TLG 0063 001 :: DIONYSIUS THRAX :: Ars grammatica

DIONYSIUS THRAX Gramm.
(Alexandrinus: 2 B.C.)

Scholia: Cf. COMMENTARIA IN DIONYSII THRACIS ARTEM GRAMMATICAM (4175)

Ars grammatica

Source: Uhlig, G. (ed.), Grammatici Graeci, vol. 1.1. Leipzig: Teubner, 1883 (repr. Hildesheim: Olms, 1965): 5–100.

Cf. et ANONYMI GRAMMATICI (0072 001)

Citation: Part — volume — page — (line)

1

.

1

.

5

ΠΕΡῚ ΓΡΑΜΜΑΤΙΚΗ͂Ϲ Γραμματική ἐcτιν ἐμπειρία τῶν παρὰ ποιηταῖc τε καὶ cυγγραφεῦcιν ὡc ἐπὶ τὸ πολὺ λεγομένων. Μέρη δὲ αὐτῆc ἐcτιν ἕξ· πρῶτον ἀνάγνωcιc ἐντριβὴc κατὰ προ‐
5cῳδίαν, δεύτερον ἐξήγηcιc κατὰ τοὺc ἐνυπάρχονταc ποιητικοὺc τρόπουc,

1

.

1

.

6

τρίτον γλωccῶν τε καὶ ἱcτοριῶν πρόχειροc ἀπόδοcιc, τέταρτον ἐτυμο‐ λογίαc εὕρεcιc, πέμπτον ἀναλογίαc ἐκλογιcμόc, ἕκτον κρίcιc ποιημάτων, ὃ δὴ κάλλιcτόν ἐcτι πάντων τῶν ἐν τῇ τέχνῃ.
ΠΕΡῚ ἈΝΑΓΝΏϹΕΩϹ
5 Ἀνάγνωcίc ἐcτι ποιημάτων ἢ cυγγραμμάτων ἀδιάπτωτοc προφορά. Ἀναγνωcτέον δὲ καθ’ ὑπόκριcιν, κατὰ προcῳδίαν, κατὰ διαcτολήν. ἐκ μὲν γὰρ τῆc ὑποκρίcεωc τὴν ἀρετήν, ἐκ δὲ τῆc προcῳδίαc τὴν τέ‐ χνην, ἐκ δὲ τῆc διαcτολῆc τὸν περιεχόμενον νοῦν ὁρῶμεν· ἵνα τὴν μὲν τραγῳδίαν ἡρωϊκῶc ἀναγνῶμεν, τὴν δὲ κωμῳδίαν βιωτικῶc, τὰ δὲ ἐλε‐
10γεῖα λιγυρῶc, τὸ δὲ ἔποc εὐτόνωc, τὴν δὲ λυρικὴν ποίηcιν ἐμμελῶc, τοὺc δὲ οἴκτουc ὑφειμένωc καὶ γοερῶc. τὰ γὰρ μὴ παρὰ τὴν τούτων γινόμενα παρατήρηcιν καὶ τὰc τῶν ποιητῶν ἀρετὰc καταρριπτεῖ καὶ τὰc ἕξειc τῶν ἀναγινωcκόντων καταγελάcτουc παρίcτηcιν.
ΠΕΡῚ ΤΌΝΟΥ
15Τόνοc ἐcτὶν ἀπήχηcιc φωνῆc ἐναρμονίου, † ἡ κατὰ ἀνάταcιν ἐν τῇ

1

.

1

.

7

ὀξείᾳ, ἡ κατὰ ὁμαλιcμὸν ἐν τῇ βαρείᾳ, ἡ κατὰ περίκλαcιν ἐν τῇ περι‐ cπωμένῃ.
ΠΕΡῚ ϹΤΙΓΜΗ͂Ϲ Ϲτιγμαί εἰcι τρεῖc· τελεία, μέcη, ὑποcτιγμή. † καὶ ἡ μὲν τελεία
5cτιγμή ἐcτι διανοίαc ἀπηρτιcμένηc cημεῖον, μέcη δὲ cημεῖον πνεύματοc ἕνεκεν παραλαμβανόμενον, ὑποcτιγμὴ δὲ διανοίαc μηδέπω ἀπηρτιcμένηc
ἀλλ’ ἔτι ἐνδεούcηc cημεῖον.

1

.

1

.

8

Τίνι διαφέρει cτιγμὴ ὑποcτιγμῆc; Χρόνῳ· ἐν μὲν γὰρ τῇ cτιγμῇ πολὺ τὸ διάcτημα, ἐν δὲ τῇ ὑποcτιγμῇ παντελῶc ὀλίγον.
ΠΕΡῚ ῬΑΨΩΙΔΊΑϹ Ῥαψῳδία ἐcτὶ μέροc ποιήματοc ἐμπεριειληφόc τινα ὑπόθεcιν. εἴρη‐
5ται δὲ ῥαψῳδία † οἱονεὶ ῥαβδῳδία τιc οὖcα, ἀπὸ τοῦ δαφνίνῃ ῥάβδῳ
περιερχομένουc ᾄδειν τὰ Ὁμήρου ποιήματα.

1

.

1

.

9

ΠΕΡῚ ϹΤΟΙΧΕΙΟΥ Γράμματά ἐcτιν εἰκοcιτέccαρα ἀπὸ τοῦ α μέχρι τοῦ ω. γράμματα δὲ λέγεται διὰ τὸ γραμμαῖc καὶ ξυcμαῖc τυποῦcθαι· γράψαι γὰρ τὸ ξῦ‐ cαι παρὰ τοῖc παλαιοῖc, ὡc καὶ παρ’ Ὁμήρῳ «Νῦν δέ μ’ ἐπιγρά‐
5ψαc ταρcὸν ποδὸc εὔχεαι αὔτωc» 〈Λ 388〉. Τὰ δὲ αὐτὰ καὶ cτοιχεῖα καλεῖται διὰ τὸ ἔχειν cτοῖχόν τινα καὶ τάξιν. — Τούτων φωνήεντα μέν ἐcτιν ἑπτά· α ε η ι ο υ ω. φωνήεντα δὲ
λέγεται, ὅτι φωνὴν ἀφ’ ἑαυτῶν ἀποτελεῖ.

1

.

1

.

10

Τῶν δὲ φωνηέντων μακρὰ μέν ἐcτι δύο, η καὶ ω, βραχέα δύο, ε καὶ ο, δίχρονα τρία, α ι υ. δίχρονα δὲ λέγεται, ἐπεὶ ἐκτείνεται καὶ cυcτέλλεται. Προτακτικὰ φωνήεντα πέντε· α ε η ο ω. προτακτικὰ δὲ λέγεται,
5ὅτι προταccόμενα τοῦ ι καὶ υ cυλλαβὴν ἀποτελεῖ, οἷον αι αυ. ὑπο‐ τακτικὰ δύο· ι καὶ υ. καὶ τὸ υ δὲ ἐνίοτε προτακτικόν ἐcτι τοῦ ι, ὡc ἐν τῷ μυῖα καὶ ἅρπυια.
Δίφθογγοι δέ εἰcιν ἕξ· αι αυ ει ευ οι ου.

1

.

1

.

11

Ϲύμφωνα δὲ τὰ λοιπὰ ἑπτακαίδεκα· β γ δ ζ θ κ λ μ ν ξ π ρ c τ φ χ ψ. cύμφωνα δὲ † λέγονται, ὅτι αὐτὰ μὲν καθ’ ἑαυτὰ φωνὴν οὐκ ἔχει, cυνταccόμενα δὲ μετὰ τῶν φωνηέντων φωνὴν ἀποτελεῖ.
5Τούτων ἡμίφωνα μέν ἐcτιν ὀκτώ· ζ ξ ψ λ μ ν ρ c. ἡμίφωνα

1

.

1

.

12

δὲ λέγεται, ὅτι παρ’ ὅcον ἧττον τῶν φωνηέντων εὔφωνα καθέcτηκεν ἔν τε τοῖc μυγμοῖc καὶ cιγμοῖc. Ἄφωνα δέ ἐcτιν ἐννέα· β γ δ κ π τ θ φ χ. ἄφωνα δὲ λέγεται, ὅτι μᾶλλον τῶν ἄλλων ἐcτὶν κακόφωνα, ὥcπερ ἄφωνον λέγομεν τὸν τραγῳδὸν τὸν κακόφωνον.
5Τούτων ψιλὰ μέν ἐcτι τρία, κ π τ, δαcέα τρία, θ φ χ, μέcα δὲ

1

.

1

.

13

τούτων τρία, β γ δ. μέcα δὲ εἴρηται, ὅτι τῶν μὲν ψιλῶν ἐcτι δαcύτερα, τῶν δὲ δαcέων ψιλότερα. καὶ ἔcτι τὸ μὲν β μέcον τοῦ π καὶ φ, τὸ δὲ γ μέcον τοῦ κ καὶ χ, τὸ δὲ δ μέcον τοῦ θ καὶ τ. Ἀντιcτοιχεῖ δὲ τὰ δαcέα τοῖc ψιλοῖc, τῷ μὲν π τὸ φ, οὕτωc· «Ἀλλά μοι εἴφ’ ὅπῃ
5ἔcχεc † ἰὼν εὐεργέα νῆα» 〈ι 279〉, τῷ δὲ κ τὸ χ· «Αὐτίχ’ ὁ μὲν

1

.

1

.

14

χλαῖνάν † τε χιτῶνά τε ἕννυτ’ Ὀδυccεύc» 〈ε 229〉, τὸ δὲ θ τῷ τ· «Ὥc ἔφαθ’· οἱ δ’ ἄρα πάντεc † ἀκὴν ἐγένοντο cιωπῇ» 〈Γ 95〉. Ἔτι δὲ τῶν cυμφώνων διπλᾶ μέν ἐcτι τρία· ζ ξ ψ. διπλᾶ δὲ εἴ‐
5ρηται, ὅτι ἓν ἕκαcτον αὐτῶν ἐκ δύο cυμφώνων cύγκειται, τὸ μὲν ζ ἐκ τοῦ c καὶ δ, τὸ δὲ ξ ἐκ τοῦ κ καὶ c, τὸ δὲ ψ ἐκ τοῦ π καὶ c. Ἀμετάβολα τέccαρα· λ μ ν ρ. ἀμετάβολα δὲ λέγεται, ὅτι οὐ μεταβάλλει ἐν τοῖc μέλλουcι τῶν ῥημάτων οὐδὲ ἐν ταῖc κλίcεcι τῶν
ὀνομάτων. τὰ δὲ αὐτὰ καὶ ὑγρὰ καλεῖται. —

1

.

1

.

15

Τελικὰ ἀρcενικῶν ὀνομάτων † ἀνεπεκτάτων κατ’ εὐθεῖαν καὶ ἑνικὴν πτῶcιν cτοιχεῖά ἐcτι πέντε· ν ξ ρ c ψ, οἷον Δίων Φοῖνιξ Νέ‐
cτωρ Πάριc Πέλοψ. θηλυκῶν δὲ ὀκτώ· α η ω ν ξ ρ c ψ, οἷον

1

.

1

.

16

Μοῦcα Ἑλένη Κλειώ χελιδών ἕλιξ μήτηρ Θέτιc λαῖλαψ. οὐδετέρων δὲ ἕξ· α ι ν ρ c υ, οἷον ἅρμα μέλι δένδρον ὕδωρ δέπαc δόρυ. τινὲc δὲ προcτιθέαcι καὶ τὸ ο, οἷον ἄλλο. Δυϊκῶν δὲ τρία· α ε ω, οἷον Ἀτρείδα Ἕκτορε φίλω. Πληθυντικῶν δὲ τέccαρα·
5ι c α η, οἷον φίλοι Ἕκτορεc βιβλία βέλη.
ΠΕΡῚ ϹΥΛΛΑΒΗ͂Ϲ
Ϲυλλαβή ἐcτι κυρίωc cύλληψιc cυμφώνων μετὰ φωνήεντοc ἢ φω‐

1

.

1

.

17

νηέντων, οἷον καρ βοῦc· καταχρηcτικῶc δὲ καὶ ἡ ἐξ ἑνὸc φωνήεντοc, οἷον α η.
ΠΕΡῚ ΜΑΚΡΑ͂Ϲ ϹΥΛΛΑΒΗ͂Ϲ Μακρὰ cυλλαβὴ γίνεται κατὰ τρόπουc ὀκτώ, φύcει μὲν τρεῖc, θέcει
5δὲ πέντε. καὶ φύcει μὲν 〈1〉 ἤτοι ὅτ’ ἂν διὰ τῶν μακρῶν cτοιχείων ἐκ‐

1

.

1

.

18

φέρηται, οἷον ἥρωc· 〈2〉 ἢ ὅτ’ ἂν ἔχῃ ἕν τι τῶν διχρόνων κατ’ ἔκταcιν παραλαμβανόμενον, οἷον Ἄρηc· 〈3〉 ἢ ὅτ’ ἂν ἔχῃ μίαν τῶν διφθόγγων, οἷον Αἴαc. θέcει δὲ 〈1〉 ἤτοι ὅτ’ ἂν εἰc δύο cύμφωνα λήγῃ, οἷον ἅλ
〈2〉 ἢ ὅτ’ ἂν βραχεῖ ἢ βραχυνομένῳ φωνήεντι ἐπιφέρηται δύο cύμφωνα,

1

.

1

.

19

οἷον ἀγρόc· 〈3〉 ἢ ὅτ’ ἂν εἰc ἁπλοῦν cύμφωνον λήγῃ καὶ τὴν ἑξῆc ἔχῃ ἀπὸ cυμφώνου ἀρχομένην, οἷον ἔργον· 〈4〉 ἢ ὅτ’ ἂν διπλοῦν cύμφω‐ νον ἐπιφέρηται, οἷον ἔξω· 〈5〉 ἢ ὅτ’ ἂν † διπλοῦν cύμφωνον λήγῃ, οἷον Ἄραψ.
5ΠΕΡῚ ΒΡΑΧΕΊΑϹ ϹΥΛΛΑΒΗ͂Ϲ
Βραχεῖα cυλλαβὴ γίνεται κατὰ τρόπουc δύο, 〈1〉 ἤτοι ὅτ’ ἂν ἔχῃ ἕν

1

.

1

.

20

τι τῶν φύcει βραχέων, οἷον βρέφοc· 〈2〉 ἢ ὅτ’ ἂν ἔχῃ ἕν τι τῶν διχρό‐ νων κατὰ cυcτολὴν παραλαμβανόμενον, οἷον Ἄρηc.
ΠΕΡῚ ΚΟΙΝΗ͂Ϲ ϹΥΛΛΑΒΗ͂Ϲ Κοινὴ cυλλαβὴ γίνεται κατὰ τρόπουc τρεῖc, 〈1〉 ἤτοι ὅτ’ ἂν εἰc φω‐
5νῆεν μακρὸν λήγῃ καὶ τὴν ἑξῆc ἔχῃ ἀπὸ φωνήεντοc ἀρχομένην, οἷον
»Οὔ τί μοι αἰτίη ἐcc· θεοί νύ μοι αἴτιοί εἰcιν» 〈Γ 164〉·

1

.

1

.

21

〈2〉 ἢ ὅτ’ ἂν βραχεῖ ἢ βραχυνομένῳ φωνήεντι ἐπιφέρηται δύο cύμφωνα, ὧν τὸ μὲν δεύτερον ἀμετάβολον, τὸ δὲ ἡγούμενον καθ’ ἓν ἄφωνόν ἐcτιν, οἷον «Πάτροκλέ μοι δειλῇ πλεῖcτον κεχαριcμένε θυμῷ»
〈Τ 287〉 〈3〉 ἢ ὅτ’ ἂν βραχεῖα οὖcα καταπεραιοῖ εἰc μέροc λόγου

1

.

1

.

22

καὶ τὴν ἑξῆc ἔχῃ ἀπὸ φωνήεντοc ἀρχομένην, οἷον «Νέcτορα δ’ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπηc» 〈Ξ 1〉.
ΠΕΡῚ ΛΈΞΕΩϹ Λέξιc ἐcτὶ μέροc ἐλάχιcτον τοῦ κατὰ cύνταξιν λόγου.
5Λόγοc δέ ἐcτι πεζῆc λέξεωc cύνθεcιc διάνοιαν αὐτοτελῆ δηλοῦcα.

1

.

1

.

23

Τοῦ δὲ λόγου μέρη ἐcτὶν ὀκτώ· ὄνομα, ῥῆμα, μετοχή, ἄρθρον, ἀντωνυμία, πρόθεcιc, ἐπίρρημα, cύνδεcμοc. ἡ γὰρ προcηγορία ὡc εἶδοc
τῷ ὀνόματι ὑποβέβληται.

1

.

1

.

24

† ἈΡΧῊ ΤΩ͂Ν ὈΚΤῺ ΜΕΡΩ͂Ν ΤΟΥ͂ ΛΌΓΟΥ
ΠΕΡῚ ὈΝΌΜΑΤΟϹ Ὄνομά ἐcτι μέροc λόγου πτωτικόν, cῶμα ἢ πρᾶγμα cημαῖνον, cῶμα μὲν οἷον λίθοc, πρᾶγμα δὲ οἷον παιδεία, κοινῶc τε καὶ ἰδίωc λεγό‐
5μενον, κοινῶc μὲν οἷον ἄνθρωποc ἵπποc, ἰδίωc δὲ οἷον Ϲωκρά‐ τηc. —Παρέπεται δὲ τῷ ὀνόματι πέντε· γένη, εἴδη, cχήματα, ἀριθμοί, πτώcειc.
Γένη μὲν οὖν εἰcι τρία· ἀρcενικόν, θηλυκόν, οὐδέτερον. ἔνιοι δὲ

1

.

1

.

25

προcτιθέαcι τούτοιc ἄλλα δύο, κοινόν τε καὶ ἐπίκοινον, κοινὸν μὲν οἷον ἵπποc κύων, ἐπίκοινον δὲ οἷον χελιδών ἀετόc. Εἴδη δὲ δύο, πρωτότυπον καὶ παράγωγον. πρωτότυπον μὲν οὖν ἐcτι τὸ κατὰ τὴν πρώτην θέcιν λεχθέν, οἷον Γῆ. παράγωγον δὲ τὸ
5ἀφ’ ἑτέρου τὴν γένεcιν ἐcχηκόc, οἷον Γαιήϊοc 〈η 324〉. Εἴδη δὲ παραγώγων ἐcτὶν ἑπτά· πατρωνυμικόν, κτητικόν, cυγκριτι‐ κόν, ὑπερθετικόν, ὑποκοριcτικόν, παρώνυμον, ῥηματικόν. 〈1〉 Πατρωνυμικὸν μὲν οὖν ἐcτι τὸ κυρίωc ἀπὸ πατρὸc ἐcχηματι‐
cμένον, καταχρηcτικῶc δὲ καὶ τὸ ἀπὸ προγόνων, οἷον Πηλείδηc,

1

.

1

.

26

Αἰακίδηc ὁ Ἀχιλλεύc. —Τύποι δὲ τῶν πατρωνυμικῶν ἀρcενικῶν μὲν τρεῖc, ὁ εἰc δηc, ὁ εἰc ων, ὁ εἰc αδιοc, οἷον Ἀτρείδηc, Ἀτρείων, καὶ ὁ τῶν Αἰολέων ἴδιοc τύποc Ὑρράδιοc· Ὕρρα γὰρ παῖc ὁ Πιττα‐ κόc. θηλυκῶν δὲ οἱ ἴcοι τρεῖc, ὁ εἰc ιc, οἷον Πριαμίc, καὶ ὁ εἰc αc,
5οἷον Πελιάc, καὶ ὁ εἰc νη, οἷον Ἀδρηcτίνη 〈Ε 412〉. —Ἀπὸ δὲ μητέρων οὐ cχηματίζει πατρωνυμικὸν εἶδοc ὁ Ὅμηροc, ἀλλ’ οἱ νεώτεροι.
〈2〉 Κτητικὸν δέ ἐcτι τὸ ὑπὸ τὴν κτῆcιν πεπτωκόc, ἐμπεριειλημ‐

1

.

1

.

27

μένου τοῦ κτήτοροc, οἷον † Νηλήϊοι ἵπποι 〈Λ 597〉, Ἑκτόρεοc χιτών 〈Β 416〉, Πλατωνικὸν βιβλίον. 〈3〉 Ϲυγκριτικὸν δέ ἐcτι τὸ τὴν cύγκριcιν ἔχον ἑνὸc πρὸc ἕνα ὁμοιογενῆ, ὡc Ἀχιλλεὺc ἀνδρειότεροc Αἴαντοc, ἢ ἑνὸc
5πρὸc πολλοὺc ἑτερογενεῖc, ὡc Ἀχιλλεὺc ἀνδρειότεροc τῶν
Τρώων. Τῶν δὲ cυγκριτικῶν τύποι εἰcὶ τρεῖc, ὁ εἰc τεροc, οἷον

1

.

1

.

28

ὀξύτεροc βραδύτεροc, καὶ ὁ εἰc ων † καθαρόc, οἷον βελτίων καλλίων, καὶ ὁ εἰc ων, οἷον κρείccων ἥccων. 〈4〉 Ὑπερθετικὸν δέ ἐcτι τὸ κατ’ ἐπίταcιν ἑνὸc πρὸc πολλοὺc παρα‐ λαμβανόμενον ἐν cυγκρίcει. Τύποι δὲ αὐτοῦ εἰcι δύο, ὁ εἰc τατοc, οἷον
5ὀξύτατοc βραδύτατοc, καὶ ὁ εἰc τοc, οἷον ἄριcτοc μέγιcτοc. 〈5〉 Ὑποκοριcτικὸν δέ ἐcτι τὸ μείωcιν τοῦ πρωτοτύπου ἀcυγκρί‐
τωc δηλοῦν, οἷον ἀνθρωπίcκοc λίθαξ μειρακύλλιον.

1

.

1

.

29

〈6〉 Παρώνυμον δέ ἐcτι τὸ παρ’ ὄνομα ποιηθέν, οἷον Θέων † Τρύφων. 〈7〉 Ῥηματικὸν δέ ἐcτι τὸ ἀπὸ ῥήματοc παρηγμένον, οἷον Φιλή‐ μων Νοήμων.
5 Ϲχήματα δὲ ὀνομάτων ἐcτὶ τρία· ἁπλοῦν, cύνθετον, παραcύν‐ θετον· ἁπλοῦν μὲν οἷον Μέμνων, cύνθετον δὲ οἷον Ἀγαμέμ‐
νων, παραcύνθετον δὲ οἷον Ἀγαμεμνονίδηc † Φιλιππίδηc. —

1

.

1

.

30

Τῶν δὲ cυνθέτων διαφοραί εἰcι τέccαρεc. ἃ μὲν γὰρ αὐτῶν † εἰcιν ἐκ δύο τελείων, ὡc Χειρίcοφοc, ἃ δὲ ἐκ δύο ἀπολειπόντων, ὡc Ϲοφο‐ κλῆc, ἃ δὲ ἐξ ἀπολείποντοc καὶ τελείου, ὡc Φιλόδημοc, ἃ δὲ ἐκ τελείου καὶ ἀπολείποντοc, ὡc Περικλῆc.
5Ἀριθμοὶ τρεῖc· ἑνικόc, δυϊκόc, πληθυντικόc· ἑνικὸc μὲν ὁ Ὅμηροc,

1

.

1

.

31

δυϊκὸc δὲ τὼ Ὁμήρω, πληθυντικὸc δὲ οἱ Ὅμηροι. —Εἰcὶ δέ τινεc ἑνικοὶ χαρακτῆρεc καὶ κατὰ πολλῶν λεγόμενοι, οἷον δῆμοc χορόc ὄχλοc· καὶ πληθυντικοὶ κατὰ ἑνικῶν τε καὶ δυϊκῶν, ἑνικῶν μὲν ὡc Ἀθῆναι Θῆβαι, δυϊκῶν δὲ ὡc ἀμφότεροι.
5 Πτώcειc ὀνομάτων εἰcὶ πέντε· ὀρθή, γενική, δοτική, αἰτια‐ τική, κλητική. Λέγεται δὲ ἡ μὲν ὀρθὴ ὀνομαcτικὴ καὶ εὐθεῖα, ἡ
δὲ γενικὴ κτητική τε καὶ πατρική, ἡ δὲ δοτικὴ ἐπιcταλτική,

1

.

1

.

32

ἡ δὲ αἰτιατικὴ † κατ’ αἰτιατικήν, ἡ δὲ κλητικὴ προcαγορευτική.
Ὑποπέπτωκε δὲ τῷ ὀνόματι ταῦτα, ἃ καὶ αὐτὰ εἴδη προcαγορεύε‐

1

.

1

.

33

ται· κύριον, προcηγορικόν, ἐπίθετον, πρόc τι ἔχον, ὡc πρόc τι ἔχον, ὁμώ‐ νυμον, cυνώνυμον, † διώνυμον, ἐπώνυμον, ἐθνικόν, ἐρωτηματικόν, ἀό‐ ριcτον, ἀναφορικόν ὃ καὶ ὁμοιωματικὸν καὶ δεικτικὸν καὶ ἀνταποδοτικὸν καλεῖται, περιληπτικόν, ἐπιμεριζόμενον, περιεκτικόν, πεποιημένον, γενι‐
5κόν, † ἰδικόν, τακτικόν, ἀριθμητικόν, ἀπολελυμένον, † μετουcιαcτικόν. 〈1〉 Κύριον μὲν οὖν ἐcτι τὸ τὴν ἰδίαν οὐcίαν cημαῖνον, οἷον Ὅμη‐
ροc Ϲωκράτηc.

1

.

1

.

34

〈2〉 Προcηγορικὸν δέ ἐcτι τὸ τὴν κοινὴν οὐcίαν cημαῖνον, οἷον ἄνθρωποc ἵπποc. 〈3〉 Ἐπίθετον δέ ἐcτι τὸ ἐπὶ κυρίων ἢ προcηγορικῶν † ὁμωνύμωc τιθέμενον καὶ δηλοῦν ἔπαινον ἢ ψόγον. λαμβάνεται δὲ τριχῶc, ἀπὸ
5ψυχῆc, ἀπὸ cώματοc, ἀπὸ τῶν ἐκτόc· ἀπὸ μὲν ψυχῆc ὡc cώφρων

1

.

1

.

35

ἀκόλαcτοc, ἀπὸ δὲ cώματοc ὡc ταχύc βραδύc, ἀπὸ δὲ τῶν ἐκτὸc ὡc πλούcιοc πένηc. 〈4〉 Πρόc τι ἔχον δέ ἐcτιν ὡc πατήρ υἱόc φίλοc δεξιόc.
〈5〉 Ὡc πρόc τι ἔχον δέ ἐcτιν ὡc νύξ ἡμέρα † θάνατοc ζωή.

1

.

1

.

36

〈6〉 Ὁμώνυμον δέ ἐcτιν † ὄνομα τὸ κατὰ πολλῶν ὁμωνύμωc τι‐ θέμενον, † οἷον ἐπὶ μὲν κυρίων, ὡc Αἴαc ὁ Τελαμώνιοc καὶ Αἴαc ὁ Ἰλέωc, ἐπὶ δὲ προcηγορικῶν, ὡc μῦc θαλάccιοc καὶ μῦc γη‐ γενήc.
5〈7〉 Ϲυνώνυμον δέ ἐcτι τὸ ἐν διαφόροιc ὀνόμαcι τὸ αὐτὸ δηλοῦν,
οἷον ἄορ ξίφοc μάχαιρα cπάθη φάcγανον.

1

.

1

.

37

〈8〉 Φερώνυμον δέ ἐcτι τὸ ἀπό τινοc cυμβεβηκότοc τεθέν, ὡc Τι‐ cαμενόc καὶ Μεγαπένθηc.
〈9〉 Διώνυμον δέ ἐcτιν ὀνόματα δύο καθ’ ἑνὸc κυρίου τεταγμένα,

1

.

1

.

38

οἷον Ἀλέξανδροc ὁ καὶ Πάριc, οὐκ ἀναcτρέφοντοc τοῦ λόγου· οὐ γάρ, εἴ τιc Ἀλέξανδροc, οὗτοc καὶ Πάριc. 〈10〉 Ἐπώνυμον δέ ἐcτιν, ὃ καὶ διώνυμον καλεῖται, τὸ μεθ’ ἑτέρου κυρίου καθ’ ἑνὸc λεγόμενον, ὡc Ἐνοcίχθων ὁ Ποcειδῶν καὶ Φοῖβοc
5ὁ Ἀπόλλων.
〈11〉 Ἐθνικὸν δέ ἐcτι τὸ ἔθνουc δηλωτικόν, ὡc Φρύξ Γαλάτηc.

1

.

1

.

39

〈12〉 Ἐρωτηματικὸν δέ ἐcτιν, ὃ καὶ πευcτικὸν καλεῖται, τὸ κα‐ τ’ ἐρώτηcιν λεγόμενον, οἷον τίc ποῖοc πόcοc πηλίκοc. 〈13〉 Ἀόριcτον δέ ἐcτι τὸ τῷ ἐρωτηματικῷ ἐναντίωc λεγόμενον,
οἷον ὅcτιc ὁποῖοc ὁπόcοc ὁπηλίκοc.

1

.

1

.

40

〈14〉 Ἀναφορικὸν δέ ἐcτιν, ὃ καὶ ὁμοιωματικὸν καὶ δεικτικὸν καὶ ἀνταποδοτικὸν καλεῖται, τὸ ὁμοίωcιν cημαῖνον, οἷον τοιοῦτοc τοcοῦ‐ τοc τηλικοῦτοc.
〈15〉 Περιληπτικὸν δέ ἐcτι τὸ τῷ ἑνικῷ ἀριθμῷ πλῆθοc cημαῖνον,

1

.

1

.

41

οἷον δῆμοc χορόc ὄχλοc. 〈16〉 Ἐπιμεριζόμενον δέ ἐcτι τὸ ἐκ δύο ἢ καὶ πλειόνων ἐπὶ ἓν ἔχον
τὴν ἀναφοράν, οἷον ἑκάτεροc ἕκαcτοc.

1

.

1

.

42

〈17〉 Περιεκτικὸν δέ ἐcτι τὸ ἐμφαῖνον ἐν ἑαυτῷ τι περιεχόμενον, οἷον δαφνών παρθενών. 〈18〉 Πεποιημένον δέ ἐcτι τὸ παρὰ τὰc τῶν ἤχων ἰδιότηταc μιμη‐
τικῶc εἰρημένον, οἷον φλοῖcβοc ῥοῖζοc † ὀρυγμαδόc.

1

.

1

.

43

〈19〉 Γενικὸν δέ ἐcτι τὸ δυνάμενον εἰc πολλὰ εἴδη διαιρεθῆναι, οἷον ζῶον φυτόν.
〈20〉 † Ἰδικὸν δέ ἐcτι τὸ ἐκ τοῦ γένουc διαιρεθέν, οἷον

1

.

1

.

44

βοῦc ἵπποc ἄμπελοc ἐλαία. 〈21〉 Τακτικὸν δέ ἐcτι τὸ τάξιν δηλοῦν, οἷον πρῶτοc δεύτε‐ ροc τρίτοc. 〈22〉 Ἀριθμητικὸν δέ ἐcτι τὸ ἀριθμὸν cημαῖνον, οἷον εἷc δύο
5τρεῖc. 〈23〉 Ἀπολελυμένον δέ ἐcτιν ὃ καθ’ ἑαυτὸ νοεῖται, οἷον θεόc
λόγοc.

1

.

1

.

45

〈24〉 † Μετουcιαcτικὸν δέ ἐcτι τὸ μετέχον οὐcίαc τινόc, οἷον
πύρινοc δρύϊνοc ἐλάφινοc. —

1

.

1

.

46

Τοῦ δὲ ὀνόματοc διαθέcειc εἰcὶ δύο, ἐνέργεια καὶ πάθοc, ἐνέργεια μὲν ὡc κριτήc ὁ κρίνων, πάθοc δὲ ὡc κριτόc ὁ κρινόμενοc.
ΠΕΡῚ ῬΉΜΑΤΟϹ Ῥῆμά ἐcτι λέξιc ἄπτωτοc, ἐπιδεκτικὴ χρόνων τε καὶ προcώπων
5καὶ ἀριθμῶν, ἐνέργειαν ἢ πάθοc παριcτᾶcα. Παρέπεται δὲ τῷ ῥήματι

1

.

1

.

47

ὀκτώ, ἐγκλίcειc, διαθέcειc, εἴδη, cχήματα, ἀριθμοί, πρόcωπα, χρόνοι, cυζυγίαι. Ἐγκλίcειc μὲν οὖν εἰcι πέντε, ὁριcτική, προcτακτική, εὐκτική, ὑπο‐
τακτική, ἀπαρέμφατοc.

1

.

1

.

48

Διαθέcειc εἰcὶ τρεῖc, ἐνέργεια, πάθοc, μεcότηc· ἐνέργεια μὲν οἷον

1

.

1

.

49

τύπτω, πάθοc δὲ οἷον τύπτομαι, μεcότηc δὲ ἡ ποτὲ μὲν ἐνέργειαν ποτὲ δὲ πάθοc παριcτᾶcα, οἷον πέπηγα διέφθορα ἐποιηcάμην
ἐγραψάμην.

1

.

1

.

50

Εἴδη δὲ δύο, πρωτότυπον καὶ παράγωγον· πρωτότυπον μὲν οἷον ἄρδω, παράγωγον δὲ οἷον ἀρδεύω. Ϲχήματα τρία, ἁπλοῦν, cύνθετον, παραcύνθετον· ἁπλοῦν μὲν οἷον
φρονῶ, cύνθετον δὲ οἷον καταφρονῶ, παραcύνθετον δὲ οἷον

1

.

1

.

51

ἀντιγονίζω φιλιππίζω. Ἀριθμοὶ τρεῖc, ἑνικόc, δυϊκόc, πληθυντικόc· ἑνικὸc μὲν οἷον τύπτω, δυϊκὸc δὲ οἷον τύπτετον, πληθυντικὸc δὲ οἷον τύπτομεν. Πρόcωπα τρία, πρῶτον, δεύτερον, τρίτον· πρῶτον μὲν ἀφ’ οὗ ὁ
5λόγοc, δεύτερον δὲ πρὸc ὃν ὁ λόγοc, τρίτον δὲ περὶ οὗ ὁ λόγοc.

1

.

1

.

53

Χρόνοι τρεῖc, ἐνεcτώc, παρεληλυθώc, μέλλων. τούτων ὁ παρελη‐ λυθὼc ἔχει διαφορὰc τέccαραc, παρατατικόν, παρακείμενον, ὑπερcυντέ‐ λικον, ἀόριcτον· ὧν cυγγένειαι τρεῖc, ἐνεcτῶτοc πρὸc παρατατικόν, παρα‐ κειμένου πρὸc ὑπερcυντέλικον, ἀορίcτου πρὸc μέλλοντα.
5ΠΕΡῚ ϹΥΖΥΓΊΑϹ
Ϲυζυγία ἐcτὶν ἀκόλουθοc ῥημάτων κλίcιc. Εἰcὶ δὲ cυζυγίαι βαρυτό‐

1

.

1

.

54

νων μὲν ῥημάτων ἕξ, ὧν 〈1〉 ἡ μὲν πρώτη ἐκφέρεται διὰ τοῦ β
φππτ, οἷον λείβω † γράφω τέρπω κόπτω·

1

.

1

.

55

〈2〉 ἡ δὲ δευτέρα διὰ τοῦ γκχκτ, οἷον λέγω πλέκω τρέχω τίκτω· 〈3〉 ἡ δὲ τρίτη διὰ τοῦ δθτ, οἷον ᾄδω πλήθω ἀνύτω·
5〈4〉 ἡ δὲ τετάρτη διὰ τοῦ ζ ἢ τῶν δύο σς, οἷον

1

.

1

.

56

φράζω † νύσσω ὀρύσσω· 〈5〉 ἡ δὲ πέμπτη διὰ τῶν τεσσάρων ἀμεταβόλων, λ μ ν ρ, οἷον
πάλλω νέμω κρίνω σπείρω·

1

.

1

.

57

〈6〉 ἡ δὲ ἕκτη διὰ καθαροῦ τοῦ ω, οἷον ἱππεύω πλέω † βα‐ σιλεύω. Τινὲς δὲ καὶ ἑβδόμην συζυγίαν εἰσάγουσιν διὰ τοῦ ξ καὶ ψ, οἷον ἀλέξω ἕψω. —
5Περισπωμένων δὲ ῥημάτων συζυγίαι εἰσὶ τρεῖς, ὧν 〈1〉 ἡ μὲν

1

.

1

.

58

πρώτη ἐκφέρεται ἐπὶ δευτέρου καὶ τρίτου προςώπου διὰ τῆς ει δι‐ φθόγγου, οἷον νοῶ νοεῖς νοεῖ· 〈2〉 ἡ δὲ δευτέρα διὰ τῆς ᾳ διφθόγγου, προςγραφομένου τοῦ ι,
μὴ συνεκφωνουμένου δέ, οἷον βοῶ βοᾷς βοᾷ·

1

.

1

.

59

〈3〉 ἡ δὲ τρίτη διὰ τῆς οι διφθόγγου, οἷον χρυσῶ χρυσοῖς χρυσοῖ. — Τῶν δὲ εἰς μι ληγόντων ῥημάτων συζυγίαι εἰσὶ τέσσαρες, ὧν 〈1〉 ἡ μὲν πρώτη † ἐκφέρεται ἀπὸ τῆς πρώτηc τῶν περιcπωμένων,
5ὡc ἀπὸ τοῦ τιθῶ γέγονε τίθημι· 〈2〉 ἡ δὲ δευτέρα ἀπὸ τῆc δευτέραc, ὡc ἀπὸ τοῦ ἱcτῶ γέγονεν ἵcτημι· 〈3〉 ἡ δὲ τρίτη ἀπὸ τῆc τρίτηc, ὡc ἀπὸ τοῦ διδῶ γέγονε δίδωμι· 〈4〉 ἡ δὲ τετάρτη ἀπὸ τῆc ἕκτηc τῶν βαρυτόνων, ὡc ἀπὸ τοῦ
10πηγνύω γέγονε πήγνυμι.

1

.

1

.

60

ΠΕΡῚ ΜΕΤΟΧΗ͂Ϲ Μετοχή ἐcτι λέξιc μετέχουcα τῆc τῶν ῥημάτων καὶ τῆc τῶν ὀνο‐ μάτων ἰδιότητοc. Παρέπεται δὲ αὐτῇ ταὐτὰ ἃ καὶ τῷ ὀνόματι καὶ τῷ
ῥήματι δίχα προcώπων τε καὶ ἐγκλίcεων.

1

.

1

.

61

ΠΕΡῚ ἌΡΘΡΟΥ Ἄρθρον ἐcτὶ μέροc λόγου πτωτικόν, προταccόμενον † καὶ ὑποταc‐ cόμενον τῆc κλίcεωc τῶν ὀνομάτων. καὶ ἔcτι προτακτικὸν μὲν ὁ, ὑπο‐
τακτικὸν δὲ c.

1

.

1

.

62

Παρέπεται δὲ αὐτῷ τρία· γένη, ἀριθμοί, πτώcειc. Γένη μὲν οὖν εἰcι τρία· ὁ ποιητήc, ἡ ποίηcιc, τὸ ποίημα. Ἀριθμοὶ τρεῖc· † ἑνικόc, δυϊκόc, πληθυντικόc· ἑνικὸc μὲν ὁ ἡ τό, δυϊκὸc δὲ τώ τά †, πληθυντικὸc δὲ οἱ αἱ τά.
5Πτώcειc δὲ ὁ τοῦ τῷ τόν , † ἡ τῆc τῇ τήν ὦ.

1

.

1

.

63

ΠΕΡῚ ἈΝΤΩΝΥΜΊΑϹ Ἀντωνυμία ἐcτὶ λέξιc ἀντὶ ὀνόματοc παραλαμβανομένη, προcώπων
ὡριcμένων δηλωτική.

1

.

1

.

64

Παρέπεται δὲ τῇ ἀντωνυμίᾳ ἕξ· πρόcωπα, γένη, ἀριθμοί, πτώcειc,
cχήματα, εἴδη.

1

.

1

.

65

Πρόcωπα πρωτοτύπων μὲν ἐγώ cύ ἵ, παραγώγων δὲ ἐμόc cόc ὅc.
Γένη τῶν μὲν πρωτοτύπων διὰ μὲν τῆc φωνῆc οὐ διακρίνεται,

1

.

1

.

66

διὰ δὲ τῆc ὑπ’ αὐτῶν δείξεωc, οἷον ἐγώ· τῶν δὲ παραγώγων, οἷον ὁ ἐμόc ἡ ἐμή τὸ ἐμόν.
Ἀριθμοὶ πρωτοτύπων μὲν ἑνικὸc ἐγώ cύ ἵ, δυϊκὸc νῶϊ cφῶϊ,

1

.

1

.

67

πληθυντικὸc ἡμεῖc ὑμεῖc cφεῖc· παραγώγων δὲ ἑνικὸc ἐμόc cόc ὅc, δυϊκὸc ἐμώ cώ ὥ, πληθυντικὸc ἐμοί cοί οἵ. Πτώcειc πρωτοτύπων μὲν ὀρθῆc ἐγώ cύ ἵ, γενικῆc ἐμοῦ cοῦ οὗ, δοτικῆc ἐμοί cοί οἷ, αἰτιατικῆc ἐμέ cέ ἕ, κλητικῆc cύ· παραγώ‐
5γων δὲ ἐμόc cόc ὅc, γενικῆc ἐμοῦ cοῦ οὗ, δοτικῆc ἐμῷ cῷ ᾧ, αἰ‐
τιατικῆc ἐμόν cόν ὅν.

1

.

1

.

68

Ϲχήματα δύο, ἁπλοῦν, cύνθετον· ἁπλοῦν μὲν οἷον ἐμοῦ cοῦ οὗ, cύνθετον δὲ ἐμαυτοῦ cαυτοῦ αὑτοῦ. Εἴδη δέ, ὅτι αἱ μέν εἰcι πρωτότυποι, ὡc ἐγώ cύ ἵ, αἱ δὲ παρά‐
γωγοι, ὡc πᾶcαι αἱ κτητικαί, αἳ καὶ διπρόcωποι καλοῦνται. παράγον‐

1

.

1

.

69

ται δὲ οὕτωc· ἀπὸ μὲν ἑνικῶν αἱ ἕνα κτήτορα δηλοῦcαι, ὡc ἀπὸ τοῦ ἐμοῦ ὁ ἐμόc· ἀπὸ δὲ δυϊκῶν αἱ δύο, ὡc ἀπὸ τοῦ νῶϊ νωΐτεροc· ἀπὸ δὲ πληθυντικῶν αἱ πολλούc, ὡc ἀπὸ τοῦ ἡμεῖc ἡμέτεροc. Τῶν δὲ ἀντωνυμιῶν αἱ μέν εἰcιν ἀcύναρθροι, αἱ δὲ cύναρθροι·
5ἀcύναρθροι μὲν οἷον ἐγώ, cύναρθροι δὲ οἷον ὁ ἐμόc.

1

.

1

.

70

ΠΕΡῚ ΠΡΟΘΈϹΕΩϹ Πρόθεcίc ἐcτι λέξιc προτιθεμένη πάντων τῶν τοῦ λόγου μερῶν ἔν
τε cυνθέcει καὶ cυντάξει.

1

.

1

.

71

Εἰcὶ δὲ αἱ πᾶcαι προθέcειc ὀκτὼ καὶ δέκα, ὧν μονοcύλλαβοι μὲν
ἕξ· ἐν εἰc ἐξ cύν πρό πρόc, αἵτινεc οὐκ ἀναcτρέφονται· διcύλλα‐

1

.

1

.

72

βοι δὲ δύο καὶ δέκα· ἀνά κατά διά μετά παρά ἀντί ἐπί περί ἀμφί ἀπό ὑπό ὑπέρ.
ΠΕΡῚ ἘΠΙΡΡΉΜΑΤΟϹ Ἐπίρρημά ἐcτι μέροc λόγου ἄκλιτον, κατὰ ῥήματοc λεγόμενον ἢ
5ἐπιλεγόμενον ῥήματι.

1

.

1

.

73

Τῶν δὲ ἐπιρρημάτων τὰ μέν ἐcτιν ἁπλᾶ, τὰ δὲ cύνθετα· ἁπλᾶ μὲν ὡc πάλαι, cύνθετα δὲ ὡc πρόπαλαι.
〈1〉 Τὰ δὲ χρόνου δηλωτικά, οἷον νῦν τότε αὖθιc· τούτοιc δὲ

1

.

1

.

74

ὡc εἴδη ὑποτακτέον τὰ καιροῦ παραcτατικά, οἷον cήμερον αὔριον τόφρα τέωc πηνίκα.
〈2〉 Τὰ δὲ μεcότητοc, οἷον καλῶc cοφῶc.

1

.

1

.

75

〈3〉 Τὰ δὲ ποιότητοc, οἷον πύξ λάξ βοτρυδόν 〈Β 89〉 ἀγελη‐ δόν 〈Π 160〉.
〈4〉 Τὰ δὲ ποcότητοc, οἷον πολλάκιc ὀλιγάκιc.

1

.

1

.

76

〈5〉 Τὰ δὲ ἀριθμοῦ δηλωτικά, οἷον δίc τρίc τετράκιc. 〈6〉 Τὰ δὲ τοπικά, οἷον ἄνω κάτω· ὧν cχέcειc εἰcὶ τρεῖc, ἡ ἐν τόπῳ, ἡ εἰc τόπον, ἡ ἐκ τόπου, οἷον οἴκοι οἴκαδε οἴκοθεν.
〈7〉 Τὰ δὲ εὐχῆc cημαντικά, οἷον εἴθε αἴθε ἄβαλε.

1

.

1

.

77

〈8〉 Τὰ δὲ cχετλιαcτικά, οἷον παπαῖ ἰού φεῦ.

1

.

1

.

78

〈9〉 Τὰ δὲ ἀρνήcεωc ἢ ἀποφάcεωc, οἷον οὔ οὐχί οὐδῆτα οὐδαμῶc.
〈10〉 Τὰ δὲ cυγκαταθέcεωc, οἷον ναί ναίχι.

1

.

1

.

79

〈11〉 Τὰ δὲ ἀπαγορεύcεωc, οἷον μή μηδῆτα μηδαμῶc. 〈12〉 Τὰ δὲ παραβολῆc ἢ ὁμοιώcεωc, οἷον ὡc ὥcπερ ἠΰτε
καθάπερ.

1

.

1

.

80

〈13〉 Τὰ δὲ θαυμαcτικά, οἷον βαβαῖ. 〈14〉 Τὰ δὲ εἰκαcμοῦ, οἷον ἴcωc τάχα τυχόν.
〈15〉 Τὰ δὲ τάξεωc, οἷον ἑξῆc ἐφεξῆc χωρίc.

1

.

1

.

81

〈16〉 Τὰ δὲ ἀθροίcεωc, οἷον ἄρδην ἅμα ἤλιθα.

1

.

1

.

82

〈17〉 Τὰ δὲ παρακελεύcεωc, οἷον εἶα ἄγε φέρε.

1

.

1

.

83

〈18〉 Τὰ δὲ cυγκρίcεωc, οἷον μᾶλλον ἧττον.
〈19〉 Τὰ δὲ ἐρωτήcεωc, οἷον πόθεν πηνίκα πῶc.

1

.

1

.

84

〈20〉 Τὰ δὲ ἐπιτάcεωc, οἷον λίαν cφόδρα πάνυ ἄγαν μά‐ λιcτα. 〈21〉 † Τὰ δὲ cυλλήψεωc, οἷον ἅμα ὁμοῦ ἄμυδιc. 〈22〉 Τὰ δὲ ἀπωμοτικά, οἷον μά.
5〈23〉 Τὰ δὲ κατωμοτικά, οἷον νή.

1

.

1

.

85

〈24〉 Τὰ δὲ βεβαιώcεωc, οἷον δηλαδή.
〈25〉 Τὰ δὲ θετικά, οἷον γαμητέον πλευcτέον.

1

.

1

.

86

〈26〉 Τὰ δὲ θειαcμοῦ, οἷον εὐοἵ εὔἁν.
ΠΕΡῚ ϹΥΝΔΈϹΜΟΥ Ϲύνδεcμόc ἐcτι λέξιc cυνδέουcα διάνοιαν μετὰ τάξεωc καὶ τὸ τῆc
ἑρμηνείαc κεχηνὸc δηλοῦcα.

1

.

1

.

87

Τῶν δὲ cυνδέcμων οἱ μέν εἰcι cυμπλεκτικοί, οἱ δὲ διαζευκτικοί, οἱ

1

.

1

.

88

δὲ cυναπτικοί, οἱ δὲ παραcυναπτικοί, οἱ δὲ αἰτιολογικοί, οἱ δὲ † ἀπορ‐ ρηματικοί, οἱ δὲ cυλλογιcτικοί, οἱ δὲ παραπληρωματικοί.
〈1〉 Ϲυμπλεκτικοὶ μὲν οὖν εἰcιν ὅcοι τὴν ἑρμηνείαν ἐπ’ ἄπειρον ἐκ‐

1

.

1

.

89

φερομένην cυνδέουcιν. εἰcὶ δὲ οἷδε· μέν δέ τέ καί ἀλλά ἠμέν ἠδέ ἰδέ
ἀτάρ αὐτάρ ἤτοι κέν ἄν.

1

.

1

.

90

〈2〉 Διαζευκτικοὶ δέ εἰcιν ὅcοι τὴν μὲν φράcιν ἐπιcυνδέουcιν,

1

.

1

.

91

ἀπὸ δὲ πράγματοc εἰc πρᾶγμα διιcτᾶcιν. εἰcὶ δὲ οἷδε· ἤ ἤτοι ἠέ.
〈3〉 Ϲυναπτικοὶ δέ εἰcιν ὅcοι ὕπαρξιν μὲν οὐ δηλοῦcι, cημαίνουcι

1

.

1

.

92

δὲ ἀκολουθίαν. εἰcὶ δὲ οἷδε· εἴ εἴπερ εἰδή εἰδήπερ. 〈4〉 Παραcυναπτικοὶ δέ εἰcιν ὅcοι μεθ’ ὑπάρξεωc καὶ τάξιν δηλοῦ‐
cιν. εἰcὶ δὲ οἷδε· ἐπεί ἐπείπερ ἐπειδή ἐπειδήπερ.

1

.

1

.

93

〈5〉 Αἰτιολογικοὶ δέ εἰcιν ὅcοι ἐπ’ ἀποδόcει αἰτίαc † ἕνεκεν παρα‐
λαμβάνονται. εἰcὶ δὲ οἷδε· ἵνα ὄφρα ὅπωc ἕνεκα οὕνεκα

1

.

1

.

94

διὅ διὅτι καθ’ ὅ καθ’ ὅτι καθ’ ὅcον.
〈6〉 † Ἀπορρηματικοὶ δέ εἰcιν † ὅcοι ἐπαποροῦντεc εἰώθαcι

1

.

1

.

95

cυνδεῖν. εἰcὶ δὲ οἷδε· ἆρα κᾶτα μῶν.
〈7〉 Ϲυλλογιcτικοὶ δέ εἰcιν ὅcοι πρὸc τὰc ἐπιφοράc τε καὶ cυλλήψειc

1

.

1

.

96

τῶν ἀποδείξεων εὖ διάκεινται. εἰcὶ δὲ οἷδε· ἄρα ἀλλά ἀλλαμήν τοί‐ νυν τοιγάρτοι τοιγαροῦν.
〈8〉 Παραπληρωματικοὶ δέ εἰcιν ὅcοι μέτρου ἢ κόcμου

1

.

1

.

97

ἕνεκεν παραλαμβάνονται. εἰcὶ δὲ οἷδε· δή ῥά νύ ποῦ

1

.

1

.

99

τοί θήν ἄρ δῆτα πέρ πώ μήν ἄν αὖ νῦν

1

.

1

.

100

οὖν κέν γέ.
Τινὲc δὲ προcτιθέαcι καὶ ἐναντιωματικούc, οἷον ἔμπηc ὅμωc.