TLG 0062 071 :: LUCIANUS :: Podagra

LUCIANUS Soph.
(Samosatenus: A.D. 2)

Scholia: Cf. SCHOLIA IN LUCIANUM (5029)

Podagra

Source: Macleod, M.D. (ed.), Lucian, vol. 8. Cambridge, Mass.: Harvard University Press, 1967: 324–354.

Citation: (Line)

t1ΠΟΔΑΓΡΑ
t2ΠΟΔΑΓΡΟΣ, ΧΟΡΟΣ, ΠΟΔΑΓΡΑ, ΑΓΓΕΛΟΣ
t3ΙΑΤΡΟΣ ΚΑΙ ΠΟΝΟΙ
1ΠΟΔΑΓΡΟΣ
1Ὦ στυγνὸν οὔνομ’, ὦ θεοῖς στυγούμενον, Ποδάγρα, πολυστένακτε, Κωκυτοῦ τέκνον, ἣν Ταρτάρου κευθμῶσιν ἐν βαθυσκίοις Μέγαιρ’ Ἐρινὺς γαστρὸς ἐξεγείνατο
5μαζοῖσί τ’ ἐξέθρεψε, καὶ πικρῷ βρέφει εἰς χεῖλος ἐστάλαξεν Ἀλληκτὼ γάλα, τίς τὴν δυσώνυμόν σε δαιμόνων ἄρα εἰς φῶς ἀνῆκεν; ἦλθες ἀνθρώποις βλάβος. εἰ γὰρ τεθνῶσιν ἀμπλακημάτων τίσις
10βροτοῖς ὀπηδεῖ τῶν ἔδρασαν ἐν φάει, οὐ Τάνταλον ποτοῖσιν, οὐδ’ Ἰξίονα τροχῷ στροβητόν, οὐδὲ Σίσυφον πέτρῳ ἔδει κολάζειν ἐν δόμοισι Πλουτέως,
ἁπλῶς δὲ πάντας τοὺς κακῶς δεδρακότας324
15τοῖς σοῖς προσάπτειν ἀρθροκηδέσιν πόνοις, ὥς μου τὸ λυπρὸν καὶ ταλαίπωρον δέμας χειρῶν ἀπ’ ἄκρων εἰς ἄκρας ποδῶν βάσεις ἰχῶρι φαύλῳ καὶ πικρῷ χυμῷ χολῆς πνεύματι βιαίῳ τόδε διασφίγγον πόρους
20ἕστηκε καὶ μεμυκὸς ἐπιτείνει πόνους. σπλάγχνων δ’ ἐπ’ αὐτῶν διάπυρον τρέχει κακὸν δίναισι φλογμῶν σάρκα πυρπολουμένην, ὁποῖα κρητὴρ μεστὸς Αἰτναίου πυρὸς ἢ Σικελὸς αὐλὼν ἁλιπόρου διασφάγος,
25ὅπου δυσεξέλικτα κυματούμενος σήραγξι πετρῶν σκολιὸς εἱλεῖται κλύδων. ὦ δυστέκμαρτον πᾶσιν ἀνθρώποις τέλος, ὡς εἰς μάτην σε πάντες ἀμφιθάλπομεν ἐλπίδι ματαίᾳ μωρὰ βουκολούμενοι.
29ΧΟΡΟΣ
30Ἀνὰ Δίνδυμον Κυβήβης Φρύγες ἔνθεον ὀλολυγὴν ἁπαλῷ τελοῦσιν Ἄττῃ, καὶ πρὸς μέλος κεραύλου Φρυγίου κατ’ ὄρεα Τμώλου
35κῶμον βοῶσι Λυδοί· παραπλῆγες ἀμφὶ ῥόπτροις
κελαδοῦσι Κρητὶ ῥυθμῷ νόμον εὐὰν Κορύβαντες. κλάζει δὲ βριθὺ σάλπιγξ326
40Ἄρει κρέκουσα θούρῳ πολεμηίαν ἀϋτήν. ἡμεῖς δὲ σοί, Ποδάγρα, πρώταις ἔαρος ἐν ὥραις μύσται τελοῦμεν οἴκτους,
45ὅτε πᾶς χλοητόκοισι ποίαις τέθηλε λειμών, Ζεφύρου δὲ δένδρα πνοιαῖς ἁπαλοῖς κομᾷ πετήλοις, ὅτε δύσγαμος κατ’ οἴκους
Podagr
.

(50)

μερόπων θροεῖ χελιδών, καὶ νύκτερος καθ’ ὕλαν τὸν Ἴτυν στένει δακρύους’ Ἀτθὶς γόοις ἀηδών.
53ΠΟΔΑΓΡΟΣ Ὤμοι πόνων ἀρωγόν, ὦ τρίτου ποδὸς
55μοῖραν λελογχὸς βάκτρον, ἐξέρειδέ μου βάσιν τρέμουσαν καὶ κατίθυνον τρίβον, ἴχνος βέβαιον ὡς ἐπιστήσω πέδῳ. ἔγειρε, τλῆμον, γυῖα δεμνίων ἄπο
καὶ λεῖπε μελάθρων τὴν ὑπώροφον στέγην.328
60σκέδασον δ’ ἀπ’ ὄσσων νύχιον ἀέρος βάθος μολὼν θύραζε καὶ πρὸς ἡλίου φάος ἀθόλωτον αὔραν πνεύματος φαιδροῦ σπάσον· δέκατον γὰρ ἤδη τοῦτο πρὸς πέμπτῳ φάει, ἐξ οὗ ζόφῳ σύγκλειστος ἡλίου δίχα
65εὐναῖς ἐν ἀστρώτοισι τείρομαι δέμας. ψυχὴ μὲν οὖν μοι καὶ προθυμία πάρα βάσεις ἀμείβειν ἐπὶ θύρας ὡρμημένῳ, δέμας δὲ νωθρὸν οὐχ ὑπηρετεῖ πόθοις. ὅμως δ’ ἐπείγου, θυμέ, γιγνώσκων ὅτι
70πτωχὸς ποδαγρῶν, περιπατεῖν μὲν ἂν θέλῃ καὶ μὴ δύνηται, τοῦτον ἐν νεκροῖς τίθει. ἀλλ’ εἶα. τίνες γὰρ οἵδε βάκτρα νωμῶντες χεροῖν, κάρηνα φύλλοις ἀκτέας καταστεφεῖς;
75τίνα δαιμόνων ἄγουσι κωμαστὴν χορόν; μῶν, Φοῖβε Παιάν, σὸν γεραίρουσιν σέβας; ἀλλ’ οὐ στέφονται Δελφίδος φύλλῳ δάφνης. ἢ μή τις ὕμνος Βακχίῳ κωμάζεται; ἀλλ’ οὐκ ἔπεστι κισσίνη σφραγὶς κόμαις.
80τίνες ποθ’ ἡμῖν, ὦ ξένοι, βεβήκατε; αὐδᾶτε καὶ πρόεσθε νημερτῆ λόγον. τίς δ’ ἔστιν, ἣν ὑμνεῖτε, λέξατ’, ὦ φίλοι.
82ΧΟΡΟΣ Σὺ δ’ ὢν τίς ἡμᾶς καὶ τίνων προσεννέπεις; ὡς γάρ σε βάκτρον καὶ βάσις μηνύετον,
85μύστην ὁρῶμεν τῆς ἀνικήτου θεᾶς.330
85ΠΟΔΑΓΡΟΣ Εἷς εἰμι κἀγὼ τῆς θεᾶς ἐπάξιος;
86ΧΟΡΟΣ Τὰν μὲν Κυπρίαν Ἀφροδίταν σταγόνων προπεσοῦσαν ἀπ’ αἰθέρος ἀνεθρέψατο κόσμιον ἁρμογὰν
90ἁλίοις ἐνὶ κύμασι Νηρεύς. τὰν δ’ Ὠκεανοῦ παρὰ παγαῖς Ζηνὸς παράκοιτιν Ὀλυμπίου λευκώλενον εὐρέσι κόλποις Ἥραν ἐτιθήνατο Τηθύς.
95κορυφαῖσι δὲ κρατὸς ἐν ἀφθίτου ἐλόχευσε κόρας ἄτρομον φυὰν Κρονίδας, μέγ’ ἄριστος Ὀλυμπίων, τὰν ἐγρεκύδοιμον Ἀθάναν. τὰν δ’ ἡμετέραν θεὸν ὀλβίαν
Podagr
.

(100)

ὁ γέρων λιπαραῖσιν ἐν ἀγκάλαις πρώταν ἐλόχευσεν Ὀφίων.
ὅτ’ ἐπαύσατο μὲν σκότιον χάος ἀνέτειλέ τε λαμπέτις ἀὼς καὶ παμφαὲς ἀελίου σέλας,332
105τότε καὶ Ποδάγρας ἐφάνη κράτος. ὅτε γὰρ λαγόνων σε τεκοῦσα † Μοίρη τοτ’ ἔλουσε Κλωθώ, ἐγέλασσεν ἅπαν σέλας οὐρανοῦ, μέγα δ’ ἔκτυπεν εὔδιος αἰθήρ·
110τὴν δ’ εὐγλαγέτοις ἐνὶ μαζοῖς εὔολβος ἐθρέψατο Πλούτων.
111ΠΟΔΑΓΡΟΣ Τίσιν δὲ τελεταῖς ὀργιάζει προσπόλους;
112ΧΟΡΟΣ Οὐχ αἷμα λάβρον προχέομεν ἀποτομαῖς σιδάρου, οὐ τριχὸς ἀφέτον λυγίζεται στροφαῖσιν αὐχήν,
115οὐδὲ πολυκρότοις ἀστραγάλοις πέπληγε νῶτα, οὐδ’ ὠμὰ λακιστῶν κρέα σιτούμεθα ταύρων· ὅτε δὲ πτελέας ἔαρι βρύει τὸ λεπτὸν ἄνθος καὶ πολυκέλαδος κόσσυφος ἐπὶ κλάδοισιν ᾄδει, τότε διὰ μελέων ὀξὺ βέλος πέπηγε μύσταις,
120ἀφανές, κρύφιον, δεδυκὸς ὑπὸ μυχοῖσι γυίων,
πόδα, γόνυ, κοτύλην, ἀστραγάλους, ἰσχία, μηρούς, χέρας, ὠμοπλάτας, βραχίονας, κόρωνα, καρποὺς ἔσθει, νέμεται, φλέγει, κρατεῖ, πυροῖ, μαλάσσει, μέχρις ἂν ἡ θεὸς τὸν πόνον ἀποφυγεῖν κελεύσῃ.334
124ΠΟΔΑΓΡΟΣ
125Εἷς ἆρα κἀγὼ τῶν κατωργιασμένων ἔλαθον ὑπάρχων; τοιγὰρ ἱκέτῃ πρευμενὴς δαίμων φανείης, σὺν δ’ ἐγὼ μύσταις ὁμοῦ ὕμνων κατάρξω τὸ ποδαγρῶν ᾄδων μέλος.
128ΧΟΡΟΣ Σῖγα μὲν αἰθὴρ νήνεμος ἔστω,
130καὶ πᾶς ποδαγρῶν εὐφημείτω. ἴδε, πρὸς θυμέλας 〈ἡ〉 κλινοχαρὴς βαίνει δαίμων σκίπωνι βάσιν στηριζομένη. χαίροις μακάρων πολὺ πραοτάτη καὶ σοῖς προπόλοις
135ἵλαος ἔλθοις ὄμματι φαιδρῷ, δοίης δὲ πόνοις λύσιν ὠκεῖαν ταῖσδ’ εἰαριναῖσιν 〈ἐν〉 ὥραις.
137ΠΟΔΑΓΡΑ Τίς τὴν ἀνίκητόν με δεσπότιν πόνων οὐκ οἶδε Ποδάγραν τῶν ἐπὶ χθονὸς βροτῶν;
140ἣν οὔτε λιβάνων ἀτμὸς ἐξιλάσκεται οὔτε χυθὲν αἷμα βωμίοις παρ’ ἐμπύροις, οὐ ναὸς ὄλβου περικρεμὴς ἀγάλμασιν, ἣν οὔτε Παιὰν φαρμάκοις νικᾶν σθένει, πάντων ἰατρὸς τῶν ἐν οὐρανῷ θεῶν,336
145οὐ παῖς ὁ Φοίβου πολυμαθὴς Ἀσκληπιός. ἐξ οὗ γὰρ ἐφύη πρῶτον ἀνθρώποις γένος, τολμῶσι πάντες τοὐμὸν ἐκβαλεῖν σθένος, κυκῶντες αἰεὶ φαρμάκων τεχνήματα. ἄλλος γὰρ ἄλλην ἐπ’ ἐμὲ πειράζει τέχνην·
Podagr
.

(150)

τρίβουσιν ἀρνόγλωσσα καὶ σέλινά μοι καὶ φύλλα θριδάκων καὶ νομαίαν ἀνδράχνην ἄλλοι πράσιον, οἱ δὲ ποταμογείτονα, ἄλλοι κνίδας τρίβουσιν, ἄλλοι σύμφυτον, ἄλλοι φακοὺς φέρουσι τοὺς ἐκ τελμάτων,
155σταφυλῖνον ἑφθόν, οἱ δὲ φύλλα Περσικῶν, ὑοσκύαμον, μήκωνα, βολβούς, σίδια, ψύλλιον, λίβανον, ῥίζαν ἑλλεβόρου, νίτρον, τῆλιν μετ’ οἴνου, γυρίνην, κόλλαν, φακόν, κυπαρισσίνην κηκῖδα, γῦριν κριθίνην,
160κράμβης ἀπέφθου φύλλα, γύψον ἐκ Πάρου, σφυράθους ὀρείας αἰγός, ἀνθρώπου κόπρον,
ἄλευρα κυάμων, ἄνθος Ἀσσίου λίθου· ἕψουσι φρύνους, μυγαλᾶς, σαύρας, γαλᾶς, βατράχους, ὑαίνας, τραγελάφους, ἀλώπεκας.338
165ποῖον μέταλλον οὐ πεπείρασται βροτοῖς; τίς οὐχὶ χυλός; ποῖον οὐ δένδρου δάκρυ; ζῴων ἁπάντων ὀστά, νεῦρα, δέρματα, στέαρ, αἷμα, μυελός, οὖρον, ἀπόπατος, γάλα. πίνουσιν οἱ μὲν τὸ διὰ τεσσάρων ἄκος,
170οἱ δὲ τὸ δι’ ὀκτώ, τὸ δὲ δι’ ἑπτὰ πλείονες. ἄλλος δὲ πίνων τὴν ἱερὰν καθαίρεται, ἄλλος ἐπαοιδαῖς ἐπιθετῶν ἐμπαίζεται, Ἰουδαῖος ἕτερον μωρὸν ἐξᾴδει λαβών. ὁ δὲ θεραπείαν ἔλαβε παρὰ τῆς Κυρράνης.
175ἐγὼ δὲ τούτοις πᾶσιν οἰμώζειν λέγω καὶ τοῖς ποιοῦσι ταῦτα καὶ πειρῶσι με εἴωθ’ ἀπαντᾶν μᾶλλον ὀργιλωτέρα· τοῖς δὲ φρονοῦσι μηδὲν ἀντίξουν ἐμοὶ ἤπιον ἔχω νοῦν εὐμενής τε γίνομαι.
180ὁ γὰρ μεταλαβὼν τῶν ἐμῶν μυστηρίων πρῶτον μὲν εὐθὺς εὐστομεῖν διδάσκεται τέρπων ἅπαντας, εὐτραπέλους λέγων λόγους· πᾶσιν δ’ ὁρᾶται μετὰ γέλωτος καὶ κρότου, ὅταν ἐπὶ λουτρὰ φερόμενος βαστάζεται.
185Ἄτην γὰρ ἣν Ὅμηρος εἶφ’ ἥδ’ εἰμ’ ἐγώ,
βαίνους’ ἐπ’ ἀνδρῶν κρᾶτα καὶ βάσεις ποδῶν ἁπαλὰς ἔχουσα, παρὰ δὲ τοῖς πολλοῖς βροτῶν Ποδάγρα καλοῦμαι, γινομένη ποδῶν ἄγρα. ἀλλ’ εἶα μύσται πάντες ὀργίων ἐμῶν,340
190γεραίρεθ’ ὕμνοις τὴν ἀνίκητον θεάν.
190ΧΟΡΟΣ Ἀδαμάντινον ἦθος ἔχουσα κόρα, πουλυσθενές, ὀβριμόθυμε θεά, κλύε σῶν ἱερῶν μερόπων ἐνοπάς. μέγα σὸν κράτος, ὀλβιόφρον Ποδάγρα,
195τὰν καὶ Διὸς ὠκὺ πέφρικε βέλος, τρομέει δέ σε κύμαθ’ ἁλὸς βυθίας, τρομέει βασιλεὺς ἐνέρων Ἀΐδας, ἐπιδεσμοχαρές, κατακλινοβατές, κωλυσιδρόμα, βασαναστραγάλα,
Podagr
.

(200)

σφυροπρησιπύρα, μογισαψεδάφα, δοιδυκοφόβα, γονυκαυσαγρύπνα, περικονδυλοπωροφίλα, γονυκαμψεπίκυρτε Ποδάγρα.
203ΑΓΓΕΛΟΣ Δέσποινα, καιρίῳ γὰρ ἤντησας ποδί,
205ἄκου’, ἔπος γὰρ οὐκ ἐτώσιον φέρω, ἀλλ’ ἔστι πρᾶξις τῶν λόγων συνέμπορος· ἐγὼ γάρ, ὡς ἔταξας, ἠρέμῳ ποδὶ πόλεις ἰχνεύων πάντας ἠρεύνων δόμους μαθεῖν ποθῶν εἴ τις σὸν οὐ τιμᾷ κράτος.
210καὶ τῶν μὲν ἄλλων εἶδον ἥσυχον φρένα
νικωμένων, ἄνασσα, σαῖν βίας χεροῖν, δύω δὲ τώδε φῶτε τολμηρῷ θράσει ἐφραζέτην λαοῖσι καὶ κατωμνύτην, ὡς οὐκέτ’ ἐστὶ σὸν κράτος σεβάσμιον,342
215ἀλλ’ ἔκβολον βροτῶν σε θήσουσιν βίου. διόπερ κραταιῷ συνοχμάσας δεσμῷ πόδα πεμπταῖος ἥκω στάδια διανύσας δύο.
217ΠΟΔΑΓΡΑ Ὡς κραιπνὸς ἔπτης, ἀγγέλων ὤκιστέ μοι. τίνος δὲ καὶ γῆς ὅρια δυσβάτου λιπὼν
220ἥκεις; σαφῶς μήνυσον, ὡς εἰδῶ τάχος.
220ΑΓΓΕΛΟΣ Πρῶτον μὲν ἔλιπον πέντε βασμῶν κλίμακα, ξύλων τρέμουσαν διαλύτοισιν ἁρμογαῖς, ὅθεν με δέχεται κορδυβαλλῶδες πέδον σκληροῖσι ταρσοῖς ἀντερεῖδον κρούμασιν.
225ὅπερ διανύσας ἴχνεσιν ἀλγεινοῖς ἐγὼ ἐστρωμένην χάλιξιν εἰσέβην ὁδὸν καὶ δυσπάτητον ὀξέσιν κέντροις λίθων. μεθ’ ἣν ὀλίσθῳ περιπεσὼν λείας ὁδοῦ ἔσπευδον εἰς τὸ πρόσθε, διάλυτος δέ μου
230ἔσυρεν ὀπίσω πηλὸς ἀσθενῆ σφυρά, δι’ ἧς περῶντι νότιος ἐκ μελῶν ἱδρὼς † ἔρρει βάσιν μου σαθρὸν ἐκλύων μένος. ὅθεν με δέχεται πᾶν δέμας κεκμηκότα
πλατεῖα μὲν κέλευθος ἀλλ’ οὐκ ἀσφαλής.344
235τὰ μὲν γὰρ ἔνθεν, τὰ δέ μ’ ἐκεῖθ’ ὀχήματα ἤπειγεν, ἠνάγκαζεν, ἔσπερχεν τρέχειν. ἐγὼ δὲ νωθρὸν ἐλαφρὰ κουφίζων πόδα δόχμιος ἔβαινον εἰς ὁδοῦ πέζαν στενήν, ἕως ἀπήνη παραδράμῃ τροχήλατος·
240μύστης γὰρ ὢν σὸς ταχὺ τρέχειν οὐκ ἔσθενον.
240ΠΟΔΑΓΡΑ Οὐκ εἰς μάτην, βέλτιστε, πρᾶξις ἥδε σοι ὀρθῶς πέπρακται. τῇ δὲ σῇ προθυμίᾳ ἴσαισι τιμαῖς ἀντισηκώσω χάριν. ἔστω δέ σοι δώρημα θυμῆρες τόδε,
245ἑξῆς τριετίας πειράσῃ κούφων πόνων. ὑμεῖς δὲ μιαροὶ καὶ θεοῖς ἐχθίστατοι, τίνες ποτ’ ὄντες καὶ τίνων πεφυκότες τολμᾶτε Ποδάγρας ἀνθαμιλλᾶσθαι κράτει, τῆς οὐδ’ ὁ Κρονίδης οἶδε νικῆσαι βίαν;
Podagr
.

(250)

λέγετ’, ὦ κάκιστοι· καὶ γὰρ ἡρώων ἐγὼ ἐδάμασα πλείστους, ὡς ἐπίστανται σοφοί. Πρίαμος Ποδάρκης ποδαγρὸς ὢν ἐκλῄζετο· ἔθανε δ’ Ἀχιλλεὺς ποδαγρὸς ὢν ὁ Πηλέως· ὁ Βελλεροφόντης ποδαγρὸς ὢν ἐκαρτέρει·
255Θηβῶν δυνάστης Οἰδίπους ποδαγρὸς ἦν· ἐκ τῶν Πελοπιδῶν ποδαγρὸς ἦν ὁ Πλεισθένης. Ποίαντος υἱὸς ποδαγρὸς ὢν ἦρχεν στόλου· ἄλλος Ποδάρκης Θεσσαλῶν ἦν ἡγεμών, ὅς, ἐπείπερ ἔπεσε Πρωτεσίλαος ἐν μάχῃ,346
260ὅμως ποδαγρὸς ὢν καὶ πονῶν ἦρχεν στόλου· Ἰθάκης ἄνακτα Λαρτιάδην Ὀδυσσέα ἐγὼ κατέπεφνον, οὐκ ἄκανθα τρυγόνος. ὡς οὔτι χαιρήσοντες, ὦ δυσδαίμονες, ἴσην πάσεσθε κόλασιν οἷς δεδράκατε.
264ΙΑΤΡΟΣ
265Σύροι μέν ἐσμεν, ἐκ Δαμασκοῦ τῷ γένει, λιμῷ δὲ πολλῷ καὶ πενίᾳ κρατούμενοι γῆν καὶ θάλασσαν ἐφέπομεν πλανώμενοι· ἔχομεν δὲ χρῖσμα πατροδώρητον τόδε, ἐν ᾧ παρηγοροῦμεν ἀλγούντων πόνους.
269ΠΟΔΑΓΡΑ
270Τί δὴ τὸ χρῖσμα καὶ τίς ἡ σκευή; φράσον.
270ΙΑΤΡΟΣ Μύστης με σιγᾶν ὅρκος οὐδ’ ἐᾷ φράσαι, καὶ λοισθία θνῄσκοντος ἐντολὴ πατρός, ὃς ἔταξε κεύθειν φαρμάκου μέγα σθένος,
ὃ καὶ σὲ παύειν οἶδεν ἠγριωμένην.348
274ΠΟΔΑΓΡΑ
275Εἶτ’ ὦ κατάρατοι καὶ κακῶς ὀλούμενοι, ἔστιν τις ἐν γῇ φαρμάκου δρᾶσις τόση, ὃ χρισθὲν οἶδε τὴν ἐμὴν παῦσαι βίαν; ἀλλ’ εἶα, τήνδε σύμβασιν συνθώμεθα, καὶ πειράσωμεν εἴτε φαρμάκου σθένος
280ὑπέρτερον πέφυκεν εἴτ’ ἐμαὶ φλόγες. δεῦτ’, ὦ σκυθρωπαί, πάντοθεν ποτώμεναι βάσανοι, πάρεδροι τῶν ἐμῶν βακχευμάτων, πελάζετ’ ἆσσον· καὶ σὺ μὲν ποδῶν ἄκρους φλέγμαινε ταρσοὺς δακτύλων ποδῶν ἄχρις,
285σὺ δὲ σφυροῖς ἔμβαινε, σὺ δὲ μηρῶν ἄπο ἐς γόνατα λεῖβε πικρὸν ἰχώρων βάθος, ὑμεῖς δὲ χειρῶν δακτύλους λυγίζετε.
287ΠΟΝΟΙ Ἴδ’, ὡς ἔταξας πάντα σοι δεδράκαμεν· κεῖνται βοῶντες οἱ ταλαίπωροι μέγα,
290ἅπαντα γυῖα προσβολῇ στρεβλούμενοι.
290ΠΟΔΑΓΡΑ Φέρετ’, ὦ ξένοι, μάθωμεν ἀτρεκέστερον, εἰ χρισθὲν ὑμᾶς φάρμακον τόδ’ ὠφελεῖ. εἰ γὰρ σαφῶς τόδ’ ἐστὶν ἀντίξουν ἐμοί, λιποῦσα γαῖαν εἰς μυχοὺς εἶμι χθονός,
295ἄϊστος, ἀφανής, πύματα Ταρτάρου βάθη.
Ἰδού, κέχρισθε· χαλασάτω φλογῶν πόνος.350
296ΙΑΤΡΟΣ Οἴμοι, παπαῖ γε, τείρομαι, διόλλυμαι, ἅπαν πέπαρμαι γυῖον ἀσκόπῳ κακῷ· οὐ Ζεὺς κεραυνοῦ τοῖον αἰωρεῖ βέλος,
Podagr
.

(300)

οὐδεὶς θαλάσσης τοῖα μαίνεται κλύδων, οὐδὲ στροβητὴ λαίλαπος τόσση βία. μὴ κάρχαρον πορθεῖ με δῆγμα Κερβέρου; μὴ τῆς Ἐχίδνης ἰὸς ἀμφιβόσκεται, ἢ διαβραχεὶς ἰχῶρι Κενταύρου πέπλος;
305ἐλέαιρ’, ἄνασσα, φάρμακον γὰρ οὔτ’ ἐμὸν οὔτ’ ἄλλο δύναται σὸν ἀναχαιτίσαι δρόμον, ψήφοις δὲ πάσαις πᾶν ἔθνος νικᾷς βροτῶν.
307ΠΟΔΑΓΡΑ Παύσασθε, βάσανοι, καὶ πόνους μειώσατε τῶν μετανοούντων εἰς ἐμὴν ἔριν μολεῖν.
310γινωσκέτω δὲ πᾶς τις ὡς μόνη θεῶν ἄτεγκτος οὖσα φαρμάκοις οὐ πείθομαι.
311ΧΟΡΟΣ Οὔτε Διὸς βρονταῖς Σαλμωνέος ἤρισε βία, ἀλλ’ ἔθανεν ψολόεντι δαμεῖσα θεοῦ φρένα βέλει, οὐκ ἐρίσας ἐχάρη Φοίβῳ σάτυρος Μαρσύας,
315ἀλλὰ λιγὺ ψαίρει κείνου περὶ δέρματι πίτυς. πένθος ἀείμνηστον δι’ ἔριν τοκὰς ἔσχε Νιόβη, ἀλλ’ ἔτι μυρομένη προχέει πολὺ δάκρυ Σιπύλῳ. Μαιονία δ’ Ἀράχνη Τριτωνίδος ἦλθεν ἐς ἔριν, ἀλλ’ ὀλέσασα τύπον καὶ νῦν ἔτι νήματα πλέκει·352
320οὐ γὰρ ἴσον μακάρων ὀργαῖς θράσος ἐστὶ μερόπων, ὡς Διός, ὡς Λητοῦς, ὡς Παλλάδος, ὡς Πυθίου. ἤπιον, ὦ πάνδημε, φέροις ἄλγημα, Ποδάγρα, κοῦφον, ἐλαφρόν, ἄδριμυ, βραχυβλαβές, ἀνώδυνον, εὔφορον, εὔληκτον, ὀλιγοδρανές, εὐπερίπατον.
325πολλαὶ μορφαὶ τῶν ἀτυχούντων, μελέται δὲ πόνων καὶ τὸ σύνηθες τοὺς ποδαγρῶντας παραμυθείσθω. ὅθεν εὐθύμως, ὦ σύγκληροι, λήσεσθε πόνων,
330εἰ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη, τοῖς δ’ ἀδοκήτοις πόρον εὗρε θεός. πᾶς δ’ ἀνεχέσθω τῶν πασχόντων ἐμπαιζόμενος καὶ σκωπτόμενος·
τοῖον γὰρ ἔφυ τόδε πρᾶγμα.354