TLG 0062 070 :: LUCIANUS :: Soloecista

LUCIANUS Soph.
(Samosatenus: A.D. 2)

Scholia: Cf. SCHOLIA IN LUCIANUM (5029)

Soloecista

Source: Macleod, M.D. (ed.), Lucian, vol. 8. Cambridge, Mass.: Harvard University Press, 1967: 4–44.

Citation: Section — (line)

Soloec
.

t

ΨΕΥΔΟΣΟΦΙΣΤΗΣ Η ΣΟΛΟΙΚΙΣΤΗΣ
Soloec
.

1

ΛΟΥΚΙΑΝΟΣ
1 Ἆρά γε ὁ γνῶναι τὸν σολοικίζοντα δεινὸς οὗτος καὶ φυλάξασθαι μὴ σολοικίσαι δυνατός;
2ΣΟΦΙΣΤΗΣ Ἐμοὶ μὲν δοκεῖ.
3ΛΟΥΚΙΑΝΟΣ Ὁ δέ γε μὴ φυλάξασθαι οὐδὲ γνῶναι τὸν οὕτως
5ἔχοντα;
5ΣΟΦΙΣΤΗΣ Ἀληθῆ λέγεις.
6ΛΟΥΚΙΑΝΟΣ Σὺ δὲ αὐτὸς φῂς οὐ σολοικίζειν, ἢ πῶς λέγωμεν
περὶ σοῦ;4
8ΣΟΦΙΣΤΗΣ Ἀπαίδευτος γὰρ ἂν εἴην, εἰ σολοικίζοιμι τηλι‐
10κοῦτος ὤν.
10ΛΟΥΚΙΑΝΟΣ Οὐκοῦν καὶ ἕτερον φωρᾶσαι δυνήσῃ τοῦτο δρῶντα καὶ ἐλέγξαι τὸν ἀρνούμενον;
12ΣΟΦΙΣΤΗΣ Παντάπασί γε.
13ΛΟΥΚΙΑΝΟΣ Ἴθι νῦν ἐμοῦ λαβοῦ σολοικίζοντος, ἄρτι δὲ
15σολοικιῶ.
15ΣΟΦΙΣΤΗΣ Οὐκοῦν εἰπέ.
16ΛΟΥΚΙΑΝΟΣ Ἀλλ’ ἔγωγε ἤδη τὸ δεινὸν εἴργασμαι, σὺ δὲ οὐκ ἐπέγνως.
18ΣΟΦΙΣΤΗΣ Παίζεις ἔχων;
19ΛΟΥΚΙΑΝΟΣ
20 Μὰ τοὺς θεούς· ἐπεὶ σολοικίσας ἔλαθόν σε ὡς οὐκ ἐπιστάμενον. αὖθις δὲ σκόπει· οὐ γάρ σέ φημι δύνασθαι κατανοῆσαι, ἐπεὶ ἃ μὲν οἶσθ’, ἃ δ’
οὐκ οἶσθα.6
23ΣΟΦΙΣΤΗΣ Εἰπὲ μόνον.
24ΛΟΥΚΙΑΝΟΣ
25 Ἀλλὰ καὶ νῦν σεσολοίκισταί μοι, σὺ δ’ οὐκ ἔγνως.
26ΣΟΦΙΣΤΗΣ Πῶς γάρ, σοῦ μηδὲν λέγοντος;
27ΛΟΥΚΙΑΝΟΣ Ἐγὼ μὲν λέγω καὶ σολοικίζω, σὺ δ’ οὐχ ἕπῃ τοῦτο δρῶντι· ἐπεὶ ὄφελον καὶ νῦν ἀκολουθῆσαι
30δυνήσῃ.
30ΣΟΦΙΣΤΗΣ
Soloec
.

2

Θαυμαστὰ λέγεις, εἰ μὴ δυνήσομαι καταμαθεῖν σολοικισμόν.
2ΛΟΥΚΙΑΝΟΣ Καὶ πῶς ἂν δύναιο τὸν ἕνα μαθεῖν τοὺς τρεῖς ἀγνοήσας;
4ΣΟΦΙΣΤΗΣ
5Τίνας τρεῖς;
5ΛΟΥΚΙΑΝΟΣ Ὅλους ἀρτιγενείους.
6ΣΟΦΙΣΤΗΣ
Ἐγὼ μέν σε παίζειν δοκῶ.8
7ΛΟΥΚΙΑΝΟΣ Ἐγὼ δὲ 〈σὲ〉 ἀγνοεῖν τὸν ἁμαρτάνοντα ἐν τοῖς λόγοις.
9ΣΟΦΙΣΤΗΣ
10Καὶ πῶς ἄν τις μάθοι μηδενὸς εἰρημένου;
10ΛΟΥΚΙΑΝΟΣ Λέλεκται καὶ σεσολοίκισται τετραπλῇ, σὺ δ’ οὐκ ἔγνως. μέγα οὖν ἆθλον κατέπραξας ἄν, εἴπερ ἔγνως.
13ΣΟΦΙΣΤΗΣ Οὐ μέγα μέν, ἀναγκαῖον δὲ τῷ ὁμολογήσαντι.
14ΛΟΥΚΙΑΝΟΣ
15Ἀλλ’ οὐδὲ νῦν ἔγνως.
15ΣΟΦΙΣΤΗΣ Πότε νῦν;
16ΛΟΥΚΙΑΝΟΣ Ὅτε τὸ ἆθλον ἔφην σε καταπρᾶξαι.
17ΣΟΦΙΣΤΗΣ
Οὐκ οἶδα ὅ τι λέγεις.10
18ΛΟΥΚΙΑΝΟΣ Ὀρθῶς ἔφης· οὐ γὰρ οἶσθα. καὶ πρόιθί γε ἐς
20τὸ ἔμπροσθεν· οὐ γὰρ ἐθέλεις ἕπεσθαι, συνήσων ἄν, εἴπερ ἐθελήσειας.
21ΣΟΦΙΣΤΗΣ
Soloec
.

3

Ἀλλ’ ἐγὼ βούλομαι· σὺ δ’ οὐδὲν εἶπας ὧν ἄν‐ θρωποι σολοικίζοντες λέγουσιν.
2ΛΟΥΚΙΑΝΟΣ Τὸ γὰρ νῦν ῥηθὲν μικρόν τί σοι φαίνεται κακὸν εἶναι; ὅμως δὲ ἀκολούθησον αὖθις, ἐπεὶ οὐκ
5ἔμαθες ἐκδραμόντα.
5ΣΟΦΙΣΤΗΣ Μὰ τοὺς θεοὺς οὐκ ἔγωγε.
6ΛΟΥΚΙΑΝΟΣ Ἀλλὰ μὴν μεθῆκα θεῖν λαγὼ ταχέως. ἆρα παρῇξεν; ἀλλὰ καὶ νῦν ἔξεστιν ἰδεῖν τὸν λαγώ· εἰ δὲ μή, πολλοὶ γενόμενοι λαγῲ λήσουσί σε ἐν
10σολοικισμῷ πεσόντες.12
10ΣΟΦΙΣΤΗΣ Οὐ λήσουσιν.
11ΛΟΥΚΙΑΝΟΣ Καὶ μὴν ἔλαθόν γε.
12ΣΟΦΙΣΤΗΣ Θαυμαστὰ λέγεις.
13ΛΟΥΚΙΑΝΟΣ Σὺ δὲ ὑπὸ τῆς ἄγαν παιδείας διέφθορας, ὥστε
15μηδ’ αὐτὸ τοῦτο σολοικίζοντας κατανοῆσαι. [οὐ γὰρ πρόσεστιν αὐτῷ τὸ τίνα.]
16ΣΟΦΙΣΤΗΣ
Soloec
.

4

Ταῦτα μὲν οὐκ οἶδα πῶς λέγεις· ἐγὼ δὲ πολλοὺς ἤδη σολοικίζοντας κατενόησα.
2ΛΟΥΚΙΑΝΟΣ Κἀμὲ τοίνυν εἴσῃ τότε, ὅταν τι τῶν παιδίων γένῃ τῶν τὰς τίτθας θηλαζόντων πιούσας. εἰ οὐ νῦν
5ἔγνως σολοικίζοντά με, οὐδὲ αὐξάνοντα παιδία σολοικισμὸν ποιήσει τῷ μηδὲν εἰδότι.
6ΣΟΦΙΣΤΗΣ
Ἀληθῆ λέγεις.14
7ΛΟΥΚΙΑΝΟΣ Καὶ μὴν εἰ ταῦτα ἀγνοήσομεν, οὐδὲν γνωσόμεθα τῶν ἑαυτῶν, ἐπεὶ καὶ τόδε σολοικισθὲν ἀπέφυγέ
10σε. μὴ τοίνυν ἔτι λέγειν, ὡς ἱκανὸς εἶ κατιδεῖν τὸν σολοικίζοντα καὶ αὐτὸς μὴ σολοικίζειν.
Soloec
.

5

Κἀγὼ μὲν οὕτως. Σωκράτης δὲ ὁ ἀπὸ Μόψου, ᾧ συνεγενόμην ἐν Αἰγύπτῳ, τὰ τοιαῦτα ἔλεγεν ἀνεπαχθῶς καὶ οὐκ ἤλεγχε τὸν ἁμαρτάνοντα. Πρὸς μέντοι τὸν ἐρωτήσαντα πηνίκα ἔξεισιν, Τίς
5γὰρ ἄν, ἔφη, 〈φαίη〉 σοι περὶ τῆς τήμερον ὡς ἐξιών; ἑτέρου δὲ φήσαντος, Ἱκανὰ ἔχω τὰ πατρῷα, Πῶς φῄς; εἶπε· τέθνηκεν γὰρ ὁ πατήρ σοι; ἄλλου δὲ αὖθις λέγοντος, Πατριώτης ἔστι μοι· Ἐλάνθανες
ἄρα ἡμᾶς, ἔφη, βάρβαρος ὤν. ἄλλου δὲ εἰπόντος,16
10Ὁ δεῖνά ἐστι μεθύσης, Μητρός, εἶπεν, ἢ πῶς λέγεις; ἑτέρου δὲ 〈... λέγοντοσ〉 λέοντας, Διπλα‐ σιάζεις, ἔφη, τοὺς λέοντας. εἰπόντος δέ τινος, Λῆμμα πάρεστιν αὐτῷ, διὰ τῶν δύο μ, Οὐκοῦν, ἔφη, λήψεται, εἰ λῆμμα αὐτῷ πάρεστιν. ἑτέρου
15δὲ εἰπόντος, Πρόσεισιν ὁ μεῖραξ οὑμὸς φίλος, Ἔπειτα, ἔφη, λοιδορεῖς φίλον ὄντα; πρὸς δὲ τὸν εἰπόντα, Δεδίττομαι τὸν ἄνδρα καὶ φεύγω, Σύ, ἔφη, καὶ ὅταν τινὰ εὐλαβηθῇς, διώξῃ. ἄλλου δὲ εἰπόντος, Τῶν φίλων ὁ κορυφαιότατος, Χάριέν
20γε, ἔφη, τὸ τῆς κορυφῆς ποιεῖν τι ἐπάνω. καὶ ἐξορμῶ δέ τινος εἰπόντος, Καὶ τίς ἐστιν, εἶπεν, ὃν ἐξορμᾷς; Ἐξ ἐπιπολῆς δέ τινος εἰπόντος, Ἐκ τῆς ἐπιπολῆς, εἶπεν, ὡς ἐκ τῆς πιθάκνης. λέγοντος δέ
τινος Συνετάξατό μοι, Καὶ λόχον δέ, ἔφη, Ξενοφῶν18
25συνετάξατο. ἄλλου δὲ εἰπόντος, Περιέστην αὐτὸν ὥστε λαθεῖν, Θαυμαστόν, ἔφη, εἰ εἷς ὢν περιέστης τὸν ἕνα. ἑτέρου δὲ λέγοντος, Συνεκρίνετο αὐτῷ, Καὶ διεκρίνετο πάντως, εἶπεν.
Soloec
.

6

Εἰώθει δὲ καὶ πρὸς τοὺς σολοικίζοντας Ἀττικῶς παίζειν ἀνεπαχθῶς· πρὸς γοῦν τὸν εἰπόντα, Νῶι τοῦτο δοκεῖ, Σύ, ἔφη, καὶ νῶιν ἐρεῖς ὡς ἁμαρτά‐ νομεν. ἑτέρου δὲ σπουδῇ διηγουμένου τι τῶν
5ἐπιχωρίων καὶ εἰπόντος, Ἡ δὲ τῷ Ἡρακλεῖ μιχθεῖσα, Οὐκ ἄρα, ἔφη, ὁ Ἡρακλῆς ἐμίχθη αὐτῇ; Καρῆναι δέ τινος εἰπόντος ὡς δέοιτο, Τί γάρ, ἔφη, σοὶ δεινὸν εἴργασται καὶ ἄξιον ἀτιμίας; καὶ ζυγομαχεῖν δέ τινος λέγοντος, Πρὸς τὸν ἐχθρόν,
10εἶπε, ζυγομαχεῖς; ἑτέρου δὲ εἰπόντος βασανί‐ ζεσθαι τὸν παῖδα αὐτῷ νοσοῦντα, Ἐπὶ τῷ, ἔφη, ἢ τί βουλομένου τοῦ βασανίζοντος; Προκόπτει δέ τινος εἰπόντος ἐν τοῖς μαθήμασιν, Ὁ δὲ Πλάτων,
ἔφη, τοῦτο ἐπιδιδόναι καλεῖ. ἐρομένου δέ τινος εἰ20
15μελετήσει ὁ δεῖνα, Πῶς οὖν, ἔφη, ἐμὲ ἐρωτῶν εἰ μελετήσομαι, λέγεις ὅτι ὁ δεῖνα;
Soloec
.

7

Ἀττικίζοντος δέ τινος καὶ τεθνήξει εἰπόντος ἐπὶ τοῦ τρίτου, Βέλτιον, ἔφη, καὶ ἐνταῦθα μὴ ἀττικίζειν καταρώμενον. καὶ πρὸς τὸν εἰπόντα δὲ στοχάζομαι αὐτοῦ ἐπὶ τοῦ φείδομαι αὐτοῦ, Μή τι, ἔφη, διή‐
5μαρτες βαλών; ἀφιστᾶν δέ τινος εἰπόντος καὶ ἑτέρου ἀφιστάνειν, Ταῦτα μέν, ἔφη, οὐκ οἶδα. πρὸς δὲ τὸν λέγοντα πλὴν εἰ μή, Ταῦτα, ἔφη, διπλᾶ χαρίζῃ. καὶ χρᾶσθαι δέ τινος εἰπόντος, Ψευδαττικόν, ἔφη, τὸ ῥῆμα. τῷ δὲ λέγοντι
10ἔκτοτε, Καλόν, ἔφη, τὸ εἰπεῖν ἐκπέρυσι, ὁ γὰρ Πλάτων ἐς τότε λέγει. τῷ δὲ ἰδού ἐπὶ τοῦ ἰδέ χρωμένου τινός, Ἕτερα ἀνθ’ ἑτέρων, ἔφη, σημαί‐ νεις. ἀντιλαμβάνομαι δὲ ἐπὶ τοῦ συνίημι λέγοντός τινος, θαυμάζειν ἔφη πῶς ἀντιποιούμενος τοῦ
15λέγοντος φῂς μὴ ἀντιποιεῖσθαι. βράδιον δέ τινος εἰπόντος, Οὐκ ἔστιν, ἔφη, ὅμοιον τῷ τάχιον. βαρεῖν δέ τινος εἰπόντος, Οὐκ ἔστιν, ἔφη, τὸ βαρύνειν ᾗ νενόμικας. λέλογχα δὲ τὸ εἴληχα λέγοντος, Ὀλίγων, ἔφη, καὶ παρ’ οἷς ἁμαρτάνεται.22
20ἵπτασθαι δὲ ἐπὶ τοῦ πέτεσθαι πολλῶν λεγόντων, Ὅτι μὲν ἀπὸ τῆς πτήσεως τὸ ὄνομα, σαφῶς ἴσμεν. περιστερὸν δέ τινος εἰπόντος ὡς δὴ Ἀττικόν, Καὶ τὸν φάττον ἐροῦμεν, ἔφη. φακὸν δέ τινος εἰπόντος ἐδηδοκέναι, Καὶ πῶς ἄν, ἔφη,
25φακόν τις φάγοι; ταῦτα μὲν τὰ Σωκράτεια.
Soloec
.

8

Ἐπανίωμεν δέ, εἰ δοκεῖ, ἐπὶ τὴν ἅμιλλαν τῶν προτέρων λόγων. κἀγὼ μὲν καλῶ τοὺς βελτί‐
στους ἰέναι ὅλους, σὺ δὲ γνώρισον· οἶμαι γάρ σε κἂν νῦν δυνήσεσθαι τοσούτων γε ἐπακούσαντα24
5τῶν ἑξῆς λεγομένων.
5ΣΟΦΙΣΤΗΣ Ἴσως μὲν οὐδὲ νῦν δυνήσομαί σου λέγοντος· ὅμως εἰπέ.
7ΛΟΥΚΙΑΝΟΣ Καὶ πῶς φῂς οὐ δυνήσεσθαι; ἡ γὰρ θύρα σχεδὸν ἀνέῳγέ σοι τῆς γνωρίσεως αὐτῶν.
9ΣΟΦΙΣΤΗΣ
10Εἰπὲ τοίνυν.
10ΛΟΥΚΙΑΝΟΣ Ἀλλὰ εἶπον.
11ΣΟΦΙΣΤΗΣ Οὐδέν γε, ὥστε ἐμὲ μαθεῖν.
12ΛΟΥΚΙΑΝΟΣ Οὐ γὰρ ἔμαθες τὸ ἀνέῳγεν;
13ΣΟΦΙΣΤΗΣ
Οὐκ ἔμαθον.26
14ΛΟΥΚΙΑΝΟΣ
15 Τί οὖν πεισόμεθα, εἰ μηδὲ νῦν ἀκολουθήσεις τοῖς λεγομένοις; καίτοι πρός γε τὰ κατ’ ἀρχὰς ῥηθέντα ὑπὸ σοῦ ἐγὼ μὲν ᾤμην ἱππεῖς ἐς πεδίον καλεῖν. σὺ δὲ τοὺς ἱππεῖς κατενόησας; ἀλλὰ ἔοικας οὐ φροντίζειν τῶν λόγων, μάλιστα οὓς
20νῦν κατὰ σφᾶς αὐτοὺς διήλθομεν.
20ΣΟΦΙΣΤΗΣ Ἐγὼ μὲν φροντίζω, σὺ δὲ ἀδήλως αὐτοὺς διεξέρχῃ.
22ΛΟΥΚΙΑΝΟΣ
Soloec
.

9

Πάνυ γοῦν ἄδηλόν ἐστι τὸ κατὰ σφᾶς αὐτοὺς ἐφ’ ἡμῶν λεγόμενον. ἀλλὰ τοῦτο μὲν δῆλον· σὲ δὲ οὐδεὶς ἂν θεῶν ἀγνοοῦντα παύσειεν πλήν γε ὁ Ἀπόλλων. μαντεύεται γοῦν ἐκεῖνος πᾶσι τοῖς
5ἐρωτῶσι, σὺ δὲ οὐδὲ τὸν μαντευόμενον κατενόησας.
5ΣΟΦΙΣΤΗΣ
Μὰ τοὺς θεούς, οὐ γὰρ ἔμαθον.28
6ΛΟΥΚΙΑΝΟΣ Ἦ ἄρα καθ’ εἷς λανθάνει σε περιιών;
7ΣΟΦΙΣΤΗΣ Ἐοίκασί γε.
8ΛΟΥΚΙΑΝΟΣ Ὁ δὲ καθ’ εἷς πῶς παρῆλθεν;
9ΣΟΦΙΣΤΗΣ
10Οὐδὲ τοῦτο ἔμαθον.
10ΛΟΥΚΙΑΝΟΣ Οἶσθα δέ τινα μνηστευόμενον αὑτῷ γάμον;
11ΣΟΦΙΣΤΗΣ Τί οὖν τοῦτο;
12ΛΟΥΚΙΑΝΟΣ Ὅτι σολοικίζειν ἀνάγκη τὸν μνηστευόμενον αὑτῷ.
13ΣΟΦΙΣΤΗΣ Τί οὖν πρὸς τοὐμὸν πρᾶγμα, εἰ σολοικίζει τις
15μνηστευόμενος;30
15ΛΟΥΚΙΑΝΟΣ Ὅτι ἀγνοεῖ ὁ φάσκων εἰδέναι. καὶ τὸ μὲν οὕ‐ τως ἔχει. εἰ δέ τις λέγοι σοι παρελθὼν ὡς ἀπολείποι τὴν γυναῖκα, ἆρ’ ἂν ἐπιτρέποις αὐτῷ;
18ΣΟΦΙΣΤΗΣ Τί γὰρ οὐκ ἂν ἐπιτρέποιμι, εἰ φαίνοιτο ἀδι‐
20κούμενος;
20ΛΟΥΚΙΑΝΟΣ Εἰ δὲ σολοικίζων φαίνοιτο, ἐπιτρέποις ἂν αὐτῷ τοῦτο;
22ΣΟΦΙΣΤΗΣ Οὐκ ἔγωγε.
23ΛΟΥΚΙΑΝΟΣ Ὀρθῶς γὰρ λέγεις· οὐ γὰρ ἐπιτρεπτέον σολοι‐
25κίζοντι τῷ φίλῳ, ἀλλὰ διδακτέον ὅπως τοῦτο μὴ πείσεται. καὶ εἴ τίς γε νῦν ψοφοίη τὴν θύραν ἐσιὼν ἢ ἐξιὼν κόπτοι, τί φήσομέν σε πεπονθέναι;
27ΣΟΦΙΣΤΗΣ Ἐμὲ μὲν οὐδέν, ἐκεῖνον δὲ ἐπεσελθεῖν βού‐
λεσθαι ἢ ἐξιέναι.32
29ΛΟΥΚΙΑΝΟΣ
30 Σὲ δὲ ἀγνοοῦντα τὸν κόπτοντα ἢ ψοφοῦντα οὐδὲν ὅλως πεπονθέναι δόξομεν ἀπαίδευτον ὄντα;
31ΣΟΦΙΣΤΗΣ Ὑβριστὴς εἶ.
32ΛΟΥΚΙΑΝΟΣ Τί λέγεις; ὑβριστὴς ἐγώ; νῦν δὴ γενήσομαί σοι διαλεγόμενος. ἔοικα δὲ σολοικίσαι τὸ νῦν δὴ
35γενήσομαι, σὺ δ’ οὐκ ἔγνως.
35ΣΟΦΙΣΤΗΣ
Soloec
.

10

Παῦσαι πρὸς τῆς Ἀθηνᾶς· ἀλλ’ εἰπέ τι τοι‐ οῦτον ὥστε κἀμὲ μαθεῖν.
2ΛΟΥΚΙΑΝΟΣ Καὶ πῶς ἂν μάθοις;
3ΣΟΦΙΣΤΗΣ Εἴ μοι πάντα ἐπέλθοις, ὅσα φῂς σολοικίσας ἐμὲ
5λαθεῖν καὶ παρ’ ὅ τι ἕκαστον σεσολοίκισται.
5ΛΟΥΚΙΑΝΟΣ Μηδαμῶς, ὦ ἄριστε· μακρὸν γὰρ ἂν ποιή‐ σαιμεν τὸν διάλογον. ἀλλὰ περὶ μὲν τούτων
ἔξεστί σοι καθ’ ἕκαστον αὐτῶν πυνθάνεσθαι· νῦν δὲ ἕτερ’ ἄττα ἐπέλθωμεν, εἰ δοκεῖ, καὶ πρῶτόν γε34
10αὐτὸ τὸ ἄττα μὴ δασέως ἀλλὰ ψιλῶς ἐξενεγκεῖν ὀρθῶς φαίνεται ῥηθὲν μετὰ τοῦ ἕτερα συντιθέμενον. μὴ γὰρ οὕτως ἄλογον ἦν ἄν. ἔπειτα τὸ τῆς ὕβρεως, ἥν με φῂς ὑβρίσαι 〈σε〉, εἰ μὴ οὕτω λέγοιμι, ἀλλ’ εἰς σὲ φαίην, ἴδιον.
14ΣΟΦΙΣΤΗΣ
15Ἐγὼ μὲν οὐκ ἔχω εἰπεῖν.
15ΛΟΥΚΙΑΝΟΣ Ὅτι τὸ μὲν σὲ ὑβρίζειν τὸ σῶμά ἐστι τὸ σὸν ἤτοι πληγαῖς ἢ δεσμοῖς ἢ καὶ ἄλλῳ τρόπῳ, τὸ δὲ ἐς σέ, ὅταν εἴς τι τῶν σῶν γίγνηται ἡ ὕβρις· καὶ γὰρ ὅστις γυναῖκα ὑβρίζει τὴν σήν, εἰς σὲ
20ὑβρίζει, καὶ ὅστις παῖδα καὶ φίλον καὶ ὅστις γε οἰκέτην. πλὴν γὰρ περὶ πραγμάτων οὕτως ἔχει σοι· ἐπεὶ τὸ ἐς πρᾶγμα ὑβρίζειν λέλεκται, οἷον ἐς τὴν παροιμίαν, ὡς ὁ Πλάτων φησὶν ἐν τῷ Συμποσίῳ.
24ΣΟΦΙΣΤΗΣ
25Κατανοῶ τὸ διάφορον.36
25ΛΟΥΚΙΑΝΟΣ Ἆρ’ οὖν καὶ τοῦτο κατανοεῖς, ὅτι τὸ ταῦτα ὑπαλλάττειν σολοικίζειν καλοῦσιν;
27ΣΟΦΙΣΤΗΣ Ἀλλὰ νῦν εἴσομαι.
28ΛΟΥΚΙΑΝΟΣ Αὐτὸ δὲ τὸ ἐναλλάττειν;
29ΣΟΦΙΣΤΗΣ
30Ἐμοὶ μὲν ταὐτὸν λέγειν δόξει.
30ΛΟΥΚΙΑΝΟΣ Καὶ πῶς ἂν εἴη ταὐτὸν τῷ ὑπαλλάττειν τὸ ἐναλλάττειν, εἴπερ τὸ μὲν ἑτέρου πρὸς ἕτερον γίγνεται, τοῦ μὴ ὀρθοῦ πρὸς τὸ ὀρθόν, τὸ δὲ τοῦ μὴ ὄντος πρὸς τὸ ὄν;
34ΣΟΦΙΣΤΗΣ
35 Κατέμαθον ὅτι τὸ μὲν ὑπαλλάττειν τὸ μὴ κύριον ἀντὶ τοῦ κυρίου λέγειν ἐστίν, τὸ δ’ ἐναλ‐ λάττειν ποτὲ μὲν τῷ κυρίῳ, ποτὲ δὲ τῷ μὴ κυρίῳ
χρῆσθαι.38
38ΛΟΥΚΙΑΝΟΣ Ἔχει τινὰ καὶ ταῦτα κατανόησιν οὐκ ἄχαριν,
40τὸ δὲ σπουδάζειν πρός τινα τὴν οἰκείαν ὠφέλειαν τοῦ σπουδάζοντος ἐμφαίνει, τὸ δὲ περί τινα τὴν ἐκείνου περὶ ὃν σπουδάζει. καὶ ταῦτα ἴσως μὲν ὑποσυγκέχυται, ἴσως δὲ καὶ ἀκριβοῦται παρά τισι· βέλτιον δὲ τὸ ἀκριβοῦν ἑκάστῳ.
44ΣΟΦΙΣΤΗΣ
45Ὀρθῶς γὰρ λέγεις.
45ΛΟΥΚΙΑΝΟΣ
Soloec
.

11

Τό γε μὴν καθέζεσθαι τοῦ καθίζειν καὶ τὸ κάθισον τοῦ κάθησο ἆρ’ οἶσθ’ ὅτι διενήνοχεν;
2ΣΟΦΙΣΤΗΣ Οὐκ οἶδα. τὸ καθέσθητι ἤκουόν σου λέγοντος ὡς ἔστιν ἔκφυλον.
4ΛΟΥΚΙΑΝΟΣ
5 Καὶ ὀρθῶς γε ἤκουσας. ἀλλὰ τὸ κάθισον τοῦ κάθησο διαφέρειν φημί.
6ΣΟΦΙΣΤΗΣ
Καὶ τῷ ποτ’ ἂν εἴη διαφέρον;40
7ΛΟΥΚΙΑΝΟΣ Τῷ τὸ μὲν πρὸς τὸν ἑστῶτα λέγεσθαι, τὸ κά‐ θισον, τὸ δὲ πρὸς τὸν καθεζόμενον·
10
ἧσο, ξεῖν’, ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην, ἀντὶ τοῦ μένε καθεζόμενος. πάλιν οὖν εἰρήσθω ὅτι τὸ ταῦτα παραλλάττειν ἁμαρτάνειν ἐστί. τὸ δὲ καθίζω τοῦ καθέζομαι ἆρά σοι δοκεῖ μικρῷ τινι διαφέρειν; εἴπερ τὸ μὲν καὶ ἕτερον δρῶμεν,
15τὸ καθίζειν λέγω, τὸ δὲ μόνους ἡμᾶς αὐτούς, τὸ καθέζεσθαι.
16ΣΟΦΙΣΤΗΣ
Soloec
.

12

Καὶ ταῦτα ἱκανῶς διελήλυθας, καὶ δεῖ δέ γε οὕτω σε προδιδάσκειν.
2ΛΟΥΚΙΑΝΟΣ Ἑτέρως γὰρ λέγοντος οὐ κατανοεῖς; οὐκ οἶσθα οἷόν ἐστι ξυγγραφεὺς ἀνήρ;
5...42
5ΣΟΦΙΣΤΗΣ Πάνυ οἶδα νῦν γέ σου ἀκούσας ταῦτα λέγοντος.
6ΛΟΥΚΙΑΝΟΣ Ἐπεὶ καὶ τὸ καταδουλοῦν σὺ μὲν ἴσως ταὐτὸν τῷ καταδουλοῦσθαι νενόμικας, ἐγὼ δὲ οἶδα δια‐ φορὰν οὐκ ὀλίγην ἔχον.
9ΣΟΦΙΣΤΗΣ
10Τίνα ταύτην;
10ΛΟΥΚΙΑΝΟΣ Ὅτι τὸ μὲν ἑτέρῳ, τὸ καταδουλοῦν, 〈τὸ〉 δ’ ἑαυτῷ γίγνεται.
12ΣΟΦΙΣΤΗΣ Καλῶς λέγεις.
13ΛΟΥΚΙΑΝΟΣ Καὶ ἄλλα δέ σοι πολλὰ ὑπάρχει μανθάνειν,
15εἴπερ μὴ αὐτὸς εἰδέναι οὐκ εἰδὼς δόξεις.
15ΣΟΦΙΣΤΗΣ Ἀλλ’ οὐκ ἂν δόξαιμι.
16ΛΟΥΚΙΑΝΟΣ Οὐκοῦν τὰ λοιπὰ εἰσαῦθις ἀναβαλώμεθα, νῦν
δὲ διαλύσωμεν τὸν διάλογον.44