TLG 0067 003 :: AGATHARCHIDES :: Testimonia AGATHARCHIDES Geogr. Testimonia Source: FGrH #86. : 2A:205–206. Citation: Volume-Jacoby#-T — fragment — (line) | ||
2a,86,T1 | STRABON. XIV 2, 15: εἶτ’ Ἀγαθαρχίδης (sc. Κνίδιος ἦν) ὁ ἐκ τῶν Περιπάτων, ἀνὴρ συγγραφεύς. | |
2a,86,T2 | PHOT. Bibl. 213: ἀνεγνώσθη Ἀγαθαρχίδου Ἱστορικόν· ἔνιοι δὲ αὐτὸν Ἀγάθαρχον ὀνομάζουσι. τούτωι πατρὶς μὲν ἡ Κνίδος ἦν, ἡ δὲ τέχνη γραμματικὸν ἐπεδείκνυτο· ὑπογραφέα δὲ καὶ ἀναγνώστην ὁ τοῦ Λέμβου Ἡρακλείδης (IV), δι’ ὧν αὐτῶι ἐξυπηρετεῖτο, παρέσχε γνωρίζεσθαι. | |
5 | ἦν δὲ καὶ τρεπτὸς Κινέου. (2) γράψαι δὲ τὸν ἄνδρα τοῦτον τὰ κατὰ τὴν Ἀσίαν ἐγνωσμένα ἐν βιβλίοις ι. καὶ τῶν κατὰ τὴν Εὐρώπην δὲ εἰς θ καὶ μ παρατείνεται αὐτῶι ἡ ἱστορία· ἀλλὰ καὶ ε βιβλία τὴν Ἐρυθρὰν αὐτῶι πᾶσαν καὶ τὰ περὶ ταύτην ἐξιστοροῦσι. τὴν οὖν εἰρημένην ἅπασαν συγ‐ γραφὴν καὶ αὐτὸς ἐπὶ τέλει τοῦ ε λόγου εἰς μνήμην ἀνάγει, ἐν ὧι καὶ | |
---|---|---|
10 | πεπαῦσθαι τοῦ γράφειν διὰ τινάς τε αἰτίας ἄλλας καὶ ὅτι τὰ τῆς ἡλικίας ἀποκλίνοι πρὸς τὸ ἔξωρον (T 3). (3) πλήν γε εἰσὶν οἵ φασιν αὐτὸν καὶ ἑτέ‐ ρας συγγεγραφέναι πραγματείας, ὧν ἡμεῖς οὐδὲν οὐδέπω ἴσμεν. Ἐπιτομὴν δὲ αὐτόν φασι τῶν περὶ τῆς Ἐρυθρᾶς θαλάσσης ἀναγεγραμμένων ἐν ἑνὶ συντάξαι βιβλίωι· καὶ μὴν καὶ Περὶ Τρωγλοδυτῶν βιβλία ε· ἀλλὰ καὶ | |
15 | Ἐπιτομὴν τῆς Ἀντιμάχου Λύδης· καὶ πάλιν ἄλλην Ἐπιτομὴν τῶν συγγε‐ γραφότων † περὶ συναγωγῆς θαυμασίων ἀνέμων· Ἐκλογάς τε ἱστοριῶν αὐτὸν συντάξαι· καὶ περὶ τῆς πρὸς φίλους ὁμιλίας. (4) ἔστι δέ, ἐξ ὧν τὸν ἄνδρα τοὺς λόγους αὐτοῦ διελθόντες ἐπέγνωμεν, μεγαλοπρεπής τε καὶ γνωμολογικός, καὶ τῶι μὲν τοῦ λόγου μεγέθει καὶ | |
20 | ἀξιώματι τῶν ἄλλων μᾶλλον χαίρων, λέξεσι μέντοι λογάσιν οὐ πάνυ προστεθειμένος, οὐδὲ διὰ τῶν ἐθίμων δὲ διὰ παντὸς πορευόμενος, γεννῶν δὲ αὐτὸς οὐ λέξεις, ἀλλ’ εἴ τις ἄλλος δημιουργὸς τῆς περὶ τὰς λέξεις χρήσεως, καινήν τινα μὴ καιναῖς κεχρημένος λέξεσι φαντασίαν πέμπουσαν ἀποτελεῖ τὴν φράσιν· οὕτω δὲ προσφυῶς ὑποβάλλεται τὴν πρᾶξιν, ὡς | |
25 | τήν τε καινοτομίαν μὴ δοκεῖν εἶναι καινοτομίαν, καὶ τὸ σαφὲς οὐκ ἔλαττον τῶν ἐξ ἔθους λέξεων παρέχειν. (5) κέχρηται δὲ καὶ γνώμαις τὸ νουνεχὲς καὶ δραστήριον ἐπιδηλούσαις. τροπὰς δὲ ὑπελθεῖν, εἴ τις ἄλλος, ἄριστα | |
παρεσκευασμένος τὸ μὲν ἡδὺ καὶ κηλοῦν καὶ τὴν ψυχὴν διαχέον λεληθότως δι’ ὅλου διασπείρει τοῦ γράμματος, εἰς τροπὴν δὲ ὅ τι παρενήνεκται, οὐδε‐ | 2 | |
30 | μίαν λύπην δηλοῦσαν ἀφίησι. ποιεῖ δὲ αὐτῶι τοῦτο μάλιστα οὐχὶ ἡ τῶν λέξεων αὐτὴ καθ’ ἑαυτὴν μεταβολή, ἀλλ’ ἡ ἀπὸ πραγμάτων ἑτέρων εἰς ἕτερα μετά τινος σοφῆς καὶ ἠρεμαίας μεταχειρήσεως μετάβασίς τε καὶ μετατροπή. ἀλλὰ γὰρ καὶ ἀντιλαβεῖν μὲν ὄνομα ῥήματος, ἀμεῖψαι δὲ τὸ ῥῆμα εἰς ὄνομα, καὶ λῦσαι μὲν λέξεις εἰς λόγους, συναγαγεῖν δὲ λόγον εἰς | |
35 | τύπον ὀνόματος, οὐδενὸς ἀνεπιτηδειότερος ὧν ἴσμεν. (6) καὶ ζηλωτὴς μέν ἐστι Θουκυδίδου ἔν τε τῆι τῶν δημηγοριῶν δαψιλείαι τε καὶ διασκευῆι, τῶι μεγαλείωι δὲ μὴ δευτερεύων τοῦ λόγου τῶι σαφεῖ παρελαύνει τὸν ἄνδρα. (7) ἀλλὰ γὰρ ὁ μὲν ἀνὴρ τοιοῦτος, καὶ τὸ ἀπὸ τῆς γραμματικῆς ἔχων κλέος· εἰ δὲ καὶ τὸ τῆς ῥητορικῆς ἐπώνυμον αὐτῶι ἡ μὴ νήφουσα | |
40 | ψῆφος οὐκ ἐπέθετο, ἀλλὰ γὰρ ἔμοιγε δοκεῖ οὐδὲν ἔλαττον τῶν γραμματικῶν οὐ δεύτερος ἢ τῶν ῥητόρων, δι’ ὧν καὶ γράφει καὶ διδάσκει, καταφαίνεσθαι. | |
2a,86,T3 | AGATHARCHID. Phot. Bibl. 250 p. 460b 3: τὰ μὲν οὖν ὑπὲρ τῶν ἐθνῶν τῶν ἐκκειμένων πρὸς μεσημβρίαν, ὡς ἦν ἐφ’ ἡμῖν, ἐν ε βιβλίοις ἐπιμελῶς ἱστορήκαμεν· ὑπὲρ δὲ τῶν ἐν τῶι πελάγει νήσων ὕστερον τεθεωρη‐ μένων καὶ τῶν ἑξῆς ἐθνῶν καὶ τῶν εὐωδῶν ὅσα φέρειν συμβαίνει τὴν | |
5 | Τρωγλοδῦτιν χώραν, ἡμεῖς μὲν παραιτησάμενοι τὴν ἐξήγησιν ἄρδην ἀπολε‐ λοίπαμεν, οὔτε τὸν πόνον τῆς ἡλικίας ὁμοίως ὑποφέρειν δυναμένης, πολλῶν ἡμῖν ὑπέρ τε τῆς Εὐρώπης καὶ τῆς Ἀσίας ἀναγεγραμμένων, οὔτε τῶν ὑπομνημάτων διὰ τὰς κατ’ Αἴγυπτον ἀποστάσεις ἀκριβῆ παραδιδόντων σκέψιν. | |
2a,86,T4 | JOSEPH. AJ XII 5: Ἀγαθαρχίδης ὁ Κνίδιος ὁ τὰς τῶν διαδόχων πράξεις συγγραψάμενος ..... | |
2a,86,T5 | PLIN. NH I 7: ... ex auctoribus ... externis Herodoto (§ 10), Aristea (§ 10), Baetone (§ 11), Isigono (§ 12) Cratete (§ 13), Agatharchide | |
(§29 = F 22), Calliphane (§ 15) ...... | 205 |