TLG 0067 001 :: AGATHARCHIDES :: De mari Erythraeo (excerpta)

AGATHARCHIDES Geogr.
(Cnidius: 2 B.C.)

De mari Erythraeo (excerpta)

Source: Müller, K. (ed.), Geographi Graeci minores, vol. 1. Paris: Didot, 1855 (repr. Hildesheim: Olms, 1965): 111–194.

Citation: Section — (line)

T

ΕΚ ΤΩΝ ΑΓΑΘΑΡΧΙΔΟΥ ΠΕΡΙ ΤΗΣ ΕΡΥΘΡΑΣ ΘΑΛΑΣΣΗΣ ΕΚΛΟΓΑΙ.

N

Ἀνεγνώσθησαν Ἀγαθαρχίδου λόγοι δύο, ὁ πρῶτος καὶ ὁ πέμ‐ πτος, περὶ τῆς Ἐρυθρᾶς θαλάσσης καὶ ἑτέρων παραδόξων ἔργων ἐν κεφαλαίῳ διαλαμβάνοντες.

1T

ΠΕΡΙ ΤΗΣ ΕΡΥΘΡΑΣ ΘΑΛΑΣΣΗΣ ΕΚ ΤΟΥ ΠΡΩΤΟΥ ΛΟΓΟΥ.

1

Ὅτι Πτολεμαῖόν φησι τὸν μετὰ τὸν Λάγου πρῶ‐ τον ἐλεφάντων θήραν συστήσασθαι, ἀλλὰ γὰρ καὶ τῶν ὁμοιοτρόπων, καὶ τὰ τῇ φύσει κεχωρισμένα τῇ προνοίᾳ συναγαγεῖν ὑπὸ μίαν οἴκησιν. Σκεπτέον δὲ τί φησιν
5ἐνταῦθα ὁ ἱστορικός. Καὶ γὰρ καὶ πρὸ τῶν Πτολε‐ μαίων ἐλέφασι πολλοὶ χειροήθεσι καὶ ἐν πολέμῳ ἐχρῶν‐ το, ὡς Πῶρός τε ὁ Ἰνδὸς ὁ πρὸς Ἀλέξανδρον πολε‐ μήσας καὶ ἄλλοι οὐκ ὀλίγοι· ἢ ὅτι Πτολεμαῖος οὗτος πολὺς πρῶτος περὶ ταύτην ὤφθη τὴν σπουδὴν, ἢ πρῶ‐
10τος τῶν μετὰ Ἀλέξανδρον, ἢ τῶν Αἰγύπτου βασιλέων πρῶτος.

2

Ὅτι τὴν Ἐρυθρὰν θάλατταν τὸ ὄνομα ἑλκύσαι φησὶν οὔτε ὅτι τοῦ Ἀραβίου καλουμένου κόλπου τὰ μὲν πρὸς ἑσπέραν ὄρη, δριμείας καὶ διαπύρου τῆς ἡλιακῆς ἀκτῖνος βαλλούσης, ἄνθρακος φαντασίαν ἀποδίδωσι, τὰ
5δὲ πρὸς ἀνατολὰς θῖνες ἄμμου γεώδεις ὑπέρυθροι παρὰ πολλὰ στάδια τῆς αὐτόθι παραλίας ἐκκέχυνται. Οὐμεν‐ οῦν οὐκ ἐκ τούτου Ἐρυθρὰ κέκληται· εἰ γὰρ καὶ ὁ πα‐ ράπλους μέν ἐστι στενὸς, τῶν δὲ λόφων καὶ θινῶν ἐφ’ ἑκάτερα τοῦ κόλπου παντὸς ὑπερκειμένων ἡ πίπτουσα
10παρ’ ἀμφοτέρων εἰς τὸν πόρον τῶν ἠπείρων αὐγὴ τῇ χέρσῳ παρεγγυᾷ τὴν θάλατταν ὁμοίαν, τῆς μὲν ἰδέας πᾶσιν ὁρωμένης, τοῦ δὲ πάθους οὐ πᾶσι γινωσκομένου, ἀλλ’ οὖν οὐ διὰ τοῦτό φησι τὴν κλῆσιν λαβεῖν τὴν θά‐ λατταν, εἰ καὶ τῶν πρὸ αὐτοῦ τοῦτο πολλοῖς ἔδοξεν.

3

Οὕτω μὲν οὖν ὁ πρῶτος εἰ καὶ μὴ ἀληθὴς τῆς αἰ‐ τίας λόγος· δεύτερος δὲ, ὁμοίως ἔχων, τὸν ἥλιον ἐκεῖσέ φησιν ἐπιτέλλοντα οὐχ ὡς παρ’ ἡμῖν λαμπραῖς ταῖς ἀκτῖσιν εἰς τὸν πόρον βάλλειν, ἀλλὰ παρομοίαις αἵματι,
5ἐξ ὧν τοῖς ὁρῶσιν ὕφαιμον παρασκευάζειν τὸ πάθος τὴν τῆς θαλάττης ἔμφασιν, κἀκεῖθεν Ἐρυθρὰν κατονομάζε‐ σθαι.

4

Τρίτος δέ ἐστιν ὁ Ἀργολικὸς λόγος, ὅς ἐστι (φησί) τῇ μὲν τόλμῃ μέγας, τῇ δ’ ἀποδείξει κενός. Οἱ γὰρ περὶ Δεινίαν ἱστορικοί φασιν, ἀπὸ τῆς ποιητικῆς ἐξου‐ σίας καὶ αὐτοὶ ἄδειαν λαβόντες, ἐξ Ἄργους εἰς Αἰθιο‐
5πίαν (ἐκαλεῖτο δὲ τότε Κηφηνία) παραγεγονότα ἐπὶ λύσει τῆς Κηφέως θυγατρὸς τὸν Περσέα, ἐκεῖθεν δὲ εἰς Πέρσας μεταστάντα, Πέρσαις μὲν ἀπό τινος τῶν ἐγ‐ γόνων τῆς κλήσεως μεταδοῦναι, Ἐρύθραν δὲ γεννῆσαι υἱὸν, καὶ ἐξ ἐκείνου τῇ θαλάσσῃ τὴν κλῆσιν παρασχεῖν.
10Τοιοῦτος μὲν καὶ ὁ Ἀργολικὸς περὶ τῆς Ἐρυθρᾶς θα‐ λάσσης σχεδιασμός.

5

Τέταρτος δὲ καὶ ἀληθής ἐστιν, ὃν αὐτὸς μεμά‐ θηκε παρὰ Πέρσου· Βόξος δ’ ἦν τούτῳ ὄνομα, φησίν· ὃν καὶ ἑλληνίσαι γλῶσσαν καὶ γνώμην, καὶ ταῖς Ἀθή‐ ναις λιπόντα τὴν πατρίδα ἐμβιῶναι. Ἔλεγε δὲ ὁ τοῦ
5Πέρσου λόγος ταῦτα. Γίνεταί τις κατ’ εὐτολμίαν καὶ πλοῦτον εὐδοκιμῶν Ἐρύθρας ὄνομα, γένος μὲν Πέρσης, υἱὸς δὲ Μυοζαίου, κατοικῶν δὲ θαλάττης μὲν οὐ πόρρω, κατεναντίον δὲ νήσων ἐρήμων οὐσῶν οὐ νῦν, ἀλλ’ ἐπὶ τῆς Μήδων ἡγεμονίας· τότε γὰρ καὶ ὁ Ἐρύθρας ἐγνω‐
10ρίζετο, ὃς τοῦ μὲν χειμῶνος ἐν Πασαργάδαις ἐποιεῖτο τὴν οἴκησιν, ἔαρος δὲ μετέβαινεν ἐπὶ τὴν ἰδίαν κτῆ‐ σιν, τῆς τε ἄλλης ἕνεκα χρείας, καὶ χάριν τινὰ τῷ βίῳ διὰ τῆς τοιαύτης μεταβολῆς ἀπονέμων. Τούτου φορ‐ βάδων ἀγέλῃ μείζονι λέοντες ἐπορούσαντες τινὰς μὲν
15αὐτῶν ἀπέκτειναν· αἱ δὲ περισωθεῖσαι, τῷ δέει τῆς ὄψεως οἶστρον λαβοῦσαι, ἐπὶ τὴν θάλατταν ἠλαύνοντο, καὶ (ἦν γὰρ αὖρα κατὰ τύχην ἀπόγαιος εὐμεγέθης) ἐμπεσοῦσαι τοῖς ῥείθροις μετὰ πτοήσεως τὰ μὲν πρῶτα παρὰ τὴν γῆν ἐνήχοντο, τοῦ δὲ δείματος οὐ λήγοντος
20ἐξεκυμάνθησαν καὶ μόλις ἐπὶ τὸ τῆς ἀντικρὺ νήσου πέ‐ ρας διεσώθησαν, ἑνὸς τῶν αἰπόλων νεανίου καὶ τόλμῃ διαφέροντος συμπεραιωθέντος, ἄλλοτε ἄλλης τῶν ὤμων ἀντεχομένου. Ὁ οὖν Ἐρύθρας ζητῶν τὰς οὐ φαινομένας φορβάδας, πρῶτος τῶν ἐκεῖσε σχεδίαν ἐπήξατο, μεγέθει
25μὲν σύμμετρον, τῇ δυνάμει δὲ στερίφην, καὶ λαβὼν στάσιν οὐρίου καὶ συμμέτρου πνεύματος ἀφῆκεν εἰς τὸν πόρον· ταχὺ δὲ τοῦ κύματος αὐτὸν προώσαντος, εὗρε μὲν τοὺς ἵππους, εὗρε δὲ τὸν νομέα. Θαυμάσας δὲ τὴν νῆσον, καὶ πόλισμα ἐπὶ λιμένος εὐκαίρου ἱδρύσατο,
30καὶ ἐκ τῆς ἀντιπέραν τοὺς ἀποροῦντας βίου μετενεγκὼν ἐπόλισεν, ἐκεῖθέν τε καὶ τὰς ἄλλας νήσους ἐρήμους οὔσας ἀνθρώπων οἰκήσεσιν ἐξημέρωσε· καὶ τηλικαύτην δόξαν ἐκ τῶν πραχθέντων πολλοῖς ἐνεποίησεν, ὥστε τὴν ἐκεῖσε θάλατταν, οὖσαν ἄπειρον μεγέθει, πάντας ἔτι καὶ
35καθ’ ἡμᾶς ἐπονομάζειν Ἐρυθράν. Τὰ μὲν οὖν αἴτια τῆς κλήσεως ἔχοντα διαφοράν (μέγα γὰρ τὸ παραλλάττον, Ἐρύθρα θάλατταν εἰπεῖν ἢ θάλατταν ἐρυθράν· τὸ μὲν γὰρ τὸν κυριεύσαντα σημαίνει τῆς θαλάττης ἄνδρα, τὸ δὲ τὴν πυρρότητα δηλοῖ τῆς ῥηθείσης φύσεως) ἐν τούτοις.
40Ἔστι δὲ, φησί, τὸ μὲν ἀπὸ τοῦ χρώματος τὴν κλῆσιν κατασκευάζον ψεῦδος (οὐ γὰρ ἔστιν ἐρυθρά), τὸ δ’ ἀπὸ τοῦ δυναστεύσαντος ἀληθὲς, ὡς ὁ Πέρσης λόγος ἐπι‐ στώσατο.

6

Ὅτι οὐδὲ ἀπό τινος τῶν τοῦ Περσέως ἐγγόνων ἀξιοῖ οὗτος, καίτοι πολλῶν λεγόντων, τὴν κλῆσιν τοὺς Πέρσας κληρώσασθαι· μηδὲ γὰρ ἐκείνους σφᾶς αὐτοὺς Πέρσας παροξυτόνως ὀνομάζειν, ἀλλὰ Περσᾶς, ἐπὶ τέ‐
5λους τῆς περισπωμένης τιθεμένης.

7

Ὅτι τὰ κατὰ τὸν Περσέα εἰς ψεῦδος καὶ δι’ ἄλ‐ λων πολλῶν ἀπάγειν σπουδάζων, προστίθησι καὶ ταῦτα. Πλὴν εἰ μὲν τραγικῶς ὁ Περσεὺς ἐστράτευται, τὸ πρόσ‐ ωπον περιθέμενος καὶ τὴν ἅρπην λαβὼν, καὶ περὶ τῶν
5ἑξῆς ἐπιτρέψαις [ἂν] ὑποκριτῇ καὶ χορῷ διαλύεσθαι (καὶ) τὰ τῆς ἀντιλογίας εἰς μῦθον, ὡς οἱ πολλοὶ συγκε‐ χωρήκασιν. Ἐπιδράμωμεν τῶν τοιούτων τὰ κεφάλαια διὰ βραχέων. Κένταυρον γεγονέναι, Γηρυόνην, Κύ‐ κλωπα, Χρύσην, Κίρκην, Καλυψὼ, Μινώταυρον,
10Σκύλλαν, Χίμαιραν, Πήγασον, Λαιστρυγόνας, Κέρ‐ βερον, Γλαῦκον θαλάττιον, Ἄτλαντα, Πρωτέα, Νη‐ ρέα, Νηρεΐδας, τοὺς παῖδας τοὺς Ἀλωέως, ἐννεορ‐ γυίους μὲν αὐξηθέντας μῆκος, ἐννεαπήχεις δ’ εὖρος· ἔτι δὲ γένος μὲν ἀναφῦναι καθ’ Ἡσίοδον πρῶτον μὲν
15χρυσοῦν, ἔπειτα ἀργυροῦν, εἶτα χαλκοῦν· πάλιν ἵππους μὲν γενέσθαι περὶ τῶν μελλόντων συλλαλοῦντας Ἀχιλ‐ λεῖ, Σφίγγα δὲ τοῖς τῶν Θηβαίων παισὶν αἴνιγμα προ‐ βάλλουσαν, Σειρῆνας δ’ ἐπ’ ὀλέθρῳ τῶν ἀκροωμένων ᾀδούσας, Νιόβην δὲ καὶ Πολυδέκτην διὰ φόβον ἀπολι‐
20θουμένους· ἐπὶ δὲ τούτους τοὺς Ὀδυσσεῖ συμπλεύσαντας ἐκ μὲν ἀνθρώπων εἰς σῦς, ἐκ συῶν δὲ εἰς ἀνθρώπων μεταβῆναι διάθεσιν· ἔτι Τάνταλον τιμᾶσθαι μὲν διὰ σωφροσύνην, συνέστιον ὄντα θεοῖς, τιμωρεῖσθαι δὲ δι’ ἀκολασίαν, ἐν ἀέρι φερόμενον· ἑτέρους εἰς ᾍδου κατα‐
25βαίνοντας διὰ προαίρεσιν, τοὺς μὲν ὅπως ὑπὲρ τῶν ζώντων τοῖς νεκροῖς μάντεσι χρήσαιντο, τοὺς δὲ ἵνα τὴν Περσεφόνην ὡς ἔρημον ὑπάρχουσαν βίᾳ νυμφεύ‐ σωσι· καὶ κῴδιον ἐπὶ προβάτου γενέσθαι χρυσόμαλλον, μηλέας ἐν τῇ Λιβύῃ πεφυκέναι μῆλα φερούσας χρυσᾶ,
30σῶμα ἔμψυχον πάντα τὸν βίον διακαρτερεῖν ἄγρυπνον, βορέαν καὶ νότον μετὰ τῶν ἄλλων ἀνέμων ἐν ἀσκῷ πνί‐ γεσθαι συγκεκλεισμένους· πρὸς τούτοις Πασιφάην μὲν ταύρῳ, Τυρὼ δὲ ποταμῷ μίγνυσθαι, πρὸς οὐδὲν γένος τὴν εὐνὴν ἐχούσας ἀλλόφυλον· καὶ Φιλομήλαν μὲν
35ἀῃδόνος ἐξαλλάξαι μορφὴν, Τηρέα δὲ ἔποπος, Ἑκά‐ βην δὲ εἰς κυνὸς οἰκουροῦ καταστρέψαι φύσιν· ἐπὶ τού‐ τοις τὴν Ἰὼ γεγονέναι μὲν ποταμοῦ θυγατέρα, ταυρο‐ κέρῳ δὲ μορφῇ διαπτῆναι βοὸς οἰστρώσης τὸ Ποντικὸν πέλαγος, ἀφ’ ἧς καὶ τὸν Βόσπορον εἰληφέναι τὴν κλῆ‐
40σιν· ἔτι Καινέα τὸν Λαπίθην τὸ μὲν ἀπ’ ἀρχῆς γενέ‐ σθαι παρθένον καὶ γυναῖκα, ἡβήσαντα δὲ εἰς ἄνδρα μεταστῆναι, τὸ δ’ ὕστατον εἰς τὴν γῆν ὑπὸ τῶν Κεν‐ ταύρων καταδῦναι, ταῖς ἐλάταις τυπτόμενον, ὀρθόν τε καὶ ζῶντα· καὶ Λήδαν μὲν ἀντὶ τῆς καθηκούσης γυ‐
45ναικὶ τεκνώσεως, ὠοῦ τεκεῖν φύσιν, ἐξ οὗ τὸ περιμά‐ χητον εἶδος, τὴν Ἑλένην λέγω, τυπωθῆναι· τὴν δὲ Ἕλλην καὶ Φρίξον ἐπὶ κριοῦ τοῖς ποσὶ πετομένου τὸν πόρον κατανύσαντας, τὴν ἐφ’ ἑκάτερα θάλατταν Ἑλ‐ λήσποντον ἀφ’ ἑαυτῶν προσαγορεῦσαι· τὸν δ’ Ἡρα‐

7

(50)

κλέα καὶ τὰ πελάγη μὲν, οὗ μέγιστοι χειμῶνες, ἐν
λέβητι διαπλεῖν, τὴν δὲ Λιβύην ἄσπορον, ἄνυδρον, ἀπορευτὸν ὑπάρχουσαν μόνον διεξέρχεσθαι, τῷ δὲ Ἄτ‐ λαντι τὸν τηλικοῦτον διαδέξασθαι κόσμον, πρόσταγμα μὲν οὐκ ἔχοντα, χάριν δὲ τιθέμενον· καὶ τῷ μὲν Ὀρ‐
55φεῖ κιθαρίζοντι διὰ φιλομουσίαν τὰ ὄρη καὶ τὰς πέτρας ἀκολουθεῖν, κρέα δὲ ὀπτώμενα τῶν Ἡλίου βοῶν φω‐ νὴν προΐεσθαι τοῖς ἀνθρώποις συνετήν· τῶν δὲ μετηλλα‐ χότων τὸν βίον ἐπὶ σχολῆς πρὸς Ὀδυσσέα διεξέρχεσθαι παντοδαπῆ ἀδολεσχίαν, ἐκ τῆς ἀμόρφου σκιᾶς τὸ τῆς
60ὄψεως γινώσκοντα ἰδίωμα, καὶ τοὺς μὲν αὐτῶν (ἀπὸ τοῦ) πίνειν οὐ κοιλίας, οὐ βρόγχους ἔχοντας, ἑτέρους δὲ φοβεῖσθαι τὸν σίδηρον οὐκέτι δυναμένους τρωθῆναι, τινὰς δὲ πέτρον κυλίειν, τῶν σωμάτων πάλαι κατακεκαυμέ‐ νων, ἄλλους δὲ δικάζειν ἑτέροις τεθνηκόσιν, ἀδικήματος
65οὐδενὸς ὑπάρχοντος· τὸ δ’ ἔσχατον, τῶν οὐκέτι ὄντων τοὺς τύπους ἐν πορθμίδι διαπλεῖν, ἔχοντας Χάρωνα ναύ‐ κληρον καὶ κυβερνήτην, ἵνα μὴ καταστραφέντες ἐκφο‐ ρᾶς ἐπιδέωνται πάλιν· καὶ τὴν μὲν Ἄλκηστιν καὶ Πρω‐ τεσίλαον καὶ Γλαῦκον τετελευτηκότας πάλιν ἀναστῆναι,
70τὴν μὲν ὑφ’ Ἡρακλέους ἀναχθεῖσαν, τὸν δὲ διὰ τὸν τῆς γυναικὸς ἔρωτα, τὸν δὲ ὑπὸ τοῦ μάντεως τοῦ συγκατ‐ ορυχθέντος· τοῦ δὲ Ἀμφιαράου ζῶντος τὸ σῶμα κα‐ ταδέξασθαι μετὰ τῶν ἵππων καὶ τοῦ δίφρου τὴν γῆν· ἔτι τοίνυν ὀδόντας ἐκ Κάδμου σπαρῆναι δράκοντος,
75ἐκ δὲ τούτων ὁπλίτας ἀνατεῖλαι μαχομένους ἀλλήλοις· τὸν δὲ Τάλων τὸν φύλακα τοῦ Μίνω τρὶς μὲν ἐν ἡμέ‐ ρᾳ πᾶσαν περιπολεῖν τὴν Κρήτην, τηλικαύτην οὖσαν, τὴν δὲ ζωὴν μόνον τῶν ἐμψύχων τοῦτον ἐν τῷ σφυρῷ κεκτῆσθαι· καὶ τοῦ Μίνω δὲ ἀμήχανον εἶναι παρα‐
80λῦσαι τὸν βίον, εἰ μή τις αὐτῷ ζέον ὕδωρ καταχέαι· πρὸς τούτοις ὑπὸ μὲν τῆς Μηδείας γέροντα κριὸν ἐπῳδαῖς μεταπεσόντα νέον γενέσθαι πάλιν, ὑπὸ δὲ τῶν Πελιάδων καθεψηθῆναι τὸν πατέρα Πελίαν, ἵνα γέ‐ νηται νέος· τὰς δὲ Φορκίδας τρεῖς μὲν οὔσας γραίας,
85ἑνὶ δὲ χρωμένας ὀφθαλμῷ, διεξάγειν τὸν βίον ἄλυτον παρ’ ἀλλήλων κατὰ μέρος ἀμειβομένας πίστιν· ἔτι δὲ τοὺς τὴν Ἀρκαδίαν οἰκοῦντας καὶ τὴν Ἀττικὴν γηγενεῖς τε εἶναι καὶ παρὰ φύσιν γεγονέναι· καὶ τὴν μὲν ἐν Αὐ‐ λίδι σφαγεῖσαν ἐν Ταύροις ἀναφανῆναι ζῶσαν, τὴν δ’ ἐν
90Πελοποννήσῳ καταποντισθεῖσαν ὑπὸ τοῦ πατρὸς Ἀκρι‐ σίου τῇ παραλίᾳ τῇ Σεριφίων ἀβλαβῆ μετὰ τοῦ βρέ‐ φους προσπεσεῖν· τὸν δ’ ὑπὸ Μενελάου κατὰ τὴν μονο‐ μαχίαν ἤδη χειρούμενον, ἐξαίφνης ἁρπαγέντα, ἐν τῷ θαλάμῳ γενέσθαι πρὸς συνουσίαν ἕτοιμον ὄντα, τῶν
95δεινῶν ἁπάντων ἐπιλελησμένον· τοῦ δὲ δουρείου τὸ κύ‐ τος οὐκ ἐφ’ ἁλώσει συμπαγῆναι πόλεως, ἀλλ’ ἐπὶ προ‐ δοσίᾳ τῶν περὶ τὸν Ὀδυσσέα καὶ τὸν Νεοπτόλεμον· τοιαύτην ὁ τρόπος ὑπογράφει τὴν εὐήθειαν καὶ τοῦ κα‐ τασκευάσαντος τεχνίτου καὶ τῶν ἐμβάντων ἀριστέων

7

(100)

καὶ τῶν ὑποδεξαμένων εἰς τὴν ἰδίαν πόλιν· ἐπὶ τούτοις,
ὅτι τὸν τηλικοῦτον οὐρανὸν μετὰ τῶν ἐν αὐτῷ διατρι‐ βόντων θεῶν τοῖς ἰδίοις ὁ Ἄτλας ὤμοις ὑπειληφὼς, ὅμως τὰς καλουμένας Ἀτλαντίδας ἐτεκνοποιήσατο· ὅπερ ἀμήχανον· ὅτι τὴν ἅπασαν οἰκουμένην ὠκεανὸς περι‐
105κυκλοῖ, φρουρῶν καὶ συνέχων τοῖς ἑαυτοῦ ῥεύμασιν, οὗ φησὶ πέραν οἰκεῖν τὰς Γοργόνας Ἡσίοδος· ὅτι τῶν ἡρώων τινὲς ἀπαθῆ τὴν διαμονὴν τῶν σωμάτων διαφυ‐ λάττουσι πάντα τὸν χρόνον ἐν ταῖς μακάρων νήσοις, ἃς οὐδεὶς κυρίως ἱστόρηκε. Καὶ ταῦτα μὲν εἰς ἄπορον
110καταστρέφοντα δόξαν πολλαῖς καὶ τῶν γυναικῶν εὔλο‐ γον παραδίδωσι χλευασμόν. Τῶν δ’ αὖ θεῶν πῶς πα‐ ραδεξώμεθα τὸν μὲν ἐν μηρῷ καταρραφέντα τραφῆναι, τὴν δὲ τῇ τοῦ Διὸς κεφαλῇ κοιλίᾳ χρήσασθαι, τὸν δὲ ἄνευ τοῦ πατρὸς τελειωθῆναι (λέγω δὴ τὸν Ἥφαιστον), τὸν
115δὲ Ἥλιον διὰ τὰς Ἀτρέως εἰς Θυέστην πράξεις τὴν μὲν δύσιν ἀνατολὴν ποιῆσαι, τὴν δὲ ἀνατολὴν δύσιν· πρὸς δὲ τούτοις Ἀπόλλωνα μὲν καὶ Ποσειδῶνα ἐν Τροίᾳ θητεύσαντας ἐνιαυτὸν, οἰκοδομίας ἀποστερηθῆναι μι‐ σθὸν καὶ βουτροφίας, ταῖς δεινοτάταις ὑπὸ Λαομέδοντος
120περιπεσόντας ἀπειλαῖς· Διόνυσον δὲ ὑπὸ Λυκούργου διὰ φόβον καταδιωχθέντα εἰς τὴν θάλατταν πρὸς Θέτιν καταφυγεῖν· πρὸς δὲ τούτοις ἔριν ὑπὲρ κάλλους καταστῆ‐ ναι θεαῖς, ὧν ἑκάστη μὲν ἐδέκαζε τὸν κριτὴν τοῖς παρ’ ἑαυτῇ δώροις, ἵνα παρίδῃ τὸ δίκαιον, οὐδεμιᾷ δὲ παρ‐
125ηκολούθει τὸ συμπεσούμενον ἐκ τῆς κρίσεως τέλος· ἔτι τὸ μὲν Ἀθηνᾶς μέγεθος εἰς χελιδόνος συγκαταβῆναι ὄγκον, τὸ δὲ τοῦ Διὸς ἀξίωμα εἰς κύκνου κατασταλῆναι τάξιν, τὸ δὲ τῆς Δήμητρος κάλλος εἰς τὴν αἰσχίστην μετασταθῆναι διάθεσιν· τὸν δὲ νομιζόμενον μέγιστον Δία
130ἐπιβουλευθῆναι μὲν ὑπὸ τοῦ ἀναγκαιοτάτου τῆς γυναι‐ κὸς ἀδελφοῦ, σωθῆναι δὲ ὑπὸ τῶν ἐχθίστων, λέγω δὴ τῶν Τιτάνων· οὓς ἀναβάντας ἐκ τῶν δεσμῶν καὶ τοῦ σκότους καὶ τῆς ἐκεῖσε φυλακῆς, ἐπεὶ τὴν χρείαν παρ‐ έσχοντο φοβήσαντες τοὺς περὶ τὸν Ποσειδῶνα, κατα‐
135βῆναι πάλιν ἑκουσίως εἰς τὸν Ἀχέροντα καὶ τὸν ᾍδου τόπον· ἔτι τὴν μὲν Ἀφροδίτην τιτρωσκομένην ὑπὸ θνη‐ τῆς δυνάμεως, τὸν δ’ Ἄρην δεσμούμενον ὑπ’ Ὤτου καὶ Ἐφιάλτου, τὸν δὲ ᾍδην, ἐν ᾧ τόπῳ τὴν βασιλείαν εἶχεν, ἐκεῖσε ὑφ’ Ἡρακλέους τοξευθέντα ταῖς μεγίσταις
140ἀλγηδόσι περιπεσεῖν· τὸν δὲ Ἥφαιστον, ἀπὸ τοῦ κατὰ τὸν οὐρανὸν ἀπορριφέντα ὕψους, εἰς Λῆμνον ἐνεχθῆναι διακείμενον ἐσχάτως· τῆς δ’ Ἥρας ὑπὸ τοῦ Διὸς κρε‐ μαμένης ἐκ τῶν ποδῶν ἐκδεθῆναι παμμεγέθεις ἄκμονας· καθόλου δὲ θεοὺς μοιχεύοντας, κεραυνουμένους, κυλλό‐
145ποδας, κλέπτειν εἰθισμένους, ἀνθρώπων ἀσθενεστέρους, προχείρως λοιδοροῦντας, ἀδικοῦντας, μεμψιμοιροῦντας, πέρας οὐθενὸς πάθους ἐκτὸς καθεστῶτας, ὑφ’ ὧν ἡμεῖς ὀχλούμενοι τοὺς θεοὺς ἐπικαλούμεθα; Οἱ οὖν τὰ τοιαῦ‐ τα τερατευόμενοι, πόρρω τῆς ἀληθείας ἱστάμενοι, οὐκ

7

(150)

ἂν ἑτέροις ταύτην εἰσηγεῖσθαι κριθεῖεν ἂν ἀξιόλογοι.
Διὰ τοιούτων καὶ τοσούτων Ἀγαθαρχίδης τὰ περὶ τὸν Περσέα εἰς ὁμοίους ἀπάγων μύθους, οὐδὲ τὴν Ἐρυθρὰν ἐκ τοῦ παιδὸς αὐτοῦ κληθῆναι δίδωσιν.

8

Ὅτι αὐτὸς, φησίν, ἑαυτῷ αἴτιος καθίστατο ἐλέγ‐ χων ὁ τὴν τῶν μυθοποιῶν ἐξουσίαν εἰς πραγματικὴν μετάγων ἐνάργειαν· ἧς ἄν τις ἀφέλῃ τὸν ἔλεγχον, οὐθὲν εὐτελέστερον καταλείψει γένος τῆς πίστεως ἠρμένης.
5Ἐπεὶ διὰ τίνα αἰτίαν Ὅμηρον οὐκ εὐθύνω, Διὸς καὶ Ποσειδῶνος φράζοντα διαφορὰν, ἀδύνατον ἀνθρώπῳ πίστιν παραδοῦναι· οὐδ’ Ἡσιόδῳ μέμφομαι δηλοῦν τολμῶντι θεῶν γένεσιν· οὐδ’ Αἰσχύλον ἐπιπλήττω πολ‐ λοῖς διεψευσμένον καὶ πολλὰ συγγράφοντα τῶν ἀσυγ‐
10χωρήτων· οὐδ’ Εὐριπίδου κατηγορῶ τῷ μὲν Ἀρχελάῳ περιτεθεικότος τὰς Τημένου πράξεις, τὸν δὲ Τειρεσίαν βεβιωκότα παρεισάγοντος πέντε γενεῶν πλέον· οὐδὲ τοὺς ἄλλους εἰς ἐπιτίμησιν ἄγω, διασκευαῖς ἐν τοῖς δράμασι χρωμένους ἀδυνάτοις; ὅτι πᾶς ποιητὴς ψυχα‐
15γωγίας [μᾶλλον] ἢ ἀληθείας ἐστὶ στοχαστής.

9

Ὅτι καὶ τὴν Ἰνδικὴν χώραν ἐλέφαντας τρέφειν φησὶ, καὶ τὴν Αἰθιοπίαν, ἣ τοῖς Θηβαίων ὁρίοις ἐστὶν ὅμορος, καὶ δὴ καὶ τὴν Λιβύην.

10

Ὅτι τέτταρες τόποι τὴν Αἴγυπτον περιειλήφα‐ σιν, ἀπὸ μὲν τῆς ἄρκτου τὸ πέλαγος, ἀπ’ ἀνατολῆς δὲ καὶ δύσεως ἐρημίαι, ἀπὸ δὲ τῆς μεσημβρίας Αἰθίοπες.

11

Αὐστηρὸς ὁ λόγος, ἀλλὰ σωτήριος· δηλοῦται γὰρ οὐ λύπης ἀλλὰ φυλακῆς ἕνεκεν, καὶ τὴν ἡδονὴν ἐκ τῶν λόγων ἦρκεν, ὅπως τῆς ἐκ τῶν πραγμάτων χάριτος ἀπολαύοντες μηδέποτε ἀντὶ τοῦ βελτίονος τὸ χεῖρον
5αἱρώμεθα, ἢ πρὸς Διὸς καὶ θεῶν, ἵνα μηδὲ τῶν ἐν μέ‐ σῳ κειμένων ἔνια παρίωμεν.

12

Ἰδιώτου μὲν οὐσίαν μικρῷ βαθυτέραν ἀπραγμό‐ νως χαλεπὸν διασῶσαι· σὺ δὲ τοσούτων καὶ τηλικού‐ των κληρονομίαν ἀγαθῶν καθέξειν χωρὶς ἀγωνίας ἐλπί‐ ζεις; καὶ ταῦτα γινώσκων ὅτι κἀκεῖνα μὲν ὁ νόμος τῷ
5κτησαμένῳ διαφυλάττει, ταῦτα δὲ ὁ σίδηρος ἀφαιρεῖται τῶν ἀσθενεστέρων;

13

Ὅτι φησὶν, ἐκ πολλοῦ χρόνου προειληφότες ἐσμὲν, ὅτι τὰς τῶν δυναστῶν φιλίας ὁ καιρὸς σφραγίζεται καὶ λύει, καὶ τὴν σὴν ἀσχολίαν [ἄλλοτε] ἄλλῳ δίδωσιν ἀφορμὴν, αὔξων καὶ φθίνων τὰ πράγματα ἐξ ἀλλήλων.

14

Ὁ μὲν τῷ λόγῳ συνεχῶς χαριζόμενος, τὸ ἐκ τῶν ἔργων δυνατὸν ὑπερβαίνων, πολλὰ διαψεύδεται, ὁ δὲ προσλαμβάνων τοὺς αὑτοῦ φίλους βουλῆς κοινωνοὺς, ἐν καιροῖς τηλικούτοις οὐ τοῦ τὴν ὁρμὴν ἐπώσοντος δεῖ‐
5ται. Τίς γὰρ οὕτως ἄβουλος, ὃς τὸ δοκοῦν αὑτῷ παρ’ ἑτέρου βούλεται μαθεῖν, καὶ ποιεῖν τὸν σύμβουλον τῶν ἀπορουμένων συνήγορον τῆς ἐπιθυμίας;

15

Εἰ γὰρ ὁ κύριος τῶν τοσούτων ἀγαθῶν κρείττων ἐστὶ τῆς ἐπιθυμίας τῆς τῶν βιαζομένων, μακαρίσαι μὲν ἔχω τοῦ ταῦτα κεκτημένου τὴν ἐξουσίαν, ἀφελέ‐ σθαι δὲ τοῖς ὅπλοις βιασάμενος τὰς χορηγίας οὐ δύνα‐
5μαι. Τί οὖν ἀμήχανον πρᾶξιν εἰς κενὴν ἐπαγγελίαν ἄγειν, καὶ τὰς ἀδήλους ἐλπίδας τῶν προδήλων κινδύνων πλέον εὐλαβεῖσθαι;

16

Ἀλλὰ καταπλήξονται τοὺς Ἕλληνας οἱ Αἰθίο‐ πες. Τίνι; τῇ μελανίᾳ καὶ τῇ παραλλαγῇ τῆς μορφῆς; Οὐχ ὑπερβαίνει τὴν τοῦ παιδὸς ἡλικίαν παρ’ ἡμῖν ὁ τοιοῦτος φόβος. Ἐν δὲ τοῖς πολέμοις καὶ τοῖς μείζοσι
5διαφοραῖς οὐκ ὄψει καὶ χρώματι, τόλμῃ δὲ καὶ στρα‐ τηγίᾳ τὰ πράγματα κρίνεται.

17

Ἐγὼ δ’ ἀφ’ ἧς ἡμέρας ἡ τύχη με κατέστησεν ἐπίτροπον τοῦ σώματος τοῦ σοῦ, νέου παντελῶς ὄντος, καὶ τῆς ὅλης βασιλείας, ἀπ’ ἐκείνης εὐθὺς μέγαν ἐμαυ‐ τῷ πόνον ἐπέβαλον. Τίνα τοῦτον; τοῖς πρὸς ἡδονὴν
5ὁμιλοῦσιν ἐναντιοῦσθαι καὶ δυσχεραίνειν, σοῦ πρῶτον αὐτοῦ περιαιρούμενος οὐ τὴν ἐξουσίαν, ἀλλὰ τὴν ἄγνοιαν, ἵνα τῶν τοσούτων ἀγαθῶν φρονῶν ἀπολαύσῃς, μὴ δια‐ μαρτάνων. Τοῦτο γὰρ ἐζήτουν πατρὸς ἔχων εὔνοιαν χρόνου στοχαζομένην, οὐ κόλακος εἰρωνείαν καιρῷ προσ‐
10ομιλοῦσαν. Οἶδα γὰρ πρεσβύτερος ὢν καὶ πολλῶν ἔμπειρος γεγονὼς πραγμάτων, διὰ τοὺς θωπεύειν ἐπι‐ βεβλημένους τοὺς ἐν ταῖς ὑπεροχαῖς καὶ τὰς μεγίστας βασιλείας ἄρδην ἀνῃρημένας, τὴν Κασάνδρου, τὴν Λυ‐ σιμάχου, τὴν Ἀλεξάνδρου τηλικαύτην οὖσαν, τὴν Μή‐
15δων, τὴν Σύρων, τὴν Περσῶν, ὥστε μηδὲ σπέρμα κα‐ ταλελεῖφθαι τοῦ γένους. Οὐκ ἀλόγως· νέου γὰρ πολλὰ μὲν ἀγνοοῦντος διὰ τὴν ἡλικίαν, εὐλογουμένου δὲ ἐπὶ τοῖς ἁμαρτήμασιν οὐδὲν σφαλερώτερον οὐδὲ ἐπικιν‐ δυνότερον. Ὁ γοῦν Ἀλέξανδρος, ἀήττητος ὢν ἐν τοῖς
20ὅπλοις, ἀσθενέστατος ἦν ἐν ταῖς ὁμιλίαις· ἡλίσκετο γὰρ ὑπὸ τῶν ἐπαίνων, καὶ Ζεὺς καλούμενος οὐ χλευάζεσθαι ἐνόμιζεν ἀλλὰ τιμᾶσθαι, τῶν μὲν ἀδυνάτων ἐπιθυμῶν, τῆς δὲ φύσεως ἐπιλελησμένος.

18

Ὅταν ὁ δημαγωγὸς τοῖς πολλοῖς διαλέγηται, μὴ τὴν τοῦ φίλου τάξιν ὑποστησάμενος, ἀλλὰ τὴν τοῦ κό‐ λακος, ἡ τῶν ὄχλων ὁρμὴ βεβαιωτὴν λαβοῦσα τῆς ἁμαρ‐ τίας τὸν σύμβουλον ἀνέτρεψε τὴν πόλιν. Ἐνσκήπτει
5γὰρ ὁ μῶμος οὐ κατὰ τῶν ὑπαιτίων μόνον, ἀλλὰ καὶ οἷς ἂν ὁ φθόνος αὐτῷ τὴν ἔφοδον προοδοποιήσαιτο. Ἤ· κρατεῖ γὰρ ὁ μῶμος οὐ τῶν ὑπαιτίων μόνον, ἀλλ’ ἔσθ’ ὅτε καὶ τῶν ἐπικρατεστέρων αἰτίας, ἐπειδὰν ὁ φθόνος πικρὸν τὸ βέλος ἀφεὶς προκατειργάσατο τὸν οὐκ ἄξιον
10τοῦτο πείσεσθαι.

19

Χρῶνται δὲ ἐπὶ τῶν κινδύνων τῶν πολεμικῶν Αἰθίοπες τοῖς μὲν τόξοις μεγάλοις, βραχέσι δὲ τοῖς ὀϊ‐ στοῖς· ἐπὶ δὲ τῆς ἄκρας τοῦ καλάμου κερκίδος ἀντὶ τοῦ σιδήρου παραμήκης τῷ τύπῳ λίθος ἀνεστήρικται,
5νεύροις ἐσφιγμένος, ὀξὺς μὲν ὑπερβολῇ, φαρμάκοις δὲ θανασίμοις βεβαμμένος.

20

Ὅτι Πτολεμαῖος, φησίν, εἰς τὸν κατὰ Αἰθιόπων πόλεμον ἀπὸ τῆς Ἑλλάδος πεντακοσίους συνέλεξεν ἱπ‐ πεῖς, ὧν τοῖς προκινδυνεύειν μέλλουσι καὶ καθηγουμέ‐ νοις τὸ πλῆθος οὖσιν ἑκατὸν, ὁπλισμοῦ περιέθηκε τρό‐
5πον· στολὰς γὰρ αὐτοῖς τε καὶ τοῖς ἵπποις ἀνέδωκε πι‐ λητὰς, ἃς οἱ κατὰ τὴν χώραν ἐκείνην προσαγορεύουσι κασᾶς, ὥστε πᾶν κρύπτειν τὸ σῶμα πλὴν τῶν ὀφθαλ‐ μῶν.

21T

ΕΚ ΤΗΣ ΠΕΜΠΤΗΣ ΑΓΑΘΑΡΧΙΔΟΥ ΙΣΤΟΡΙΑΣ ΤΗΣ ΠΕΡΙ ΤΗΝ ΕΡΥΘΡΑΝ ΘΑΛΑΣΣΑΝ.

21

Ὅτι πολλοὶ, φησί, καὶ τῶν πολιτικῶν ἀνδρῶν καὶ τῶν ποίημα γεγραφότων διηπορήκασι πῶς τὰς ὑπερ‐ βαλλούσας ἐνίοις ἀκληρίας τὸν ἐκτὸς τῶν κινδύνων κείμενον πρεπόντως ἐξαγγελτέον· ὧν ὁ τρόπος οὐ λίαν
5γένοιτ’ ἂν ἐμφανὴς, εἰ μή τις ὑποτάξαιτ’ ἂν ἀκόλουθον αἰτίαν τοῖς ἐμφανιζομένοις. Ὄλυνθον καὶ Θήβας δύο πόλεις ἐνδόξους Ἀλέξανδρος καὶ Φίλιππος διαρπάσαντες καθεῖλον εἰς ἔδαφος. Τὸ δὲ δεινὸν τοῦ συντελεσθέντος παρ’ ἐλπίδα προσπεσὸν καὶ τῶν Ἑλλήνων πολλοῖς
10ἀγωνίαν περὶ τῶν ὅλων μεγάλην ἐπέστησε, καὶ τῶν ῥητόρων οὐκ ὀλίγοις λόγου παρέσχεν ἀφορμὴν εἰς τὸ δη‐ λῶσαι τὰ πεπραγμένα τοῦ πάθους οἰκείως. Εἰρήκασιν οὖν περὶ τούτου τοῦ πράγματος ἄλλοι μὲν ἀλληγορικῶς τῷ τρόπῳ καὶ ταῖς διαλέκτοις, ὡς δοκοῦσι, περιττῶς, οἱ
15δ’ ἐμβριθέστερον, τὰ συνήθη καὶ τὰς κυριολογίας ἐν τοῖς δεινοῖς οὐ πεφευγότες. Ἑκατέρου δέ σοι προοισόμεθα παραδείγματα γένους, ἵνα τοὺς χαρακτῆρας ἐκ παρα‐ βολῆς ἐπιδὼν, τοὺς ἄμεινον καὶ τοὐναντίον εἰπόντας ἐπ’ αὐταῖς εὕρῃς ταῖς δοκιμασίαις.
20 Ἡγησίας μὲν οὖν πολλάκις τῆς ἀπωλείας μεμνημέ‐ νος τῶν πόλεων εὐτελής ἐστιν. Ὁ γὰρ μὴ θέλων τοῖς
καιροῖς οἰκείως διαλέγεσθαι, ζητῶν δὲ ἐξ ἀνάγκης ἐν αὐστηρῷ πράγματι κομψότητα διαφαίνειν, τοῦ μὲν ἰδίου ζηλώματος ἐπὶ ποσὸν τυγχάνει, τῆς δὲ τῶν ὑπο‐
25κειμένων ἀξίας οὐ στοχάζεται· ὥσπερ οὗτος ἐν τοῖς αὑτοῦ φωρᾶται λόγοις· οἷον «Ὄνομα κατελάβο‐ μεν, πόλιν καταλιπόντες.» Σκόπει τοίνυν. Τοῦ‐ το πάθος μὲν οὐδαμῶς ποιεῖ, ἀλλὰ συνάγει πρὸς τὴν ἔμφασιν καὶ ποιεῖ ζητεῖν τί λέγει. Οὗ γὰρ ἄν τις τῇ
30γνώμῃ δισταγμὸν ἐνεργάσηται, ἐκεῖσε ἀπὸ τοῦ λόγου τὸ δεινὸν ἀφῆκε. Διὰ τί; ὅτι τὸ ῥηθὲν ἐν τῷ σαφῶς γνῶναι καὶ τὴν συμπάθειαν ἔστι λαβεῖν· ὁ δ’ ὑστερή‐ σας τοῦ σαφοῦς ἀπολέλειπται καὶ τῆς ἐναργείας. Εἶτα ὅμοιον περὶ Θηβαίων φησί· «Τὸν γὰρ μέγιστα
35φωνήσαντα τόπον ἄφωνον ἡ συμφορὰ πε‐ ποίηκε.» Πάλιν ἐπ’ Ὀλυνθίων· «Ἐκ μυριάν‐ δρου πόλεως ἐξῆλθον, ἐπιστραφεὶς δ’ οὐκέτ’ εἶδον.» Ἐζήτεις δὲ τί; τὸ μὲν γὰρ ῥηθὲν, ὑπὸ τοιαύ‐ την ἔμφασιν πεπτωκὸς, πεπλάνηκεν ἡμῶν ἀπὸ τοῦ
40προκειμένου τὴν γνώμην. Δεῖ δὲ τὸν οἰκτιζόμενον ἀφέν‐ τα τοὺς ἀστεϊσμοὺς, τὸ πρᾶγμα σημαίνειν ᾧ οἰκείωται τὸ πάθος, εἰ μέλλοι μὴ τῇ λέξει διακοσμεῖν, ἀλλὰ τῷ τῆς συμφορᾶς αἰτίῳ προσεδρεύειν. Ἀλλ’ ἐφ’ ἕτερον ἰτέον· «Ἀλέξανδρε, καὶ τὸν Ἐπαμινώνδαν
45νόμισον, ὁρῶντα τὰ λείψανα τῆς πόλεως, παρόντα μοι συνικετεύειν.» Αἴτημα μὲν μει‐ ρακιῶδες καὶ μεταφορὰ σκληρὰ, τὸ δὲ σκυθρωπὸν τῆς πράξεως ἄρρητον. Ἄλλο· «Βασιλικῇ μανίᾳ προσ‐ πταίσασα πόλις τραγῳδίας ἐλεεινοτέρα γέ‐

21

(50)

γονε·» πρὸς πᾶν μᾶλλον ἢ τὸ καθῆκον σοφιστῇ ἡτοι‐ μάσθαι φαίνεται, ὅθεν οὐ λίαν ἅπτεται τοῦ προκειμένου· χαλεπὸν γὰρ οἶμαι χαλεποῖς πράγμασι μωκωμένην διά‐ λεκτον ἐφορᾶσθαι. Ἄλλο· «Τί δεῖ λέγειν Ὀλυν‐ θίους καὶ Θηβαίους, οἷα κατὰ πόλεις ἀπο‐
55θανόντες πεπόνθασιν;» Ἕτερον παραπλήσιον κολακείας οὐκ εὐσχήμονος καὶ εὐηθείας ἐχόμενον· »Ὅμοιον πεποίηκας, Ἀλέξανδρε, Θήβας κατασκάψας, ὡς ἂν εἰ ὁ Ζεὺς ἐκ τῆς κατ’ οὐ‐ ρανὸν μερίδος ἐκβάλοι τὴν σελήνην· ὑπολεί‐
60πομαι γὰρ τὸν ἥλιον ταῖς Ἀθήναις. Δύο γὰρ αὗται πόλεις τῆς Ἑλλάδος ἦσαν ὄψεις. Διὸ καὶ περὶ τῆς ἑτέρας ἀγωνιῶ νῦν· ὁ μὲν γὰρ εἷς αὐτῶν ὀφθαλμὸς ἡ Θηβαίων ἐκκέ‐ κοπται πόλις.» Ἐμοὶ μὲν οὖν σκώπτειν ὁ σοφι‐
65στὴς δοκεῖ διὰ τούτων, οὐκ ὀλοφύρεσθαι τῶν πόλεων τὴν τύχην, καὶ σκοπεῖν πῶς ἂν τάχιστα συγκόψαιτο τὸν λό‐ γον, οὐ πῶς τὸ πάθος ὑπὸ τὴν ὄψιν ἀγάγοι διὰ τῆς ἐναργείας. Ἕτερον ὅμοιον· «Αἱ δὲ πόλεις αἱ πλη‐ σίον ἔκλαιον τὴν πόλιν, ὁρῶσαι τὴν πρό‐
70τερον οὖσαν οὐκέτ’ οὖσαν.» Εἴ τις οὖν τοῖς Θη‐
βαίοις καὶ τοῖς Ὀλυνθίοις παρ’ αὐτὴν τὴν ἅλωσιν τὰς περιόδους ταύτας συναχθόμενος ἔλεγε, δοκοῦσιν ἄν μοι γελάσαι τὸν γράψαντα καὶ τρόπον τινὰ αὑτῶν ὑπολα‐ βεῖν ἀθλιώτερον. Ἄλλου γένους ἁψώμεθα τὸν αὐτὸν
75ἡγούμενοι σοφιστήν· «Δεινὸν τὴν χώραν ἄσπο‐ ρον εἶναι τὴν τοὺς Σπαρτοὺς τεκοῦσαν.» Ἀλλ’ οὐχ οὕτως ὁ Δημοσθένης, οὗ τὴν γνώμην οὗτος ἐπὶ τὸ χεῖρον μετέθηκε· γράφει δὲ δεινὸν μηλόβοτον γενέσθαι τὴν Ἀττικὴν, ἣ πρώτη τοῖς ἄλλοις ἐξήνεγκε
80τὸν ἥμερον καρπόν. Ὁ δὲ φήσας δεινὸν εἶναι τὴν γῆν ἄσπορον γενέσθαι τὴν τοὺς Σπαρτοὺς τεκοῦσαν, ἐκ τῶν ὀνομάτων τὴν ἐναντίωσιν εἴληφεν, οὐκ ἐκ τοῦ πράγμα‐ τος. Διὸ καὶ ψυχρότητα ἐσχάτην ἐμφαίνει, ὥσπερ καὶ Ἑρμησιάναξ ὁ τὴν Ἀθηνᾶν ἐγκωμιάσας οὕτως· «Ἐκ
85γὰρ τῆς τοῦ Διὸς γεγενημένη κεφαλῆς εἰκότως ἔχει τῆς εὐδαιμονίας τὸ κεφάλαιον.» Τοιοῦτον καὶ τό «Τίς δ’ ἂν δύναιτο ποιῆσαι τὴν Κύρου δόσιν ἄκυρον;» καὶ τόδε δὲ ὅμοιον· »Τόπος δὲ πῶς γένοιτ’ ἂν ἄβατος, βάτου
90περικειμένου;» Πάντα, φησὶν ὁ Ἀγαθαρχίδης, τὰ τοιαῦτα ἀδόκιμα· ἀλλ’ εἰ μὲν πρὸς ἐλεεινολογίαν λέγοι, ἐγγὺς τοῦ πρέποντος ἵσταται, εἰ δὲ πρὸς πᾶσαν ἰδέαν λόγου, οὐκ ὀρθῶς τῇ κρίσει ἐπέβαλε. Πλὴν προστί‐ θησι καὶ ἕτερα τῶν εἰρημένων ὅμοια, ὑπὸ τὴν αὐτὴν
95καὶ ταῦτα φέρων διαβολὴν, οἷον· «Θηβαῖοι ἐν τῇ μάχῃ τῇ πρὸς Μακεδόνας ὑπὲρ τοὺς μυρίους ἀνετράπησαν.» Ὦ καλῆς ἐμφάσεως! ἄνθρωποι τοσοῦτοι παραλόγως ἀνατετραμμένοι. Καὶ πάλιν· »Τῆς μὲν πόλεως κατασκαφείσης οἱ μὲν ἄν‐

21

(100)

δρες παίδων συμφορὰς ὑπομένουσιν, αἱ δὲ γυναῖκες μετήχθησαν εἰς Μακεδονίαν, τὴν πόλιν θάψασαί τινα τρόπον.» Ἕτερον ὅμοιον· »Ἡ δὲ φάλαγξ τῶν Μακεδόνων εἰσβιασαμένη τοῖς ὅπλοις ἐντὸς τείχους τὴν πόλιν ἀπέ‐
105κτεινεν.» Ἐκεῖ μὲν ταφὴ πόλεως, ἐνταῦθα δὲ θά‐ νατος· λοιπὸν ἐκφορὰν δεῖ προσθέντας ἐπιγράμματι χρήσασθαι, καὶ παντελὴς ἡ πρᾶξις. Πλὴν τῆς μὲν τούτου κομψότητος, ἵνα μὴ μανίας εἰπὼν πικρότερος φανῶ, διεληλύθαμεν, φησί, τὰ πλεῖστα. Εἰσάγει δὲ
110μετὰ σαφηνείας καὶ τῆς πρεπούσης λόγῳ κοσμιότητος εἰς τὸν ὅμοιον εἰπόντας τόπον Στρατοκλέα μὲν οὕτως· »Ἀροῦται καὶ σπείρεται τὸ Θηβαίων ἄστυ, τῶν συναγωνισαμένων ὑμῖν τὸν πρὸς Φί‐ λιππον πόλεμον.» Ἅμα, φησί, τὸ πάθος τῆς πό‐
115λεως εὐσήμως ἐξέθηκε, καὶ τῆς τῶν ἠτυχηκότων φιλίας ὑπεμνήσθη· τὸ δεινὸν γὰρ εὐνοίᾳ παρατεθὲν ἐμβριθε‐ στέρους εἴωθε τοὺς οἴκτους ποιεῖν. Μετὰ Στρατοκλέα
ὁμοίως Αἰσχίνην εἰσάγει λέγοντα· «Πόλις ἀστυ‐ γείτων ἐκ μέσης τῆς Ἑλλάδος ἠφάνισται.»
120Ἄριστα, φησί, τῆς μὲν ἀπωλείας τὸ τάχος τῇ μετα‐ φορᾷ σημήνας, τοὺς κινδύνους δὲ ἐφιστὰς ἐκ τοῦ τὸν πεπονθότα τοῖς ἀκούουσι δεικνύειν ὅμορον ὑπάρχοντα. Ἀλλὰ γὰρ ὁ Δημοσθένης, φησί, μετενέγκας τοὺς λό‐ γους ἐπὶ τὸν Ἀλέξανδρον οὕτω δεδήλωκε· «Τὴν μὲν
125πόλιν ἐξώρυξεν ἐκ τῶν θεμελίων, ὥστε μηδὲ ἐπὶ ταῖς ἑστίαις καταλιπεῖν τὴν τέφραν, παῖδας δὲ καὶ γυναῖκας τῶν ἡγησαμένων τῆς Ἑλλάδος ἐπὶ τὰς σκηνὰς τῶν βαρβάρων διέ‐ νειμε.» Πικρῶς καὶ σαφῶς καὶ βραχέως ἀφ’ ἑκά‐
130στου τῶν εἰδῶν εἰληφὼς τὴν ὑπερβολὴν, ὅμως τῆς διδασκούσης τὸ πρᾶγμα ἐναργείας οὐκ ἐπελάθετο. Πά‐ λιν ἐπ’ Ὀλυνθίων ὁ αὐτὸς ῥήτωρ· «Ὄλυνθον δὴ καὶ Μεθώνην καὶ Ἀπολλωνίαν καὶ δύο καὶ τριάκοντα πόλεις τῶν ἐπὶ Θρᾴκης [ἐῶ], ἃς
135πάσας οὕτως ὠμῶς ἀνῄρηκεν, ὥστε μηδ’ εἰ πώποτε ᾠκίσθησαν ῥᾴδιον εἶναι προσελθόν‐ τας εἰπεῖν.» Ἐμφανίσας τὸ πλῆθος τῶν πόλεων τῶν ἀνδρῶν τὴν συμφορὰν ἐπέβαλεν, ὅπως ὁ πλεῖστος οἶ‐ κτος τοῦ παραδόξου τεθέντος μᾶλλον τῶν ἀκροωμένων
140ἐκκαλέσηται τὸ πάθος. Ταῦτα καὶ τοιαῦτα ἕτερα καὶ ἑτέρων εἰπὼν συγγραφέων τὰ μὲν ἀποδέχεται, τοὺς δὲ περὶ Ἡγησίαν καὶ τὰ παρ’ ἐκείνων παραγράφεται.

22

Ὅτι ἀπὸ τοῦ Μεμφιτῶν ἄστεος εἰς τὴν Θηβαΐδα πέντε εἰσὶ μεταξὺ νομοὶ ἐθνῶν, ἔχοντες πολυάνθρωπον τάξιν, πρῶτος μὲν ὁ Ἡρακλεοπολίτης, δεύτερος ὁ Κυ‐ νοπολίτης, τρίτος ὁ Ὀξυρυγχίτης, τέταρτος ὁ Ἑρμου‐
5πολίτης, πέμπτος ὃν οἱ μὲν Φυλακὴν, οἱ δὲ Σχεδίαν καλοῦσιν. Ἐν ταύτῃ τῶν ἄνωθεν καταγομένων εἰσπράτ‐ τονται καὶ τιθέασι τὸ τέλος. Τοὺς δὲ εἰρημένους ὑπερβάλλοντι τόπους ἀρχὴ τῆς Θηβαΐδος ἡ Λύκων πόλις, εἶτα Ἀφροδίτης ἄλλη, πρὸς δὲ τούτοις Πανῶν,
10ἔπειτα Θοινὶς, μετὰ ταύτην Βοπὸς, ὑφ’ ἣν Διὸς πόλις, ἣν καλοῦσι μικράν. Μετὰ δὲ τὸν προσηγορευμένον
Τεντυρίτην νομὸν Ἀπόλλωνος ὀνομάζεται πόλις, ἧς ἐπάνω μὲν Κοπτὸς, ἔπειτα Ἐλεφαντίνη, εἶτα Αἰθιό‐ πων χώρα, Κορτία πρώτη. Τὰ μὲν οὖν ἀπὸ Μέμφεως
15ἕως Αἰθιοπίας εἴρηται.

23

Ὅτι πλησίον τῆς Ἐρυθρᾶς θαλάσσης, καθ’ ὃν ὁ Νεῖλος πολλὰς ἐκτροπὰς καὶ παραφορὰς ποιούμενος ὅμως ἐκεῖσε ἀποκάμπτει περιφανῶς, καὶ ποιεῖται κατὰ τὴν δεξιὰν ῥύσιν τῶν ἀγκώνων τὴν μεγάλην κλίσιν, ἔκ
5τε τοῦ πελάγους κόλπος εἰς τὴν ἤπειρον ἀνατείνεται πολὺς, ὥστε τὴν μεταξὺ διάμετρον τῶν ὑδάτων, τοῦ τε ἁλμυροῦ καὶ [τοῦ] ποτίμου, παραπλήσιον πηλῷ πολ‐ λῷ τὴν συστολὴν λαμβάνειν· κατὰ γοῦν τὴν εἰρημένην θάλατταν πλησίον ἐστί τινα τῶν καλουμένων χρυσίων
10πλῆθος ἔχοντα μετάλλων, τῇ χρόᾳ μὲν ὄντα καθ’ ὑπερ‐
βολὴν μέλανα, μαρμάρου δὲ ποιοῦντα τοιαύτας ἐν αὑ‐ τοῖς ἐκφύσεις, ὥστε πᾶν λείπεσθαι τὸ διαμιλλώμενον, τῆς λευκότητος κρίσιν οὐκ ἐχούσης.

24

Ὅτι οὓς ἔσχατον (φησί) κατέχει ἀκλήρημα, τούτους ἡ τυραννὶς εἰς τὴν τῶν χρυσωρυχίων ἀπάγει πικροτάτην δουλείαν, τοὺς μὲν ἅμα γυναιξὶ καὶ παισὶ ταλαιπωρουμένους, τοὺς δὲ καὶ χωρὶς τῶν εἰρημένων.
5Ὑπερβολὴν οὖν οὐδενὶ τὸ πάθος δυστυχήματι καταλι‐ πεῖν ἐκτραγῳδήσας, τὸν τρόπον ἀπαγγέλλει τῆς περὶ τὸ χρυσίον ἐργασίας.

25

Τῶν ὀρῶν, φησίν, ἐν οἷς ὁ χρυσὸς εὑρίσκεται, τὰ μὲν ἀπότομα καὶ τελέως σκληρὰν ἔχοντα φύσιν ἐκπρή‐ σαντες ὕλῃ καὶ χαῦνα τῷ πυρὶ ποιήσαντες, οὕτως αὐτοῖς προσάγουσι τὴν πεῖραν, τὰ δ’ ἀνειμένα τῆς πέ‐
5τρας σιδήρῳ λατομικῷ κερματίζονται. Καθηγεῖται δὲ τῶν ὅλων τεχνίτης ὁ τὸν λίθον διαιρῶν. Ὅταν δὲ οὗτος τοῖς μεταλλεῦσι τὰς ὁδοὺς ὑποδείξῃ, τὸ πᾶν ἔργον κα‐ ταμερίζεται τῇ τῶν ἀτυχούντων ἀνάγκῃ τοῦτον τὸν τρόπον. Οἱ μὲν εὔρωστοι καὶ νέοι τυπίσι σιδηραῖς
10κόπτουσι τὴν χώραν τὴν μαρμαρίζουσαν, οὐ τέχνῃ τὴν πληγὴν [ποιούμενοι] ἀλλὰ βίᾳ, καὶ τέμνουσι διὰ τῆς πέτρας ὑπονόμους πλείονας οὐκ εὐθεῖς, ἄλλοτε μὲν ἄνω τῆς χρυσίτιδος ἀπονευούσης λίθου, ποτὲ δὲ κατωτέρω, πάλιν δὲ εἰς τὴν εὐώνυμον κλίσιν, ἐνίοτε δὲ σκολιὰν καὶ
15διεστραμμένην καὶ παραπλησίαν ταῖς τῶν δένδρων ῥί‐ ζαις. Οὗτοι μὲν οὖν λύχνους προσδεδεμένους τοῖς μετώ‐ ποις ἔχοντες λατομοῦσιν, ἀκολουθοῦντες οἷον φλεβὶ τῷ λευκανθίζοντι· καὶ πολλαχῶς μετασχηματίσαντες τῶν σωμάτων τὰς θέσεις, καταβάλλουσι τὰ θραύσματα εἰς
20ἔδαφος, οὐ πρὸς τὴν ἰδίαν ἕξιν τε καὶ δύναμιν, ἀλλὰ πρὸς ὀφθαλμὸν ἐπιστάτου, πληγῆς τὴν ἐπιτίμησιν οὐ‐
δέποτε χωρίζοντος.

26

Οἱ δὲ ἄνηβοι παῖδες εἰς τοὺς ὑπὸ τούτων ὀρυ‐ χθέντας ὑπονόμους εἰσδυόμενοι, καὶ τὴν χάλικα τῶν ῥιπτουμένων ἐπιπόνως συλλέγοντες, ἐκτὸς τῶν στομίων κομίζουσι. Παρὰ δὲ τούτων οἵ τε πρεσβύτεροι καὶ τῶν
5ἀσθενῶν οἱ πολλοὶ τὸν λίθον μεταφέρουσι· μετακομί‐ ζουσι δὲ οὗτοι τοῖς καλουμένοις κοπεῦσιν. Οἱ γὰρ ἐντὸς τῶν τριάκοντα ἐτῶν καὶ τοῖς εἴδεσι καρτεροὶ ὅλμους λι‐ θίνους παρειληφότες ὑπέρῳ σιδηρῷ πτίσσουσιν ἐπι‐ στρεφῶς, καὶ ποιήσαντες τὸ μέγιστον τρύφος ὀρόβῳ
10παραπλήσιον πρὸς τὴν αὐτὴν ὥραν ἀπομετροῦσιν ἑτέ‐ ροις. Οὗτος δέ ἐστιν ὁ πόνος τῶν γυναικῶν τῶν εἰς τὰς φυλακὰς συναπηγμένων ἀνδράσιν ἢ γονεῦσι. Μύλοι γὰρ ἑξῆς πλείους βεβήκασιν, ἐφ’ οὓς τὸν ἐπτισμένον ἐπι‐ βάλλουσι λίθον· καὶ παραστᾶσαι τρεῖς ἑκατέρωθεν πρὸς
15τὴν μίαν κώπην, οὕτως ἐζωσμέναι δυσπροσόπτως ὥστε μόνον τὴν αἰσχύνην τοῦ σώματος κρύπτειν, ἀλήθουσιν·
ἀλήθουσι δὲ ἕως ὑπὸ τὸν τῆς σεμιδάλεως τρόπον ἀχθῇ τὸ παραδοθὲν μέτρον. Οὗτοι πάντες οἱ τὸν εἰρημένον τῆς τύχης κλῆρον ὑπελθόντες ποθεινότερον ἔχουσι τοῦ
20βίου τὸν θάνατον.

27

Παρὰ δὲ τοῦ θήλεος γένους διαδέχονται μὲν τὸ κατειργασμένον οἱ καλούμενοι σηλαγγεῖς· εἰσὶ δὲ οὗτοι τεχνῖται πρὸς τὸ πέρας ἄγειν δυνάμενοι τὴν βασιλικὴν χρείαν. Ἡ δὲ ἐργασία τοιαύτη. Καταβάλλουσι τὴν
5ἀληλεσμένην μάρμαρον ἐπὶ σανίδος πλατείας μὲν καὶ κατεξυσμένης εἰς εὐθεῖαν τομὴν, οὐκ ἐν ὀρθῇ δὲ χώρᾳ βεβηκυίας, ἀλλὰ μικρὰν ἐχούσης ἐπίκλισιν. Εἶτα κα‐ ταχέοντες ὕδωρ τρίβουσι ταῖς χερσὶ, τὰ πρῶτα μὲν κούφως, ἔπειτα μᾶλλον· ὅθεν, οἶμαι, τὸ μὲν γεῶδες
10ἐκτηκόμενον συναπορρεῖ κατὰ τὴν ἐπίνευσιν τοῦ σα‐ νιδώματος, τὸ δὲ ἰσχύον καὶ δυνατὸν ἐπὶ τοῦ ξύλου μένει ἀκίνητον. Πολλάκις δὲ τοῖς ὕδασιν ἀποπλύνας ὁ καλούμενος σηλαγγεὺς μεταλαμβάνει σπόγγους μα‐ λακοὺς καὶ πυκνοὺς, οἷς ἐφαπτόμενος τῆς μαρμάρου
15κούφως, καὶ θλίβων ἐπὶ ποσὸν τὸ μὲν ἐλαφρὸν καὶ χαῦνον ἐμπλεκόμενον τοῖς ἀραιώμασιν ἀπὸ τῆς σή‐ ραγγος ἀναφέρει καὶ ἐκρίπτει, τὸ δὲ ἐμβριθὲς καὶ στίλβον ἐπὶ τῆς σανίδος ἀποκεκριμένον ἀπολείπει, δυσκινήτου διὰ τὸ βάρος τῆς τοιαύτης φύσεως ὑποκει‐
20μένης.

28

Οὕτως οὖν οὗτος ὁ σηλαγγεὺς περικαθάρας τὰ ψήγματα τοῦ χρυσοῦ παραδίδωσι τοῖς ἑψηταῖς. Οἱ δὲ λαβόντες μέτρῳ τε καὶ σταθμῷ τὸ συνηγμένον εἰς ἄγγος κεραμεοῦν ἐνέβαλον, καὶ μίξαντες κατὰ λόγον τοῦ πλή‐
5θους μολίβδου βῶλον καὶ χόνδρους ἁλῶν, καὶ κασσιτέρου βραχὺ καὶ κρίθινον πίτυρον, κἄπειτα ἐπιθέντες ἐπίθεμα καλῶς ἡρμοσμένον καὶ πάντοθεν χρίσαντες, ἕψουσιν ἐν καμίνῳ πέντε ἡμέρας καὶ τὰς ἴσας νύκτας, οὐθὲν διαλεί‐ ποντες. Τῇ δ’ ἐχομένῃ σύμμετρον τῇ πεπυρωμένῃ
10προσάγοντες ψύξιν εἰς ἀγγεῖον κατήρασαν, ἄλλο μὲν τῶν συνεμβεβλημένων οὐθὲν εὑρίσκοντες, αὐτὸ δὲ τοῦ χρυσίου τὸ χύμα, βραχεῖαν εἰληφὸς ἀπουσίαν ἀπὸ τοῦ ψήγματος.

29

Ἡ μὲν οὖν πρὸς τοῖς μετάλλοις ἀπώλεια τῶν πολλῶν σωμάτων πρὸς τὸ ῥηθὲν τέλος κομίζεται τὴν διέξοδον, σχεδὸν αὐτῆς τῆς φύσεως δεικνυούσης ὅτι τοῦ χρυσίου συμβέβηκεν ὑπάρχειν καὶ τὴν γένεσιν ἐπίπο‐
5νον καὶ τὴν φυλακὴν σφαλερὰν καὶ τὴν σπουδὴν μεγί‐ στην καὶ τὴν χρῆσιν ἡδονῆς καὶ λύπης ἀνὰ μέσον κει‐ μένην, τήν τε ἐργασίαν τρόπον τινὰ τοῦ γένους ἀρχαιο‐ τάτην. Εὕρηται μὲν γὰρ ὑπὸ τῶν πρώτων τοῦ τόπου βασιλέων τῶν μετάλλων ἡ φύσις, διέλιπε δὲ ἐνεργοῦσα,
10ποτὲ μὲν Αἰθιόπων ἐπὶ τὴν Αἴγυπτον πλήθους συνελ‐ θόντος καὶ πολλὰ τὰς πόλεις ἔτη φρουρήσαντος (ὑφ’ ὧν καὶ τὰ Μεμνόνεια συτετελέσθαι φασί), ποτὲ δὲ Μή‐ δων καὶ Περσῶν ἐπικρατησάντων. Εὑρίσκονται δὲ ἔτι καὶ καθ’ ἡμᾶς ἐν τοῖς χρυσείοις τοῖς ὑπ’ ἐκείνων κατα‐
15σκευασθεῖσι λατομίδες μὲν χαλκαῖ, διὰ τὸ μήπω (τὴν) τοῦ σιδήρου κατ’ ἐκεῖνον τὸν χρόνον ἐγνωρίσθαι χρείαν, ὀστᾶ δὲ ἀνθρώπων ἄπιστα τῷ πλήθει, πτωμάτων (ὅπερ εἰκὸς γίνεσθαι) οὐκ ὀλίγων ἐν τοῖς χαύνοις καὶ πλακώ‐ δεσιν ὑπονόμοις γενομένων, τηλικαῦτα δὲ ὀρυγμάτων
20μεγέθη, καὶ διατείνοντα βάθεσιν ἐπικαρσίοις ἐπ’ αὐτὴν τὴν θάλασσαν.

30

Ὅτι παρὰ τὴν νότιον τῆς Αἰγύπτου κλίσιν τέσ‐ σαρά ἐστι φῦλα τὰ μέγιστα, τὸ μὲν τοῖς ποταμοῖς παρ‐ εζευγμένον, ὃ σπείρει σήσαμον καὶ κέγχρον, τὸ δὲ περὶ τὰς λίμνας οἰκοῦν, ὃ τοῦ καλάμου καὶ τῆς ὕλης ἅπτεται
5τῆς ἁπαλῆς, τὸ δὲ εἰκῇ πλανώμενον, ὃ σαρκὶ καὶ γά‐ λακτι παραπέμπει τὸν βίον, τὸ δὲ ἐκ τῆς παραλίας ὁρμώμενον τοὺς ἰχθύας ἀγρεῦον.

31

Τοῦτο δὲ τὸ γένος ἔχει μὲν οὔτε πόλεις οὔτε χώ‐ ρας οὔτ’ ἄλλης ἐντέχνου κατασκευῆς ὑπογραφὴν οὐδε‐
μίαν, ἐστὶ δὲ τῶν ὑπολοίπων, ὡς ἔνιοί φασι, μέγιστον· ἀπὸ γὰρ Αὐταίων, οἳ τὸν ἔσχατον μυχὸν κατοικοῦσιν, ὃν
5τῇ μεγάλῃ συμβέβηκε συγκλείεσθαι θαλάττῃ, μέχρι τῆς Ἰνδικῆς καὶ Κεδρωσίας, ἔτι δὲ Καρμανίας καὶ Περσῶν καὶ τῶν τοῖς εἰρημένοις γένεσιν ὑποκειμένων νήσων, ἰχθυοφάγοι πάντῃ κατοικοῦσι· γυμνοὶ μὲν ὄντες αὐτοὶ, γυμνὰς δὲ ἔχοντες τὰς γυναῖκας, κοινὴν δὲ τέκνων γέ‐
10νεσιν, ἔτι δὲ ἡδονῆς μὲν καὶ πόνου φυσικὴν ἔχοντες γνῶσιν, αἰσχρῶν δὲ καὶ καλῶν οὐδὲ τὴν ἐλαχίστην εἰσ‐ φερόμενοι ἔννοιαν.

32

Τούτοις δὲ τὰ μὲν ἀγχιβαθῆ πάντ’ ἐστὶ πρὸς τὸν βίον ἀλλότρια, παραπλησίως δὲ τὰ παρακείμενα μακραῖς ᾐόσι· θήραν γὰρ οὔτε ἰχθύος οὔτ’ ἄλλου γένους [***] ὁμοιοπαθοῦς ἁδροτέραν παραδίδωσιν ἡ τοιάδε χέρσος.
5Αἱ δὲ οἰκήσεις πᾶσιν ἔκκεινται τοῖς εἰρημένοις παρὰ τὰς ῥαχίας, αἳ καὶ κοιλάδας βαθείας ἔχουσι καὶ φάραγ‐ γας ἀνωμάλους καὶ στενοὺς αὐλῶνας καὶ σκολιὰς ἐκτρο‐ πάς. Ὧν πρὸς τὴν χρείαν ὑποκειμένων οἰκείως, ἀναθέ‐ μενοι πέτρους αὐτοπαγεῖς ἐπὶ τῆς κοιλίας οἱονεί τινας
10ἀραιοὺς ***. Ὅταν οὖν ἐκ πελάγους ἡ πλημμυρὶς ἐπὶ τὴν χέρσον φέροιτο (ὃ ποιεῖ δὶς ἑκάστης ἡμέρας, πρὸς ὥραν ἐννάτην τε καὶ τρίτην), ἡ μὲν θάλαττα πᾶσαν τὴν ῥαχίαν ἐπικαλύπτει, συναπάγουσα ἐκ τοῦ πόρου πρὸς
τὴν ᾐόνα βίᾳ καὶ τῶν ἰχθύων οὐκ ὀλίγους, οἳ τέως μὲν
15ἐν τῇ παραλίᾳ μένουσι, νομῆς χάριν πλανώμενοι περὶ τὰς ὑποδύσεις· ἐπὰν δὲ αὖθις ἀναδύῃ τὸ τῆς ἀμπώτεως, τὸ μὲν ὑγρὸν διὰ τῶν λίθων καὶ τῶν φαράγγων ἀπορρεῖ εἰς τὸν ἐπιφερῆ καὶ κατεπείγοντα τόπον, οἱ δ’ ἰχθύες ἐν τοῖς κοιλώμασιν ὑπολειπόμενοι ἕτοιμον θήραμα καὶ
20τροφὴ γίνονται τοῖς ἰχθυοφάγοις.

33

Ἀλλ’ οἱ μὲν ἄλλοι ἰχθύες (ὡς ἔφημεν) εὐπετῶς καταγωνίζονται· ἐπὰν δ’ ἐμπέσωσι κύνες τε καὶ φῶκαι μείζους καὶ σκορπίοι σμύραιναί τε καὶ πᾶν τὸ τοιοῦτον γένος, μετὰ κινδύνων ἡ συμπλοκὴ γίνεται.

34

Ὅταν δὲ θηρεύσωσιν ὁσουσδηποτοῦν, μετενέγ‐ καντες ἐπὶ τὰς πέτρας τὰς κειμένας πρὸς μεσημβρίαν, οὔσας διαπύρους, ταύταις δὲ ἐπέρριψαν· χρόνον δὲ οὐ πολὺν ἐάσαντες στρέφουσιν ἐπὶ τοὔμπαλιν ἅπαντας.
5Εἶθ’ ὅταν λάβωνται τῆς οὐρᾶς καὶ τὸν ὅλον ὄγκον σεί‐ σωσιν ἐκ ταύτης, ὁ μὲν σαρκώδης τόπος ἅπας ἐκπίπτει θρυπτόμενος διὰ τὴν εἰρημένην θερμασίαν· τὴν δ’ ἄκαν‐ θαν σωρεύουσιν αὐτοὶ, ἀφ’ ἧς ἐκ πλείονος τόπου κολω‐ νοὶ παμμεγέθεις ὁρῶνται. Τὴν δὲ σάρκα τῶν ἰχθύων
10εἰς λεωπετρίαν συναγαγόντες πατοῦσιν ἐκτενῶς ἐπὶ χρό‐ νον οὐκ ὀλίγον, καὶ μίξαντες τὸν καρπὸν τοῦ παλιούρου.
Τούτου γὰρ συμμιγέντος κολλῶδες μὲν τὸ πᾶν πολὺ μᾶλλον γίνεται, δοκεῖ δ’ οἷον ἡδύσματος ἢ παρεμπλο‐ κῆς τάξιν ἔχειν. Ἐπὰν δὲ ἱκανὸν χρόνον τοῖς ποσὶ δε‐
15ψήσωσι, πλινθίδας παραμήκεις διαπλάσαντες πάλιν εἰς τὸν ἥλιον τιθέασιν. Ὧν ξηρασίαν λαβουσῶν, καθί‐ σαντες εὐωχοῦνται πάντες, οὐ πρὸς μέτρον καὶ σταθμὸν, ἀλλὰ πρὸς τὴν ἑκάστου βούλησιν καὶ χάριν.

35

Ὅτι πρὸς τοὺς αἰφνιδίους χειμῶνας, οἳ τὴν ἀπὸ τῶν ἰχθύων αὐτοὺς θήραν ἀφαιροῦνται, τοιόνδε τι μη‐ χανῶνται. Πλανώμενοι παρὰ πᾶσαν τὴν πλησίον παραλίαν κόγχους συνάγουσι (μέγιστοι δὲ τυγχάνουσιν,
5ὥστε τοῖς μὴ ἰδοῦσιν ἄπιστον αὐτοῖς τοῦ μεγέθους τὴν ὑπερβολὴν εἶναι), ὧν τὸ κρέας ὠμὸν τῆς ἐνδείας ἀνα‐ πλήρωσιν κατ’ ἐκεῖνο καιροῦ ἔχουσι. Τῆς δὲ χρείας
τῆς ἀπὸ τῶν ἰχθύων ἔτι τούτοις παραμενούσης, τοὺς εἰρημένους κόγχους συλλέγουσιν, καὶ τούτους φύκει τε
10προσφάτῳ καὶ ἰχθύων τῶν ἐλασσόνων κεφαλαῖς ἐν ὀρύ‐ γμασι καταθέντες διατρέφουσι· τῆς δὲ ἐνδείας αὐτοὺς κατασχούσης, ταῦτα (ὡς εἴρηται) ποιοῦνται σίτησιν.

36

Εἰ δέ ποθ’ ἑκατέρα αὐτοὺς σίτησις ἐπιλείψει, ἀπὸ παντὸς τοῦ τῶν ἀκανθῶν σωροῦ τὰς ἐγχύμους αὐτῶν καὶ προσφάτους ἐπιλέγοντες ἀφαιροῦσι κατ’ ἄρθρον, κἄπειτα τὰς μὲν κόπτοντες ἐπὶ πετρώδους τόπου, ἃς δὲ
5κατεργαζόμενοι διὰ τῶν ὀδόντων, τοῖς φωλεύουσι τῶν θηρίων τὴν αὐτὴν διάθεσιν λαμβάνουσι.

37

Ποτῷ δὲ πολὺ θαυμασιωτέρῳ χρῶνται. Ἐπὶ μὲν γὰρ τέτταρας ἡμέρας πρὸς ταῖς θήραις γίνονται, καὶ πρὸς ᾠδαῖς ἀνάρθροις καὶ πρὸς ταῖς συνουσίαις ταῖς παιδιᾶς χάριν γινομέναις, ὑπ’ οὐδενὸς περισπώμενοι,
5διὰ τὴν εὐκοπίαν τῆς τροφῆς· τῆς δὲ πέμπτης ἐπιλαβού‐ σης ἐξορμῶσιν εἰς τὴν ὑπώρειαν ποτοῦ χάριν εἰς τὰς συρρύσεις τῶν νομάδων, πρὸς αἷς (καὶ) τὰ κτήνη ποτίζουσιν.

38

Ἑσπέριος δὲ ἡ πορεία γίνεται. Κατανύσαντες δὲ εἰς τὰς ποτίστρας τῶν νομάδων τοῦ κοιλώματος κύ‐ κλῳ περιέστησαν, εἶτ’ ἀπερεισάμενοι τὰς χεῖρας εἰς τὴν γῆν καὶ θέντες τὰ γόνατα βοηδὸν πίνουσιν, οὐ πρὸς
5μίαν ἀναπνοῆς ὁρμὴν, ἀλλὰ πολλάκις αὑτοὺς ἀναπαύον‐ τες. Πληρώσαντες δὲ τὰς κοιλίας τῶν ὑγρῶν καθάπερ ἀγγεῖα, πρὸς θάλατταν μόλις ἀποχωροῦσιν.

39

Εἶτα ἐπανελθόντες, ἐκείνην μὲν τὴν ἡμέραν ἕκαστος οὔτε ἰχθύος οὔτε ἄλλου τινὸς γεύεται· κεῖται δὲ ὑπεργέμων καὶ δύσπνους, ὥστε εἶναι τρόπον τινὰ τῷ μεθύοντι παραπλήσιον τὸ βάρος· ἀπὸ δὲ τῆς ἐχο‐
5μένης ἐπὶ τὴν εἰρημένην δίαιταν ἐπανάγει· καὶ τοῦτο κύκλῳ διὰ βίου γίνεται πρὸς ἀσχολίαν καὶ μέριμναν οὐδενὸς ἀποβλεπόντων αὐτῶν πράγματος. Καὶ νοσή‐ μασι μὲν διὰ τὴν ἁπλότητα τῆς διαίτης σπανίοις περι‐ πίπτουσι, τοσούτῳ δ’ ἀφαιροῦσιν ἀπὸ τοῦ χρόνου τῶν
10ἐτῶν, ὅσῳπερ ἀπονωτέραν τῶν λοιπῶν ἔχουσι τὴν ἀνα‐ στροφήν.

40

Ἀλλ’ οἱ μὲν ἐντὸς τῶν στενῶν τὰς οἰκήσεις ἔχοντες ἰχθυοφάγοι οὕτω καταγίνονται· οἱ δὲ τὴν ἐκτὸς παραλίαν κεκτημένοι, ἄγρας μὲν ἐνδελεχῶς τοιαύ‐ της εὐποροῦσιν, ὑγροῦ δ’ ἁπλῶς οὐ δέονται. Προσ‐
5ενεγκάμενοι δὲ τὸν ἰχθὺν ἔγχυλον, ὥστε μικρὰν εἶναι τῶν ὠμῶν τὴν παραλλαγὴν, οὐχ’ οἷον ποτὸν ἐπιζη‐ τοῦσιν, ἀλλ’ οὐδὲ ἔννοιαν ἔχουσι τοῦ γένους, φέρουσι δὲ ἀλύπως ἅπερ αὐτοῖς ἀπ’ ἀρχῆς ἡ τύχη παρα‐ δέδωκεν.

41

Ὅτι τοὺς ἐν τοῖς εἰρημένοις τόποις οἰκοῦν τάς φησι πρὸς τοῖς εἰρημένοις ἔτι μηδὲ πρὸς τὰ μέγιστα τῶν παρ’ ἡμῖν δεινῶν ὁμοίαν ἡμῖν ἔχειν τὴν ἔννοιαν. Οὔτε γὰρ σίδηρον κατ’ αὐτῶν ἐπαιρόμενον φεύγειν, οὔτε
5προπηλακισμῷ ἐρεθίζεσθαι, οὔτε τοὺς μὴ πάσχοντας τοῖς πάσχουσι συναγανακτεῖν· ἀλλ’ εἴ τι γένοιτο περὶ αὐτοὺς ἐξ ἀλλοφύλων τοιοῦτον, βλέπουσι μὲν οὗτοι ἀτενῶς εἰς τὸ γινόμενον καὶ τὰς κεφαλὰς πυκνὰ δια‐ νεύουσι, τῶν δὲ εἰθισμένων ἀνθρώπῳ πρὸς ἄνθρωπον
10οὐδὲ τὴν ἐλαχίστην διδόασιν ἔννοιαν. Ὅθεν (φησὶν ὁ συγγραφεύς) ἔγωγε νομίζω μηδὲ χαρακτῆρα εὔγνω‐ στον ἔχειν αὐτοὺς, ἐθισμῷ δὲ καὶ νεύματι ἤχοις τε καὶ
μιμητικῇ δηλώσει διοικεῖν πάντα τὰ πρὸς τὸν βίον.

42

Ὅτι φησί, Πλησίον τῶν ἀδίψων Ἰχθυοφάγων οἱ κατοικοῦντες, ὥσπερ ἀπαραβάτων σπονδῶν μεταξὺ τεθεισῶν αὐτῶν τε καὶ τῶν φωκῶν, οὔτε αὐτοὶ τὰς φώκας σίνονται, οὐδ’ ὑπ’ ἐκείνων οὗτοι βλάπτονται,
5ἀλλὰ καὶ ἀλλήλων θήρας ἀνεπιβουλεύτους τῷ θηρά‐ σαντι ἑκάτερον γένος συντηρεῖ, καὶ συναναστρέφονται οὕτως ἀλλήλοις, ὡς μόλις ἂν εὑρεθεῖεν πρὸς ἀνθρώπους συμβιοῦντες ἄνθρωποι.

43

Ὅτι τῶν Ἰχθυοφάγων, φησίν, οἱ μὲν σκηνώμα‐ σι τοῖς σπηλαίοις, οὐ τετραμμένοις πρὸς μεσημβρίαν διὰ τὸ πνιγῶδες, ἀλλὰ τοῖς ἀπεστραμμένοις αὐτὴν, χρῶνται· οἱ δὲ ὑπὸ ταῖς τῶν ἰχθύων πλευραῖς, φυκία
5ἐπιβάλλοντες αὐτοῖς· οἱ δὲ τὰς τῶν ἐλαιῶν κορυφὰς ἀλ‐ λήλαις συνάπτοντες εἶτα χρῶνται σκηνώμασι. Τὴν δὲ τοιαύτην ἐλαίαν καρπὸν φέρειν φησὶ κασταναϊκῷ κα‐ ρύῳ προσεμφερῆ.

44

Τὸ δὲ τέταρτον τῶν Ἰχθυοφάγων γένος τὴν οἴκη‐ σιν ἔχει τοιαύτην. Μνίου φόρτος ἄπλετος ἐκ τοῦ παντὸς αἰῶνος, ὄρει παραπλήσιος, σεσώρευται, καὶ πᾶς οὗτος ὑπὸ τοῦ προσβάλλοντος ἀεὶ κύματος σκλη‐
5ρῶς πεπιλημένος, ὥστε ὁμογενοῦς ὄγκου καὶ μίαν φύσιν ἔχοντος διὰ τὴν μίξιν καὶ συμπλοκὴν τῆς ἄμμου μηδὲν παραλλάσσειν. Εἶτα ὑπονόμους αὑτοῖς ἀνδρομήκεις ὀρύττουσι, τὸν μὲν κατὰ κορυφὴν ὄγκον ἐῶντες ὠχυ‐ ρῶσθαι καὶ στέγειν διὰ τῆς εἰρημένης συνδέσεως, ἐκ δὲ
10τοῦ κάτωθεν ἐδάφους παραμήκεις αὐλῶνας κατασκευα‐ ζόμενοι, πρὸς ἀλλήλους πάντοθεν συντετρημένους, ἐν οἷς τέως μέν τινος τὰ πρὸς τὸν ἄνεμον φωτίσαντες ἄγουσιν ἡσυχίαν, ἐπὰν δὲ πλημμυρὶς ἐπέλθῃ, τὰ πρὸς τὴν ἄγραν (ὡς καὶ προείρηται) παρασκευάζονται.

45

Τοὺς μέντοι γε τελευτῶντας αὐτῶν οὐδεμιᾶς ἀξιοῦσι προνοίας, ἀπαθῆ πρὸς τὸν ἐκ δόξης ἔλεον κε‐ κτημένοι τὴν γνώμην· διὸ καὶ κεῖσθαι ἐρριμμένους ἐῶσιν, ἕως ἂν ἄμπωτις ἐπιγενομένη τροφὴν εἰς τὴν
5θάλασσαν κομίσῃ τούτους τοῖς ἰχθύσιν.

46

Ὅτι φησὶν ἐνίοις τῶν ἀπὸ τῆς θαλάττης σι‐
τουμένων μετὰ τῶν ἄλλων καὶ τοῦτο ἔχειν παραδοξό‐ τερον καὶ εἰς λογικὴν καταχωρῆσαι πίστιν οὐ ῥᾴδιον. Οὔτε γὰρ πόθεν εἰς τὸν χῶρον, ἐν ᾧ οἰκοῦσιν, ἀφίκοντο,
5ἔστιν ἐπιγνῶναι, οὔτε ὅπως, λισσῆς μὲν πέτρας ἄνωθεν ἐπεζευγμένης, ἐκ πλαγίου δὲ κρημνῶν ἀφαιρουμένων τὰς παρόδους, τὴν δὲ ἀπέναντι πᾶσαν [τοῦ πελάγους] ὁρίζοντος, ὃ καὶ πεζῇ μὲν διελθεῖν παντελῶς (ὡς εἶπον) ἀδύνατον, σχεδίαις δ’ ὁμοίως ἀπορίᾳ τῶν παρ’ ἡμῖν ἐξ
10ἴσου ἄπορον. Τούτων δὲ ὑφεστώτων, φησί, λοιπὸν εἰπεῖν ὡς αὐθιγενεῖς εἰσὶ, μνήμην τοῦ πρώτου σπέρ‐ ματος οὐ λαβόντες, ἀεὶ δὲ ὑπάρχοντες, ὃν τρόπον ἔνιοι τῶν καλουμένων ὡρίσαντο φυσικῶν.

47

Ὅτι τῶν στενῶν ἐπέκεινα, φησί, τῶν συγ‐ κλειόντων τήν τε Ἀραβίαν καὶ τὴν ἀπέναντι χώραν, νῆσοι κεῖνται σποράδες, ταπειναὶ πᾶσαι, μικραὶ τῷ
μεγέθει, τὸ πλῆθος ἀμύθητοι, καρπὸν οὐδένα γεννῶ‐
5σαι πρὸς τὸν βίον, οὔτε ἥμερον οὔτε ἄγριον, ἀπέχουσαι μὲν τῆς εἰρημένης ἠπείρου σταδίους ὡς ἑβδομήκοντα, τετραμμέναι δὲ πρὸς τὸ δοκοῦν πέλαγος παρεκτείνειν τὴν Ἰνδικὴν καὶ Γεδρωσίαν. Ἐνταῦθα κῦμα μὲν οὐ γίνεται, ἀλλ’ ἄλλη (μὲν) ἄλλης προκαθημένη τὸν
10κλύδωνα τοῖς ἀκρωτηρίοις λαμβάνει· ἀέρων δὲ τὸν ἄρι‐ στον δοκοῦσιν ἔχειν. Ταύτας ἄνθρωποι κατανέμονται ἀριθμῷ μὲν σύμμετροι, ζῶντες δὲ βίον τοιοῦτον. Ἐν τῷ παρήκοντι πελάγει, τραχεῖ καὶ χειμερίῳ ὑπάρχοντι τελέως, γίνεται τῷ πλάτει καὶ τῷ μεγέθει πλῆθος
15ἄπιστον χελωνῶν, ἃς θαλαττίας πάντες νομίζομεν. Αὗται νυκτὸς μὲν ἐν τῷ βυθῷ νέμονται, ἡμέρας δὲ εἰς τὴν ἐν ταῖς νήσοις ἡσυχίαν καὶ γαλήνην ἀφικόμεναι κοιμῶνται, καὶ τοῦτο ποιοῦσι πρὸς τὸν ἥλιον μετέω‐ ροι, ταῖς κατεστραμμέναις πορθμίσιν ὁμοιοπαθεῖς.
20Ταύτας κατ’ ἐκεῖνο καιροῦ οἱ ἐπιχώριοι τέχνῃ καὶ σπουδῇ καὶ μερμίθαις εἰς τὴν χέρσον ἐκβαλόντες, τὰ μὲν ἐντὸς ἅπαντα σιτοῦνται, βραχὺν παροπτήσαντες ἐν τῷ καύματι χρόνον, τοῖς δὲ κύτεσι χρῶνται πρὸς
τὰς σκηνώσεις, οἱονεὶ καλύβας ἐφ’ ὑψηλοῖς τόποις πρη‐
25νεῖς καθιστῶντες, καὶ πρὸς τοὺς διάπλους δὲ (καὶ) ὑδρείας ἕνεκα κέχρηνται αὐτοῖς, ὥστε εἶναι τὸ αὐτὸ ναῦν, οἰκίαν, ἀγγεῖον, τροφὴν τοῖς εἰρημένοις ἀνθρώποις.

48

Ὅτι οὐ πολὺ διεστῶτες τοῦ εἰρημένου γένους σύμμετροι τῷ ἀριθμῷ βίον ἔχουσι τοιοῦτον. Ἐκ τῶν ἐκριπτουμένων εἰς τὴν χέρσον κητῶν ἀποζῶσι. Σπα‐ νιζούσης δὲ αὐτοῖς τῆς τοιαύτης σιτήσεως (γίνεται δὲ
5πολλάκις), ἐκ τῶν ὀστῶν τούς τε χόνδρους καὶ τὰ ἄκρα τῶν πλευρῶν κατεργαζόμενοι τὴν ἔνδειαν, εἰ καὶ χαλε‐ πῶς, ὅμως παραμυθοῦνται. Τὰ μὲν οὖν τῶν Ἰχθυο‐ φάγων γένη, φησίν, ἃ κατειλήφαμεν (μυρίων ὄντων ἃ τὴν ἡμῶν διέφυγε γνῶσιν) τοσαῦτα.

49

Ὅτι τῆς ζωῆς ἡμῶν ἡμῖν ἐφεστώσης ἔν τε τοῖς περιττοῖς καὶ τοῖς ἀναγκαίοις, τὰ εἰρημένα γένη τῶν Ἰχθυοφάγων τὰ μὲν ἄχρηστα περιγεγράφασιν ἅπαντα, φησί, τῶν δὲ καθηκόντων οὐδὲν ἐλλείπουσι, τῇ θείᾳ
5πρὸς τὸ ζῆν ὁδῷ βραβευόμενοι πάντες, οὐ τῇ παρασο‐ φιζομένῃ ταῖς δόξαις τὴν φύσιν· οὐ γὰρ ἀρχῆς ἱμειρό‐ μενοι τυχεῖν ἀγωνίᾳ φιλονείκῳ καὶ δυστυχεῖ συνέχονται· οὐδὲ πλεονεξίας ἐρῶντες πολλὰ μὲν ἄλλους δρῶσι, πολλὰ δὲ πάσχουσι τῶν οὐκ ἀναγκαίων· οὐδ’ ἔχθρας
10ἐνιστάμενοι μείζους ἐπὶ βλάβῃ σώματος πολεμίου σφάλ‐
λονται ἐν ἀτυχίαις οἰκείων, οὐδὲ ναυτιλλόμενοι, κέρδους ἕνεκα τὸ ζῆν ὑπερτείναντες, προσπταίσμασι τοῦ βίου μετροῦσι τὴν λύπην· ἀλλὰ μικρῶν δεόμενοι μικρὰ καὶ πενθοῦσι, τὸ μὲν ἀρκοῦν κτώμενοι, τὸ δὲ πλέον οὐ ζη‐
15τοῦντες. Ἐνοχλεῖ δ’ ἕκαστον οὐ τὸ ἀγνοούμενον, εἰ μὴ πάρεστιν, ἀλλὰ τὸ βουλητὸν, ὅταν ὑστερίζῃ τοῦ καιροῦ τῆς ἐπιθυμίας σπευδούσης. Οὐκοῦν ἐκεῖνος πάντ’ ἔχων ἃ θέλει, εὐτυχήσει κατὰ τὸν τῆς φύσεως λογισμὸν, οὐ κατὰ τὸν τῆς δόξης. Νόμοις δὲ οὐ δι‐
20καιοῦνται· τί γὰρ δεῖ προστάγματι δουλεύειν τὸν χωρὶς γράμματος εὐγνωμονεῖν δυνάμενον;

50

Ὅτι μετὰ τοὺς Ἰχθυοφάγους παρὰ τὸν Ἀσταβά‐ ραν ποταμὸν, ὃς φέρεται μὲν διὰ τῆς Αἰθιοπίας καὶ τῆς Λιβύης, ἔστι δὲ τοῦ Νείλου πολλῷ ταπεινότερος, συμ‐ βάλλων δὲ τὴν οἰκείαν ὁρμὴν τῷ μείζονι ῥείθρῳ, νῆσον
5ποιεῖ τῇ περιρρύσει τὴν Μερόην, παρὰ γοῦν τὸν εἰρη‐
μένον ποταμὸν ἐπ’ ἀμφοτέροις κατοικεῖ τοῖς χείλεσιν ὄχλος, οὐ πολὺς μὲν, τῷ δὲ βίῳ τοιοῦτος. Ἐκ τοῦ παρήκοντος ἕλους τὰς ῥίζας τῶν καλάμων ὀρύττει, κἄ‐ πειτα πλύνας καθαρῶς, ἐκκόπτει λίθοις πρὸς μέρος,
10ποιήσας δὲ λεῖον καὶ κολλῶδες ἀνέπλασεν ἐκ μαγίδος, εἰ καὶ οὐ χειροπλήθεις, ὄγκους, εἶτα ἐν τῷ καύματι παροπτῶν ταύτην ἔχει προσφοράν. Ἔχουσι δὲ οὗτοι κακὸν ἄφυκτον, τοὺς ἐν τοῖς ἕλεσι λέοντας ἐπιτιθεμέ‐ νους αὐτοῖς. Ὑπὸ δὲ τὴν ἐπιτολὴν τοῦ κυνὸς γίνεταί
15τι κωνώπων πλῆθος ἄπλετον, τηλικαύτην ἔχον δύνα‐ μιν ὥστε τὸν λαὸν εἰς τὰς λιμνώδεις ὑγρασίας ἐπελ‐ θόντα ἐκεῖ μένειν ἀφανῆ. Ὑφ’ ὧν καὶ οἱ λέοντες ἐκ‐ τοπίζονται, οὐχ οὕτως ὑπὸ τοῦ δηγμοῦ δηλούμενοι, καίπερ ὄντος ἐπαχθοῦς, ὡς τὸν ὑπὸ τῆς φωνῆς ἦχον
20ἀλλόφυλον ἀδυνατοῦντες φέρειν. Ἀλλὰ ταῦτα μὲν ἀπηγγέλθω τοῦ παραδόξου χάριν· τί γὰρ ἰδιώτερον ἢ λέοντας μὲν ἐκχωρεῖν κώνωψιν, ἀνθρώποις δὲ σώ‐ ζεσθαι ὑπὸ τοιούτου κινδύνου;

51

Ὅτι τοῖς εἰρημένοις, φησί, τὸ τῶν Ὑλοφάγων καὶ τῶν τὰ σπέρματα σιτουμένων ἐγγίζει γένος, βρα‐ χεῖαν ἔχον τὴν παραλλαγήν. Οἱ μὲν γὰρ τὸν πί‐ πτοντα καρπὸν ἀπὸ τῶν δένδρων σιτοῦνται ὑπὸ τὴν
5θερείαν, τὸ δὲ λοιπὸν τῆς πόας ἅπτονται τῆς ἐν τοῖς
σκιεροῖς ἄγκεσι γινομένης στερεᾶς τε τὴν φύσιν καὶ καυλὸν ἐκτρεφούσης παρόμοιον ταῖς καλουμέναις βου‐ νιάσιν· οἱ δὲ τῆς ὕλης τὴν ἁπαλὴν σιτοῦνται. Οὗτοι τὰς μὲν νύκτας κοιμῶνται τόπον ἀπὸ τῶν ἐκεῖ θηρίων
10πρὸς ὀχύρωσιν ἐξειλεγμένοι καὶ φυλακὴν, ἅμα δὲ ἡλίῳ μετὰ τέκνων καὶ γυναικῶν ἐπὶ τὰ δένδρα πάντες ἀνα‐ βαίνουσι, σπουδῇ καταλαβεῖν ζητοῦντες τοὺς ἄκρους κλῶνας· κἀκεῖθεν τὴν ἁπαλωτάτην ὕλην ἀμέλγοντες εὐ‐ μαρῶς σιτοῦνται. Τοιαύτην δὲ ἐκ τοῦ παντὸς βίου
15πεποίηνται τὴν ἕξιν, ὥστε καὶ τὰ τῆς ἀναδρομῆς ἄπιστον ἔχειν τὴν θέαν καὶ τὴν συντονίαν οὐ χειρῶν μόνον καὶ δακτύλων καὶ ποδῶν, ἀλλὰ καὶ τῶν μερῶν τῶν ὑπολοίπων ἁπλῶς. Μεταπηδῶσι γὰρ εὐπόρως ἀπ’ ἄλλου πρὸς ἕτερον ἀκρέμονα. Καὶ τοὺς κλάδους
20ἀλλήλων πολλάκις ἐν τοῖς ἐπισφαλεστάτοις τόποις ἀφαιροῦνται, καὶ τοιαῦτα ἐνδείκνυνται ὥστε τὸν ἰδόντα αὐτὸν μὲν ἐκπλήττεσθαι, μὴ μέντοι θαρρεῖν εἰς τοὺς ἀπείρους ἐξαγγέλλειν. Καὶ πάντα δὲ κλάδον τοῖς ὀδοῦ‐ σιν ἔγχυλον κατεργάζονται, καὶ ταῖς κοιλίαις εὐπόρως
25πέττουσι· καὶ τὸ σφαλὲν ἄνωθεν σῶμα διὰ τὴν ἰσχνότητα οὐ βαρείας τυγχάνει τῆς πληγῆς. Οὗτοι δὲ γυμνοὶ μέν εἰσι πάντες, χρῶνται δὲ κοινοῖς καὶ τέκνοις καὶ γυ‐ ναιξὶ, πολεμοῦσι δὲ περὶ τῶν τόπων ἀλλήλοις, μεταλ‐ λάττουσι δὲ οἱ πλεῖστοι λιμῷ πιεζόμενοι, γλαυκωμάτων
30περὶ τὰ πεντήκοντα ἔτη τοῖς ὄμμασιν ἐπιτρεχόντων.

52

Ὅτι μετὰ τοὺς εἰρημένους εἰσὶν οἱ παρὰ τοῖς ἐγχωρίοις λεγόμενοι Κυνηγέται. Οὗτοι διὰ τὴν τῶν θηρίων φορὰν, ἣν ὁ τόπος ἄπλετον φέρει, ἐν τοῖς δέν‐ δρεσι σκηνοῦσιν ἐξ ἐνέδρας δὲ ἀγρεύοντες τὰ θηρία
5τροφὴν ἑαυτοῖς ταῦτα ποιοῦνται. Εἰσὶ καὶ τοξείας ἐπιστήμονες. Ἐπὰν δὲ θήρας ἀπορῶσι, τοῖς δέρμασι τῶν προτεθηραμένων τὴν ἔνδειαν ἀναπληροῦσι, βρέ‐ ξαντες τὰς βύρσας καὶ ἐπ’ ἀνθρακιὰν κούφην ἐπιβα‐ λόντες, εἶτα σποδίσαντες καὶ εἰς διαίρεσιν ἀγαγόντες.

53

Ὅτι μετὰ τοὺς εἰρημένους, πολὺ τούτων ἀφε‐ στῶτες καὶ πρὸς ἑσπέραν μᾶλλον ἀνατείνοντες, εἰσὶν οἳ ἐκ τῆς τῶν ἐλεφάντων θήρας τὸν βίον ποιοῦνται. Οἱ μὲν ἀπὸ δένδρου, ἐφ’ ᾧ κάθηνται, σκοποῦντες τὰς
5παρόδους τῶν θηρίων, ταῖς μὲν χερσὶ τῆς οὐρᾶς λαβό‐ μενοι, τοῖς ποσὶ δὲ πρὸς τὸν μηρὸν τὸν ἀριστερὸν ἐπιβαίνουσιν· εἶτα πελέκει, ὃν ἐπιτήδειον καὶ ἕτοιμον ἔχουσι, τὴν δεξιὰν ἰγνὺν, πυκναῖς ταῖς πληγαῖς χρώμε‐ νοι, νευροκοποῦσιν, οὕτω δὲ ἐκτενῶς τῇ μὲν καταφέ‐
10ροντες, τῇ δὲ τῆς οὐρᾶς κρατοῦντες, ὡς ἄθλου προκει‐
μένου τῆς ψυχῆς· ἢ γὰρ ἀποκτεῖναι χρὴ ἢ τελευτᾶν, ἄλλην τοῦ καιροῦ διέξοδον οὐκ ἔχοντος. Ἐπὰν δὲ τὸ ζῷον ἐκ τῆς πληγῆς καὶ τῆς αἱμορραγίας πέσῃ, οἱ συνθηραταὶ παραγίνονται ἐπὶ τὸ πτῶμα, καὶ τοῦ θη‐
15ρίου ζῶντος ἔτι παρατέμνοντες ἐκ τῶν ὀπισθίων τὰς σάρκας εὐωχοῦνται, τὸν ἔσχατον τοῦ καταπονηθέντος οὕτως ὑπομένοντος θάνατον.

54

Ἀλλ’ οἱ μὲν μετὰ τοῦ ἐσχάτου κινδύνου ἐλεφαν‐ τοθῆραι τοιοῦτοι· ἕτεροι δὲ θηρῶσιν αὐτοὺς οὕτω. Τρεῖς ἄνδρες ἓν μὲν ἔχοντες τόξον, ὀϊστοὺς δὲ πλείους κεχρισμένους τῇ χολῇ τῶν ὄφεων, ἑστᾶσιν ἐν δρυμῷ
5παρὰ τὰς τῶν θηρίων διεξόδους. Ἐπὰν οὖν προσάγῃ τὸ ζῷον, ὁ μὲν εἷς κατέχει τὸ τόξον τῷ ποδὶ προσβε‐ βηκὼς, οἱ δὲ δύο τὴν νευρὰν ἑλκύσαντες ἐκ τῆς ἁπά‐ σης βίας ἀφῆκαν τὸ βέλος, ἕνα σκοπὸν ἔχοντες ἐπὶ μέσην τὴν πλευρὰν, ὥστε διανύσαι τῆς περιοχῆς ἐντὸς
10καὶ τοὺς κυρτοὺς τεμεῖν καὶ τρῶσαι τόπους· ἐκεῖθεν τὸ τηλικοῦτον θηρίον ἐλαυνόμενόν τε καὶ σπαραττόμενον διαλύεται καὶ πίπτει.

55

Τρίτον δέ ἐστι γένος Ἐλεφαντοφάγων, ὃ ἐπειδὰν οἱ ἐλέφαντες τῆς νομῆς ἐμφορηθέντες πρὸς ὕπνον τρα‐ πέσθαι ζητῶσιν, —οὐκ ἐπὶ γῆς δὲ ἀναπεσόντες ὑπνοῦ‐ σιν, ἀλλὰ τοῖς παχυτάτοις καὶ μεγίστοις δένδρεσι προσ‐
5ανακλίνοντες ἑαυτοὺς, ὥστε τοὺς μὲν δύο πόδας τοὺς πλησίον τοῦ στελέχους πρὸς τὴν γῆν ἐλαφρῶς ὑπερεί‐ δεσθαι, τὴν δὲ πλευρὰν τὸ πᾶν σῶμα ἐκδεχομένην ὀχεῖσθαι πρὸς τῇ φύσει τοῦ ξύλου, καὶ τοῦτον τὸν τρό‐ πον τῆς καταφορᾶς τυγχάνειν οὐκ εἰλικρινοῦς, ἀλλὰ
10παρεψευσμένης, διὰ τὸ προσκεῖσθαι τοῖς βαθέσιν ὕπνοις ἀγωνίαν ἰσχυρὰν, φθορᾶς ὑποκειμένης παραχρῆμα τῷ σφαλέντι διὰ τὴν ἔκλυσιν τὴν φυσικήν. Οἱ οὖν ἀπὸ τῆς τούτων θήρας τὸν βίον ποιούμενοι, τοὺς δρυμοὺς περι‐ πλανώμενοι καὶ τὴν τοῦ θηρίου κοίτην ἐπισημηνάμε‐
15νοι, ἐκ τῶν ὄπισθεν τοῦ δένδρου τόπων πρίουσιν, ἕως ἂν μήτε κλίνῃ τὸ πᾶν μήτε ἰσχύον ἄγαν (καὶ ἰσχυρὸν) ἀπολείποιτο, μένῃ δὲ ἑστηκὸς ἐπὶ βραχείας ῥοπῆς. Τὸ δὲ ζῷον ἀπὸ τῆς νομῆς ἐπὶ τὸν συνήθη τῆς κοίτης τό‐ πον ἀνακλινόμενον αἰφνίδιόν τε πίπτει, τοῦ ξύλου κλα‐
20σθέντος, καὶ πρόκειται τοῖς θηράσασι δεῖπνον ἕτοιμον· τὰς γὰρ ὀπισθίας κόψαντες οὗτοι σάρκας, καὶ ποιή‐ σαντες ἔξαιμον τὸ ζῷον, εἶτα νεκρὸν, πρὸς τὴν ἑαυτοῦ χρείαν ἕκαστος τὰ μέλη διαιροῦσιν.

56

Ὅτι τούτους τοὺς κυνηγοὺς Πτολεμαῖος ὁ Αἰγύ‐ πτου βασιλεὺς ἀποσχέσθαι τοῦ φόνου τῶν ἐλεφάντων παραινῶν, ἵν’ ἔχοι αὐτὸς ζῶντας, καὶ πολλὰ καὶ θαυ‐ μαστὰ αὐτοῖς ὑπισχνούμενος, οὐ μόνον οὐκ ἔπεισεν,
5ἀλλ’ οὐδ’ ἂν τὴν ὅλην ἀλλάξασθαι βασιλείαν πρὸς τὸν ἐνεστῶτα βίον εἰπόντων ἀπόκρισιν ἤκουσεν.

57

Ὅτι τῶν κυνηγῶν τούτων, οὓς οἱ Νομάδες ἀκα‐ θάρτους καλεῖν εἰώθασι, τὰ μὲν πρὸς ἑσπέραν ἀπό‐
σπασμα Αἰθιόπων νέμεται οὓς καλοῦσι Σιμοὺς, τὰ δὲ πρὸς μεσημβρίαν οὐ μέγα ἔθνος, οἱ καλούμενοι Στρου‐
5θοφάγοι, οἳ ταύτας τέχνῃ καὶ δόλῳ καὶ ῥοπάλοις θη‐ ρεύοντες ἐκ τούτων βιοῦσι, σιτούμενοι μὲν τὰς σάρκας, ἐνδύσει δὲ καὶ στρωμνῇ τοῖς αὐτῶν χρώμενοι δέρμασι. Πολεμούμενοι δὲ ὑπὸ τῶν Σιμῶν οὗτοι τοῖς τῶν ὀρύγων κέρασιν ὅπλοις χρῶνται, μεγάλοις καὶ τμητικοῖς οὖσι·
10τρέφει δὲ ἡ χώρα πολυπληθὲς τὸ ζῷον τοῦτο.

58

Ὅτι τῶν εἰρημένων οὐ πολὺ διεστῶτές εἰσιν οἱ Ἀκριδοφάγοι· τὸ δὲ ἔθνος βραχύτεροι μὲν τῶν λοιπῶν, ἰσχνοὶ δὲ τοῖς εἴδεσι, μέλανες δὲ ἐξαισίως. Ὑπὸ δὲ
τὴν ἐαρινὴν ἰσημερίαν, ὅτε λίβες παρ’ αὐτοῖς καὶ ζέ‐
5φυροι πνέουσι παμμεγέθεις, ἀκρίδων πλῆθος ἀμύθητον ἐκ τῆς ἀνιστορήτου μετὰ τῶν ἀνέμων παραγίνεται χώ‐ ρας, τῇ μὲν δυνάμει τῆς πτήσεως τῶν ὀρνίθων μικρὸν παραλλάττον, μακρὸν δὲ τῷ σώματι. Ἀπὸ τούτου τοῦ ζῴου τρέφονται πάντα τὸν χρόνον, ἄλλως τε τού‐
10τοις καὶ τεταριχευμένοις χρώμενοι. Καπνῷ δὲ ταύτας θηρῶσιν, ἐκ τοῦ ἀέρος ἐπὶ γῆν καταφέροντες. Οὗτοι κοῦφοι μὲν εἶναι λέγονται καὶ τοῖς ποσὶν ὀξύτεροι, ζῶσι δὲ οὐ πλεῖον τεσσαράκοντα ἐτῶν, ξηρᾶς κοινωνοῦντες τελείως τροφῆς. Τελευτῶσι δὲ τοῦ ζῆν ἀθλιώτερον·
15ἅμα γὰρ [τῷ] πλησιάζειν τὸ γῆρας ἐγγίνεται τοῖς σώ‐ μασιν αὐτῶν πτερωτὰ γένη φθειρῶν, ὅμοια μὲν τῷ
τύπῳ τοῖς κρότωσι, βραχεῖ δὲ ἐλάττω τῶν ἐν τοῖς κυσὶ φαινομένων, ἀρχόμενα μὲν ἀπὸ τοῦ στήθους καὶ τῆς κοιλίας, ἐπινεμόμενα δὲ συντόμως μετὰ τοῦ παν‐
20τὸς προσώπου τὴν ἐπιφάνειαν. Οἳ τὰ μὲν πρῶτα τοῖς ὑπὸ ψώρας ἠρεθισμένοις ὁμοίως διάκεινται, ὕστερον δ’ ἐπιπόνως ἑαυτοὺς σπαράττουσιν· εἶτα τοῦ πάθους εἰς ἀκμὴν ἑλκομένου, καὶ μετὰ τῆς τῶν θηρίων ἐκφύσεως καὶ λεπτῶν ἀναχεομένων ἰχώρων, ἀκαρτερήτους ὑφί‐
25στασθαι τοὺς ἀθλίους τὰς δριμύτητας συμβαίνει. Οὗτοι μὲν οὖν εἴτε τοὺς χυμοὺς εἴτε τὴν τροφὴν εἴτε τὸν ἀέρα τῆς κακίας ἔχοντες αἴτιον, οὕτως ἀπόλλυνται.

59

Ὅτι τῶν ἀκριδοφάγων, φησίν, ἀστυγείτων χώρα πολλὴ καὶ νομὰς ἔχουσα ποικιλίᾳ διαφερούσας, ἔρημος δὲ τελέως καὶ πᾶσι τοῖς περιοίκοις ἄβατος, οὐκ ἀπ’ ἀρχῆς σπανίσασα ἀνθρωπίνου γένους, ἀλλ’ ὑπὸ
5πλήθους ἀπίστου σκορπίων καὶ φαλαγγίων, ἃς τετρα‐ γνάθους ὀνομάζουσιν ἔνιοι. Τοῦτο γὰρ τὸ φῦλον ἔκ τι‐ νος ἐπομβρίας λέγουσιν ἐπιπολάσαι, καὶ τῶν ἐνοικούν‐ των πρὸς τὸ κακὸν ἀντισχεῖν οὐ δυναμένων, ἀλλὰ φυγῇ τῶν ἐκπεσόντων τοῦ ὀλέθρου τὴν σωτηρίαν ἀντὶ τῆς
10πατρίδος ἑλομένων, ἔρημον ἐξ ἐκείνου γένους ἀνθρώπων τὴν χώραν ὑπολειφθῆναι. Καὶ μυῶν δὲ πλῆθος ἀρου‐ ραίων, ὡς (τοῖς) περὶ Ἰταλίαν, καὶ στρουθοὶ τὰ σπέρ‐ ματα κατεσθίοντες, ὡς περὶ Μηδίαν, καὶ βάτραχοι, ὃ γέγονε περὶ τοὺς Αὐταριάτας· καὶ ὑπὸ λεόντων ἐπι‐
15πολασάντων πόλεις μετανέστησαν, ὡς ἐπὶ Λιβύης· καὶ πολλὰ ἄλλα ἀνέλπιστα πάθη καταλαβόντα πολλὰς χώ‐
ρας τῶν οἰκητόρων ἐξηρήμωσαν.

60

Ὅτι ὕστατοι, φησί, τῶν πρὸς μεσημβρίαν οἰκούν‐ των εἰσὶν οὓς Ἕλληνες μὲν Κυναμολγοὺς καλοῦσιν, οἱ δ’ ἀστυγείτονες, ὡς ἄν τις εἴποι, Ἀγρίους βαρβάρους. Οὗτοι κομῆται μέν εἰσι καὶ πώγωνας φέρουσιν ἐξαι‐
5σίους, κύνας δὲ τρέφουσι πολλοὺς καὶ μεγάλους, ὁμοίως τοῖς Ὑρκανοῖς· καὶ τοὺς ἐπιφοιτῶντας αὐτῶν τὴν χώραν Ἰνδικοὺς βόας δι’ αὐτῶν θηρῶσι, πλῆθος ἐπι‐
φαινομένους ἀμύθητον, ἀπὸ τροπῶν θερινῶν ἕως μέσου χειμῶνος· εἶτα καὶ τὰς τῶν κυνῶν θηλείας ἀμέλγοντες
10τῷ γάλακτι τρέφονται, καὶ ἐξ ἄλλων δὲ θήρας ζῴων. Καὶ τὰ μὲν τελευταῖα τῶν πρὸς μεσημβρίαν τοιαῦτα.

61

Τὰ δὲ κατὰ τοὺς Τρωγλοδύτας τοιαῦτα. Τὸ μὲν γένος τῆς συστάσεως τυραννὶς, αἱ δὲ γυναῖκες κοι‐ ναὶ καὶ οἱ παῖδες· μόνῃ δ’ οὐκ ἔξεστι πλησιάσαι τῇ τοῦ τυράννου· τῷ δὲ τολμήσαντι πρόβατον καταθέσθαι τὸ
5ἐπιτίμιον δίδοται. Ἡ δὲ ἀναστροφὴ αὐτῶν· τὸν μὲν παρ’ αὐτοῖς χειμῶνα (ἔστι δ’ οὗτος ὑπὸ τοὺς ἐτησίας) πᾶσαν αὐτῶν τοῦ θεοῦ τὴν χώραν ὕδασι λάβροις ἐπέ‐ χοντος, ἀφ’ αἵματος καὶ γάλακτος ζῶσιν, εἰς ταὐτὸ μίξαντες καὶ κυλίσαντες ἐν ἀγγείοις εἰκῇ πεπυρωμέ‐
10νοις. Ἐπὰν δὲ ἐπιστῇ τὸ θέρος, ἐν τοῖς τελματώδε‐ σιν ἀναστρέφονται χωρίοις, μαχόμενοι πρὸς ἀλλήλους
περὶ τοῦ χιλώματος. Καὶ τὰ πρεσβύτερα τῶν βο‐ σκημάτων καὶ νοσοῦντα δαπανῶσι, διὰ τῶν μαγείρων ταῦτα κτείνοντες, οὓς καλοῦσιν ἀκαθάρτους. Οὗτοι
15ἀνθρώπων μὲν οὐδενὶ περιτιθέασι τὴν τῶν γονέων κλῆ‐ σιν, ταύρῳ δὲ καὶ βοῒ, τὸν μὲν πατέρα καλοῦντες, τὴν δὲ μητέρα, ὡσαύτως κριῷ τε καὶ προβάτῳ, διὰ τὸ λαμβάνειν τὴν τροφὴν τὴν καθ’ ἡμέραν οὐ παρὰ τῶν τοκέων, ἀλλὰ παρ’ ἐκείνων. Οὗτοι καὶ ποτῷ, ὁ μὲν
20πολὺς ὄχλος ἀποβρέγματι παλιούρου χρῶνται οἱ δὲ τύραννοι ἀπό τινος ἄνθους σκευασθέντος πίνουσι, παρα‐ πλησίου μοχθηρῷ γλυκεῖ. Γυμνοὶ δὲ τὸ ἄλλο σῶμα τυγχάνοντες τὰ ἰσχία δέρμασίν εἰσι διεζωσμένοι. Τὰ δὲ αἰδοῖα τοῖς μὲν ἄλλοις Τρωγλοδύταις ἐστὶν εἰθισμέ‐
25νον περιτέμνεσθαι, καθάπερ Αἰγυπτίους πάντας· τοὺς δ’ ὑπὸ τῶν Ἑλλήνων καλουμένους Κολοβοὺς πᾶν τὸ τοῖς λοιποῖς μέρος περιτομῆς τυγχάνον ξυροῖς ἀφαιρεῖν ἐστὶν ἔθος νηπίων ὄντων, ἐξ οὗ καὶ τὴν εἰρημένην κλῆ‐ σιν ἑαυτοῖς πεποίηνται.

62

Ὅτι κέχρηται ὁ συγγραφεὺς ἀττικιστὴς καίτοι ὢν, τῇ τῆς καμάρας λέξει.

63

Ὅτι οἱ Τρωγλοδύται περὶ τοὺς μετηλλαχότας, φησίν, οὕτω πράττουσι. Ταῖς ἐκ τῶν παλιούρων λύγοις τὸν αὐχένα πρὸς τὰ σκέλη συνέδησαν, εἶτα ἐπ’ ὄχθον ἐπιθέντες, βάλλουσι χειροπληθέσι λίθοις,
5τωθασμῷ χρώμενοι καὶ γέλωτι, ἕως ἀποκρύψωσι τοῦ τετελευτηκότος τὴν μορφήν· κἄπειτα ἄνωθεν ἐπιθέντες κέρας αἰγὸς, ἀπαθεῖς ἀπολύονται καὶ παντελῶς ἱλαροί. Οὕτω, φησί, ταῖς κηδείαις καταχρῶνται νουνεχῶς, εἴ‐ περ μὴ λυπεῖν ἑαυτοὺς ἐπὶ τοῖς ἀλυπήτοις συνέσεως
10σημεῖον. Τὰς δ’ ὑπὲρ τῆς ἀναφυομένης αἰφνιδίως νομῆς ἔχθρας τε καὶ μάχας καὶ πολέμους αὐτῶν πρὸς ἀλλήλους (οὐδὲ γὰρ ὑπὲρ ἄλλου τινὸς μάχονται), ἀλλ’ οὖν ταύτας αἱ πρεσβύτεραι γυναῖκες προπηδῶσαι διαλύουσι, κατὰ τὸ μέσον ἐλθοῦσαι, καὶ τοῖς πραΰνουσι
15λόγοις τοὺς θυμοὺς ἀνηρεθισμένους καταστέλλουσαι. Ὕπνῳ δὲ, φησίν, οὐ κατὰ τοὺς ἄλλους τῶν ἀνθρώπων χρῶνται, ἀλλὰ θρεμμάτων μὲν πλῆθος ἑαυτοῖς ἔχουσι συνεπόμενον, κώδωνας δὲ ἐξέδησαν ἐκ τῶν κεράτων τῶν ἀρρένων πάντων, ὅπως ὁ ἀπ’ αὐτῶν ψόφος διώκῃ
20τὰ θηρία· ἐπὰν δὲ νὺξ ἐπῇ, εἰς μάνδρας μὲν συνάγουσι τὴν λείαν, ἄνωθεν δὲ ἐπιβάλλουσι ῥιποὺς ἐκ φοινίκων. Καὶ αἱ μὲν γυναῖκες μετὰ τῶν νηπίων τούτοις ἐπιβαί‐ νουσιν, οἱ δὲ ἄνδρες πυρὰ κύκλῳ καίουσι, ᾄδοντες πατρίους τινὰς μύθους, καὶ τὸν ὕπνον οὕτω παρωθοῦν‐
25ται, ἐν πολλοῖς τῆς μελέτης διὰ τἀναγκαῖον τὴν φύ‐ σιν νικώσης. Ἐπὰν δέ τινες, τοῦ πᾶσιν ὀφειλομένου γήρους βαρύνοντος, μηκέτι δύνωνται ταῖς ποίμναις ἐπα‐ κολουθεῖν, περιθέντες βοὸς οὐρὰν περὶ τὸν αὐχένα τὸν
αὐτῶν, καὶ τὸν ὀπίσω τοῦ τραχήλου δεσμὸν εὖ μάλα
30περισφίγξαντες, ἀπολύουσι τοῦ βίου. Εἰ δέ τις αὐτῶν τὴν τελευτὴν ὑπερβάλλοι, παραστὰς ὁ θέλων ἄφνω, ὡς ἐπ’ εὐνοίᾳ τὸν ὄκνον ἀφαιρούμενος, νουθετῶν ἅμα τῷ λόγῳ τῆς ἀναστροφῆς, διὰ τῆς αὐτῆς ὁδοῦ παρέ‐ λυσεν. Οὐ τοὺς γηράσκοντας δὲ μόνον οὕτω τοῦ ζῆν
35ὑπεξάγουσιν, ἀλλὰ καὶ οὓς ἢ νόσος ἐπίμονος ἢ μελῶν τι‐ νος πήρωσις ἀχρήστους εἰς τὸ ταῖς ἀγέλαις παρασκευά‐ σει συνέπεσθαι.

64

Ὅτι φησί, Τῆς ὅλης οἰκουμένης ἐν τέτταρσι κυκλιζομένης μέρεσιν, ἀνατολῆς λέγω, δύσεως, ἄρκτου καὶ μεσημβρίας, τὰ μὲν πρὸς ἑσπέραν ἐξείργασται Λύκος τε καὶ Τίμαιος, τὰ δὲ πρὸς ἀνατολὰς Ἑκαταῖος
5καὶ Βάσιλις, τὰ δὲ πρὸς τὰς ἄρκτους Διόφαντος καὶ Δη‐ μήτριος, τὰ δὲ πρὸς μεσημβρίαν, φορτικὸν, φησί, τὸ
ἀληθὲς, ἡμεῖς.

66

Ὅτι τοὺς τῶν ἀνθρώπων διαφορωτάτους βίους οὐ πολὺς διαμετρεῖ καὶ διορίζει τόπος. Ἐκ γὰρ τῆς Μαιώτιδος λίμνης πολλοὶ τῶν φορτιζομένων ἐν φορτη‐ γοῖς ἀκάτοις δεκαταῖοι κατῆραν εἰς τὸν Ῥοδίων λιμένα,
5ἀφ’ ὧν ὑπὸ τὸν αὐτὸν καιρὸν τεταρταῖοι μὲν ἀφίκοντο εἰς τὴν Ἀλεξάνδρειαν, ἐκ δὲ ταύτης ἐναντίῳ τῷ ῥεύ‐ ματι πλέοντες ἀνὰ τὸν ποταμὸν ἐν ἄλλαις δέκα παρα‐ γένοιντ’ ἂν οὐ χαλεπῶς εἰς Αἰθιοπίαν· ὥστε ἀπὸ τῆς ὑπερβολῆς τοῦ ψύχους εἰς ἄκραν τοῦ καύματος τὴν
10ἀκμὴν μὴ πλείους εἴκοσι γίνεσθαι καὶ πέντε τοῖς κομι‐ ζομένοις ἐνδελεχῶς ἡμέρας. Ἀλλ’ ὅμως, τοσαύτης οὔσης τῆς τοπικῆς διαστάσεως, ἀνυπέρβλητον ἔχουσι πρὸς ἀλλήλους οἱ ἄνθρωποι τῶν τε βίων καὶ τῶν ἐθῶν καὶ τοῦ ἀέρος τὴν διαφορὰν, ὥστε μηδὲ πιστεύεσθαι
15παρ’ ἑτέροις τὰ παρ’ ἄλλοις συνήθη τε καὶ ὁμολογού‐ μενα, μηδὲ στέγειν ὅλως δύνασθαι ὧν χωρὶς ἕτεροι οὐδὲ ζῆν ἂν ἕλοιντο. Οὕτως ἔχει τι φίλτρον μέγα πᾶσα συνήθεια καὶ νικᾷ τὴν ἀπὸ τοῦ περιέχοντος δυσχέρειαν
ὁ χρόνος ὁ τὴν πρώτην δεξάμενος εἰς τὸν βίον ἡλικίαν.

68

Ὅτι οἱ κατὰ τὴν Ἀραβίαν λέοντες, φησί, ψιλό‐ τεροι μέν εἰσι καὶ θρασύτεροι, τῷ χρώματι δὲ ὁμαλοὶ καθάπερ οἱ γινόμενοι περὶ τὴν Βαβυλωνίαν, οὕτω δὲ τοῖς τριχώμασι στίλβοντες ὥστε ἀπὸ τῶν αὐχένων ξαν‐
5θότητα ἀπολάμπειν χρυσῷ παραπλησίαν.

69

Τῶν δὲ καλουμένων μυρμήκων οἱ μὲν πλεῖστοι κατὰ τὴν ἰδέαν τῶν λοιπῶν οὐδὲν παραλλάττουσι, τὴν δὲ τῶν αἰδοίων φύσιν ἀπεστραμμένην ἔχουσιν, ἐναντίαν τοῖς ἄλλοις.

70

Ὅτι αἱ παρδάλεις οὐκ εἰσὶ καθάπερ ἐν τοῖς τό‐ ποις τοῖς περὶ Καρίαν καὶ Λυκίαν, μακραὶ δὲ τῷ σώ‐ ματι, καὶ κακοπαθεῖν ἐν τραύμασι καὶ πόνοις δυνά‐ μεναι πολὺ μᾶλλον· τῇ δὲ ἀλκῇ τοσοῦτον διαφέρουσι
5τῶν ἄλλων, ὅσον ἄγριον ἡμέρου.

71

Ὅτι ὁ ῥινόκερως ἐλέφαντος μὲν οὐ λείπεται, τῷ δὲ ὕψει καταδεέστερος ὑπάρχει. Χρῶμα δὲ ἔχει πύ‐ ξῳ παρεμφερὲς εὐτελεῖ, καὶ τὴν ἁφὴν τοῦ δέρματος. Σιμὸν δὲ ἐπ’ ἄκρων φορεῖ τῶν μυκτήρων κέρας, σιδήρῳ
5τὴν βίαν παραπλήσιον· ὃ τὸν μὲν ἄλλον χρόνον, πρὸς
ἣν ἂν πέτραν παραγένηται, θήγει προσβαλὼν τὰ στέρνα, συμπεσὼν δὲ ἐλέφαντι (τούτῳ γὰρ τὸν πάντα περὶ τῆς νομῆς διαμιλλᾶται βίον) ὑποδὺς τὴν κοιλίαν καὶ τῷ κέρατι τὸ κύκλωμα τῆς σαρκὸς ἀναρρήξας ἔξαι‐
10μον εὐθὺς ποιεῖ· καὶ πλείστους ἐστὶν ἐλέφαντας ἰδεῖν οὕτω τετελευτηκότας. Ἂν μέντοι συμβῇ τῷ ῥινοκέ‐ ρωτι τῆς κοιλίας μὴ ἅψασθαι, τοὐναντίον αὐτὸς ὑπὸ τῆς προβοσκίδος καὶ τῶν ὀδόντων τυπτόμενος πολλαχῶς ἐξαδυνατεῖ καὶ παραλύεται, μεγάλης ὑπαρχούσης κατὰ
15τὴν ἰσχὺν καὶ βίαν τῆς παραλλαγῆς.

72

Ὅτι παρὰ τοῖς Τρωγλοδύταις ἐστὶν καὶ ἡ λεγο‐ μένη παρ’ Ἕλλησι καμηλοπάρδαλις, σύνθετον τρόπον τινὰ κατὰ τὴν κλῆσιν καὶ τὴν φύσιν λαχοῦσα. Τὴν μὲν γὰρ ποικιλίαν ἔχει παρδάλεως, τὸ μέγεθος δὲ καμή‐
5λου, τὸ πάχος δὲ ὑπερφυὲς, τὸν δὲ αὐχένα τοιοῦτον ὥστε ἀπ’ ἄκρων ἀμέλγεσθαι τῶν δένδρων τὴν τροφήν.

73

Ὅτι αἱ σφίγγες, φησί, καὶ οἱ κυνοκέφαλοι καὶ κῆποι παραπέμπονται εἰς τὴν Ἀλεξάνδρειαν ἐκ τῆς Τρωγλοδυτικῆς καὶ τῆς Αἰθιοπίας. Εἰσὶ δὲ αἱ μὲν σφίγγες ταῖς γραφομέναις παρόμοιαι, πλὴν ὅτι πᾶσαι
5δασεῖαι καὶ ταῖς ψυχαῖς ἥμεροι καὶ πρᾷοι· καὶ πανουρ‐ γίας κοινωνοῦσι πλείστης, διδασκαλίας τε μεθοδευτι‐ κῆς ἐπὶ ποσὸν ἅπτονται, ὥστε τὴν εὐρυθμίαν ἐν πᾶσι
θαυμάζειν.

74

Ὁ δὲ κυνοκέφαλος τὸ μὲν σῶμα ἀνθρώπου δυσ‐ ειδοῦς ὑπογράφει, τὸ πρόσωπον δὲ κυνός· φωνὴν δὲ ἀφίησι μυγμῷ παραπλησίαν· ἄγριον δὲ ὑπερβολῇ καὶ τελείως ἀτιθάσευτον, καὶ τὴν ὄψιν ἐμφαῖνον ἀπό τε τῶν
5ὀφρύων καὶ τῶν ὀμμάτων αὐστηράν. Περὶ μὲν τὸν ἄρρενα ταῦτα· τῷ δὲ θήλει πρόσκειται καὶ τὸ τὴν μή‐ τραν ἔξω τοῦ σώματος φορεῖν καὶ οὕτω διάγεσθαι πάν‐ τα τὸν βίον.

75

Ὁ δὲ κῆπος ἔχει τὸ μὲν πρόσωπον λέοντι παρα‐ πλήσιον, τὸ δὲ σῶμα πάνθηρι, τὸ δὲ μέγεθος δορκάδι, κατὰ τὴν ποικιλίαν καὶ τὴν προσηγορίαν λαβών.

76

Πάντων δὲ τῶν εἰρημένων ἀγριώτατον καὶ δυσκατ‐ εργαστότατον τὸ τῶν ταύρων τῶν σαρκοφάγων γένος· ὃ τῷ μεγέθει μὲν ὑπάρχει τῶν ἡμέρων ἁδρότερον, τά‐ χει δὲ ὑπερβάλλον, πυρρὸν δὲ ἐξαισίως. Καὶ τὸ μὲν
5στόμα μέχρι τῶν ὤτων αὐτοῦ διέστηκεν, ὄμμα δὲ ὑπο‐ φαίνει γλαυκότερον λέοντος. Τὰ δὲ κέρατα τὸν μὲν ἄλλον χρόνον τοῖς ὠσὶ παραπλησίως κινεῖ, μάχῃ δὲ χρώμενον ἵστησιν ἀραρότως. Τὴν δ’ ἐπαγωγὴν τῆς
τριχὸς ἐναντίαν ἔχει τοῖς ἄλλοις. Τοῦτο δὲ τοῖς τε
10ἀλκιμωτάτοις ἐπιτίθεται, καὶ κυνηγεῖ τὰ λοιπὰ τῶν ζῴων, καὶ τὰς ποίμνας τῶν ἐπιχωρίων μάλιστα κακο‐ ποιεῖ, καὶ μόνον ἐστὶν ἄτρωτον λόγχῃ καὶ τόξῳ. Διὸ καὶ ποιῆσαι μὲν ὑποχείριον οὐδεὶς πολλῶν ἐπιβεβλημέ‐ νων κατίσχυσε, τὸ δ’ εἰς ὄρυγμα ἐμπεσὸν ἤ τινα δόλον
15τούτῳ παραπλήσιον ὑπὸ τοῦ θυμοῦ συντόμως γίνεται περιπνιγές. Καὶ τὸ μὲν θηρίον εἰκότως κρίνεται (καὶ) παρὰ Τρωγλοδύταις ἀλκὴν μὲν ἔχειν λέοντος, τάχος δὲ ἵππου, ῥώμην δὲ ταύρου, σιδήρῳ δὲ οὐχ ὑπεῖκον.

77

Ὅτι ὁ κατὰ τὴν Αἰθιοπίαν ὀνομαζόμενος κρο‐ κόττας ἐστὶ μὲν ὡς ἐκ λύκου καὶ κυνὸς σύνθετον, ἀμφοῖν δὲ ἀγριώτερον, καὶ πολλῷ βαρύτερον ἀπό τε τοῦ προσ‐ ώπου καὶ τῶν ἄκρων ποδῶν, ἀλκῇ δὲ θαυμαστὸν,
5ὀδοῦσι δὲ καὶ κοιλίᾳ δυνατώτατον τῶν ἄλλων. Καὶ γὰρ κατάγνυσιν εὐπόρως πᾶν ὀστοῦ γένος, καὶ τὸ διαι‐ ρεθὲν εὐθέως δεδαπάνηται, καὶ περὶ τὰς πέψεις ἀδιή‐ γητον. Τοῦτο δὲ καὶ μιμεῖσθαί τινες τὴν ἀνθρωπίνην διάλεκτον διηγούμενοι ἡμᾶς μὲν οὐ πείθουσιν· ἐκεῖνοι
10δὲ καὶ τοῦτο προστιθέασιν ὡς καὶ ἐξ ὀνόματος κατὰ τὰς νύκτας καλοῦντες, τοὺς δὲ ὡς ἐπ’ ἀνθρώπου φωνῇ προσιόντας, οἱ δὲ ἀθρόον ἐπεισπίπτοντες, κατεσθίουσιν.

78

Ὅτι ὄφεων, φησί, λέγεται μεγέθη παράδοξα ἐν τοῖς τόποις εἶναι καὶ γένη θαυμαστὰ, καὶ πάντα ἀπὸ κυνηγίας ἔχοντα τὸν βίον· τῶν μέντοι ὑπὸ τὴν ἡμετέ‐ ραν, φησίν, ὄψιν πεπτωκότων ὁ μέγιστος πέφηνε πηχῶν
5τριάκοντα. Γίνεται δὲ, φησί, πᾶς ὄφις, καὶ ὁ μέγι‐ στος, χειροήθης, ἐνδείᾳ τῶν ἀναγκαίων πιεζόμενός τε καὶ κακουχούμενος. Καὶ γὰρ καὶ ὃν ἰδεῖν ἐκεῖνός φη‐ σιν, ὅτι ὅτε τῆς τροφῆς ἀπορία προκειμένης συνεχῶς
ἅμα τὸν θυμὸν ἐταπείνου καὶ τροφῆς ὄρεξιν ἐνεποίει
10σφοδροτέραν, τηνικαῦτα ἐντὸς τοῦ πλέγματος περιβα‐ λόντες ἱερεῖα πρὸς τὴν ἐπιθυμίαν, οὕτω παρεσκεύασαν
χειροήθη καὶ πρᾷον τὸν ἄγριον, ὥστε μηθὲν τῶν ἄλλων νομίζειν μήτε ἡμερώτερον μήτε φοβερώτερον· εἰκότως, οἶμαι, τοῖς ὑποχειρίοις τῶν ζῴων τούτου συναντῶντος·
15τὸ μὲν γὰρ ἀντιβαῖνον κακουχεῖται, τὸ δὲ συγχωροῦν
τρέφεται. Πᾶν δὲ θηρίον διδάσκεται σωφρονεῖν οὐ λόγῳ τὴν ἐκδοχὴν τοῦ κρείττονος μανθάνον, παραπε‐ πλεγμένης δ’ ἐναλλὰξ τῷ πάθει τῆς μνήμης.

79a

[Eliannus N. A. V, 27: Ἀγαθαρχίδης δὲ τὰς ἐν
Αἰθιοπίᾳ ὗς κέρατα ἔχειν λέγει.]

80

Ὅτι φησί, Πολλῶν ὑπαρχόντων θαυμασίων καὶ πόρρω κειμένων ἀπὸ τῆς συνηθείας, αὐτοὺς ἐπελεύσο‐ μαι τῶν τόπων τοὺς μνήμης ἀξίους. Πρῶτον μὲν ἀπ’ Ἀρσινόης παραθέοντι τὴν δεξιὰν
5ἤπειρον θερμὰ πλείοσιν αὐλοῖς ἐκ πέτρας ὑψηλῆς εἰς θάλατταν διηθεῖται, στενοὺς ἔχοντα πόρους, οὐ γλυκέος ὕδατος, ἀλλὰ πικρᾶς ἁλμυρίδος τε καὶ πηγῆς φύσιν ἐχούσης τοιαύτην. Εἶτα ἀπὸ τῆς λίμνης συμβέβληκεν ὁ Νεῖλος, ὀχετοῦ διὰ τινῶν ἀραιωμάτων εἰς τὸν κοιλό‐
10τατον ὑπερθέοντος τόπον.

81

Πλησίον δὲ τῆς λίμνης εὐμεγέθει πεδίῳ βεβηκὸς ὄρος ἀναφαίνεται μιλτῶδες, ἄλλην μὲν οὐδεμίαν ὑπο‐ δεικνύον ἰδιότητα, χροιὰν δὲ τοιαύτην ἀπὸ τῆς κορυφῆς σημαῖνον τῆς ἄκρας, ὥστε τῶν ἀτενιζόντων τὰς ὄψεις
5ἐπὶ πλέον βλάπτεσθαι. Ἐφεξῆς δὲ λιμὴν μέγας ἐκ‐
δέχεται, ὃς πρότερον μὲν Μυὸς ἐκαλεῖτο ὅρμος, ἔπειτα δὲ Ἀφροδίτης ὠνομάσθη. Ἐν οἷς καὶ νῆσοι τρεῖς εἰσὶ
προκείμεναι, ὧν αἱ μὲν ἐλαίαις πεπύκνωνται, μία δὲ ἧττον μὲν δασεῖα, τῶν δὲ καλουμένων μελεαγρίδων
10ἐκτρέφουσα πλῆθος.

82

Τούτοις δ’ ἐγγίζει κόλπος, ὃν καλοῦσιν Ἀκάθαρ‐ τον· ὃν παραπλεύσαντι νῆσος ἔκκειται, τῇ μὲν θέσει πελαγία, μῆκος [δ’] ἔχουσα σταδίων ὡς ὀγδοήκοντα, ἣν καλοῦσιν Ὀφιώδη, πρότερον μὲν γέμουσαν παντοίων
5ἑρπετῶν, ἐφ’ ἡμῶν δὲ ἐλευθέραν τούτων. Ἐν δὲ ταύ‐ τῃ γίνεται τῇ νήσῳ, φησί, καὶ τὸ καλούμενον τοπάζιον. Ἔστι δὲ τοῦτο λίθος διαφαινόμενος, ὑάλῳ προσεμφε‐ ρὴς, ἡδεῖαν ἔγχρυσον θεωρίαν ἀποδιδούς. Τοῦτον τὸν
λίθον οἱ τὴν νῆσον οἰκοῦντες καὶ τὴν λίθον βασιλικῷ
10φυλάσσοντες καὶ συλλέγοντες προστάγματι οὕτω λαμ‐ βάνουσιν. Ἐν τῇ νυκτὶ πρὸς μέρος περιπολοῦσιν, ἔχοντες παντοίας τοῖς μεγέθεσι σκαφίδας. Ὁ δὲ ἐν ταῖς πέτραις λίθος, τὴν μὲν ἡμέραν ὑπὸ τοῦ φέγγους κρατούμενος, διὰ τὸ πνῖγος οὐ γίνεται σύνδηλος, σκό‐
15του δὲ ἐπιστάντος, ἐν ᾧ ποτ’ ἂν ᾖ πεφυκὼς, διαλάμ‐ πει πάντοθεν. Ὁ δὲ συνιδὼν φύλαξ τηλικοῦτον περιέ‐ θηκεν ἄγγος σημείου χάριν περὶ τὸ διαστίλβον, ἡλίκον ἂν ᾖ τοῦ θεωρουμένου φαντάσματος τὸ μέγεθος· εἶτα τὴν ἡμέραν ἐπερχόμενος, ἰσοπληθῆ τῇ προειρημένῃ
20περιτεμὼν πέτραν, τοῖς ἐκλεαίνειν δυναμένοις τεχνί‐ ταις παραδίδωσι.

83

Μετὰ δὲ ταῦτα τὸ πέλαγος οὕτως ἐστὶ ταπεινὸν, ὥστε μήτε πλεῖον δυεῖν ὀργυιῶν ἀναμετρεῖσθαι, καὶ χλωρὸν πάντοθεν, οὐ τῇ φύσει τῶν ὑγρῶν, ἀλλ’ ὑπὸ τοῦ διαφαίνοντος μνίου τε καὶ φύκους· ὅθεν καὶ κυνῶν
5ἔχει θαλαττίων ἀναρίθμητον πλῆθος. Δι’ ἣν αἰτίαν ὁ ῥηθεὶς πόρος νηῒ μὲν μακρᾷ καὶ τοῖς ἐπήρεσι πλοίοις γίνεται εὐάρμοστος· ἀκύμων τε γάρ ἐστιν, οὐκ ἐκ πολλοῦ κυλίων τὸν κλύδωνα, καὶ θήραν ἰχθύων παρα‐ δίδωσιν ἄπιστον. Τὸ δὲ περὶ τὰς ἐλεφαντηγοὺς κακὸν
10πολὺν ἔλεον τοῖς πάσχουσιν ἀπὸ τῶν ὁρώντων ἐκκαλεῖ‐ ται· τὰ γὰρ πλοῖα τὸ κῦμα ἐξαίφνης ἢ πέτρᾳ περιέθη‐ κεν, ἢ πρὸς ἀμμώδη συνήλασε περιοχὴν, καὶ ἄπορον τὴν σωτηρίαν παρέσχε τοῖς ἐμπλέουσι. Διὸ τὰ μὲν πρῶτα ὀδυρμὸς τοὺς ἐπιπλέοντας συνέχει πολὺς μὲν,
15οὐκ ἀπογινώσκων δὲ τὴν ἀμείνω προσδοκίαν· ἤδη γάρ
τινας οὕτως ἀπενεχθέντας σέσωκε πλημμυρὶς ὑπολα‐ βοῦσα τοῖς ἀνοιδοῦσιν αἰφνιδίως ἐκ τῆς θαλάττης ὄγκοις· ἐπὰν δὲ λήγῃ τὰ τῆς τροφῆς, μυρία μὲν ἀναδέχονται
πάθη, τέλος ἀναλίσκονται πάντες ἢ λιμῷ ἢ (τοῦ λιμοῦ
20τὸ μακροχρόνιον οὐ φέροντες) ξίφει, ἢ αὐτῇ θαλάσσῃ
σφᾶς αὐτοὺς ἐπιρρίπτοντες.

84

Ὅτι φησί, Τὰ μὲν ἕως τῶν Ταύρων καὶ Πτο‐ λεμαΐδος ἡρμήνευται, τὰ δὲ ἀνωτέρω τούτων οὐ τὴν τυχοῦσαν λαμβάνει μετάβασιν· κεῖται γὰρ οὐκέτι τὰ ἐπέκεινα πρὸς μεσημβρίαν τῆς χώρας, ἀεὶ δὲ πρὸς τὴν
5ἀνατολὴν ἀναστρέφει μᾶλλον, καὶ τὰς σκιὰς βάλλει τέως δυεῖν ὡρῶν εἰς τὸν ἀντικείμενον τόπον τῆς ἄρκτου. Ἔτι δὲ ποταμοῖς καταρρεῖται τὰς πηγὰς ἀναφαίνου‐ σιν ἀπὸ τῶν Ψεβαιῶν καλουμένων ὀρῶν. Τῆς δὲ χώρας ἡ μὲν εἰς τὴν μεσόγειαν ἀνατείνουσα πλήρης
10ἐλεφάντων καὶ ῥινοκέρων καὶ ταύρων καὶ ὑῶν, τὰ δὲ εἰς τὸν πόρον καθήκοντα νήσοις ἅπαντα πυκνοῦται τῇ
φύσει μὲν ἀκάρποις, γεμούσαις δὲ ὀρνέων ἀνιστορήτους ἰδέας ἐχόντων. Τὸ δὲ ἀπὸ τοῦδε ἡ μὲν θάλαττα βα‐ θεῖά τε καὶ πλόϊμος, κήτη δὲ ἔχει τηλικαῦτα, ὥστε
15ἀγωνιᾶν τὸν ἰδόντα· οὐ μέντοι διαπεφώνηκεν οὐδεὶς, πλὴν τῶν περιπεπτωκότων ἀκουσίως ταῖς λοφιαῖς διὰ τὴν τῶν εἰρημένων ἄγνοιαν· καὶ γὰρ οὐδὲ διώκειν δύ‐ ναται θρασύτερον τοὺς πλέοντας, τῶν ὀμμάτων τοῖς θηρίοις ἀμαυρουμένων, ὅταν ἐκ τῆς θαλάττης τὰ πρόσ‐
20ωπα ἀναφαίνωσιν.

86

Ὅτι τοῦ Φοινικῶνος τὰ μὲν ἄνωθεν ὁρώμενα πέτρας ὕψεσι ποικίλαις κατέχεται, τοῖς δὲ πρὸς θάλασσαν διήκουσιν ᾐὼν ὑπόκειται στενή τε καὶ
μακρά.

87

Τῇ δὲ εἰρημένῃ παραλίᾳ συνάπτει μὲν τόπος, ὃν προσηγόρευσαν Νῆσσαν ἀπὸ τῆς. τοῦ ζώου πολυ‐ πληθίας· αὕτη δὲ ἡ Νῆσσα κεῖται μὲν ἐγγὺς ἀκρωτη‐ ρίου καθ’ ὑπερβολὴν ὑλώδους, διατείνει δὲ ἀπ’ εὐθείας
5θεωρουμένη πρός τε τὴν Πέτραν καλουμένην καὶ τὴν Παλαιστίνην, εἰς ἣν Γερραῖοι καὶ Μιναῖοι καὶ πάντες οἱ πλησίον ἔχοντες τὰς οἰκήσεις Ἄραβες τόν τε λιβανω‐ τὸν, ὡς λόγος, καὶ τὰ φορτία τὰ πρὸς εὐωδίαν ἀνήκον‐
τα ἀπὸ τῆς χώρας τῆς ἄνω κατάγουσιν.

89

Ὅτι μετὰ τὸν καλούμενον Λαιανίτην κόλπον, ὃν Ἄραβες περιοικοῦσιν, ἡ Βυθημανέων ἐστὶ γῆ, πολλή τε καὶ πεδιὰς, καὶ πᾶσα κατάρρυτος καὶ βαθεῖα, ἀγρώ‐ στει δὲ μόνον καὶ μηδίκῃ καὶ λωτῷ βάθος ἀνδρόμηκες
5ἔχοντι πᾶς ὁ καρπὸς αὐτῇ περιγράφεται, ἕτερον δὲ γεωργεῖ οὐδέν. Διὸ πολλαὶ μὲν ἐν αὐτῇ ἄγριαι κάμη‐ λοι, πολλαὶ δὲ ἐλάφων καὶ δορκάδων ἀγέλαι, συχναὶ δὲ ποῖμναι προβάτων, καὶ ἀμύθητος ἀριθμὸς ἡμιόνων
καὶ βοῶν. Τούτοις δὲ τοῖς εὐκληρήμασιν ἀντικείμε‐
10νον παραπέπλεκται κακόν· λεόντων γὰρ καὶ λύκων καὶ παρδάλεων συναναφέρει πλῆθος ἡ γῆ, ὡς εἶναι τὸ τῆς χώρας ἐπίτευγμα τοῖς οἰκηταῖς αἴτιον ἀκληρίας.

90

Ἀπὸ δὲ τῶν ἐφεξῆς αἰγιαλῶν κόλπος ἐστὶ νενευ‐ κὼς μὲν εἰς τὸν μυχὸν τῆς χώρας, οὐκ ἔλαττον δὲ στα‐ δίων πεντακοσίων ὑποδείκνυσι τὸ βάθος. Οἱ δὲ τὴν ἐντὸς τοῦ κόλπου κατοικοῦντες καλοῦνται μὲν Βατμι‐
5ζομανεῖς, εἰσὶ δὲ κυνηγοὶ τῶν χερσαίων ζώων.

91

Τὴν δ’ εἰρημένην χώραν νῆσοι τρεῖς ἐκδέχονται, λιμένας ποιοῦσαι πλείους· ὧν τὴν πρώτην Ἴσιδος ἱερὰν ὠνόμασαν, τὴν δὲ δευτέραν Σουκαβύαν, τὴν δὲ τρίτην Σαλυδὼ, ἐρήμους δὲ πάσας καὶ συσκίους ἐλαίαις, οὐ
5ταῖς παρ’ ἡμῖν, ἀλλὰ ταῖς ἐν ἐκείνοις τοῖς τόποις φυο‐ μέναις.

92

Μετὰ δὲ τὰς νήσους τὰς ἐκκειμένας ἐστιν ἰδεῖν αἰγιαλὸν λιθώδη καὶ μακρόν· ἡ δὲ χώρα Θαμουδηνῶν Ἀράβων. Ὁ δὲ πρὸς ταύτην παράπλους ἐπὶ σταδίους τῶν χιλίων πλείους πάντων χαλεπώτατος· οὐ γὰρ ἔστιν
5οὐ λιμὴν εὔορμος, οὐ σάλος ἐπ’ ἀγκύρας, οὐ κόλπος ἐπὶ σκέπης, οὐ χηλῆς ἐντύπωμα, ἀναγκαία καταφυγὴ,
τὸν ναυτίλον δεχόμενον.

94

Μετὰ ταῦτα δὲ οὐκ εὐθὺς ἐφεξῆς, ἀλλὰ μεθ’ ἕτερά τινα, ἔστιν αἰγιαλὸς εἰς ὑπερβολὴν κάθυδρος ἐκτεινόμενος, καὶ τὸ προσηγορευμένον Λαιμὸν ὄρος, ἀμύθητον μὲν ἀναφαῖνον τῆς περιμέτρου τὸ μέγεθος,
5παντοίας δὲ ὕλης δρυμοῖς διεζωσμένον.

95

Ὅτι τὴν ἀστυγείτονα τῆς ὀρεινῆς χέρσου Δέβαι κατοικοῦσιν, οἱ μὲν νομάδες, οἱ δὲ γεοῦχοι. Ὧν κατὰ μέσην τὴν χώραν ποταμὸς διαφέρεται τριμερὴς μὲν τῇ φύσει, ψῆγμα δὲ χρυσοῦ κατάγων, οὕτω σύνδηλον τὴν
5δαψίλειαν ἔχων, ὥστε τὴν ἰλὺν τὴν πρὸς ταῖς ἐκβολαῖς συνηγμένην πόρρωθεν ἀποστίλβειν. Οἱ δὲ τὸν τόπον οἰκοῦντες τῆς μὲν ἐργασίας εἰσὶ τῆς τοιαύτης ἄπειροι, φιλόξενοι δὲ εἰς ὑπερβολὴν οὐ πᾶσιν ἀνθρώποις, ἀλλὰ τοῖς ἀπὸ Πελοποννήσου διεκβάλλουσι καὶ Βοιωτίας, διά
10τινα μυθικὴν ἀφ’ Ἡρακλέους ἱστορίαν.

96

Τούτων ἀστυγείτονές εἰσιν Ἀλιλαῖοι καὶ Κασαν‐
δρεῖς, κέκτηνται δὲ γῆν οὐδαμῶς ἐοικυῖαν ταῖς προει‐ ρημέναις. Οὔτε γὰρ ἐψυγμένος ὁ ἀὴρ οὔτε ξηρὸς οὔτε ἔμπυρος, μαλακὴν δὲ καὶ δασεῖαν νεφέλην ὑποδεικνύων,
5ἀφ’ ἧς ὑετοὶ καὶ χειμῶνες γίνονται καὶ θέρους εὔκαι‐ ροι. Τῆς τε χώρας ἡ πλείστη πάμφορος μέν ἐστιν, οὐ πᾶσα δὲ τυγχάνει θεραπείας, τῶν λαῶν ἀπειροτέ‐ ρων ὄντων. Τὸν μέντοι χρυσὸν ὀρύσσοντες ἐν τοῖς πλακώδεσι τῆς χώρας ὑπονόμοις εὑρίσκουσι πολὺν, οὐ
10τὸν συντηκόμενον μετ’ ἐπιστήμης καὶ τέχνης ἐκ τοῦ ψήγματος, ἀλλὰ τὸν αὐτόματον, καλούμενον δὲ διὰ τὸ συμβαῖνον παρ’ Ἕλλησιν ἄπυρον· οὗ τὸ μὲν ἐλάχιστον ἔχει μέγεθος πυρῆνος, τὸ δὲ μέσον μεσπίλου, τὸ δὲ μέγιστον ὥστε βασιλικοῖς παραβάλλεσθαι καρύοις.
15Ὃν τρήσαντες ἐναλλὰξ διαφανέσι λίθοις περί τε τοὺς καρποὺς φοροῦσι τῶν χειρῶν καὶ περὶ τοὺς αὐχένας, πρός τε τοὺς ἀστυγείτονας μετάγοντες πωλοῦσιν εὐτε‐ λῶς· τὸν μὲν γὰρ χαλκὸν πρὸς τὸν χρυσὸν τρίσταθμον ἀλλάττονται, τὸν δὲ σίδηρον πρὸς διπλοῦν χρυσίον.
20Ὁ δὲ ἄργυρος τοῦ χρυσοῦ δέκα δύναται μοίρας, τῇ δαψιλείᾳ καὶ σπάνει τῆς ἀξίας παραμετρουμένης, ἐν οἷς ἀποβλέπει πᾶς ὁ βίος οὐ πρὸς τὴν φύσιν, ἀλλὰ πρὸς
τὴν χρείαν.

97

Τούτων δὲ τῶν ἀνδρῶν συνεχεῖς Κάρβαι κατέ‐ χουσι τὴν ἤπειρον, ἐκδεχομένου λιμένος ἀγχιβαθοῦς, ἐν ᾧ κρῆναι πλείους ἀναβάλλουσιν. Ἐφεξῆς δὲ τὸ τῶν Σαβαίων ἐπισυνάπτει γένος, μέγιστον τῶν κατὰ τὴν
5Ἀραβίαν καὶ παντοίας κύριον εὐδαιμονίας. Καὶ γὰρ ἡ γῆ πάντα φέρει τὰ παρ’ ἡμῖν γινόμενα πρὸς βίον, καὶ τὰ σώματά ἐστι τῶν κατοικούντων ἀξιολογώτερα. Βο‐ σκημάτων κεχορήγηνται πλήθεσιν ἀμυθήτοις. Ὀσμή τε πᾶσαν ἐπέχει τὴν παραλίαν θέας τε καὶ λόγου κρείτ‐
10τω τέρψιν τοῖς ἀφικνουμένοις κατασκευάζουσα. Παρὰ μὲν γὰρ αὐτὴν πέφυκε τὴν θάλατταν τό τε βάλσαμον πολὺ καὶ κασσία καὶ [πόα] τις ἄλλη πρόσφατος μὲν ἡδίστην ἔχουσα τῶν ὀμμάτων τέρψιν, ἐν δὲ τῷ χρονί‐ ζειν γινομένη συντόμως ἐξίτηλος, ὥστε πρότερον ἀπα‐
15μαυροῦσθαι τοῦ φυτοῦ τὴν χρείαν ἢ πρὸς ἡμᾶς παρα‐ πέμπεσθαι τοῦ γένους τὴν δύναμιν. Ἐπὶ δὲ τῆς με‐ σογείου δρυμοὶ συνεχεῖς στείχουσι καὶ μεγάλοι· δένδρα
γὰρ ἠλίβατα σμύρνης τε καὶ λιβανωτοῦ, πρὸς δὲ καὶ κινναμώμου φοίνικός τε καὶ καλάμου καὶ τῶν ἄλλων
20ἀνεῖται τῶν τοιούτων, ὥστε εἶναι μηδενὶ λόγῳ τὸ πρᾶγμα δηλωτὸν, ὃ συμβαίνει τοῖς περὶ τὰς αἰσθήσεις εἰληχόσι τοῦ γένους τὴν δοκιμασίαν. Οὐ γὰρ τὴν τεθησαυρισμένην καὶ παλαιὰν ἔχει τῶν ἀρωμάτων ἀπόλαυσιν, οὐδὲ τὴν ἀπὸ τοῦ γεννῶντος καὶ τρέφοντος
25ὄγκου διακεχωρισμένην, ἀλλὰ τὴν ἀνθοῦσαν ἀπὸ τῆς θείας ἀκμῆς καὶ τὴν ἀπὸ τῶν οἰκείων καὶ φυσικῶν τὸ θαυμαζόμενον ἀποπέμπουσαν, ὥστε πολλοὺς εἰς λήθην ἀφικομένους τῶν θνητῶν εὐτυχημάτων τῆς ἀμβροσίας ὑπονοεῖν ἀπολαμβάνειν, ὄνομα τοῦ πράγματος ἐπιζη‐
30τοῦντος οἰκεῖον τῆς ὑπερβολῆς.

98

Περὶ δὲ τοὺς δρυμοὺς τῶν εὐωδῶν γένος ἐστὶν ὄφεων ἰδιώτατον πάντων, οἱονεὶ φθονούσης τοῖς ἁδροῖς ἐπιτεύγμασι τῆς τύχης καὶ παραπλεκούσης τἀγαθῷ τὸ βλαβερὸν, ὅπως μηδεὶς εἰς τέλος ἐξυβρίζων τιτανῶδες
5καὶ κατεγνωκὸς τοῦ θείου τὸ φρόνημα λαμβάνῃ τῶν ἀγαθῶν εὐτυχούντων, παιδεύηται δὲ τῇ παραθέσει καὶ μνήμῃ τῶν ἐναντίων. Τὸ δὲ γένος τῶν ὄφεων χρῶμα
μὲν ἔχει φοινικοῦν, μῆκος δὲ ὅσον σπιθαμῆς, δῆγμα δὲ ἀνίατον, ἂν τῆς λαγόνος ἀνώτερον αἱμάξῃ· τὴν δὲ
10πληγὴν δίδωσι παλλόμενον εἰς ὕψος.

99

Παρ’ αὐτοῖς δὲ τοῖς Σαβαίοις ἡ μὲν ὀσμὴ τῶν εὐωδῶν ἀκροτάτη, ἡ δὲ χάρις ἐλλιπής· τὸ γὰρ ἐνδελε‐ χὲς ἐκ νηπίου κινεῖ μὲν τὴν αἴσθησιν ἧττον, ἀμβλυτέ‐ ραν δὲ κατασκευάζει, μεταβολῆς τοῖς βίοις οὐχ ὑποκει‐
5μένης. Οὐ μὴν ἀλλὰ κἀπειδὰν οὐ δύνωνται τὴν ζωὴν παιδαγωγεῖν παραπλησίως εὐσταθῆ, διαπνεομένου τοῦ σώματος ὑπ’ ἀκράτου καὶ τμητικῆς δυνάμεως, καὶ τὴν σύμμετρον πύκνωσιν ἐπὶ ἀραιὸν ἀγούσης, ὥστε ἄγειν εἰς ἔκλυσιν ἐσχάτην, τότε δὴ ἀσφάλτου παραθυμιῶντες
10βραχὺ καὶ τράγου πώγωνα, τοῖς τοιούτοις ἀφαιροῦνται τὴν ἄγαν εὐώδη τῆς ἐπιφορᾶς ὑπερβολὴν, καὶ τῇ μί‐ ξει τοῦ δοκοῦντος λυπεῖν τὸ τῆς ἡδονῆς βλαβερὸν ὑποκα‐ ταστέλλουσιν. Οὕτως ἅπαν ἐπίτευγμα μεσότητι μὲν καὶ τάξει κυβερνώμενον παραπέμπει τὸν βίον, συμμε‐
15τρίας δὲ καὶ καιροῦ στερηθὲν οὐκ ἔχει τὴν κτῆσιν ὀνη‐ σιφόρον.

100

Τὸ δὲ τῶν Σαβαίων ἄστυ τοῦ παντὸς ἔθνους προσηγορίαν δηλοῦν, ἐπ’ ὄρους ἐστὶν οὐ μεγάλου, πολὺ
κάλλιστον τῶν κατὰ τὴν Ἀραβίαν, ὃ καλεῖται Σάβας. Ὁ δὲ βασιλεύων τοῦ παντὸς ἔθνους προεδρίαν ἔχει παρὰ
5τοῦ λαοῦ τῇ μὲν ἔντιμον τῇ δὲ ἀκληροτάτην· ἔντιμον μὲν ὅτι πολλοῖς ἐπιτάττει, κατὰ κρίσιν ἀνυπεύθυνον ὃ βούλεται πράττων, ἄκληρον δὲ ὅτι παραλαβὼν τὴν ἐπιμέλειαν οὐ δύναται πάλιν ἐκ τῶν βασιλείων ἐξελθεῖν· εἰ δὲ μὴ, λιθόλευστος ὑπὸ πάντων γίνεται κατὰ χρη‐
10σμὸν ἀρχαῖον, ὥστε εἶναι τὴν ὑπεροχὴν βλαβεράν.

101

Τῶν δὲ ἀνδρῶν οἱ μὲν καταγινόμενοι πρὸς τὸ οἴκοι ἐνδιατρίβειν βραχύ τι τοῦ θήλεος γένους ἀλκιμώ‐ τερον ἄγουσιν, ὑπὸ τῆς συνεχοῦς ἀπογυναικούμενοι ῥᾳστώνης· οἱ δὲ ἄλλοι τά τε πρὸς πόλεμον μελετῶσι
5καὶ τὴν χώραν ἅπασαν ἐργάζονται καὶ στέλλουσιν ἀπ’ οἰκίας, τοῖς μείζοσι χρώμενοι σχεδίαις. Κομίζουσι δὲ ἄλλα τε, καὶ μάλιστα τὸν εὐώδη καρπὸν τὸν ἐν τῷ πέ‐ ραν φυόμενον (ἀραβιστὶ δὲ λέγεται λάριμναν), μεγί‐ στην ἔχοντα τῶν ἄλλων θυμιαμάτων εὐωδίαν, ὃν κρατεῖν
10λέγεται γένους ἀρρωστίας ὡς ἐπὶ τὸ πολὺ σωματικῆς. Οὐδεμίαν δὲ τῆς γῆς ἄλλην ὕλην φερούσης, ἀναγκά‐ ζονται πρὸς τὰ καθ’ ἡμέραν τὸ κιννάμωμον καὶ τὴν κασσίαν καίειν, καὶ πρὸς τὰς ὑπολοίπους ἐν τῷ βίῳ χρείας· οὕτως ἀνίσως τὰ αὑτῆς ἡ τύχη μεμέρικε, τοῖς
15μὲν σπάνιν τῶν σπουδαίων, τοῖς δὲ πλῆθος διδοῦσα. Τῶν δὲ Σαβαίων χρῶνται καὶ τοῖς δερματίνοις οὐκ ὀλίγοι πορείοις, διδασκούσης τὴν χρείαν τῆς ἀναπώτι‐ δος, καίπερ ἐν τρυφῇ καταγινομένους.

102

Οὐδὲν γὰρ εὐπορώτερον Σαβαίων καὶ Γερραίων εἶναι δοκεῖ γένος, ἐκτεταμιευμένων πᾶν τὸ πῖπτον εἰς
διαφορᾶς λόγον ἀπὸ τῆς Ἀσίας καὶ τῆς Εὐρώπης. Οὗ‐ τοι πολύχρυσον τὴν Πτολεμαίου Συρίαν πεποιήκασιν,
5οὗτοι τῇ Φοινίκων φιλεργίᾳ κατεσκευάκασι λυσιτελεῖς ἐμπορίας, καὶ μυρία ἄλλα. Ἔστι δὲ πολυτέλεια παρ’ αὐτοῖς οὐ μόνον ἐν τορεύμασι θαυμαστοῖς καὶ ποτηρίων ποικιλίαις, ἔτι δὲ κλινῶν καὶ τριπόδων μεγέθεσι, [ἀλλὰ] καὶ τῶν ἄλλων τῶν κατ’ οἰκίαν παρ’ ἡμῖν ἐκτεινομένων
10λαμβάνει τὴν ὑπερβολὴν, πολλῶν, ὡς ἔοικε, κεκτημέ‐ νων χορηγίαν βασιλικήν. Κίονάς τε πολλοὺς αὐτοῖς φησὶ κατεσκευάσθαι ἐπιχρύσους τε καὶ ἀργυροῦς, πρὸς δὲ καὶ τὰς ὀροφὰς καὶ θύρας φιάλαις λιθοκολλήτοις ἐξειλῆφθαι πυκναῖς, ὡσαύτως καὶ τὰ μεσοστύλια θέαν
15ἔχειν εὐπρεπῆ, καὶ καθόλου τοὺς παρὰ τῶν ἄλλων πλού‐ τους ἐκκεῖσθαι τὴν διαφορὰν μεγάλην. Ἀλλὰ ταῦτα μὲν ἕως τοῦ καθ’ ἡμᾶς παρ’ αὐτοῖς ἐπαγγέλλεται βίου. Εἰ δὲ μὴ πόρρω διεστηκυῖαν τὴν οἴκησιν κατεῖχον τῶν ἐπὶ πάντα τόπον τὰς δυνάμεις στρεφόντων, οἰκονόμοι
20τῶν ἀλλοτρίων ἂν ὑπῆρχον οἱ κύριοι τῶν ἰδίων ἄθλων, τῆς ῥᾳθυμίας ἀδυνατούσης τὸ ἐλεύθερον πλείω χρόνον διατηρεῖν.

103

Παρὰ δὲ τὴν χώραν ταύτην ἡ μὲν θάλαττα λευκὴ φαίνεται, ποταμῷ ἐμφερὴς, ὥστε παραπλήτ‐ τεσθαι τοῦ γινομένου τὴν αἰτίαν, νῆσοι δὲ εὐδαίμονες παράκεινται, ἐν αἷς βοσκήματα λευκὰ μέν ἐστι πάντα,
5οὐδενὶ δὲ τῶν θηλειῶν ἐπιφύεται κέρας. Ἐν ταύταις ταῖς νήσοις ἰδεῖν ἔστιν ὁρμούσας ἐμπορικὰς τῶν προσ‐ χώρων σχεδίας, πλείστας μὲν ἐκεῖθεν οὗ κατεστήσατο παρὰ τὸν Ἰνδὸν ποταμὸν ὁ Ἀλέξανδρος ναύσταθμον, οὐκ ὀλίγας δὲ ἀπὸ τῆς Περσίδος καὶ Καρμανίας καὶ
10τῆς σύνεγγυς πάσης.

104

Ἔστι δὲ αὐτοῖς καὶ τὰ κατὰ τὸν οὐρανὸν θαυ‐ μασίως ἔχοντα· ὧν ἐστὶ καὶ τὸ περὶ τὴν ἄρκτον συμ‐ βαῖνον. Ἀπὸ γὰρ Μαιμακτηριῶνος, ὃς ἄγεται παρὰ τοῖς Ἀθηναίοις, οὐδεὶς ἀστὴρ τῶν ἑπτὰ φαίνεται μέχρι
5φυλακῆς πρώτης, ἐν δὲ Ποσειδεῶνι μέχρι δευτέρας, ἐν δὲ τοῖς ἑξῆς τῶν μηνῶν κατὰ λόγον. Τῶν δ’ ἄλλων ἀστέρων οἱ μὲν πλάνητες ἀόρατοι, τινὲς δὲ τοῖς ὄγκοις μείζονες, οἱ δὲ οὐδὲ κατὰ τοὺς ὑφεστῶτας καιροὺς τὰς
δύσεις ποιούμενοι καὶ τὰς ἐπιτολάς.

105

Τοῦ δὲ ἡλίου τὴν ἔκφασιν ἐν τοῖς ἐπέκεινα Πτο‐ λεμαΐδος ἰδίαν λέγουσι καὶ παρηλλαγμένην. Πρῶτον μὲν γὰρ οὐ καθάπερ παρ’ ἡμῖν φῶς ἀνήλιον ἕωθεν ὁρῶ‐ μεν ἐπὶ χρόνον οὐκ ὀλίγον, εἶτα τὴν ἀνατολήν· ἀλλὰ
5νυκτὸς σκοτίας ὑπαρχούσης, ἐξαίφνης ἀνέλαμψεν ἥλιος, ἡμέρα δὲ οὐδέποτε γίνεται ἐκεῖσε πρὶν τὸν ἥλιον ἰδεῖν. Δεύτερον ὁ ἥλιος ἀναφερόμενος φαίνεται ἐκ μέσου τοῦ πελάγους. (Τρίτον) ποιεῖ δὲ τοῦτο ἄνθρακι μὲν ὢν τῶν πυρωδεστάτων παρόμοιος, σπινθῆ‐
10ρας δὲ μεγάλους ἀπορρίπτων, τοὺς μὲν εἰς τὸν κύκλῳ τόπον τοῦ φωτίζοντος, τοὺς δὲ εἰς τὸν ἀπωτέρω. (Τέ‐ ταρτον) καὶ τὸ σχῆμα δὲ οὐ δισκοειδὲς ἔχειν τὸν ἥλιόν φασιν, ἀλλὰ κίονι παχεῖ τά γε πρῶτα ἐμφερῆ, μικρὸν ἐμβριθέστερον ἔχοντι τὴν ἀπὸ τῶν ἄκρων φαν‐
15τασίαν, οἱονεὶ κεφαλήν. (Πέμπτον) ἔτι τοίνυν οὔτε αὐγὴν οὔτε ἀκτῖνα ἀπολάμπειν οὐδεμίαν, οὔτε ἐπὶ τὴν γῆν, οὔτε ἐπὶ τὴν θάλατταν, ἕως πρώτης ὥρας, ἀλλ’ ἐπὶ σκότει πῦρ ἀλαμπές· δευτέρας δ’ ἐνισταμένης τὸ ὅλον ἄστρον ἀναβαῖνον, ἀσπιδοειδὲς καθιστάμενον, τοῦ
20σχήματος τὸν τύπον καὶ τὸ φῶς ἐπί τε τὴν γῆν καὶ τὸ πέλαγος βάλλει οὕτως ἄτοπον καὶ πυρῶδες, ὥστε ἀμφοῖν νομίζεσθαι παμμεγέθεις τὰς ὑπερβολάς. (Ἕκτον) εἰς δὲ τὴν ἑσπέραν ἐναντίον τὸ περὶ τὸν ἥλιον πάθος φασὶν ὁρᾶσθαι· ὑποδείξαντα γὰρ ὅτι δέδυκε κατὰ τῆς
25γῆς, οὐκ ἐλάττω χρόνον ὡρῶν τριῶν μετὰ ταῦτα φω‐ τίζειν, ὃν καὶ νομίζουσι παρ’ αὑτοῖς καιρὸν εἶναι τῆς
ἡμέρας τὸν ἥδιστον.

107

Ὅτι εἰπὼν περὶ ἀμπώτεων ὁ συγγραφεὺς δια‐ φόρους αἰτίας, καὶ πάσας ὡς οὐδὲν ἐχούσας ἀληθὲς ἀπο‐ δοκιμάσας, ἐπάγει· Ὅτι δὲ ταῦτα πάντα λαλιὰν μὲν ἔχει σιγᾶν αἰσχυνομένην, πράγματος δὲ οὐδενὸς ἀντεί‐
5ληπται βοήθειαν δυναμένου τοῖς εἰρημένοις παρασχεῖν, εὐχερές ἐστι μαθεῖν. Εἶτα προσθεὶς καὶ ἕτερα τῆς αὐτῆς ἐννοίας ἐχόμενα, πάλιν ἐπιφέρει· Διὸ περὶ μὲν ἀμπώτιδος καὶ σεισμοῦ καὶ πνευμάτων καὶ κεραυνῶν καὶ τῶν τοιούτων ἁπάντων τὰς μὲν αἰτίας, δι’ ἃς γίνε‐
10ται, παραχωροῦμεν τοῖς ἑτοιμότερον ἔχουσι πρὸς εὐκο‐ λίαν ἡμῶν· τὰ δὲ πάθη τὰ γεννῶντα τὰς προφανεῖς συμφορὰς δεδηλώκαμεν, μαθόντες παρὰ τῶν εἰδότων. Εὑρίσκειν δὲ πιθανώτερα τούτων εἰς μὲν ὑπόθεσιν πα‐ ράδοξον φιλοτιμούμεθα, ἱστορίαν δὲ ἀπαγγέλλοντες
15ἀληθινὴν οὐκ ἂν ὑπομείναμεν.

108

Ὅτι ἐν τῷ προειρημένῳ πόρῳ, φησί, περὶ τὰς ἐλαίας τοιοῦτόν τι ξένον συμβαίνει. Πλημμυρίδος ὑπαρχούσης πᾶσαι καλύπτονται, τῆς δ’ ἀμπώτεως γι‐ νομένης ἐν τῇ θαλάσσῃ πάντα τὸν χρόνον θάλλουσιν.
5Ἔστι δέ τι φυόμενον αὐτόθι κατὰ βάθος ἐν ταῖς ῥα‐ χίαις, μελαίνῃ σχοίνῳ παραπλήσιον, ὅ φασιν οἱ ἐκεῖσε κατοικοῦντες Ἴσιδος εἶναι τρίχωμα, μυθώδει πλά‐ σματι πίστιν εὐήθη περιτιθέναι ζητοῦντες. Συμ‐ βέβηκε δ’ αὐτῷ τυπτομένῳ μὲν ὑπὸ τοῦ κύματος κάμ‐
10πτεσθαι πολλαχῶς, ἁπαλῆς οὔσης τῆς ὅλης περιοχῆς καὶ τοῖς ἄλλοις παραπλησίας φυτοῖς· ἂν δέ τις ἀποκό‐ ψας εἰς τὸν ὕπαιθρον ἀναφήνῃ τόπον, σιδήρου παρα‐ χρῆμα γίνεται τὸ διῃρημένον σκληρότερον.

109

Ὅτι καὶ ἄλλοι μὲν πολλοὶ, φησίν, ἰχθύες περὶ τοὺς προειρημένους τίκτονται τόπους, παρηλλαγμένην ἔχοντες τὴν φύσιν, γίνεται δέ τις ἰχθὺς ὑπερβαλλόντως μέλας, ἀνδρὸς ἔχων μέγεθος, ὃν καλοῦσιν αἰθίοπα,
5διὰ τὸ καὶ τοῦ προσώπου σιμὸν ἔχειν τὸν τύπον. Τοῦ‐ τον κατ’ ἀρχὰς μὲν οἱ θηρεύσαντες διὰ τὴν ὁμοιότητα οὔτε πωλεῖν ἠξίουν οὔτε καταναλίσκειν, τοῦ δὲ χρόνου
προϊόντος ἀμφότερα πράττοντες οὐδὲν ἁμαρτάνουσι.

110

Τὰ μὲν οὖν ὑπὲρ τῶν ἐθνῶν τῶν ἐκκειμένων πρὸς μεσημβρίαν, ὡς ἦν ἐφ’ ἡμῖν, ἐν πέντε βιβλίοις ἐπιμελῶς ἱστορήκαμεν· ὑπὲρ δὲ τῶν ἐν τῷ πελάγει νήσων ὕστερον τεθεωρημένων, καὶ τῶν ἑξῆς ἐθνῶν, καὶ
5τῶν εὐωδῶν ὅσα φέρειν συμβαίνει τὴν Τρωγλοδῦτιν χώ‐ ραν, ἡμεῖς μὲν παραιτησάμενοι τὴν ἐξήγησιν ἄρδην ἀπολελοίπαμεν, οὔτε τὸν πόνον τῆς ἡλικίας ὁμοίως ὑπο‐ φέρειν δυναμένης, πολλῶν ἡμῖν ὑπέρ τε τῆς Εὐρώπης καὶ τῆς Ἀσίας ἀναγεγραμμένων, οὔτε τῶν ὑπομνημά‐
10των διὰ τὰς κατ’ Αἴγυπτον ἀποστάσεις, ἀκριβῆ παρα‐ διδόντων σκέψιν. Ὁ δὲ καὶ τοῖς κατὰ μέρος πράγμα‐ σιν ἐντετευχὼς, καὶ λόγοις κατεσκευασμένος ἱστορίας ἀξίοις, καὶ προαίρεσιν ἔχων δυναμένην δόξαν πόνῳ θηρεύειν, οὐκ ἀφέξεται.

111

Ὅτι Ἀρριανὸς περὶ κομητῶν φύσεώς τε καὶ συ‐ στάσεως καὶ φασμάτων βιβλιδάριον γράψας, πολλοῖς ἀγω‐ νίσμασι πειρᾶται δεικνύναι ὅτι μηδὲν μήτε τῶν ἀγαθῶν
μήτε τῶν φαύλων τὰ τοιαῦτα φάσματα ἀποσημαίνουσιν.