’ ἄγαν πύργοις ἐνοικεῖν πάντας, ἐν φανερῷ δ’ ἀεὶ ἕκαστα πράττειν, τὸν δ’ ἑαυτῶν βασιλέα
905δεδεμένον ἐν πύργῳ τε συγκεκλεισμένον τηρεῖν ἐπιμελῶς, τὴν ἀνωτάτω στέγην ἔχοντα, τοῖς φρουροῦσι δ’ αὐτὸν ἐπιμελές εἶναι, νομίμως ἵνα πάντα προστάττῃ ποιεῖν· εἰ δὲ παραβαίη, κόλασιν αὐτοῦ λαμβάνειν
910φασὶν μεγίστην, μὴ διδόντας τὴν τροφήν.
910——— Κερασοῦς Σινωπέων ἄποικος καθ’ ἣν ἔρημος κειμένη
παρήκει νῆσος Ἄρεως λεγομένη.
913——— Τιβαρηνοὶ ᾤκουν ἔθνος ὁμοχώριον,
915γελᾶν πάνυ σπεύδοντες ἐκ παντὸς τρόπου,
εὐδαιμονίαν ταύτην [μεγίστην] κεκρικότες.234
916——— Ἀμισὸς ἐν τῇ Λευκοσύρων γῇ κειμένη Φωκαέων ἀποικία, τέτταρσι πρότερον ἔτεσιν οἰκισθεῖσα γάρ
920τῆς Ἡρακλείας ἔλαβ’ Ἰωνικὴν κτίσιν. Κατὰ τὴν πόλιν ταύτην δὲ τῆς Ἀσίας σχεδόν στενότατος αὐχήν ἐστιν εἰς τὸν Ἰσσικόν κόλπον διήκων τήν τ’ Ἀλεξανδρούπολιν, τῷ Μακεδόνι κτισθεῖσαν· ἡμερῶν δ’ ὁδόν
925εἰς τὴν Κιλικίαν ἑπτὰ τῶν πασῶν ἔχει· τὸ τῆς Ἀσίας λέγεται γὰρ ἰσθμωδέστατον εἰς τὸν περὶ αὐτὸν ὄντα συνάγεσθαι μυχόν. Ὁ δ’ Ἡρόδοτος ἔοικεν ἀγνοεῖν, λέγων ἐκ τῆς Κιλικίας [ἀνδρί γ’ εὐζώνῳ μολεῖν
930πένθ’ ἡμερῶν εἰς Πόντον εἶναι τὴν ὁδόν. Ἔθνη δ’ ἔχει τὰ πάντα] πεντεκαίδεκα ἡ χερρόνησος, ὧν τρία μὲν Ἑλληνικά, Αἰολικὸν εἶτ’ Ἰωνικὸν καὶ Δωρικόν, τὰ λοιπὰ τῶν μιγάδων δὲ χωρὶς βάρβαρα.
935Κίλικες μὲν οὖν Λύκιοί τε πρὸς τούτοις ἅμα Κᾶρες Μαριανδυνοί τε παραθαλάττιοι οἰκοῦσι Παφλαγόνες τε καὶ Παμφύλιοι· Χάλυβες δὲ τὴν μεσόγειον οἵ τε πλησίον Καππάδοκες οἵ τε νεμόμενοι τὴν Πισιδικήν
940Λυδοί τε καὶ πρὸς τοῖσδε Μυσοὶ καὶ Φρύγες. Εἶτεν Σινώπη πόλις ἐπώνυμος μιᾶς Ἀμαζόνων, ὧν πλησίον τὸ χωρίον, ἥν ποτε μὲν ᾤκουν εὐγενεῖς ὄντες Σύροι, μετὰ ταῦτα δ’, ὡς λέγουσιν, Ἑλλήνων ὅσοι235
945ἐπ’ Ἀμαζόνας διέβησαν, Αὐτόλυκός τε καί σὺν Δηϊλέοντι Φλόγιος, ὄντες Θετταλοί, ἔπειτα δ’ Ἁβρώνδας γένει Μιλήσιος· ὑπὸ Κιμμερίων οὗτος δ’ ἀναιρεῖσθαι δοκεῖ· μετὰ Κιμμερίους Κῷος, πάλιν δὲ Κρητίνης,

(950)

οἱ γενόμενοι φυγάδες ὅρων Μιλησίων· οὗτοι συνοικίζουσι δ’ αὐτήν, ἡνίκα ὁ Κιμμερίων κατέδραμε τὴν Ἀσίαν στρατός.
952——— Καταντικρὺ δὲ Καράμβεως ἐν τῇ πέραν
κεῖται μέγιστον236
955ἀπότομον εἰς θάλατταν ὑψηλόν τ’ ὄρος, Κριοῦ μέτωπον λεγόμενον, νυχθήμερον πλοῦν ἀπέχον ἐκ Καράμβεως. ——— Ὧν δὴ τόπων [λέγουσιν] ἄρξαι Φινέα,
960τὸν τοῦ Τυρίου Φοίνικος, ὑστέροισι δέ
960χρόνοις κατελθεῖν ἐξ Ἰωνίας στόλον Μιλησίων κτίσαι τε ταύτας τὰς πόλεις, ἃς εἰς Ἄμαστριν ὕστερον συνήγαγεν ἐπὶ τῶν τόπων κτίσας’ ὁμώνυμον πόλιν Ἄμαστρις, Ὀξυάθρου μὲν ἱστορουμένη
965θυγάτηρ ὑπάρχειν, ὡς λόγος, τοῦ Περσικοῦ, τοῦ δ’ Ἡρακλείας γενομένη Διονυσίου γυνὴ τυράννου. ——— Παρθένιος ... Οὗτος ὁ ποταμός
970πλωτὸς καταφέρων ῥεῖθρον ἡσυχώτατον.
970Ἐν δ’ αὐτῷ λόγος Ἀρτέμιδος εἶναι λουτρὸν ἐπιφανέστατον. ——— [Εἶτ’ ἔστιν] Ἡράκλεια, Βοιωτῶν κτίσις καὶ Μεγαρέων· ἐντὸς δὲ ταύτην Κυανέων
975κτίζουσιν ὁρμηθέντες ἀπὸ τῆς Ἑλλάδος, καθ’ οὓς χρόνους ἐκράτησε Κῦρος Μηδίας.
975——— Σαγγάριος ... Οὗτος ὁ ποταμός ἐκ τῆς ὑπὲρ Θυνῶν τε καὶ Φρυγῶν [χθονός] φερόμενος ἐξίησι διὰ τῆς Θυνίδος. ———
980Ὕπιος· ἐφ’ αὑτῷ δ’ ἔχει
980μεσηγὺ τὴν Προυσιάδα λεγομένην πόλιν.237