TLG 0065 003 :: SCYLAX :: Fragmenta

SCYLAX Perieg.
(Caryandensis: 5/4 B.C.)

Fragmenta

Source: FGrH #709. : 3C:589–592.

Citation: Volume-Jacoby#-F — fragment — (line)

3c,709,F

3

ATHEN. 2, 82 p. 70 A—C: κινάρα. ταύτην Σοφοκλῆς ἐν Κολχίσι (F 323 N2) κυνάραν καλεῖ, ἐν δὲ Φοίνικι (F 651) «κύναρος ἄκανθα πάντα πληθύει γύην». Ἑκαταῖος δ’ ὁ Μιλήσιος ἐν Ἀσίας περιηγήσει (1 F 291/2) .... καὶ περὶ τὸν Ἰνδὸν δέ φησι (F 296) ποταμὸν γίνεσθαι τὴν κυνάραν. καὶ Σκύλαξ
5δὲ ἢ Πολέμων (IV) γράφει· «εἶναι δὲ τὴν γῆν ὑδρηλὴν κρήνηισι καὶ ὀχετοῖσιν· ἐν δὲ τοῖς οὔρεσι πέφυκε κυνάρα καὶ βοτάνη
ἄλλη».3

3c,709,F

4

ATHEN. 2, 82 p. 70 CD: καὶ ἐν τοῖς ἑξῆς· «ἐντεῦθεν δὲ ὄρος παρέτεινε τοῦ ποταμοῦ [τοῦ Ἰνδο] καὶ ἔνθεν καὶ ἔνθεν, ὑψηλόν τε καὶ δασὺ ἀγρίηι ὕληι καὶ ἀκάνθηι κυνάραι». Δίδυμος δ’ ὁ γραμματικὸς (p. 88; 242 Schm) ἐξηγούμενος παρὰ τῶι Σοφοκλεῖ τὸ ‘κύναρος ἄκανθα‘
5«μήποτε» φησίν «τὴν κυνόσβατον λέγει διὰ τὸ ἀκανθῶδες καὶ τραχὺ εἶναι τὸ φυτόν· καὶ γὰρ ἡ Πυθία ξυλίνην κύνα αὐτὸ εἶπεν, καὶ ὁ Λοκρὸς χρησμὸν λαβὼν ἐκεῖ πόλιν οἰκίζειν ὅπου ἂν ὑπὸ ξυλίνης κυνὸς δηχθῆι, καταμυχθεὶς τὴν κνήμην ὑπὸ κυνοσβάτου ἔκτισε τὴν πόλιν». ἔστι δὲ ὁ κυνόσβατος μεταξὺ θάμνου καὶ δένδρου, ὥς φησι Θεόφραστος (H.Pl. 3, 18, 4), καὶ τὸν καρπὸν ἔχει ἐρυθρόν, παραπλήσιον τῆι ῥοιᾶι· ἔχει δὲ καὶ τὸ φύλλον
10ἀγνῶδες.

3c,709,F

5

ARISTOT. Pol. 7, 13, 1 p. 1332b 12: ἐπεὶ δὲ πᾶσα πολιτικὴ κοινωνία συνέστηκεν ἐξ ἀρχόντων καὶ ἀρχομένων, τοῦτο δὴ σκεπτέον, εἰ ἑτέρους εἶναι δεῖ τοὺς ἄρχοντας καὶ τοὺς ἀρχομένους ἢ τοὺς αὐτοὺς διὰ βίου· δῆλον γὰρ ὡς ἀκολουθεῖν δεήσει καὶ τὴν παιδείαν κατὰ τὴν διαίρεσιν ταύτην. εἰ μὲν τοίνυν εἴησαν τοσοῦτον διαφέροντες
5ἅτεροι τῶν ἄλλων ὅσον τοὺς θεοὺς καὶ τοὺς ἥρωας ἡγούμεθα τῶν ἀνθρώπων διαφέρειν, εὐθὺς πρῶτον κατὰ τὸ σῶμα πολλὴν ἔχοντες ὑπερβολήν, εἶτα κατὰ τὴν ψυχήν, ὥστε ἀναμφισβήτητον εἶναι καὶ φανερὰν τὴν ὑπεροχὴν τοῖς ἀρχομένοις τὴν τῶν ἀρχόντων, δῆλον ὅτι βέλτιον ἀεὶ τοὺς αὐτοὺς τοὺς μὲν ἄρχειν τοὺς δ’ ἄρχεσθαι καθάπαξ· (2) ἐπεὶ δὲ τοῦτ’ οὐ ῥάιδιον λαβεῖν οὐδ’ ἔστιν ὥσπερ ἐν Ἰνδοῖς φησι Σκύλαξ εἶναι
10τοὺς βασιλέας τοσοῦτον διαφέροντας τῶν ἀρχομένων, φανερὸν ὅτι διὰ πολλὰς αἰτίας ἀναγκαῖον πάντας ὁμοίως κοινωνεῖν τοῦ κατὰ μέρος ἄρχειν καὶ ἄρχεσθαι.

3c,709,F

6

HARPOKR. s.v. ὑπὸ γῆν οἰκοῦντες· 〈Ἀντιφῶν ἐν τῶι Περὶ ὁμονοίας (Vorsokr. 87 [80] B 47)〉. λέγοι ἂν τοὺς ὑπὸ Σκύλακος ἐν τῶι Περίπλωι λεγομένους Τρωγλοδύτας καὶ τοὺς ὑπὸ Ἡσιόδου ἐν γ Καταλόγωι (F 60 Rz) Κατουδαίους ὀνομαζομένους. [Ἀντιφῶν ἐν τῶι Περὶ ὁμονοίας].

3c,709,F

7a

PHILOSTRAT. V.A. 3, 47: τοὺς δὲ Πυγμαίους οἰκεῖν μὲν ὑπο‐ γείους, κεῖσθαι δὲ ὑπὲρ τὸν Γάγγην, ζῶντας τρόπον ὃς πᾶσιν εἴρηται. Σκιά‐ ποδας δὲ ἀνθρώπους ἢ Μακροκεφάλους ἢ ὁπόσα Σκύλακος ξυγγραφαὶ περὶ τούτων ἄιδουσιν, οὔτε ἄλλοσέ ποι βιοτεύειν τῆς γῆς
5οὔτε μὴν ἐν Ἰνδοῖς.

3c,709,F

7b

TZETZ. Chil. 7, 629: Καρυανδέως Σκύλακος ὑπάρχει τι βιβλίον / περὶ τὴν Ἰνδικὴν γράφον ἀνθρώπους πεφυκέναι, / οὕσπερ φασὶ Σκιάποδας, καί γε τοὺς Ὠτολίκνους· / ὧν οἱ Σκιάποδες πλατεῖς ἔχουσιν ἄγαν πόδας, / καιρῶι τῆς μεσημβρίας δὲ πρὸς γῆν καταπεσόντες, /
5τοὺς πόδας ἀνατείναντες σκιὰν αὑτοῖς ποιοῦσι· / μεγάλα δ’ οἱ Ὠτόλικνοι τὰ
ὦτα κεκτημένοι / ὁμοίως σκέπουσιν αὑτοὺς τρόπωι τῶν σκιαδείων. / ὁ Σκύλαξ οὗτος γράφει δὲ καὶ ἕτερα μυρία / περί γε Μονοφθάλμων τε καὶ τῶν Ἑνοτικ‐ τόντων / καὶ ἐκτραπέλων ἄλλων δὲ μυρίων θεαμάτων. / ταῦτά φησι δ’ ὡς ἀληθῆ μηδὲ τῶν ἐψευσμένων· / ἐγὼ τῆι ἀπειρίαι δὲ ταῦτα ψευδῆ νομίζω. / ὅτι δ’ εἰσὶ τῶν589
10ἀληθῶν, ἄλλοι φασὶ μυρίοι / τοιαῦτα καὶ καινότερα θεάσασθαι ἐν βίωι, / Κτησίας (688 F 51) καὶ Ἰάμβουλος κτλ.

3c,709,F

8

AVIEN. Or. mar. 370: sed ad columnas quidquid interfunditur / undae aestuantis stadia septem vix ait / Damastus (5 F 2) esse; Caryandaeus Scylax / medium fluentum inter columnas adserit / tantum patere quantus aestus Bosporo est.

3c,709,F

9

SCHOL. APOLL. RHOD. 4, 1215: Νεσταίους τε καὶ Ὤρικον] τοὺς Νεσταί‐ ους Σκύλαξ φησὶν ἔθνος Ἰλλυρικόν· «ἀπὸ τούτων παράπλους ἐστὶν εἰς τὸν κόλπον **». καὶ Ἐρατοσθένης ἐν γ Γεωγραφουμένων (p. 356 Berger) φησί· «μετὰ Ἰλλυριοὺς Νεσταῖοι, καθ’ οὓς νῆσος Φάρος, Παρίων ἄποικος».

3c,709,F

10

SCHOL. APOLL. RHOD. 1, 1177/8a: Κιανίδος ἤθεα γαίης / ἀμφ’ Ἀργαν‐ θώνειον ὄρος προχοάς τε Κίοιο. τοὺς μὲν εὐξείνως Μυσοὶ ... δειδέχατ’, ἐνναέται κείνης χθονός] περιφραστικῶς τὴν Κίον. ἔστι δὲ πόλις Μυσίας ἀπὸ Κίου τοῦ ἀφηγησαμένου τῆς Μιλησίων ἀποικίας, ὡς ἱστορεῖ Ἀριστοτέλης ἐν Κιανῶν πολιτείαι (IV). κατώικησαν
5δὲ αὐτὴν πρῶτον Μυσοί, ἔπειτα Κᾶρες, τρίτον Μιλήσιοι. καὶ ποταμὸς δέ ἐστιν οὕτως ὀνομαζόμενος, τὴν πόλιν περιρρέων, οὗ μνημονεύει Σκύλαξ ὁ Καρυανδεύς.

3c,709,F

11

STRABON 12, 4, 8, p. 566: ὅτι δ’ ἦν κατοικία Μυσῶν ἡ Βιθυνία πρῶτον μαρτυρήσει Σκύλαξ ὁ Καρυανδεύς, φήσας περιοικεῖν τὴν Ἀσ‐ κανίαν λίμνην Φρύγας καὶ Μυσούς, ἔπειτα Διονύσιος ὁ τὰς Κτίσεις συγγράψας (IV) ..... ὅ τε Εὐφορίων (F 85 Scheidw) ... καὶ ὁ Αἰτωλὸς Ἀλέξανδρος (F 4 Diehl)
5... τὸ αὐτὸ ἐκμαρτυροῦσιν, οὐδαμοῦ τῆς Ἀσκανίας λίμνης εὑρισκομένης ἀλλ’ ἐνταῦθα μόνον.

3c,709,F

12

STRABON 13, 1, 4 p. 582/3: εὐθὺς γὰρ ἐπὶ τῶν κατὰ τὴν Προποντίδα τόπων ὁ μὲν Ὅμηρος (Il. Β 824/7) ἀπὸ Αἰσήπου τὴν ἀρχὴν ποιεῖται τῆς Τρωάδος· Εὔδοξος (V) δὲ ἀπὸ Πριάπου καὶ Ἀρτάκης ... συστέλλων ἐπ’ ἔλαττον τοὺς ὅρους· Δαμάστης
(5 F 9) δ’ ἔτι μᾶλλον συστέλλει, ἀπὸ Παρίου ... Χάρων δ’ ὁ Λαμψακηνὸς (262 F 18)591
5τριακοσίους ἄλλους ἀφαιρεῖ σταδίους, ἀπὸ Πρακτίου ἀρχόμενος ... Σκύλαξ δὲ ὁ Καρυανδεὺς ἀπὸ Ἀβύδου ἄρχεται· ὁμοίως δὲ τὴν Αἰολίδα Ἔφορος (70 F 163) μὲν λέγει ἀπὸ Ἀβύδου μέχρι Κύμης· ἄλλοι δ’ ἄλλως.

3c,709,F

13

KONSTANT. PORPH. De them. 1, 2: τὸ θέμα τὸ καλούμενον Ἀρμενιακὸν οὐ κύριον ἔχει τὸ ὄνομα, οὐδὲ ἀρχαία τίς ἐστιν ἡ τούτου προσηγορία ... οὔτε γὰρ Στράβων τῆς τοιαύτης ὀνομασίας ἐμνήσθη ... οὔτε Μένιππος ὁ τοὺς σταδιασμοὺς τῆς ὅλης κατοι‐ κουμένης ἀπογραψάμενος οὔτε μὴν Σκύλαξ ὁ Καρυανδηνὸς οὔτε Παυσανίας οὔτε
5ἄλλος τις τῶν ἱστορίας γεγραφότων.