TLG 0067 004 :: AGATHARCHIDES :: Fragmenta AGATHARCHIDES Geogr. Fragmenta Source: FGrH #86. : 2A:206–222; 3B:741 addenda. Citation: Volume-Jacoby#-F — fragment — (line) | ||
2a,86,F1 | DIOD. III 11: περὶ δὲ τῶν συγγραφέων ἡμῖν διο‐ ριστέον, ὅτι πολλοὶ συγγεγράφασι περί τε τῆς Αἰγύπτου καὶ τῆς Αἰθιοπίας, ὧν οἱ μὲν ψευδεῖ φήμηι πεπιστευκότες, οἱ δὲ παρ’ ἑαυτῶν πολλὰ τῆς | |
ψυχαγωγίας ἕνεκα πεπλακότες, δικαίως ἂν ἀπιστοῖντο. (2) Ἀγαθαρχίδης | ||
5 | μὲν γὰρ ὁ Κνίδιος ἐν τῆι δευτέραι βίβλωι τῶν περὶ τὴν Ἀσίαν καὶ ὁ τὰς Γεωγραφίας συνταξάμενος Ἀρτεμίδωρος ὁ Ἐφέσιος κατὰ τὴν ὀγδόην βίβλον (V) καί τινες ἕτεροι τῶν ἐν Αἰγύπτωι κατοικούντων, ἱστορηκότες τὰ πλεῖστα τῶν προειρημένων (c. 2—10) ἐν πᾶσι σχεδὸν ἐπιτυγχάνουσι. (3) καὶ γὰρ ἡμεῖς καθ’ ὃν καιρὸν παρεβάλομεν εἰς Αἴγυπτον πολλοῖς μὲν τῶν ἱερέων ἐνετύχομεν, | |
---|---|---|
10 | οὐκ ὀλίγοις δὲ καὶ πρεσβευταῖς ἀπὸ τῆς Αἰθιοπίας παροῦσιν εἰς λόγους ἀφικόμεθα· παρ’ ὧν ἀκριβῶς ἕκαστα πυθόμενοι καὶ τοὺς λόγους τῶν ἱστορικῶν ἐξελέγξαντες τοῖς μάλιστα συμφωνοῦσιν ἀκόλουθον τὴν ἀναγραφῆν πεποιήμεθα. | |
3b,86,F1bis | NATAL. COM. Myth. 9, 3 p. 949 ed. Genev.: scripsit Aga‐ tharchides Gnidius libro tertio Rerum Asiaticarum Chimaeram mulierem fuisse Amisodari, qui imperavit Lyciae, quae duos fratres haberet Leonem et Draconem. hi cum Lyciae loca incursionibus et insidiis opportuna cum magna manu iuvenum | |
5 | occupassent, adeuntes ea loca obtruncabant. ob concordiam igitur fratrum et sororis corpus unum tria habere illa capita fabulati sunt. hos Bellerophontes ut superavit et in servitutem redegit. quare dictus est plumbum in os intrusisse (Theopompos 115 F 412), quod etiam testatur Isacius in Lycophronem. | |
2a,86,F2 | ATHEN. IV 42 p. 155 CD: (Duris 76 F 12) Ἀγαθαρχίδης δ’ ὁ Κνίδιος ἐν ὀγδόηι Ἀσιατικῶν ἱστορεῖ ὡς οἱ ἑστιῶντες Ἀλέξανδρον τὸν Φιλίππου τῶν φίλων τὸ μέλλον παρατεθήσεσθαι τῶν τραγημάτων περιε‐ χρύσουν· ὅτε δὲ θέλοιεν ἀναλίσκειν, περιελόντες τὸν χρυσὸν ἅμα τοῖς | |
5 | λειψάνοις ἐξέβαλλον, ἵνα τῆς μὲν πολυτελείας οἱ φίλοι θεαταὶ γίνωνται, οἱ δ’ οἰκέται κύριοι. ἐπιλελησμένοι δ’ ἦσαν οὗτοι, ὡς καὶ Δοῦρις ἱστορεῖ (76 F 37) ..... | |
2a,86,F3 | —XII 55 p. 539 B—D: Φύλαρχος δ’ ἐν τῆι τρίτηι καὶ εἰκοστῆι τῶν Ἱστοριῶν (81 F 41) καὶ Ἀγαθαρχίδης ὁ Κνίδιος ἐν τῶι η Περὶ Ἀσίας καὶ τοὺς ἑταίρους φασὶ τοὺς Ἀλεξάνδρου ὑπερβαλλούσηι τρυ‐ φῆι χρήσασθαι. ὧν εἷς ὢν καὶ Ἄγνων χρυσοῦς ἥλους ἐν ταῖς κρηπῖσι [καὶ | |
5 | τοῖς ὑποδήμασιν] ἐφόρει. Κλεῖτος δ’ ὁ Λευκὸς καλούμενος ὅτε χρηματί‐ ζειν μέλλοι, ἐπὶ πορφυρῶν ἱματίων διαπεριπατῶν τοῖς ἐντυγχάνουσιν διελέγετο. Περδίκκαι δὲ καὶ Κρατερῶι φιλογυμναστοῦσιν ἠκολούθουν διφθέ‐ ραι σταδιαῖαι τοῖς μεγέθεσιν, ὑφ’ αἷς περιλαμβάνοντες τόπον 〈εὐμεγέθη〉 ἐν ταῖς καταστρατοπεδείαις ἐγυμνάζοντο· ἠκολούθει δὲ αὐτοῖς καὶ ὑποζύγια | |
10 | πολλὰ τὰ τὴν κόνιν κομίζοντα πρὸς τὴν ἐν τῆι παλαίστραι χρείαν. Λεοννάτωι δὲ καὶ Μενελάωι φιλοκυνήγοις οὖσιν αὐλαῖαι σταδίων ἑκατὸν ἠκολούθουν, αἷς περιιστάντες τὰς θήρας ἐκυνήγουν. τὰς δὲ χρυσᾶς πλα‐ τάνους καὶ τὴν χρυσῆν ἄμπελον, ὑφ’ ὧν οἱ Περσῶν βασιλεῖς ἐχρημάτιζον πολλάκις καθήμενοι, ...... ἐλάττω φησὶν ὁ Φύλαρχος φαίνεσθαι τῆς καθ’ | |
15 | ἡμέραν ἑκάστοτε γινομένης παρ’ Ἀλεξάνδρωι δαπάνης. ἦν γὰρ αὐτοῦ ἡ σκηνὴ (81 F 41) ...... | |
2a,86,F4a | PHLEGON Macrob. 2: Ἱερώνυμος ὁ συγγραφεὺς (154 T 2) πολλοὺς μὲν χρόνους ἐν ταῖς στρατείαις ἀνατλήσας, πλείστοις δὲ τραύμασιν | |
ἐν πολέμοις περιπεσὼν ἐτελεύτησεν βιώσας ἔτη ἑκατὸν τέσσαρα, ὥς φησιν Ἀγαθαρχίδης ἐν τῆι ἐννάτηι τῶν Περὶ τῆς Ἀσίας ἱστοριῶν. | ||
2a,86,F4b | [LUKIAN.] Macrob. 22: Ἱερώνυμος δὲ ἐν πολέμοις γενόμενος καὶ πολλοὺς καμάτους ὑπομείνας καὶ τραύματα ἔζησεν ἔτη τέσσαρα καὶ ἑκατόν, ὡς Ἀγαθαρχίδης ἐν τῆι ἐνάτηι τῶν Περὶ τῆς Ἀσίας ἱστοριῶν λέγει. καὶ θαυμάζει γε τὸν | |
5 | ἄνδρα ὡς μέχρι τῆς τελευταίας ἡμέρας ἄρτιον ὄντα ἐν ταῖς συνουσίαις καὶ πᾶσι τοῖς αἰσθητηρίοις, μηδενὸς γενόμενον τῶν πρὸς ὑγίειαν ἐλλιπῆ. | |
2a,86,F5 | ATHEN. VII 50 p. 297 D: φησὶ γοῦν Ἀγαθαρχίδης ἐν ἕκτηι Εὐρωπιακῶν τὰς ὑπερφυεῖς τῶν Κωπαίδων ἐγχέλεων ἱερείων τρόπον στε‐ φανοῦντας καὶ κατευχομένους οὐλάς τ’ ἐπιβάλλοντας θύειν τοῖς θεοῖς τοὺς Βοιωτούς. καὶ πρὸς τὸν ξένον τὸν διαποροῦντα τὸ τοῦ ἔθους παράδοξον | |
5 | καὶ πυνθανόμενον ἓν μόνον εἰδέναι φῆσαι τὸν Βοιωτὸν φάσκειν τε ὅτι δεῖ τηρεῖν τὰ προγονικὰ νόμιμα καὶ ὅτι μὴ καθήκει τοῖς ἄλλοις ὑπὲρ αὐτῶν ἀπολογίζεσθαι. | |
2a,86,F6 | ATHEN. XII 33 p. 527 BC: περὶ δὲ Αἰτωλῶν Πολύβιος μὲν ἐν τρισκαιδεκάτηι Ἱστοριῶν (1,1) φησιν ὡς διὰ τὴν τῶν πολέμων συνέχειαν καὶ τὴν τῶν βίων πολυτέλειαν κατάχρεοι ἐγένοντο. Ἀγαθαρχίδης δ’ ἐν δωδε‐ κάτηι Ἱστοριῶν «Αἰτωλοί» φησί «τοσούτωι τῶν λοιπῶν ἑτοι‐ | |
5 | μότερον ἔχουσι πρὸς θάνατον ὅσωιπερ καὶ ζῆν πολυ‐ τελῶς [καὶ] ἐκτενέστερον ζητοῦσι τῶν ἄλλων.» | |
2a,86,F7 | ATHEN. XII 74 p. 550 B C: Ἀγαθαρχίδης δ’ ἐν τῆι ἑκκαιδε‐ κάτηι Εὐρωπιακῶν Μάγαν φησὶ τὸν Κυρήνης βασιλεύσαντα ἔτη πεντήκοντα ἀπολέμητον γενόμενον καὶ τρυφῶντα κατάσαρκον γενέσθαι ἐκτόπως τοῖς ὄγκοις κατὰ τὸν ἔσχατον καιρὸν καὶ ὑπὸ τοῦ πάχους ἀποπνιγῆναι δι’ | |
5 | ἀργίαν σώματος καὶ τῶι προσφέρεσθαι πλῆθος τροφῆς. | |
2a,86,F8 | ATHEN. XIV 64 p. 650 F: σίδας δ’ ὅτι τὰς ῥοιὰς καλοῦσι | |
Βοιωτοὶ Ἀγαθαρχίδης ἐν τῆι ἐννεακαιδεκάτηι τῶν Εὐρωπιακῶν οὕτως γρά‐ φει· «ἀμφισβητούντων Ἀθηναίων πρὸς Βοιωτοὺς περὶ τῆς χώρας ἣν καλοῦσι Σίδας, Ἐπαμ〈ε〉ινώνδας δικαιολογού‐ | ||
5 | μενος ἐξαίφνης ἐκ τῆς ἀριστερᾶς μεταλαβὼν κεκρυμμένην ῥόαν καὶ δείξας ἤρετο τί καλοῦσι τοῦτο. τῶν δ’ εἰπόντων ‘ῥόαν‘, ‘ἀλλ’ ἡμεῖσ‘, εἶπε, ‘σίδαν‘—ὁ δὲ τόπος τοῦτ’ ἔχει τὸ φυτὸν ἐν αὑτῶι πλεῖστον, ἀφ’ οὗ τὴν ἐξ ἀρχῆς εἴληφε προσηγορίαν—καὶ ἐνίκησεν.» | |
2a,86,F9 | ATHEN. VI 49 p. 246 E: Ἀγαθαρχίδης δ’ ὁ Κνίδιος ἐν τῆι β καὶ εἰκοστῆι τῶν Εὐρωπιακῶν Ἀριστομάχου τοῦ Ἀργείων τυράννου παρά‐ σιτον γενέσθαι φησὶν Ἀνθεμόκριτον τὸν παγκρατιαστήν. | |
2a,86,F10 | ATHEN. XII 74 p. 550 CD: παρὰ δὲ Λακεδαιμονίοις ὁ αὐτὸς ἱστορεῖ διὰ τῆς ἑβδόμης καὶ εἰκοστῆς οὐ τῆς τυ‐ χούσης ἀδοξίας νομίζεσθαι, εἴ τις [ἦν] ἢ τὸ σχῆμα ἀνανδρότερον ἔχων ἢ τὸν ὄγκον τοῦ σώματος προπετῆ ἐφαίνετο, γυμνῶν κατὰ δέκα ἡμέρας | |
5 | παρισταμένων τοῖς ἐφόροις τῶν νέων. κἀθεώρων δ’ οἱ ἔφοροι καὶ καθ’ ἑκάστην ἡμέραν καὶ τὰ περὶ τὴν ἔνδυσιν καὶ τὴν στρωμνὴν τῶν νέων. εἰκότως· καὶ γὰρ ὀψοποιοὶ ἦσαν παρὰ Λακεδαιμονίοις κρέως σκευασίας, ἄλλου δ’ οὐδενός. | |
2a,86,F11 | —XII 74 p. 550 D E: κἀν τῆι δὲ † ἑβδόμηι καὶ εἰκοστῆι ὁ Ἀγαθαρχίδης ἔφη ὡς Λακεδαιμόνιοι Ναυκλείδην τὸν Πολυβιάδου παντελῶς ὑπερσαρκοῦντα τῶι σώματι καὶ παχὺν διὰ τρυφὴν γενόμενον καταβιβάσαντες εἰς μέσην τὴν ἐκκλησίαν καὶ Λυσάνδρου πολλὰ ὀνειδίσαντος ἐν τῶι κοινῶι | |
5 | ὡς τρυφῶντι παρ’ ὀλίγον ἐξέβαλον ἐκ τῆς πόλεως, ἀπειλήσαντες τοῦτο ποιήσειν, εἰ μὴ τὸν βίον ἐπανορθώσοιτο· εἰπόντος τοῦ Λυσάνδρου ὅτι καὶ Ἀγησίλαος, ὅτε διέτριβεν περὶ τὸν Ἑλλήσποντον πολεμῶν τοῖς βαρβάροις, ὁρῶν τοὺς Ἀσιαγενεῖς ταῖς μὲν στολαῖς πολυτελῶς ἠσκημένους, τοῖς σώμασιν δ’ οὕτως ἀχρείους ὄντας, γυμνοὺς πάντας ἐκέλευσε τοὺς ἁλισκομένους ἐπὶ | |
10 | τὸν κήρυκα ἄγειν καὶ χωρὶς πωλεῖν τὸν τούτων ἱματισμόν, ὅπως οἱ σύμμα‐ χοι γιγνώσκοντες, διότι πρὸς μὲν ἆθλα μεγάλα, πρὸς δ’ ἄνδρας εὐτελεῖς ὁ ἀγὼν συνέστηκε, προθυμότερον ταῖς ψυχαῖς ὁρμῶσιν ἐπὶ τοὺς ἐναντίους. | |
2a,86,F12 | ATHEN. IV 66 p. 168 D: Ἀγαθαρχίδης δ’ ὁ Κνίδιος ἐν τῆι ὀγδόηι πρὸς ταῖς κ τῶν Εὐρωπιακῶν «Γνώσιππον» φησίν «ἄσωτον γενόμενον ἐν τῆι Σπάρτηι ἐκώλυον οἱ ἔφοροι συναναστρέ‐ φεσθαι τοῖς νέοις.» | |
2a,86,F13 | ATHEN. VI 59 p. 251 F: Ἀγαθαρχίδης δ’ ἐν τῆι τριακοστῆι τῶν Ἱστοριῶν «Αἱρήσιππος» φησίν «ὁ Σπαρτιάτης, ἄνθρωπος οὐ μετρίως φαῦλος οὐδὲ δοκῶν χρηστὸς εἶναι, πιθανὸν δ’ ἔχων ἐν κολακείαι λόγον καὶ θεραπεῦσαι τοὺς εὐπόρους | |
5 | μέχρι τῆς τύχης δεινός.» | |
2a,86,F14 | ATHEN. XII 35 p. 528 A: ἐν δὲ τῆι λα Ζακυνθίους φησὶν ἀπείρους εἶναι πολέμου διὰ τὸ ἐν εὐπορίαι καὶ πλού‐ τωι τρυφῶντας ἐθίζεσθαι. | |
2a,86,F15 | ATHEN. IX 38 p. 387 C: Ἀγαθαρχίδης δ’ ὁ Κνίδιος ἐν τῆι τετάρτηι καὶ τριακοστῆι τῶν Εὐρωπιακῶν περὶ τοῦ Φάσιδος ποταμοῦ τὸν λόγον ποιούμενος γράφει καὶ ταῦτα· «πλῆθος δ’ ὀρνίθων τῶν καλουμένων φασιανῶν φοιτᾶι τροφῆς χάριν πρὸς τὰς | |
5 | ἐκβολὰς τῶν στομάτων.» | |
2a,86,F16 | ATHEN. XII 35 p. 527 F: Ἀγαθαρχίδης δ’ ἐν τῆι τρια‐ κοστῆι πέμπτηι τῶν Εὐρωπιακῶν «Ἀρυκανδεῖς» φησί «Λυκίας ὅμοροι ὄντες Λιμυρεῦσι διὰ τὴν περὶ τὸν βίον ἀσωτίαν καὶ πολυτέλειαν κατάχρεοι γενόμενοι καὶ διὰ τὴν ἀργίαν | |
5 | καὶ φιληδονίαν ἀδυνατοῦντες ἀποδοῦναι τὰ δάνεια προσέκλιναν ταῖς Μιθριδάτου ἐλπίσιν ἆθλον ἕξειν νομίσαντες χρεῶν ἀποκοπάς.» | |
2a,86,F17 | ATHEN. VI 103 p. 272 D: Ἀγαθαρχίδης δ’ ὁ Κνίδιος ἐν | |
τῆι ὀγδόηι καὶ τριακοστῆι τῶν Εὐρωπιακῶν Δαρδανεῖς φησι δούλους κε‐ κτῆσθαι τὸν μὲν χιλίους, τὸν δὲ καὶ πλείους· τούτων δ’ ἕκαστον ἐν μὲν εἰρήνηι γεωργεῖν, ἐν πολέμωι δὲ λοχίζεσθαι ἡγεμόνα νέμοντας τὸν ἴδιον | ||
5 | δεσπότην. | |
2a,86,F18 | ATHEN. I 51 p. 28 D: ἐν δὲ Ἴσσηι τῆι κατὰ τὸν Ἀδρίαν νήσωι Ἀγαθαρχίδης φησὶν οἶνον γίνεσθαι ὃν πᾶσι συγκρινόμενον καλλίω εὑρίσκεσθαι. | |
2a,86,F19 | DIOD. I 32—41, 3: ὁ γὰρ Νεῖλος φέρεται μὲν ἀπὸ μεσημβρίας ἐπὶ τὴν ἄρκτον, τὰς πηγὰς ἔχων ἐκ τόπων ἀοράτων, οἳ κεῖνται τῆς ἐσχάτης Αἰθιοπίας κατὰ τὴν ἔρημον, ἀπροσίτου τῆς χώρας οὔσης διὰ τὴν τοῦ καύματος ὑπερβολήν. (2) μέγιστος δ’ ὢν τῶν ἁπάντων ποταμῶν καὶ πλείστην γῆν διεξιὼν καμπὰς ποιεῖται | |
5 | μεγάλας, ποτὲ μὲν ἐπὶ τὴν ἀνατολὴν καὶ τὴν Ἀραβίαν ἐπιστρέφων, ποτὲ δ’ ἐπὶ τὴν δύσιν καὶ τὴν Λιβύην ἐκκλίνων· φέρεται γὰρ ἀπὸ τῶν Αἰθιοπικῶν ὀρῶν μέχρι τῆς εἰς θάλατταν ἐκβολῆς στάδια μάλιστά πως μύρια καὶ δισχίλια σὺν αἷς ποιεῖται καμπαῖς. (3) κατὰ δὲ τοὺς ὑποκάτω τόπους συστέλλεται τοῖς ὄγκοις ἀεὶ μᾶλλον, ἀποσπωμένου τοῦ ῥεύματος ἐπ’ ἀμφοτέρας τὰς παρακειμένας ἠπείρους. (4) τῶν δ’ | |
10 | ἀποσχιζομένων μερῶν τὸ μὲν εἰς τὴν Λιβύην ἐκκλῖνον ὑφ’ ἅμμου καταπίνεται τὸ βάθος ἐχούσης ἄπιστον, τὸ δ’ εἰς τὴν Ἀραβίαν ἐναντίως ἐκχεόμενον εἰς τέλματα παμμεγέθη καὶ λίμνας ἐκτρέπεται μεγάλας καὶ περιοικουμένας γένεσι πολλοῖς. (5) εἰς δὲ τὴν Αἴγυπτον ἐμβάλλει τῆι μὲν δέκα σταδίων, τῆι δ’ ἔλαττον τούτων, οὐκ ἐπ’ εὐθείας φερόμενος, ἀλλὰ καμπὰς παντοίας ποιούμενος· ποτὲ μὲν γὰρ ἑλίττεται | |
15 | πρὸς τὴν ἕω, ποτὲ δὲ πρὸς τὴν ἑσπέραν, ἔστι δ’ ὅτε πρὸς τὴν μεσημβρίαν, εἰς τοὐπίσω λαμβάνων τὴν παλίρροιαν. (6) ὄρη γὰρ ἐξ ἑκατέρου μέρους τοῦ ποταμοῦ παρήκει, πολλὴν μὲν τῆς παραποταμίας ἐπέχοντα, διειλημμένα δὲ φάραγξι καὶ κρημνοῖς στενοπόροις, οἷς ἐμπῖπτον τὸ ῥεῦμα παλισσυτεῖ διὰ τῆς πεδιάδος καὶ πρὸς τὴν μεσημβρίαν ἐφ’ ἱκανὸν τόπον ἐνεχθὲν πάλιν ἐπὶ τὴν κατὰ φύσιν φορὰν ἀπο‐ | |
20 | καθίσταται. (7) τηλικαύτην δ’ ἔχων ὑπεροχὴν ἐν πᾶσιν ὁ ποταμὸς οὗτος μόνος τῶν ἄλλων ἄνευ βίας καὶ κυματώδους ὁρμῆς τὴν ῥύσιν ποιεῖται, πλὴν ἐν τοῖς καλου‐ μένοις καταράκταις. (8) τόπος γάρ τίς ἐστι μήκει μὲν δέκα σταδίων, κατάντης δὲ καὶ κρημνοῖς συγκλειόμενος εἰς στενὴν ἐντομήν, ἅπας δὲ τραχὺς καὶ φαραγγώδης, ἔτι δὲ πέτρους ἔχων πυκνοὺς καὶ μεγάλους ἐοικότας σκοπέλοις. τοῦ δὲ ῥεύματος | |
25 | περὶ τούτους σχιζομένου βιαιότερον καὶ πολλάκις διὰ τὰς ἐγκοπὰς ἀνακλωμένου πρὸς | |
ἐναντίαν τὴν καταφορὰν συνίστανται δῖναι θαυμασταί. (9) πᾶς δ’ ὁ μεσάζων τόπος ὑπὸ τῆς παλιρροίας ἀφροῦ τε πληροῦται καὶ τοῖς προσιοῦσι μεγάλην παρέχεται κατάπληξιν· καὶ γὰρ ἡ καταφορὰ τοῦ ποταμοῦ οὕτως ἐστὶν ὀξεῖα καὶ βίαιος ὥστε δοκεῖν μηδὲν βέλους διαφέρειν. (10) κατὰ δὲ τὴν πλήρωσιν τοῦ Νείλου, τῶν σκο‐ | ||
30 | πέλων κατακλυζομένων καὶ παντὸς τοῦ τραχύνοντος τόπου τῶι πλήθει τοῦ ῥεύματος καλυπτομένου, καταπλέουσι μέν τινες κατὰ τοῦ καταράκτου λαμβάνοντες ἐναντίους τοὺς ἀνέμους, ἀναπλεῦσαι δὲ οὐδεὶς δύναται, νικώσης τῆς τοῦ ποταμοῦ βίας πᾶσαν ἐπίνοιαν ἀνθρωπίνην. (11) καταράκται μὲν οὖν εἰσι τοιοῦτοι πλείους, μέγιστος δ’ ὁ πρὸς τοῖς μεθορίοις τῆς Αἰθιοπίας τε καὶ τῆς Αἰγύπτου. | |
35 | (33) περιείληφε δ’ ὁ ποταμὸς καὶ ΝΗΣΟΥΣ ἐν αὑτῶι, κατὰ μὲν τὴν Αἰθιοπίαν ἄλλας τε πλείους καὶ μίαν εὐμεγέθη, τὴν ὀνομαζομένην Μερόην, ἐν ἧι καὶ πόλις ἐστὶν ἀξιόλογος ὁμώνυμος τῆι νήσωι, κτίσαντος αὐτὴν Καμβύσου καὶ θεμένου τὴν προσηγορίαν ἀπὸ τῆς μητρὸς αὐτοῦ Μερόης. (2) ταύτην δὲ τῶι μὲν σχήματί φασιν ὑπάρχειν θυρεῶι παραπλησίαν, τῶι δὲ μεγέθει πολὺ προέχειν τῶν ἄλλων νήσων τῶν | |
40 | ἐν τούτοις τοῖς τόποις· τὸ μὲν γὰρ μῆκος αὐτῆς εἶναι λέγουσι σταδίων τρισχιλίων, τὸ δὲ πλάτος χιλίων. ἔχειν δ’ αὐτὴν καὶ πόλεις οὐκ ὀλίγας, ὧν ἐπιφανεστάτην ὑπάρχειν τὴν Μερόην. (3) παρήκειν δὲ τῆς νήσου τὸν περικλυζόμενον πάντα τόπον ἀπὸ μὲν τῆς Λιβύης θῖνας ἔχοντας ἅμμου μέγεθος ἀέριον, ἀπὸ δὲ τῆς Ἀραβίας κρημνοὺς κατερρωγότας. ὑπάρχειν δ’ ἐν αὐτῆι καὶ μέταλλα χρυσοῦ τε καὶ ἀργύρου | |
45 | καὶ σιδήρου καὶ χαλκοῦ· πρὸς δὲ τούτοις ἔχειν πλῆθος ἐβένου λίθων τε πολυτελῶν γένη παντοδαπά. (4) καθόλου δὲ τοσαύτας νήσους ποιεῖν τὸν ποταμὸν ὥστε τοὺς ἀκούοντας μὴ ῥαιδίως πιστεῦσαι· χωρὶς γὰρ τῶν περικλυζομένων τόπων ἐν τῶι καλου‐ μένωι Δέλτα [τὰς] ἄλλας εἶναι νήσους πλείους τῶν ἑπτακοσίων, ὧν τὰς μὲν ὑπὸ Αἰθιόπων ἐπαντλουμένας γεωργεῖσθαι κέγχρωι, τὰς δὲ πλήρεις ὑπάρχειν ὄφεων καὶ | |
2a,86,F19(50) | κυνοκεφάλων καὶ ἄλλων θηρίων παντοδαπῶν, καὶ διὰ τοῦτο ἀπροσίτους εἶναι τοῖς ἀνθρώποις. (5) ὁ δ’ οὖν Νεῖλος κατὰ τὴν Αἴγυπτον εἰς πλείω μέρη σχιζόμενος ποιεῖ τὸ καλούμενον ἀπὸ τοῦ σχήματος ΔΕΛΤΑ. (6) τούτου δὲ τὰς μὲν πλευρὰς καταγράφει τὰ τελευταῖα τῶν ῥευμάτων, τὴν δὲ βάσιν ἀναπληροῖ τὸ δεχόμενον πέλαγος τὰς | |
55 | ἐκβολὰς τοῦ ποταμοῦ. (7) ἐξίησι δ’ εἰς τὴν θάλατταν ἑπτὰ στόμασιν, ὧν τὸ μὲν πρὸς ἕω κεκλιμένον καὶ πρῶτον καλεῖται Πηλουσιακόν, τὸ δὲ δεύτερον Τανιτικόν, εἶτα Μενδήσιον καὶ Φατνιτικὸν καὶ Σεβεννυτικόν, ἔτι δὲ Βολβίτινον καὶ τελευταῖον Κανωβικόν, ὅ τινες Ἡρακλεωτικὸν ὀνομάζουσιν. (8) ἔστι δὲ καὶ ἕτερα στόματα χειροποίητα, περὶ ὧν οὐδὲν κατεπείγει γράφειν. ἐφ’ ἑκάστωι δὲ πόλις τετείχισται | |
60 | διαιρουμένη τῶι ποταμῶι καὶ καθ’ ἑκάτερον μέρος τῆς ἐκβολῆς ζεύγμασι καὶ φυλα‐ καῖς εὐκαίροις διειλημμένη. ἀπὸ δὲ τοῦ Πηλουσιακοῦ στόματος διῶρύξ ἐστι χειρο‐ ποίητος εἰς τὸν Ἀράβιον κόλπον καὶ τὴν Ἐρυθρὰν θάλατταν. (9) ταύτην δ’ ἐπεβάλετο πρῶτος κατασκευάζειν Νεκῶς ὁ Ψαμμητίχου, μετὰ δὲ τοῦτον Δαρεῖος ὁ Πέρσης, καὶ προκόψας τοῖς ἔργοις ἕως τινὸς τὸ τελευταῖον εἴασεν αὐτὴν ἀσυντέλεστον. (10) ἐδι‐ | |
65 | δάχθη γὰρ ὑπό τινων ὅτι διορύξας τὸν ἰσθμὸν αἴτιος ἔσται τοῦ κατακλυσθῆναι τὴν Αἴγυπτον· μετεωροτέραν γὰρ ἀπεδείκνυον ὑπάρχειν τῆς Αἰγύπτου τὴν Ἐρυθρὰν θάλατταν. (11) ὕστερον δὲ ὁ δεύτερος Πτολεμαῖος συνετέλεσεν αὐτήν, καὶ κατὰ τὸν ἐπικαιρότατον τόπον ἐμηχανήσατό τι φιλότεχνον διάφραγμα· τοῦτο δ’ ἐξήνοιγεν, ὁπότε | |
βούλοιτο διαπλεῦσαι, καὶ ταχέως πάλιν συνέκλειεν, εὐστόχως ἐκλαμβανομένης τῆς | ||
70 | χρείας. (12) ὁ δὲ διὰ τῆς διώρυχος ταύτης ῥέων ποταμὸς ὀνομάζεται μὲν ἀπὸ τοῦ κατασκευάσαντος Πτολεμαῖος, ἐπὶ δὲ τῆς ἐκβολῆς πόλιν ἔχει τὴν προσαγορευομένην Ἀρσινόην. (34) τὸ δ’ οὖν Δέλτα τῆι Σικελίαι τῶι σχήματι παραπλήσιον ὑπάρχον τῶν μὲν πλευρῶν ἑκατέραν ἔχει σταδίων ἑπτακοσίων καὶ πεντήκοντα, τὴν δὲ βάσιν θαλάττηι | |
75 | προσκλυζομένην σταδίων χιλίων καὶ τριακοσίων. (2) ἡ δὲ νῆσος αὕτη πολλαῖς διώρυξι χειροποιήτοις διείληπται καὶ χώραν περιέχει καλλίστην τῆς Αἰγύπτου. ποταμόχωστος γὰρ οὖσα καὶ κατάρρυτος πολλοὺς καὶ παντοδαποὺς ἐκφέρει καρπούς, τοῦ μὲν ποταμοῦ διὰ τὴν κατ’ ἔτος ἀνάβασιν νεαρὰν ἰλὺν ἀεὶ καταχέοντος, τῶν δ’ ἀνθρώπων ῥαιδίως ἅπασαν ἀρδευόντων διά τινος μηχανῆς, ἣν ἐπενόησε μὲν Ἀρχι‐ | |
80 | μήδης ὁ Συρακόσιος, ὀνομάζεται δὲ ἀπὸ τοῦ σχήματος κοχλίας. (3) πραεῖαν δὲ τοῦ Νείλου τὴν ῥύσιν ποιουμένου καὶ γῆν πολλὴν καὶ παντοδαπὴν καταφέροντος, ἔτι δὲ κατὰ τοὺς κοίλους τόπους λιμνάζοντος, ἕλη γίνεται πάμφορα. (4) ῥίζαι γὰρ ἐν αὐτοῖς φύονται παντοδαπαὶ τῆι γεύσει καὶ καρπῶν καὶ καυλῶν ἰδιάζουσαι φύσεις, πολλὰ συμβαλλόμεναι τοῖς ἀπόροις τῶν ἀνθρώπων καὶ τοῖς ἀσθενέσι πρὸς αὐτάρκειαν. | |
85 | (5) οὐ γὰρ μόνον τροφὰς παρέχονται ποικίλας καὶ πᾶσι τοῖς δεομένοις ἑτοίμας καὶ δαψιλεῖς, ἀλλὰ καὶ τῶν ἄλλων τῶν εἰς τὸ ζῆν ἀναγκαίων οὐκ ὀλίγα φέρουσι βοηθή‐ ματα. (6) λωτός τε γὰρ φύεται πολύς, ἐξ οὗ κατασκευάζουσιν ἄρτους οἱ κατ’ Αἴγυπτον δυναμένους ἐκπληροῦν τὴν φυσικὴν τοῦ σώματος ἔνδειαν, τό τε κιβώριον δαψιλέστατον ὑπάρχον φέρει τὸν καλούμενον Αἰγύπτιον κύαμον. (7) ἔστι δὲ καὶ | |
90 | δένδρων γένη πλείονα, καὶ τούτων αἱ μὲν ὀνομαζόμεναι περσαῖαι καρπὸν διάφορον ἔχουσι τῆι γλυκύτητι, μετενεχθέντος ἐξ Αἰθιοπίας ὑπὸ Περσῶν τοῦ φυτοῦ καθ’ ὃν καιρὸν Καμβύσης ἐκράτησεν ἐκείνων τῶν τόπων. (8) τῶν δὲ συκαμίνων αἱ μὲν τὸν τῶν μόρων καρπὸν φέρουσιν, αἱ δὲ τὸν τοῖς σύκοις ἐμφερῆ, καὶ παρ’ ὅλον σχεδὸν τὸν ἐνιαυτὸν αὐτοῦ φυομένου συμβαίνει τοὺς ἀπόρους καταφυγὴν ἑτοίμην ἔχειν τῆς | |
95 | ἐνδείας. (9) τὰ δὲ βάτα καλούμενα μυξάρια συνάγεται μὲν κατὰ τὴν ἀποχώρησιν τοῦ ποταμοῦ, διὰ δὲ τὴν γλυκύτητα τῆς φύσεως αὐτῶν ἐν τραγήματος μέρει κατα‐ ναλίσκεται. (10) κατασκευάζουσι δὲ καὶ ἐκ τῶν κριθῶν Αἰγύπτιοι πόμα λειπόμενον οὐ πολὺ τῆς περὶ τὸν οἶνον εὐωδίας, ὃ καλοῦσι ζῦθος. (11) χρῶνται δὲ καὶ πρὸς τὴν τῶν λύχνων καῦσιν ἐπιχέοντες ἀντ’ ἐλαίου τὸ ἀποθλιβόμενον ἔκ τινος φυτοῦ, | |
2a,86,F19(100) | προσαγορευόμενον δὲ κίκι. πολλὰ δὲ καὶ ἄλλα τὰ δυνάμενα τὰς ἀναγκαίας χρείας παρέχεσθαι τοῖς ἀνθρώποις δαψιλῆ φύεται κατὰ τὴν Αἴγυπτον, ὑπὲρ ὧν μακρὸν ἂν εἴη γράφειν. (35) ΘΗΡΙΑ δ’ ὁ Νεῖλος τρέφει πολλὰ μὲν καὶ ἄλλα ταῖς ἰδέαις ἐξηλλαγμένα, δύο δὲ διάφορα, τόν τε κροκόδειλον καὶ τὸν καλούμενον ἵππον. (2) τούτων δ’ ὁ μὲν | |
105 | κροκόδειλος ἐξ ἐλαχίστου γίνεται μέγιστος, ὡς ἂν ὠιὰ μὲν τοῦ ζώιου τούτου τίκτοντος τοῖς χηνείοις παραπλήσια, τοῦ δὲ γεννηθέντος αὐξομένου μέχρι πηχῶν ἑκκαίδεκα. (3) καὶ μακρόβιον μέν ἐστιν ὡς κατ’ ἄνθρωπον, γλῶτταν δὲ οὐκ ἔχει. τὸ δὲ σῶμα θαυμαστῶς ὑπὸ τῆς φύσεως ὠχύρωται· τὸ μὲν γὰρ δέρμα αὐτοῦ πᾶν φολιδωτόν ἐστι καὶ τῆι σκληρότητι διάφορον· ὀδόντες δὲ ἐξ ἀμφοτέρων τῶν μερῶν ὑπάρχουσι πολλοί, | |
110 | δύο δὲ οἱ χαυλιόδοντες πολὺ τῶι μεγέθει τῶν ἄλλων διαλλάττοντες. (4) σαρκοφαγεῖ δ’ οὐ μόνον ἀνθρώπους, ἀλλὰ καὶ τῶν ἄλλων τῶν ἐπὶ τῆς γῆς ζώιων τὰ προσπελά‐ | |
ζοντα τῶι ποταμῶι· καὶ τὰ μὲν δήγματα ποιεῖ ἁδρὰ καὶ χαλεπά, τοῖς δ’ ὄνυξι δεινῶς σπαράττει καὶ τὸ διαιρεθὲν τῆς σαρκὸς παντελῶς ἀπεργάζεται δυσίατον. (5) ἐθηρεύετο δὲ ταῦτα τὰ ζῶια τὸ μὲν παλαιὸν ὑπὸ τῶν Αἰγυπτίων ἀγκίστροις ἔχουσιν ἐπιδεδε‐ | ||
115 | λεασμένας ὑείας σάρκας, ὕστερον δὲ ποτὲ μὲν δικτύοις παχέσιν ὡσπερεί τινες ἰχθῦς, ποτὲ δ’ ἐμβολίοις σιδηροῖς ἐκ τῶν ἀκάτων τυπτόμενα συνεχῶς εἰς τὴν κεφαλήν. (6) πλῆθος δ’ αὐτῶν ἀμύθητόν ἐστι κατά τε τὸν ποταμὸν καὶ τὰς παρακειμένας λίμνας, ὡς ἂν πολυγόνων τε ὄντων καὶ σπανίως ὑπὸ τῶν ἀνθρώπων ἀναιρουμένων· τῶν μὲν γὰρ ἐγχωρίων τοῖς πλείστοις νόμιμόν ἐστιν ὡς θεὸν σέβεσθαι τὸν κροκόδειλον, | |
120 | τοῖς δ’ ἀλλοφύλοις ἀλυσιτελής ἐστιν ἡ θήρα παντελῶς, οὐκ οὔσης ἐδωδίμου τῆς σαρκός. (7) ἀλλ’ ὅμως τοῦ πλήθους τούτου φυομένου κατὰ τῶν ἀνθρώπων ἡ φύσις κατεσκεύασε μέγα βοήθημα· ὁ γὰρ καλούμενος ἰχνεύμων, παραπλήσιος ὢν μικρῶι κυνί, περιέρχεται τὰ τῶν κροκοδείλων ὠιὰ συντρίβων, τίκτοντος τοῦ ζώιου παρὰ τὸν ποταμόν, καὶ τὸ θαυμασιώτατον οὔτε κατεσθίων οὔτε ὠφελούμενος οὐδὲν διατελεῖ | |
125 | φυσικήν τινα χρείαν καὶ κατηναγκασμένην ἐνεργῶν εἰς ἀνθρώπων εὐεργεσίαν. (8) ὁ δὲ καλούμενος ἵππος τῶι μεγέθει μέν ἐστιν οὐκ ἐλάττων πηχῶν πέντε· τετρά‐ πους δ’ ὢν καὶ δίχηλος παραπλησίως τοῖς βουσὶ τοὺς χαυλιόδοντας ἔχει μείζους τῶν ἀγρίων ὑῶν, τρεῖς ἐξ ἀμφοτέρων τῶν μερῶν, ὦτα δὲ καὶ κέρκον καὶ φωνὴν ἵππωι παρεμφερῆ, τὸ δ’ ὅλον κύτος τοῦ σώματος οὐκ ἀνόμοιον ἐλέφαντι, καὶ δέρμα πάν‐ | |
130 | των σχεδὸν τῶν θηρίων ἰσχυρότατον. (9) ποτάμιον δὲ ὑπάρχον καὶ χερσαῖον τὰς μὲν ἡμέρας ἐν τοῖς ὕδασι ποιεῖ γυμναζόμενον κατὰ βάθους, τὰς δὲ νύκτας ἐπὶ τῆς χώρας κατανέμεται τόν τε σῖτον καὶ τὸν χόρτον, ὥστε εἰ πολύτεκνον ἦν τοῦτο τὸ ζῶιον καὶ κατ’ ἐνιαυτὸν ἔτικτεν, ἐλυμαίνετ’ ἂν ὁλοσχερῶς τὰς γεωργίας τὰς κατ’ Αἴγυπτον. (10) ἁλίσκεται δὲ καὶ τοῦτο πολυχειρίαι τῶν τυπτόντων τοῖς σιδηροῖς | |
135 | ἐμβολίοις· ὅπου γὰρ ἂν φανῆι, συνάγουσιν ἐπ’ αὐτὸ πλοῖα καὶ περιστάντες κατα‐ τραυματίζουσιν ὥσπερ τισὶ κοπεῦσιν ἐπὶ σιδηροῖς ἀγκίστροις, εἶθ’ ἑνὶ τῶν ἐμπαγέντων ἐνάπτοντες ἀρχὰς στυππίνας ἀφιᾶσι, μέχρι ἂν ὅτου παραλυθῆι γενόμενον ἔξαιμον. (11) τὴν μὲν οὖν σάρκα σκληρὰν ἔχει καὶ δύσπεπτον, τῶν δ’ ἔντοσθεν οὐδὲν ἐδώδιμον, οὔτε σπλάγχνον οὔτ’ ἐγκοίλιον. (36) χωρὶς δὲ τῶν εἰρημένων θηρίων ὁ Νεῖλος | |
140 | ἔχει παντοῖα γένη ΙΧΘΥΩΝ καὶ κατὰ τὸ πλῆθος ἄπιστα· τοῖς γὰρ ἐγχωρίοις οὐ μόνον ἐκ τῶν προσφάτως ἁλισκομένων παρέχεται δαψιλῆ τὴν ἀπόλαυσιν, ἀλλὰ καὶ πλῆθος εἰς ταριχείαν ἀνίησιν ἀνέκλειπτον. (2) καθόλου δὲ ταῖς εἰς ἀνθρώπους ΕΥΕΡΓΕΣΙΑΙΣ ὑπερβάλλει πάντας τοὺς κατὰ τὴν οἰκουμένην ποταμούς. τῆς γὰρ πληρώσεως τὴν ἀρχὴν ἀπὸ θερινῶν | |
145 | τροπῶν ποιούμενος αὔξεται μὲν μέχρι τῆς ἰσημερίας τῆς μετοπωρινῆς, ἐπάγων δ’ ἀεὶ νέαν ἰλὺν βρέχει τὴν γῆν ὁμοίως τήν τε ἀργὴν καὶ σπόριμον καὶ φυτεύσιμον τοσοῦτον χρόνον ὅσον ἂν οἱ γεωργοῦντες τὴν χώραν ἐθελήσωσι. (3) τοῦ γὰρ ὕδατος πραέως φερομένου ῥαιδίως ἀποτρέπουσιν αὐτὸν μικροῖς χώμασι καὶ πάλιν ἐπάγουσιν εὐχερῶς ταῦτα διαιροῦντες, ὅταν δόξηι συμφέρειν. (4) καθόλου δὲ τοσαύτην τοῖς | |
2a,86,F19(150) | μὲν ἔργοις εὐκοπίαν παρέχεται, τοῖς δ’ ἀνθρώποις λυσιτέλειαν, ὥστε τοὺς μὲν πλεί‐ στους τῶν γεωργῶν τοῖς ἀναξηραινομένοις τῆς γῆς τόποις ἐφισταμένους καὶ τὸ σπέρμα βάλλοντας ἐπάγειν τὰ βοσκήματα καὶ τούτοις συμπατήσαντας μετὰ τέτταρας ἢ πέντε μῆνας ἀπαντᾶν ἐπὶ τὸν θερισμόν, ἐνίους δὲ κούφοις ἀρότροις ἐπαγαγόντας βραχέως τὴν ἐπιφάνειαν τῆς βεβρεγμένης χώρας σωροὺς ἀναιρεῖσθαι τῶν καρπῶν χωρὶς | |
155 | δαπάνης πολλῆς καὶ κακοπαθείας. (5) ὅλως γὰρ πᾶσα γεωργία παρὰ μὲν τοῖς ἄλλοις | |
ἔθνεσι μετὰ μεγάλων ἀναλωμάτων καὶ ταλαιπωριῶν διοικεῖται, παρὰ δ’ Αἰγυπτίοις μόνοις ἐλαχίστοις δαπανήμασι καὶ πόνοις συγκομίζεται. ἥ τε ἀμπελόφυτος ὁμοίως ἀρδευομένη δαψίλειαν οἴνου τοῖς ἐγχωρίοις παρασκευάζει. (6) οἱ δὲ χερσεύειν ἐάσαν‐ τες τὴν χώραν τὴν ἐπικεκλυσμένην καὶ τοῖς ποιμνίοις ἀνέντες μηλόβοτον διὰ τὸ | ||
160 | πλῆθος τῆς νομῆς δὶς τεκόντα καὶ δὶς ἀποκαρέντα τὰ πρόβατα καρποῦνται. (7) τὸ δὲ γινόμενον ΠΕΡΙ ΤΗΝ ΑΝΑΒΑΣΙΝ ΤΟΥ ΝΕΙΛΟΥ τοῖς μὲν ἰδοῦσι θαυμαστὸν φαίνεται, τοῖς δ’ ἀκούσασι παντελῶς ἄπιστον. τῶν γὰρ ἄλλων ποταμῶν ἁπάντων περὶ τὰς θερινὰς τροπὰς ἐλαττουμένων, καὶ κατὰ τὸν ἑξῆς χρόνον τοῦ θέρους ἀεὶ μᾶλλον ταπεινουμένων, οὗτος μόνος τότε τὴν ἀρχὴν λαβὼν τῆς πληρώσεως | |
165 | ἐπὶ τοσοῦτον αὔξεται καθ’ ἡμέραν ὥστε τὸ τελευταῖον πᾶσαν σχεδὸν ἐπικλύζειν τὴν Αἴγυπτον. (8) ὡσαύτως δὲ πάλιν εἰς τοὐναντίον μεταβαλὼν τὸν ἴσον χρόνον καθ’ ἡμέραν ἐκ τοῦ κατ’ ὀλίγον ταπεινοῦται μέχρι ἂν εἰς τὴν προυπάρξασαν ἀφίκηται τάξιν. καὶ τῆς μὲν χώρας οὔσης πεδιάδος, τῶν δὲ πόλεων καὶ τῶν κωμῶν, ἔτι δὲ τῶν ἀγροικιῶν κειμένων ἐπὶ χειροποιήτων χωμάτων, ἡ πρόσοψις ὁμοία γίνεται ταῖς | |
170 | Κυκλάσι νήσοις. (9) τῶν δὲ χερσαίων θηρίων τὰ πολλὰ μὲν ὑπὸ τοῦ ποταμοῦ περι‐ ληφθέντα διαφθείρεται βαπτιζόμενα, τινὰ δ’ εἰς τοὺς μετεωροτέρους ἐκφεύγοντα τόπους διασώζεται, τὰ δὲ βοσκήματα κατὰ τὸν τῆς ἀναβάσεως χρόνον ἐν ταῖς κώμαις καὶ ταῖς ἀγροικίαις διατρέφεται, προπαρασκευαζομένης αὐτοῖς τῆς τροφῆς. (10) οἱ δ’ ὄχλοι πάντα τὸν τῆς πληρώσεως χρόνον ἀπολελυμένοι τῶν ἔργων εἰς ἄνεσιν | |
175 | τρέπονται, συνεχῶς ἑστιώμενοι καὶ πάντων τῶν πρὸς ἡδονὴν ἀνηκόντων ἀνεμποδίστως ἀπολαύοντες. (11) διὰ δὲ τὴν ἀγωνίαν τὴν ἐκ τῆς ἀναβάσεως τοῦ ποταμοῦ γινο‐ μένην κατεσκεύασται Νειλοσκοπεῖον ὑπὸ τῶν βασιλέων ἐκ τῆι Μέμφει. ἐν τούτωι δὲ τὴν ἀνάβασιν ἀκριβῶς ἐκμετροῦντες οἱ τὴν τούτου διοίκησιν ἔχοντες ἐξαποστέλλουσιν εἰς τὰς πόλεις ἐπιστολάς, διασαφοῦντες πόσους πήχεις ἢ δακτύλους ἀναβέβηκεν ὁ | |
180 | ποταμὸς καὶ πότε τὴν ἀρχὴν πεποίηται τῆς ἐλαττώσεως. (12) διὰ δὲ τοῦ τοιούτου τρόπου τῆς μὲν ἀγωνίας ἀπολύεται πᾶς ὁ λαός, πυθόμενος τὴν τῆς αὐξήσεως εἰς τοὐναντίον μεταβολήν, τὸ δὲ πλῆθος τῶν ἐσομένων καρπῶν εὐθὺς ἅπαντες προ‐ επεγνώκασιν, ἐκ πολλῶν χρόνων τῆς παρατηρήσεως ταύτης παρὰ τοῖς Αἰγυπτίοις ἀκριβῶς ἀναγεγραμμένης. | |
185 | (37) μεγάλης δ’ οὔσης ἀπορίας ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΠΟΤΑΜΟΥ ΠΛΗΡΩΣΕΩΣ, ἐπικεχειρήκασι πολλοὶ τῶν τε φιλοσόφων καὶ τῶν ἱστορικῶν ἀποδιδόναι τὰς ταύτης αἰτίας· περὶ ὧν ἐν κεφαλαίοις ἐροῦμεν, ἵνα μήτε μακρὰς ποιώμεθα τὰς παρεκβάσεις μήτε ἄγραφον τὸ παρὰ πᾶσιν ἐπιζητούμενον ἀπολείπωμεν. (2) ὅλως γὰρ ὑπὲρ τῆς ἀναβάσεως τοῦ Νείλου καὶ τῶν πηγῶν, ἔτι δὲ τῆς εἰς θάλατταν ἐκβολῆς καὶ τῶν | |
190 | ἄλλων ὧν ἔχει διαφορῶν παρὰ τοὺς ἄλλους ποταμούς, μέγιστος ὢν τῶν κατὰ τὴν οἰκουμένην, τινὲς μὲν τῶν συγγραφέων ἁπλῶς οὐκ ἐτόλμησαν οὐδὲν εἰπεῖν, καίπερ εἰωθότες μηκύνειν ἐνίοτε περὶ χειμάρρου τοῦ τυχόντος, τινὲς δ’ ἐπιβαλόμενοι λέγειν περὶ τῶν ἐπιζητουμένων πολὺ τῆς ἀληθείας διήμαρτον. (3) οἱ μὲν γὰρ περὶ τὸν ΕΛΛΑΝΙΚΟΝ (4 F 173) καὶ ΚΑΔΜΟΝ (III), ἔτι δ’ ΕΚΑΤΑΙΟΝ (1 F 302) καὶ | |
195 | πάντες οἱ τοιοῦτοι, παλαιοὶ παντάπασιν ὄντες, εἰς τὰς μυθώδεις ἀποφάσεις ἀπέκλιναν. (4) ΗΡΟΔΟΤΟΣ δὲ [ὁ] πολυπράγμων, εἰ καί τις ἄλλος, γεγονὼς καὶ πολλῆς ἱστορίας ἔμπειρος ἐπικεχείρηκε μὲν περὶ τούτων ἀποδιδόναι λόγον, ἠκολουθηκὼς δὲ ἀντιλεγο‐ μέναις ὑπονοίαις εὑρίσκεται (II 19ff.). ΞΕΝΟΦΩΝ δὲ καὶ ΘΟΥΚΥΔΙΔΗΣ, ἐπαινού‐ μενοι κατὰ τὴν ἀλήθειαν τῶν ἱστοριῶν, ἀπέσχοντο τελέως κατὰ τὴν γραφὴν τῶν τόπων | |
2a,86,F19(200) | τῶν κατ’ Αἴγυπτον. οἱ δὲ περὶ τὸν ΕΦΟΡΟΝ (70 F 65) καὶ ΘΕΟΠΟΜΠΟΝ (115 F 293) μάλιστα πάντων εἰς ταῦτ’ ἐπιταθέντες ἥκιστα τῆς ἀληθείας ἐπέτυχον. καὶ διεσφάλησαν οὗτοι πάντες οὐ διὰ τὴν ἀμέλειαν, ἀλλὰ διὰ τὴν τῆς χώρας ἰδιότητα. (5) ἀπὸ γὰρ τῶν ἀρχαίων χρόνων ἄχρι Πτολεμαίου τοῦ Φιλαδέλφου προσαγορευθέντος οὐχ ὅπως τινὲς τῶν Ἑλλήνων ὑπερέβαλον εἰς Αἰθιοπίαν, ἀλλ’ οὐδὲ μέχρι τῶν ὅρων τῆς Αἰγύπτου | |
205 | προσανέβησαν· οὕτως ἄξενα πάντα ἦν τὰ περὶ τοὺς τόπους τούτους καὶ παντελῶς ἐπικίνδυνα. τοῦ δὲ προειρημένου βασιλέως μεθ’ Ἑλληνικῆς δυνάμεως εἰς Αἰθιοπίαν πρώτου στρατεύσαντος ἐπεγνώσθη τὰ κατὰ τὴν χώραν ταύτην ἀκριβέστερον ἀπὸ τούτων τῶν χρόνων. (6) τῆς μὲν οὖν τῶν προτέρων συγγραφέων ἀγνοίας τοιαύ‐ τας τὰς αἰτίας συνέβη γενέσθαι· τὰς δὲ ΠΗΓΑΣ ΤΟΥ ΝΕΙΛΟΥ καὶ τὸν τόπον ἐξ | |
210 | οὗ λαμβάνει τὴν ἀρχὴν τοῦ ῥεύματος ἑορακέναι μὲν μέχρι τῶνδε τῶν ἱστοριῶν γραφο‐ μένων οὐδεὶς εἴρηκεν οὐδὲ ἀκοὴν ἀπεφήνατο παρὰ τῶν ἑορακέναι διαβεβαιουμένων. (7) διὸ καὶ τοῦ πράγματος εἰς ὑπόνοιαν καὶ καταστοχασμὸν πιθανὸν καταντῶντος, οἱ μὲν κατ’ Αἴγυπτον ἱερεῖς ἀπὸ τοῦ περιρρέοντος τὴν οἰκουμένην ὠκεανοῦ φασιν αὐτὸν τὴν σύστασιν λαμβάνειν, ὑγιὲς μὲν οὐδὲν λέγοντες, ἀπορίαι δὲ τὴν ἀπορίαν | |
215 | λύοντες καὶ λόγον φέροντες εἰς πίστιν αὐτὸν πολλῆς πίστεως προσδεόμενον. (8) τῶν δὲ Τρωγλοδυτῶν οἱ μεταναστάντες ἐκ τῶν ἄνω τόπων διὰ καῦμα, προσαγορευόμενοι δὲ Βόλγιοι, λέγουσιν ἐμφάσεις τινὰς εἶναι περὶ τοὺς τόπους ἐκείνους, ἐξ ὧν ἄν τις συλλογίσαιτο διότι πολλῶν πηγῶν εἰς ἕνα τόπον ἀθροιζομένων συνίσταται τὸ ῥεῦμα τοῦ Νείλου· διὸ καὶ πολυγονώτατον αὐτὸν ὑπάρχειν πάντων τῶν γνωριζομένων | |
220 | ποταμῶν. (9) οἱ δὲ περιοικοῦντες τὴν νῆσον τὴν ὀνομαζομένην Μερόην, οἷς καὶ μάλιστ’ ἄν τις συγκατάθοιτο, τῆς μὲν κατὰ τὸ πιθανὸν εὑρησιλογίας πολὺ κεχωρισμέ‐ νοις, τῶν δὲ τόπων τῶν ζητουμένων ἔγγιστα κειμένοις, τοσοῦτον ἀπέχουσιν τοῦ λέγειν τι περὶ τούτων ἀκριβῶς ὥστε καὶ τὸν ποταμὸν Ἀστάπουν προσηγορεύκασιν, ὅπερ ἐστὶ μεθερμηνευόμενον εἰς τὴν Ἑλλήνων διάλεκτον Ἐκ τοῦ σκότους ὕδωρ. (10) οὗτοι | |
225 | μὲν οὖν τῶι Νείλωι τῆς ἐν τοῖς τόποις ἀθεωρησίας καὶ τῆς ἰδίας ἀγνοίας οἰκείαν ἔταξαν προσηγορίαν· ἡμῖν δ’ ἀληθέστατος εἶναι δοκεῖ λόγος ὁ πλεῖστον ἀπέχων τοῦ προσποιήματος. (11) οὐκ ἀγνοῶ δὲ ὅτι τὴν πρὸς τὴν ἕω τοῦ ποταμοῦ τούτου καὶ τὴν πρὸς ἑσπέραν Λιβύην ἀφορίζων Ἡρόδοτος (II 32) ἀνατίθησι Λίβυσι τοῖς ὀνο‐ μαζομένοις Νασαμῶσι τὴν ἀκριβῆ θεωρίαν τοῦ ῥείθρου, καί φησιν ἔκ τινος λίμνης | |
230 | λαμβάνοντα τὴν ἀρχὴν τὸν Νεῖλον φέρεσθαι διὰ χώρας Αἰθιοπικῆς ἀμυθήτου· οὐ μὴν αὐτόθεν οὔτε τοῖς εἰποῦσι Λίβυσιν, εἴπερ καὶ πρὸς ἀλήθειαν εἰρήκασιν, οὔτε τῶι συγγραφεῖ προσεκτέον ἀναπόδεικτα λέγοντι. (38) ἐπειδὴ δὲ περὶ τῶν πηγῶν καὶ τῆς ῥύσεως αὐτοῦ διεληλύθαμεν, πειρασό‐ μεθα ΤΑΣ ΑΙΤΙΑΣ ἀποδιδόναι ΤΗΣ ΠΛΗΡΩΣΕΩΣ. (2) ΘΑΛΗΣ μὲν οὖν, εἷς τῶν | |
235 | ἑπτὰ σοφῶν ὀνομαζόμενος, φησὶ (1 A 16 Diels) τοὺς ἐτησίας ἀντιπνέοντας ταῖς ἐκ‐ βολαῖς τοῦ ποταμοῦ κωλύειν εἰς θάλατταν προχεῖσθαι τὸ ῥεῦμα, καὶ διὰ τοῦτ’ αὐτὸν πληρούμενον ἐπικλύζειν ταπεινὴν οὖσαν καὶ πεδιάδα τὴν Αἴγυπτον. (3) τοῦ δὲ λόγου τούτου, καίπερ εἶναι δοκοῦντος πιθανοῦ, ῥάιδιον ἐξελέγξαι τὸ ψεῦδος. εἰ γὰρ ἦν ἀληθὲς τὸ προειρημένον, οἱ ποταμοὶ πάντες ἂν οἱ τοῖς ἐτησίαις ἐναντίας τὰς ἐκβολὰς | |
240 | ἔχοντες ἐποιοῦντο τὴν ὁμοίαν ἀνάβασιν· οὗ μηδαμοῦ τῆς οἰκουμένης συμβαίνοντος ζητητέον ἑτέραν αἰτίαν ἀληθινὴν τῆς πληρώσεως. (4) ΑΝΑΞΑΓΟΡΑΣ δ’ ὁ φυσικὸς (46 A 91) ἀπεφήνατο τῆς ἀναβάσεως αἰτίαν εἶναι τὴν τηκομένην χιόνα κατὰ τὴν Αἰ‐ | |
θιοπίαν, ὧι καὶ ὁ ποιητὴς Εὐριπίδης μαθητὴς ὢν ἠκολούθηκε· λέγει γοῦν (F 228 N2) ‘Νείλου λιπὼν κάλλιστον ἐκ γαίας ὕδωρ, ὃς ἐκ μελαμβρότοιο πληροῦται ῥοὰς Αἰθιο‐ | ||
245 | πίδος γῆς, ἡνίκ’ ἂν τακῆι χιών‘. (5) καὶ ταύτην δὲ τὴν ἀπόφασιν οὐ πολλῆς ἀν‐ τιρρήσεως δεῖσθαι συμβέβηκε. φανεροῦ πᾶσιν ὄντος ὅτι διὰ τὴν ὑπερβολὴν τῶν καυμάτων ἀδύνατον χιόνα πίπτειν περὶ τὴν Αἰθιοπίαν. (6) καθόλου γὰρ περὶ τοὺς τόπους τούτους οὔτε πάγος οὔτε ψῦχος οὔθ’ ὅλως χειμῶνος ἔμφασις γίνεται, καὶ μάλιστα περὶ τὴν ἀνάβασιν τοῦ Νείλου. εἰ δέ τις καὶ συγχωρήσαι χιόνος εἶναι | |
2a,86,F19(250) | πλῆθος ἐν τοῖς ὑπὲρ Αἰθιοπίαν τόποις, ὅμως ἐλέγχεται τὸ ψεῦδος τῆς ἀποφάσεως· (7) πᾶς γὰρ ποταμὸς ἀπὸ χιόνος ῥέων ὁμολογουμένως αὔρας ἀναδίδωσι ψυχρὰς καὶ τὸν ἀέρα παχύνει· περὶ δὲ τὸν Νεῖλον μόνον τῶν ποταμῶν οὔτε νέφους ὑποστάσεις ὑπάρχουσιν οὔτ’ αὖραι ψυχραὶ γίνονται οὔθ’ ὁ ἀὴρ παχύνεται. (8) ΗΡΟΔΟΤΟΣ δέ φησι (II 24—25) τὸν Νεῖλον εἶναι μὲν φύσει τηλικοῦτον ἡλίκος γίνεται κατὰ τὴν πλή‐ | |
255 | ρωσιν, ἐν δὲ τῶι χειμῶνι τὸν ἥλιον κατὰ τὴν Λιβύην φερόμενον ἐπισπᾶσθαι πρὸς ἑαυ‐ τὸν πολλὴν ὑγρασίαν ἐκ τοῦ Νείλου, καὶ διὰ τοῦτο περὶ τοὺς καιροὺς τούτους παρὰ φύσιν ἐλάττονα γίνεσθαι τὸν ποταμόν· (9) τοῦ δὲ θέρους ἐπιστάντος ἀποχωροῦντα τῆι φορᾶι τὸν ἥλιον πρὸς τὰς ἄρκτους ἀναξηραίνειν καὶ ταπεινοῦν τούς τε περὶ τὴν Ἑλλάδα ποταμοὺς καὶ τοὺς κατὰ τὴν ἄλλην χώραν τὴν ὁμοίως ἐκείνηι κειμένην. | |
260 | (10) οὐκέτ’ οὖν εἶναι παράδοξον τὸ γινόμενον περὶ τὸν Νεῖλον· οὐ γὰρ ἐν τοῖς καύ‐ μασιν αὔξεσθαι, κατὰ τὸν χειμῶνα δὲ ταπεινοῦσθαι διὰ τὴν προειρημένην αἰτίαν. (11) ῥητέον οὖν καὶ πρὸς τοῦτον ὅτι καθῆκον ἦν, ὥσπερ ἀπὸ τοῦ Νείλου τὴν ὑγρα‐ σίαν ὁ ἥλιος ἐφ’ ἑαυτὸν ἐπισπᾶται κατὰ τοὺς τοῦ χειμῶνος καιρούς, οὕτω καὶ ἀπὸ τῶν ἄλλων τῶν κατὰ τὴν Λιβύην ὄντων ποταμῶν ἀναλαμβάνειν τι τῶν ὑγρῶν καὶ | |
265 | ταπεινοῦν τὰ φερόμενα ῥεύματα. (12) ἐπεὶ δ’ οὐδαμοῦ τῆς Λιβύης οὐδὲν τοιοῦτον γινόμενον θεωρεῖται, περιφανῶς ὁ συγγραφεὺς σχεδιάζων εὑρίσκεται· καὶ γὰρ οἱ περὶ τὴν Ἑλλάδα ποταμοὶ τὴν αὔξησιν ἐν τῶι χειμῶνι λαμβάνουσιν οὐ διὰ τὸ μακρότερον ἀφίστασθαι τὸν ἥλιον, ἀλλὰ διὰ τὸ πλῆθος τῶν γινομένων ὄμβρων. (39) ΔΗΜΟ‐ ΚΡΙΤΟΣ δ’ ὁ Ἀβδηρίτης φησὶν (55 A 99) οὐ τὸν περὶ τὴν μεσημβρίαν τόπον χιονί‐ | |
270 | ζεσθαι, καθάπερ εἴρηκεν Εὐριπίδης καὶ Ἀναξαγόρας, ἀλλὰ τὸν περὶ τὰς ἄρκτους, καὶ τοῦτο ἐμφανὲς εἶναι πᾶσι. (2) τὸ δὲ πλῆθος τῆς σωρευομένης χιόνος ἐν τοῖς βορείοις μέρεσι περὶ μὲν τὰς τροπὰς μένειν πεπηγός, ἐν δὲ τῶι θέρει διαλυομένων ὑπὸ τῆς θερμασίας τῶν πάγων πολλὴν τηκεδόνα γίνεσθαι, καὶ διὰ τοῦτο πολλὰ γεννᾶσθαι καὶ παχέα νέφη περὶ τοὺς μετεωροτέρους τῶν τόπων, δαψιλοῦς τῆς ἀναθυμιάσεως | |
275 | πρὸς τὸ ὕψος αἰρομένης. (3) ταῦτα δ’ ὑπὸ τῶν ἐτησίων ἐλαύνεσθαι, μέχρι ἂν ὅτου προσπέσηι τοῖς μεγίστοις ὄρεσι τῶν κατὰ τὴν οἰκουμένην, ἅ φησιν εἶναι περὶ τὴν Αἰθιοπίαν· ἔπειτα πρὸς τούτοις οὖσιν ὑψηλοῖς βιαίως θραυόμενα παμμεγέθεις ὄμβρους γεννᾶν, ἐξ ὧν πληροῦσθαι τὸν ποταμὸν μάλιστα κατὰ τὴν τῶν ἐτησίων ὥραν. (4) ῥάιδιον δὲ καὶ τοῦτον ἐξελέγξαι τοὺς χρόνους τῆς αὐξήσεως ἀκριβῶς ἐξε‐ | |
280 | τάζοντα· ὁ γὰρ Νεῖλος ἄρχεται μὲν πληροῦσθαι κατὰ τὰς θερινὰς τροπάς, οὔπω τῶν ἐτησίων πνεόντων, λήγει δ’ ὕστερον ἰσημερίας φθινοπωρινῆς, πάλαι προπεπαυμένων τῶν εἰρημένων ἀνέμων. (5) ὅταν οὖν ἡ τῆς πείρας ἀκρίβεια κατισχύηι τὴν τῶν λόγων πιθανότητα, τὴν μὲν ἐπίνοιαν τἀνδρὸς ἀποδεκτέον, τὴν δὲ πίστιν τοῖς ὑπ’ αὐτοῦ λεγομένοις οὐ δοτέον. (6) παρίημι γὰρ καὶ διότι τοὺς ἐτησίας ἰδεῖν ἐστιν | |
285 | οὐδέν τι μᾶλλον ἀπὸ τῆς ἄρκτου πνέοντας ἤπερ τῆς ἑσπέρας· οὐ βορέαι γὰρ οὐδ’ ἀπαρκτίαι μόνοι, ἀλλὰ καὶ οἱ πνέοντες ἀπὸ θερινῆς δύσεως ἀργέσται κοινωνοῦσι | |
τῆς τῶν ἐτησίων προσηγορίας. τό τε λέγειν ὡς μέγιστα συμβαίνει τῶν ὀρῶν ὑπάρχειν τὰ περὶ τὴν Αἰθιοπίαν οὐ μόνον ἀναπόδεικτόν ἐστιν, ἀλλ’ οὐδὲ τὴν πίστιν ἔχει διὰ τῆς ἐναργείας συγχωρουμένην. (7) ΕΦΟΡΟΣ (70 F 65) δὲ καινοτάτην αἰτίαν εἰσφέρων | ||
290 | πιθανολογεῖν μὲν πειρᾶται, τῆς δ’ ἀληθείας οὐδαμῶς ἐπιτυγχάνων θεωρεῖται. φησὶ γὰρ τὴν Αἴγυπτον ἅπασαν οὖσαν ποταμόχωστον καὶ χαύνην, ἔτι δὲ κισηρώδη τὴν φύσιν, ῥαγάδας τε μεγάλας καὶ διηνεκεῖς ἔχειν, διὰ δὲ τούτων εἰς ἑαυτὴν ἀναλαμ‐ βάνειν ὑγροῦ πλῆθος· καὶ κατὰ μὲν τὴν χειμερινὴν ὥραν συνέχειν ἐν ἑαυτῆι τοῦτο, κατὰ δὲ τὴν θερινὴν ὥσπερ ἱδρῶτάς τινας ἐξ ἑαυτῆς πανταχόθεν ἀνιέναι καὶ διὰ | |
295 | τούτων πληροῦν τὸν ποταμόν. (8) ὁ δὲ συγγραφεὺς οὗτος οὐ μόνον ἡμῖν φαίνεται μὴ τεθεαμένος τὴν φύσιν τῶν κατὰ τὴν Αἴγυπτον τόπων, ἀλλὰ μηδὲ παρὰ τῶν εἰδό‐ των τὰ κατὰ τὴν χώραν ταύτην ἐπιμελῶς πεπυσμένος. (9) πρῶτον μὲν γὰρ εἴπερ ἐξ αὐτῆς τῆς Αἰγύπτου ὁ Νεῖλος τὴν αὔξησιν ἐλάμβανεν, οὐκ ἂν ἐν τοῖς ἀνωτέρω μέρεσιν ἐπληροῦτο, διά τε πετρώδους καὶ στερεᾶς χώρας φερόμενος· νῦν δὲ πλείω | |
2a,86,F19(300) | τῶν ἑξακισχιλίων σταδίων διὰ τῆς Αἰθιοπίας ῥέων τὴν πλήρωσιν ἔχει πρὶν ἢ ψαῦσαι τῆς Αἰγύπτου. (10) ἔπειτ’ εἰ μὲν τὸ ῥεῦμα τοῦ Νείλου ταπεινότερον ἦν τῶν κατὰ τὴν ποταμόχωστον γῆν ἀραιωμάτων, ἐπιπολαίους ἂν εἶναι τὰς ῥαγάδας συνέβαινε, καθ’ ἃς ἀδύνατον ἦν διαμένειν τοσοῦτο πλῆθος ὕδατος· εἰ δ’ ὑψηλότερον τόπον ἐπεῖχεν ὁ ποταμὸς τῶν ἀραιωμάτων, ἀδύνατον ἦν ἐκ τῶν ταπεινοτέρων κοιλωμάτων | |
305 | εἰς τὴν ὑψηλοτέραν ἐπιφάνειαν τὴν τῶν ὑγρῶν σύρρυσιν γίνεσθαι. (11) καθόλου δὲ τίς ἂν δυνατὸν ἡγήσαιτο τοὺς ἐκ τῶν κατὰ τὴν γῆν ἀραιωμάτων ἱδρῶτας τοσαύτην αὔξησιν τοῦ ποταμοῦ ποιεῖν ὥστε ὑπ’ αὐτοῦ σχεδὸν πᾶσαν τὴν Αἴγυπτον ἐπικλύζε‐ σθαι; ἀφίημι γὰρ καὶ τὸ ψεῦδος τῆς τε ποταμοχώστου γῆς καὶ τῶν ἐν τοῖς ἀραιώμασι τηρουμένων ὑδάτων, ἐμφανῶν ὄντων τῶν ἐν τούτοις ἐλέγχων. (12) ὁ μὲν γὰρ Μαί‐ | |
310 | ανδρος ποταμὸς κατὰ τὴν Ἀσίαν πολλὴν χώραν πεποίηκε ποταμόχωστον, ἐν ἧι τῶν συμβαινόντων περὶ τὴν ἀναπλήρωσιν τοῦ Νείλου τὸ σύνολον οὐδὲν θεωρεῖται γινό‐ μενον. (13) ὁμοίως δὲ τούτωι περὶ μὲν τὴν Ἀκαρνανίαν ὁ καλούμενος Ἀχελῶιος ποτα‐ μός, περὶ δὲ τὴν Βοιωτίαν ὁ Κηφισὸς φερόμενος ἐκ τῶν Φωκέων προσκέχωκεν οὐκ ὀλίγην χώραν, ἐφ’ ὧν ἀμφοτέρων ἐλέγχεται φανερῶς τὸ ψεῦδος τοῦ συγγραφέως. | |
315 | ἀλλὰ γὰρ οὐκ ἄν τις παρ’ Ἐφόρωι ζητήσειεν ἐκ παντὸς τρόπου τἀκριβές, ὁρῶν αὐτὸν ἐν πολλοῖς ὠλιγωρηκότα τῆς ἀληθείας. (40) ΤΩΝ Δ ΕΝ ΜΕΜΦΕΙ ΤΙΝΕΣ ΦΙΛΟ‐ ΣΟΦΩΝ ἐπεχείρησαν αἰτίαν φέρειν τῆς πληρώσεως ἀνεξέλεγκτον μᾶλλον ἢ πιθανήν, ἧι πολλοὶ συγκατατέθεινται. (2) διαιρούμενοι γὰρ τὴν γῆν εἰς τρία μέρη φασὶν ὑπάρχειν ἓν μὲν τὸ κατὰ τὴν ἡμετέραν οἰκουμένην, ἕτερον δὲ τὸ τούτοις τοῖς τόποις | |
320 | ἀντιπεπονθὸς ταῖς ὥραις, τὸ δὲ τρίτον μεταξὺ μὲν κεῖσθαι τούτων, ὑπάρχειν δὲ διὰ καῦμα ἀοίκητον. (3) εἰ μὲν οὖν ὁ Νεῖλος ἀνέβαινε κατὰ τὸν τοῦ χειμῶνος καιρόν, δῆλον ὑπῆρχεν ὡς ἐκ τῆς καθ’ ἡμᾶς ζώνης λαμβάνει τὴν ἐπίρρυσιν διὰ τὸ περὶ τούτους τοὺς καιροὺς μάλιστα γίνεσθαι παρ’ ἡμῖν τὰς ἐπομβρίας· ἐπεὶ δὲ τοὐναντίον περὶ τὸ θέρος πληροῦται, πιθανὸν εἶναι κατὰ τοὺς ἀντικειμένους τόπους γεννᾶσθαι | |
325 | τοὺς χειμῶνας καὶ τὸ πλεονάζον τῶν κατ’ ἐκείνους τοὺς τόπους ὑδάτων εἰς τὴν καθ’ ἡμᾶς οἰκουμένην φέρεσθαι. (4) διὸ καὶ πρὸς τὰς πηγὰς τοῦ Νείλου μηδένα δύνασθαι παρελθεῖν, ὡς ἂν ἐκ τῆς ἐναντίας ζώνης διὰ τῆς ἀοικήτου φερομένου τοῦ ποταμοῦ. μαρτυρεῖν δὲ τούτοις καὶ τὴν ὑπερβολὴν τῆς γλυκύτητος τοῦ κατὰ τὸν Νεῖλον ὕδατος· διὰ γὰρ τῆς κατακεκαυμένης αὐτὸν ῥέοντα καθέψεσθαι καὶ διὰ τοῦτο γλυκύτατον | |
330 | εἶναι πάντων τῶν ποταμῶν, ἅτε φύσει τοῦ πυρώδους πᾶν τὸ ὑγρὸν ἀπογλυκαίνοντος. (5) οὗτος δ’ ὁ λόγος ἔχει μέν τινα φανερὰν καὶ πρόχειρον ἀντίρρησιν, ὅτι παντελῶς ἀδύνατον εἶναι δοκεῖ ποταμὸν ἐκ τῆς ἀντικειμένης οἰκουμένης εἰς τὴν ἡμετέραν ἀναφέρεσθαι, καὶ μάλιστ’ εἴ τις ὑπόθοιτο σφαιροειδῆ τὴν γῆν ὑπάρχειν. καὶ γὰρ ἐάν τις τοῖς λόγοις κατατολμήσας βιάζηται τὴν ἐνάργειαν, ἥ γε φύσις τῶν πραγμάτων | |
335 | οὐδαμῶς συγχωρήσει. καθόλου μὲν γὰρ ἀνεξέλεγκτον ἀπόφασιν εἰσηγούμενοι καὶ τὴν ἀοίκητον χώραν μεταξὺ τιθέμενοι, ταύτηι διαφεύξεσθαι τοὺς ἀκριβεῖς ἐλέγχους νομίζουσι. (6) δίκαιον δὲ τοὺς περί τινων διαβεβαιουμένους ἢ τὴν ἐνάργειαν παρέ‐ χεσθαι μαρτυροῦσαν ἢ τὰς ἀποδείξεις λαμβάνειν ἐξ ἀρχῆς συγκεχωρημένας. πῶς δὲ μόνος ὁ Νεῖλος ἐξ ἐκείνης τῆς οἰκουμένης φέρεται πρὸς τοὺς καθ’ ἡμᾶς τόπους; | |
340 | εἰκὸς γὰρ εἶναι καὶ ἑτέρους 〈ἐκεῖ〉 ποταμούς, καθάπερ καὶ παρ’ ἡμῖν. (7) ἥ τε τῆς περὶ τὸ ὕδωρ γλυκύτητος αἰτία παντελῶς ἄλογος. εἰ γὰρ καθεψόμενος ὑπὸ τῶν καυμάτων ὁ ποταμὸς ἐγλυκαίνετο, πολύγονος οὐκ ἂν ἦν οὐδὲ ποικίλας ἰχθύων καὶ θηρίων ἰδέας εἶχε· πᾶν γὰρ ὕδωρ ὑπὸ τῆς πυρώδους φύσεως ἀλλοιωθὲν ἀλλοτριώ‐ τατόν ἐστι ζωογονίας. (8) διόπερ τῆι παρεισαγομένηι καθεψήσει τῆς φύσεως τοῦ | |
345 | Νείλου παντάπασιν ἐναντιουμένης ψευδεῖς τὰς εἰρημένας αἰτίας τῆς πληρώσεως ἡγη‐ τέον. (41) ΟΙΝΟΠΙΔΗΣ δὲ ὁ Χῖός φησι (29, 11 Diels) κατὰ μὲν τὴν θερινὴν ὥραν τὰ ὕδατα 〈τὰ〉 κατὰ τὴν γῆν εἶναι ψυχρά, τοῦ δὲ χειμῶνος τοὐναντίον θερμά, καὶ τοῦτο εὔδηλον ἐπὶ τῶν βαθέων φρεάτων γίνεσθαι· κατὰ μὲν γὰρ τὴν ἀκμὴν τοῦ χειμῶνος ἥκιστα τὸ ὕδωρ ἐν αὐτοῖς ὑπάρχειν ψυχρόν, κατὰ δὲ τὰ μέγιστα καύματα ψυχρότατον | |
2a,86,F19(350) | ἐξ αὐτῶν ὑγρὸν ἀναφέρεσθαι. (2) διὸ καὶ τὸν Νεῖλον εὐλόγως κατὰ μὲν τὸν χειμῶνα μικρὸν εἶναι καὶ συστέλλεσθαι διὰ τὸ τὴν μὲν κατὰ γῆν θερμασίαν τὸ πολὺ τῆς ὑγρᾶς οὐσίας ἀναλίσκειν, ὄμβρους δὲ κατὰ τὴν Αἴγυπτον μὴ γίνεσθαι· κατὰ δὲ τὸ θέρος μηκέτι τῆς κατὰ γῆν ἀπαναλώσεως γινομένης ἐν τοῖς κατὰ βάθος τόποις πληροῦσθαι τὴν κατὰ φύσιν αὐτοῦ ῥύσιν ἀνεμποδίστως. (3) ῥητέον δὲ καὶ πρὸς | |
355 | τοῦτον ὅτι πολλοὶ ποταμοὶ τῶν κατὰ τὴν Λιβύην ὁμοίως μὲν κείμενοι τοῖς στόμασι, παραπλησίους δὲ τὰς ῥύσεις ποιούμενοι, τὴν ἀνάβασιν οὐκ ἔχουσιν ἀνάλογον τῶι Νείλωι· τοὐναντίον γὰρ ἐν μὲν τῶι χειμῶνι πληρούμενοι, κατὰ δὲ τὸ θέρος λήγοντες ἐλέγχουσι τὸ ψεῦδος τοῦ πειρωμένου τοῖς πιθανοῖς καταμάχεσθαι τὴν ἀλήθειαν. (4) ἔγγιστα δὲ τῆι ἀληθείαι προσελήλυθεν ΑΓΑΘΑΡΧΙΔΗΣ ὁ Κνίδιος. | |
360 | φησὶ γὰρ κατ’ ἐνιαυτὸν ἐν τοῖς κατὰ τὴν Αἰθιοπίαν ὄρεσι γίνεσθαι συνεχεῖς ὄμβρους ἀπὸ θερινῶν τροπῶν μέχρι τῆς μετοπωρινῆς ἰσημερίας. (5) εὐλό‐ γως οὖν τὸν Νεῖλον ἐν μὲν τῶι χειμῶνι συστέλλεσθαι, τὴν κατὰ φύσιν ἔχοντα ῥύσιν ἀπὸ μόνων τῶν πηγῶν, κατὰ δὲ τὸ θέρος διὰ τοὺς ἐκχεομένους ὄμβρους λαμβάνειν τὴν αὔξησιν. (6) εἰ δὲ τὰς αἰτίας μηδεὶς ἀποδοῦναι | |
365 | δύναται μέχρι τοῦ νῦν τῆς τῶν ὑδάτων γενέσεως, οὐ προσήκειν ἀθετεῖσθαι τὴν ἰδίαν ἀπόφασιν· πολλὰ γὰρ τὴν φύσιν ἐναντίως φέρειν, ὧν τὰς αἰτίας οὐκ ἐφικτὸν ἀνθρώποις ἀκριβῶς ἐξευρεῖν. (7) μαρτυρεῖν δὲ τοῖς ὑφ’ ἑαυ‐ τοῦ λεγομένοις καὶ τὸ γινόμενον περί τινας τόπους τῆς Ἀσίας. πρὸς μὲν | |
γὰρ τοῖς τόποις τῆς Σκυθίας τοῖς πρὸς τὸ Καυκάσιον ὄρος συνάπτουσι, παρε‐ | ||
370 | ληλυθότος ἤδη τοῦ χειμῶνος, καθ’ ἕκαστον ἔτος νιφετοὺς ἐξαισίους γίνεσθαι συνεχῶς ἐπὶ πολλὰς ἡμέρας· ἐν δὲ τοῖς πρὸς βορρᾶν ἐστραμμένοις μέρεσι τῆς Ἰνδικῆς ὡρισμένοις καιροῖς καὶ χάλαζαν ἄπιστον τὸ μέγεθος καὶ τὸ πλῆθος καταράττειν· καὶ περὶ μὲν τὸν Ὑδάσπην ποταμὸν ἀρχομένου θέ‐ ρους συνεχεῖς ὄμβρους γίνεσθαι· κατὰ δὲ τὴν Αἰθιοπίαν μεθ’ ἡμέρας τινὰς | |
375 | ταὐτὸ συμβαίνειν, καὶ ταύτην τὴν περίστασιν κυκλουμένην ἀεὶ τοὺς συνεχεῖς τόπους χειμάζειν. (8) οὐδὲν οὖν εἶναι παράδοξον εἰ καὶ κατὰ τὴν Αἰθιο‐ πίαν τὴν κειμένην ὑπὲρ Αἰγύπτου συνεχεῖς ἐν τοῖς ὄρεσιν ὄμβροι κατα‐ ράττοντες ἐν τῶι θέρει πληροῦσι τὸν ποταμόν, ἄλλως τε καὶ τῆς ἐναργείας αὐτῆς μαρτυρουμένης ὑπὸ τῶν περὶ τοὺς τόπους οἰκούντων βαρβάρων. | |
380 | (9) εἰ δὲ τοῖς παρ’ ἡμῖν γινομένοις ἐναντίαν ἔχει τὰ λεγόμενα φύσιν, οὐ διὰ τοῦτ’ ἀπιστητέον· καὶ γὰρ τὸν νότον παρ’ ἡμῖν μὲν εἶναι χειμέριον, περὶ δὲ τὴν Αἰθιοπίαν αἴθριον ὑπάρχειν, καὶ τὰς βορείους πνοὰς περὶ μὲν τὴν Εὐρώπην εὐτόνους εἶναι, κατ’ ἐκείνην δὲ τὴν χώραν βληχρὰς καὶ ἀτόνους καὶ παντελῶς ἀσθενεῖς. | |
2a,86,F20a | JOSEPH. c. Ap. I 205: οὐκ ὀκνήσω δὲ καὶ τὸν ἐπ’ εὐηθείας διασυρμῶι ... μνήμην πεποιημένον ἡμῶν Ἀγαθαρχίδην ὀνομάσαι. (206) διηγούμενος γὰρ τὰ περὶ Στρατονίκην, ὃν τρόπον ἦλθεν μὲν εἰς Συρίαν ἐκ Μακεδονίας καταλιποῦσα τὸν ἑαυτῆς ἄνδρα Δημήτριον, Σελεύκου | |
5 | δὲ γαμεῖν αὐτὴν οὐ θελήσαντος, ὅπερ ἐκείνη προσεδόκησεν, ποιουμένου δὲ τὴν ἀπὸ Βαβυλῶνος στρατείαν αὐτοῦ τὰ περὶ τὴν Ἀντιόχειαν ἐνεωτέρισεν. (207) εἶθ’ ὡς ἀνέστρεψεν ὁ βασιλεύς, ἁλισκομένης τῆς Ἀντιοχείας εἰς Σελεύκειαν φυγοῦσα, παρὸν αὐτῆι ταχέως ἀποπλεῖν ἐνυπνίωι κωλύοντι πεισθεῖσα ἐλήφθη καὶ ἀπέθανεν. (208) ταῦτα προειπὼν ὁ Ἀγαθαρχίδης | |
10 | καὶ ἐπισκώπτων τῆι Στρατονίκηι τὴν δεισιδαιμονίαν παραδείγματι χρῆται τῶι περὶ ἡμῶν λόγωι καὶ γέγραφεν οὕτως· (209) «οἱ καλούμενοι Ἰουδαῖοι πόλιν οἰκοῦντες ὀχυρωτάτην πασῶν, ἣν καλεῖν Ἱεροσόλυμα συμβαίνει τοὺς ἐγχωρίους, ἀργεῖν εἰθι‐ σμένοι δι’ ἑβδόμης ἡμέρας καὶ μήτε τὰ ὅπλα βαστάζειν ἐν | |
15 | τοῖς εἰρημένοις χρόνοις μήτε γεωργίας ἅπτεσθαι μήτε ἄλλης ἐπιμελεῖσθαι λειτουργίας μηδεμιᾶς, ἀλλ’ ἐν τοῖς ἱεροῖς ἐκτετακότες τὰς χεῖρας εὔχεσθαι μέχρι τῆς ἑσπέ‐ ρας, (210) εἰσιόντος εἰς τὴν πόλιν Πτολεμαίου τοῦ | |
Λάγου μετὰ τῆς δυνάμεως καὶ τῶν ἀνθρώπων ἀντὶ τοῦ | ||
20 | φυλάττειν τὴν πόλιν διατηρούντων τὴν ἄνοιαν ἡ μὲν πατρὶς εἰλήφει δεσπότην πικρόν, ὁ δὲ νόμος ἐξηλέγχθη φαῦλον ἔχων ἐθισμόν. (211) τὸ δὲ συμβὰν πλὴν ἐκείνων τοὺς ἄλλους πάντας δεδίδαχε τηνικαῦτα φυγεῖν εἰς ἐνύπνια καὶ τὴν περὶ τοῦ νόμου παραδεδομένην ὑπό‐ | |
25 | νοιαν, ἡνίκα ἂν τοῖς ἀνθρωπίνοις λογισμοῖς περὶ τῶν διαπορουμένων ἐξασθενήσωσιν.» | |
2a,86,F20b | AJ XII 5: Ἀγαθαρ‐ χίδης ὁ Κνίδιος ὁ τὰς τῶν διαδόχων πράξεις συγγραψάμενος, ὀνειδίζων ἡμῖν δεισιδαιμονίαν ὡς δι’ αὐτὴν ἀποβαλοῦσι τὴν ἐλευθερίαν, λέγων οὕτως· «ἔστιν ἔθνος Ἰουδαίων λεγόμενον, οἳ πόλιν ὀχυρὰν καὶ | |
5 | μεγάλην ἔχοντες Ἱεροσόλυμα ταύτην ὑπερεῖδον ὑπὸ Πτολεμαίωι γενομένην ὅπλα λαβεῖν οὐ θελήσαντες, ἀλλὰ διὰ τὴν ἄκαιρον δεισιδαιμονίαν χαλεπὸν ὑπέμει‐ ναν ἔχειν δεσπότην.» | |
2a,86,F21a | PLIN. NH VII 14: similis et in Africa Psyllorum gens fuit, ut Agatharchides scribit, a Psyllo rege dicta, cuius sepulchrum in parte Syrtium maiorum est. horum corpori ingenitum fuit virus exitiale serpen‐ tibus et cuius odore sospirent eas; mos vero liberos genitos protinus obiciendi | |
5 | saevissimis earum eoque genere pudicitiam coniugum experiendi, non profu‐ gientibus adulterino sanguine natos serpentibus. haec gens ipsa quidem prope internecione sublata est a Nasamonibus 〈Herod. IV 173〉, qui nunc eas tenent sedes; genus tamen hominum ex iis qui profugerant aut cum pugnatum est afuerant hodieque remanet in paucis. | |
2a,86,F21b | AELIAN. NA XVI 27: Ἀγαθαρ‐ χίδης φησὶν εἶναι γένος ἐν τῆι Λιβύηι τινῶν ἀνθρώπων καὶ μέντοι καὶ καλεῖσθαι αὐτοὺς Ψύλλους. καὶ ὅσα μὲν κατὰ τὸν ἄλλον βίον τῶν λοιπῶν ἀνθρώπων διαφέρειν οὐδὲ ἕν, τὸ δὲ σῶμα ἔχειν ξένον τε καὶ παράδοξον | |
5 | ὡς πρὸς τοὺς ἑτεροφύλους ἀντικρινόμενον. τὰ γάρ τοι ζῶια τὰ δακετὰ καὶ τὰ ἐγχρίμπτοντα πάμπολλα ὄντα μηδὲν αὐτοὺς μόνους ἀδικεῖν. οὔτε γοῦν ὄφεως δακόντος ἐπαίουσιν οὔτε φαλαγγίου νύξαντος [ὡς] τοὺς ἄλλους ἐς θάνατον οὔτε μὴν σκορπίου κέντρον ἀπερείσαντος. ἐπὰν δὲ ἄρα τούτων προσπελάσηι τι καὶ παραψαύσηι τοῦ σώματος καὶ ἅμα καὶ τῆς ὀσμῆς τῆς | |
10 | ἐκείνων [ψαύσηι ἢ] σπάσηι, ὥσπερ οὖν φαρμάκου γευσάμενον ὑπνοποιοῦ κάρωσίν τινα ἑλκτικὴν ἐς ἀναισθησίαν ἐμποιοῦντος, ἐξασθενεῖ καὶ παρεῖται, ἔστ’ ἂν παραδράμηι ὁ ἄνθρωπος. ὅπως δὲ ἐλέγχουσι τὰ ἑαυτῶν βρέφη εἴτε ἐστὶ γνήσια εἴτε καὶ νόθα, ἐν τοῖς ἑρπετοῖς βασανίζοντες ὡς ἐν τῶι | |
πυρὶ τὸν χρυσὸν οἱ βάναυσοι χρυσουργοί, ἀνωτέρω (I 57) εἶπον. | ||
2a,86,F22 | PLIN. NH VII 28: Ctesias (III) gentem ex his quae appelletur Pandarae in convallibus sitam annos ducenos vivere ... contra alios quadra‐ genos non excedere annos, iunctos Macrobiis, quorum feminae semel pariant. | |
idque et Agatharchides tradit; praeterea locustis eos ali et esse pernices. |