TLG 0062 068 :: LUCIANUS :: Dialogi deorum

LUCIANUS Soph.
(Samosatenus: A.D. 2)

Scholia: Cf. SCHOLIA IN LUCIANUM (5029)

Dialogi deorum

Source: Macleod, M.D. (ed.), Lucian, vol. 7. Cambridge, Mass.: Harvard University Press, 1961: 240–352.

Citation: Dialogue — section — (line)

D Deor
.

t

1

ΘΕΩΝ ΔΙΑΛΟΓΟΙ
D Deor
.

1

t

ΑΡΕΩΣ ΚΑΙ ΕΡΜΟΥ
D Deor
.

1

.

1

ΑΡΗΣ
1 Ἤκουσας, ὦ Ἑρμῆ, οἷα ἠπείλησεν ἡμῖν ὁ Ζεύς, ὡς ὑπεροπτικὰ καὶ ὡς ἀπίθανα; Ἢν ἐθελήσω, φησίν, ἐγὼ μὲν ἐκ τοῦ οὐρανοῦ σειρὰν καθήσω, ὑμεῖς δὲ ἀποκρεμασθέντες κατασπᾶν βιάσεσθέ με, ἀλλὰ
5μάτην πονήσετε· οὐ γὰρ δὴ καθελκύσετε· εἰ δὲ ἐγὼ θελήσαιμι ἀνελκύσαι, οὐ μόνον ὑμᾶς, ἀλλὰ καὶ τὴν γῆν ἅμα καὶ τὴν θάλασσαν συνανασπάσας μετεωριῶ· καὶ τἆλλα ὅσα καὶ σὺ ἀκήκοας. ἐγὼ δὲ ὅτι μὲν καθ’ ἕνα πάντων ἀμείνων καὶ ἰσχυρό‐
10τερός ἐστιν οὐκ ἂν ἀρνηθείην, ὁμοῦ δὲ τῶν τοσούτων ὑπερφέρειν, ὡς μὴ καταβαρήσειν αὐτόν, ἢν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν προσλάβωμεν, οὐκ ἂν πεισθείην.
13ΕΡΜΗΣ
D Deor
.

1

.

2

Εὐφήμει, ὦ Ἄρες· οὐ γὰρ ἀσφαλὲς λέγειν τὰ τοιαῦτα, μὴ καί τι κακὸν ἀπολαύσωμεν τῆς φλυαρίας.
3ΑΡΗΣ Οἴει γάρ με πρὸς πάντας ἂν ταῦτα εἰπεῖν, οὐχὶ
5δὲ πρὸς μόνον σέ, ὃν ἐχεμυθήσειν ἠπιστάμην; ὃ γοῦν μάλιστα γελοῖον ἔδοξέ μοι ἀκούοντι μεταξὺ τῆς ἀπειλῆς, οὐκ ἂν δυναίμην σιωπῆσαι πρὸς σέ· μέμνημαι γὰρ οὐ πρὸ πολλοῦ, ὁπότε ὁ Ποσειδῶν καὶ ἡ Ἥρα καὶ ἡ Ἀθηνᾶ ἐπαναστάντες ἐπεβούλευον240
10ξυνδῆσαι λαβόντες αὐτόν, ὡς παντοῖος ἦν δεδιώς, καὶ ταῦτα τρεῖς ὄντας, καὶ εἰ μή γε ἡ Θέτις κατελεήσασα ἐκάλεσεν αὐτῷ σύμμαχον Βριάρεων ἑκατόγχειρα ὄντα, κἂν ἐδέδετο αὐτῷ κεραυνῷ καὶ βροντῇ. ταῦτα λογιζομένῳ ἐπῄει μοι γελᾶν ἐπὶ τῇ
15καλλιρρημοσύνῃ αὐτοῦ.
15ΕΡΜΗΣ Σιώπα, φημί· οὐ γὰρ ἀσφαλὲς οὔτε σοὶ λέγειν οὔτ’ ἐμοὶ ἀκούειν τὰ τοιαῦτα.
D Deor
.

2

t

ΠΑΝΟΣ ΚΑΙ ΕΡΜΟΥ
D Deor
.

2

.

1

ΠΑΝ
1Χαῖρε, ὦ πάτερ Ἑρμῆ.
1ΕΡΜΗΣ Μὴ καὶ σύ γε. ἀλλὰ πῶς ἐγὼ σὸς πατήρ;
2ΠΑΝ Οὐχ ὁ Κυλλήνιος Ἑρμῆς ὢν τυγχάνεις;
3ΕΡΜΗΣ
Καὶ μάλα. πῶς οὖν υἱὸς ἐμὸς εἶ;242
4ΠΑΝ
5Μοιχίδιός εἰμι, ἐξ ἔρωτός σοι γενόμενος.
5ΕΡΜΗΣ Νὴ Δία, τράγου ἴσως τινὸς μοιχεύσαντος αἶγα· ἐμοὶ γὰρ πῶς, κέρατα ἔχων καὶ ῥῖνα τοιαύτην καὶ πώγωνα λάσιον καὶ σκέλη διχαλὰ καὶ τραγικὰ καὶ οὐρὰν ὑπὲρ τὰς πυγάς;
9ΠΑΝ
10 Ὅσα ἂν ἀποσκώψῃς με, τὸν σεαυτοῦ υἱόν, ὦ πάτερ, ἐπονείδιστον ἀποφαίνεις, μᾶλλον δὲ σεαυτόν, ὃς τοιαῦτα γεννᾷς καὶ παιδοποιεῖς, ἐγὼ δὲ ἀναί‐ τιος.
13ΕΡΜΗΣ Τίνα καὶ φῄς σου μητέρα; ἤ που ἔλαθον αἶγα
15μοιχεύσας ἔγωγε;
15ΠΑΝ Οὐκ αἶγα ἐμοίχευσας, ἀλλ’ ἀνάμνησον σεαυτόν, εἴ ποτε ἐν Ἀρκαδίᾳ παῖδα ἐλευθέραν ἐβιάσω. τί δα‐ κὼν τὸν δάκτυλον ζητεῖς καὶ ἐπὶ πολὺ ἀπορεῖς; τὴν Ἰκαρίου λέγω Πηνελόπην.
19ΕΡΜΗΣ
20Εἶτα τί παθοῦσα ἐκείνη ἀντ’ ἐμοῦ τράγῳ σε
ὅμοιον ἔτεκεν;244
21ΠΑΝ
D Deor
.

2

.

2

Αὐτῆς ἐκείνης λόγον σοι ἐρῶ· ὅτε γάρ με ἐξέπεμπεν ἐπὶ τὴν Ἀρκαδίαν, Ὦ παῖ, μήτηρ μέν σοι, ἔφη, ἐγώ εἰμι, Πηνελόπη ἡ Σπαρτιᾶτις, τὸν πατέρα δὲ γίνωσκε θεὸν ἔχων Ἑρμῆν Μαίας καὶ
5Διός. εἰ δὲ κερασφόρος καὶ τραγοσκελὴς εἶ, μὴ λυπείτω σε· ὁπότε γάρ μοι συνῄει ὁ πατὴρ ὁ σός, τράγῳ ἑαυτὸν ἀπείκασεν, ὡς λάθοι, καὶ διὰ τοῦτο ὅμοιος ἀπέβης τῷ τράγῳ.
8ΕΡΜΗΣ Νὴ Δία, μέμνημαι ποιήσας τοιοῦτόν τι. ἐγὼ οὖν
10ὁ ἐπὶ κάλλει μέγα φρονῶν, ἔτι ἀγένειος αὐτὸς ὢν σὸς πατὴρ κεκλήσομαι καὶ γέλωτα ὀφλήσω παρὰ πᾶσιν ἐπὶ τῇ εὐπαιδίᾳ;
12ΠΑΝ
D Deor
.

2

.

3

Καὶ μὴν οὐ καταισχυνῶ σε, ὦ πάτερ· μου‐ σικός τε γάρ εἰμι καὶ συρίζω πάνυ καπυρόν, καὶ ὁ Διόνυσος οὐδὲν ἐμοῦ ἄνευ ποιεῖν δύναται, ἀλλὰ ἑταῖρον καὶ θιασώτην πεποίηταί με, καὶ ἡγοῦμαι
5αὐτῷ τοῦ χοροῦ· καὶ τὰ ποίμνια δὲ εἰ θεάσαιό μου, ὁπόσα περὶ Τεγέαν καὶ ἀνὰ τὸ Παρθένιον ἔχω, πάνυ ἡσθήσῃ· ἄρχω δὲ καὶ τῆς Ἀρκαδίας ἁπάσης· πρῴην δὲ καὶ Ἀθηναίοις συμμαχήσας οὕτως ἠρίστευσα Μαραθῶνι, ὥστε καὶ ἀριστεῖον ᾑρέθη
10μοι τὸ ὑπὸ τῇ ἀκροπόλει σπήλαιον. ἢν γοῦν εἰς
Ἀθήνας ἔλθῃς, εἴσῃ ὅσον ἐκεῖ τοῦ Πανὸς ὄνομα.246
11ΕΡΜΗΣ
D Deor
.

2

.

4

Εἰπὲ δέ μοι, γεγάμηκας, ὦ Πάν, ἤδη; τοῦτο γάρ, οἶμαι, καλοῦσίν σε.
2ΠΑΝ Οὐδαμῶς, ὦ πάτερ· ἐρωτικὸς γάρ εἰμι καὶ οὐκ ἂν ἀγαπήσαιμι συνὼν μιᾷ.
4ΕΡΜΗΣ
5Ταῖς οὖν αἰξὶ δηλαδὴ ἐπιχειρεῖς.
5ΠΑΝ Σὺ μὲν σκώπτεις, ἐγὼ δὲ τῇ τε Ἠχοῖ καὶ τῇ Πίτυϊ σύνειμι καὶ ἁπάσαις ταῖς τοῦ Διονύσου Μαινάσι καὶ πάνυ σπουδάζομαι πρὸς αὐτῶν.
8ΕΡΜΗΣ Οἶσθα οὖν, ὦ τέκνον, ὅ τι χαρίσῃ τὸ πρῶτον
10αἰτοῦντί μοι;
10ΠΑΝ Πρόσταττε, ὦ πάτερ· ἡμεῖς μὲν ἴδωμεν ταῦτα.
11ΕΡΜΗΣ Καὶ πρόσιθί μοι καὶ φιλοφρονοῦ· πατέρα δὲ ὅρα μὴ καλέσῃς με ἄλλου ἀκούοντος.
D Deor
.

3

t

ΑΠΟΛΛΩΝΟΣ ΚΑΙ ΔΙΟΝΥΣΟΥ
D Deor
.

3

.

1

ΑΠΟΛΛΩΝ
1Τί ἂν λέγοιμεν; ὁμομητρίους, ὦ Διόνυσε,
ἀδελφοὺς ὄντας Ἔρωτα καὶ Ἑρμαφρόδιτον καὶ Πρίαπον, ἀνομοιοτάτους εἶναι τὰς μορφὰς καὶ τὰ ἐπιτηδεύματα; ὁ μὲν γὰρ πάγκαλος καὶ τοξότης248
5καὶ δύναμιν οὐ μικρὰν περιβεβλημένος ἁπάντων ἄρχων, ὁ δὲ θῆλυς καὶ ἡμίανδρος καὶ ἀμφίβολος τὴν ὄψιν· οὐκ ἂν διακρίναις εἴτ’ ἔφηβός ἐστιν εἴτε καὶ παρθένος· ὁ δὲ καὶ πέρα τοῦ εὐπρεποῦς ἀνδρικὸς ὁ Πρίαπος.
9ΔΙΟΝΥΣΟΣ
10 Μηδὲν θαυμάσῃς, ὦ Ἄπολλον· οὐ γὰρ Ἀφρο‐ δίτη αἰτία τούτου, ἀλλὰ οἱ πατέρες διάφοροι γεγε‐ νημένοι, ὅπου γε καὶ ὁμοπάτριοι πολλάκις ἐκ μιᾶς γαστρός, ὁ μὲν ἄρσην, ἡ δὲ θήλεια, ὥσπερ ὑμεῖς, γίνονται.
14ΑΠΟΛΛΩΝ
15 Ναί· ἀλλ’ ἡμεῖς ὅμοιοί ἐσμεν καὶ ταὐτὰ ἐπι‐ τηδεύομεν· τοξόται γὰρ ἄμφω.
16ΔΙΟΝΥΣΟΣ Μέχρι μὲν τόξου τὰ αὐτά, ὦ Ἄπολλον, ἐκεῖνα δὲ οὐχ ὅμοια, ὅτι ἡ μὲν Ἄρτεμις ξενοκτονεῖ ἐν Σκύθαις, σὺ δὲ μαντεύῃ καὶ ἰᾷ τοὺς κάμνοντας.
19ΑΠΟΛΛΩΝ
20 Οἴει γὰρ τὴν ἀδελφὴν χαίρειν τοῖς Σκύθαις, ἥ γε καὶ παρεσκεύασται, ἤν τις Ἕλλην ἀφίκηταί ποτε εἰς τὴν Ταυρικήν, συνεκπλεῦσαι μετ’ αὐτοῦ
μυσαττομένη τὰς σφαγάς;250
23ΔΙΟΝΥΣΟΣ
D Deor
.

3

.

2

Εὖ γε ἐκείνη ποιοῦσα. ὁ μέντοι Πρίαπος, γελοῖον γάρ τί σοι διηγήσομαι, πρῴην ἐν Λαμψάκῳ γενόμενος, ἐγὼ μὲν παρῄειν τὴν πόλιν, ὁ δὲ ὑποδε‐ ξάμενός με καὶ ξενίσας παρ’ αὑτῷ, ἐπειδὴ ἀνεπαυ‐
5σάμεθα ἐν τῷ συμποσίῳ ἱκανῶς ὑποβεβρεγμένοι, κατ’ αὐτάς που μέσας νύκτας ἐπαναστὰς ὁ γενναῖος —αἰδοῦμαι δὲ λέγειν.
7ΑΠΟΛΛΩΝ Ἐπείρα σε, Διόνυσε;
8ΔΙΟΝΥΣΟΣ Τοιοῦτόν ἐστι.
9ΑΠΟΛΛΩΝ
10Σὺ δὲ τί πρὸς ταῦτα;
10ΔΙΟΝΥΣΟΣ Τί γὰρ ἄλλο ἢ ἐγέλασα;
11ΑΠΟΛΛΩΝ Εὖ γε, τὸ μὴ χαλεπῶς μηδὲ ἀγρίως· συγγνω‐ στὸς γάρ, εἰ καλόν σε οὕτως ὄντα ἐπείρα.
13ΔΙΟΝΥΣΟΣ Τούτου μὲν ἕνεκα καὶ ἐπὶ σὲ ἄν, ὦ Ἄπολλον,
15ἀγάγοι τὴν πεῖραν· καλὸς γὰρ σὺ καὶ κομήτης, ὡς καὶ νήφοντα ἄν σοι τὸν Πρίαπον ἐπιχειρῆσαι.
16ΑΠΟΛΛΩΝ Ἀλλ’ οὐκ ἐπιχειρήσει γε, ὦ Διόνυσε· ἔχω γὰρ
μετὰ τῆς κόμης καὶ τόξα.252
D Deor
.

4

t

ΕΡΜΟΥ ΚΑΙ ΜΑΙΑΣ
D Deor
.

4

.

1

ΕΡΜΗΣ
1 Ἔστι γάρ τις, ὦ μῆτερ, ἐν οὐρανῷ θεὸς ἀθλιώτερος ἐμοῦ;
2ΜΑΙΑ Μὴ λέγε, ὦ Ἑρμῆ, τοιοῦτον μηδέν.
3ΕΡΜΗΣ Τί μὴ λέγω, ὃς τοσαῦτα πράγματα ἔχω μόνος
5κάμνων καὶ πρὸς τοσαύτας ὑπηρεσίας διασπώμε‐ νος; ἕωθεν μὲν γὰρ ἐξαναστάντα σαίρειν τὸ συμπόσιον δεῖ καὶ διαστρώσαντα τὴν κλισίαν εὐθετίσαντά τε ἕκαστα παρεστάναι τῷ Διὶ καὶ διαφέρειν τὰς ἀγγελίας τὰς παρ’ αὐτοῦ ἄνω
10καὶ κάτω ἡμεροδρομοῦντα, καὶ ἐπανελθόντα ἔτι κεκονιμένον παρατιθέναι τὴν ἀμβροσίαν· πρὶν δὲ τὸν νεώνητον τοῦτον οἰνοχόον ἥκειν, καὶ τὸ νέκταρ ἐγὼ ἐνέχεον. τὸ δὲ πάντων δεινότατον, ὅτι μηδὲ νυκτὸς καθεύδω μόνος τῶν
15ἄλλων, ἀλλὰ δεῖ με καὶ τότε τῷ Πλούτωνι ψυχα‐ γωγεῖν καὶ νεκροπομπὸν εἶναι καὶ παρεστάναι τῷ δικαστηρίῳ· οὐ γὰρ ἱκανά μοι τὰ τῆς ἡμέρας ἔργα, ἐν παλαίστραις εἶναι καὶ ταῖς ἐκκλησίαις κηρύττειν καὶ ῥήτορας ἐκδιδάσκειν, ἀλλ’ ἔτι καὶ νεκρικὰ
20συνδιαπράττειν μεμερισμένον.
D Deor
.

4

.

2

καίτοι τὰ μὲν τῆς Λήδας τέκνα παρ’ ἡμέραν ἑκάτερος ἐν οὐρανῷ
ἢ ἐν ᾅδου εἰσίν, ἐμοὶ δὲ καθ’ ἑκάστην ἡμέραν κἀκεῖνα καὶ ταῦτα ποιεῖν ἀναγκαῖον, καὶ οἱ μὲν254
5Ἀλκμήνης καὶ Σεμέλης ἐκ γυναικῶν δυστήνων γενόμενοι εὐωχοῦνται ἀφρόντιδες, ὁ δὲ Μαίας τῆς Ἀτλαντίδος διακονοῦμαι αὐτοῖς. καὶ νῦν ἄρτι ἥκοντά με ἀπὸ Σιδῶνος παρὰ τῆς Κάδμου θυγατρός, ἐφ’ ἣν πέπομφέ με ὀψόμενον ὅ τι πράττει ἡ παῖς,
10μηδὲ ἀναπνεύσαντα πέπομφεν αὖθις εἰς τὸ Ἄργος ἐπισκεψόμενον τὴν Δανάην, εἶτ’ ἐκεῖθεν εἰς Βοιωτίαν, φησίν, ἐλθὼν ἐν παρόδῳ τὴν Ἀντιόπην ἰδέ. καὶ ὅλως ἀπηγόρευκα ἤδη. εἰ γοῦν δυνατὸν ἦν, ἡδέως ἂν ἠξίωσα πεπρᾶσθαι, ὥσπερ οἱ ἐν γῇ
15κακῶς δουλεύοντες.
15ΜΑΙΑ Ἔα ταῦτα, ὦ τέκνον· χρὴ γὰρ πάντα ὑπηρε‐ τεῖν τῷ πατρὶ νεανίαν ὄντα. καὶ νῦν ὥσπερ ἐπέμφθης σόβει εἰς Ἄργος, εἶτα εἰς τὴν Βοιωτίαν, μὴ καὶ πληγὰς βραδύνων λάβῃς· ὀξύχολοι γὰρ οἱ
20ἐρῶντες.
D Deor
.

5

t

ΠΡΟΜΗΘΕΩΣ ΚΑΙ ΔΙΟΣ
D Deor
.

5

.

1

ΠΡΟΜΗΘΕΥΣ
1Λῦσόν με, ὦ Ζεῦ· δεινὰ γὰρ ἤδη πέπονθα.256
1ΖΕΥΣ Λύσω σε, φῄς, ὃν ἐχρῆν βαρυτέρας πέδας ἔχοντα καὶ τὸν Καύκασον ὅλον ὑπὲρ κεφαλῆς ἐπι‐ κείμενον ὑπὸ ἑκκαίδεκα γυπῶν μὴ μόνον κείρεσθαι
5τὸ ἧπαρ, ἀλλὰ καὶ τοὺς ὀφθαλμοὺς ἐξορύττεσθαι, ἀνθ’ ὧν τοιαῦθ’ ἡμῖν ζῷα τοὺς ἀνθρώπους ἔπλασας καὶ τὸ πῦρ ἔκλεψας καὶ γυναῖκας ἐδημιούργησας; ἃ μὲν γὰρ ἐμὲ ἐξηπάτησας ἐν τῇ νομῇ τῶν κρεῶν ὀστᾶ πιμελῇ κεκαλυμμένα παραθεὶς καὶ τὴν
10ἀμείνω τῶν μοιρῶν σεαυτῷ φυλάττων, τί χρὴ λέγειν;
11ΠΡΟΜΗΘΕΥΣ Οὔκουν ἱκανὴν ἤδη τὴν δίκην ἐκτέτικα τοσοῦτον χρόνον τῷ Καυκάσῳ προσηλωμένος τὸν κάκιστα ὀρνέων ἀπολούμενον ἀετὸν τρέφων τῷ ἥπατι;
14ΖΕΥΣ
15Οὐδὲ πολλοστημόριον τοῦτο ὧν σε δεῖ παθεῖν.
15ΠΡΟΜΗΘΕΥΣ Καὶ μὴν οὐκ ἀμισθί με λύσεις, ἀλλά σοι μηνύσω τι, ὦ Ζεῦ, πάνυ ἀναγκαῖον.
17ΖΕΥΣ
D Deor
.

5

.

2

Κατασοφίζῃ με, ὦ Προμηθεῦ.
1ΠΡΟΜΗΘΕΥΣ Καὶ τί πλέον ἕξω; οὐ γὰρ ἀγνοήσεις αὖθις ἔνθα ὁ Καύκασός ἐστιν, οὐδὲ ἀπορήσεις δεσμῶν, ἤν
τι τεχνάζων ἁλίσκωμαι.258
4ΖΕΥΣ
5 Εἰπὲ πρότερον ὅντινα μισθὸν ἀποτίσεις ἀναγ‐ καῖον ἡμῖν ὄντα.
6ΠΡΟΜΗΘΕΥΣ Ἢν εἴπω ἐφ’ ὅ τι βαδίζεις νῦν, ἀξιόπιστος ἔσομαί σοι καὶ περὶ τῶν ὑπολοίπων μαντευόμενος;
8ΖΕΥΣ Πῶς γὰρ οὔ;
9ΠΡΟΜΗΘΕΥΣ
10Παρὰ τὴν Θέτιν, συνεσόμενος αὐτῇ.
10ΖΕΥΣ Τουτὶ μὲν ἔγνως· τί δ’ οὖν τὸ ἐπὶ τούτῳ; δοκεῖς γὰρ ἀληθές τι ἐρεῖν.
12ΠΡΟΜΗΘΕΥΣ Μηδέν, ὦ Ζεῦ, κοινωνήσῃς τῇ Νηρεΐδι· ἢν γὰρ αὕτη κυοφορήσῃ ἐκ σοῦ, τὸ τεχθὲν ἴσα ἐργάσεταί
15σε οἷα καὶ σὺ ἔδρασας—
15ΖΕΥΣ Τοῦτο φῄς, ἐκπεσεῖσθαί με τῆς ἀρχῆς;
16ΠΡΟΜΗΘΕΥΣ Μὴ γένοιτο, ὦ Ζεῦ. πλὴν τοιοῦτό γε ἡ μῖξις αὐτῆς ἀπειλεῖ.
18ΖΕΥΣ Χαιρέτω τοιγαροῦν ἡ Θέτις· σὲ δὲ ὁ Ἥφαιστος
20ἐπὶ τούτοις λυσάτω.260
D Deor
.

6

t

ΕΡΩΤΟΣ ΚΑΙ ΔΙΟΣ
D Deor
.

6

.

1

ΕΡΩΣ
1 Ἀλλ’ εἰ καί τι ἥμαρτον, ὦ Ζεῦ, σύγγνωθί μοι· παιδίον γάρ εἰμι καὶ ἔτι ἄφρων.
2ΖΕΥΣ Σὺ παιδίον ὁ Ἔρως, ὃς ἀρχαιότερος εἶ πολὺ Ἰαπετοῦ; ἢ διότι μὴ πώγωνα μηδὲ πολιὰς ἔφυσας,
5διὰ ταῦτα καὶ βρέφος ἀξιοῖς νομίζεσθαι γέρων καὶ πανοῦργος ὤν;
6ΕΡΩΣ Τί δαί σε μέγα ἠδίκησα ὁ γέρων ὡς φῂς ἐγώ, διότι με καὶ πεδῆσαι διανοῇ;
8ΖΕΥΣ Σκόπει, ὦ κατάρατε, εἰ μικρά, ὃς ἐμοὶ μὲν
10οὕτως ἐντρυφᾷς, ὥστε οὐδέν ἐστιν ὃ μὴ πεποίηκάς με, σάτυρον, ταῦρον, χρυσόν, κύκνον, ἀετόν· ἐμοῦ δὲ ὅλως οὐδεμίαν ἥντινα ἐρασθῆναι πεποίηκας, οὐδὲ συνῆκα ἡδὺς γυναικὶ διὰ σὲ γεγενημένος, ἀλλά με δεῖ μαγγανεύειν ἐπ’ αὐτὰς καὶ κρύπτειν
15ἐμαυτόν· αἱ δὲ τὸν μὲν ταῦρον ἢ κύκνον φιλοῦσιν,
ἐμὲ δὲ ἢν ἴδωσι, τεθνᾶσιν ὑπὸ τοῦ δέους.262
16ΕΡΩΣ
D Deor
.

6

.

2

Εἰκότως· οὐ γὰρ φέρουσιν, ὦ Ζεῦ, θνηταὶ οὖσαι τὴν σὴν πρόσοψιν.
2ΖΕΥΣ Πῶς οὖν τὸν Ἀπόλλω ὁ Βράγχος καὶ ὁ Ὑά‐ κινθος φιλοῦσιν;
4ΕΡΩΣ
5 Ἀλλὰ ἡ Δάφνη κἀκεῖνον ἔφευγε καίτοι κο‐ μήτην καὶ ἀγένειον ὄντα. εἰ δ’ ἐθέλεις ἐπέραστος εἶναι, μὴ ἐπίσειε τὴν αἰγίδα μηδὲ τὸν κεραυνὸν φέρε, ἀλλ’ ὡς ἥδιστον ποίει σεαυτὸν, ἁπαλὸν ὀφθῆναι, καθειμένος βοστρύχους, τῇ μίτρᾳ τού‐
10τους ἀνειλημμένος, πορφυρίδα ἔχε, ὑποδέου χρυ‐ σίδας, ὑπ’ αὐλῷ καὶ τυμπάνοις εὔρυθμα βαῖνε, καὶ ὄψει ὅτι πλείους ἀκολουθήσουσί σοι τῶν Διονύσου Μαινάδων.
13ΖΕΥΣ Ἄπαγε· οὐκ ἂν δεξαίμην ἐπέραστος εἶναι
15τοιοῦτος γενόμενος.
15ΕΡΩΣ Οὐκοῦν, ὦ Ζεῦ, μηδὲ ἐρᾶν θέλε· ῥᾴδιον γὰρ τοῦτό γε.
17ΖΕΥΣ Οὔκ, ἀλλὰ ἐρᾶν μέν, ἀπραγμονέστερον δὲ αὐτῶν ἐπιτυγχάνειν· ἐπὶ τούτοις αὐτοῖς ἀφίημί
20σε.264
D Deor
.

7

t

ΔΙΟΣ ΚΑΙ ΕΡΜΟΥ
D Deor
.

7

.

1

ΖΕΥΣ
1 Τὴν τοῦ Ἰνάχου παῖδα τὴν καλὴν οἶσθα, ὦ Ἑρμῆ; ΕΡΜΗΣ Ναί· τὴν Ἰὼ λέγεις;
4ΖΕΥΣ
5Οὐκέτι παῖς ἐκείνη ἐστίν, ἀλλὰ δάμαλις.
5ΕΡΜΗΣ Τεράστιον τοῦτο· τῷ τρόπῳ δ’ ἐνηλλάγη;
6ΖΕΥΣ Ζηλοτυπήσασα ἡ Ἥρα μετέβαλεν αὐτήν. ἀλλὰ καὶ καινὸν ἄλλο τι δεινὸν ἐπιμεμηχάνηται τῇ κακοδαίμονι· βουκόλον τινὰ πολυόμματον Ἄργον
10τοὔνομα ἐπέστησεν, ὃς νέμει τὴν δάμαλιν ἄϋπνος ὤν.
11ΕΡΜΗΣ Τί οὖν ἡμᾶς χρὴ ποιεῖν;
12ΖΕΥΣ Καταπτάμενος ἐς τὴν Νεμέαν—ἐκεῖ δέ που ὁ Ἄργος βουκολεῖ—ἐκεῖνον ἀπόκτεινον, τὴν δὲ Ἰὼ
15διὰ τοῦ πελάγους ἐς τὴν Αἴγυπτον ἀγαγὼν Ἶσιν ποίησον· καὶ τὸ λοιπὸν ἔστω θεὸς τῶν ἐκεῖ καὶ τὸν Νεῖλον ἀναγέτω καὶ τοὺς ἀνέμους ἐπιπεμπέτω
καὶ σῳζέτω τοὺς πλέοντας.266
D Deor
.

8

t

ΗΡΑΣ ΚΑΙ ΔΙΟΣ
D Deor
.

8

.

1

ΗΡΑ
1 Ἐξ οὗ τὸ μειράκιον τοῦτο. ὦ Ζεῦ, τὸ Φρύγιον ἀπὸ τῆς Ἴδης ἁρπάσας δεῦρο ἀνήγαγες, ἔλαττόν μοι τὸν νοῦν προσέχεις.
3ΖΕΥΣ Καὶ τοῦτο γάρ, ὦ Ἥρα, ζηλοτυπεῖς ἤδη ἀφε‐
5λὲς οὕτω καὶ ἀλυπότατον; ἐγὼ δὲ ᾤμην ταῖς γυναιξὶ μόναις χαλεπήν σε εἶναι, ὁπόσαι ἂν ὁμιλήσωσί μοι.
7ΗΡΑ
D Deor
.

8

.

2

Οὐδ’ ἐκεῖνα μὲν εὖ ποιεῖς οὐδὲ πρέποντα σεαυτῷ ὃς ἁπάντων θεῶν δεσπότης ὢν ἀπολιπὼν ἐμὲ τὴν νόμῳ γαμετὴν ἐπὶ τὴν γῆν κάτει μοιχεύσων, χρυσίον ἢ σάτυρος ἢ ταῦρος γενόμενος. πλὴν
5ἀλλ’ ἐκεῖναι μέν σοι κἂν ἐν γῇ μένουσι, τὸ δὲ τουτὶ Ἰδαῖον παιδίον ἁρπάσας ἀνέπτης, ὦ γενναιότατε ἀετῶν, καὶ συνοικεῖ ἡμῖν ἐπὶ κεφαλήν μοι ἐπαχθέν, οἰνοχοοῦν δὴ τῷ λόγῳ. οὕτως ἠπόρεις οἰνοχόων, καὶ ἀπηγορεύκασιν ἄρα ἥ τε Ἥβη καὶ ὁ Ἥφαιστος
10διακονούμενοι; σὺ δὲ καὶ τὴν κύλικα οὐκ ἂν ἄλλως λάβοις παρ’ αὐτοῦ ἢ φιλήσας πρότερον αὐτὸν ἁπάντων ὁρώντων, καὶ τὸ φίλημά σοι ἥδιον τοῦ νέκταρος, καὶ διὰ τοῦτο οὐδὲ διψῶν πολλάκις
αἰτεῖς πιεῖν· ὁτὲ δὲ καὶ ἀπογευσάμενος μόνον268
15ἔδωκας ἐκείνῳ, καὶ πιόντος ἀπολαβὼν τὴν κύλικα ὅσον ὑπόλοιπον ἐν αὐτῇ πίνεις, ὅθεν καὶ ὁ παῖς ἔπιε καὶ ἔνθα προσήρμοσε τὰ χείλη, ἵνα καὶ πίνῃς ἅμα καὶ φιλῇς· πρῴην δὲ ὁ βασιλεὺς καὶ ἁπάντων πατὴρ ἀποθέμενος τὴν αἰγίδα καὶ τὸν κε‐
20ραυνὸν ἐκάθησο ἀστραγαλίζων μετ’ αὐτοῦ ὁ πώγωνα τηλικοῦτον καθειμένος. ἅπαντα οὖν ὁρῶ ταῦτα, ὥστε μὴ οἴου λανθάνειν.
22ΖΕΥΣ
D Deor
.

8

.

3

Καὶ τί δεινόν, ὦ Ἥρα, μειράκιον οὕτω καλὸν μεταξὺ πίνοντα καταφιλεῖν καὶ ἥδεσθαι ἀμφοῖν καὶ τῷ φιλήματι καὶ τῷ νέκταρι; ἢν γοῦν ἐπιτρέψω αὐτῷ κἂν ἅπαξ φιλῆσαί σε, οὐκέτι
5μέμψῃ μοι προτιμότερον τοῦ νέκταρος οἰομένῳ τὸ φίλημα εἶναι.
6ΗΡΑ Παιδεραστῶν οὗτοι λόγοι. ἐγὼ δὲ μὴ οὕτω μανείην ὡς τὰ χείλη προσενεγκεῖν τῷ μαλθακῷ τούτῳ Φρυγὶ οὕτως ἐκτεθηλυμένῳ.
9ΖΕΥΣ
10 Μή μοι λοιδοροῦ, ὦ γενναιοτάτη, τοῖς παιδικοῖς· οὑτοσὶ γὰρ ὁ θηλυδρίας, ὁ βάρβαρος, ὁ μαλθακός, ἡδίων ἐμοὶ καὶ ποθεινότερος—οὐ βούλομαι δὲ εἰ‐ πεῖν, μή σε παροξύνω ἐπὶ πλέον.
13ΗΡΑ
D Deor
.

8

.

4

Εἴθε καὶ γαμήσειας αὐτὸν ἐμοῦ γε οὕνεκα· μέμνησο γοῦν οἷά μοι διὰ τὸν οἰνοχόον τοῦτον
ἐμπαροινεῖς.270
3ΖΕΥΣ Οὔκ, ἀλλὰ τὸν Ἥφαιστον ἔδει τὸν σὸν υἱὸν
5οἰνοχοεῖν ἡμῖν χωλεύοντα, ἐκ τῆς καμίνου ἥκοντα, ἔτι τῶν σπινθήρων ἀνάπλεων, ἄρτι τὴν πυράγραν ἀποτεθειμένον, καὶ ἀπ’ ἐκείνων αὐτοῦ τῶν δακτύλων λαμβάνειν ἡμᾶς τὴν κύλικα καὶ ἐπισπασαμένους γε φιλῆσαι μεταξύ, ὃν οὐδ’ ἂν ἡ μήτηρ σὺ ἡδέως φιλή‐
10σειας ὑπὸ τῆς ἀσβόλου κατῃθαλωμένον τὸ πρόσωπον. ἡδίω ταῦτα· οὐ γάρ; καὶ παρὰ πολὺ ὁ οἰνοχόος ἐκεῖνος ἔπρεπε τῷ συμποσίῳ τῶν θεῶν, ὁ Γανυμήδης δὲ καταπεμπτέος αὖθις ἐς τὴν Ἴδην· καθάριος γὰρ καὶ ῥοδοδάκτυλος καὶ ἐπισταμένως
15ὀρέγει τὸ ἔκπωμα, καὶ ὅ σε λυπεῖ μάλιστα, καὶ φιλεῖ ἥδιον τοῦ νέκταρος.
16ΗΡΑ
D Deor
.

8

.

5

Νῦν καὶ χωλός, ὦ Ζεῦ, ὁ Ἥφαιστος καὶ οἱ δάκτυλοι αὐτοῦ ἀνάξιοι τῆς σῆς κύλικος καὶ ἀσβόλου μεστός ἐστι, καὶ ναυτιᾷς ὁρῶν αὐτόν, ἐξ ὅτου τὸν καλὸν κομήτην τοῦτον ἡ Ἴδη ἀνέθρεψε·
5πάλαι δὲ οὐχ ἑώρας ταῦτα, οὐδ’ οἱ σπινθῆρες οὐδὲ ἡ κάμινος ἀπέτρεπόν σε μὴ οὐχὶ πίνειν παρ’ αὐτοῦ.
7ΖΕΥΣ Λυπεῖς, ὦ Ἥρα, σεαυτήν, οὐδὲν ἄλλο, κἀμοὶ ἐπιτείνεις τὸν ἔρωτα ζηλοτυποῦσα· εἰ δὲ ἄχθῃ
10παρὰ παιδὸς ὡραίου δεχομένη τὸ ἔκπωμα, σοὶ μὲν ὁ υἱὸς οἰνοχοείτω, σὺ δέ, ὦ Γανύμηδες, ἐμοὶ μόνῳ
ἀναδίδου τὴν κύλικα καὶ ἐφ’ ἑκάστῃ δὶς φίλει με καὶ ὅτε πλήρη ὀρέγοις κᾆτα αὖθις ὁπότε παρ’ ἐμοῦ ἀπολαμβάνοις. τί τοῦτο; δακρύεις; μὴ δέδιθι·272
15οἰμώξεται γάρ, ἤν τίς σε λυπεῖν θέλῃ.
D Deor
.

9

t

ΗΡΑΣ ΚΑΙ ΔΙΟΣ
D Deor
.

9

.

1

ΗΡΑ
1 Τὸν Ἰξίονα τοῦτον, ὦ Ζεῦ, ποῖόν τινα τὸν τρόπον ἡγῇ;
2ΖΕΥΣ Ἄνθρωπον εἶναι χρηστόν, ὦ Ἥρα, καὶ συμ‐ ποτικόν· οὐ γὰρ ἂν συνῆν ἡμῖν ἀνάξιος τοῦ συμπο‐
5σίου ὤν.
5ΗΡΑ Ἀλλὰ ἀνάξιός ἐστιν, ὑβριστής γε ὤν· ὥστε μηκέτι συνέστω.
7ΖΕΥΣ Τί δαὶ ὕβρισε; χρὴ γάρ, οἶμαι, κἀμὲ εἰδέναι.
8ΗΡΑ Τί γὰρ ἄλλο; —καίτοι αἰσχύνομαι εἰπεῖν αὐτό·
10τοιοῦτόν ἐστιν ὃ ἐτόλμησεν.
10ΖΕΥΣ Καὶ μὴν διὰ τοῦτο καὶ μᾶλλον εἴποις ἄν, ὅσῳ καὶ αἰσχροῖς ἐπεχείρησε. μῶν δ’ οὖν ἐπείρα τινά; συνίημι γὰρ ὁποῖόν τι τὸ αἰσχρόν, ὅπερ ἂν σὺ
ὀκνήσειας εἰπεῖν.274
14ΗΡΑ
D Deor
.

9

.

2

Αὐτὴν ἐμέ, οὐκ ἄλλην τινά, ὦ Ζεῦ, πολὺν ἤδη χρόνον. καὶ τὸ μὲν πρῶτον ἠγνόουν τὸ πρᾶγμα, διότι ἀτενὲς ἀφεώρα εἰς ἐμέ· ὁ δὲ καὶ ἔστενε καὶ ὑπεδάκρυε, καὶ εἴ ποτε πιοῦσα παραδοίην τῷ
5Γανυμήδει τὸ ἔκπωμα, ὁ δὲ ᾔτει ἐν αὐτῷ ἐκείνῳ πιεῖν καὶ λαβὼν ἐφίλει μεταξὺ καὶ πρὸς τοὺς ὀφθαλμοὺς προσῆγε καὶ αὖθις ἀφεώρα ἐς ἐμέ· ταῦτα δὲ ἤδη συνίην ἐρωτικὰ ὄντα. καὶ ἐπὶ πολὺ μὲν ᾐδούμην λέγειν πρὸς σὲ καὶ ᾤμην παύσεσθαι
10τῆς μανίας τὸν ἄνθρωπον· ἐπεὶ δὲ καὶ λόγους ἐτόλ‐ μησέ μοι προσενεγκεῖν, ἐγὼ μὲν ἀφεῖσα αὐτὸν ἔτι δακρύοντα καὶ προκυλινδούμενον, ἐπιφραξαμένη τὰ ὦτα, ὡς μηδὲ ἀκούσαιμι αὐτοῦ ὑβριστικὰ ἱκετεύον‐ τος, ἀπῆλθον σοὶ φράσουσα· σὺ δὲ αὐτὸς ὅρα,
15ὅπως μέτει τὸν ἄνδρα.
15ΖΕΥΣ
D Deor
.

9

.

3

Εὖ γε ὁ κατάρατος· ἐπ’ ἐμὲ αὐτὸν καὶ μέχρι τῶν Ἥρας γάμων; τοσοῦτον ἐμεθύσθη τοῦ νέκτα‐ ρος; ἀλλ’ ἡμεῖς τούτων αἴτιοι καὶ πέρα τοῦ μετρίου φιλάνθρωποι, οἵ γε καὶ συμπότας αὐτοὺς
5ἐποιησάμεθα. συγγνωστοὶ οὖν, εἰ πιόντες ὅμοια ἡμῖν καὶ ἰδόντες οὐράνια κάλλη καὶ οἷα οὔ ποτε εἶδον ἐπὶ γῆς, ἐπεθύμησαν ἀπολαῦσαι αὐτῶν ἔρωτι ἁλόντες· ὁ δ’ ἔρως βίαιόν τί ἐστι καὶ οὐκ ἀνθρώπων μόνον ἄρχει, ἀλλὰ καὶ ἡμῶν αὐτῶν
10ἐνίοτε.
10ΗΡΑ Σοῦ μὲν καὶ πάνυ οὗτός γε δεσπότης ἐστὶ καὶ
ἄγει σε καὶ φέρει τῆς ῥινός, φασίν, ἕλκων, καὶ σὺ ἕπῃ αὐτῷ ἔνθα ἂν ἡγῆταί σοι, καὶ ἀλλάττῃ ῥᾳδίως ἐς ὅ τι ἂν κελεύσῃ, καὶ ὅλως κτῆμα καὶ παιδιὰ τοῦ276
15ἔρωτος σύ γε· καὶ νῦν τῷ Ἰξίονι οἶδα καθότι συγγνώμην ἀπονέμεις ἅτε καὶ αὐτὸς μοιχεύσας ποτὲ αὐτοῦ τὴν γυναῖκα, ἥ σοι τὸν Πειρίθουν ἔτεκεν.
18ΖΕΥΣ
D Deor
.

9

.

4

Ἔτι γὰρ σὺ μέμνησαι ἐκείνων, εἴ τι ἐγὼ ἔπαιξα εἰς γῆν κατελθών; ἀτὰρ οἶσθα ὅ μοι δοκεῖ περὶ τοῦ Ἰξίονος; κολάζειν μὲν μηδαμῶς αὐτὸν μηδὲ ἀπωθεῖν τοῦ συμποσίου· σκαιὸν γάρ· ἐπεὶ
5δὲ ἐρᾷ καὶ ὡς φῂς δακρύει καὶ ἀφόρητα πάσχει—
5ΗΡΑ Τί, ὦ Ζεῦ; δέδια γάρ, μή τι ὑβριστικὸν καὶ σὺ εἴπῃς.
7ΖΕΥΣ Οὐδαμῶς· ἀλλ’ εἴδωλον ἐκ νεφέλης πλασά‐ μενοι αὐτῇ σοι ὅμοιον, ἐπειδὰν λυθῇ τὸ συμπόσιον
10κἀκεῖνος ἀγρυπνῇ, ὡς τὸ εἰκός, ὑπὸ τοῦ ἔρωτος, παρακατακλίνωμεν αὐτῷ φέροντες· οὕτω γὰρ ἂν παύσαιτο ἀνιώμενος οἰηθεὶς τετυχηκέναι τῆς ἐπιθυ‐ μίας.
13ΗΡΑ Ἄπαγε, μὴ ὥρασιν ἵκοιτο τῶν ὑπὲρ αὐτὸν
15ἐπιθυμῶν.
15ΖΕΥΣ Ὅμως ὑπόμεινον, ὦ Ἥρα. ἢ τί γὰρ ἂν καὶ πάθοις δεινὸν ἀπὸ τοῦ πλάσματος, εἰ νεφέλῃ ὁ
Ἰξίων συνέσται;278
18ΗΡΑ
D Deor
.

9

.

5

Ἀλλὰ ἡ νεφέλη ἐγὼ εἶναι δόξω, καὶ τὸ αἰσχρὸν ἐπ’ ἐμὲ ἥξει διὰ τὴν ὁμοιότητα.
2ΖΕΥΣ Οὐδὲν τοῦτο φῄς· οὔτε γὰρ ἡ νεφέλη ποτὲ Ἥρα γένοιτ’ ἂν οὔτε σὺ νεφέλη· ὁ δ’ Ἰξίων μόνον
5ἐξαπατηθήσεται.
5ΗΡΑ Ἀλλὰ οἱ πάντες ἄνθρωποι ἀπειρόκαλοί εἰσιν· αὐχήσει κατελθὼν ἴσως καὶ διηγήσεται ἅπασι λέγων συγγεγενῆσθαι τῇ Ἥρᾳ καὶ σύλλε‐ κτρος εἶναι τῷ Διί, καί που τάχα ἐρᾶν με φήσειεν
10αὐτοῦ, οἱ δὲ πιστεύσουσιν οὐκ εἰδότες ὡς νεφέλῃ συνῆν.
11ΖΕΥΣ Οὐκοῦν, ἤν τι τοιοῦτον εἴπῃ, ἐς τὸν ᾅδην ἐμπεσὼν τροχῷ ἄθλιος προσδεθεὶς συμπεριενεχθήσεται μετ’ αὐτοῦ ἀεὶ καὶ πόνον ἄπαυστον ἕξει δίκην διδοὺς οὐ
15τοῦ ἔρωτος—οὐ γὰρ δεινὸν τοῦτό γε—ἀλλὰ τῆς μεγαλαυχίας.
D Deor
.

10

t

ΔΙΟΣ ΚΑΙ ΓΑΝΥΜΗΔΟΥΣ
D Deor
.

10

.

1

ΖΕΥΣ
1Ἄγε, ὦ Γανύμηδες—ἥκομεν γὰρ ἔνθα ἐχρῆν—
φίλησόν με ἤδη, ὅπως εἰδῇς οὐκέτι ῥάμφος ἀγκύλον ἔχοντα οὐδ’ ὄνυχας ὀξεῖς οὐδὲ πτερά, οἷος ἐφαινόμην σοι πτηνὸς εἶναι δοκῶν.280
4ΓΑΝΥΜΗΔΗΣ
5 Ἄνθρωπε, οὐκ ἀετὸς ἄρτι ἦσθα καὶ κατα‐ πτάμενος ἥρπασάς με ἀπὸ μέσου τοῦ ποιμνίου; πῶς οὖν τὰ μὲν πτερά σοι ἐκεῖνα ἐξερρύηκε, σὺ δὲ ἄλλος ἤδη ἀναπέφηνας;
8ΖΕΥΣ Ἀλλ’ οὔτε ἄνθρωπον ὁρᾷς, ὦ μειράκιον, οὔτε
10ἀετὸν, ὁ δὲ πάντων βασιλεὺς τῶν θεῶν οὗτός εἰμι πρὸς τὸν καιρὸν ἀλλάξας ἐμαυτόν.
11ΓΑΝΥΜΗΔΗΣ Τί φῄς; σὺ γὰρ εἶ ὁ Πὰν ἐκεῖνος; εἶτα πῶς σύριγγα οὐκ ἔχεις οὐδὲ κέρατα οὐδὲ λάσιος εἶ τὰ σκέλη;
14ΖΕΥΣ
15Μόνον γὰρ ἐκεῖνον ἡγῇ θεόν;
15ΓΑΝΥΜΗΔΗΣ Ναί· καὶ θύομέν γε αὐτῷ ἔνορχιν τράγον ἐπὶ τὸ σπήλαιον ἄγοντες, ἔνθα ἕστηκε· σὺ δὲ ἀνδραποδι‐ στής τις εἶναί μοι δοκεῖς.
18ΖΕΥΣ
D Deor
.

10

.

2

Εἰπέ μοι, Διὸς δὲ οὐκ ἤκουσας ὄνομα οὐδὲ βωμὸν εἶδες ἐν τῷ Γαργάρῳ τοῦ ὕοντος καὶ βρον‐
τῶντος καὶ ἀστραπὰς ποιοῦντος;282
3ΓΑΝΥΜΗΔΗΣ Σύ, ὦ βέλτιστε, φῂς εἶναι, ὃς πρῴην κατέχεας
5ἡμῖν τὴν πολλὴν χάλαζαν, ὁ οἰκεῖν ὑπεράνω λεγό‐ μενος, ὁ ποιῶν τὸν ψόφον, ᾧ τὸν κριὸν ὁ πατὴρ ἔθυσεν; εἶτα τί ἀδικήσαντά με ἀνήρπασας, ὦ βασιλεῦ τῶν θεῶν; τὰ δὲ πρόβατα ἴσως οἱ λύκοι διαρπάσονται ἤδη ἐρήμοις ἐπιπεσόντες.
9ΖΕΥΣ
10 Ἔτι γὰρ μέλει σοι τῶν προβάτων ἀθανάτῳ γεγενημένῳ καὶ ἐνταῦθα συνεσομένῳ μεθ’ ἡμῶν;
11ΓΑΝΥΜΗΔΗΣ Τί λέγεις; οὐ γὰρ κατάξεις με ἤδη ἐς τὴν Ἴδην τήμερον;
13ΖΕΥΣ Οὐδαμῶς· ἐπεὶ μάτην ἀετὸς ἂν εἴην ἀντὶ θεοῦ
15γεγενημένος.
15ΓΑΝΥΜΗΔΗΣ Οὐκοῦν ἐπιζητήσει με ὁ πατὴρ καὶ ἀγανακτήσει μὴ εὑρίσκων, καὶ πληγὰς ὕστερον λήψομαι καταλι‐ πὼν τὸ ποίμνιον.
18ΖΕΥΣ Ποῦ γὰρ ἐκεῖνος ὄψεταί σε;
19ΓΑΝΥΜΗΔΗΣ
20 Μηδαμῶς· ποθῶ γὰρ ἤδη αὐτόν. εἰ δὲ ἀπά‐ ξεις με, ὑπισχνοῦμαί σοι καὶ ἄλλον παρ’ αὐτοῦ κριὸν τυθήσεσθαι λύτρα ὑπὲρ ἐμοῦ. ἔχομεν δὲ τὸν
τριετῆ, τὸν μέγαν, ὃς ἡγεῖται πρὸς τὴν νομήν.284
23ΖΕΥΣ
D Deor
.

10

.

3

Ὡς ἀφελὴς ὁ παῖς ἐστι καὶ ἁπλοϊκὸς καὶ αὐτὸ δὴ τοῦτο παῖς ἔτι. —ἀλλ’, ὦ Γανύμηδες, ἐκεῖνα μὲν πάντα χαίρειν ἔα καὶ ἐπιλάθου αὐτῶν, τοῦ ποιμνίου καὶ τῆς Ἴδης. σὺ δὲ—ἤδη γὰρ
5ἐπουράνιος εἶ—πολλὰ εὖ ποιήσεις ἐντεῦθεν καὶ τὸν πατέρα καὶ πατρίδα, καὶ ἀντὶ μὲν τυροῦ καὶ γάλακτος ἀμβροσίαν ἔδῃ καὶ νέκταρ πίῃ· τοῦτο μέντοι καὶ τοῖς ἄλλοις ἡμῖν αὐτὸς παρέξεις ἐγχέων· τὸ δὲ μέγιστον, οὐκέτι ἄνθρωπος, ἀλλ’
10ἀθάνατος γενήσῃ, καὶ ἀστέρα σου φαίνεσθαι ποιήσω κάλλιστον, καὶ ὅλως εὐδαίμων ἔσῃ.
11ΓΑΝΥΜΗΔΗΣ Ἢν δὲ παίζειν ἐπιθυμήσω, τίς συμπαίξεταί μοι; ἐν γὰρ τῇ Ἴδῃ πολλοὶ ἡλικιῶται ἦμεν.
13ΖΕΥΣ Ἔχεις κἀνταῦθα τὸν συμπαιξόμενόν σοι τουτονὶ
15τὸν Ἔρωτα καὶ ἀστραγάλους μάλα πολλούς. θάρ‐ ρει μόνον καὶ φαιδρὸς ἴσθι καὶ μηδὲν ἐπιπόθει τῶν κάτω.
17ΓΑΝΥΜΗΔΗΣ
D Deor
.

10

.

4

Τί δαὶ ὑμῖν χρήσιμος ἂν γενοίμην; ἢ ποι‐ μαίνειν δεήσει κἀνταῦθα;
2ΖΕΥΣ Οὔκ, ἀλλ’ οἰνοχοήσεις καὶ ἐπὶ τοῦ νέκταρος
τετάξῃ καὶ ἐπιμελήσῃ τοῦ συμποσίου.286
4ΓΑΝΥΜΗΔΗΣ
5 Τοῦτο μὲν οὐ χαλεπόν· οἶδα γὰρ ὡς χρὴ ἐγχέαι τὸ γάλα καὶ ἀναδοῦναι τὸ κισσύβιον.
6ΖΕΥΣ Ἰδού, πάλιν οὗτος γάλακτος μνημονεύει καὶ ἀνθρώποις διακονήσεσθαι οἴεται· ταυτὶ δ’ ὁ οὐρανός ἐστι, καὶ πίνομεν, ὥσπερ ἔφην, τὸ νέκταρ.
9ΓΑΝΥΜΗΔΗΣ
10Ἥδιον, ὦ Ζεῦ, τοῦ γάλακτος;
10ΖΕΥΣ Εἴσῃ μετ’ ὀλίγον καὶ γευσάμενος οὐκέτι πο‐ θήσεις τὸ γάλα.
12ΓΑΝΥΜΗΔΗΣ Κοιμήσομαι δὲ ποῦ τῆς νυκτός; ἢ μετὰ τοῦ ἡλικιώτου Ἔρωτος;
14ΖΕΥΣ
15 Οὔκ, ἀλλὰ διὰ τοῦτό σε ἀνήρπασα, ὡς ἅμα καθεύδοιμεν.
16ΓΑΝΥΜΗΔΗΣ Μόνος γὰρ οὐκ ἂν δύναιο, ἀλλὰ ἥδιόν σοι καθεύδειν μετ’ ἐμοῦ;
18ΖΕΥΣ Ναί, μετά γε τοιούτου οἷος εἶ σύ, Γανύμηδες,
20οὕτω καλός.288
20ΓΑΝΥΜΗΔΗΣ
D Deor
.

10

.

5

Τί γάρ σε πρὸς τὸν ὕπνον ὀνήσει τὸ κάλλος;
1ΖΕΥΣ Ἔχει τι θέλγητρον ἡδὺ καὶ μαλακώτερον ἐπάγει αὐτόν.
3ΓΑΝΥΜΗΔΗΣ Καὶ μὴν ὅ γε πατὴρ ἤχθετό μοι συγκαθεύδοντι
5καὶ διηγεῖτο ἕωθεν, ὡς ἀφεῖλον αὐτοῦ τὸν ὕπνον στρεφόμενος καὶ λακτίζων καί τι φθεγγόμενος μεταξὺ ὁπότε καθεύδοιμι· ὥστε παρὰ τὴν μητέρα ἔπεμπέ με κοιμησόμενον ὡς τὰ πολλά. ὥρα δή σοι, εἰ διὰ τοῦτο, ὡς φῄς, ἀνήρπασάς με, κατα‐
10θεῖναι αὖθις εἰς τὴν γῆν, ἢ πράγματα ἕξεις ἀγρυ‐ πνῶν· ἐνοχλήσω γάρ σε συνεχῶς στρεφόμε‐ νος.
12ΖΕΥΣ Τοῦτ’ αὐτό μοι τὸ ἥδιστον ποιήσεις, εἰ ἀγρυπνή‐ σαιμι μετὰ σοῦ φιλῶν πολλάκις καὶ περιπτύσσων.
14ΓΑΝΥΜΗΔΗΣ
15 Αὐτὸς ἂν εἰδείης· ἐγὼ δὲ κοιμήσομαι σοῦ κα‐ ταφιλοῦντος.
16ΖΕΥΣ Εἰσόμεθα τότε ὃ πρακτέον. νῦν δὲ ἄπαγε αὐτόν, ὦ Ἑρμῆ, καὶ πιόντα τῆς ἀθανασίας ἄγε οἰνοχοήσοντα ἡμῖν διδάξας πρότερον ὡς χρὴ
20ὀρέγειν τὸν σκύφον.290
D Deor
.

11

t

ΗΦΑΙΣΤΟΥ ΚΑΙ ΑΠΟΛΛΩΝΟΣ
D Deor
.

11

.

1

ΗΦΑΙΣΤΟΣ
1 Ἑώρακας, ὦ Ἄπολλον, τὸ τῆς Μαίας βρέφος τὸ ἄρτι τεχθέν, ὡς καλόν τέ ἐστι καὶ προσγελᾷ πᾶσι καὶ δηλοῖ ἤδη μέγα τι ἀγαθὸν ἀποβησόμενον;
3ΑΠΟΛΛΩΝ Ἐκεῖνο τὸ βρέφος, ὦ Ἥφαιστε, ἦ μέγα ἀγαθόν,
5ὃ τοῦ Ἰαπετοῦ πρεσβύτερόν ἐστιν ὅσον ἐπὶ τῇ παν‐ ουργίᾳ;
6ΗΦΑΙΣΤΟΣ Καὶ τί ἂν ἀδικῆσαι δύναιτο ἀρτίτοκον ὄν;
7ΑΠΟΛΛΩΝ Ἐρώτα τὸν Ποσειδῶνα, οὗ τὴν τρίαιναν ἔκλε‐ ψεν, ἢ τὸν Ἄρη· καὶ τούτου γὰρ ἐξείλκυσε λαθὸν
10ἐκ τοῦ κολεοῦ τὸ ξίφος, ἵνα μὴ ἐμαυτὸν λέγω, ὃν ἀφώπλισε τοῦ τόξου καὶ τῶν βελῶν.
11ΗΦΑΙΣΤΟΣ
D Deor
.

11

.

2

Τὸ νεογνὸν ταῦτα, ὃ μόλις ἕστηκε, τὸ ἐν τοῖς σπαργάνοις;
2ΑΠΟΛΛΩΝ
Εἴσῃ, ὦ Ἥφαιστε, ἤν σοι προσέλθῃ μόνον.292
3ΗΦΑΙΣΤΟΣ Καὶ μὴν προσῆλθεν ἤδη.
4ΑΠΟΛΛΩΝ
5 Τί οὖν; πάντα ἔχεις τὰ ἐργαλεῖα καὶ οὐδὲν ἀπό‐ λωλεν αὐτῶν;
6ΗΦΑΙΣΤΟΣ Πάντα, ὦ Ἄπολλον.
7ΑΠΟΛΛΩΝ Ὅμως ἐπίσκεψαι ἀκριβῶς.
8ΗΦΑΙΣΤΟΣ Μὰ Δία, τὴν πυράγραν οὐχ ὁρῶ.
9ΑΠΟΛΛΩΝ
10 Ἀλλ’ ὄψει που ἐν τοῖς σπαργάνοις αὐτὴν τοῦ βρέφους.
11ΗΦΑΙΣΤΟΣ Οὕτως ὀξύχειρ ἐστὶ καθάπερ ἐν τῇ γαστρὶ ἐκ‐ μελετήσας τὴν κλεπτικήν;
13ΑΠΟΛΛΩΝ
D Deor
.

11

.

3

Οὐ γὰρ ἤκουσας αὐτοῦ καὶ λαλοῦντος ἤδη στωμύλα καὶ ἐπίτροχα· ὁ δὲ καὶ διακονεῖσθαι ἡμῖν ἐθέλει. χθὲς δὲ προκαλεσάμενος τὸν Ἔρωτα κατεπάλαισεν εὐθὺς οὐκ οἶδ’ ὅπως ὑφελὼν τὼ
5πόδε· εἶτα μεταξὺ ἐπαινούμενος τῆς Ἀφροδίτης μὲν τὸν κεστὸν ἔκλεψε προσπτυξαμένης αὐτὸν ἐπὶ τῇ νίκῃ, τοῦ Διὸς δὲ γελῶντος ἔτι τὸ σκῆπτρον· εἰ δὲ μὴ βαρύτερος ὁ κεραυνὸς ἦν καὶ πολὺ τὸ πῦρ
εἶχε, κἀκεῖνον ἂν ὑφείλετο.294
9ΗΦΑΙΣΤΟΣ
10Ὑπέρδριμύν τινα τὸν παῖδα φῄς.
10ΑΠΟΛΛΩΝ Οὐ μόνον, ἀλλ’ ἤδη καὶ μουσικόν.
11ΗΦΑΙΣΤΟΣ Τῷ τοῦτο τεκμαίρεσθαι ἔχεις;
12ΑΠΟΛΛΩΝ
D Deor
.

11

.

4

Χελώνην που νεκρὰν εὑρὼν ὄργανον ἀπ’ αὐτῆς συνεπήξατο· πήχεις γὰρ ἐναρμόσας καὶ ζυγώσας, ἔπειτα κολλάβους ἐμπήξας καὶ μαγάδιον ὑποθεὶς καὶ ἐντεινάμενος ἑπτὰ χορδὰς μελῳδεῖ
5πάνυ γλαφυρόν, ὦ Ἥφαιστε, καὶ ἐναρμόνιον, ὡς κἀμὲ αὐτῷ φθονεῖν πάλαι κιθαρίζειν ἀσκοῦντα. ἔλεγε δὲ ἡ Μαῖα, ὡς μηδὲ μένοι τὰς νύκτας ἐν τῷ οὐρανῷ, ἀλλ’ ὑπὸ περιεργίας ἄχρι τοῦ ᾅδου κατίοι, κλέψων τι κἀκεῖθεν δηλαδή. ὑπόπτερος δ’
10ἐστὶ καὶ ῥάβδον τινὰ πεποίηται θαυμασίαν τὴν δύναμιν, ᾗ ψυχαγωγεῖ καὶ κατάγει τοὺς νεκρούς.
11ΗΦΑΙΣΤΟΣ Ἐγὼ ἐκείνην ἔδωκα αὐτῷ παίγνιον εἶναι.
12ΑΠΟΛΛΩΝ Τοιγαροῦν ἀπέδωκέ σοι τὸν μισθόν, τὴν πυ‐ άγραν—
14ΗΦΑΙΣΤΟΣ
15 Εὖ γε ὑπέμνησας· ὥστε βαδιοῦμαι ἀποληψό‐ μενος αὐτήν, εἴ που ὡς φῂς εὑρεθείη ἐν τοῖς
σπαργάνοις.296
D Deor
.

12

t

ΠΟΣΕΙΔΩΝΟΣ ΚΑΙ ΕΡΜΟΥ
D Deor
.

12

.

1

ΠΟΣΕΙΔΩΝ
1Ἔστιν, ὦ Ἑρμῆ, νῦν ἐντυχεῖν τῷ Διί;
1ΕΡΜΗΣ Οὐδαμῶς, ὦ Πόσειδον.
2ΠΟΣΕΙΔΩΝ Ὅμως προσάγγειλον αὐτῷ.
3ΕΡΜΗΣ Μὴ ἐνόχλει, φημί· ἄκαιρον γάρ ἐστιν, ὥστε οὐκ
5ἂν ἴδοις αὐτὸν ἐν τῷ παρόντι.
5ΠΟΣΕΙΔΩΝ Μῶν τῇ Ἥρᾳ σύνεστιν;
6ΕΡΜΗΣ Οὔκ, ἀλλ’ ἑτεροῖόν τί ἐστιν.
7ΠΟΣΕΙΔΩΝ Συνίημι· ὁ Γανυμήδης ἔνδον.
8ΕΡΜΗΣ Οὐδὲ τοῦτο· ἀλλὰ μαλακῶς ἔχει αὐτός.
9ΠΟΣΕΙΔΩΝ
10Πόθεν, ὦ Ἑρμῆ; δεινὸν γὰρ τοῦτο φῄς.
10ΕΡΜΗΣ
Αἰσχύνομαι εἰπεῖν, τοιοῦτόν ἐστιν.298
11ΠΟΣΕΙΔΩΝ Ἀλλὰ οὐ χρὴ πρὸς ἐμὲ θεῖόν γε ὄντα.
12ΕΡΜΗΣ Τέτοκεν ἀρτίως, ὦ Πόσειδον.
13ΠΟΣΕΙΔΩΝ Ἄπαγε, τέτοκεν ἐκεῖνος; ἐκ τίνος; οὐκοῦν
15ἐλελήθει ἡμᾶς ἀνδρόγυνος ὤν; ἀλλὰ οὐδὲ ἐπεσή‐ μανεν ἡ γαστὴρ αὐτῷ ὄγκον τινά.
16ΕΡΜΗΣ Εὖ λέγεις· οὐ γὰρ ἐκείνη εἶχε τὸ ἔμβρυον.
17ΠΟΣΕΙΔΩΝ Οἶδα· ἐκ τῆς κεφαλῆς ἔτεκεν αὖθις ὥσπερ τὴν Ἀθηνᾶν· τοκάδα γὰρ τὴν κεφαλὴν ἔχει.
19ΕΡΜΗΣ
20 Οὔκ, ἀλλὰ ἐν τῷ μηρῷ ἐκύει τὸ τῆς Σεμέλης βρέφος.
21ΠΟΣΕΙΔΩΝ Εὖ γε ὁ γενναῖος, ὡς ὅλος ἡμῖν κυοφορεῖ καὶ πανταχόθι τοῦ σώματος. ἀλλὰ τίς ἡ Σεμέλη ἐστί;
23ΕΡΜΗΣ
D Deor
.

12

.

2

Θηβαία, τῶν Κάδμου θυγατέρων μία. ταύτῃ συνελθὼν ἐγκύμονα ἐποίησεν.
2ΠΟΣΕΙΔΩΝ
Εἶτα ἔτεκεν, ὦ Ἑρμῆ, ἀντ’ ἐκείνης;300
3ΕΡΜΗΣ Καὶ μάλα, εἰ καὶ παράδοξον εἶναί σοι δοκεῖ· τὴν
5μὲν γὰρ Σεμέλην ὑπελθοῦσα ἡ Ἥρα—οἶσθα ὡς ζη‐ λότυπός ἐστι—πείθει αἰτῆσαι παρὰ τοῦ Διὸς μετὰ βροντῶν καὶ ἀστραπῶν ἥκειν παρ’ αὐτήν· ὡς δὲ ἐπείσθη καὶ ἧκεν ἔχων καὶ τὸν κεραυνόν, ἀνεφλέγη ὁ ὄροφος, καὶ ἡ Σεμέλη μὲν διαφθείρεται
10ὑπὸ τοῦ πυρός, ἐμὲ δὲ κελεύει ἀνατεμόντα τὴν γαστέρα τῆς γυναικὸς ἀνακομίσαι ἀτελὲς ἔτι αὐτῷ τὸ ἔμβρυον ἑπτάμηνον· καὶ ἐπειδὴ ἐποίησα, διελὼν τὸν ἑαυτοῦ μηρὸν ἐντίθησιν, ὡς ἀποτελε‐ σθείη ἐνταῦθα, καὶ νῦν τρίτῳ ἤδη μηνὶ ἐξέτεκεν αὐτὸ
15καὶ μαλακῶς ἀπὸ τῶν ὠδίνων ἔχει.
15ΠΟΣΕΙΔΩΝ Νῦν οὖν ποῦ τὸ βρέφος ἐστίν;
16ΕΡΜΗΣ Ἐς τὴν Νῦσαν ἀποκομίσας παρέδωκα ταῖς Νύμ‐ φαις ἀνατρέφειν Διόνυσον αὐτὸν ἐπονομασθέντα.
18ΠΟΣΕΙΔΩΝ Οὐκοῦν ἀμφότερα τοῦ Διονύσου τούτου καὶ
20μήτηρ καὶ πατὴρ ὁ ἀδελφός ἐστιν;
20ΕΡΜΗΣ Ἔοικεν. ἄπειμι δ’ οὖν ὕδωρ αὐτῷ πρὸς τὸ τραῦμα οἴσων καὶ τὰ ἄλλα ποιήσων ἃ νομίζεται
ὥσπερ λεχοῖ.302
D Deor
.

13

t

ΗΦΑΙΣΤΟΥ ΚΑΙ ΔΙΟΣ
D Deor
.

13

.

1

ΗΦΑΙΣΤΟΣ
1 Τί με, ὦ Ζεῦ, δεῖ ποιεῖν; ἥκω γάρ, ὡς ἐκέ‐ λευσας, ἔχων τὸν πέλεκυν ὀξύτατον, εἰ καὶ λίθους δέοι μιᾷ πληγῇ διατεμεῖν. ΖΕΥΣ
5 Εὖ γε, ὦ Ἥφαιστε· ἀλλὰ δίελέ μου τὴν κε‐ φαλὴν εἰς δύο κατενεγκών.
6ΗΦΑΙΣΤΟΣ Πειρᾷ μου, εἰ μέμηνα; πρόσταττε δ’ οὖν τἀληθὲς ὅπερ θέλεις σοι γενέσθαι.
8ΖΕΥΣ Τοῦτο αὐτό, διαιρεθῆναί μοι τὸ κρανίον· εἰ δὲ
10ἀπειθήσεις, οὐ νῦν πρῶτον ὀργιζομένου πειράσῃ μου. ἀλλὰ χρὴ καθικνεῖσθαι παντὶ τῷ θυμῷ μηδὲ μέλλειν· ἀπόλλυμαι γὰρ ὑπὸ τῶν ὠδίνων, αἵ μοι τὸν ἐγκέφαλον ἀναστρέφουσιν.
13ΗΦΑΙΣΤΟΣ Ὅρα, ὦ Ζεῦ, μὴ κακόν τι ποιήσωμεν· ὀξὺς γὰρ
15ὁ πέλεκύς ἐστι καὶ οὐκ ἀναιμωτὶ οὐδὲ κατὰ τὴν
Εἰλήθυιαν μαιώσεταί σε.304
16ΖΕΥΣ Κατένεγκε μόνον, ὦ Ἥφαιστε, θαρρῶν· οἶδα γὰρ ἐγὼ τὸ σύμφερον.
18ΗΦΑΙΣΤΟΣ Κατοίσω· τί γὰρ χρὴ ποιεῖν σοῦ κελεύοντος;
20τί τοῦτο; κόρη ἔνοπλος; μέγα, ὦ Ζεῦ, κακὸν εἶχες ἐν τῇ κεφαλῇ· εἰκότως γοῦν ὀξύθυμος ἦσθα τηλικαύτην ὑπὸ τὴν μήνιγγα παρθένον ζωογονῶν καὶ ταῦτα ἔνοπλον· ἦ που στρατόπεδον, οὐ κεφαλὴν ἐλελήθεις ἔχων. ἡ δὲ πηδᾷ καὶ πυρ‐
25ριχίζει καὶ τὴν ἀσπίδα τινάσσει καὶ τὸ δόρυ πάλλει καὶ ἐνθουσιᾷ καὶ τὸ μέγιστον, καλὴ πάνυ καὶ ἀκμαία γεγένηται δὴ ἐν βραχεῖ· γλαυκῶπις μέν, ἀλλὰ κοσμεῖ τοῦτο ἡ κόρυς. ὥστε, ὦ Ζεῦ, μαίωτρά μοι ἀπόδος ἐγγυήσας ἤδη αὐτήν.
29ΖΕΥΣ
30 Ἀδύνατα αἰτεῖς, ὦ Ἥφαιστε· παρθένος γὰρ ἀεὶ ἐθελήσει μένειν. ἐγὼ δ’ οὖν τό γε ἐπ’ ἐμοὶ οὐδὲν ἀντιλέγω.
32ΗΦΑΙΣΤΟΣ Τοῦτ’ ἐβουλόμην· ἐμοὶ μελήσει τὰ λοιπά, καὶ ἤδη συναρπάσω αὐτήν.
34ΖΕΥΣ
35Εἴ σοι ῥᾴδιον, οὕτω ποίει· πλὴν οἶδα ὅτι
ἀδυνάτων ἐρᾷς.306
D Deor
.

14

t

ΕΡΜΟΥ ΚΑΙ ΗΛΙΟΥ
D Deor
.

14

.

1

ΕΡΜΗΣ
1 Ὦ Ἥλιε, μὴ ἐλάσῃς τήμερον, ὁ Ζεύς φησι, μηδὲ αὔριον μηδὲ εἰς τρίτην ἡμέραν, ἀλλὰ ἔνδον μένε, καὶ τὸ μεταξὺ μία τις ἔστω νὺξ μακρά· ὥστε λυέτωσαν μὲν αἱ Ὧραι αὖθις τοὺς ἵππους, σὺ
5δὲ σβέσον τὸ πῦρ καὶ ἀνάπαυε διὰ μακροῦ σεαυτόν.
5ΗΛΙΟΣ Καινὰ ταῦτα, ὦ Ἑρμῆ, καὶ ἀλλόκοτα ἥκεις παραγγέλλων. ἀλλὰ μὴ παραβαίνειν τι ἔδοξα ἐν τῷ δρόμῳ καὶ ἔξω ἐλάσαι τῶν ὅρων, κᾆτά μοι ἄχθεται καὶ τὴν νύκτα τριπλασίαν τῆς ἡμέρας
10ποιῆσαι διέγνωκεν;
10ΕΡΜΗΣ Οὐδὲν τοιοῦτον, οὐδὲ ἐς ἀεὶ τοῦτο ἔσται· δεῖται δέ τι νῦν αὐτὸς ἐπιμηκεστέραν γενέσθαι οἱ τὴν νύκτα.
13ΗΛΙΟΣ Ποῦ δὲ καὶ ἔστιν ἢ πόθεν ἐξεπέμφθης ταῦτα
15διαγγελῶν μοι;
15ΕΡΜΗΣ Ἐκ Βοιωτίας, ὦ Ἥλιε, παρὰ τῆς Ἀμφιτρύωνος,
ᾗ σύνεστιν ἐρῶν αὐτῆς.308
17ΗΛΙΟΣ Εἶτα οὐχ ἱκανὴ νὺξ μία;
18ΕΡΜΗΣ Οὐδαμῶς· τεχθῆναι γάρ τινα δεῖ ἐκ τῆς ὁμι‐
20λίας ταύτης μέγαν καὶ πολύμοχθον· τοῦτον οὖν ἐν μιᾷ νυκτὶ ἀποτελεσθῆναι ἀδύνατον.
21ΗΛΙΟΣ
D Deor
.

14

.

2

Ἀλλὰ τελεσιουργείτω μὲν ἀγαθῇ τύχῃ. ταῦ‐ τα δ’ οὖν, ὦ Ἑρμῆ, οὐκ ἐγίνετο ἐπὶ τοῦ Κρόνου— αὐτοὶ γὰρ ἡμεῖς ἐσμεν—οὐδὲ ἀπόκοιτός ποτε ἐκεῖνος παρὰ τῆς Ῥέας ἦν οὐδὲ ἀπολιπὼν ἂν τὸν
5οὐρανὸν ἐν Θήβαις ἐκοιμᾶτο, ἀλλὰ ἡμέρα μὲν ἦν ἡ ἡμέρα, νὺξ δὲ κατὰ μέτρον τὸ αὐτῆς ἀνάλογον ταῖς ὥραις, ξένον δὲ ἢ παρηλλαγμένον οὐδέν, οὐδ’ ἂν ἐκοινώνησέ ποτε ἐκεῖνος θνητῇ γυναικί· νῦν δὲ δυστήνου γυναίου ἕνεκα χρὴ ἀνεστράφθαι τὰ πάντα
10καὶ ἀκαμπεστέρους μὲν γενέσθαι τοὺς ἵππους ὑπὸ τῆς ἀργίας, δύσπορον δὲ τὴν ὁδὸν ἀτριβῆ μένουσαν τριῶν ἑξῆς ἡμερῶν, τοὺς δὲ ἀνθρώπους ἀθλίους ἐν σκοτεινῷ διαβιοῦν. τοιαῦτα ἀπολαύσονται τῶν Διὸς ἐρώτων καὶ καθεδοῦνται περιμένοντες, ἔστ’
15ἂν ἐκεῖνος ἀποτελέσῃ τὸν ἀθλητήν, ὃν λέγεις, ὑπὸ μακρῷ τῷ ζόφῳ.
16ΕΡΜΗΣ Σιώπα, ὦ Ἥλιε, μή τι κακὸν ἀπολαύσῃς τῶν
λόγων. ἐγὼ δὲ παρὰ τὴν Σελήνην ἀπελθὼν καὶ τὸν Ὕπνον ἀπαγγελῶ κἀκείνοις ἅπερ ὁ Ζεὺς ἐπέστειλε,310
20τὴν μὲν σχολῇ προβαίνειν, τὸν δὲ Ὕπνον μὴ ἀνεῖναι τοὺς ἀνθρώπους, ὡς ἀγνοήσωσι μακρὰν οὕτω τὴν νύκτα γεγενημένην.
D Deor
.

15

t

ΔΙΟΣ, ΑΣΚΛΗΠΙΟΥ ΚΑΙ ΗΡΑΚΛΕΟΥΣ
D Deor
.

15

.

1

ΖΕΥΣ
1 Παύσασθε, ὦ Ἀσκληπιὲ καὶ Ἡράκλεις, ἐρίζοντες πρὸς ἀλλήλους ὥσπερ ἄνθρωποι· ἀπρεπῆ γὰρ ταῦτα καὶ ἀλλότρια τοῦ συμποσίου τῶν θεῶν.
3ΗΡΑΚΛΗΣ Ἀλλὰ θέλεις, ὦ Ζεῦ, τουτονὶ τὸν φαρμακέα
5προκατακλίνεσθαί μου;
5ΑΣΚΛΗΠΙΟΣ Νὴ Δία· καὶ γὰρ ἀμείνων εἰμί.
6ΗΡΑΚΛΗΣ Κατὰ τί, ὦ ἐμβρόντητε; ἢ ὅτι σε ὁ Ζεὺς ἐκεραύνωσεν ἃ μὴ θέμις ποιοῦντα, νῦν δὲ κατ’ ἔλεον αὖθις ἀθανασίας μετείληφας;
9ΑΣΚΛΗΠΙΟΣ
10Ἐπιλέλησαι γὰρ καὶ σύ, ὦ Ἡράκλεις, ἐν τῇ
Οἴτῃ καταφλεγείς, ὅτι μοι ὀνειδίζεις τὸ πῦρ;312
11ΗΡΑΚΛΗΣ Οὔκουν ἴσα καὶ ὅμοια βεβίωται ἡμῖν, ὃς Διὸς μὲν υἱός εἰμι, τοσαῦτα δὲ πεπόνηκα ἐκκαθαίρων τὸν βίον, θηρία καταγωνιζόμενος καὶ ἀνθρώπους
15ὑβριστὰς τιμωρούμενος· σὺ δὲ ῥιζοτόμος εἶ καὶ ἀγύρτης, ἐν ἀθλίοις δὲ ἴσως ἀνθρώποις χρήσιμος ἐπιθέσει τῶν φαρμάκων, ἀνδρῶδες δὲ οὐδὲν ἐπιδεδειγμένος.
18ΑΣΚΛΗΠΙΟΣ Οὐ λέγεις, ὅτι σου τὰ ἐγκαύματα ἰασάμην, ὅτε
20πρῴην ἀνῆλθες ἡμίφλεκτος ὑπ’ ἀμφοῖν διεφθορὼς τὸ σῶμα, καὶ τοῦ χιτῶνος καὶ μετὰ τοῦτο τοῦ πυρός; ἐγὼ δὲ εἰ καὶ μηδὲν ἄλλο, οὔτε ἐδούλευσα ὥσπερ σὺ οὔτε ἔξαινον ἔρια ἐν Λυδίᾳ πορφυρίδα ἐνδεδυκὼς καὶ παιόμενος ὑπὸ τῆς Ὀμφάλης χρυσῷ
25σανδάλῳ, ἀλλὰ οὐδὲ μελαγχολήσας ἀπέκτεινα τὰ τέκνα καὶ τὴν γυναῖκα.
26ΗΡΑΚΛΗΣ Εἰ μὴ παύσῃ λοιδορούμενός μοι, αὐτίκα μάλα εἴσῃ ὅτι οὐ πολύ σε ὀνήσει ἡ ἀθανασία, ἐπεὶ ἀράμενός σε ῥίψω ἐπὶ κεφαλὴν ἐκ τοῦ οὐρανοῦ,
30ὥστε μηδὲ τὸν Παιῶνα ἰάσασθαί σε τὸ κρανίον συντριβέντα.
31ΖΕΥΣ Παύσασθε, φημί, καὶ μὴ ἐπιταράττετε ἡμῖν
τὴν εὐωχίαν, ἢ ἀμφοτέρους ὑμᾶς ἀποπέμψομαι τοῦ συμποσίου. καίτοι εὔγνωμον, ὦ Ἡράκλεις,314
35προκατακλίνεσθαί σου τὸν Ἀσκληπιὸν ἅτε καὶ πρότερον ἀποθανόντα.
D Deor
.

16

t

ΕΡΜΟΥ ΚΑΙ ΑΠΟΛΛΩΝΟΣ
D Deor
.

16

.

1

ΕΡΜΗΣ
1Τί κατηφὴς εἶ, ὦ Ἄπολλον;
1ΑΠΟΛΛΩΝ Ὅτι, ὦ Ἑρμῆ, δυστυχῶ ἐν τοῖς ἐρωτικοῖς.
2ΕΡΜΗΣ Ἄξιον μὲν λύπης τὸ τοιοῦτο· σὺ δὲ τί δυστυχεῖς; ἢ τὸ κατὰ τὴν Δάφνην σε λυπεῖ ἔτι;
4ΑΠΟΛΛΩΝ
5 Οὐδαμῶς· ἀλλὰ ἐρώμενον πενθῶ τὸν Λάκωνα τὸν Οἰβάλου.
6ΕΡΜΗΣ Τέθνηκε γάρ, εἰπέ μοι, ὁ Ὑάκινθος;
7ΑΠΟΛΛΩΝ Καὶ μάλα.
8ΕΡΜΗΣ Πρὸς τίνος, ὦ Ἄπολλον; ἢ τίς οὕτως ἀνέρα‐
10στος ἦν ὡς ἀποκτεῖναι τὸ καλὸν ἐκεῖνο μειράκιον;
10ΑΠΟΛΛΩΝ
Αὐτοῦ ἐμοῦ τὸ ἔργον.316
11ΕΡΜΗΣ Οὐκοῦν ἐμάνης, ὦ Ἄπολλον;
12ΑΠΟΛΛΩΝ Οὔκ, ἀλλὰ δυστύχημά τι ἀκούσιον ἐγένετο.
13ΕΡΜΗΣ Πῶς; ἐθέλω γὰρ ἀκοῦσαι τὸν τρόπον.
14ΑΠΟΛΛΩΝ
D Deor
.

16

.

2

Δισκεύειν ἐμάνθανε κἀγὼ συνεδίσκευον αὐτῷ, ὁ δὲ κάκιστα ἀνέμων ἀπολούμενος ὁ Ζέφυρος ἤρα μὲν ἐκ πολλοῦ καὶ αὐτός, ἀμελούμενος δὲ καὶ μὴ φέρων τὴν ὑπεροψίαν ταῦτα εἰργάσατο· ἐγὼ μὲν
5ἀνέρριψα, ὥσπερ εἰώθειμεν, τὸν δίσκον εἰς τὸ ἄνω, ὁ δὲ ἀπὸ τοῦ Ταϋγέτου καταπνεύσας ἐπὶ κεφαλὴν τῷ παιδὶ ἐνέσεισε φέρων αὐτόν, ὥστε ἀπὸ τῆς πληγῆς αἷμα ῥυῆναι πολὺ καὶ τὸν παῖδα εὐθὺς ἀποθανεῖν. ἀλλὰ ἐγὼ τὸν μὲν Ζέφυρον αὐτίκα
10ἠμυνάμην κατατοξεύσας, φεύγοντι ἐπισπόμενος ἄχρι τοῦ ὄρους, τῷ παιδὶ δὲ καὶ τὸν τάφον μὲν ἐχωσάμην ἐν Ἀμύκλαις, ὅπου ὁ δίσκος αὐτὸν κατέβαλε, καὶ ἀπὸ τοῦ αἵματος ἄνθος ἀναδοῦναι τὴν γῆν ἐποίησα ἥδιστον, ὦ Ἑρμῆ, καὶ εὐανθέστατον ἀνθῶν
15ἁπάντων, ἔτι καὶ γράμματα ἔχον ἐπαιάζοντα τῷ νεκρῷ. ἆρά σοι ἀλόγως λελυπῆσθαι δοκῶ;
16ΕΡΜΗΣ Ναί, ὦ Ἄπολλον· ᾔδεις γὰρ θνητὸν πεποιη‐
μένος τὸν ἐρώμενον· ὥστε μὴ ἄχθου ἀποθανόντος.318
D Deor
.

17

t

ΕΡΜΟΥ ΚΑΙ ΑΠΟΛΛΩΝΟΣ
D Deor
.

17

.

1

ΕΡΜΗΣ
1 Τὸ δὲ καὶ χωλὸν αὐτὸν ὄντα καὶ τέχνην ἔχοντα βάναυσον, ὦ Ἄπολλον, τὰς καλλίστας γεγαμη‐ κέναι, τὴν Ἀφροδίτην καὶ τὴν Χάριν.
3ΑΠΟΛΛΩΝ Εὐποτμία τις, ὦ Ἑρμῆ· πλὴν ἐκεῖνό γε θαυ‐
5μάζω, τὸ ἀνέχεσθαι συνούσας αὐτῷ, καὶ μάλιστα ὅταν ὁρῶσιν ἱδρῶτι ῥεόμενον, εἰς τὴν κάμινον ἐπικεκυφότα, πολλὴν αἰθάλην ἐπὶ τοῦ προσώπου ἔχοντα· καὶ ὅμως τοιοῦτον ὄντα περιβάλλουσί τε αὐτὸν καὶ φιλοῦσι καὶ ξυγκαθεύδουσι.
9ΕΡΜΗΣ
10 Τοῦτο καὶ αὐτὸς ἀγανακτῶ καὶ τῷ Ἡφαίστῳ φθονῶ· σὺ δὲ κόμα, ὦ Ἄπολλον, καὶ κιθάριζε καὶ μέγα ἐπὶ τῷ κάλλει φρόνει, κἀγὼ ἐπὶ τῇ εὐεξίᾳ, καὶ τῇ λύρᾳ· εἶτα, ἐπειδὰν κοιμᾶσθαι δέῃ, μόνοι καθευδήσομεν.
14ΑΠΟΛΛΩΝ
D Deor
.

17

.

2

Ἐγὼ μὲν καὶ ἄλλως ἀναφρόδιτός εἰμι εἰς τὰ ἐρωτικὰ καὶ δύο γοῦν, οὓς μάλιστα ὑπερηγάπησα, τὴν Δάφνην καὶ τὸν Ὑάκινθον· ἡ μὲν ἀποδιδρά‐
σκει με καὶ μισεῖ, ὥστε εἵλετο ξύλον γενέσθαι320
5μᾶλλον ἢ ἐμοὶ ξυνεῖναι, ὁ δὲ ἀπώλετο ὑπὸ τοῦ δίσκου, καὶ νῦν ἀντ’ ἐκείνων στεφάνους ἔχω.
6ΕΡΜΗΣ Ἐγὼ δὲ ἤδη ποτὲ τὴν Ἀφροδίτην—ἀλλὰ οὐ χρὴ αὐχεῖν.
8ΑΠΟΛΛΩΝ Οἶδα, καὶ τὸν Ἑρμαφρόδιτον ἐκ σοῦ λέγεται
10τετοκέναι. πλὴν ἐκεῖνό μοι εἰπέ, εἴ τι οἶσθα, πῶς οὐ ζηλοτυπεῖ ἡ Ἀφροδίτη τὴν Χάριν ἢ ἡ Χάρις αὐτήν.
12ΕΡΜΗΣ
D Deor
.

17

.

3

Ὅτι, ὦ Ἄπολλον, ἐκείνη μὲν αὐτῷ ἐν τῇ Λήμνῳ σύνεστιν, ἡ δὲ Ἀφροδίτη ἐν τῷ οὐρανῷ· ἄλλως τε περὶ τὸν Ἄρη ἔχει τὰ πολλὰ κἀκείνου ἐρᾷ, ὥστε ὀλίγον αὐτῇ τοῦ χαλκέως τούτου μέλει.
4ΑΠΟΛΛΩΝ
5Καὶ ταῦτα οἴει τὸν Ἥφαιστον εἰδέναι;
5ΕΡΜΗΣ Οἶδεν· ἀλλὰ τί ἂν δρᾶσαι δύναιτο γενναῖον ὁρῶν νεανίαν καὶ στρατιώτην αὐτόν; ὥστε τὴν ἡσυχίαν ἄγει· πλὴν ἀπειλεῖ γε δεσμά τινα ἐπιμηχανήσεσθαι αὐτοῖς καὶ συλλήψεσθαι σαγη‐
10νεύσας ἐπὶ τῆς εὐνῆς.
10ΑΠΟΛΛΩΝΟΣ Οὐκ οἶδα· εὐξαίμην δ’ ἂν αὐτὸς ὁ ξυλληφθη‐
σόμενος εἶναι.322
D Deor
.

18

t

ΗΡΑΣ ΚΑΙ ΛΗΤΟΥΣ
D Deor
.

18

.

1

ΗΡΑ
1 Καλὰ μέν, ὦ Λητοῖ, καὶ τὰ τέκνα ἔτεκες τῷ Διί.
2ΛΗΤΩ Οὐ πᾶσαι γάρ, ὦ Ἥρα, τοιούτους τίκτειν δυνά‐ μεθα, οἷος ὁ Ἥφαιστός ἐστιν.
4ΗΡΑ
5 Ἀλλ’ οὖν οὗτος, εἰ καὶ χωλός, ἀλλ’ ὅμως χρήσιμός γέ ἐστι τεχνίτης ὢν ἄριστος καὶ κατακεκόσμηκεν ἡμῖν τὸν οὐρανὸν καὶ τὴν Ἀφροδίτην γεγάμηκε καὶ σπουδάζεται πρὸς αὐτῆς, οἱ δὲ σοὶ παῖδες ἡ μὲν αὐτῶν ἀρρενικὴ πέρα τοῦ μετρίου καὶ ὄρειος,
10καὶ τὸ τελευταῖον ἐς τὴν Σκυθίαν ἀπελθοῦσα πάντες ἴσασιν οἷα ἐσθίει ξενοκτονοῦσα καὶ μιμου‐ μένη τοὺς Σκύθας αὐτοὺς ἀνθρωποφάγους ὄντας· ὁ δὲ Ἀπόλλων προσποιεῖται μὲν πάντα εἰδέναι καὶ τοξεύειν καὶ κιθαρίζειν καὶ ἰατρὸς εἶναι καὶ μαντεύε‐
15σθαι καὶ καταστησάμενος ἐργαστήρια τῆς μαντι‐ κῆς τὸ μὲν ἐν Δελφοῖς, τὸ δὲ ἐν Κλάρῳ καὶ ἐν Κολοφῶνι καὶ ἐν Διδύμοις ἐξαπατᾷ τοὺς χρω‐ μένους αὐτῷ λοξὰ καὶ ἐπαμφοτερίζοντα πρὸς ἑκάτερον τῆς ἐρωτήσεως ἀποκρινόμενος, πρὸς τὸ
20ἀκίνδυνον εἶναι τὸ σφάλμα. καὶ πλουτεῖ μὲν ἀπὸ
τοῦ τοιούτου· πολλοὶ γὰρ οἱ ἀνόητοι καὶ παρέχοντες αὑτοὺς καταγοητεύεσθαι· πλὴν οὐκ ἀγνοεῖταί γε ὑπὸ τῶν ξυνετωτέρων τὰ πολλὰ τερατευόμενος· αὐτὸς γοῦν ὁ μάντις ἠγνόει μὲν ὅτι φονεύσει τὸν324
25ἐρώμενον τῷ δίσκῳ, οὐ προεμαντεύετο δὲ ὡς φεύξεται αὐτὸν ἡ Δάφνη, καὶ ταῦτα οὕτω καλὸν καὶ κομήτην ὄντα· ὥστε οὐχ ὁρῶ καθότι καλλιτε‐ κνοτέρα τῆς Νιόβης ἔδοξας.
28ΛΗΤΩ
D Deor
.

18

.

2

Ταῦτα μέντοι τὰ τέκνα, ἡ ξενοκτόνος καὶ ὁ ψευδόμαντις, οἶδα, ὅπως λυπεῖ σε ὁρώμενα ἐν τοῖς θεοῖς, καὶ μάλιστα ὁπόταν ἡ μὲν ἐπαινῆται ἐς τὸ κάλλος, ὁ δὲ κιθαρίζῃ ἐν τῷ συμποσίῳ θαυμαζόμε‐
5νος ὑφ’ ἁπάντων.
5ΗΡΑ Ἐγέλασα, ὦ Λητοῖ· ἐκεῖνος θαυμαστός, ὃν ὁ Μαρσύας, εἰ τὰ δίκαια αἱ Μοῦσαι δικάσαι ἤθελον, ἀπέδειρεν ἂν αὐτὸς κρατήσας τῇ μουσικῇ· νῦν δὲ κατασοφισθεὶς ἄθλιος ἀπόλωλεν ἀδίκως ἁλούς· ἡ
10δὲ καλή σου παρθένος οὕτω καλή ἐστιν, ὥστε ἐπεὶ ἔμαθεν ὀφθεῖσα ὑπὸ τοῦ Ἀκταίωνος, φοβηθεῖσα μὴ ὁ νεανίσκος ἐξαγορεύσῃ τὸ αἶσχος αὐτῆς, ἐπαφῆκεν αὐτῷ τοὺς κύνας· ἐῶ γὰρ λέγειν ὅτι οὐδὲ τὰς τεκούσας ἐμαιοῦτο παρθένος γε αὐτὴ οὖσα.
14ΛΗΤΩ
15Μέγα, ὦ Ἥρα, φρονεῖς, ὅτι ξύνει τῷ Διὶ καὶ
συμβασιλεύεις αὐτῷ, καὶ διὰ τοῦτο ὑβρίζεις ἀδεῶς· πλὴν ἀλλ’ ὄψομαί σε μετ’ ὀλίγον αὖθις δακρύουσαν, ὁπόταν σε καταλιπὼν ἐς τὴν γῆν κατίῃ ταῦρος ἢ κύκνος γενόμενος.326
D Deor
.

19

t

ΑΦΡΟΔΙΤΗΣ ΚΑΙ ΣΕΛΗΝΗΣ
D Deor
.

19

.

1

ΑΦΡΟΔΙΤΗ
1 Τί ταῦτα, ὦ Σελήνη, φασὶ ποιεῖν σε; ὁπό‐ ταν κατὰ τὴν Καρίαν γένῃ, ἱστάναι μέν σε τὸ ζεῦγος ἀφορῶσαν ἐς τὸν Ἐνδυμίωνα καθεύδοντα ὑπαί‐ θριον ἅτε κυνηγέτην ὄντα, ἐνίοτε δὲ καὶ καταβαίνειν
5παρ’ αὐτὸν ἐκ μέσης τῆς ὁδοῦ;
5ΣΕΛΗΝΗ Ἐρώτα, ὦ Ἀφροδίτη, τὸν σὸν υἱόν, ὅς μοι τούτων αἴτιος.
7ΑΦΡΟΔΙΤΗ Ἔα· ἐκεῖνος ὑβριστής ἐστιν· ἐμὲ γοῦν αὐτὴν τὴν μητέρα οἷα δέδρακεν, ἄρτι μὲν ἐς τὴν Ἴδην
10κατάγων Ἀγχίσου ἕνεκα τοῦ Ἰλιέως, ἄρτι δὲ ἐς τὸν Λίβανον ἐπὶ τὸ Ἀσσύριον ἐκεῖνο μειράκιον, ὃ καὶ τῇ Φερσεφάττῃ ἐπέραστον ποιήσας ἐξ ἡμισείας ἀφείλετό με τὸν ἐρώμενον· ὥστε πολλάκις ἠπείλησα, εἰ μὴ παύσεται τοιαῦτα
15ποιῶν, κλάσειν μὲν αὐτοῦ τὰ τόξα καὶ τὴν φαρέτραν, περιαιρήσειν δὲ καὶ τὰ πτερά· ἤδη δὲ καὶ πληγὰς αὐτῷ ἐνέτεινα ἐς τὰς πυγὰς τῷ σανδάλῳ· ὁ δὲ
οὐκ οἶδ’ ὅπως τὸ παραυτίκα δεδιὼς καὶ ἱκετεύων μετ’ ὀλίγον ἐπιλέλησται ἁπάντων.328
D Deor
.

19

.

2

ἀτὰρ εἰπέ μοι, καλὸς ὁ Ἐνδυμίων ἐστίν; ἀπαραμύθητον γὰρ οὕτως τὸ δεινόν.
3ΣΕΛΗΝΗ Ἐμοὶ μὲν καὶ πάνυ καλός, ὦ Ἀφροδίτη, δοκεῖ,
5καὶ μάλιστα ὅταν ὑποβαλλόμενος ἐπὶ τῆς πέτρας τὴν χλαμύδα καθεύδῃ τῇ λαιᾷ μὲν ἔχων τὰ ἀκόντια ἤδη ἐκ τῆς χειρὸς ὑπορρέοντα, ἡ δεξιὰ δὲ περὶ τὴν κεφαλὴν ἐς τὸ ἄνω ἐπικεκλασμένη ἐπιπρέπῃ τῷ προσώπῳ περικειμένη, ὁ δὲ ὑπὸ τοῦ ὕπνου λελυμέ‐
10νος ἀναπνέῃ τὸ ἀμβρόσιον ἐκεῖνο ἆσθμα. τότε τοίνυν ἐγὼ ἀψοφητὶ κατιοῦσα ἐπ’ ἄκρων τῶν δακτύλων βεβηκυῖα ὡς ἂν μὴ ἀνεγρόμενος ἐκταραχ‐ θείη—οἶσθα· τί οὖν ἄν σοι λέγοιμι τὰ μετὰ ταῦτα; πλὴν ἀπόλλυμαί γε ὑπὸ τοῦ ἔρωτος.
D Deor
.

20

t

ΑΦΡΟΔΙΤΗΣ ΚΑΙ ΕΡΩΤΟΣ
D Deor
.

20

.

1

ΑΦΡΟΔΙΤΗ
1 Ὦ τέκνον Ἔρως, ὅρα οἷα ποιεῖς· οὐ τὰ ἐν τῇ γῇ λέγω, ὁπόσα τοὺς ἀνθρώπους ἀναπείθεις καθ’ αὑτῶν ἢ κατ’ ἀλλήλων ἐργάζεσθαι, ἀλλὰ καὶ τὰ ἐν τῷ οὐρανῷ, ὃς τὸν μὲν Δία πολύμορφον ἐπιδει‐
5κνύεις ἀλλάττων ἐς ὅ τι ἄν σοι ἐπὶ τοῦ καιροῦ δοκῇ, τὴν Σελήνην δὲ καθαιρεῖς ἐκ τοῦ οὐρανοῦ, τὸν Ἥλιον δὲ παρὰ τῇ Κλυμένῃ βραδύνειν ἐνίοτε
ἀναγκάζεις ἐπιλελησμένον τῆς ἱππασίας· ἃ μὲν γὰρ ἐς ἐμὲ τὴν μητέρα ὑβρίζεις, θαρρῶν ποιεῖς. ἀλλὰ σύ,330
10ὦ τολμηρότατε, καὶ τὴν Ῥέαν αὐτὴν γραῦν ἤδη καὶ μητέρα τοσούτων θεῶν οὖσαν ἀνέπεισας παιδε‐ ραστεῖν καὶ τὸ Φρύγιον μειράκιον ποθεῖν, καὶ νῦν ἐκείνη μέμηνεν ὑπὸ σοῦ καὶ ζευξαμένη τοὺς λέοντας, παραλαβοῦσα καὶ τοὺς Κορύβαντας ἅτε μανικοὺς καὶ
15αὐτοὺς ὄντας, ἄνω καὶ κάτω τὴν Ἴδην περιπο‐ λοῦσιν, ἡ μὲν ὀλολύζουσα ἐπὶ τῷ Ἄττῃ, οἱ Κορύ‐ βαντες δὲ ὁ μὲν αὐτῶν τέμνεται ξίφει τὸν πῆχυν, ὁ δὲ ἀνεὶς τὴν κόμην ἵεται μεμηνὼς διὰ τῶν ὀρῶν, ὁ δὲ αὐλεῖ τῷ κέρατι, ὁ δὲ ἐπιβομβεῖ τῷ τυμπάνῳ ἢ
20ἐπικτυπεῖ τῷ κυμβάλῳ, καὶ ὅλως θόρυβος καὶ μανία τὰ ἐν τῇ Ἴδῃ ἅπαντά ἐστι. δέδια τοίνυν ἅπαντα, δέδια τὸ τοιοῦτο ἡ τὸ μέγα σε κακὸν ἐγὼ τεκοῦσα, μὴ ἀπομανεῖσά ποτε ἡ Ῥέα ἢ καὶ μᾶλλον ἔτι ἐν αὑτῇ οὖσα κελεύσῃ τοὺς Κορύβαντας συλλα‐
25βόντας σε διασπάσασθαι ἢ τοῖς λέουσι παραβαλεῖν· ταῦτα δέδια κινδυνεύοντά σε ὁρῶσα.
26ΕΡΩΣ
D Deor
.

20

.

2

Θάρρει, μῆτερ, ἐπεὶ καὶ τοῖς λέουσιν αὐτοῖς ἤδη ξυνήθης εἰμί, καὶ πολλάκις ἐπαναβὰς ἐπὶ τὰ νῶτα καὶ τῆς κόμης λαβόμενος ἡνιοχῶ αὐτούς, οἱ δὲ σαίνουσί με καὶ χεῖρα δεχόμενοι ἐς τὸ στόμα
5περιλιχμησάμενοι ἀποδιδόασί μοι. αὐτὴ μὲν γὰρ ἡ Ῥέα πότε ἂν ἐκείνη σχολὴν ἀγάγοι ἐπ’ ἐμὲ ὅλη οὖσα ἐν τῷ Ἄττῃ; καίτοι τί ἐγὼ ἀδικῶ δεικνὺς τὰ καλὰ οἷά ἐστιν; ὑμεῖς δὲ μὴ ἐφίεσθε τῶν καλῶν· μὴ τοίνυν ἐμὲ αἰτιᾶσθε τούτων. ἢ θέλεις σύ, ὦ
10μῆτερ, αὐτὴ μηκέτι ἐρᾶν μήτε σὲ τοῦ Ἄρεως
μήτε ἐκεῖνον σοῦ;332
11ΑΦΡΟΔΙΤΗ Ὡς δεινὸς εἶ καὶ κρατεῖς ἁπάντων· ἀλλὰ μεμνήσῃ μού ποτε τῶν λόγων.
D Deor
.

21

t

ΑΠΟΛΛΩΝΟΣ ΚΑΙ ΕΡΜΟΥ
D Deor
.

21

.

1

ΑΠΟΛΛΩΝ
1Τί γελᾷς, ὦ Ἑρμῆ;
1ΕΡΜΗΣ Ὅτι γελοιότατα, ὦ Ἄπολλον, εἶδον.
2ΑΠΟΛΛΩΝ Εἰπὲ οὖν, ὡς καὶ αὐτὸς ἀκούσας ἔχω ξυγγελᾶν.
3ΕΡΜΗΣ Ἡ Ἀφροδίτη ξυνοῦσα τῷ Ἄρει κατείληπται καὶ
5ὁ Ἥφαιστος ἔδησεν αὐτοὺς ξυλλαβών.
5ΑΠΟΛΛΩΝ Πῶς; ἡδὺ γάρ τι ἐρεῖν ἔοικας.
6ΕΡΜΗΣ Ἐκ πολλοῦ, οἶμαι, ταῦτα εἰδὼς ἐθήρευεν αὐτούς, καὶ περὶ τὴν εὐνὴν ἀφανῆ δεσμὰ περιθεὶς εἰργά‐ ζετο ἀπελθὼν ἐπὶ τὴν κάμινον· εἶτα ὁ μὲν Ἄρης
10ἐσέρχεται λαθών, ὡς ᾤετο, καθορᾷ δὲ αὐτὸν ὁ Ἥλιος καὶ λέγει πρὸς τὸν Ἥφαιστον. ἐπεὶ δὲ ἐπέβησαν τοῦ λέχους καὶ ἐν ἔργῳ ἦσαν καὶ ἐντὸς
ἐγεγένηντο τῶν ἀρκύων, περιπλέκεται μὲν αὐτοῖς τὰ δεσμά, ἐφίσταται δὲ ὁ Ἥφαιστος. ἐκείνη μὲν334
15οὖν—καὶ γὰρ ἔτυχε γυμνὴ οὖσα—οὐκ εἶχεν ὅπως ἐγκαλύψαιτο αἰδουμένη, ὁ δὲ Ἄρης τὰ μὲν πρῶτα διαφυγεῖν ἐπειρᾶτο καὶ ἤλπιζε ῥήξειν τὰ δεσμά, ἔπειτα δὲ, συνεὶς ἐν ἀφύκτῳ ἐχόμενον ἑαυτὸν, ἱκέτευεν.
19ΑΠΟΛΛΩΝ
D Deor
.

21

.

2

Τί οὖν; ἀπέλυσεν αὐτὸν ὁ Ἥφαιστος;
1ΕΡΜΗΣ Οὐδέπω, ἀλλὰ ξυγκαλέσας τοὺς θεοὺς ἐπι‐ δείκνυται τὴν μοιχείαν αὐτοῖς· οἱ δὲ γυμνοὶ ἀμφότεροι κάτω νενευκότες ξυνδεδεμένοι ἐρυθριῶσι,
5καὶ τὸ θέαμα ἥδιστον ἐμοὶ ἔδοξε μονονουχὶ αὐτὸ γινόμενον τὸ ἔργον.
6ΑΠΟΛΛΩΝ Ὁ δὲ χαλκεὺς ἐκεῖνος οὐκ αἰδεῖται καὶ αὐτὸς ἐπιδεικνύμενος τὴν αἰσχύνην τοῦ γάμου;
8ΕΡΜΗΣ Μὰ Δί’, ὅς γε καὶ ἐπιγελᾷ ἐφεστὼς αὐτοῖς.
10ἐγὼ μέντοι, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἐφθόνουν τῷ Ἄρει μὴ μόνον μοιχεύσαντι τὴν καλλίστην θεόν, ἀλλὰ καὶ δεδεμένῳ μετ’ αὐτῆς.
12ΑΠΟΛΛΩΝ Οὐκοῦν καὶ δεδέσθαι ἂν ὑπέμεινας ἐπὶ τούτῳ;
13ΕΡΜΗΣ Σὺ δ’ οὐκ ἄν, ὦ Ἄπολλον; ἰδὲ μόνον ἐπελθών·
15ἐπαινέσομαι γάρ σε, ἢν μὴ τὰ ὅμοια καὶ αὐτὸς
εὔξῃ ἰδών.336
D Deor
.

22

t

ΗΡΑΣ ΚΑΙ ΔΙΟΣ
D Deor
.

22

.

1

ΗΡΑ
1 Ἐγὼ μὲν ᾐσχυνόμην ἄν, ὦ Ζεῦ, εἴ μοι τοιοῦτος υἱὸς ἦν, θῆλυς οὕτω καὶ διεφθαρμένος ὑπὸ τῆς μέθης, μίτρᾳ μὲν ἀναδεδεμένος τὴν κόμην, τὰ πολλὰ δὲ μαινομέναις γυναιξὶ συνών, ἁβρότερος
5αὐτῶν ἐκείνων, ὑπὸ τυμπάνοις καὶ αὐλῷ καὶ κυμβάλοις χορεύων, καὶ ὅλως παντὶ μᾶλλον ἐοικὼς ἢ σοὶ τῷ πατρί.
7ΖΕΥΣ Καὶ μὴν οὗτός γε ὁ θηλυμίτρης, ὁ ἁβρότερος τῶν γυναικῶν οὐ μόνον, ὦ Ἥρα, τὴν Λυδίαν ἐχει‐
10ρώσατο καὶ τοὺς κατοικοῦντας τὸν Τμῶλον ἔλαβε καὶ Θρᾷκας ὑπηγάγετο, ἀλλὰ καὶ ἐπ’ Ἰνδοὺς ἐλάσας τῷ γυναικείῳ τούτῳ στρατιωτικῷ τούς τε ἐλέφαντας εἷλε καὶ τῆς χώρας ἐκράτησε καὶ τὸν βασιλέα πρὸς ὀλίγον ἀντιστῆναι τολμήσαντα αἰχμά‐
15λωτον ἀπήγαγε, καὶ ταῦτα πάντα ἔπραξεν ὀρχού‐ μενος ἅμα καὶ χορεύων θύρσοις χρώμενος κιττί‐
νοις, μεθύων, ὡς φῄς, καὶ ἐνθεάζων. εἰ δέ τις ἐπεχείρησε λοιδορήσασθαι αὐτῷ ὑβρίσας ἐς τὴν τελετήν, καὶ τοῦτον ἐτιμωρήσατο ἢ καταδήσας338
20τοῖς κλήμασιν ἢ διασπασθῆναι ποιήσας ὑπὸ τῆς μητρὸς ὥσπερ νεβρόν. ὁρᾷς ὡς ἀνδρεῖα ταῦτα καὶ οὐκ ἀνάξια τοῦ πατρός; εἰ δὲ παιδιὰ καὶ τρυφὴ πρόσεστιν αὐτοῖς, οὐδεὶς φθόνος, καὶ μάλιστα εἰ λογίσαιτό τις, οἷος ἂν οὗτος νήφων ἦν, ὅπου
25ταῦτα μεθύων ποιεῖ.
25ΗΡΑ
D Deor
.

22

.

2

Σύ μοι δοκεῖς ἐπαινέσεσθαι καὶ τὸ εὕρεμα αὐτοῦ, τὴν ἄμπελον καὶ τὸν οἶνον, καὶ ταῦτα ὁρῶν οἷα οἱ μεθυσθέντες ποιοῦσι σφαλλόμενοι καὶ πρὸς ὕβριν τρεπόμενοι καὶ ὅλως μεμηνότες ὑπὸ τοῦ ποτοῦ·
5τὸν γοῦν Ἰκάριον, ᾧ πρώτῳ ἔδωκεν τὸ κλῆμα, οἱ ξυμπόται αὐτοὶ διέφθειραν παίοντες ταῖς δικέλλαις.
7ΖΕΥΣ Οὐδὲν τοῦτο φῄς· οὐ γὰρ οἶνος ταῦτα οὐδὲ ὁ Διόνυ‐ σος ποιεῖ, τὸ δὲ ἄμετρον τῆς πόσεως καὶ τὸ πέρα τοῦ
10καλῶς ἔχοντος ἐμφορεῖσθαι τοῦ ἀκράτου. ὃς δ’ ἂν ἔμμετρα πίνῃ, ἱλαρώτερος μὲν καὶ ἡδίων γένοιτ’ ἄν· οἷον δὲ ὁ Ἰκάριος ἔπαθεν, οὐδὲν ἂν ἐργάσαιτο οὐδένα τῶν ξυμποτῶν. ἀλλὰ σὺ ἔτι ζηλοτυπεῖν ἔοικας, ὦ Ἥρα, καὶ τῆς Σεμέλης μνημονεύειν, ἥ
15γε διαβάλλεις τοῦ Διονύσου τὰ κάλλιστα.340
D Deor
.

23

t

ΑΦΡΟΔΙΤΗΣ ΚΑΙ ΕΡΩΤΟΣ
D Deor
.

23

.

1

ΑΦΡΟΔΙΤΗ
1 Τί δήποτε, ὦ Ἔρως, τοὺς μὲν ἄλλους θεοὺς κατηγωνίσω ἅπαντας, τὸν Δία, τὸν Ποσειδῶ, τὸν Ἀπόλλω, τὴν Ῥέαν, ἐμὲ τὴν μητέρα, μόνης δὲ ἀπέχῃ τῆς Ἀθηνᾶς καὶ ἐπ’ ἐκείνης ἄπυρος μέν σοι
5ἡ δᾴς, κενὴ δὲ οἰστῶν ἡ φαρέτρα, σὺ δὲ ἄτοξος εἶ καὶ ἄστοχος;
6ΕΡΩΣ Δέδια, ὦ μῆτερ, αὐτήν· φοβερὰ γάρ ἐστι καὶ χαροπὴ καὶ δεινῶς ἀνδρική· ὁπόταν γοῦν ἐντεινά‐ μενος τὸ τόξον ἴω ἐπ’ αὐτήν, ἐπισείουσα τὸν
10λόφον ἐκπλήττει με καὶ ὑπότρομος γίνομαι καὶ ἀπορρεῖ μου τὰ τοξεύματα ἐκ τῶν χειρῶν.
11ΑΦΡΟΔΙΤΗ Ὁ Ἄρης γὰρ οὐ φοβερώτερος ἦν; καὶ ὅμως ἀφώπλισας αὐτὸν καὶ νενίκηκας.
13ΕΡΩΣ Ἀλλὰ ἐκεῖνος ἑκὼν προσίεταί με καὶ προσκα‐
15λεῖται, ἡ Ἀθηνᾶ δὲ ὑφορᾶται ἀεί, καί ποτε ἐγὼ μὲν ἄλλως παρέπτην πλησίον ἔχων τὴν λαμπάδα, ἡ δέ, Εἴ μοι πρόσει, φησί, νὴ τὸν πατέρα, τῷ δορατίῳ σε διαπείρασα ἢ τοῦ ποδὸς λαβομένη καὶ ἐς τὸν Τάρταρον ἐμβαλοῦσα ἢ αὐτὴ διασπασαμένη—
20πολλὰ τοιαῦτα ἠπείλησε· καὶ ὁρᾷ δὲ δριμὺ καὶ ἐπὶ τοῦ στήθους ἔχει πρόσωπόν τι φοβερὸν ἐχίδναις κατάκομον, ὅπερ ἐγὼ μάλιστα δέδια· μορμολύτ‐
τεται γάρ με καὶ φεύγω, ὅταν ἴδω αὐτό.342
23ΑΦΡΟΔΙΤΗ
D Deor
.

23

.

2

Ἀλλὰ τὴν μὲν Ἀθηνᾶν δέδιας, ὡς φῄς, καὶ τὴν Γοργόνα, καὶ ταῦτα μὴ φοβηθεὶς τὸν κεραυνὸν τοῦ Διός. αἱ δὲ Μοῦσαι διὰ τί σοι ἄτρωτοι καὶ ἔξω βελῶν εἰσιν; κἀκεῖναι λόφους ἐπισείουσιν καὶ
5Γοργόνας προφαίνουσιν;
5ΕΡΩΣ Αἰδοῦμαι αὐτάς, ὦ μῆτερ· σεμναὶ γάρ εἰσιν καὶ ἀεί τι φροντίζουσιν καὶ περὶ ᾠδὴν ἔχουσι καὶ ἐγὼ παρίσταμαι πολλάκις αὐταῖς κηλούμενος ὑπὸ τοῦ μέλους.
9ΑΦΡΟΔΙΤΗ
10 Ἔα καὶ ταύτας, ὅτι σεμναί· τὴν δὲ Ἄρτεμιν τίνος ἕνεκα οὐ τιτρώσκεις;
11ΕΡΩΣ Τὸ μὲν ὅλον οὐδὲ καταλαβεῖν αὐτὴν οἷόν τε φεύγουσαν ἀεὶ διὰ τῶν ὀρῶν· εἶτα καὶ ἴδιόν τινα ἔρωτα ἤδη ἐρᾷ.
14ΑΦΡΟΔΙΤΗ
15Τίνος, ὦ τέκνον;
15ΕΡΩΣ Θήρας καὶ ἐλάφων καὶ νεβρῶν, αἱρεῖν τε διώ‐ κουσα καὶ κατατοξεύειν, καὶ ὅλως πρὸς τῷ τοιούτῳ ἐστίν· ἐπεὶ τόν γε ἀδελφὸν αὐτῆς, καίτοι τοξότην καὶ αὐτὸν ὄντα καὶ ἑκηβόλον—
19ΑΦΡΟΔΙΤΗ
20Οἶδα, ὦ τέκνον, πολλὰ ἐκεῖνον ἐτόξευσας.344
D Deor
.

24

t

ΔΙΟΣ ΚΑΙ ΗΛΙΟΥ
D Deor
.

24

.

1

ΖΕΥΣ
1 Οἷα πεποίηκας, ὦ Τιτάνων κάκιστε; ἀπο‐ λώλεκας τὰ ἐν τῇ γῇ ἅπαντα, μειρακίῳ ἀνοήτῳ πιστεύσας τὸ ἅρμα, ὃς τὰ μὲν κατέφλεξε πρόσγειος ἐνεχθείς, τὰ δὲ ὑπὸ κρύους διαφθαρῆναι ἐποίησε
5πολὺ αὐτῶν ἀποσπάσας τὸ πῦρ, καὶ ὅλως οὐδὲν ὅ τι οὐ ξυνετάραξε καὶ ξυνέχεε, καὶ εἰ μὴ ἐγὼ ξυνεὶς τὸ γιγνόμενον κατέβαλον αὐτὸν τῷ κεραυνῷ, οὐδὲ λείψανον ἀνθρώπων ἐπέμεινεν ἄν· τοιοῦτον ἡμῖν τὸν καλὸν ἡνίοχον καὶ διφρηλάτην ἐκπέπομφας.
9ΗΛΙΟΣ
10 Ἥμαρτον, ὦ Ζεῦ, ἀλλὰ μὴ χαλέπαινε, εἰ ἐπεί‐ σθην υἱῷ πολλὰ ἱκετεύοντι· πόθεν γὰρ ἂν καὶ ἤλπισα τηλικοῦτο γενήσεσθαι κακόν;
12ΖΕΥΣ Οὐκ ᾔδεις, ὅσης ἐδεῖτο ἀκριβείας τὸ πρᾶγμα καὶ ὡς, εἰ βραχύ τις ἐκβαίη τῆς ὁδοῦ, οἴχεται πάντα;
15ἠγνόεις δὲ καὶ τῶν ἵππων τὸν θυμόν, ὡς δεῖ ξυνέχειν ἀνάγκῃ τὸν χαλινόν; εἰ γὰρ ἐνδοίη τις, ἀφηνιάζου‐ σιν εὐθύς, ὥσπερ ἀμέλει καὶ τοῦτον ἐξήνεγκαν, ἄρτι μὲν ἐπὶ τὰ λαιά, μετ’ ὀλίγον δὲ ἐπὶ τὰ δεξιά, καὶ ἐς τὸ ἐναντίον τοῦ δρόμου ἐνίοτε, καὶ ἄνω καὶ
20κάτω, ὅλως ἔνθα ἐβούλοντο αὐτοί· ὁ δὲ οὐκ
εἶχεν ὅ τι χρήσαιτο αὐτοῖς.346
21ΗΛΙΟΣ
D Deor
.

24

.

2

Πάντα μὲν ἠπιστάμην ταῦτα καὶ διὰ τοῦτο ἀντεῖχον ἐπὶ πολὺ καὶ οὐκ ἐπίστευον αὐτῷ τὴν ἔλασιν· ἐπεὶ δὲ κατελιπάρησε δακρύων καὶ ἡ μήτηρ Κλυμένη μετ’ αὐτοῦ, ἀναβιβασάμενος ἐπὶ
5τὸ ἅρμα ὑπεθέμην, ὅπως μὲν χρὴ βεβηκέναι αὐτόν, ἐφ’ ὁπόσον δὲ ἐς τὸ ἄνω ἀφέντα ὑπερενεχθῆναι, εἶτα ἐς τὸ κάταντες αὖθις ἐπινεύειν καὶ ὡς ἐγκρατῆ εἶναι τῶν ἡνιῶν καὶ μὴ ἐφιέναι τῷ θυμῷ τῶν ἵππων· εἶπον δὲ καὶ ἡλίκος ὁ κίνδυνος, εἰ μὴ ὀρθὴν
10ἐλαύνοι· ὁ δὲ—παῖς γὰρ ἦν—ἐπιβὰς τοσούτου πυρὸς καὶ ἐπικύψας ἐς βάθος ἀχανὲς ἐξεπλάγη, ὡς τὸ εἰκός· οἱ δὲ ἵπποι ὡς ᾔσθοντο οὐκ ὄντα ἐμὲ τὸν ἐπιβεβηκότα, καταφρονήσαντες τοῦ μειρακίου ἐξε‐ τράποντο τῆς ὁδοῦ καὶ τὰ δεινὰ ταῦτα ἐποίησαν·
15ὁ δὲ τὰς ἡνίας ἀφείς, οἶμαι δεδιὼς μὴ ἐκπέσῃ αὐτός, εἴχετο τῆς ἄντυγος. ἀλλὰ ἐκεῖνός τε ἤδη ἔχει τὴν δίκην κἀμοί, ὦ Ζεῦ, ἱκανὸν τὸ πένθος.
17ΖΕΥΣ Ἱκανὸν λέγεις τοιαῦτα τολμήσας; νῦν μὲν οὖν συγγνώμην ἀπονέμω σοι, ἐς δὲ τὸ λοιπόν, ἤν τι
20ὅμοιον παρανομήσῃς ἤ τινα τοιοῦτον σεαυτοῦ διάδοχον ἐκπέμψῃς, αὐτίκα εἴσῃ, ὁπόσον τοῦ σοῦ πυρὸς ὁ κεραυνὸς πυρωδέστερος. ὥστε ἐκεῖνον μὲν αἱ ἀδελφαὶ θαπτέτωσαν ἐπὶ τῷ Ἠριδανῷ, ἵναπερ ἔπεσεν ἐκδιφρευθείς, ἤλεκτρον ἐπ’ αὐτῷ δακρύουσαι καὶ
25αἴγειροι γενέσθωσαν ἐπὶ τῷ πάθει, σὺ δὲ ξυμπηξά‐ μενος τὸ ἅρμα—κατέαγε δὲ καὶ ὁ ῥυμὸς αὐτοῦ καὶ ἅτερος τῶν τροχῶν συντέτριπται—ἔλαυνε ἐπαγαγὼν
τοὺς ἵππους. ἀλλὰ μέμνησο τούτων ἁπάντων.348
D Deor
.

25

t

ΑΠΟΛΛΩΝΟΣ ΚΑΙ ΕΡΜΟΥ
D Deor
.

25

.

1

ΑΠΟΛΛΩΝ
1 Ἔχεις μοι εἰπεῖν, ὦ Ἑρμῆ, πότερος ὁ Κά‐ στωρ ἐστὶ τούτων ἢ πότερος ὁ Πολυδεύκης; ἐγὼ γὰρ οὐκ ἂν διακρίναιμι αὐτούς.
3ΕΡΜΗΣ Ὁ μὲν χθὲς ἡμῖν ξυγγενόμενος ἐκεῖνος Κάστωρ
5ἦν, οὗτος δὲ Πολυδεύκης.
5ΑΠΟΛΛΩΝ Πῶς διαγινώσκεις; ὅμοιοι γάρ.
6ΕΡΜΗΣ Ὅτι οὗτος μέν, ὦ Ἄπολλον, ἔχει ἐπὶ τοῦ προσώπου τὰ ἴχνη τῶν τραυμάτων ἃ ἔλαβε παρὰ τῶν ἀνταγωνιστῶν πυκτεύων, καὶ μάλιστα ὁπόσα
10ὑπὸ τοῦ Βέβρυκος Ἀμύκου ἐτρώθη τῷ Ἰάσονι συμπλέων, ἅτερος δὲ οὐδὲν τοιοῦτον ἐμφαίνει, ἀλλὰ καθαρός ἐστι καὶ ἀπαθὴς τὸ πρόσωπον.
12ΑΠΟΛΛΩΝ Ὤνησας διδάξας τὰ γνωρίσματα, ἐπεὶ τά γε ἄλλα πάντα ἴσα, τοῦ ᾠοῦ τὸ ἡμίτομον καὶ ἀστὴρ
15ὑπεράνω καὶ ἀκόντιον ἐν τῇ χειρὶ καὶ ἵππος ἑκατέρῳ λευκός, ὥστε πολλάκις ἐγὼ τὸν μὲν προσεῖπον Κάστορα Πολυδεύκην ὄντα, τὸν δὲ τῷ τοῦ Πολυδεύ‐ κους ὀνόματι. ἀτὰρ εἰπέ μοι καὶ τόδε, τί δήποτε οὐκ ἄμφω ξύνεισιν ἡμῖν, ἀλλ’ ἐξ ἡμισείας ἄρτι μὲν
20νεκρός, ἄρτι δὲ θεός ἐστιν ἅτερος αὐτῶν;350
20ΕΡΜΗΣ Ὑπὸ φιλαδελφίας τοῦτο ποιοῦσιν· ἐπεὶ γὰρ ἔδει ἕνα μὲν τεθνάναι τῶν Λήδας υἱέων, ἕνα δὲ ἀθάνα‐ τον εἶναι, ἐνείμαντο οὕτως αὐτοὶ τὴν ἀθανασίαν.
23ΑΠΟΛΛΩΝ Οὐ ξυνετήν, ὦ Ἑρμῆ, τὴν νομήν, οἵ γε οὐδὲ
25ὄψονται οὕτως ἀλλήλους, ὅπερ ἐπόθουν, οἶμαι, μάλιστα· πῶς γάρ, ὁ μὲν παρὰ θεοῖς, ὁ δὲ παρὰ τοῖς φθιτοῖς ὤν; πλὴν ἀλλ’ ὥσπερ ἐγὼ μαντεύομαι, ὁ δὲ Ἀσκληπιὸς ἰᾶται, σὺ δὲ παλαίειν διδάσκεις παιδοτρίβης ἄριστος ὤν, ἡ δὲ Ἄρτεμις μαιεύεται
30καὶ τῶν ἄλλων ἕκαστος ἔχει τινὰ τέχνην ἢ θεοῖς ἢ ἀνθρώποις χρησίμην, οὗτοι δὲ τί ποιήσουσιν ἡμῖν; ἢ ἀργοὶ εὐωχήσονται τηλικοῦτοι ὄντες;
32ΕΡΜΗΣ Οὐδαμῶς, ἀλλὰ προστέτακται αὐτοῖν ὑπηρε‐ τεῖν τῷ Ποσειδῶνι καὶ καθιππεύειν δεῖ τὸ πέλαγος
35καὶ ἐάν που ναύτας χειμαζομένους ἴδωσιν, ἐπικαθί‐ σαντας ἐπὶ τὸ πλοῖον σῴζειν τοὺς ἐμπλέοντας.
36ΑΠΟΛΛΩΝ Ἀγαθήν, ὦ Ἑρμῆ, καὶ σωτήριον λέγεις τὴν
τέχνην.352