TLG 0062 069 :: LUCIANUS :: Dialogi meretricii

LUCIANUS Soph.
(Samosatenus: A.D. 2)

Scholia: Cf. SCHOLIA IN LUCIANUM (5029)

Dialogi meretricii

Source: Macleod, M.D. (ed.), Lucian, vol. 7. Cambridge, Mass.: Harvard University Press, 1961: 356–466.

Citation: Dialogue — section — (line)

D Meretr
.

t

1

ΕΤΑΙΡΙΚΟΙ ΔΙΑΛΟΓΟΙ
D Meretr
.

1

t

ΓΛΥΚΕΡΑ ΚΑΙ ΘΑΙΣ
D Meretr
.

1

.

1

ΓΛΥΚΕΡΑ
1 Τὸν στρατιώτην, Θαΐ, τὸν Ἀκαρνᾶνα, ὃς πάλαι μὲν Ἀβρότονον εἶχε, μετὰ ταῦτα δὲ ἠράσθη ἐμοῦ, τὸν εὐπάρυφον λέγω, τὸν ἐν τῇ χλαμύδι, οἶσθα αὐτόν, ἢ ἐπιλέλησαι τὸν ἄνθρωπον;
4ΘΑΙΣ
5 Οὔκ, ἀλλὰ οἶδα, ὦ Γλυκέριον, καὶ συνέπιε μεθ’ ἡμῶν πέρυσιν ἐν τοῖς Ἁλώοις. τί δὲ τοῦτο; ἐῴκεις γάρ τι περὶ αὐτοῦ διηγεῖσθαι.
7ΓΛΥΚΕΡΑ Γοργόνα αὐτὸν ἡ παμπόνηρος, φίλη δοκοῦσα εἶναι, ἀπέσπασεν ἀπ’ ἐμοῦ ὑπαγαγοῦσα.
9ΘΑΙΣ
10 Καὶ νῦν σοὶ μὲν ἐκεῖνος οὐ πρόσεισι, Γορ‐ γόναν δὲ ἑταίραν πεποίηται;
11ΓΛΥΚΕΡΑ Ναί, ὦ Θαΐ, καὶ τὸ πρᾶγμα οὐ μετρίως μου
ἥψατο.356
13ΘΑΙΣ Πονηρὸν μέν, ὦ Γλυκέριον, οὐκ ἀδόκητον δέ,
15ἀλλ’ εἰωθὸς γίγνεσθαι ὑφ’ ἡμῶν τῶν ἑταιρῶν. οὔκουν χρὴ οὔτε ἀνιᾶσθαι ἄγαν οὔτε μέμφεσθαι τῇ Γοργόνῃ· οὐδὲ γὰρ σὲ Ἀβρότονον ἐπ’ αὐτῷ πρότε‐ ρον ἐμέμψατο, καίτοι φίλαι ἦτε.
D Meretr
.

1

.

2

ἀτὰρ ἐκεῖνο θαυμάζω, τί καὶ ἐπῄνεσεν αὐτῆς ὁ στρατιώτης οὗτος, ἐκτὸς εἰ μὴ παντάπασι τυφλός ἐστιν, ὃς οὐχ ὡράκει τὰς μὲν τρίχας αὐτὴν ἀραιὰς ἔχουσαν καὶ
5ἐπὶ πολὺ τοῦ μετώπου ἀπηγμένας· τὰ χείλη δὲ πελιδνὰ καὶ τράχηλος λεπτὸς καὶ ἐπίσημοι ἐν αὐτῷ αἱ φλέβες καὶ ῥὶς μακρά. ἓν μόνον, εὐμήκης ἐστὶ καὶ ὀρθὴ καὶ μειδιᾷ πάνυ ἐπαγωγόν.
8ΓΛΥΚΕΡΑ Οἴει γάρ, ὦ Θαΐ, τῷ κάλλει ἠρᾶσθαι τὸν Ἀκαρνᾶνα;
10οὐκ οἶσθα ὡς φαρμακὶς ἡ Χρυσάριόν ἐστιν ἡ μή‐ τηρ αὐτῆς, Θεσσαλάς τινας ᾠδὰς ἐπισταμένη καὶ τὴν σελήνην κατάγουσα; φασὶ δὲ αὐτὴν καὶ πέτε‐ σθαι τῆς νυκτός· ἐκείνη ἐξέμηνε τὸν ἄνθρωπον πιεῖν τῶν φαρμάκων ἐγχέασα, καὶ νῦν τρυγῶσιν αὐτόν.
14ΘΑΙΣ
15 Καὶ σὺ ἄλλον, ὦ Γλυκέριον, τρυγήσεις, τοῦτον δὲ χαίρειν ἔα.
D Meretr
.

2

t

ΜΥΡΤΙΟΝ ΚΑΙ ΠΑΜΦΙΛΟΣ ΚΑΙ ΔΩΡΙΣ
D Meretr
.

2

.

1

ΜΥΡΤΙΟΝ
1Γαμεῖς, ὦ Πάμφιλε, τὴν Φίλωνος τοῦ
ναυκλήρου θυγατέρα καὶ ἤδη σε γεγαμηκέναι φασίν; οἱ τοσοῦτοι δὲ ὅρκοι οὓς ὤμοσας καὶ τὰ δάκρυα ἐν ἀκαρεῖ πάντα οἴχεται, καὶ ἐπιλέλη‐358
5σαι Μυρτίου νῦν, καὶ ταῦτα, ὦ Πάμφιλε, ὁπότε κύω μῆνα ὄγδοον ἤδη; τοῦτο γοῦν καὶ μόνον ἐπριάμην τοῦ σοῦ ἔρωτος, ὅτι μου τηλικαύτην πεποίηκας τὴν γαστέρα καὶ μετὰ μικρὸν παιδοτρο‐ φεῖν δεήσει, πρᾶγμα ἑταίρᾳ βαρύτατον· οὐ γὰρ
10ἐκθήσω τὸ τεχθέν, καὶ μάλιστα εἰ ἄρρεν γένοιτο, ἀλλὰ Πάμφιλον ὀνομάσασα ἐγὼ μὲν ἕξω παραμύ‐ θιον τοῦ ἔρωτος, σοὶ δὲ ὀνειδιεῖ ποτε ἐκεῖνος, ὡς ἄπιστος γεγένησαι περὶ τὴν ἀθλίαν αὐτοῦ μητέρα. γαμεῖς δ’ οὐ καλὴν παρθένον· εἶδον γὰρ αὐτὴν
15ἔναγχος ἐν τοῖς Θεσμοφορίοις μετὰ τῆς μητρός, οὐδέπω εἰδυῖα ὅτι δι’ αὐτὴν οὐκέτι ὄψομαι Πάμφιλον. καὶ σὺ δ’ οὖν πρότερον ἰδοῦ αὐτὴν καὶ τὸ πρόσωπον καὶ τοὺς ὀφθαλμοὺς ἰδέ· μή σε ἀνιάτω, εἰ πάνυ γλαυκοὺς ἔχει αὐτοὺς μηδὲ ὅτι διάστροφοί εἰσι καὶ
20ἐς ἀλλήλους ὁρῶσι· μᾶλλον δὲ τὸν Φίλωνα ἑώρακας τὸν πατέρα τῆς νύμφης, τὸ πρόσωπον αὐτοῦ οἶσθα, ὥστε οὐδὲν ἔτι δεήσει τὴν θυγατέρα ἰδεῖν.
22ΠΑΜΦΙΛΟΣ
D Meretr
.

2

.

2

Ἔτι σου ληρούσης, ὦ Μύρτιον, ἀκούσομαι παρθένους καὶ γάμους ναυκληρικοὺς διεξιούσης; ἐγὼ δὲ ἢ σιμήν τινα ἢ καλὴν νύμφην οἶδα; ἢ ὅτι Φίλων ὁ Ἀλωπεκῆθεν—οἶμαι γὰρ ἐκεῖνον λέγειν
5σε—θυγατέρα ὅλως εἶχεν ὡραίαν ἤδη γάμου; ἀλλ’ οὐδὲ φίλος ἐστὶν οὗτος τῷ πατρί· μέμνημαι γὰρ ὡς πρῴην ἐδικάσατο περὶ συμβολαίου· τάλαντον,
οἶμαι, ὀφείλων γὰρ τῷ πατρὶ οὐκ ἤθελεν ἐκτίνειν, ὁ δὲ παρὰ τοὺς ναυτοδίκας ἀπήγαγεν αὐτόν, καὶ360
10μόλις ἐξέτισεν αὐτό, οὐδ’ ὅλον, ὡς ὁ πατὴρ ἔφασκεν. εἰ δὲ καὶ γαμεῖν ἐδέδοκτό μοι, τὴν Δημέου θυγατέρα τὴν τοῦ πέρυσιν ἐστρατηγηκότος ἀφείς, καὶ ταῦτα πρὸς μητρὸς ἀνεψιὰν οὖσαν, τὴν Φίλωνος ἐγάμουν ἄν; σὺ δὲ πόθεν ταῦτα ἤκουσας; ἢ τίνας σεαυτῇ,
15ὦ Μύρτιον, κενὰς ζηλοτυπίας σκιαμαχοῦσα ἐξεῦρες;
15ΜΥΡΤΙΟΝ
D Meretr
.

2

.

3

Οὐκοῦν οὐ γαμεῖς, ὦ Πάμφιλε;
1ΠΑΜΦΙΛΟΣ Μέμηνας, ὦ Μύρτιον, ἢ κραιπαλᾷς; καίτοι χθὲς οὐ πάνυ ἐμεθύσθημεν.
3ΜΥΡΤΙΟΝ Ἡ Δωρὶς αὕτη ἐλύπησέ με· πεμφθεῖσα γὰρ ὡς
5ἔρια ὠνήσαιτό μοι ἐπὶ τὴν γαστέρα καὶ εὔξαιτο τῇ Λοχείᾳ ὡς ὑπὲρ ἐμοῦ, Λεσβίαν ἔφη ἐντυχοῦσαν αὐτῇ—μᾶλλον δὲ σὺ αὐτῷ, ὦ Δωρί, λέγε ἅπερ ἀκήκοας, εἴ γε μὴ ἐπλάσω ταῦτα.
8ΔΩΡΙΣ Ἀλλ’ ἐπιτριβείην, ὦ δέσποινα, εἴ τι ἐψευσάμην·
10ἐπεὶ γὰρ κατὰ τὸ πρυτανεῖον ἐγενόμην, ἐνέτυχέ μοι ἡ Λεσβία μειδιῶσα καὶ φησίν, Ὁ ἐραστὴς ὑμῶν ὁ Πάμφιλος γαμεῖ τὴν Φίλωνος θυγατέρα· εἰ δὲ ἀπιστοίην, ἠξίου με παρακύψασαν ἐς τὸν στενωπὸν ὑμῶν ἰδεῖν πάντα κατεστεφανωμένα καὶ αὐλητρί‐
15δας καὶ θόρυβον καὶ ὑμέναιον ᾄδοντάς τινας.362
15ΠΑΜΦΙΛΟΣ Τί οὖν; παρέκυψας, ὦ Δωρί;
16ΔΩΡΙΣ Καὶ μάλα, καὶ εἶδον ἅπαντα ὡς ἔφη.
17ΠΑΜΦΙΛΟΣ
D Meretr
.

2

.

4

Μανθάνω τὴν ἀπάτην· οὐ γὰρ πάντα ἡ Λεσβία, ὦ Δωρί, πρὸς σὲ ἐψεύσατο καὶ σὺ τἀληθῆ ἀπήγγελκας Μυρτίῳ. πλὴν μάτην γε ἐταράχθητε· οὔτε γὰρ παρ’ ἡμῖν οἱ γάμοι, ἀλλὰ νῦν ἀνεμνήσθην
5ἀκούσας τῆς μητρός, ὁπότε χθὲς ἀνέστρεψα παρ’ ὑμῶν· ἔφη γάρ, Ὦ Πάμφιλε, ὁ μὲν ἡλικιώτης σοι Χαρμίδης τοῦ γείτονος Ἀρισταινέτου υἱὸς γαμεῖ ἤδη καὶ σωφρονεῖ, σὺ δὲ μέχρι τίνος ἑταίρᾳ σύνει; τοιαῦτα παρακούων αὐτῆς ἐς ὕπνον κατηνέχθην·
10εἶτα ἕωθεν προῆλθον ἀπὸ τῆς οἰκίας, ὥστε οὐδὲν εἶδον ὧν ἡ Δωρὶς ὕστερον εἶδεν. εἰ δὲ ἀπιστεῖς, αὖθις ἀπελθοῦσα, ὦ Δωρί, ἀκριβῶς ἰδὲ μὴ τὸν στενωπόν, ἀλλὰ τὴν θύραν, ποτέρα ἐστὶν ἡ κατεστεφανωμένη· εὑρήσεις γὰρ τὴν τῶν γειτ‐
15όνων.
15ΜΥΡΤΙΟΝ Ἀπέσωσας, ὦ Πάμφιλε· ἀπηγξάμην γὰρ ἄν, εἴ τι τοιοῦτο ἐγένετο.
17ΠΑΜΦΙΛΟΣ Ἀλλ’ οὐκ ἂν ἐγένετο, μηδ’ οὕτω μανείην, ὡς ἐκλαθέσθαι Μυρτίου, καὶ ταῦτα ἤδη μοι κυούσης
20παιδίον.364
D Meretr
.

3

t

ΜΗΤΗΡ ΚΑΙ ΦΙΛΙΝΝΑ
D Meretr
.

3

.

1

ΜΗΤΗΡ
1 Ἐμάνης, ὦ Φίλιννα, ἢ τί ἔπαθες ἐν τῷ ξυμποσίῳ χθές; ἧκε γὰρ παρ’ ἐμὲ Δίφιλος ἕωθεν δακρύων καὶ διηγήσατό μοι ἃ ἔπαθεν ὑπὸ σοῦ· μεμεθύσθαι γάρ σε καὶ ἐς τὸ μέσον ἀναστᾶσαν
5ὀρχήσασθαι αὐτοῦ διακωλύοντος καὶ μετὰ ταῦτα φιλῆσαι Λαμπρίαν τὸν ἑταῖρον αὐτοῦ, καὶ ἐπεὶ ἐχαλέπηνέ σοι, καταλιποῦσαν αὐτὸν ἀπελθεῖν πρὸς τὸν Λαμπρίαν καὶ περιβαλεῖν ἐκεῖνον, ἑαυτὸν δὲ ἀποπνίγεσθαι τούτων γιγνομένων. ἀλλ’ οὐδὲ τῆς
10νυκτός, οἶμαι, συνεκάθευδες, καταλιποῦσα δὲ δακρύοντα μόνη ἐπὶ τοῦ πλησίον σκίμποδος κατέ‐ κεισο ᾄδουσα καὶ λυποῦσα ἐκεῖνον.
12ΦΙΛΙΝΝΑ
D Meretr
.

3

.

2

Τὰ γὰρ αὑτοῦ σοι, ὦ μῆτερ, οὐ διηγήσατο· οὐ γὰρ ἂν συνηγόρευες αὐτῷ ὑβριστῇ ὄντι, ὃς ἐμοῦ ἀφέμενος ἐκοινολογεῖτο Θαΐδι τῇ Λαμπρίου ἑταίρᾳ, μηδέπω ἐκείνου παρόντος· ἐπεὶ δὲ χαλεπαίνουσαν
5εἶδέ με καὶ διένευσα αὐτῷ οἷα ποιεῖ, τοῦ ὠτὸς ἄκρου ἐφαψάμενος ἀνακλάσας τὸν αὐχένα τῆς Θαΐδος ἐφίλησεν οὕτω προσφυῶς, ὥστε μόλις ἀπέσπασε τὰ χείλη, εἶτ’ ἐγὼ μὲν ἐδάκρυον, ὁ δὲ ἐγέλα καὶ πρὸς τὴν Θαΐδα πολλὰ πρὸς τὸ οὖς
10ἔλεγε κατ’ ἐμοῦ δηλαδή, καὶ ἡ Θαῒς ἐμειδίασε
βλέπουσα πρὸς ἐμέ. ὡς δὲ προσιόντα ᾔσθοντο τὸν Λαμπρίαν καὶ ἐκορέσθησάν ποτε φιλοῦντες ἀλλή‐ λους, ἐγὼ μὲν ὅμως παρ’ αὐτὸν κατεκλίθην, ὡς μὴ καὶ τοῦτο προφασίζοιτο ὕστερον, ἡ Θαῒς δὲ366
15ἀναστᾶσα ὠρχήσατο πρώτη ἀπογυμνοῦσα ἐπὶ πολὺ τὰ σφυρὰ ὡς μόνη καλὰ ἔχουσα, καὶ ἐπειδὴ ἐπαύσατο, ὁ Λαμπρίας μὲν ἐσίγα καὶ εἶπεν οὐδέν, Δίφιλος δὲ ὑπερεπῄνει τὸ εὔρυθμον καὶ τὸ κεχορηγημένον, καὶ ὅτι εὖ πρὸς τὴν κιθάραν ὁ ποὺς καὶ τὸ σφυρὸν ὡς
20καλὸν καὶ ἄλλα μυρία, καθάπερ τὴν Καλάμιδος Σω‐ σάνδραν ἐπαινῶν, ἀλλ’ οὐχὶ Θαΐδα, ἣν καὶ σὺ οἶσθα συλλουομένην ἡμῖν οἵα ἐστί. Θαῒς δὲ οἷα καὶ ἔσκωψεν εὐθὺς ἐς ἐμέ· Εἰ γάρ τις, ἔφη, μὴ αἰσχύνεται λεπτὰ ἔχουσα τὰ σκέλη, ὀρχήσεται καὶ
25αὐτὴ ἐξαναστᾶσα. τί ἂν λέγοιμι, ὦ μῆτερ; ἀνέστην γὰρ καὶ ὠρχησάμην. ἀλλὰ τί ἔδει ποιεῖν; ἀνασχέ‐ σθαι καὶ ἐπαληθεύειν τὸ σκῶμμα καὶ τὴν Θαΐδα ἐᾶν τυραννεῖν τοῦ συμποσίου;
28ΜΗΤΗΡ
D Meretr
.

3

.

3

Φιλοτιμότερον μέν, ὦ θύγατερ· οὐδὲ φρον‐ τίζειν γὰρ ἐχρῆν· λέγε δ’ ὅμως τὰ μετὰ ταῦτα.
2ΦΙΛΙΝΝΑ Οἱ μὲν οὖν ἄλλοι ἐπῄνουν, ὁ Δίφιλος δὲ μόνος ὕπτιον καταβαλὼν ἑαυτὸν ἐς τὴν ὀροφὴν ἀνέβλεπεν,
5ἄχρις δὴ καμοῦσα ἐπαυσάμην.
5ΜΗΤΗΡ Τὸ φιλῆσαι δὲ τὸν Λαμπρίαν ἀληθὲς ἦν καὶ τὸ μεταβᾶσαν περιπλέκεσθαι αὐτῷ; τί σιγᾷς; οὐκέτι
γὰρ ταῦτα συγγνώμης ἄξια.368
8ΦΙΛΙΝΝΑ Ἀντιλυπεῖν ἐβουλόμην αὐτόν.
9ΜΗΤΗΡ
10 Εἶτα οὐδὲ συνεκάθευδες, ἀλλὰ καὶ ᾖδες ἐκείνου δακρύοντος; οὐκ αἰσθάνῃ, ὦ θύγατερ, ὅτι πτωχαί ἐσμεν, οὐδὲ μέμνησαι ὅσα παρ’ αὐτοῦ ἐλάβομεν ἢ οἷον δὴ τὸν πέρυσι χειμῶνα διηγάγομεν ἄν, εἰ μὴ τοῦτον ἡμῖν ἡ Ἀφροδίτη ἔπεμψε;
14ΦΙΛΙΝΝΑ
15 Τί οὖν; ἀνέχωμαι διὰ τοῦτο ὑβριζομένη ὑπ’ αὐτοῦ;
16ΜΗΤΗΡ Ὀργίζου μέν, μὴ ἀνθύβριζε δέ. οὐκ οἶσθα ὅτι ὑβριζόμενοι παύονται οἱ ἐρῶντες καὶ ἐπιτιμῶσιν ἑαυτοῖς; σὺ δὲ πάνυ χαλεπὴ ἀεὶ τῷ ἀνθρώπῳ
20γεγένησαι, καὶ ὅρα μὴ κατὰ τὴν παροιμίαν ἀπορ‐ ρήξωμεν πάνυ τείνουσαι τὸ καλῴδιον.
D Meretr
.

4

t

ΜΕΛΙΤΤΑ ΚΑΙ ΒΑΚΧΙΣ
D Meretr
.

4

.

1

ΜΕΛΙΤΤΑ
1 Εἴ τινα οἶσθα, Βακχί, γραῦν, οἷαι πολλαὶ Θετταλαὶ λέγονται ἐπᾴδουσαι καὶ ἐρασμίους ποιοῦ‐ σαι, εἰ καὶ πάνυ μισουμένη γυνὴ τυγχάνοι, οὕτως
ὄναιο, παραλαβοῦσα ἧκέ μοι· θαἰμάτια γὰρ καὶ τὰ370
5χρυσία ταῦτα προείμην ἡδέως, εἰ μόνον ἴδοιμι ἐπ’ ἐμὲ αὖθις ἀναστρέψαντα Χαρῖνον μισήσαντα Σιμίχην ὡς νῦν ἐμέ.
7ΒΑΚΧΙΣ Τί φῄς; οὐκέτι σύνεστε—ἀλλὰ παρὰ τὴν Σιμίχην, ὦ Μέλιττα, καταλιπὼν οἴχεται Χαρῖνος—δι’ ἣν
10τοσαύτας ὀργὰς τῶν γονέων ἠνέσχετο οὐ βουληθεὶς τὴν πλουσίαν ἐκείνην γῆμαι πέντε προικὸς τάλαντα, ὡς ἔλεγον, ἐπιφερομένην; πέπυσμαι γὰρ ταῦτά σου ἀκούσασα.
13ΜΕΛΙΤΤΑ Ἅπαντα ἐκεῖνα οἴχεται, ὦ Βακχί, καὶ πέμπτην
15ταύτην ἡμέραν οὐδ’ ἑώρακα ὅλως αὐτόν, ἀλλὰ πίνουσι παρὰ τῷ συνεφήβῳ Παμμένει αὐτός τε καὶ Σιμίχη.
17ΒΑΚΧΙΣ
D Meretr
.

4

.

2

Δεινά, ὦ Μέλιττα, πέπονθας. ἀλλὰ τί καὶ ὑμᾶς διέστησεν; ἔοικε γὰρ οὐ μικρὸν τοῦτ’ εἶναι.
2ΜΕΛΙΤΤΑ Τὸ μὲν ὅλον οὐδὲ εἰπεῖν ἔχω· πρῴην δὲ ἀνελ‐ θὼν ἐκ Πειραιῶς—κατεληλύθει γάρ, οἶμαι, χρέος
5ἀπαιτήσων πέμψαντος τοῦ πατρός—οὔτε προσέβλε‐ ψεν ἐσελθὼν οὔτε προσήκατο ὡς ἔθος προσδραμοῦ‐ σαν, ἀποσεισάμενος δὲ περιπλακῆναι θέλουσαν, Ἄπιθι, φησί, πρὸς τὸν ναύκληρον Ἑρμότιμον ἢ τὰ ἐπὶ τῶν τοίχων γεγραμμένα ἐν Κεραμεικῷ ἀνά‐
10γνωθι, ὅπου κατεστηλίτευται ὑμῶν τὰ ὀνόματα.
Τίνα Ἑρμότιμον, τίνα, ἔφην, ἢ ποίαν στήλην λέγεις; ὁ δὲ οὐδὲν ἀποκρινάμενος οὐδὲ δειπνήσας ἐκάθευδεν ἀποστραφείς. πόσα οἴει ἐπὶ τούτῳ μεμηχανῆ‐ σθαί με περιλαμβάνουσαν, ἐπιστρέφουσαν, φι‐372
15λοῦσαν ἀπεστραμμένου τὸ μετάφρενον; ὁ δ’ οὐδ’ ὁπωστιοῦν ὑπεμαλάχθη, ἀλλ’ Εἴ μοι, φησίν, ἐπὶ πλέον ἐνοχλήσεις, ἄπειμι ἤδη, εἰ καὶ μέσαι νύκτες εἰσίν.
18ΒΑΚΧΙΣ
D Meretr
.

4

.

3

Ὅμως ᾔδεις τὸν Ἑρμότιμον;
1ΜΕΛΙΤΤΑ Ἀλλά με ἴδοις, ὦ Βακχί, ἀθλιώτερον διάγουσαν ἢ νῦν ἔχω, εἴ τινα ἐγὼ ναύκληρον Ἑρμότιμον οἶδα. πλὴν ἀλλ’ ὁ μὲν ἕωθεν ἀπεληλύθει τοῦ ἀλεκτρυόνος
5ᾄσαντος εὐθὺς ἀνεγρόμενος, ἐγὼ δὲ ἐμεμνήμην ὅτι κατὰ τοίχου τινὸς ἔλεγε καταγεγράφθαι τοὔνομα ἐν Κεραμεικῷ· ἔπεμψα οὖν Ἀκίδα κατασκεψομένην· ἡ δ’ ἄλλο μὲν οὐδὲν εὗρε, τοῦτο δὲ μόνον ἐπιγε‐ γραμμένον ἐσιόντων ἐπὶ τὰ δεξιὰ πρὸς τῷ Διπύλῳ,
10Μέλιττα φιλεῖ Ἑρμότιμον, καὶ μικρὸν αὖθις ὑποκάτω, Ὁ ναύκληρος Ἑρμότιμος φιλεῖ Μέλιτ‐ ταν.
12ΒΑΚΧΙΣ Ὢ τῶν περιέργων νεανίσκων. συνίημι γάρ. λυπῆσαί τις θέλων τὸν Χαρῖνον ἐπέγραψε ζηλότυπον
15ὄντα εἰδώς· ὁ δὲ αὐτίκα ἐπίστευσεν. εἰ δέ που ἴδοιμι αὐτόν, διαλέξομαι. ἄπειρός ἐστι καὶ παῖς
ἔτι.374
17ΜΕΛΙΤΤΑ Ποῦ δ’ ἂν ἴδοις ἐκεῖνον, ὃς ἐγκλεισάμενος ἑαυτὸν σύνεστι τῇ Σιμίχῃ; οἱ γονεῖς δὲ ἔτι παρ’
20ἐμοὶ ζητοῦσιν αὐτόν. ἀλλ’ εἴ τινα εὕροιμεν ὦ Βακχί, γραῦν, ὡς ἔφην· ἀποσώσει γὰρ ἂν φανεῖσα.
21ΒΑΚΧΙΣ
D Meretr
.

4

.

4

Ἔστιν, ὦ φιλτάτη, ὅτι χρησίμη φαρμακίς, Σύρα τὸ γένος, ὠμὴ ἔτι καὶ συμπεπηγυῖα, ἥ μοί ποτε Φανίαν χαλεπαίνοντα κἀκεῖνον εἰκῆ, ὥσπερ Χαρῖνος, διήλλαξε μετὰ μῆνας ὅλους τέτταρας, ὅτε
5ἐγὼ μὲν ἤδη ἀπεγνώκειν, ὁ δὲ ὑπὸ τῶν ἐπῳδῶν ἧκεν αὖθις ἐπ’ ἐμέ.
6ΜΕΛΙΤΤΑ Τί δὲ ἔπραξεν ἡ γραῦς, εἴπερ ἔτι μέμνησαι;
7ΒΑΚΧΙΣ Λαμβάνει μὲν οὐδὲ πολύν, ὦ Μέλιττα, τὸν μισθόν, ἀλλὰ δραχμὴν καὶ ἄρτον· ἐπικεῖσθαι δὲ
10δεῖ μετὰ τῶν ἁλῶν καὶ ὀβολοὺς ἑπτὰ καὶ θεῖον καὶ δᾷδα. ταῦτα δὲ ἡ γραῦς λαμβάνει, καὶ κρατῆρα κεκερᾶσθαι δεῖ καὶ πίνειν ἐκείνην μόνην. δεήσει αὐτοῦ μέντοι 〈τι〉 τοῦ ἀνδρὸς εἶναι, οἷον ἱμάτια ἢ κρηπῖδας ἢ ὀλίγας τῶν τριχῶν ἤ τι τῶν τοιούτων.
14ΜΕΛΙΤΤΑ
15Ἔχω τὰς κρηπῖδας αὐτοῦ.
15ΒΑΚΧΙΣ
D Meretr
.

4

.

5

Ταύτας κρεμάσασα ἐκ παττάλου ὑποθυμιᾷ τῷ
θείῳ, πάττουσα καὶ τῶν ἁλῶν ἐπὶ τὸ πῦρ· ἐπιλέγει δὲ ἀμφοῖν τὰ ὀνόματα καὶ τὸ ἐκείνου καὶ τὸ σόν. εἶτα ἐκ τοῦ κόλπου προκομίσασα ῥόμβον376
5ἐπιστρέφει ἐπῳδήν τινα λέγουσα ἐπιτρόχῳ τῇ γλώττῃ, βαρβαρικὰ καὶ φρικώδη ὀνόματα. ταῦτα ἐποίησε τότε. καὶ μετ’ οὐ πολὺ Φανίας, ἅμα καὶ τῶν συνεφήβων ἐπιτιμησάντων αὐτῷ καὶ τῆς Φοιβίδος, ᾗ συνῆν, πολλὰ αἰτούσης, ἧκέ μοι, τὸ
10πλέον ὑπὸ τῆς ἐπῳδῆς ἀγόμενος. ἔτι δὲ καὶ τοῦτό με σφόδρα κατὰ τῆς Φοιβίδος τὸ μίσηθρον ἐδιδά‐ ξατο, τηρήσασαν τὸ ἴχνος, ἐπὰν ἀπολίποι, ἀμαυρ‐ ώσασαν ἐπιβῆναι μὲν τῷ ἀριστερῷ ἐκείνης τὸν ἐμὸν δεξιόν. τῷ δεξιῷ δὲ τὸν ἀριστερὸν ἔμπαλιν
15καὶ λέγειν, Ἐπιβέβηκά σοι καὶ ὑπεράνω εἰμί· καὶ ἐποίησα ὡς προσέταξε.
16ΜΕΛΙΤΤΑ Μὴ μέλλε, μὴ μέλλε, ὦ Βακχί, κάλει ἤδη τὴν Σύραν. σὺ δέ, ὦ Ἀκί, τὸν ἄρτον καὶ τὸ θεῖον καὶ τὰ ἄλλα πάντα πρὸς τὴν ἐπῳδὴν εὐτρέπιζε.
D Meretr
.

5

t

ΚΛΩΝΑΡΙΟΝ ΚΑΙ ΛΕΑΙΝΑ
D Meretr
.

5

.

1

ΚΛΩΝΑΡΙΟΝ
1 Καινὰ περὶ σοῦ ἀκούομεν, ὦ Λέαινα, τὴν Λεσβίαν Μέγιλλαν τὴν πλουσίαν ἐρᾶν σου ὥσπερ ἄνδρα καὶ συνεῖναι ὑμᾶς οὐκ οἶδ’ ὅ τι ποιούσας μετ’ ἀλλήλων. τί τοῦτο; ἠρυθρίασας; ἀλλ’ εἰπὲ
5εἰ ἀληθῆ ταῦτά ἐστιν.378
5ΛΕΑΙΝΑ Ἀληθῆ, ὦ Κλωνάριον· αἰσχύνομαι δέ, ἀλλόκο‐ τον γάρ τί ἐστι.
7ΚΛΩΝΑΡΙΟΝ Πρὸς τῆς κουροτρόφου τί τὸ πρᾶγμα, ἢ τί βούλεται ἡ γυνή; τί δὲ καὶ πράττετε, ὅταν συνῆτε;
10ὁρᾷς; οὐ φιλεῖς με· οὐ γὰρ ἂν ἀπεκρύπτου τὰ τοιαῦτα.
11ΛΕΑΙΝΑ Φιλῶ μέν σε, εἰ καί τινα ἄλλην. ἡ γυνὴ δὲ δεινῶς ἀνδρική ἐστιν.
13ΚΛΩΝΑΡΙΟΝ
D Meretr
.

5

.

2

Οὐ μανθάνω ὅ τι καὶ λέγεις, εἰ μή τις ἑταιρί‐ στρια τυγχάνει οὖσα· τοιαύτας γὰρ ἐν Λέσβῳ λέ‐ γουσι γυναῖκας ἀρρενωπούς, ὑπ’ ἀνδρῶν μὲν οὐκ ἐθελούσας αὐτὸ πάσχειν, γυναιξὶ δὲ αὐτὰς πλησια‐
5ζούσας ὥσπερ ἄνδρας.
5ΛΕΑΙΝΑ Τοιοῦτόν τι.
6ΚΛΩΝΑΡΙΟΝ Οὐκοῦν, ὦ Λέαινα, τοῦτο αὐτὸ καὶ διήγησαι, ὅπως μὲν ἐπείρα τὸ πρῶτον, ὅπως δὲ καὶ σὺ συνεπείσθης καὶ τὰ μετὰ ταῦτα.
9ΛΕΑΙΝΑ
10 Πότον τινὰ συγκροτοῦσα αὐτή τε καὶ Δημώνασσα ἡ Κορινθία. πλουτοῦσα δὲ καὶ αὐτὴ καὶ ὁμότεχνος
οὖσα τῇ Μεγίλλῃ, παρειλήφει κἀμὲ κιθαρίζειν αὐταῖς· ἐπεὶ δὲ ἐκιθάρισα καὶ ἀωρὶ ἦν καὶ ἔδει καθεύδειν, καὶ ἐμέθυον, Ἄγε δή, ἔφη, ὦ Λέαινα,380
15ἡ Μέγιλλα, κοιμᾶσθαι γὰρ ἤδη καλόν, ἐνταῦθα κάθευδε μεθ’ ἡμῶν μέση ἀμφοτέρων.
16ΚΛΩΝΑΡΙΟΝ Ἐκάθευδες; τὸ μετὰ ταῦτα τί ἐγένετο;
17ΛΕΑΙΝΑ
D Meretr
.

5

.

3

Ἐφίλουν με τὸ πρῶτον ὥσπερ οἱ ἄνδρες, οὐκ αὐτὸ μόνον προσαρμόζουσαι τὰ χείλη, ἀλλ’ ὑπανοί‐ γουσαι τὸ στόμα, καὶ περιέβαλλον καὶ τοὺς μα‐ στοὺς ἔθλιβον· ἡ Δημώνασσα δὲ καὶ ἔδακνε
5μεταξὺ καταφιλοῦσα· ἐγὼ δὲ οὐκ εἶχον εἰκάσαι ὅ τι τὸ πρᾶγμα εἴη. χρόνῳ δὲ ἡ Μέγιλλα ὑπόθερμος ἤδη οὖσα τὴν μὲν πηνήκην ἀφείλετο τῆς κεφαλῆς, ἐπέκειτο δὲ πάνυ ὁμοία καὶ προσφυής, καὶ ἐν χρῷ ὤφθη αὐτὴ καθάπερ οἱ σφόδρα ἀνδρώδεις τῶν
10ἀθλητῶν ἀποκεκαρμένη· καὶ ἐγὼ ἐταράχθην ἰδοῦσα. ἡ δέ, Ὦ Λέαινα, φησίν, ἑώρακας ἤδη οὕτω καλὸν νεανίσκον; Ἀλλ’ οὐχ ὁρῶ, ἔφην, ἐνταῦθα νεανίσκον, ὦ Μέγιλλα. Μὴ καταθήλυνέ με, ἔφη, Μέγιλλος γὰρ ἐγὼ λέγομαι καὶ γεγάμηκα
15πρόπαλαι ταύτην τὴν Δημώνασσαν, καὶ ἔστιν ἐμὴ γυνή. ἐγέλασα, ὦ Κλωνάριον, ἐπὶ τούτῳ καὶ ἔφην, Οὐκοῦν σύ, ὦ Μέγιλλε, ἀνήρ τις ὢν ἐλελήθεις ἡμᾶς, καθάπερ τὸν Ἀχιλλέα φασὶ κρυπτόμενον ἐν ταῖς παρθένοις, καὶ τὸ ἀνδρεῖον ἐκεῖνο ἔχεις καὶ
20ποιεῖς τὴν Δημώνασσαν ἅπερ οἱ ἄνδρες; Ἐκεῖνο
μέν, ἔφη, ὦ Λέαινα, οὐκ ἔχω· δέομαι δὲ οὐδὲ πάνυ αὐτοῦ· ἴδιον δέ τινα τρόπον ἡδίω παρὰ πολὺ ὁμιλοῦντα ὄψει με. Ἀλλὰ μὴ Ἑρμαφρόδιτος εἶ, ἔφην, οἷοι πολλοὶ εἶναι λέγονται ἀμφότερα382
25ἔχοντες; ἔτι γὰρ ἠγνόουν, ὦ Κλωνάριον, τὸ πρᾶγμα. Οὔ, φησίν, ἀλλὰ τὸ πᾶν ἀνήρ εἰμι.
D Meretr
.

5

.

4

Ἤκουσα, ἔφην ἐγώ, τῆς Βοιωτίας αὐλητρίδος Ἰσμηνοδώρας διηγουμένης τὰ ἐφέστια παρ’ αὐτοῖς, ὡς γένοιτό τις ἐν Θήβαις ἐκ γυναικὸς ἀνήρ, ὁ δ’ αὐτὸς καὶ μάντις ἄριστος, οἶμαι, Τειρε‐
5σίας τοὔνομα. μὴ οὖν καὶ σὺ τοιοῦτόν τι πέπον‐ θας; Οὔκουν, ὦ Λέαινα, ἔφη, ἀλλὰ ἐγεννήθην μὲν ὁμοία ταῖς ἄλλαις ὑμῖν, ἡ γνώμη δὲ καὶ ἡ ἐπιθυμία καὶ τἆλλα πάντα ἀνδρός ἐστί μοι. Καὶ ἱκανὴ γοῦν σοι, ἔφην, ἐπιθυμία; Πάρεχε γοῦν, ὦ Λέαινα, εἰ
10ἀπιστεῖς, ἔφη, καὶ γνώσῃ οὐδὲν ἐνδέουσάν με τῶν ἀνδρῶν· ἔχω γάρ τι ἀντὶ τοῦ ἀνδρείου. ἀλλὰ πάρεχε, ὄψει γάρ. παρέσχον, ὦ Κλωνάριον, ἱκε‐ τευούσης πολλὰ καὶ ὅρμον τινά μοι δούσης τῶν πολυτελῶν καὶ ὀθόνας τῶν λεπτῶν. εἶτ’ ἐγὼ μὲν
15ὥσπερ ἄνδρα περιελάμβανον, ἡ δὲ ἐποίει τε καὶ ἐφίλει καὶ ἤσθμαινε καὶ ἐδόκει μοι ἐς ὑπερβολὴν ἥδεσθαι.
17ΚΛΩΝΑΡΙΟΝ Τί ἐποίει, ὦ Λέαινα, ἢ τίνα τρόπον; τοῦτο γὰρ μάλιστα εἰπέ.
19ΛΕΑΙΝΑ
20Μὴ ἀνάκρινε ἀκριβῶς, αἰσχρὰ γάρ· ὥστε μὰ
τὴν οὐρανίαν οὐκ ἂν εἴποιμι.384
D Meretr
.

6

t

ΚΡΩΒΥΛΗ ΚΑΙ ΚΟΡΙΝΝΑ
D Meretr
.

6

.

1

ΚΡΩΒΥΛΗ
1 Ὦ Κόριννα, ὡς μὲν οὐ πάνυ δεινὸν ἦν, ὃ ἐνόμιζες, τὸ γυναῖκα γενέσθαι ἐκ παρθένου, μεμάθη‐ κας ἤδη, μετὰ μειρακίου μὲν ὡραίου γενομένη, μνᾶν δὲ τὸ πρῶτον μίσθωμα κομισαμένη, ἐξ ἧς
5ὅρμον αὐτίκα ὠνήσομαί σοι.
5ΚΟΡΙΝΝΑ Ναί, μαννάριον. ἐχέτω δὲ καὶ ψήφους τινὰς πυραυγεῖς οἷος ὁ Φιλαινίδος ἐστίν.
7ΚΡΩΒΥΛΗ Ἔσται τοιοῦτος. ἄκουε δὲ καὶ τἆλλα παρ’ ἐμοῦ ἅ σε χρὴ ποιεῖν καὶ ὅπως προσφέρεσθαι τοῖς
10ἀνδράσιν· ἄλλη μὲν γὰρ ἡμῖν ἀποστροφὴ τοῦ βίου οὐκ ἔστιν, ὦ θύγατερ, ἀλλὰ δύο ἔτη ταῦτα ἐξ οὗ τέθνηκεν ὁ μακαρίτης σου πατήρ, οὐκ οἶσθα ὅπως ἀπεζήσαμεν; ὅτε δὲ ἐκεῖνος ἔζη, πάντα ἦν ἡμῖν ἱκανά· ἐχάλκευε γὰρ καὶ μέγα ἦν ὄνομα
15αὐτοῦ ἐν Πειραιεῖ, καὶ πάντων ἐστὶν ἀκοῦσαι διομνυμένων ἦ μὴν μετὰ Φιλῖνον μηκέτι ἔσεσθαι ἄλλον χαλκέα. μετὰ δὲ τὴν τελευτὴν τὸ μὲν πρῶτον ἀποδομένη τὰς πυράγρας καὶ τὸν ἄκμονα καὶ σφῦραν δύο μνῶν, μῆνας ἀπὸ τούτων ἑπτὰ διετράφημεν·
20εἶτα νῦν μὲν ὑφαίνουσα, νῦν δὲ κρόκην κατάγουσα ἢ στήμονα κλώθουσα ἐποριζόμην τὰ σιτία μόλις·
ἔβοσκον δὲ σέ, ὦ θύγατερ, τὴν ἐλπίδα περιμένουσα.386
22ΚΟΡΙΝΝΑ
D Meretr
.

6

.

2

Τὴν μνᾶν λέγεις;
1ΚΡΩΒΥΛΗ Οὔκ, ἀλλὰ ἐλογιζόμην ὡς τηλικαύτη γενομένη θρέψεις μὲν ἐμέ, σεαυτὴν δὲ κατακοσμήσεις ῥᾳδίως καὶ πλουτήσεις καὶ ἐσθῆτας ἕξεις ἁλουργεῖς καὶ
5θεραπαίνας.
5ΚΟΡΙΝΝΑ Πῶς ἔφης, μῆτερ, ἢ τί λέγεις;
6ΚΡΩΒΥΛΗ Συνοῦσα μὲν τοῖς νεανίσκοις καὶ συμπίνουσα μετ’ αὐτῶν καὶ συγκαθεύδουσα ἐπὶ μισθῷ.
8ΚΟΡΙΝΝΑ Καθάπερ ἡ Δαφνίδος θυγάτηρ Λύρα;
9ΚΡΩΒΥΛΗ
10Ναί.
10ΚΟΡΙΝΝΑ Ἀλλ’ ἐκείνη ἑταίρα ἐστίν.
11ΚΡΩΒΥΛΗ Οὐδὲν τοῦτο δεινόν· καὶ σὺ γὰρ πλουτήσεις ὡς ἐκείνη καὶ πολλοὺς ἐραστὰς ἕξεις. τί ἐδάκρυσας, ὦ Κόριννα; οὐχ ὁρᾷς ὁπόσαι καὶ ὡς περισπούδα‐
15στοί εἰσιν αἱ ἑταῖραι καὶ ὅσα χρήματα λαμβάνουσι; τὴν Δαφνίδος γοῦν ἐγὼ οἶδα, ὦ φίλη Ἀδράστεια, ῥάκη, πρὶν αὐτὴν ἀκμάσαι τὴν ὥραν, περιβεβλημένην· ἀλλὰ νῦν ὁρᾷς οἵα πρόεισι, χρυσὸς καὶ ἐσθῆτες εὐανθεῖς καὶ θεράπαιναι τέτταρες.388
19ΚΟΡΙΝΝΑ
D Meretr
.

6

.

3

Πῶς δὲ ταῦτα ἐκτήσατο ἡ Λύρα;
1ΚΡΩΒΥΛΗ Τὸ μὲν πρῶτον κατακοσμοῦσα ἑαυτὴν εὐπρεπῶς καὶ εὐσταλὴς οὖσα καὶ φαιδρὰ πρὸς ἅπαντας, οὐκ ἄχρι τοῦ καγχαρίζειν ῥᾳδίως καθάπερ σὺ εἴωθας,
5ἀλλὰ μειδιῶσα ἡδὺ καὶ ἐπαγωγόν, εἶτα προσομι‐ λοῦσα δεξιῶς καὶ μήτε φενακίζουσα, εἴ τις προσέλ‐ θοι ἢ προπέμψειε, μήτε αὐτὴ ἐπιλαμβανομένη τῶν ἀνδρῶν. ἢν δέ ποτε καὶ ἀπέλθῃ ἐπὶ δεῖπνον λαβοῦσα μίσθωμα, οὔτε μεθύσκεται—καταγέλαστον
10γὰρ καὶ μισοῦσιν οἱ ἄνδρες τὰς τοιαύτας—οὔτε ὑπερεμφορεῖται τοῦ ὄψου ἀπειροκάλως, ἀλλὰ προσάπτεται μὲν ἄκροις τοῖς δακτύλοις, σιωπῇ δὲ τὰς ἐνθέσεις οὐκ ἐπ’ ἀμφοτέρας παραβύεται τὰς γνάθους, πίνει δὲ ἠρέμα, οὐ χανδόν, ἀλλ’ ἀναπαυο‐
15μένη.
15ΚΟΡΙΝΝΑ
Κἂν εἰ διψῶσα, ὦ μῆτερ, τύχῃ;390
16ΚΡΩΒΥΛΗ Τότε μάλιστα, ὦ Κόριννα. καὶ οὔτε πλέον τοῦ δέοντος φθέγγεται οὔτε ἀποσκώπτει ἔς τινα τῶν παρόντων, ἐς μόνον δὲ τὸν μισθωσάμενον βλέπει·
20καὶ διὰ τοῦτο ἐκεῖνοι φιλοῦσιν αὐτήν. καὶ ἐπειδὰν κοιμᾶσθαι δέῃ, ἀσελγὲς οὐδὲν οὐδὲ ἀμελὲς ἐκείνη ἄν τι ἐργάσαιτο, ἀλλὰ ἐξ ἅπαντος ἓν τοῦτο θηρᾶται, ὡς ὑπαγάγοιτο καὶ ἐραστὴν ποιήσειεν ἐκεῖνον· ταῦτα γὰρ αὐτῆς ἅπαντες ἐπαινοῦσιν. εἰ δὴ καὶ σὺ ταῦτα
25ἐκμάθοις, μακάριαι καὶ ἡμεῖς ἐσόμεθα· ἐπεὶ τά γε ἄλλα παρὰ πολὺ αὐτῆς—ἀλλ’ οὐδέν, ὦ φίλη Ἀδράστεια, φημί, ζῴης μόνον.
27ΚΟΡΙΝΝΑ
D Meretr
.

6

.

4

Εἰπέ μοι, ὦ μῆτερ, οἱ μισθούμενοι πάντες τοιοῦτοί εἰσιν οἷος ὁ Εὔκριτος, μεθ’ οὗ χθὲς ἐκά‐ θευδον;
3ΚΡΩΒΥΛΗ Οὐ πάντες, ἀλλ’ ἔνιοι μὲν ἀμείνους, οἱ δὲ καὶ
5ἤδη ἀνδρώδεις, οἱ δὲ καὶ οὐ πάνυ μορφῆς εὐφυῶς ἔχοντες.
6ΚΟΡΙΝΝΑ Καὶ τοιούτοις συγκαθεύδειν δεήσει;
7ΚΡΩΒΥΛΗ Μάλιστα, ὦ θύγατερ· οὗτοι μέν τοι καὶ πλείονα διδόασιν· οἱ καλοὶ δὲ αὐτὸ μόνον καλοὶ θέλουσιν
10εἶναι. καὶ σοὶ δὲ μελέτω ἀεὶ τοῦ πλείονος, εἰ θέλεις ἐν βραχεῖ λέγειν ἁπάσας ἐνδειξάσας σε τῷ δακτύλῳ, Οὐχ ὁρᾷς τὴν Κόρινναν τὴν τῆς Κρω‐ βύλης θυγατέρα ὡς ὑπερπλουτεῖ καὶ τρισευδαίμονα πεποίηκε τὴν μητέρα; τί φῄς; ποιήσεις ταῦτα;392
15ποιήσεις, οἶδα ἐγώ, καὶ προέξεις ἁπασῶν ῥᾳδίως. νῦν δ’ ἄπιθι λουσομένη, εἰ ἀφίκοιτο καὶ τήμερον τὸ μειράκιον ὁ Εὔκριτος· ὑπισχνεῖτο γάρ.
D Meretr
.

7

t

ΜΗΤΗΡ ΚΑΙ ΜΟΥΣΑΡΙΟΝ
D Meretr
.

7

.

1

ΜΗΤΗΡ
1 Ἂν δ’ ἔτι τοιοῦτον ἐραστὴν εὕρωμεν, ὦ Μουσάριον, οἷος ὁ Χαιρέας ἐστί, θῦσαι μὲν τῇ πανδήμῳ δεήσει λευκὴν μηκάδα, τῇ οὐρανίᾳ δὲ τῇ ἐν κήποις δάμαλιν, στεφανῶσαι δὲ καὶ τὴν πλουτο‐
5δότειραν, καὶ ὅλως μακάριαι καὶ τρισευδαίμονες ἐσόμεθα. νῦν ὁρᾷς παρὰ τοῦ νεανίσκου ἡλίκα λαμβάνομεν, ὃς ὀβολὸν μὲν οὐδέποτε σοι δέδωκεν, οὐκ ἐσθῆτα, οὐχ ὑποδήματα, οὐ μύρον, ἀλλὰ προφάσεις ἀεὶ καὶ ὑποσχέσεις καὶ μακραὶ ἐλπίδες
10καὶ πολὺ τό, ἐὰν ὁ πατὴρ ..., καὶ κύριος γένωμαι τῶν πατρῴων, καὶ πάντα σά. σὺ δὲ καὶ ὀμωμοκέ‐ ναι αὐτὸν φῂς ὅτι νόμῳ γαμετὴν ποιήσεταί σε.
12ΜΟΥΣΑΡΙΟΝ Ὤμοσε γάρ, ὦ μῆτερ, κατὰ ταῖν θεοῖν καὶ τῆς
Πολιάδος.394
14ΜΗΤΗΡ
15 Καὶ πιστεύεις δηλαδή· καὶ διὰ τοῦτο πρῴην οὐκ ἔχοντι αὐτῷ καταθεῖναι συμβολὴν τὸν δακτύλιον δέδωκας ἀγνοούσης ἐμοῦ, ὁ δὲ ἀποδόμενος κατέπιε, καὶ πάλιν τὰ δύο περιδέραια τὰ Ἰωνικά, ἕλκοντα ἑκάτερον δύο δαρεικούς, ἅ σοι ὁ Χῖος Πραξίας ὁ
20ναύκληρος ἐκόμισε ποιησάμενος ἐν Ἐφέσῳ· ἐδεῖτο γὰρ Χαιρέας ἔρανον συνεφήβοις ἀπενεγκεῖν. ὀθό‐ νας γὰρ καὶ χιτωνίσκους τί ἂν λέγοιμι; καὶ ὅλως ἕρμαιόν τι ἡμῖν καὶ μέγα ὄφελος ἐμπέπτωκεν οὗτος.
23ΜΟΥΣΑΡΙΟΝ
D Meretr
.

7

.

2

Ἀλλὰ καλὸς καὶ ἀγένειος, καὶ φησὶν ἐρᾶν καὶ δακρύει καὶ Δεινομάχης καὶ Λάχητος υἱός ἐστι τοῦ Ἀρεοπαγίτου καὶ φησὶν ἡμᾶς γαμήσειν καὶ μεγάλας ἐλπίδας ἔχομεν παρ’ αὐτοῦ, ἢν ὁ γέρων μόνον κατα‐
5μύσῃ.
5ΜΗΤΗΡ Οὐκοῦν, ὦ Μουσάριον, ἐὰν ὑποδήσασθαι δέῃ, καὶ ὁ σκυτοτόμος αἰτῇ τὸ δίδραχμον, ἐροῦμεν πρὸς αὐτόν, Ἀργύριον μὲν οὐκ ἔχομεν, σὺ δὲ τῶν ἐλπίδων ὀλίγας παρ’ ἡμῶν λαβέ· καὶ πρὸς τὸν ἀλφιτο‐
10πώλην τὰ αὐτά· καὶ ἢν τὸ ἐνοίκιον αἰτώμεθα, Περί‐ μεινον, φήσομεν, ἔστ’ ἂν Λάχης ὁ Κολυττεὺς ἀποθάνῃ· ἀποδώσω γάρ σοι μετὰ τοὺς γάμους. οὐκ αἰσχύνῃ μόνη τῶν ἑταιρῶν οὐκ ἐλλόβιον οὐχ ὅρμον οὐ ταραντινίδιον ἔχουσα;
14ΜΟΥΣΑΡΙΟΝ
D Meretr
.

7

.

3

Τί οὖν, ὦ μῆτερ; ἐκεῖναι εὐτυχέστεραί μου
καὶ καλλίους εἰσίν;396
2ΜΗΤΗΡ Οὔκ, ἀλλὰ συνετώτεραι καὶ ἴσασιν ἑταιρίζειν, οὐδὲ πιστεύουσι ῥηματίοις καὶ νεανίσκοις ἐπ’ ἄκρου
5τοῦ χείλους τοὺς ὅρκους ἔχουσι· σὺ δὲ ἡ πιστὴ καὶ φίλανδρος οὐδὲ προσίῃ ἄλλον τινὰ ὅτι μὴ μόνον Χαιρέαν· καὶ πρῴην μὲν ὅτε ὁ γεωργὸς ὁ Ἀχαρνεὺς ἧκε δύο μνᾶς κομίζων, ἀγένειος καὶ αὐτός—οἴνου δὲ τιμὴν ἀπειλήφει τοῦ πατρὸς
10πέμψαντος—σὺ δὲ ἐκεῖνον μὲν ἀπεμύκτισας, καθεύ‐ δεις δὲ μετὰ τοῦ Ἀδώνιδος Χαιρέου.
11ΜΟΥΣΑΡΙΟΝ Τί οὖν; ἐχρῆν Χαιρέαν καταλείψασαν πα‐ ραδέξασθαι τὸν ἐργάτην ἐκεῖνον κινάβρας ἀπόζοντα; λεῖός μοι, φασί, Χαιρέας καὶ χοιρίσκος Ἁχαρνεύς.
14ΜΗΤΗΡ
15 Ἔστω· ἐκεῖνος ἀγροῖκος καὶ πονηρὸν ἀποπνεῖ. τί καὶ Ἀντιφῶντα τὸν Μενεκράτους μνᾶν ὑπισχνού‐ μενον οὐδὲ τοῦτον ἐδέξω; οὐ καλὸς ἦν καὶ ἀστικὸς καὶ ἡλικιώτης Χαιρέου;
18ΜΟΥΣΑΡΙΟΝ
D Meretr
.

7

.

4

Ἀλλ’ ἠπείλησε Χαιρέας ἀποσφάξειν ἀμφοτέ‐
ρους, εἰ λάβοι μέ ποτε μετ’ αὐτοῦ.398
2ΜΗΤΗΡ Πόσοι δὲ καὶ ἄλλοι ταῦτα ἀπειλοῦσιν; οὐκοῦν ἀνέραστος σὺ μενεῖς διὰ τοῦτο καὶ σωφρονήσεις κα‐
5θάπερ οὐχ ἑταίρα, τῆς δὲ Θεσμοφόρου ἱέρειά τις οὖσα; ἐῶ τἆλλα. τήμερον Ἁλῶά ἐστι. τί δέ σοι δέδωκεν ἐς τὴν ἑορτήν;
7ΜΟΥΣΑΡΙΟΝ Οὐκ ἔχει, ὦ μαννάριον.
8ΜΗΤΗΡ Μόνος οὗτος οὐ τέχνην εὕρηκεν ἐπὶ τὸν πατέρα,
10οὐκ οἰκέτην καθῆκεν ἐξαπατήσοντα, οὐκ ἀπὸ τῆς μητρὸς ᾔτησεν ἀπειλήσας ἀποπλευσεῖσθαι στρατευ‐ σόμενος, εἰ μὴ λάβοι, ἀλλὰ κάθηται ἡμᾶς ἐπιτρί‐ βων μήτε αὐτὸς διδοὺς μήτε παρὰ τῶν διδόντων ἐῶν λαμβάνειν; σὺ δὲ οἴει, ὦ Μουσάριον, ὀκτω‐
15καίδεκα ἐτῶν ἀεὶ ἔσεσθαι; ἢ τὰ αὐτὰ φρονήσειν Χαιρέαν, ὅταν πλουτῇ μὲν αὐτός, ἡ δὲ μήτηρ γάμον πολυτάλαντον ἐξεύρῃ αὐτῷ; μνησθήσεται ἔτι, οἴει, τότε τῶν δακρύων ἢ τῶν φιλημάτων ἢ τῶν ὅρκων πέντε ἴσως τάλαντα προικὸς βλέπων;
19ΜΟΥΣΑΡΙΟΝ
20 Μνησθήσεται ἐκεῖνος· δεῖγμα δέ· οὐδὲ νῦν γεγάμηκεν, ἀλλὰ καταναγκαζόμενος καὶ βιαζό‐ μενος ἠρνήσατο.
22ΜΗΤΗΡ Γένοιτο μὴ ψεύδεσθαι. ἀναμνήσω δέ σε, ὦ
Μουσάριον, τότε.400
D Meretr
.

8

t

ΑΜΠΕΛΙΣ ΚΑΙ ΧΡΥΣΙΣ
D Meretr
.

8

.

1

ΑΜΠΕΛΙΣ
1 Ὅστις δέ, ὦ Χρυσί, μήτε ζηλοτυπεῖ μήτε ὀργίζεται μήτε ἐρράπισέ ποτε ἢ περιέκειρεν ἢ τὰ ἱμάτια περιέσχισεν, ἔτι ἐραστὴς ἐκεῖνός ἐστιν;
3ΧΡΥΣΙΣ Οὐκοῦν ταῦτα μόνα ἐρῶντος, ὦ Ἀμπελί, δείγματα;
4ΑΜΠΕΛΙΣ
5 Ναί, ταῦτ’ ἀνδρὸς θερμοῦ· ἐπεὶ τἆλλα, φιλήματα καὶ δάκρυα καὶ ὅρκοι καὶ τὸ πολλάκις ἥκειν ἀρ‐ χομένου ἔρωτος σημεῖον καὶ φυομένου ἔτι· τὸ δὲ πῦρ ὅλον ἐκ τῆς ζηλοτυπίας ἐστίν. ὥστε εἰ καὶ σέ, ὡς φῄς, ὁ Γοργίας ῥαπίζει καὶ ζηλοτυπεῖ, χρηστὰ
10ἔλπιζε καὶ εὔχου ἀεὶ τὰ αὐτὰ ποιεῖν.
10ΧΡΥΣΙΣ Τὰ αὐτά; τί λέγεις; ἀεὶ ῥαπίζειν με;
11ΑΜΠΕΛΙΣ Οὐχί, ἀλλ’ ἀνιᾶσθαι, εἰ μὴ πρὸς μόνον αὐτὸν βλέποις, ἐπεὶ εἰ μὴ ἐρᾷ γε, τί ἂν ὀργίζοιτο, εἰ σύ τινα ἕτερον ἐραστὴν ἔχεις;
14ΧΡΥΣΙΣ
15 Ἀλλ’ οὐδὲ ἔχω ἔγωγε· ὁ δὲ μάτην ὑπέλαβε τὸν πλούσιόν μου ἐρᾶν, διότι ἄλλως ἐμνημόνευσά ποτε
αὐτοῦ.402
17ΑΜΠΕΛΙΣ Καὶ τοῦτο ἡδὺ τὸ ὑπὸ πλουσίων οἴεσθαι σπουδά‐ ζεσθαί σε· οὕτω γὰρ ἀνιάσεται μᾶλλον καὶ φιλο‐
20τιμήσεται, ὡς μὴ ὑπερβάλοιντο αὐτὸν οἱ ἀντερα‐ σταί.
21ΧΡΥΣΙΣ Καὶ μὴν οὗτός γε μόνον ὀργίζεται καὶ ῥαπίζει, δίδωσι δὲ οὐδέν.
23ΑΜΠΕΛΙΣ Ἀλλὰ δώσει—ζηλοτυπεῖ γάρ—καὶ μάλιστα ἢν
25λυπῇς αὐτόν.
25ΧΡΥΣΙΣ Οὐκ οἶδ’ ὅπως ῥαπίσματα λαμβάνειν βούλει με, ὦ Ἀμπελίδιον.
27ΑΜΠΕΛΙΣ Οὔκ, ἀλλ’, ὡς οἶμαι, οὕτως οἱ μεγάλοι ἔρωτες γίγνονται, καὶ εἰ πείθοιντο ἀμελεῖσθαι, εἰ δὲ
30πιστεύσαι μόνος ἔχειν, ἀπομαραίνεταί πως ἡ ἐπιθυμία. ταῦτα λέγω πρὸς σὲ εἴκοσιν ὅλοις ἔτεσιν ἑταιρήσασα, σὺ δὲ ὀκτωκαιδεκαέτις, οἶμαι, ἢ ἔλαττον οὖσα τυγχάνεις. εἰ βούλει δέ, καὶ διη‐ γήσομαι ἃ ἔπαθόν ποτε οὐ πάνυ πρὸ πολλῶν ἐτῶν·
35ἤρα μου Δημόφαντος ὁ δανειστὴς ὁ κατόπιν οἰκῶν τῆς Ποικίλης. οὗτος οὐδεπώποτε πλέον πέντε δραχμῶν δέδωκε καὶ ἠξίου δεσπότης εἶναι.
ἤρα δέ, ὦ Χρυσί, ἐπιπόλαιόν τινα ἔρωτα οὔτε ὑποστένων οὔτε δακρύων οὔτε ἀωρὶ παραγιγνόμε‐404
40νος ἐπὶ τὰς θύρας, ἀλλ’ αὐτὸ μόνον συνεκάθευδέ μοι ἐνίοτε, καὶ τοῦτο διὰ μακροῦ.
D Meretr
.

8

.

3

ἐπειδὴ δὲ ἐλθόντα ποτὲ ἀπέκλεισα—Καλλίδης γὰρ ὁ γραφεὺς ἔνδον ἦν δέκα δραχμὰς πεπομφώς—τὸ μὲν πρῶτον ἀπῆλθέ μοι λοιδορησάμενος· ἐπεὶ δὲ πολλαὶ μὲν
5διῆλθον ἡμέραι, ἐγὼ δὲ οὐ προσέπεμπον, ὁ Καλ‐ λίδης δὲ ἔνδον ἦν, ὑποθερμαινόμενος ἤδη τότε ὁ Δημόφαντος καὶ αὐτὸς ἀναφλέγεται ἐς τὸ πρᾶγμα καὶ ἐπιστάς ποτε ἀνεῳγμένην τηρήσας τὴν θύραν ἔκλαεν, ἔτυπτεν, ἠπείλει φονεύσειν, περιερρήγνυε
10τὴν ἐσθῆτα, ἅπαντα ἐποίει, καὶ τέλος τάλαντον δοὺς μόνος εἶχεν ὀκτὼ ὅλους μῆνας. ἡ γυνὴ δὲ αὐτοῦ πρὸς ἅπαντας ἔλεγεν ὡς ὑπὸ φαρμάκων ἐκμήναιμι αὐτόν. τὸ δὲ ἦν ἄρα ζηλοτυπία τὸ φάρμακον. ὥστε, Χρυσί, καὶ σὺ χρῶ ἐπὶ τὸν
15Γοργίαν τῷ αὐτῷ φαρμάκῳ· πλούσιος δὲ ὁ νεανίσκος ἔσται, ἤν τι ὁ πατὴρ αὐτοῦ πάθῃ.
D Meretr
.

9

t

ΔΟΡΚΑΣ ΚΑΙ ΠΑΝΝΥΧΙΣ ΚΑΙ ΦΙΛΟ‐ ΣΤΡΑΤΟΣ ΚΑΙ ΠΟΛΕΜΩΝ
D Meretr
.

9

.

1

ΔΟΡΚΑΣ
1Ἀπολώλαμεν, ὦ κεκτημένη, ἀπολώλαμεν, ὁ Πολέμων ἀπὸ στρατιᾶς ἀνέστρεψε πλουτῶν, ὥς φασιν· ἑώρακα δὲ κἀγὼ αὐτὸν ἐφεστρίδα περιπόρ‐ φυρον ἐμπεπορπημένον καὶ ἀκολούθους ἅμα πολ‐
5λούς. καὶ οἱ φίλοι ὡς εἶδον, συνέθεον ἐπ’ αὐτὸν ἀσπασόμενοι· ἐν τοσούτῳ δὲ τὸν θεράποντα ἰδοῦσα κατόπιν ἑπόμενον, ὃς συναποδεδημήκει μετ’ αὐτοῦ, ἠρόμην καί, Εἰπέ μοι, ἔφην, ὦ Παρμένων, ἀσπασαμένη πρότερον αὐτόν, πῶς ἡμῖν ἐπράξατε406
10καὶ εἴ τι ἄξιον τῶν πολέμων ἔχοντες ἐπανεληλύ‐ θατε.
11ΠΑΝΝΥΧΙΣ Οὐκ ἔδει τοῦτο εὐθύς, ἀλλ’ ἐκεῖνα, ὅτι μὲν ἐσώθητε, πολλὴ χάρις τοῖς θεοῖς, καὶ μάλιστα τῷ ξενίῳ Διὶ καὶ Ἀθηνᾷ στρατίᾳ· ἡ δέσποινα δὲ
15ἐπυνθάνετο ἀεὶ τί πράττοιτε καὶ ἔνθα εἴητε. εἰ δὲ καὶ τοῦτο προσέθηκας, ὡς καὶ ἐδάκρυε καὶ ἀεὶ ἐμέμνητο Πολέμωνος, ἄμεινον ἦν παρὰ πολύ.
17ΔΟΡΚΑΣ
D Meretr
.

9

.

2

Προεῖπον εὐθὺς ἐν ἀρχῇ ἅπαντα· πρὸς δὲ σὲ οὐκ ἂν εἶπον, ἀλλὰ ἃ ἤκουσα ἐβουλόμην εἰπεῖν. ἐπεὶ πρός γε Παρμένοντα οὕτως ἠρξάμην· Ἦ που, ὦ Παρμένων, ἐβόμβει τὰ ὦτα ὑμῖν; ἀεὶ γὰρ
5ἐμέμνητο ἡ κεκτημένη μετὰ δακρύων, καὶ μάλιστα εἴ τις ἐληλύθει ἐκ τῆς μάχης καὶ πολλοὶ τεθνάναι ἐλέγοντο, ἐσπάραττε τότε τὰς κόμας καὶ τὰ στέρνα ἐτύπτετο καὶ ἐπένθει πρὸς τὴν ἀγγελίαν ἑκάστην.
8ΠΑΝΝΥΧΙΣ Εὖ γε, ὦ Δορκάς, οὕτως ἐχρῆν.
9ΔΟΡΚΑΣ
10Εἶτα ἑξῆς μετ’ οὐ πολὺ ἠρόμην ἐκεῖνα. ὁ δέ,
Πάνυ λαμπρῶς, φησίν, ἀνεστρέψαμεν.408
11ΠΑΝΝΥΧΙΣ Οὕτως κἀκεῖνος οὐδὲν προειπών, ὡς ἐμέμνητό μου ὁ Πολέμων ἢ ἐπόθει ἢ ηὔχετο ζῶσαν κατα‐ λαβεῖν;
14ΔΟΡΚΑΣ
15 Καὶ μάλα πολλὰ τοιαῦτα ἔλεγε. τὸ δ’ οὖν κεφάλαιον ἐξήγγειλε πλοῦτον πολύν, χρυσόν, ἐσθῆ‐ τα, ἀκολούθους, ἐλέφαντα· τὸ μὲν γὰρ ἀργύριον μηδὲ ἀριθμῷ ἄγειν αὐτόν, ἀλλὰ μεδίμνῳ ἀπομεμε‐ τρημένον πολλοὺς μεδίμνους. εἶχε δὲ καὶ αὐτὸς
20Παρμένων δακτύλιον ἐν τῷ μικρῷ δακτύλῳ, μέγιστον, πολύγωνον, καὶ ψῆφος ἐνεβέβλητο τῶν τριχρώμων, ἐρυθρά τε ἦν ἐπιπολῆς. εἴασα δ’ οὖν αὐτὸν ἐθέλοντά μοι διηγεῖσθαι ὡς τὸν Ἅλυν διέβησαν καὶ ὡς ἀπέκτειναν Τιριδάταν τινὰ καὶ
25ὡς διέπρεψεν ὁ Πολέμων ἐν τῇ πρὸς Πισίδας μάχῃ· ἀπέδραμόν σοι ταῦτα προσαγγελοῦσα, ὡς περὶ τῶν παρόντων σκέψαιο. εἰ γὰρ ἐλθὼν ὁ Πολέμων —ἥξει γὰρ πάντως ἀποσεισάμενος τοὺς γνωρίμους —ἀναπυθόμενος εὕροι τὸν Φιλόστρατον ἔνδον παρ’
30ἡμῖν, τί οἴει ποιήσειν αὐτόν;
30ΠΑΝΝΥΧΙΣ
D Meretr
.

9

.

3

Ἐξευρίσκωμεν, ὦ Δορκάς, ἐκ τῶν παρόν‐ των σωτήριον· οὔτε γὰρ τοῦτον ἀποπέμψαι καλὸν τάλαντον ἔναγχος δεδωκότα καὶ τἆλλα ἔμπορον ὄντα καὶ πολλὰ ὑπισχνούμενον, οὔτε Πολέμωνα
5τοιοῦτον ἐπανήκοντα χρήσιμον μὴ παραδέχεσθαι· προσέτι γὰρ καὶ ζηλότυπός ἐστιν, ὃς καὶ πενό‐ μενος ἔτι πολὺ ἀφόρητος ἦν· νῦν δὲ τί ἐκεῖνος οὐκ ἂν ποιήσειεν;410
8ΔΟΡΚΑΣ Ἀλλὰ καὶ προσέρχεται.
9ΠΑΝΝΥΧΙΣ
10 Ἐκλύομαι, ὦ Δορκάς, ἀπὸ τῆς ἀπορίας καὶ τρέμω.
11ΔΟΡΚΑΣ Ἀλλὰ καὶ Φιλόστρατος προσέρχεται.
12ΠΑΝΝΥΧΙΣ Τίς γένωμαι; πῶς ἄν με ἡ γῆ καταπίοι;
13ΦΙΛΟΣΤΡΑΤΟΣ
D Meretr
.

9

.

4

Τί οὐ πίνομεν, ὦ Παννυχί;
1ΠΑΝΝΥΧΙΣ Ἄνθρωπε, ἀπολώλεκάς με. σὺ δὲ χαῖρε, Πο‐ λέμων, χρόνιος φανείς.
3ΠΟΛΕΜΩΝ Οὗτος οὖν τίς ἐστιν ὁ προσιὼν ὑμῖν; σιωπᾷς;
5εὖ γε· οἴχου, ὦ Παννυχί. ἐγὼ δὲ πεμπταῖος ἐκ Πυλῶν διέπτην ἐπειγόμενος ἐπὶ τοιαύτην γυναῖκα. καὶ δίκαια μέντοι πέπονθα, καίτοι χάριν ἔχων· οὐκέτι γὰρ ἁρπασθήσομαι ὑπὸ σοῦ.
8ΦΙΛΟΣΤΡΑΤΟΣ
Σὺ δὲ τίς εἶ, ὦ βέλτιστε;412
9ΠΟΛΕΜΩΝ
10 Ὅτι Πολέμων ὁ Στειριεὺς Πανδιονίδος φυλῆς, ἀκούεις· χιλιαρχήσας τὸ πρῶτον, νῦν δὲ ἐξαναστή‐ σας πεντακισχιλίαν ἀσπίδα, ἐραστὴς Παννυχίδος, ὅτε ᾤμην ἔτι ἀνθρώπινα φρονεῖν αὐτήν.
13ΦΙΛΟΣΤΡΑΤΟΣ Ἀλλὰ τὰ νῦν σοι, ὦ ξεναγέ, Παννυχὶς ἐμή ἐστι,
15καὶ τάλαντον εἴληφε, λήψεται δὲ ἤδη καὶ ἕτερον, ἐπειδὰν τὰ φορτία διαθώμεθα. καὶ νῦν ἀκολούθει μοι, ὦ Παννυχί, τοῦτον δὲ παρ’ Ὀδρύσαις χιλιαρ‐ χεῖν ἔα.
18ΠΟΛΕΜΩΝ Ἐλευθέρα μέν ἐστι καὶ ἀκολουθήσει, ἢν ἐθέλῃ.
19ΠΑΝΝΥΧΙΣ
20Τί ποιῶ, Δορκάς;
20ΔΟΡΚΑΣ Εἰσιέναι ἄμεινον, ὀργιζομένῳ οὐχ οἷόν τε παρεῖναι Πολέμωνι, καὶ μᾶλλον ἐπιταθήσεται ζηλοτυπῶν.
23ΠΑΝΝΥΧΙΣ Εἰ θέλεις, εἰσίωμεν.
24ΠΟΛΕΜΩΝ
D Meretr
.

9

.

5

Ἀλλὰ προλέγω ὑμῖν ὅτι τὸ ὕστατον πίεσθε τήμερον, ἢ μάτην ἐγὼ τοσούτοις φόνοις ἐγγεγυμνα‐
σμένος πάρειμι. τοὺς Θρᾷκας, ὦ Παρμένων· ὡπλισμένοι ἡκέτωσαν ἐμφράξαντες τὸν στενωπὸν414
5τῇ φάλαγγι· ἐπὶ μετώπου μὲν τὸ ὁπλιτικόν, παρ’ ἑκάτερα δὲ οἱ σφενδονῆται καὶ τοξόται, οἱ δὲ ἄλλοι κατόπιν.
7ΦΙΛΟΣΤΡΑΤΟΣ Ὡς βρεφυλλίοις ταῦτα, ὦ μισθοφόρε, ἡμῖν λέ‐ γεις καὶ μορμολύττῃ. σὺ γὰρ ἀλεκτρυόνα πώποτε
10ἀπέκτεινας ἢ πόλεμον εἶδες; ἐρυμάτιον ἐφρούρεις τάχα διμοιρίτης ὤν, ἵνα καὶ τοῦτο προσχαρίσωμαί σοι.
12ΠΟΛΕΜΩΝ Καὶ μὴν εἴσῃ μετ’ ὀλίγον, ἐπειδὰν προσιόντας ἡμᾶς ἐπὶ δόρυ θεάσῃ στίλβοντας τοῖς ὅπλοις.
14ΦΙΛΟΣΤΡΑΤΟΣ
15 Ἥκετε μόνον συσκευασάμενοι. ἐγὼ δὲ καὶ Τί‐ βειος οὗτος—μόνος γὰρ οὗτος ἕπεταί μοι—βάλλοντες ὑμᾶς λίθοις τε καὶ ὀστράκοις οὕτω διασκεδάσομεν, ὡς μηδὲ ὅποι οἴχεσθε ἔχοιτε εἰδέναι.
D Meretr
.

10

t

ΧΕΛΙΔΟΝΙΟΝ ΚΑΙ ΔΡΟΣΙΣ
D Meretr
.

10

.

1

ΧΕΛΙΔΟΝΙΟΝ
1 Οὐκέτι φοιτᾷ παρὰ σέ, ὦ Δροσί, τὸ μειρά‐ κιον ὁ Κλεινίας; οὐ γὰρ ἑώρακα, πολὺς ἤδη χρόνος,
αὐτὸν παρ’ ὑμῖν.416
3ΔΡΟΣΙΣ Οὐκέτι, ὦ Χελιδόνιον· ὁ γὰρ διδάσκαλος αὐτὸν
5εἶρξε μηκέτι μοι προσιέναι.
5ΧΕΛΙΔΟΝΙΟΝ Τίς οὗτος; μή τι τὸν παιδοτρίβην Διότιμον λέγεις; ἐπεὶ ἐκεῖνός γε φίλος ἐστίν.
7ΔΡΟΣΙΣ Οὔκ, ἀλλ’ ὁ κάκιστα φιλοσόφων ἀπολούμενος Ἀρισταίνετος.
9ΧΕΛΙΔΟΝΙΟΝ
10 Τὸν σκυθρωπὸν λέγεις, τὸν δασύν, τὸν βα‐ θυπώγωνα, ὃς εἴωθε μετὰ τῶν μειρακίων περιπα‐ τεῖν ἐν τῇ Ποικίλῃ;
12ΔΡΟΣΙΣ Ἐκεῖνόν φημι τὸν ἀλαζόνα, ὃν κάκιστα ἐπί‐ δοιμι ἀπολούμενον, ἑλκόμενον τοῦ πώγωνος ὑπὸ
15δημίου.
15ΧΕΛΙΔΟΝΙΟΝ
D Meretr
.

10

.

2

Τί παθὼν δὲ ἐκεῖνος τοιαῦτα ἔπεισε τὸν Κλεινίαν;
2ΔΡΟΣΙΣ Οὐκ οἶδα, ὦ Χελιδόνιον. ἀλλ’ ὁ μηδέποτε ἀπόκοιτός μου γενόμενος ἀφ’ οὗ γυναικὶ ὁμιλεῖν
5ἤρξατο—πρῶτον δὲ ὡμίλησέ μοι—τριῶν τούτων ἑξῆς ἡμερῶν οὐδὲ προσῆλθε τῷ στενωπῷ· ἐπεὶ δὲ ἠνιώμην—οὐκ οἶδα δὲ ὅπως τι ἔπαθον ἐπ’
αὐτῷ—ἔπεμψα τὴν Νεβρίδα περισκεψομένην αὐτὸν ἢ ἐν ἀγορᾷ διατρίβοντα ἢ ἐν Ποικίλῃ· ἡ δὲ418
10περιπατοῦντα ἔφη ἰδοῦσα μετὰ τοῦ Ἀρισταινέτου νεῦσαι πόρρω, ἐκεῖνον δὲ ἐρυθριάσαντα κάτω ὁρᾶν καὶ μηκέτι παρενεγκεῖν τὸν ὀφθαλμόν. εἶτ’ ἐβάδι‐ ζον ἅμα ἐς τὴν Ἀκαδημίαν· ἡ δὲ ἄχρι τοῦ Διπύλου ἀκολουθήσασα, ἐπεὶ μηδ’ ὅλως ἐπε‐
15στράφη, ἐπανῆκεν οὐδὲν σαφὲς ἀπαγγεῖλαι ἔχουσα. πῶς με οἴει διάγειν τὸ μετὰ ταῦτα οὐκ ἔχουσαν εἰκάσαι ὅ τι μοι πέπονθεν ὁ μειρακίσκος; ἀλλὰ μὴ ἐλύπησά τι αὐτόν, ἔλεγον, ἤ τινος ἄλλης ἠράσθη μισήσας ἐμέ; ἀλλ’ ὁ πατὴρ διεκώλυσεν αὐτόν;
20πολλὰ τοιαῦτα ἡ ἀθλία ἔστρεφον. ἤδη δὲ περὶ δείλην ὀψίαν ἧκέ μοι Δρόμων τὸ γραμμάτιον τουτὶ παρ’ αὐτοῦ κομίζων. ἀνάγνωθι λαβοῦσα, ὦ Χελι‐ δόνιον· οἶσθα γὰρ δή που γράμματα.
23ΧΕΛΙΔΟΝΙΟΝ
D Meretr
.

10

.

3

Φέρ’ ἴδωμεν· τὰ γράμματα οὐ πάνυ σαφῆ, ἀλλὰ ἐπισεσυρμένα δηλοῦντα ἔπειξίν τινα τοῦ γεγραφότος. λέγει δέ “πῶς μὲν ἐφίλησά σε, ὦ Δροσί, τοὺς θεοὺς ποιοῦμαι μάρτυρας.”
4ΔΡΟΣΙΣ
5Αἰαῖ τάλαν, οὐδὲ τὸ χαίρειν προσέγραψε.
5ΧΕΛΙΔΟΝΙΟΝ “Καὶ νῦν δὲ οὐ κατὰ μῖσος, ἀλλὰ κατ’ ἀνάγκην ἀφίσταμαί σου· ὁ πατὴρ γὰρ Ἀρισταινέτῳ
παρέδωκέ με φιλοσοφεῖν αὐτῷ, κἀκεῖνος—ἔμαθε γὰρ τὰ καθ’ ἡμᾶς ἅπαντα—πάνυ πολλὰ ἐπετίμησέ420
10μοι ἀπρεπὲς εἶναι λέγων ἑταίρᾳ συνεῖναι Ἀρχιτέ‐ λους καὶ Ἐρασικλείας υἱὸν ὄντα· πολὺ γὰρ ἄμεινον εἶναι τὴν ἀρετὴν προτιμᾶν τῆς ἡδονῆς.”
12ΔΡΟΣΙΣ Μὴ ὥρας ἵκοιτο ὁ λῆρος ἐκεῖνος τοιαῦτα παιδεύων τὸ μειράκιον.
14ΧΕΛΙΔΟΝΙΟΝ
15 “Ὥστε ἀνάγκη πείθεσθαι αὐτῷ· παρακολουθεῖ γὰρ ἀκριβῶς παραφυλάσσων, καὶ ὅλως οὐδὲ προσ‐ βλέπειν ἄλλῳ οὐδενὶ ἔξεστιν ὅτι μὴ ἐκείνῳ· εἰ δὲ σωφρονοῖμι καὶ πάντα πεισθείην αὐτῷ, ὑπισχνεῖται πάνυ εὐδαίμονα ἔσεσθαί με καὶ ἐνάρετον καταστή‐
20σεσθαι τοῖς πόνοις προγεγυμνασμένον. ταῦτά σοι μόλις ἔγραψα ὑποκλέψας ἐμαυτόν. σὺ δέ μοι εὐτύχει καὶ μέμνησο Κλεινίου.”
22ΔΡΟΣΙΣ
D Meretr
.

10

.

4

Τί σοι δοκεῖ ἡ ἐπιστολή, ὦ Χελιδόνιον;
1ΧΕΛΙΔΟΝΙΟΝ Τὰ μὲν ἄλλα ἡ ἀπὸ Σκυθῶν ῥῆσις, τὸ δὲ “μέμ‐ νησο Κλεινίου” ἔχει τινὰ ὑπόλοιπον ἐλπίδα.
3ΔΡΟΣΙΣ Κἀμοὶ οὕτως ἔδοξεν· ἀπόλλυμαι δ’ οὖν ὑπὸ
5τοῦ ἔρωτος. ὁ μέντοι Δρόμων ἔφασκε παιδερα‐
στήν τινα εἶναι τὸν Ἀρισταίνετον καὶ ἐπὶ προφάσει τῶν μαθημάτων συνεῖναι τοῖς ὡραιοτάτοις τῶν νέων καὶ ἰδίᾳ λογοποιεῖσθαι πρὸς τὸν Κλεινίαν ὑποσχέσεις τινὰς ὑπισχνούμενον ὡς ἰσόθεον ἀπο‐422
10φανεῖ αὐτόν. ἀλλὰ καὶ ἀναγιγνώσκει μετ’ αὐτοῦ ἐρωτικούς τινας λόγους τῶν παλαιῶν φιλοσόφων πρὸς τοὺς μαθητάς, καὶ ὅλος περὶ τὸ μειράκιόν ἐστιν. ἠπείλει δὲ καὶ τῷ πατρὶ τοῦ Κλεινίου κατερεῖν ταῦτα.
14ΧΕΛΙΔΟΝΙΟΝ
15Ἐχρῆν, ὦ Δροσί, γαστρίσαι τὸν Δρόμωνα.
15ΔΡΟΣΙΣ Ἐγάστρισα, καὶ ἄνευ δὲ τούτου ἐμός ἐστι· κέκνισται γὰρ κἀκεῖνος τῆς Νεβρίδος.
17ΧΕΛΙΔΟΝΙΟΝ Θάρρει, πάντα ἔσται καλῶς. ἐγὼ δὲ καὶ ἐπιγ‐ ράψειν μοι δοκῶ ἐπὶ τοῦ τοίχου ἐν Κεραμεικῷ, ἔνθα
20ὁ Ἀρχιτέλης εἴωθε περιπατεῖν, Ἀρισταίνετος δια‐ φθείρει Κλεινίαν, ὥστε καὶ ἐκ τούτου συνδραμεῖν τῇ παρὰ τοῦ Δρόμωνος διαβολῇ.
22ΔΡΟΣΙΣ Πῶς δ’ ἂν λάθοις ἐπιγράψασα;
23ΧΕΛΙΔΟΝΙΟΝ Τῆς νυκτός, Δροσί, ἄνθρακά ποθεν λαβοῦσα.
24ΔΡΟΣΙΣ
25Εὖ γε, συστράτευε μόνον, ὦ Χελιδόνιον, κατὰ τοῦ
ἀλαζόνος Ἀρισταινέτου.424
D Meretr
.

11

t

ΤΡΥΦΑΙΝΑ ΚΑΙ ΧΑΡΜΙΔΗΣ
D Meretr
.

11

.

1

ΤΡΥΦΑΙΝΑ
1 Ἑταίραν δέ τις παραλαβὼν πέντε δραχμὰς τὸ μίσθωμα δοὺς καθεύδει ἀποστραφεὶς δακρύων καὶ στένων; ἀλλ’ οὔτε πέπωκας ἡδέως, οἶμαι, οὔτε δειπνῆσαι μόνος ἠθέλησας· ἔκλαες γὰρ καὶ
5παρὰ τὸ δεῖπνον, ἑώρων γάρ· καὶ νῦν δὲ οὐ διαλέ‐ λοιπας ἀναλύζων ὥσπερ βρέφος. ταῦτα οὖν, ὦ Χαρμίδη, τίνος ἕνεκα ποιεῖς; μὴ ἀποκρύψῃ με, ὡς ἂν καὶ τοῦτο ἀπολαύσω τῆς νυκτὸς ἀγρυπνή‐ σασα μετὰ σοῦ.
9ΧΑΡΜΙΔΗΣ
10 Ἔρως με ἀπόλλυσιν, ὦ Τρύφαινα, καὶ οὐκέτ’ ἀντέχω πρὸς τὸ δεινόν.
11ΤΡΥΦΑΙΝΑ Ἀλλ’ ὅτι μὲν οὐκ ἐμοῦ ἐρᾷς, δῆλον· οὐ γὰρ ἂν ἔχων με ἠμέλεις καὶ ἀπωθοῦ περιπλέκεσθαι θέλου‐ σαν καὶ τέλος διετείχιζες τὸ μεταξὺ ἡμῶν τῷ
15ἱματίῳ δεδιὼς μὴ ψαύσαιμί σου. τίς δὲ ὅμως ἐκείνη ἐστίν, εἰπέ· τάχα γὰρ ἄν τι καὶ συντελέ‐ σαιμι πρὸς τὸν ἔρωτα, οἶδα γὰρ ὡς χρὴ τὰ τοιαῦτα διακονεῖσθαι.
18ΧΑΡΜΙΔΗΣ Καὶ μὴν οἶσθα καὶ πάνυ ἀκριβῶς αὐτὴν κἀκείνη
20σέ· οὐ γὰρ ἀφανὴς ἑταίρα ἐστίν.426
20ΤΡΥΦΑΙΝΑ
D Meretr
.

11

.

2

Εἰπὲ τοὔνομα, ὦ Χαρμίδη.
1ΧΑΡΜΙΔΗΣ Φιλημάτιον, ὦ Τρύφαινα.
2ΤΡΥΦΑΙΝΑ Ὁποτέραν λέγεις; δύο γάρ εἰσι· τὴν ἐκ Πει‐ ραιῶς, τὴν ἄρτι διακεκορευμένην, ἧς ἐρᾷ Δαμύλος
5ὁ τοῦ νῦν στρατηγοῦντος υἱός, ἢ τὴν ἑτέραν, ἣν Παγίδα ἐπικαλοῦσιν;
6ΧΑΡΜΙΔΗΣ Ἐκείνην, καὶ ἑάλωκα ὁ κακοδαίμων καὶ συνεί‐ λημμαι πρὸς αὐτῆς.
8ΤΡΥΦΑΙΝΑ Οὐκοῦν δι’ ἐκείνην ἔκλαες;
9ΧΑΡΜΙΔΗΣ
10Καὶ μάλα.
10ΤΡΥΦΑΙΝΑ Πολὺς δὲ χρόνος ἔστι σοι ἐρῶντι ἢ νεοτελής τις εἶ;
12ΧΑΡΜΙΔΗΣ Οὐ νεοτελής, ἀλλὰ μῆνες ἑπτὰ σχεδὸν ἀπὸ Διονυσίων, ὅτε πρώτως εἶδον αὐτήν.
14ΤΡΥΦΑΙΝΑ
15Εἶδες δὲ ὅλην ἀκριβῶς, ἢ τὸ πρόσωπον μόνον
καὶ ὅσα τοῦ σώματος φανερὰ [ἃ] εἶδες Φιληματίου, καὶ ὡς χρῆν γυναῖκα πέντε καὶ τετταράκοντα ἔτη γεγονυῖαν ἤδη;428
18ΧΑΡΜΙΔΗΣ Καὶ μὴν ἐπόμνυται δύο καὶ εἴκοσιν ἐς τὸν
20ἐσόμενον Ἐλαφηβολιῶνα τελέσειν.
20ΤΡΥΦΑΙΝΑ
D Meretr
.

11

.

3

Σὺ δὲ ποτέροις πιστεύσειας ἄν, τοῖς ἐκεί‐ νης ὅρκοις ἢ τοῖς σεαυτοῦ ὀφθαλμοῖς; ἐπίσκεψαι γὰρ ἀκριβῶς ὑποβλέψας ποτὲ τοὺς κροτάφους αὐτῆς, ἔνθα μόνον τὰς αὐτῆς τρίχας ἔχει· τὰ δὲ
5ἄλλα φενάκη βαθεῖα. παρὰ δὲ τοὺς κροτάφους ὁπόταν ἀσθενήσῃ τὸ φάρμακον, ᾧ βάπτεται, ὑπολευκαίνεται τὰ πολλά. καίτοι τί τοῦτο; βία‐ σαί ποτε καὶ γυμνὴν αὐτὴν ἰδεῖν.
8ΧΑΡΜΙΔΗΣ Οὐδεπώποτέ μοι πρὸς τοῦτο ἐνέδωκεν.
9ΤΡΥΦΑΙΝΑ
10 Εἰκότως· ἠπίστατο γὰρ μυσαχθησόμενόν σε τὰς λεύκας. ὅλη δὲ ἀπὸ τοῦ αὐχένος ἐς τὰ γόνατα παρδάλει ἔοικεν. ἀλλὰ σὺ ἐδάκρυες τοιαύτῃ μὴ συνών; ἦ που τάχα καὶ ἐλύπει σε καὶ ὑπερεώρα;
13ΧΑΡΜΙΔΗΣ Ναί, ὦ Τρύφαινα, καίτοι τοσαῦτα παρ’ ἐμοῦ
15λαμβάνουσα. καὶ νῦν ἐπειδὴ χιλίας αἰτούσῃ οὐκ εἶχον διδόναι ῥᾳδίως ἅτε ὑπὸ πατρὶ φειδομένῳ τρεφόμενος, Μοσχίωνα ἐσδεξαμένη ἀπέκλεισέ με, ἀνθ’ ὧν λυπῆσαι καὶ αὐτὸς ἐθέλων αὐτὴν σὲ
παρείληφα.430
19ΤΡΥΦΑΙΝΑ
20 Μὰ τὴν Ἀφροδίτην οὐκ ἂν ἧκον, εἴ μοι προεῖπέ τις ὡς ἐπὶ τούτοις παραλαμβανοίμην, λυπῆσαι ἄλλην, καὶ ταῦτα Φιλημάτιον τὴν σορόν. ἀλλ’ ἄπειμι, καὶ γὰρ ἤδη τρίτον τοῦτο ᾖσεν ἁλεκτρυών.
23ΧΑΡΜΙΔΗΣ
D Meretr
.

11

.

4

Μὴ σύ γε οὕτως ταχέως, ὦ Τρύφαινα· εἰ γὰρ ἀληθῆ ἐστιν ἃ φῂς περὶ Φιληματίου, τὴν πηνήκην καὶ ὅτι βάπτεται καὶ τὸ τῶν ἄλλων ἀλφῶν, οὐδὲ προσβλέπειν ἂν ἔτι ἐδυνάμην αὐτῇ.
4ΤΡΥΦΑΙΝΑ
5 Ἐροῦ τὴν μητέρα, εἴ ποτε λέλουται μετ’ αὐτῆς· περὶ γὰρ τῶν ἐτῶν κἂν ὁ πάππος διηγήσεταί σοι, εἴ γε ζῇ ἔτι.
7ΧΑΡΜΙΔΗΣ Οὐκοῦν ἐπεὶ τοιαύτη ἐκείνη, ἀφῃρήσθω μὲν ἤδη τὸ διατείχισμα, περιβάλλωμεν δὲ ἀλλήλους
10καὶ φιλῶμεν καὶ ἀληθῶς συνῶμεν· Φιλημάτιον δὲ πολλὰ χαιρέτω.
D Meretr
.

12

t

ΙΟΕΣΣΑ ΚΑΙ ΠΥΘΙΑΣ ΚΑΙ ΛΥΣΙΑΣ
D Meretr
.

12

.

1

ΙΟΕΣΣΑ
1Θρύπτῃ, ὦ Λυσία, πρὸς ἐμέ; καὶ καλῶς, ὅτι
μήτε ἀργύριον πώποτε ᾔτησά σε μήτ’ ἀπέκλεισα ἐλθόντα, ἔνδον ἕτερος, εἰποῦσα, μήτε παραλογισά‐ μενον τὸν πατέρα ἢ ὑφελόμενον τῆς μητρὸς432
5ἠνάγκασα ἐμοί τι κομίσαι, ὁποῖα αἱ ἄλλαι ποιοῦσιν, ἀλλ’ εὐθὺς ἐξ ἀρχῆς ἄμισθον, ἀξύμβολον εἰσεδε‐ ξάμην, οἶσθα ὅσους ἐραστὰς παραπεμψαμένη, Θεοκλέα τὸν πρυτανεύοντα νῦν καὶ Πασίωνα τὸν ναύκληρον καὶ τὸν συνέφηβόν σου Μέλισσον,
10καίτοι ἔναγχος ἀποθανόντος αὐτῷ τοῦ πατρὸς καὶ κύριον αὐτὸν ὄντα τῆς οὐσίας· ἐγὼ δὲ τὸν Φάωνα μόνον εἶχον οὔτε τινὰ προσβλέπουσα ἕτερον οὔτε προσιεμένη ὅτι μὴ σέ· ᾤμην γὰρ ἡ ἀνόητος ἀληθῆ εἶναι ἃ ὤμνυες, καὶ διὰ τοῦτό σοι προσέ‐
15χουσα ὥσπερ ἡ Πηνελόπη ἐσωφρόνουν, ἐπιβοω‐ μένης τῆς μητρὸς καὶ πρὸς τὰς φίλας ἐγκαλούσης. σὺ δὲ ἐπείπερ ἔμαθες ὑποχείριον ἔχων με τετη‐ κυῖαν ἐπὶ σοί, ἄρτι μὲν Λυκαίνῃ προσέπαιζες ἐμοῦ ὁρώσης, ὡς λυποίης ἐμέ, ἄρτι δὲ σὺν ἐμοὶ
20κατακείμενος ἐπῄνεις Μαγίδιον τὴν ψάλτριαν· ἐγὼ δ’ ἐπὶ τούτοις δακρύω καὶ συνίημι ὑβριζο‐ μένη. πρῴην δὲ ὁπότε συνεπίνετε Θράσων καὶ σὺ καὶ Δίφιλος, παρῆσαν καὶ ἡ αὐλητρὶς Κυμβάλιον καὶ Πυραλλὶς ἐχθρὰ οὖσα ἐμοί. σὺ δὲ τοῦτ’
25εἰδὼς τὴν Κυμβάλιον μὲν οὔ μοι πάνυ ἐμέλησεν ὅτι πεντάκις ἐφίλησας· σεαυτὸν γὰρ ὕβριζες τοιαύτην φιλῶν· Πυραλλίδα δὲ ὅσον ἐνένευες, καὶ πιὼν ἂν ἐκείνῃ μὲν ἀπέδειξας τὸ ποτήριον, ἀποδι‐
δοὺς δὲ τῷ παιδὶ πρὸς τὸ οὖς ἐκέλευες, εἰ μὴ434
30Πυραλλὶς αἰτήσειε, μὴ ἂν ἄλλῳ ἐγχέαι· τέλος δὲ τοῦ μήλου ἀποδακών, ὁπότε τὸν Δίφιλον εἶδες ἀσχολούμενον—ἐλάλει γὰρ Θράσωνι—προκύψας πως εὐστόχως προσηκόντισας ἐς τὸν κόλπον αὐτῆς, οὐδὲ λαθεῖν γε πειρώμενος ἐμέ· ἡ δὲ
35φιλήσασα μεταξὺ τῶν μαστῶν ὑπὸ τῷ ἀποδέσμῳ παρεβύσατο.
D Meretr
.

12

.

2

ταῦτα οὖν τίνος ἕνεκα ποιεῖς; τί σε ἢ μέγα ἢ μικρὸν ἐγὼ ἠδίκησα ἢ λελύπηκα; τίνα ἕτερον εἶδον; οὐ πρὸς μόνον σὲ ζῶ; οὐ μέγα, ὦ Λυσία, τοῦτο ποιεῖς γύναιον ἄθλιον λυπῶν
5μεμηνὸς ἐπὶ σοί; ἔστι τις θεὸς ἡ Ἀδράστεια καὶ τὰ τοιαῦτα ὁρᾷ· σὺ δέ ποτε λυπήσῃ τάχα, ἂν ἀκούσῃς τι περὶ ἐμοῦ, κειμένην με ἤτοι βρόχῳ ἐμαυτὴν ἀποπνίξασαν ἢ ἐς τὸ φρέαρ ἐπὶ κεφαλὴν ἐμπεσοῦ‐ σαν, ἢ ἕνα γέ τινα τρόπον εὑρήσω θανάτου, ὡς
10μηκέτ’ ἐνοχλοίην βλεπομένη. πομπεύσεις τότε ὡς μέγα καὶ λαμπρὸν ἔργον ἐργασάμενος. τί με ὑποβλέπεις καὶ πρίεις τοὺς ὀδόντας; εἰ γάρ τι ἐγκαλεῖς, εἰπέ, Πυθιὰς ἡμῖν αὕτη δικασάτω. τί τοῦτο; οὐδὲ ἀποκρινάμενος ἀπέρχῃ καταλιπών με;
15ὁρᾷς, ὦ Πυθιάς, οἷα πάσχω ὑπὸ Λυσίου;
15ΠΥΘΙΑΣ Ὢ τῆς ἀγριότητος, τὸ μηδὲ ἐπικλασθῆναι δα‐ κρυούσης· λίθος, οὐκ ἄνθρωπός ἐστι. πλὴν ἀλλ’ εἴ γε χρὴ τἀληθὲς εἰπεῖν, σύ, ὦ Ἰόεσσα, διέφθειρας αὐτὸν ὑπεραγαπῶσα καὶ τοῦτο ἐμφαίνουσα. ἐχρῆν
20δὲ μὴ πάνυ αὐτὸν ζηλοῦν· ὑπερόπται γὰρ αἰσθα‐
νόμενοι γίγνονται. παῦ’, ὦ τάλαινα, δακρύουσα, καὶ ἤν μοι πείθῃ, ἅπαξ ἢ δὶς ἀπόκλεισον ἐλθόντα· ὄψει γὰρ ἀνακαιόμενον αὐτὸν πάνυ καὶ ἀντιμεμη‐ νότα ἀληθῶς.436
24ΙΟΕΣΣΑ
25 Ἀλλὰ μηδ’ εἴπῃς, ἄπαγε. ἀποκλείσω Λυσίαν; εἴθε μὴ αὐτὸς ἀποσταίη φθάσας.
26ΠΥΘΙΑΣ Ἀλλ’ ἐπανέρχεται αὖθις.
27ΙΟΕΣΣΑ Ἀπολώλεκας ἡμᾶς, ὦ Πυθιάς· ἠκρόαταί σου ἴσως “ἀπόκλεισον” λεγούσης.
29ΛΥΣΙΑΣ
D Meretr
.

12

.

3

Οὐχὶ ταύτης ἕνεκεν, ὦ Πυθιάς, ἐπανελήλυθα, ἣν οὐδὲ προσβλέψαιμι ἔτι τοιαύτην οὖσαν, ἀλλὰ διὰ σέ, ὡς μὴ καταγιγνώσκῃς ἐμοῦ καὶ λέγῃς, Ἄτεγκτος ὁ Λυσίας ἐστίν.
4ΠΥΘΙΑΣ
5Ἀμέλει καὶ ἔλεγον, ὦ Λυσία.
5ΛΥΣΙΑΣ Φέρειν οὖν ἐθέλεις, ὦ Πυθιάς, Ἰόεσσαν ταύτην τὴν νῦν δακρύουσαν αὐτὸν ἐπιστάντα αὐτῇ ποτε μετὰ νεανίου καθευδούσῃ ἐμοῦ ἀποστάσῃ;
8ΠΥΘΙΑΣ Λυσία, τὸ μὲν ὅλον ἑταίρα ἐστί. πῶς δ’ οὖν
10κατέλαβες αὐτοὺς συγκαθεύδοντας;438
10ΛΥΣΙΑΣ Ἕκτην σχεδὸν ταύτην ἡμέραν, νὴ Δί’, ἕκτην γε, δευτέρᾳ ἱσταμένου· τὸ τήμερον δὲ ἑβδόμη ἐστίν. ὁ πατὴρ εἰδὼς ὡς πάλαι ἐρῴην ταυτησὶ τῆς χρηστῆς, ἐνέκλεισέ με παραγγείλας τῷ θυρωρῷ μὴ
15ἀνοίγειν· ἐγὼ δέ, οὐ γὰρ ἔφερον μὴ οὐχὶ συνεῖναι αὐτῇ, τὸν Δρόμωνα ἐκέλευσα παρακύψαντα παρὰ τὸν θριγκὸν τῆς αὐλῆς, ᾗ ταπεινότατον ἦν, ἀναδέ‐ ξασθαί με ἐπὶ τὸν νῶτον· ῥᾷον γὰρ οὕτως ἀναβή‐ σεσθαι ἔμελλον. τί ἂν μακρὰ λέγοιμι; ὑπερέβην,
20ἧκον, τὴν αὔλειον εὗρον ἀποκεκλεισμένην ἐπιμελῶς· μέσαι γὰρ νύκτες ἦσαν. οὐκ ἔκοψα δ’ οὖν, ἀλλ’ ἐπάρας ἠρέμα τὴν θύραν, ἤδη δὲ καὶ ἄλλοτ’ ἐπε‐ ποιήκειν αὐτό, παραγαγὼν τὸν στροφέα παρεισ‐ ῆλθον ἀψοφητί. ἐκάθευδον δὲ πάντες, εἶτα ἐπαφώ‐
25μενος τοῦ τοίχου ἐφίσταμαι τῇ κλίνῃ.
25ΙΟΕΣΣΑ
D Meretr
.

12

.

4

Τί ἐρεῖς, ὦ Δάματερ; ἀγωνιῶ γάρ.
1ΛΥΣΙΑΣ Ἐπειδὴ δὲ οὐχ ἑώρων τὸ ἆσθμα ἕν, τὸ μὲν πρῶτον ᾤμην τὴν Λυδὴν αὐτῇ συγκαθεύδειν· τὸ δ’ οὐκ ἦν, ὦ Πυθιάς, ἀλλ’ ἐφαψάμενος εὗρον
5ἀγένειόν τινα πάνυ ἁπαλόν, ἐν χρῷ κεκαρμένον, μύρων καὶ αὐτὸν ἀποπνέοντα. τοῦτο ἰδὼν εἰ μὲν καὶ ξίφος ἔχων ἦλθον, οὐκ ἂν ὤκνησα, εὖ ἴστε. τί γελᾶτε, ὦ Πυθιάς; γέλωτος ἄξια δοκῶ σοι
διηγεῖσθαι;440
9ΙΟΕΣΣΑ
10 Τοῦτό σε, ὦ Λυσία, λελύπηκεν; ἡ Πυθιὰς αὕτη μοι συνεκάθευδε.
11ΠΥΘΙΑΣ Μὴ λέγε, ὦ Ἰόεσσα, πρὸς αὐτόν.
12ΙΟΕΣΣΑ Τί μὴ λέγω; Πυθιὰς ἦν, φίλτατε, μετακλη‐ θεῖσα ὑπ’ ἐμοῦ, ὡς ἅμα καθεύδοιμεν· ἐλυπούμην
15γὰρ σὲ μὴ ἔχουσα.
15ΛΥΣΙΑΣ
D Meretr
.

12

.

5

Πυθιὰς ὁ ἐν χρῷ κεκαρμένος; εἶτα δι’ ἕκτης ἡμέρας ἀνεκόμησε τοσαύτην κόμην;
2ΙΟΕΣΣΑ Ἀπὸ τῆς νόσου ἐξυρήσατο, ὦ Λυσία· ὑπέρρεον γὰρ αὐτῇ αἱ τρίχες. νῦν δὲ καὶ τὴν πηνήκην ἐπέ‐
5θετο. δεῖξον, ὦ Πυθιάς, δεῖξον οὕτως ὄν, πεῖσον αὐτόν. ἰδοὺ τὸ μειράκιον ὁ μοιχὸς ὃν ἐζηλοτύπεις.
6ΛΥΣΙΑΣ Οὐκ ἐχρῆν οὖν, ὦ Ἰόεσσα, καὶ ταῦτα ἐρῶντα ἐφαψάμενον αὐτόν;
8ΙΟΕΣΣΑ Οὐκοῦν σὺ μὲν ἤδη πέπεισαι· βούλει δὲ ἀντιλυ‐
10πήσω σε καὶ αὐτή; ὀργίζομαι δικαίως ἐν τῷ μέρει.
11ΛΥΣΙΑΣ Μηδαμῶς, ἀλλὰ πίνωμεν ἤδη, καὶ Πυθιὰς μεθ’
ἡμῶν· ἄξιον γὰρ αὐτὴν παρεῖναι ταῖς σπονδαῖς.442
13ΙΟΕΣΣΑ Παρέσται. οἷα πέπονθα διὰ σέ, ὦ γενναιότατε
15νεανίσκων Πυθίας.
15ΠΥΘΙΑΣ Ἀλλὰ καὶ διήλλαξα ὑμᾶς ὁ αὐτός, ὥστε μή μοι χαλέπαινε. πλὴν τὸ δεῖνα, ὅρα, ὦ Λυσία, μή τινι εἴπῃς τὸ περὶ τῆς κόμης.
D Meretr
.

13

t

ΛΕΟΝΤΙΧΟΣ ΚΑΙ ΧΗΝΙΔΑΣ ΚΑΙ ΥΜΝΙΣ
D Meretr
.

13

.

1

ΛΕΟΝΤΙΧΟΣ
1 Ἐν δὲ τῇ πρὸς τοὺς Γαλάτας μάχῃ εἰπέ, ὦ Χηνίδα, ὅπως μὲν προεξήλασα τῶν ἄλλων ἱππέων ἐπὶ τοῦ ἵππου τοῦ λευκοῦ, ὅπως δὲ οἱ Γαλάται καίτοι ἄλκιμοι ὄντες ἔτρεσάν 〈μ’〉 εὐθὺς ὡς εἶδον
5καὶ οὐθεὶς ἔτι ὑπέστη. τότε τοίνυν ἐγὼ τὴν μὲν λόγχην ἀκοντίσας διέπειρα τὸν ἵππαρχον αὐτὸν καὶ τὸν ἵππον, ἐπὶ δὲ τὸ συνεστηκὸς ἔτι αὐτῶν—ἦσαν γάρ τινες οἳ ἔμενον διαλύσαντες μὲν τὴν φάλαγγα, ἐς πλαίσιον δὲ συναγαγόντες αὑτούς—ἐπὶ τούτους
10ἐγὼ σπασάμενος τὴν σπάθην ἅπαντι τῷ θυμῷ ἐπελάσας ἀνατρέπω μὲν ὅσον ἑπτὰ τοὺς προεστῶ‐ τας αὐτῶν τῇ ἐμβολῇ τοῦ ἵππου· τῷ ξίφει δὲ κατενεγκὼν διέτεμον τῶν λοχαγῶν ἑνὸς ἐς δύο τὴν κεφαλὴν αὐτῷ κράνει. ὑμεῖς δέ, ὦ Χηνίδα, μετ’
15ὀλίγον ἐπέστητε ἤδη φευγόντων.444
15ΧΗΝΙΔΑΣ
D Meretr
.

13

.

2

Ὅτε γάρ, ὦ Λεόντιχε, περὶ Παφλαγονίαν ἐμονομάχησας τῷ σατράπῃ, οὐ μεγάλα ἐπεδείξω καὶ τότε;
3ΛΕΟΝΤΙΧΟΣ Καλῶς ὑπέμνησας οὐκ ἀγεννοῦς οὐδ’ ἐκείνης
5τῆς πράξεως· ὁ γὰρ σατράπης μέγιστος ὤν, ὁπλομάχων ἄριστος δοκῶν εἶναι, καταφρονήσας τοῦ Ἑλληνικοῦ, προπηδήσας ἐς τὸ μέσον προὐκα‐ λεῖτο εἴ τις ἐθέλοι αὐτῷ μονομαχῆσαι. οἱ μὲν οὖν ἄλλοι κατεπεπλήγεσαν οἱ λοχαγοὶ καὶ οἱ ταξίαρχοι
10καὶ ὁ ἡγεμὼν αὐτὸς καίτοι οὐκ ἀγεννὴς ἄνθρωπος ὤν· Ἀρίσταιχμος γὰρ ἡμῶν ἡγεῖτο Αἰτωλὸς ἀκοντιστὴς ἄριστος, ἐγὼ δὲ ἐχιλιάρχουν ἔτι. τολμήσας δ’ ὅμως καὶ τοὺς ἑταίρους ἐπιλαμβανο‐ μένους ἀποσεισάμενος, ἐδεδοίκεσαν γὰρ ὑπὲρ ἐμοῦ
15ὁρῶντες ἀποστίλβοντα μὲν τὸν βάρβαρον ἐπιχρύσοις τοῖς ὅπλοις, μέγαν δὲ καὶ φοβερὸν ὄντα τὸν λόφον, κραδαίνοντα τὴν λόγχην—
17ΧΗΝΙΔΑΣ Κἀγὼ ἔδεισα τότε, ὦ Λεόντιχε, καὶ οἶσθα ὡς εἰχόμην σου δεόμενος μὴ προκινδυνεύειν· ἀβίωτα
20γὰρ ἦν μοι σοῦ ἀποθανόντος.
20ΛΕΟΝΤΙΧΟΣ
D Meretr
.

13

.

3

Ἀλλ’ ἐγὼ τολμήσας παρῆλθον ἐς τὸ μέσον οὐ χεῖρον τοῦ Παφλαγόνος ὡπλισμένος, ἀλλὰ πάγχρυ‐ σος καὶ αὐτός, ὥστε βοὴ εὐθὺς ἐγένετο καὶ παρ’
ἡμῶν καὶ παρὰ τῶν βαρβάρων· ἐγνώρισαν γάρ με446
5κἀκεῖνοι ἰδόντες ἀπὸ τῆς πέλτης μάλιστα καὶ τῶν φαλάρων καὶ τοῦ λόφου. εἰπέ, ὦ Χηνίδα, τίνι με τότε πάντες εἴκαζον;
7ΧΗΝΙΔΑΣ Τίνι δὲ ἄλλῳ ἢ Ἀχιλλεῖ νὴ Δία τῷ Θέτιδος καὶ Πηλέως; οὕτως ἔπρεπε μέν σοι ἡ κόρυς, ἡ φοινικὶς
10δὲ ἐπήνθει καὶ ἡ πέλτη ἐμάρμαιρεν.
10ΛΕΟΝΤΙΧΟΣ Ἐπεὶ δὲ συνέστημεν, ὁ βάρβαρος πρότερος τιτρώσκει με ὀλίγον ὅσον ἐπιψαῦσαι τῷ δόρατι μικρὸν ὑπὲρ τὸ γόνυ, ἐγὼ δὲ διελάσας τὴν ἀσπίδα τῇ σαρίσῃ παίω διαμπὰξ ἐς τὸ στέρνον, εἶτ’
15ἐπιδραμὼν ἀπεδειροτόμησα τῇ σπάθῃ ῥᾳδίως καὶ τὰ ὅπλα ἔχων ἐπανῆλθον ἅμα καὶ τὴν κεφαλὴν ἐπὶ τῆς σαρίσης πεπηγυῖαν κομίζων λελουμένος τῷ φόνῳ.
18ΥΜΝΙΣ
D Meretr
.

13

.

4

Ἄπαγε, ὦ Λεόντιχε, μιαρὰ ταῦτα καὶ φοβερὰ περὶ σαυτοῦ διηγῇ, καὶ οὐκ ἂν ἔτι σε οὐδὲ προσ‐ βλέψειέ τις οὕτω χαίροντα τῷ λύθρῳ, οὐχ ὅπως συμπίοι ἢ συγκοιμηθείη. ἔγωγ’ οὖν ἄπειμι.
4ΛΕΟΝΤΙΧΟΣ
5Διπλάσιον ἀπόλαβε τὸ μίσθωμα.
5ΥΜΝΙΣ
Οὐκ ἂν ὑπομείναιμι ἀνδροφόνῳ συγκαθεύδειν.448
6ΛΕΟΝΤΙΧΟΣ Μὴ δέδιθι, ὦ Ὑμνί· ἐν Παφλαγόσιν ἐκεῖνα πέπρακται, νῦν δὲ εἰρήνην ἄγω.
8ΥΜΝΙΣ Ἀλλ’ ἐναγὴς ἄνθρωπος εἶ, καὶ τὸ αἷμα κατέσταζέ
10σου ἀπὸ τῆς κεφαλῆς τοῦ βαρβάρου, ἣν ἔφερες ἐπὶ τῇ σαρίσῃ. εἶτ’ ἐγὼ τοιοῦτον ἄνδρα περιβάλω καὶ φιλήσω; μή, ὦ Χάριτες, γένοιτο· οὐδὲν γὰρ οὗτος ἀμείνων τοῦ δημίου.
13ΛΕΟΝΤΙΧΟΣ Καὶ μὴν εἴ με εἶδες ἐν τοῖς ὅπλοις, εὖ οἶδα,
15ἠράσθης ἄν.
15ΥΜΝΙΣ Ἀκούουσα μόνον, ὦ Λεόντιχε, ναυτιῶ καὶ φρίττω καὶ τὰς σκιάς μοι δοκῶ ὁρᾶν καὶ τὰ εἴδωλα τῶν πεφονευμένων καὶ μάλιστα τοῦ ἀθλίου λοχα‐ γοῦ ἐς δύο τὴν κεφαλὴν διῃρημένου. τί οἴει, τὸ
20ἔργον αὐτὸ καὶ τὸ αἷμα εἰ ἐθεασάμην καὶ κειμένους τοὺς νεκρούς; ἐκθανεῖν δή μοι δοκῶ· οὐδ’ ἀλεκτρυόνα πώποτε φονευόμενον εἶδον.
22ΛΕΟΝΤΙΧΟΣ Οὕτως ἀγεννής, ὦ Ὑμνί, καὶ μικρόψυχος εἶ; ἐγὼ δὲ ᾤμην ἡσθήσεσθαί σε ἀκούουσαν.
24ΥΜΝΙΣ
25Ἀλλὰ τέρπε τοῖς διηγήμασι τούτοις εἴ τινας
Λημνιάδας ἢ Δαναΐδας εὕροις· ἐγὼ δ’ ἀποτρέχω παρὰ τὴν μητέρα, ἕως ἔτι ἡμέρα ἐστίν. ἕπου καὶ σύ, ὦ Γραμμί· σὺ δὲ ἔρρωσο, χιλιάρχων ἄριστε καὶ φονεῦ ὁπόσων ἂν ἐθέλῃς.450
29ΛΕΟΝΤΙΧΟΣ
D Meretr
.

13

.

5

Μεῖνον, ὦ Ὑμνί, μεῖνον—ἀπελήλυθε.
1ΧΗΝΙΔΑΣ Σὺ γάρ, ὦ Λεόντιχε, ἀφελῆ παιδίσκην κατε‐ φόβησας ἐπισείων λόφους καὶ ἀπιθάνους ἀριστείας διεξιών· ἐγὼ δὲ ἑώρων εὐθὺς ὅπως χλωρὰ ἐγένετο
5ἔτι σου τὰ κατὰ τὸν λοχαγὸν ἐκεῖνα διηγουμένου καὶ συνέστειλε τὸ πρόσωπον καὶ ὑπέφριξεν, ἐπεὶ διακόψαι τὴν κεφαλὴν ἔφης.
7ΛΕΟΝΤΙΧΟΣ Ὤιμην ἐρασμιώτερος αὐτῇ φανεῖσθαι. ἀλλὰ καὶ σύ με προσαπολώλεκας, ὦ Χηνίδα, τὸ μονο‐
10μάχιον ὑποβαλών.
10ΧΗΝΙΔΑΣ Οὐκ ἔδει γὰρ συνεπιψεύδεσθαί σοι ὁρῶντα τὴν αἰτίαν τῆς ἀλαζονείας; σὺ δὲ πολὺ φοβερώτερον αὐτὸ ἐποίησας. ἔστω γάρ, ἀπέτεμες τοῦ κακο‐ δαίμονος Παφλαγόνος τὴν κεφαλήν, τί καὶ κατέ‐
15πηξας αὐτὴν ἐπὶ τῆς σαρίσης, ὥστε σου καταρρεῖν τὸ αἷμα;
16ΛΕΟΝΤΙΧΟΣ
D Meretr
.

13

.

6

Τοῦτο μιαρὸν ὡς ἀληθῶς, ὦ Χηνίδα, ἐπεὶ τά γε ἄλλα οὐ κακῶς συνεπέπλαστο. ἄπιθι δ’ οὖν καὶ
πεῖσον αὐτὴν συγκαθευδήσουσαν.452
3ΧΗΝΙΔΑΣ Λέγω οὖν ὡς ἐψεύσω ἅπαντα γενναῖος αὐτῇ
5δόξαι βουλόμενος;
5ΛΕΟΝΤΙΧΟΣ Αἰσχρόν, ὦ Χηνίδα.
6ΧΗΝΙΔΑΣ Καὶ μὴν οὐκ ἄλλως ἀφίκοιτο. ἑλοῦ τοίνυν θάτερον ἢ μισεῖσθαι ἀριστεὺς εἶναι δοκῶν ἢ καθεύδειν μετὰ Ὑμνίδος ἐψεῦσθαι ὁμολογῶν.
9ΛΕΟΝΤΙΧΟΣ
10 Χαλεπὰ μὲν ἄμφω· αἱροῦμαι δ’ ὅμως τὴν Ὑμνίδα. ἄπιθι οὖν καὶ λέγε, ὦ Χηνίδα, ἐψεῦσθαι μέν, μὴ πάντα δέ.
D Meretr
.

14

t

ΔΩΡΙΩΝ ΚΑΙ ΜΥΡΤΑΛΗ
D Meretr
.

14

.

1

ΔΩΡΙΩΝ
1 Νῦν με ἀποκλείεις, ὦ Μυρτάλη, νῦν, ὅτε πένης ἐγενόμην διὰ σέ, ὅτε δέ σοι τοσαῦτα ἐκόμιζον, ἐρώμενος, ἀνήρ, δεσπότης, πάντ’ ἦν ἐγώ. ἐπεὶ δ’ ἐγὼ μὲν αὖος ἤδη ἀκριβῶς, σὺ δὲ τὸν Βιθυνὸν
5ἔμπορον εὕρηκας ἐραστήν, ἀποκλείομαι μὲν ἐγὼ καὶ πρὸ τῶν θυρῶν ἕστηκα δακρύων, ὁ δὲ τῶν νυκτῶν φιλεῖται καὶ μόνος ἔνδον ἐστὶ καὶ παννυχί‐
ζεται, καὶ κυεῖν φῂς ἀπ’ αὐτοῦ.454
8ΜΥΡΤΑΛΗ Ταῦτά με ἀποπνίγει, Δωρίων, μάλιστα ὁπόταν
10λέγῃς ὡς πολλὰ ἔδωκας καὶ πένης γεγένησαι δι’ ἐμέ. λόγισαι γοῦν ἅπαντα ἐξ ἀρχῆς ὁπόσα μοι ἐκόμισας.
12ΔΩΡΙΩΝ
D Meretr
.

14

.

2

Εὖ γε, ὦ Μυρτάλη, λογισώμεθα. ὑποδήματα ἐκ Σικυῶνος τὸ πρῶτον δύο δραχμῶν· τίθει δύο δραχμάς.
3ΜΥΡΤΑΛΗ Ἀλλ’ ἐκοιμήθης νύκτας δύο.
4ΔΩΡΙΩΝ
5 Καὶ ὁπότε ἧκον ἐκ Συρίας, ἀλάβαστρον μύρου ἐκ Φοινίκης, δύο καὶ τοῦτο δραχμῶν νὴ τὸν Ποσειδῶ.
7ΜΥΡΤΑΛΗ Ἐγὼ δέ σοι ἐκπλέοντι τὸ μικρὸν ἐκεῖνο χι‐ τώνιον τὸ μέχρι τῶν μηρῶν, ὡς ἔχοις ἐρέττων,
10Ἐπιούρου τοῦ πρωρέως ἐκλαθομένου αὐτὸ παρ’ ἡμῖν, ὁπότε ἐκάθευδε παρ’ ἐμοί.
11ΔΩΡΙΩΝ Ἀπέλαβεν αὐτὸ γνωρίσας ὁ Ἐπίουρος πρῴην ἐν Σάμῳ μετὰ πολλῆς γε, ὦ θεοί, τῆς μάχης. κρόμ‐ μυα δὲ ἐκ Κύπρου καὶ σαπέρδας πέντε καὶ
15πέρκας τέτταρας, ὁπότε κατεπλεύσαμεν ἐκ Βοσπό‐
ρου, ἐκόμισά σοι. τί οὖν; καὶ ἄρτους ὀκτὼ ναυτικοὺς ἐν γυργάθῳ ξηροὺς καὶ ἰσχάδων βῖκον ἐκ Καρίας καὶ ὕστερον ἐκ Πατάρων σανδάλια ἐπίχρυσα, ὦ ἀχάριστε· καὶ τυρόν ποτε μέμνημαι456
20τὸν μέγαν ἐκ Γυθίου.
20ΜΥΡΤΑΛΗ Πέντε ἴσως δραχμῶν, ὦ Δωρίων, πάντα ταῦτα.
21ΔΩΡΙΩΝ
D Meretr
.

14

.

3

Ὦ Μυρτάλη, ὅσα ναύτης ἄνθρωπος ἐδυ‐ νάμην μισθοῦ ἐπιπλέων. νῦν γὰρ ἤδη τοίχου ἄρχω τοῦ δεξιοῦ καὶ σὺ ἡμῶν ὑπερορᾷς, πρῴην δὲ ὁπότε τὰ Ἀφροδίσια ἦν, οὐχὶ δραχμὴν ἔθηκα πρὸ
5τοῖν ποδοῖν τῆς Ἀφροδίτης σοῦ ἕνεκεν ἀργυρᾶν; καὶ πάλιν τῇ μητρὶ εἰς ὑποδήματα δύο δραχμὰς καὶ Λυδῇ ταύτῃ πολλάκις εἰς τὴν χεῖρα νῦν μὲν δύο, νῦν δὲ τέτταρας ὀβολούς. ταῦτα πάντα συντε‐ θέντα οὐσία ναύτου ἀνδρὸς ἦν.
9ΜΥΡΤΑΛΗ
10Τὰ κρόμμυα καὶ οἱ σαπέρδαι, ὦ Δωρίων;
10ΔΩΡΙΩΝ Ναί· οὐ γὰρ εἶχον πλείω κομίζειν· οὐ γὰρ ἂν ἤρεττον, εἴ γε πλουτῶν ἐτύγχανον. τῇ μητρὶ δὲ οὐδὲ κεφαλίδα μίαν σκορόδου ἐκόμισα πώποτε. ἡδέως δ’ ἂν ἔμαθον ἅτινά σοι παρὰ Βιθυνοῦ τὰ
15δῶρα.
15ΜΥΡΤΑΛΗ Τουτὶ πρῶτον ὁρᾷς τὸ χιτώνιον; ἐκεῖνος
ἐπρίατο, καὶ τὸν ὅρμον τὸν παχύτερον.458
17ΔΩΡΙΩΝ Ἐκεῖνος; ᾔδειν γάρ σε πάλαι ἔχουσαν.
18ΜΥΡΤΑΛΗ Ἀλλ’ ὃν ᾔδεις, πολὺ λεπτότερος ἦν καὶ σμαράγ‐
20δους οὐκ εἶχε. καὶ ἐλλόβια ταυτὶ καὶ δάπιδα, καὶ πρῴην δύο μνᾶς, καὶ τὸ ἐνοίκιον κατέβαλεν ὑπὲρ ἡμῶν, οὐ σάνδαλα Παταρικὰ καὶ τυρὸν Γυθιακὸν καὶ φληνάφους.
23ΔΩΡΙΩΝ
D Meretr
.

14

.

4

Ἀλλὰ ἐκεῖνο οὐ λέγεις, οἵῳ ὄντι συγκαθεύδεις αὐτῷ; ἔτη μὲν ὑπὲρ τὰ πεντήκοντα πάντως, ἀνα‐ φαλαντίας καὶ τὴν χρόαν οἷος κάραβος. οὐδὲ τοὺς ὀδόντας αὐτοῦ ὁρᾷς; αἱ μὲν γὰρ χάριτες, ὦ
5Διοσκόρω, πολλαί, καὶ μάλιστα ὁπόταν ᾄδῃ καὶ ἁβρὸς εἶναι θέλῃ, ὄνος αὐτολυρίζων, φασίν. ἀλλὰ ὄναιο αὐτοῦ ἀξία γε οὖσα καὶ γένοιτο ὑμῖν παιδίον ὅμοιον τῷ πατρί, ἐγὼ δὲ καὶ αὐτὸς εὑρήσω Δελφίδα ἢ Κυμβάλιόν τινα τῶν κατ’ ἐμὲ ἢ τὴν
10γείτονα ὑμῶν τὴν αὐλητρίδα ἢ πάντως τινά. δάπιδας δὲ καὶ ὅρμους καὶ διμναῖα μισθώματα οὐ πάντες ἔχομεν.
12ΜΥΡΤΑΛΗ Ὦ μακαρία ἐκείνη, ἥτις ἐραστὴν σέ, ὦ Δωρίων, ἕξει· κρόμμυα γὰρ αὐτῇ οἴσεις ἐκ Κύπρου καὶ τυ‐
15ρόν, ὅταν ἐκ Γυθίου καταπλέῃς.460
D Meretr
.

15

t

ΚΟΧΛΙΣ ΚΑΙ ΠΑΡΘΕΝΙΣ
D Meretr
.

15

.

1

ΚΟΧΛΙΣ
1 Τί δακρύεις, ὦ Παρθενί, ἢ πόθεν κατεαγότας τοὺς αὐλοὺς φέρεις;
2ΠΑΡΘΕΝΙΣ Ὁ στρατιώτης ὁ Αἰτωλὸς ὁ μέγας ὁ Κροκάλης ἐρῶν ἐρράπισέ με αὐλοῦσαν εὑρὼν παρὰ τῇ
5Κροκάλῃ ὑπὸ τοῦ ἀντεραστοῦ αὐτοῦ Γόργου μεμισθωμένην καὶ τούς τε αὐλούς μου συνέτριψε καὶ τὴν τράπεζαν μεταξὺ δειπνούντων ἀνέτρεψε καὶ τὸν κρατῆρα ἐξέχεεν ἐπεισπαίσας· τὸν μὲν γὰρ ἀγροῖκον ἐκεῖνον τὸν Γόργον ἀπὸ τοῦ συμποσίου
10κατασπάσας τῶν τριχῶν ἔπαιον περιστάντες αὐτός τε ὁ στρατιώτης—Δεινόμαχος, οἶμαι, καλεῖται— καὶ ὁ συστρατιώτης αὐτοῦ· ὥστε οὐκ οἶδα εἰ βιώσεται ὁ ἄνθρωπος, ὦ Κοχλί· αἷμά τε γὰρ ἐρρύη πολὺ ἀπὸ τῶν ῥινῶν καὶ τὸ πρόσωπον ὅλον
15ἐξῴδηκεν αὐτοῦ καὶ πελιδνόν ἐστιν.
15ΚΟΧΛΙΣ
D Meretr
.

15

.

2

Ἐμάνη ὁ ἄνθρωπος ἢ μέθη τις ἦν καὶ παροινία τὸ πρᾶγμα;
2ΠΑΡΘΕΝΙΣ Ζηλοτυπία τις, ὦ Κοχλί, καὶ ἔρως ἔκτοπος·
ἡ Κροκάλη δὲ, οἶμαι, δύο τάλαντα αἰτήσασα, εἰ462
5βούλεται μόνος ἔχειν αὐτήν, ἐπεὶ μὴ ἐδίδου ὁ Δεινόμαχος, ἐκεῖνον μὲν ἀπέκλεισεν ἥκοντα προσα‐ ράξασά γε αὐτῷ τὰς θύρας, ὡς ἐλέγετο, τὸν Γόργον δὲ Οἰνοέα τινὰ γεωργὸν εὔπορον ἐκ πολλοῦ ἐρῶντα καὶ χρηστὸν ἄνθρωπον προσιεμένη
10ἔπινε μετ’ αὐτοῦ κἀμὲ παρέλαβεν αὐλήσουσαν αὐτοῖς. ἤδη δὲ προχωροῦντος τοῦ πότου ἐγὼ μὲν ὑπέκρεκόν τι τῶν Λυδίων, ὁ γεωργὸς δὲ ἤδη ἀνίστατο ὡς ὀρχησόμενος, ἡ Κροκάλη δὲ ἐκρότει, καὶ πάντα ἦν ἡδέα· ἐν τοσούτῳ δὲ κτύπος
15ἠκούετο καὶ βοὴ καὶ ἡ αὔλειος ἠράσσετο, καὶ μετὰ μικρὸν ἐπεισέπεσον ὅσον ὀκτὼ νεανίσκοι μάλα καρτεροὶ καὶ ὁ Μεγαρεὺς ἐν αὐτοῖς. εὐθὺς οὖν ἀνετέτραπτο πάντα καὶ ὁ Γόργος, ὥσπερ ἔφην, ἐπαίετο καὶ ἐπατεῖτο χαμαὶ κείμενος· ἡ Κροκάλη
20δὲ οὐκ οἶδ’ ὅπως ἔφθη ὑπεκφυγοῦσα παρὰ τὴν γείτονα Θεσπιάδα· ἐμὲ δὲ ῥαπίσας ὁ Δεινόμαχος, Ἐκφθείρου, φησί, κατεαγότας μοι τοὺς αὐλοὺς προσρίψας. καὶ νῦν ἀποτρέχω φράσουσα ταῦτα τῷ δεσπότῃ· ἀπέρχεται δὲ καὶ ὁ γεωργὸς ὀψόμενός
25τινας φίλους τῶν ἀστικῶν, οἳ παραδώσουσι τοῖς πρυτανεῦσι τὸν Μεγαρέα.
26ΚΟΧΛΙΣ
D Meretr
.

15

.

3

Ταῦτ’ ἐστὶν ἀπολαῦσαι τῶν στρατιωτικῶν τούτων ἐραστῶν, πληγὰς καὶ δίκας· τὰ δὲ ἄλλα ἡγεμόνες εἶναι καὶ χιλίαρχοι λέγοντες, ἤν τι δοῦναι
δέῃ, Περίμεινον, φασί, τὴν σύνταξιν, ὁπόταν ἀπολάβω464
5τὴν μισθοφοράν, καὶ ποιήσω πάντα. ἐπιτριβεῖεν δ’ οὖν ἀλαζόνες ὄντες· ἔγωγ’ οὖν εὖ ποιῶ μὴ προσιεμένη αὐτοὺς τὸ παράπαν. ἁλιεύς τις ἐμοὶ γένοιτο ἢ ναύτης ἢ γεωργὸς ἰσότιμος κολακεύειν εἰδὼς μικρὰ καὶ κομίζων πολλά, οἱ δὲ τοὺς λόφους
10ἐπισείοντες οὗτοι καὶ τὰς μάχας διηγούμενοι,
ψόφοι, ὦ Παρθενί.466