TLG 0067 005 :: AGATHARCHIDES :: Fragmenta sedis incertae

AGATHARCHIDES Geogr.
(Cnidius: 2 B.C.)

Fragmenta sedis incertae

Source: Müller, K. (ed.), Geographi Graeci minores, vol. 1. Paris: Didot, 1855 (repr. Hildesheim: Olms, 1965): 194–195.

Dup. partim 0067 004

Citation: Fragment — (line)

112

Diodor. I, 41, 4, de Nili incrementis: Ἔγγιστα δὲ τῇ ἀληθείᾳ προσελήλυθεν Ἀγαθαρχίδης ὁ Κνίδιος· φησὶ γὰρ κατ’ ἐνιαυτὸν ἐν τοῖς κατὰ τὴν Αἰθιοπίαν ὄρεσι γίνεσθαι συνεχεῖς ὄμβρους ἀπὸ θερινῶν τροπῶν
5μέχρι τῆς μετοπωρινῆς ἰσημερίας· εὐλόγως οὖν τὸν Νεῖλον ἐν μὲν τῷ χειμῶνι συστέλλεσθαι, τὴν κατὰ φύ‐ σιν ἔχοντα ῥύσιν ἀπὸ μόνων τῶν πηγῶν, κατὰ δὲ τὸ θέρος διὰ τοὺς ἐκχεομένους ὄμβρους λαμβάνειν τὴν αὔ‐ ξησιν. Εἰ δὲ τὰς αἰτίας μηδεὶς ἀποδοῦναι δύναται
10μέχρι τοῦ νῦν τῆς τῶν ὑδάτων γενέσεως, οὐ προσή‐ κειν ἀθετεῖσθαι τὴν ἰδίαν ἀπόφασιν· πολλὰ γὰρ τὴν φύσιν ἐναντίως φέρειν, ὧν τὰς αἰτίας οὐκ ἐφικτὸν ἀν‐ θρώποις ἀκριβῶς ἐξευρεῖν· μαρτυρεῖν δὲ τοῖς ὑφ’ ἑαυτοῦ λεγομένοις καὶ τὸ γινόμενον περί τινας τόπους τῆς
15Ἀσίας. Πρὸς μὲν γὰρ τοῖς ὅροις τῆς Σκυθίας τοῖς πρὸς τὸ Καυκάσιον ὄρος συνάπτουσι, παρεληλυθότος ἤδη τοῦ χειμῶνος, καθ’ ἕκαστον ἔτος νιφετοὺς ἐξαι‐ σίους γίνεσθαι συνεχῶς ἐπὶ πολλὰς ἡμέρας, ἐν δὲ τοῖς πρὸς βορρᾶν ἐστραμμένοις μέρεσι τῆς Ἰνδικῆς ὡρισμέ‐
20νοις καιροῖς καὶ χάλαζαν ἄπιστον τὸ μέγεθος καὶ τὸ πλῆθος καταράττειν, καὶ περὶ μὲν τὸν Ὑδάσπην πο‐
ταμὸν ἀρχομένου θέρους συνεχεῖς ὄμβρους γίνεσθαι, κατὰ δὲ τὴν Αἰθιοπίαν μεθ’ ἡμέρας τινὰς ταὐτὸ συμ‐ βαίνειν, καὶ ταύτην τὴν περίστασιν κυκλουμένην ἀεὶ194
25τοὺς συνεχεῖς τόπους χειμάζειν. Οὐδὲν οὖν εἶναι πα‐ ράδοξον εἰ καὶ κατὰ τὴν Αἰθιοπίαν τὴν κειμένην ὑπὲρ Αἰγύπτου συνεχεῖς ἐν τοῖς ὄρεσιν ὄμβροι καταράττον‐ τες ἐν τῷ θέρει πληροῦσι τὸν ποταμὸν, ἄλλως τε καὶ τῆς ἐναργείας αὐτῆς μαρτυρουμένης ὑπὸ τῶν περὶ τοὺς
30τόπους οἰκούντων βαρβάρων. Εἰ δὲ τοῖς παρ’ ἡμῖν γινομένοις ἐναντίαν ἔχει τὰ λεγόμενα φύσιν, οὐ διὰ τοῦτ’ ἀπιστητέον· καὶ γὰρ τὸν νότον παρ’ ἡμῖν μὲν εἶ‐ ναι χειμέριον, περὶ δὲ τὴν Αἰθιοπίαν αἴθριον ὑπάρχειν, καὶ τὰς βορείους πνοὰς περὶ μὲν τὴν Εὐρώπην εὐτό‐
35νους εἶναι, κατ’ ἐκείνην δὲ τὴν χώραν βληχρὰς καὶ ἀτόνους καὶ παντελῶς ἀσθενεῖς.

113

Plutarch. Qu. Conv. VIII, 9, 16: Οἱ δὲ περὶ τὴν Ἐρυθρὰν θάλασσαν νοσήσαντες, ὡς Ἀγαθαρχίδας ἱστόρηκεν, ἄλλοις τε συμπτώμασιν ἐχρήσαντο καινοῖς καὶ ἀνιστορήτοις, καὶ δρακόντια μικρὰ τὰς κνήμας
5διεσθίοντα καὶ τοὺς βραχίονας ἐξέκυψεν, ἁψαμένων δ’ αὖθις ἀνεδύετο, καὶ φλεγμονὰς ἀκαρτερήτους ἐνει‐ λούμενα τοῖς μυώδεσι παρεῖχε· καὶ τοῦτο τὸ πάθος οὔτε πρότερον οἶδεν οὐδεὶς, οὔτε ὕστερον ἄλλοις, ἀλλὰ ἐκείνοις γε μόνοις γενόμενον, ὡς ἕτερα πολλά.

114

Elian. N. A. XVI, 27: Ἀγαθαρχίδης φησὶν εἶναι γένος ἐν τῇ Λιβύῃ τινῶν ἀνθρώπων, καὶ μέντοι καὶ καλεῖσθαι αὐτοὺς Ψύλλους· καὶ ὅσα μὲν κατὰ τὸν ἄλλον βίον τῶν λοιπῶν ἀνθρώπων διαφέρειν οὐδὲ ἓν, τὸ
5δὲ σῶμα ἔχειν ξένον τε καὶ παράδοξον ὡς πρὸς τοὺς ἑτεροφύλους ἀντικρινόμενον· τὰ γάρ τοι ζῷα τὰ δά‐ κετα καὶ τὰ ἐγχρίμπτοντα πάμπολλα ὄντα, μηδὲν αὐτοὺς μόνους ἀδικεῖν· οὔτε γοῦν ὄφεως δακόντος ἐπαΐουσιν, οὔτε φαλαγγίου νύξαντος ὡς τοὺς ἄλλους εἰς
10θάνατον, οὔτε μὴν σκορπίου κέντρον ἀπερείσαντος. Ἐπὰν δὲ ἄρα τούτων προσπελάσῃ τι καὶ παρα‐ ψαύσῃ τοῦ σώματος, καὶ ἅμα τι καὶ τῆς ὀσμῆς τῆς ἐκείνων (ψαύσῃ ἢ) σπάσῃ, ὥσπερ οὖν φαρμάκου γευ‐ σάμενον ὑπνοποιοῦ, κάρωσίν τινα ἑλκτικὴν εἰς ἀναι‐
15σθησίαν ἐμποιοῦντος, ἐξασθενεῖ καὶ παρεῖται, ἔστ’ ἂν παραδράμῃ ὁ ἄνθρωπος. Ὅπως δὲ ἐλέγχουσι τὰ ἑαυτῶν βρέφη, εἴτε ἐστὶ γνήσια, εἴτε καὶ νόθα, ἐν τοῖς ἑρπετοῖς βασανίζοντες, ὡς ἐν τῷ πυρὶ τὸν χρυσὸν οἱ
βάναυσοι χρυσουργοὶ, ἀνωτέρω εἶπον.195