TLG 0062 066 :: LUCIANUS :: Dialogi mortuorum

LUCIANUS Soph.
(Samosatenus: A.D. 2)

Scholia: Cf. SCHOLIA IN LUCIANUM (5029)

Dialogi mortuorum

Source: Macleod, M.D. (ed.), Lucian, vol. 7. Cambridge, Mass.: Harvard University Press, 1961: 2–174.

Citation: Dialogue — section — (line)

D Mort
.

t

1

ΝΕΚΡΙΚΟΙ ΔΙΑΛΟΓΟΙ
D Mort
.

1

t

ΔΙΟΓΕΝΟΥΣ ΚΑΙ ΠΟΛΥΔΕΥΚΟΥΣ
D Mort
.

1

.

1

ΔΙΟΓΕΝΗΣ
1 Ὦ Πολύδευκες, ἐντέλλομαί σοι, ἐπειδὰν τάχιστα ἀνέλθῃς, —σὸν γάρ ἐστιν, οἶμαι, ἀναβιῶναι αὔριον—ἤν που ἴδῃς Μένιππον τὸν κύνα, —εὕροις δ’ ἂν αὐτὸν ἐν Κορίνθῳ κατὰ τὸ Κράνειον ἢ ἐν
5Λυκείῳ τῶν ἐριζόντων πρὸς ἀλλήλους φιλοσόφων καταγελῶντα—εἰπεῖν πρὸς αὐτόν, ὅτι σοί, ὦ Μένιππε, κελεύει ὁ Διογένης, εἴ σοι ἱκανῶς τὰ ὑπὲρ γῆς καταγεγέλασται, ἥκειν ἐνθάδε πολλῷ πλείω ἐπιγελασόμενον· ἐκεῖ μὲν γὰρ ἐν ἀμφιβόλῳ σοὶ ἔτι
10ὁ γέλως ἦν καὶ πολὺ τὸ “τίς γὰρ ὅλως οἶδε τὰ μετὰ τὸν βίον;”, ἐνταῦθα δὲ οὐ παύσῃ βεβαίως γελῶν καθάπερ ἐγὼ νῦν, καὶ μάλιστα ἐπειδὰν ὁρᾷς τοὺς πλουσίους καὶ σατράπας καὶ τυράννους οὕτω ταπεινοὺς καὶ ἀσήμους, ἐκ μόνης οἰμωγῆς
15διαγινωσκομένους, καὶ ὅτι μαλθακοὶ καὶ ἀγεννεῖς εἰσι μεμνημένοι τῶν ἄνω. ταῦτα λέγε αὐτῷ, καὶ προσέτι ἐμπλησάμενον τὴν πήραν ἥκειν θέρμων τε πολλῶν καὶ εἴ που εὕροι ἐν τῇ τριόδῳ Ἑκάτης
δεῖπνον κείμενον ἢ ᾠὸν ἐκ καθαρσίου ἤ τι τοιοῦτον.2
19ΠΟΛΥΔΕΥΚΗΣ
D Mort
.

1

.

2

Ἀλλ’ ἀπαγγελῶ ταῦτα, ὦ Διόγενες. ὅπως δὲ εἰδῶ μάλιστα ὁποῖός τίς ἐστι τὴν ὄψιν—
2ΔΙΟΓΕΝΗΣ Γέρων, φαλακρός, τριβώνιον ἔχων πολύθυρον, ἅπαντι ἀνέμῳ ἀναπεπταμένον καὶ ταῖς ἐπιπτυχαῖς
5τῶν ῥακίων ποικίλον, γελᾷ δ’ ἀεὶ καὶ τὰ πολλὰ τοὺς ἀλαζόνας τούτους φιλοσόφους ἐπισκώπτει.
6ΠΟΛΥΔΕΥΚΗΣ Ῥᾴδιον εὑρεῖν ἀπό γε τούτων.
7ΔΙΟΓΕΝΗΣ Βούλει καὶ πρὸς αὐτοὺς ἐκείνους ἐντείλωμαί τι τοὺς φιλοσόφους;
9ΠΟΛΥΔΕΥΚΗΣ
10Λέγε· οὐ βαρὺ γὰρ οὐδὲ τοῦτο.
10ΔΙΟΓΕΝΗΣ Τὸ μὲν ὅλον παύσασθαι αὐτοῖς παρεγγύα ληροῦσι καὶ περὶ τῶν ὅλων ἐρίζουσιν καὶ κέρατα φύουσιν ἀλλήλοις καὶ κροκοδείλους ποιοῦσι καὶ τὰ τοιαῦτα ἄπορα ἐρωτᾶν διδάσκουσι τὸν νοῦν.
14ΠΟΛΥΔΕΥΚΗΣ
15Ἀλλὰ ἐμὲ ἀμαθῆ καὶ ἀπαίδευτον εἶναι φάσκουσι
κατηγοροῦντα τῆς σοφίας αὐτῶν.4
16ΔΙΟΓΕΝΗΣ Σὺ δὲ οἰμώζειν αὐτοὺς παρ’ ἐμοῦ λέγε.
17ΠΟΛΥΔΕΥΚΗΣ Καὶ ταῦτα, ὦ Διόγενες, ἀπαγγελῶ.
18ΔΙΟΓΕΝΗΣ
D Mort
.

1

.

3

Τοῖς πλουσίοις δ’, ὦ φίλτατον Πολυδεύκιον, ἀπάγγελλε ταῦτα παρ’ ἡμῶν· τί, ὦ μάταιοι, τὸν χρυσὸν φυλάττετε; τί δὲ τιμωρεῖσθε ἑαυτοὺς λογιζόμενοι τοὺς τόκους καὶ τάλαντα ἐπὶ ταλάντοις
5συντιθέντες, οὓς χρὴ ἕνα ὀβολὸν ἔχοντας ἥκειν μετ’ ὀλίγον;
6ΠΟΛΥΔΕΥΚΗΣ Εἰρήσεται καὶ ταῦτα πρὸς ἐκείνους.
7ΔΙΟΓΕΝΗΣ Ἀλλὰ καὶ τοῖς καλοῖς τε καὶ ἰσχυροῖς λέγε, Μεγίλλῳ τε τῷ Κορινθίῳ καὶ Δαμοξένῳ τῷ παλα‐
10ιστῇ, ὅτι παρ’ ἡμῖν οὔτε ἡ ξανθὴ κόμη οὔτε τὰ χαροπὰ ἢ μέλανα ὄμματα ἢ ἐρύθημα ἐπὶ τοῦ προσώπου ἔτι ἔστιν ἢ νεῦρα εὔτονα ἢ ὦμοι καρτεροί, ἀλλὰ πάντα μία ἡμῖν κόνις, φασί, κρανία γυμνὰ τοῦ κάλλους.
14ΠΟΛΥΔΕΥΚΗΣ
15 Οὐ χαλεπὸν οὐδὲ ταῦτα εἰπεῖν πρὸς τοὺς καλοὺς καὶ ἰσχυρούς.
16ΔΙΟΓΕΝΗΣ
D Mort
.

1

.

4

Καὶ τοῖς πένησιν, ὦ Λάκων, —πολλοὶ δ’ εἰσὶ
καὶ ἀχθόμενοι τῷ πράγματι καὶ οἰκτείροντες τὴν ἀπορίαν—λέγε μήτε δακρύειν μήτε οἰμώζειν διηγ‐ ησάμενος τὴν ἐνταῦθα ἰσοτιμίαν, καὶ ὅτι ὄψονται6
5τοὺς ἐκεῖ πλουσίους οὐδὲν ἀμείνους αὑτῶν· καὶ Λακεδαιμονίοις δὲ τοῖς σοῖς ταῦτα, εἰ δοκεῖ, παρ’ ἐμοῦ ἐπιτίμησον λέγων ἐκλελύσθαι αὐτούς.
7ΠΟΛΥΔΕΥΚΗΣ Μηδέν, ὦ Διόγενες, περὶ Λακεδαιμονίων λέγε· οὐ γὰρ ἀνέξομαί γε. ἃ δὲ πρὸς τοὺς ἄλλους ἔφησθα,
10ἀπαγγελῶ.
10ΔΙΟΓΕΝΗΣ Ἐάσωμεν τούτους, ἐπεί σοι δοκεῖ· σὺ δὲ οἷς προεῖπον ἀπένεγκον παρ’ ἐμοῦ τοὺς λόγους.
D Mort
.

2

t

ΧΑΡΩΝΟΣ ΚΑΙ ΜΕΝΙΠΠΟΥ
D Mort
.

2

.

1

ΧΑΡΩΝ
1Ἀπόδος, ὦ κατάρατε, τὰ πορθμεῖα.
1ΜΕΝΙΠΠΟΣ Βόα, εἰ τοῦτό σοι, ὦ Χάρων, ἥδιον.
2ΧΑΡΩΝ Ἀπόδος, φημί, ἀνθ’ ὧν σε διεπορθμεύσαμεν.
3ΜΕΝΙΠΠΟΣ Οὐκ ἂν λάβοις παρὰ τοῦ μὴ ἔχοντος.
4ΧΑΡΩΝ
5Ἔστι δέ τις ὀβολὸν μὴ ἔχων;8
5ΜΕΝΙΠΠΟΣ Εἰ μὲν καὶ ἄλλος τις οὐκ οἶδα, ἐγὼ δ’ οὐκ ἔχω.
6ΧΑΡΩΝ Καὶ μὴν ἄγξω σε νὴ τὸν Πλούτωνα, ὦ μιαρέ, ἢν μὴ ἀποδῷς.
8ΜΕΝΙΠΠΟΣ Κἀγὼ τῷ ξύλῳ σου πατάξας διαλύσω τὸ
10κρανίον.
10ΧΑΡΩΝ Μάτην οὖν ἔσῃ πεπλευκὼς τοσοῦτον πλοῦν.
11ΜΕΝΙΠΠΟΣ Ὁ Ἑρμῆς ὑπὲρ ἐμοῦ σοι ἀποδότω, ὅς με πα‐ ρέδωκέ σοι.
13ΕΡΜΗΣ
D Mort
.

2

.

2

Νὴ Δί’ ὀναίμην γε, εἰ μέλλω καὶ ὑπερεκτί‐ νειν τῶν νεκρῶν.
2ΧΑΡΩΝ Οὐκ ἀποστήσομαί σου.
3ΜΕΝΙΠΠΟΣ Τούτου γε ἕνεκα νεωλκήσας τὸ πορθμεῖον παρά‐
5μενε· πλὴν ἀλλ’ ὅ γε μὴ ἔχω, πῶς ἂν λάβοις;
5ΧΑΡΩΝ
Σὺ δ’ οὐκ ᾔδεις κομίζειν δέον;10
6ΜΕΝΙΠΠΟΣ Ἤιδειν μέν, οὐκ εἶχον δέ. τί οὖν; ἐχρῆν διὰ τοῦτο μὴ ἀποθανεῖν;
8ΧΑΡΩΝ Μόνος οὖν αὐχήσεις προῖκα πεπλευκέναι;
9ΜΕΝΙΠΠΟΣ
10 Οὐ προῖκα, ὦ βέλτιστε· καὶ γὰρ ἤντλησα καὶ τῆς κώπης συνεπελαβόμην καὶ οὐκ ἔκλαον μόνος τῶν ἄλλων ἐπιβατῶν.
12ΧΑΡΩΝ Οὐδὲν ταῦτα πρὸς πορθμέα· τὸν ὀβολὸν ἀπο‐ δοῦναί σε δεῖ· οὐ θέμις ἄλλως γενέσθαι.
14ΜΕΝΙΠΠΟΣ
D Mort
.

2

.

3

Οὐκοῦν ἄπαγέ με αὖθις ἐς τὸν βίον.
1ΧΑΡΩΝ Χάριεν λέγεις, ἵνα καὶ πληγὰς ἐπὶ τούτῳ παρὰ τοῦ Αἰακοῦ προσλάβω.
3ΜΕΝΙΠΠΟΣ Μὴ ἐνόχλει οὖν.
4ΧΑΡΩΝ
5Δεῖξον τί ἐν τῇ πήρᾳ ἔχεις.
5ΜΕΝΙΠΠΟΣ Θέρμους, εἰ θέλεις, καὶ τῆς Ἑκάτης τὸ δεῖπνον.
6ΧΑΡΩΝ Πόθεν τοῦτον ἡμῖν, ὦ Ἑρμῆ, τὸν κύνα ἤγαγες;
οἷα δὲ καὶ ἐλάλει παρὰ τὸν πλοῦν τῶν ἐπιβατῶν ἁπάντων καταγελῶν καὶ ἐπισκώπτων καὶ μόνος12
10ᾄδων οἰμωζόντων ἐκείνων.
10ΕΡΜΗΣ Ἀγνοεῖς, ὦ Χάρων, ὅντινα ἄνδρα διεπόρθμευσας; ἐλεύθερον ἀκριβῶς· οὐδένος αὐτῷ μέλει. οὗτός ἐστιν ὁ Μένιππος.
13ΧΑΡΩΝ Καὶ μὴν ἄν σε λάβω ποτέ—
14ΜΕΝΙΠΠΟΣ
15Ἂν λάβῃς, ὦ βέλτιστε· δὶς δὲ οὐκ ἂν λάβοις.
D Mort
.

3

t

ΝΕΚΡΩΝ ΠΛΟΥΤΩΝΙ ΚΑΤΑ ΜΕΝΙΠΠΟΥ
D Mort
.

3

.

1

ΚΡΟΙΣΟΣ
1 Οὐ φέρομεν, ὦ Πλούτων, Μένιππον τουτονὶ τὸν κύνα παροικοῦντα· ὥστε ἢ ἐκεῖνόν ποι κα‐ τάστησον ἢ ἡμεῖς μετοικήσομεν εἰς ἕτερον τόπον.
3ΠΛΟΥΤΩΝ Τί δ’ ὑμᾶς δεινὸν ἐργάζεται ὁμόνεκρος ὤν;
4ΚΡΟΙΣΟΣ
5 Ἐπειδὰν ἡμεῖς οἰμώζωμεν καὶ στένωμεν ἐκείνων μεμνημένοι τῶν ἄνω, Μίδας μὲν οὑτοσὶ τοῦ χρυσίου, Σαρδανάπαλλος δὲ τῆς πολλῆς τρυφῆς, ἐγὼ δὲ Κροῖσος τῶν θησαυρῶν, ἐπιγελᾷ καὶ ἐξονειδίζει ἀν‐ δράποδα καὶ καθάρματα ἡμᾶς ἀποκαλῶν, ἐνίοτε δὲ
10καὶ ᾄδων ἐπιταράττει ἡμῶν τὰς οἰμωγάς, καὶ ὅλως
λυπηρός ἐστιν.14
11ΠΛΟΥΤΩΝ Τί ταῦτά φασιν, ὦ Μένιππε;
12ΜΕΝΙΠΠΟΣ Ἀληθῆ, ὦ Πλούτων· μισῶ γὰρ αὐτοὺς ἀγεννεῖς καὶ ὀλεθρίους ὄντας, οἷς οὐκ ἀπέχρησεν βιῶναι κα‐
15κῶς, ἀλλὰ καὶ ἀποθανόντες ἔτι μέμνηνται καὶ περιέχονται τῶν ἄνω· χαίρω τοιγαροῦν ἀνιῶν αὐτούς.
17ΠΛΟΥΤΩΝ Ἀλλ’ οὐ χρή· λυποῦνται γὰρ οὐ μικρῶν στερό‐ μενοι.
19ΜΕΝΙΠΠΟΣ
20 Καὶ σὺ μωραίνεις, ὦ Πλούτων, ὁμόψηφος ὢν τοῖς τούτων στεναγμοῖς;
21ΠΛΟΥΤΩΝ Οὐδαμῶς, ἀλλ’ οὐκ ἂν ἐθέλοιμι στασιάζειν ὑμᾶς.
22ΜΕΝΙΠΠΟΣ
D Mort
.

3

.

2

Καὶ μήν, ὦ κάκιστοι Λυδῶν καὶ Φρυγῶν καὶ Ἀσσυρίων, οὕτω γινώσκετε ὡς οὐδὲ παυσομένου μου· ἔνθα γὰρ ἂν ἴητε, ἀκολουθήσω ἀνιῶν καὶ κατᾴδων καὶ καταγελῶν.
4ΚΡΟΙΣΟΣ
5Ταῦτα οὐχ ὕβρις;
5ΜΕΝΙΠΠΟΣ Οὔκ, ἀλλ’ ἐκεῖνα ὕβρις ἦν, ἃ ὑμεῖς ἐποιεῖτε,
προσκυνεῖσθαι ἀξιοῦντες καὶ ἐλευθέροις ἀνδράσιν ἐντρυφῶντες καὶ τοῦ θανάτου παράπαν οὐ μνημο‐ νεύοντες· τοιγαροῦν οἰμώξεσθε πάντων ἐκείνων16
10ἀφῃρημένοι.
10ΚΡΟΙΣΟΣ Πολλῶν γε, ὦ θεοί, καὶ μεγάλων κτημάτων.
11ΜΙΔΑΣ Ὅσου μὲν ἐγὼ χρυσοῦ.
12ΣΑΡΔΑΝΑΠΑΛΛΟΣ Ὅσης δὲ ἐγὼ τρυφῆς.
13ΜΕΝΙΠΠΟΣ Εὖ γε, οὕτω ποιεῖτε· ὀδύρεσθε μὲν ὑμεῖς, ἐγὼ
15δὲ τὸ γνῶθι σαυτὸν πολλάκις συνείρων ἐπᾴσομαι ὑμῖν· πρέποι γὰρ ἂν ταῖς τοιαύταις οἰμωγαῖς ἐπᾳδόμενον.
D Mort
.

4

t

ΜΕΝΙΠΠΟΥ ΚΑΙ ΚΕΡΒΕΡΟΥ
D Mort
.

4

.

1

ΜΕΝΙΠΠΟΣ
1 Ὦ Κέρβερε—συγγενὴς γάρ εἰμί σοι κύων καὶ αὐτὸς ὤν—εἰπέ μοι πρὸς τῆς Στυγός, οἷος ἦν ὁ Σωκράτης, ὁπότε κατῄει παρ’ ὑμᾶς· εἰκὸς δέ σε θεὸν ὄντα μὴ ὑλακτεῖν μόνον, ἀλλὰ καὶ ἀνθρωπίνως
5φθέγγεσθαι, ὁπότ’ ἐθέλοις.
5ΚΕΡΒΕΡΟΣ Πόρρωθεν μέν, ὦ Μένιππε, παντάπασιν ἐδόκει ἀτρέπτῳ τῷ προσώπῳ προσιέναι καὶ οὐ πάνυ δε‐
διέναι τὸν θάνατον δοκῶν καὶ τοῦτο ἐμφῆναι τοῖς ἔξω τοῦ στομίου ἑστῶσιν ἐθέλων, ἐπεὶ δὲ κατέκυψεν18
10εἴσω τοῦ χάσματος καὶ εἶδε τὸν ζόφον, κἀγὼ ἔτι διαμέλλοντα αὐτὸν δακὼν τῷ κωνείῳ κατέσπασα τοῦ ποδός, ὥσπερ τὰ βρέφη ἐκώκυεν καὶ τὰ ἑαυτοῦ παιδία ὠδύρετο καὶ παντοῖος ἐγίνετο.
13ΜΕΝΙΠΠΟΣ
D Mort
.

4

.

2

Οὐκοῦν σοφιστὴς ὁ ἄνθρωπος ἦν καὶ οὐκ ἀληθῶς κατεφρόνει τοῦ πράγματος;
2ΚΕΡΒΕΡΟΣ Οὔκ, ἀλλ’ ἐπείπερ ἀναγκαῖον αὐτὸ ἑώρα, κατε‐ θρασύνετο ὡς δῆθεν οὐκ ἄκων πεισόμενος ὃ πάντως
5ἔδει παθεῖν, ὡς θαυμάσονται οἱ θεαταί. καὶ ὅλως περὶ πάντων γε τῶν τοιούτων εἰπεῖν ἂν ἔχοιμι, ἕως τοῦ στομίου τολμηροὶ καὶ ἀνδρεῖοι, τὰ δὲ ἔνδοθεν ἔλεγχος ἀκριβής.
8ΜΕΝΙΠΠΟΣ Ἐγὼ δὲ πῶς σοι κατεληλυθέναι ἔδοξα;
9ΚΕΡΒΕΡΟΣ
10 Μόνος, ὦ Μένιππε, ἀξίως τοῦ γένους, καὶ Διογένης πρὸ σοῦ, ὅτι μὴ ἀναγκαζόμενοι ἐσῄειτε μηδ’ ὠθούμενοι, ἀλλ’ ἐθελούσιοι, γελῶντες, οἰμώ‐ ζειν παραγγείλαντες ἅπασιν.
D Mort
.

5

t

ΜΕΝΙΠΠΟΥ ΚΑΙ ΕΡΜΟΥ
D Mort
.

5

.

1

ΜΕΝΙΠΠΟΣ
1Ποῦ δαὶ οἱ καλοί εἰσιν ἢ αἱ καλαί, Ἑρμῆ;
ξενάγησόν με νέηλυν ὄντα.20
2ΕΡΜΗΣ Οὐ σχολὴ μέν, ὦ Μένιππε· πλὴν κατ’ ἐκεῖνο ἀπόβλεψον, ἐπὶ τὰ δεξιά, ἔνθα ὁ Ὑάκινθός τέ ἐστιν
5καὶ Νάρκισσος καὶ Νιρεὺς καὶ Ἀχιλλεὺς καὶ Τυρὼ καὶ Ἑλένη καὶ Λήδα καὶ ὅλως τὰ ἀρχαῖα πάντα κάλλη.
7ΜΕΝΙΠΠΟΣ Ὀστᾶ μόνα ὁρῶ καὶ κρανία τῶν σαρκῶν γυμνά, ὅμοια τὰ πολλά.
9ΕΡΜΗΣ
10 Καὶ μὴν ἐκεῖνά ἐστιν ἃ πάντες οἱ ποιηταὶ θαυμάζουσι τὰ ὀστᾶ, ὧν σὺ ἔοικας καταφρονεῖν.
11ΜΕΝΙΠΠΟΣ Ὅμως τὴν Ἑλένην μοι δεῖξον· οὐ γὰρ ἂν διαγνοίην ἔγωγε.
13ΕΡΜΗΣ Τουτὶ τὸ κρανίον ἡ Ἑλένη ἐστίν.
14ΜΕΝΙΠΠΟΣ
D Mort
.

5

.

2

Εἶτα διὰ τοῦτο αἱ χίλιαι νῆες ἐπληρώθησαν ἐξ ἁπάσης τῆς Ἑλλάδος καὶ τοσοῦτοι ἔπεσον Ἕλ‐ ληνές τε καὶ βάρβαροι καὶ τοσαῦται πόλεις ἀνάστατοι γεγόνασιν;
4ΕΡΜΗΣ
5 Ἀλλ’ οὐκ εἶδες, ὦ Μένιππε, ζῶσαν τὴν γυναῖκα· ἔφης γὰρ ἂν καὶ σὺ ἀνεμέσητον εἶναι “τοιῇδ’ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν”· ἐπεὶ καὶ τὰ ἄνθη ξηρὰ ὄντα εἴ τις βλέποι ἀποβεβληκότα τὴν βαφήν, ἄμορφα δῆλον ὅτι αὐτῷ δόξει, ὅτε μέντοι
10ἀνθεῖ καὶ ἔχει τὴν χρόαν, κάλλιστά ἐστιν.22
10ΜΕΝΙΠΠΟΣ Οὐκοῦν τοῦτο, ὦ Ἑρμῆ, θαυμάζω, εἰ μὴ συνίεσαν οἱ Ἀχαιοὶ περὶ πράγματος οὕτως ὀλιγοχρονίου καὶ ῥᾳδίως ἀπανθοῦντος πονοῦντες.
13ΕΡΜΗΣ Οὐ σχολή μοι, ὦ Μένιππε, συμφιλοσοφεῖν σοι.
15ὥστε σὺ μὲν ἐπιλεξάμενος τόπον, ἔνθα ἂν ἐθέλῃς, κεῖσο καταβαλὼν σεαυτόν, ἐγὼ δὲ τοὺς ἄλλους νεκροὺς ἤδη μετελεύσομαι.
D Mort
.

6

t

ΜΕΝΙΠΠΟΥ ΚΑΙ ΑΙΑΚΟΥ
D Mort
.

6

.

1

ΜΕΝΙΠΠΟΣ
1 Πρὸς τοῦ Πλούτωνος, ὦ Αἰακέ, περιήγησαί μοι τὰ ἐν ᾅδου πάντα.
2ΑΙΑΚΟΣ Οὐ ῥᾴδιον, ὦ Μένιππε, ἅπαντα· ὅσα μέντοι κεφαλαιώδη, μάνθανε· οὗτος μὲν ὅτι Κέρβερός ἐστιν
5οἶσθα, καὶ τὸν πορθμέα τοῦτον, ὅς σε διεπέρασεν, καὶ τὴν λίμνην καὶ τὸν Πυριφλεγέθοντα ἤδη ἑώρακας εἰσιών.
7ΜΕΝΙΠΠΟΣ Οἶδα ταῦτα καὶ σέ, ὅτι πυλωρεῖς, καὶ τὸν βασιλέα εἶδον καὶ τὰς Ἐρινῦς· τοὺς δὲ ἀνθρώπους
10μοι τοὺς πάλαι δεῖξον καὶ μάλιστα τοὺς ἐπισήμους
αὐτῶν.24
11ΑΙΑΚΟΣ Οὗτος μὲν Ἀγαμέμνων, οὗτος δὲ Ἀχιλλεύς, οὗτος δὲ Ἰδομενεὺς πλησίον, οὗτος δὲ Ὀδυσσεύς, εἶτα Αἴας καὶ Διομήδης καὶ οἱ ἄριστοι τῶν
15Ἑλλήνων.
15ΜΕΝΙΠΠΟΣ
D Mort
.

6

.

2

Βαβαί, ὦ Ὅμηρε, οἷά σοι τῶν ῥαψῳδιῶν τὰ κεφάλαια χαμαὶ ἔρριπται ἄγνωστα καὶ ἄμορφα, κόνις πάντα καὶ λῆρος πολύς, ἀμενηνὰ ὡς ἀληθῶς κάρηνα. οὗτος δέ, ὦ Αἰακέ, τίς ἐστιν;
4ΑΙΑΚΟΣ
5 Κῦρός ἐστιν· οὗτος δὲ Κροῖσος, ὁ δ’ ὑπὲρ αὐτὸν Σαρδανάπαλλος, ὁ δ’ ὑπὲρ τούτους Μίδας, ἐκεῖνος δὲ Ξέρξης.
7ΜΕΝΙΠΠΟΣ Εἶτα σέ, ὦ κάθαρμα, ἡ Ἑλλὰς ἔφριττε ζευ‐ γνύντα μὲν τὸν Ἑλλήσποντον, διὰ δὲ τῶν ὀρῶν
10πλεῖν ἐπιθυμοῦντα; οἷος δὲ καὶ ὁ Κροῖσός ἐστιν. τὸν Σαρδανάπαλλον δέ, ὦ Αἰακέ, πατάξαι μοι κατὰ κόρρης ἐπίτρεψον.
12ΑΙΑΚΟΣ Μηδαμῶς· διαθρύπτεις γὰρ αὐτοῦ τὸ κρανίον γυναικεῖον ὄν.
14ΜΕΝΙΠΠΟΣ
15Οὐκοῦν ἀλλὰ προσπτύσομαί γε πάντως αὐτῷ ἀν‐
δρογύνῳ γε ὄντι.26
16ΑΙΑΚΟΣ
D Mort
.

6

.

3

Βούλει σοὶ ἐπιδείξω καὶ τοὺς σοφούς;
1ΜΕΝΙΠΠΟΣ Νὴ Δία γε.
2ΑΙΑΚΟΣ Πρῶτος οὗτός σοι ὁ Πυθαγόρας ἐστί.
3ΜΕΝΙΠΠΟΣ Χαῖρε, ὦ Εὔφορβε ἢ Ἄπολλον ἢ ὅ τι ἂν θέλῃς.
4ΠΥΘΑΓΟΡΑΣ
5Μὴ καὶ σύ γε, ὦ Μένιππε.
5ΜΕΝΙΠΠΟΣ Οὐκέτι χρυσοῦς ὁ μηρός σοι;
6ΠΥΘΑΓΟΡΑΣ Οὐ γάρ· ἀλλὰ φέρε ἴδω εἴ τί σοι ἐδώδιμον ἡ πήρα ἔχει.
8ΜΕΝΙΠΠΟΣ Κυάμους, ὦγαθέ· ὥστε οὐ τουτί σοι ἐδώδιμον.
9ΠΥΘΑΓΟΡΑΣ
10 Δὸς μόνον· ἄλλα παρὰ νεκροῖς δόγματα· ἔμαθον γάρ, ὡς οὐδὲν ἴσον κύαμοι καὶ κεφαλαὶ τοκήων ἐνθάδε.
12ΑΙΑΚΟΣ
D Mort
.

6

.

4

Οὗτος δὲ Σόλων ὁ Ἐξηκεστίδου καὶ Θαλῆς ἐκεῖνος καὶ παρ’ αὐτοὺς Πιττακὸς καὶ οἱ ἄλλοι·
ἑπτὰ δὲ πάντες εἰσὶν ὡς ὁρᾷς.28
3ΜΕΝΙΠΠΟΣ Ἄλυποι, ὦ Αἰακέ, οὗτοι μόνοι καὶ φαιδροὶ τῶν
5ἄλλων· ὁ δὲ σποδοῦ ἀνάπλεως καθάπερ ἐγκρυφίας ἄρτος, ὁ ταῖς φλυκταίναις ἐξηνθηκώς, τίς ἐστιν;
6ΑΙΑΚΟΣ Ἐμπεδοκλῆς, ὦ Μένιππε, ἡμίεφθος ἀπὸ τῆς Αἴτνης παρών.
8ΜΕΝΙΠΠΟΣ Ὦ χαλκόπου βέλτιστε, τί παθὼν σεαυτὸν εἰς
10τοὺς κρατῆρας ἐνέβαλες;
10ΕΜΠΕΔΟΚΛΗΣ Μελαγχολία τις, ὦ Μένιππε.
11ΜΕΝΙΠΠΟΣ Οὐ μὰ Δί’ ἀλλὰ κενοδοξία καὶ τῦφος καὶ πολλὴ κόρυζα, ταῦτά σε ἀπηνθράκωσεν αὐταῖς κρηπῖσιν οὐκ ἀνάξιον ὄντα· πλὴν οὐδέν σε ὤνησεν τὸ σόφισμα·
15ἐφωράθης γὰρ τεθνεώς. ὁ Σωκράτης δέ, ὦ Αἰακέ, ποῦ ποτε ἄρα ἐστίν;
16ΑΙΑΚΟΣ Μετὰ Νέστορος καὶ Παλαμήδους ἐκεῖνος ληρεῖ τὰ πολλά.
18ΜΕΝΙΠΠΟΣ Ὅμως ἐβουλόμην ἰδεῖν αὐτόν, εἴ που ἐνθάδε
20ἐστίν.30
20ΑΙΑΚΟΣ Ὁρᾷς τὸν φαλακρόν;
21ΜΕΝΙΠΠΟΣ Ἅπαντες φαλακροί εἰσιν· ὥστε πάντων ἂν εἴη τοῦτο τὸ γνώρισμα.
23ΑΙΑΚΟΣ Τὸν σιμὸν λέγω.
24ΜΕΝΙΠΠΟΣ
25Καὶ τοῦτο ὅμοιον· σιμοὶ γὰρ ἅπαντες.
25ΣΩΚΡΑΤΗΣ
D Mort
.

6

.

5

Ἐμὲ ζητεῖς, ὦ Μένιππε;
1ΜΕΝΙΠΠΟΣ Καὶ μάλα, ὦ Σώκρατες.
2ΣΩΚΡΑΤΗΣ Τί τὰ ἐν Ἀθήναις;
3ΜΕΝΙΠΠΟΣ Πολλοὶ τῶν νέων φιλοσοφεῖν λέγουσι, καὶ τά γε
5σχήματα αὐτὰ καὶ τὰ βαδίσματα εἰ θεάσαιτό τις, ἄκροι φιλόσοφοι.
6ΣΩΚΡΑΤΗΣ Μάλα πολλοὺς ἑώρακα.
7ΜΕΝΙΠΠΟΣ Ἀλλὰ ἑώρακας, οἶμαι, οἷος ἧκε παρὰ σοὶ Ἀρί‐ στιππος ἢ Πλάτων αὐτός, ὁ μὲν ἀποπνέων μύρον, ὁ
10δὲ τοὺς ἐν Σικελίᾳ τυράννους θεραπεύειν ἐκμαθών.32
10ΣΩΚΡΑΤΗΣ Περὶ ἐμοῦ δὲ τί φρονοῦσιν;
11ΜΕΝΙΠΠΟΣ Εὐδαίμων, ὦ Σώκρατες, ἄνθρωπος εἶ τά γε τοιαῦτα. πάντες γοῦν σε θαυμάσιον οἴονται ἄνδρα γεγενῆσθαι καὶ πάντα ἐγνωκέναι καὶ ταῦτα—οἶμαι
15γὰρ τἀληθῆ λέγειν—οὐδὲν εἰδότα.
15ΣΩΚΡΑΤΗΣ Καὶ αὐτὸς ἔφασκον ταῦτα πρὸς αὐτούς, οἱ δὲ εἰρωνείαν τὸ πρᾶγμα ᾤοντο εἶναι.
17ΜΕΝΙΠΠΟΣ
D Mort
.

6

.

6

Τίνες δέ εἰσιν οὗτοι οἱ περὶ σέ;
1ΣΩΚΡΑΤΗΣ Χαρμίδης, ὦ Μένιππε, καὶ Φαῖδρος καὶ ὁ τοῦ Κλεινίου.
3ΜΕΝΙΠΠΟΣ Εὖ γε, ὦ Σώκρατες, ὅτι κἀνταῦθα μέτει τὴν
5σεαυτοῦ τέχνην καὶ οὐκ ὀλιγωρεῖς τῶν καλῶν.
5ΣΩΚΡΑΤΗΣ Τί γὰρ ἂν ἥδιον ἄλλο πράττοιμι; ἀλλὰ πλησίον ἡμῶν κατάκεισο, εἰ δοκεῖ.
7ΜΕΝΙΠΠΟΣ Μὰ Δί’, ἐπεὶ παρὰ τὸν Κροῖσον καὶ τὸν Σαρ‐ δανάπαλλον ἄπειμι πλησίον οἰκήσων αὐτῶν·
10ἔοικα γοῦν οὐκ ὀλίγα γελάσεσθαι οἰμωζόντων
ἀκούων.34
11ΑΙΑΚΟΣ Κἀγὼ ἤδη ἄπειμι, μὴ καί τις ἡμᾶς νεκρὸς λάθῃ διαφυγών. τὰ πολλὰ δ’ εἰσαῦθις ὄψει, ὦ Μένιππε.
13ΜΕΝΙΠΠΟΣ Ἄπιθι· καὶ ταυτὶ γὰρ ἱκανά, ὦ Αἰακέ.
D Mort
.

7

t

ΜΕΝΙΠΠΟΥ ΚΑΙ ΤΑΝΤΑΛΟΥ
D Mort
.

7

.

1

ΜΕΝΙΠΠΟΣ
1 Τί κλάεις, ὦ Τάνταλε; ἢ τί σεαυτὸν ὀδύρῃ ἐπὶ τῇ λίμνῃ ἑστώς;
2ΤΑΝΤΑΛΟΣ Ὅτι, ὦ Μένιππε, ἀπόλωλα ὑπὸ τοῦ δίψους.
3ΜΕΝΙΠΠΟΣ Οὕτως ἀργὸς εἶ, ὡς μὴ ἐπικύψας πιεῖν ἢ καὶ νὴ
5Δί’ ἀρυσάμενος κοίλῃ τῇ χειρί;
5ΤΑΝΤΑΛΟΣ Οὐδὲν ὄφελος, εἰ ἐπικύψαιμι· φεύγει γὰρ τὸ ὕδωρ, ἐπειδὰν προσιόντα αἴσθηταί με· ἢν δέ ποτε καὶ ἀρύσωμαι καὶ προσενέγκω τῷ στόματι, οὐ φθάνω βρέξας ἄκρον τὸ χεῖλος, καὶ διὰ τῶν δακτύ‐
10λων διαρρυὲν οὐκ οἶδ’ ὅπως αὖθις ἀπολείπει ξηρὰν τὴν χεῖρά μοι.
11ΜΕΝΙΠΠΟΣ Τεράστιόν τι πάσχεις, ὦ Τάνταλε. ἀτὰρ εἰπέ
μοι, τί δαὶ καὶ δέῃ τοῦ πιεῖν; οὐ γὰρ σῶμα ἔχεις, ἀλλ’ ἐκεῖνο μὲν ἐν Λυδίᾳ που τέθαπται, ὅπερ καὶ36
15πεινῆν καὶ διψῆν ἐδύνατο, σὺ δὲ ἡ ψυχὴ πῶς ἂν ἔτι ἢ διψῴης ἢ πίοις;
16ΤΑΝΤΑΛΟΣ Τοῦτ’ αὐτὸ ἡ κόλασίς ἐστι, τὸ διψῆν τὴν ψυχὴν ὡς σῶμα οὖσαν.
18ΜΕΝΙΠΠΟΣ
D Mort
.

7

.

2

Ἀλλὰ τοῦτο μὲν οὕτως πιστεύσομεν, ἐπεὶ φῂς κολάζεσθαι τῷ δίψει. τί δ’ οὖν σοι τὸ δεινὸν ἔσται; ἢ δέδιας μὴ ἐνδείᾳ τοῦ ποτοῦ ἀποθάνῃς; οὐχ ὁρῶ γὰρ ἄλλον ᾅδην μετὰ τοῦτον ἢ θάνατον
5ἐντεῦθεν εἰς ἕτερον τόπον.
5ΤΑΝΤΑΛΟΣ Ὀρθῶς μὲν λέγεις· καὶ τοῦτο δ’ οὖν μέρος τῆς καταδίκης, τὸ ἐπιθυμεῖν πιεῖν μηδὲν δεόμενον.
7ΜΕΝΙΠΠΟΣ Ληρεῖς, ὦ Τάνταλε, καὶ ὡς ἀληθῶς ποτοῦ δεῖσθαι δοκεῖς, ἀκράτου γε ἐλλεβόρου νὴ Δία,
10ὅστις τοὐναντίον τοῖς ὑπὸ τῶν λυττώντων κυνῶν δεδηγμένοις πέπονθας οὐ τὸ ὕδωρ ἀλλὰ τὴν δίψαν πεφοβημένος.
12ΤΑΝΤΑΛΟΣ Οὐδὲ τὸν ἐλλέβορον, ὦ Μένιππε, ἀναίνομαι πιεῖν, γένοιτό μοι μόνον.
14ΜΕΝΙΠΠΟΣ
15Θάρρει, ὦ Τάνταλε, ὡς οὔτε σὺ οὔτε ἄλλος
πίεται τῶν νεκρῶν· ἀδύνατον γάρ· καίτοι οὐ πάντες ὥσπερ σὺ ἐκ καταδίκης διψῶσι τοῦ ὕδατος αὐτοὺς οὐχ ὑπομένοντος.38
D Mort
.

8

t

ΜΕΝΙΠΠΟΥ ΚΑΙ ΧΕΙΡΩΝΟΣ
D Mort
.

8

.

1

ΜΕΝΙΠΠΟΣ
1 Ἤκουσα, ὦ Χείρων, ὡς θεὸς ὢν ἐπεθύμησας ἀποθανεῖν.
2ΧΕΙΡΩΝ Ἀληθῆ ταῦτα ἤκουσας, ὦ Μένιππε, καὶ τέθνηκα, ὡς ὁρᾷς, ἀθάνατος εἶναι δυνάμενος.
4ΜΕΝΙΠΠΟΣ
5 Τίς δαί σε ἔρως τοῦ θανάτου ἔσχεν, ἀνεράστου τοῖς πολλοῖς χρήματος;
6ΧΕΙΡΩΝ Ἐρῶ πρὸς σὲ οὐκ ἀσύνετον ὄντα. οὐκ ἦν ἔτι ἡδὺ ἀπολαύειν τῆς ἀθανασίας.
8ΜΕΝΙΠΠΟΣ Οὐχ ἡδὺ ἦν ζῶντα ὁρᾶν τὸ φῶς;
9ΧΕΙΡΩΝ
10 Οὔκ, ὦ Μένιππε· τὸ γὰρ ἡδὺ ἔγωγε ποικίλον τι καὶ οὐχ ἁπλοῦν ἡγοῦμαι εἶναι. ἐγὼ δὲ ἔζων ἀεὶ καὶ ἀπέλαυον τῶν ὁμοίων, ἡλίου, φωτός, τροφῆς,
αἱ ὧραι δὲ αἱ αὐταὶ καὶ τὰ γινόμενα ἅπαντα ἑξῆς ἕκαστον, ὥσπερ ἀκολουθοῦντα θάτερον θατέρῳ·40
15ἐνεπλήσθην οὖν αὐτῶν· οὐ γὰρ ἐν τῷ αὐτῷ ἀεὶ, ἀλλὰ καὶ ἐν τῷ 〈μὴ〉 μετασχεῖν ὅλως τὸ τερπνὸν ἦν.
16ΜΕΝΙΠΠΟΣ Εὖ λέγεις, ὦ Χείρων. τὰ ἐν ᾅδου δὲ πῶς φέρεις, ἀφ’ οὗ προελόμενος αὐτὰ ἥκεις;
18ΧΕΙΡΩΝ
D Mort
.

8

.

2

Οὐκ ἀηδῶς, ὦ Μένιππε· ἡ γὰρ ἰσοτιμία πάνυ δημοτικὴ καὶ τὸ πρᾶγμα οὐδὲν ἔχει τὸ διάφορον ἐν φωτὶ εἶναι ἢ ἐν σκότῳ· ἄλλως τε οὔτε διψῆν ὥσπερ ἄνω οὔτε πεινῆν δεῖ, ἀλλ’ ἀνεπιδεεῖς τούτων ἁπάν‐
5των ἐσμέν.
5ΜΕΝΙΠΠΟΣ Ὅρα, ὦ Χείρων, μὴ περιπίπτῃς σεαυτῷ καὶ ἐς τὸ αὐτό σοι ὁ λόγος περιστῇ.
7ΧΕΙΡΩΝ Πῶς τοῦτο φῄς;
8ΜΕΝΙΠΠΟΣ Ὅτι εἰ τῶν ἐν τῷ βίῳ τὸ ὅμοιον ἀεὶ καὶ ταὐτὸν
10ἐγένετό σοι προσκορές, καὶ τἀνταῦθα ὅμοια ὄντα προσκορῆ ὁμοίως ἂν γένοιτο, καὶ δεήσει μεταβολήν σε ζητεῖν τινα καὶ ἐντεῦθεν εἰς ἄλλον βίον, ὅπερ οἶμαι ἀδύνατον.
13ΧΕΙΡΩΝ
Τί οὖν ἂν πάθοι τις, ὦ Μένιππε;42
14ΜΕΝΙΠΠΟΣ
15 Ὅπερ, οἶμαι, φασί, συνετὸν ὄντα ἀρέσκεσθαι καὶ ἀγαπᾶν τοῖς παροῦσι καὶ μηδὲν αὐτῶν ἀφόρητον οἴεσθαι.
D Mort
.

9

t

ΜΕΝΙΠΠΟΥ ΚΑΙ ΤΕΙΡΕΣΙΟΥ
D Mort
.

9

.

1

ΜΕΝΙΠΠΟΣ
1 Ὦ Τειρεσία, εἰ μὲν καὶ τυφλὸς εἶ, οὐκέτι διαγνῶναι ῥᾴδιον. ἅπασι γὰρ ἡμῖν ὁμοῖα τὰ ὄμματα, κενά, μόνον δὲ αἱ χῶραι αὐτῶν· τὰ δ’ ἄλλα οὐκέτ’ ἂν εἰπεῖν ἔχοις, τίς ὁ Φινεὺς ἦν ἢ τίς ὁ
5Λυγκεύς. ὅτι μέντοι μάντις ἦσθα καὶ ὅτι ἀμφότερα ἐγένου μόνος καὶ ἄρρην καὶ γυνή, τῶν ποιητῶν ἀκούσας οἶδα. πρὸς τῶν θεῶν τοιγαροῦν εἰπέ μοι, ὁποτέρου ἡδίονος ἐπειράθης τῶν βίων, ὁπότε ἀνὴρ ἦσθα, ἢ ὁ γυναικεῖος ἀμείνων ἦν;
9ΤΕΙΡΕΣΙΑΣ
10 Παρὰ πολύ, ὦ Μένιππε, ὁ γυναικεῖος· ἀπραγ‐ μονέστερος γάρ. καὶ δεσπόζουσι τῶν ἀνδρῶν αἱ γυναῖκες, καὶ οὔτε πολεμεῖν ἀνάγκη αὐταῖς οὔτε παρ’ ἔπαλξιν ἑστάναι οὔτ’ ἐν ἐκκλησίᾳ διαφέρεσθαι οὔτ’ ἐν δικαστηρίοις ἐξετάζεσθαι.
14ΜΕΝΙΠΠΟΣ
D Mort
.

9

.

2

Οὐ γὰρ ἀκήκοας, ὦ Τειρεσία, τῆς Εὐριπίδου
Μηδείας, οἷα εἶπεν οἰκτείρουσα τὸ γυναικεῖον, ὡς ἀθλίας οὔσας καὶ ἀφόρητόν τινα τὸν ἐκ τῶν ὠδίνων πόνον ὑφισταμένας; ἀτὰρ εἰπέ μοι, —44
5ὑπέμνησε γάρ με τὰ τῆς Μηδείας ἰαμβεῖα—καὶ ἔτεκές ποτε, ὁπότε γυνὴ ἦσθα, ἢ στεῖρα καὶ ἄγονος διετέλεσας ἐν ἐκείνῳ τῷ βίῳ;
7ΤΕΙΡΕΣΙΑΣ Τί τοῦτο, Μένιππε, ἐρωτᾷς;
8ΜΕΝΙΠΠΟΣ Οὐδὲν χαλεπόν, ὦ Τειρεσία· πλὴν ἀπόκριναι, εἴ
10σοι ῥᾴδιον.
10ΤΕΙΡΕΣΙΑΣ Οὐ στεῖρα μὲν ἤμην, οὐκ ἔτεκον δ’ ὅλως.
11ΜΕΝΙΠΠΟΣ Ἱκανὸν τοῦτο· εἰ γὰρ καὶ μήτραν εἶχες, ἐβου‐ λόμην εἰδέναι.
13ΤΕΙΡΕΣΙΑΣ Εἶχον δηλαδή.
14ΜΕΝΙΠΠΟΣ
15 Χρόνῳ δέ σοι ἡ μήτρα ἠφανίσθη καὶ τὸ χωρίον τὸ γυναικεῖον ἀπεφράγη καὶ οἱ μαστοὶ ἀπεστάθησαν καὶ τὸ ἀνδρεῖον ἀνέφυ καὶ πώγωνα ἐξήνεγκας, ἢ αὐτίκα ἐκ γυναικὸς ἀνὴρ ἀνεφάνης;
18ΤΕΙΡΕΣΙΑΣ Οὐχ ὁρῶ τί σοι βούλεται τὸ ἐρώτημα· δοκεῖς
20δ’ οὖν μοι ἀπιστεῖν, εἰ τοῦθ’ οὕτως ἐγένετο.46
20ΜΕΝΙΠΠΟΣ Οὐ χρὴ γὰρ ἀπιστεῖν, ὦ Τειρεσία, τοῖς τοιούτοις, ἀλλὰ καθάπερ τινὰ βλᾶκα μὴ ἐξετάζοντα, εἴτε δυνατά ἐστιν εἴτε καὶ μή, παραδέχεσθαι;
23ΤΕΙΡΕΣΙΑΣ
D Mort
.

9

.

3

Σὺ οὖν οὐδὲ τὰ ἄλλα πιστεύεις οὕτω γενέσθαι, ὁπόταν ἀκούσῃς ὅτι ὄρνεα ἐκ γυναικῶν ἐγένοντό τινες ἢ δένδρα ἢ θηρία, τὴν Ἀηδόνα ἢ τὴν Δάφνην ἢ τὴν τοῦ Λυκάονος θυγατέρα;
4ΜΕΝΙΠΠΟΣ
5 Ἤν που κἀκείναις ἐντύχω, εἴσομαι ὅ τι καὶ λέγουσι. σὺ δέ, ὦ βέλτιστε, ὁπότε γυνὴ ἦσθα, καὶ ἐμαντεύου τότε ὥσπερ καὶ ὕστερον, ἢ ἅμα ἀνὴρ καὶ μάντις ἔμαθες εἶναι;
8ΤΕΙΡΕΣΙΑΣ Ὁρᾷς; ἀγνοεῖς τὰ περὶ ἐμοῦ ἅπαντα, ὡς καὶ
10διέλυσά τινα ἔριν τῶν θεῶν, καὶ ἡ μὲν Ἥρα ἐπήρωσέν με, ὁ δὲ Ζεὺς παρεμυθήσατο τῇ μαντικῇ τὴν συμφοράν.
12ΜΕΝΙΠΠΟΣ Ἔτι ἔχῃ, ὦ Τειρεσία, τῶν ψευσμάτων; ἀλλὰ κατὰ τοὺς μάντεις τοῦτο ποιεῖς· ἔθος γὰρ ὑμῖν
15μηδὲν ὑγιὲς λέγειν.48
D Mort
.

10

t

ΜΕΝΙΠΠΟΥ, ΑΜΦΙΛΟΧΟΥ ΚΑΙ ΤΡΟΦΩΝΙΟΥ
D Mort
.

10

.

1

ΜΕΝΙΠΠΟΣ
1 Σφὼ μέντοι, ὦ Τροφώνιε καὶ Ἀμφίλοχε, νεκροὶ ὄντες οὐκ οἶδ’ ὅπως ναῶν κατηξιώθητε καὶ μάντεις δοκεῖτε, καὶ οἱ μάταιοι τῶν ἀνθρώπων θεοὺς ὑμᾶς ὑπειλήφασιν εἶναι.
4ΑΜΦΙΛΟΧΟΣ
5 Τί οὖν ἡμεῖς αἴτιοι, εἰ ὑπὸ ἀνοίας ἐκεῖνοι τοιαῦτα περὶ νεκρῶν δοξάζουσιν;
6ΜΕΝΙΠΠΟΣ Ἀλλ’ οὐκ ἂν ἐδόξαζον, εἰ μὴ ζῶντες καὶ ὑμεῖς τοιαῦτα ἐτερατεύεσθε ὡς τὰ μέλλοντα προειδότες καὶ προειπεῖν δυνάμενοι τοῖς ἐρομένοις.
9ΤΡΟΦΩΝΙΟΣ
10 Ὦ Μένιππε, Ἀμφίλοχος μὲν οὗτος ἂν εἰδείη ὅ τι αὐτῷ ἀποκριτέον ὑπὲρ αὑτοῦ, ἐγὼ δὲ ἥρως εἰμὶ καὶ μαντεύομαι, ἤν τις κατέλθῃ παρ’ ἐμέ. σὺ δὲ ἔοικας οὐκ ἐπιδεδημηκέναι Λεβαδείᾳ τὸ παράπαν· οὐ γὰρ ἂν ἠπίστεις σὺ τούτοις.
14ΜΕΝΙΠΠΟΣ
D Mort
.

10

.

2

Τί φῄς; εἰ μὴ εἰς Λεβάδειαν γὰρ παρέλθω καὶ ἐσταλμένος ταῖς ὀθόναις γελοίως μᾶζαν ἐν ταῖν χεροῖν ἔχων εἰσερπύσω διὰ τοῦ στομίου ταπεινοῦ ὄντος ἐς τὸ σπήλαιον, οὐκ ἂν ἠδυνάμην εἰδέναι, ὅτι νεκρὸς εἶ
5ὥσπερ ἡμεῖς μόνῃ τῇ γοητείᾳ διαφέρων; ἀλλὰ πρὸς
τῆς μαντικῆς, τί δαὶ ὁ ἥρως ἐστίν; ἀγνοῶ γάρ.50
6ΤΡΟΦΩΝΙΟΣ Ἐξ ἀνθρώπου τι καὶ θεοῦ σύνθετον.
7ΜΕΝΙΠΠΟΣ Ὃ μήτε ἄνθρωπός ἐστιν, ὡς φῄς, μήτε θεός, καὶ συναμφότερόν ἐστιν; νῦν οὖν ποῦ σου τὸ θεῶν
10ἐκεῖνο ἡμίτομον ἀπελήλυθεν;
10ΤΡΟΦΩΝΙΟΣ Χρᾷ, ὦ Μένιππε, ἐν Βοιωτίᾳ.
11ΜΕΝΙΠΠΟΣ Οὐκ οἶδα, ὦ Τροφώνιε, ὅ τι καὶ λέγεις· ὅτι μέντοι ὅλος εἶ νεκρὸς ἀκριβῶς ὁρῶ.
D Mort
.

11

t

ΔΙΟΓΕΝΟΥΣ ΚΑΙ ΗΡΑΚΛΕΟΥΣ
D Mort
.

11

.

1

ΔΙΟΓΕΝΗΣ
1 Οὐχ Ἡρακλῆς οὗτός ἐστιν; οὐ μὲν οὖν ἄλλος, μὰ τὸν Ἡρακλέα. τὸ τόξον, τὸ ῥόπαλον, ἡ λεοντῆ, τὸ μέγεθος, ὅλος Ἡρακλῆς ἐστιν. εἶτα τέθνηκεν Διὸς υἱὸς ὤν; εἰπέ μοι, ὦ καλλίνικε, νεκρὸς εἶ; ἐγὼ
5γάρ σοι ἔθυον ὑπὲρ γῆς ὡς θεῷ.
5ΗΡΑΚΛΗΣ Καὶ ὀρθῶς ἔθυες· αὐτὸς μὲν γὰρ ὁ Ἡρακλῆς ἐν τῷ οὐρανῷ τοῖς θεοῖς σύνεστι “καὶ ἔχει καλλί‐ σφυρον Ἥβην,” ἐγὼ δὲ εἴδωλόν εἰμι αὐτοῦ.
8ΔΙΟΓΕΝΗΣ Πῶς λέγεις; εἴδωλον τοῦ θεοῦ; καὶ δυνατὸν ἐξ
10ἡμισείας μέν τινα θεὸν εἶναι, τεθνάναι δὲ τῷ ἡμίσει;52
10ΗΡΑΚΛΗΣ Ναί· οὐ γὰρ ἐκεῖνος τέθνηκεν, ἀλλ’ ἐγὼ ἡ εἰ‐ κὼν αὐτοῦ.
12ΔΙΟΓΕΝΗΣ
D Mort
.

11

.

2

Μανθάνω· ἄντανδρόν σε τῷ Πλούτωνι παραδ‐ έδωκεν ἀνθ’ ἑαυτοῦ, καὶ σὺ νῦν ἀντ’ ἐκείνου νεκρὸς εἶ.
3ΗΡΑΚΛΗΣ Τοιοῦτό τι.
4ΔΙΟΓΕΝΗΣ
5 Πῶς οὖν ἀκριβὴς ὢν ὁ Αἰακὸς οὐ διέγνω σε μὴ ὄντα ἐκεῖνον, ἀλλὰ παρεδέξατο ὑποβολιμαῖον Ἡρα‐ κλέα παρόντα;
7ΗΡΑΚΛΗΣ Ὅτι ἐῴκειν ἀκριβῶς.
8ΔΙΟΓΕΝΗΣ Ἀληθῆ λέγεις· ἀκριβῶς γάρ, ὥστε αὐτὸς ἐκεῖνος
10εἶναι. ὅρα γοῦν μὴ τὸ ἐναντίον ἐστὶ καὶ σὺ μὲν εἶ ὁ Ἡρακλῆς, τὸ δὲ εἴδωλον γεγάμηκεν τὴν Ἥβην παρὰ τοῖς θεοῖς.
12ΗΡΑΚΛΗΣ
D Mort
.

11

.

3

Θρασὺς εἶ καὶ λάλος, καὶ εἰ μὴ παύσῃ σκώ‐ πτων εἰς ἐμέ, εἴσῃ αὐτίκα οἵου θεοῦ εἴδωλόν εἰμι.
2ΔΙΟΓΕΝΗΣ Τὸ μὲν τόξον γυμνὸν καὶ πρόχειρον· ἐγὼ δὲ τί
ἂν ἔτι φοβοίμην σε ἅπαξ τεθνεώς; ἀτὰρ εἰπέ μοι54
5πρὸς τοῦ σοῦ Ἡρακλέους, ὁπότε ἐκεῖνος ἔζη, συνῆς αὐτῷ καὶ τότε εἴδωλον ὤν; ἢ εἷς μὲν ἦτε παρὰ τὸν βίον, ἐπεὶ δὲ ἀπεθάνετε, διαιρεθέντες ὁ μὲν εἰς θεοὺς ἀπέπτατο, σὺ δὲ τὸ εἴδωλον, ὥσπερ εἰκὸς ἦν, εἰς ᾅδου πάρει;
9ΗΡΑΚΛΗΣ
10 Ἐχρῆν μὲν μηδὲ ἀποκρίνεσθαι πρὸς ἄνδρα ἐξεπίτηδες ἐρεσχηλοῦντα· ὅμως δ’ οὖν καὶ τοῦτο ἄκουσον· ὁπόσον μὲν γὰρ Ἀμφιτρύωνος ἐν τῷ Ἡρακλεῖ ἦν, τοῦτο τέθνηκεν καί εἰμι ἐγὼ ἐκεῖνο πᾶν, ὃ δὲ ἦν τοῦ Διός, ἐν οὐρανῷ σύνεστι τοῖς
15θεοῖς.
15ΔΙΟΓΕΝΗΣ
D Mort
.

11

.

4

Σαφῶς νῦν μανθάνω· δύο γὰρ φῂς ἔτεκεν ἡ Ἀλκμήνη κατὰ τὸ αὐτὸ Ἡρακλέας, τὸν μὲν ὑπ’ Ἀμφιτρύωνι, τὸν δὲ παρὰ τοῦ Διός, ὥστε ἐλελήθειτε δίδυμοι ὄντες ὁμομήτριοι.
4ΗΡΑΚΛΗΣ
5Οὔκ, ὦ μάταιε· ὁ γὰρ αὐτὸς ἄμφω ἦμεν.
5ΔΙΟΓΕΝΗΣ Οὐκ ἔστι μαθεῖν τοῦτο ῥᾴδιον, συνθέτους δύο ὄντας Ἡρακλέας, ἐκτὸς εἰ μὴ ὥσπερ ἱπποκένταυρός τις ἦτε εἰς ἓν συμπεφυκότες ἄνθρωπός τε καὶ θεός.
8ΗΡΑΚΛΗΣ Οὐ γὰρ καὶ πάντες οὕτως σοι δοκοῦσι συγκεῖ‐
10σθαι ἐκ δυεῖν, ψυχῆς καὶ σώματος; ὥστε τί τὸ κωλῦόν ἐστι τὴν μὲν ψυχὴν ἐν οὐρανῷ εἶναι, ἥπερ ἦν ἐκ Διός, τὸ δὲ θνητὸν ἐμὲ παρὰ τοῖς νεκροῖς;56
12ΔΙΟΓΕΝΗΣ
D Mort
.

11

.

5

Ἀλλ’, ὦ βέλτιστε Ἀμφιτρυωνιάδη, καλῶς ἂν ταῦτα ἔλεγες, εἰ σῶμα ἦσθα, νῦν δὲ ἀσώματον εἴ‐ δωλον εἶ· ὥστε κινδυνεύεις τριπλοῦν ἤδη ποιῆσαι τὸν Ἡρακλέα.
4ΗΡΑΚΛΗΣ
5Πῶς τριπλοῦν;
5ΔΙΟΓΕΝΗΣ Ὧδέ πως· εἰ γὰρ ὁ μέν τις ἐν οὐρανῷ, ὁ δὲ παρ’ ἡμῖν σὺ τὸ εἴδωλον, τὸ δὲ σῶμα ἐν Οἴτῃ κόνις ἤδη γενόμενον, τρία ταῦτα ἤδη γεγένηται· καὶ σκόπει ὅντινα τὸν τρίτον πατέρα ἐπινοήσεις τῷ
10σώματι.
10ΗΡΑΚΛΗΣ Θρασὺς εἶ καὶ σοφιστής· τίς δαὶ καὶ ὢν τυγ‐ χάνεις;
12ΔΙΟΓΕΝΗΣ Διογένους τοῦ Σινωπέως εἴδωλον, αὐτὸς δὲ οὐ μὰ Δία “μετ’ ἀθανάτοισι θεοῖσιν,” ἀλλὰ τοῖς βελτί‐
15στοις τῶν νεκρῶν σύνεστιν Ὁμήρου καὶ τῆς
τοιαύτης ψυχρολογίας καταγελῶν.58
D Mort
.

12

t

ΦΙΛΙΠΠΟΥ ΚΑΙ ΑΛΕΞΑΝΔΡΟΥ
D Mort
.

12

.

1

ΦΙΛΙΠΠΟΣ
1 Νῦν μέν, ὦ Ἀλέξανδρε, οὐκ ἂν ἔξαρνος γένοιο μὴ οὐκ ἐμὸς υἱὸς εἶναι· οὐ γὰρ ἂν τεθνήκεις Ἄμμωνός γε ὤν.
3ΑΛΕΞΑΝΔΡΟΣ Οὐδ’ αὐτὸς ἠγνόουν, ὦ πάτερ, ὡς Φιλίππου τοῦ
5Ἀμύντου υἱός εἰμι, ἀλλ’ ἐδεξάμην τὸ μάντευμα, χρήσιμον εἰς τὰ πράγματα εἶναι οἰόμενος.
6ΦΙΛΙΠΠΟΣ Πῶς λέγεις; χρήσιμον ἐδόκει σοι τὸ παρέχειν σεαυτὸν ἐξαπατηθησόμενον ὑπὸ τῶν προφητῶν;
8ΑΛΕΞΑΝΔΡΟΣ Οὐ τοῦτο, ἀλλ’ οἱ βάρβαροι κατεπλάγησάν με
10καὶ οὐδεὶς ἔτι ἀνθίστατο οἰόμενοι θεῷ μάχεσθαι, ὥστε ῥᾷον ἐκράτουν αὐτῶν.
11ΦΙΛΙΠΠΟΣ
D Mort
.

12

.

2

Τίνων δὲ ἐκράτησας σύ γε ἀξιομάχων ἀνδρῶν, ὃς δειλοῖς ἀεὶ συνηνέχθης τοξάρια καὶ πελτίδια καὶ γέρρα οἰσύϊνα προβεβλημένοις; Ἑλλήνων κρατεῖν ἔργον ἦν, Βοιωτῶν καὶ Φωκέων καὶ
5Ἀθηναίων, καὶ τὸ Ἀρκάδων ὁπλιτικὸν καὶ τὴν Θετταλὴν ἵππον καὶ τοὺς Ἠλείων ἀκοντιστὰς καὶ τὸ
Μαντινέων πελταστικὸν ἢ Θρᾷκας ἢ Ἰλλυριοὺς ἢ καὶ Παίονας χειρώσασθαι, ταῦτα μεγάλα· Μήδων δὲ καὶ Περσῶν καὶ Χαλδαίων, χρυσοφόρων ἀνθ‐60
10ρώπων καὶ ἁβρῶν, οὐκ οἶσθα ὡς πρὸ σοῦ μύριοι μετὰ Κλεάρχου ἀνελθόντες ἐκράτησαν οὐδ’ εἰς χεῖρας ὑπομεινάντων ἐλθεῖν ἐκείνων, ἀλλὰ πρὶν ἢ τόξευμα ἐξικνεῖσθαι φυγόντων;
13ΑΛΕΞΑΝΔΡΟΣ
D Mort
.

12

.

3

Ἀλλ’ οἱ Σκύθαι γε, ὦ πάτερ, καὶ οἱ Ἰνδῶν ἐλέφαντες οὐκ εὐκαταφρόνητόν τι ἔργον, καὶ ὅμως οὐ διαστήσας αὐτοὺς οὐδὲ προδοσίαις ὠνούμενος τὰς νίκας ἐκράτουν αὐτῶν· οὐδ’ ἐπιώρκησα πώποτε
5ἢ ὑποσχόμενος ἐψευσάμην ἢ ἄπιστον ἔπραξά τι τοῦ νικᾶν ἕνεκα. καὶ τοὺς Ἕλληνας δὲ τοὺς μὲν ἀναιμωτὶ παρέλαβον, Θηβαίους δὲ ἴσως ἀκούεις ὅπως μετῆλθον.
8ΦΙΛΙΠΠΟΣ Οἶδα ταῦτα πάντα· Κλεῖτος γὰρ ἀπήγγειλέ
10μοι, ὃν σὺ τῷ δορατίῳ διελάσας μεταξὺ δειπνοῦντα ἐφόνευσας, ὅτι με πρὸς τὰς σὰς πράξεις ἐπαινέσαι ἐτόλμησεν.
D Mort
.

12

.

4

σὺ δὲ καὶ τὴν Μακεδονικὴν χλαμύδα καταβαλὼν κάνδυν, ὥς φασι, μετενέδυς καὶ τιάραν ὀρθὴν ἐπέθου καὶ προσκυνεῖσθαι ὑπὸ Μακεδόνων, ἐλευθέρων ἀνδρῶν, ἠξίους, καὶ τὸ πάντων
5γελοιότατον, ἐμιμοῦ τὰ τῶν νενικημένων. ἐῶ γὰρ λέγειν ὅσα ἄλλα ἔπραξας, λέουσι συγκατακλείων πεπαιδευμένους ἄνδρας καὶ τοσούτους γαμῶν
γάμους καὶ Ἡφαιστίωνα ὑπεραγαπῶν. ἓν ἐπῄνεσα μόνον ἀκούσας, ὅτι ἀπέσχου τῆς τοῦ Δαρείου62
10γυναικὸς καλῆς οὔσης, καὶ τῆς μητρὸς αὐτοῦ καὶ τῶν θυγατέρων ἐπεμελήθης· βασιλικὰ γὰρ ταῦτα.
11ΑΛΕΞΑΝΔΡΟΣ
D Mort
.

12

.

5

Τὸ φιλοκίνδυνον δέ, ὦ πάτερ, οὐκ ἐπαινεῖς καὶ τὸ ἐν Ὀξυδράκαις πρῶτον καθαλέσθαι ἐντὸς τοῦ τείχους καὶ τοσαῦτα λαβεῖν τραύματα;
3ΦΙΛΙΠΠΟΣ Οὐκ ἐπαινῶ τοῦτο, ὦ Ἀλέξανδρε, οὐχ ὅτι μὴ
5καλὸν οἴομαι εἶναι καὶ τιτρώσκεσθαί ποτε τὸν βασιλέα καὶ προκινδυνεύειν τοῦ στρατοῦ, ἀλλ’ ὅτι σοι τὸ τοιοῦτο ἥκιστα συνέφερεν· θεὸς γὰρ εἶναι δοκῶν εἴ ποτε τρωθείης, καὶ βλέποιέν σε φοράδην τοῦ πολέμου ἐκκομιζόμενον, αἵματι ῥεόμενον,
10οἰμώζοντα ἐπὶ τῷ τραύματι, ταῦτα γέλως ἦν τοῖς ὁρῶσιν, ᾗ καὶ ὁ Ἄμμων γόης καὶ ψευδόμαντις ἠλέγχετο καὶ οἱ προφῆται κόλακες. ἢ τίς οὐκ ἂν ἐγέλασεν ὁρῶν τὸν τοῦ Διὸς υἱὸν ἀποψύχοντα, δεόμενον τῶν ἰατρῶν βοηθεῖν; νῦν μὲν γὰρ ὁπότε
15ἤδη τέθνηκας, οὐκ οἴει πολλοὺς εἶναι τοὺς τὴν προσποίησιν ἐκείνην ἐπικερτομοῦντας, ὁρῶντας τὸν νεκρὸν τοῦ θεοῦ ἐκτάδην κείμενον, μυδῶντα ἤδη καὶ ἐξῳδηκότα κατὰ νόμον ἁπάντων τῶν σωμάτων; ἄλλως τε καὶ τοῦτο, ὃ χρήσιμον ἔφης, ὦ Ἀλέξανδρε,
20τὸ διὰ τοῦτο κρατεῖν ῥᾳδίως, πολὺ τῆς δόξης ἀφῄρει τῶν κατορθουμένων· πᾶν γὰρ ἐδόκει
ἐνδεὲς ὑπὸ θεοῦ γίγνεσθαι δοκοῦν.64
22ΑΛΕΞΑΝΔΡΟΣ
D Mort
.

12

.

6

Οὐ ταῦτα φρονοῦσιν οἱ ἄνθρωποι περὶ ἐμοῦ, ἀλλὰ Ἡρακλεῖ καὶ Διονύσῳ ἐνάμιλλον τιθέασί με. καίτοι τὴν Ἄορνον ἐκείνην, οὐδετέρου ἐκείνων λαβόντος, ἐγὼ μόνος ἐχειρωσάμην.
4ΦΙΛΙΠΠΟΣ
5 Ὁρᾷς ὅτι ταῦτα ὡς Ἄμμωνος υἱὸς λέγεις, ὃς Ἡρα‐ κλεῖ καὶ Διονύσῳ παραβάλλεις σεαυτόν; καὶ οὐκ αἰσχύνῃ, ὦ Ἀλέξανδρε, οὐδὲ τὸν τῦφον ἀπομαθήσῃ καὶ γνώσῃ σεαυτὸν καὶ συνήσεις ἤδη νεκρὸς ὤν;
D Mort
.

13

t

ΔΙΟΓΕΝΟΥΣ ΚΑΙ ΑΛΕΧΑΝΔΡΟΥ
D Mort
.

13

.

1

ΔΙΟΓΕΝΗΣ
1 Τί τοῦτο, ὦ Ἀλέξανδρε; καὶ σὺ τέθνηκας ὥσπερ καὶ ἡμεῖς ἅπαντες;
2ΑΛΕΞΑΝΔΡΟΣ Ὁρᾷς, ὦ Διόγενες· οὐ παράδοξον δέ, εἰ ἄν‐ θρωπος ὢν ἀπέθανον.
4ΔΙΟΓΕΝΗΣ
5 Οὐκοῦν ὁ Ἄμμων ἐψεύδετο λέγων ἑαυτοῦ σε εἶναι, σὺ δὲ Φιλίππου ἄρα ἦσθα;
6ΑΛΕΞΑΝΔΡΟΣ Φιλίππου δηλαδή· οὐ γὰρ ἂν ἐτεθνήκειν Ἄμμωνος
ὤν.66
8ΔΙΟΓΕΝΗΣ Καὶ μὴν καὶ περὶ τῆς Ὀλυμπιάδος ὅμοια ἐλέγετο,
10δράκοντα ὁμιλεῖν αὐτῇ καὶ βλέπεσθαι ἐν τῇ εὐνῇ, εἶτα οὕτω σε τεχθῆναι, τὸν δὲ Φίλιππον ἐξηπατῆσθαι οἰόμενον πατέρα σου εἶναι.
12ΑΛΕΞΑΝΔΡΟΣ Κἀγὼ ταῦτα ἤκουον ὥσπερ σύ, νῦν δὲ ὁρῶ ὅτι οὐδὲν ὑγιὲς οὔτε ἡ μήτηρ οὔτε οἱ τῶν Ἀμμωνίων
15προφῆται ἔλεγον.
15ΔΙΟΓΕΝΗΣ Ἀλλὰ τὸ ψεῦδος αὐτῶν οὐκ ἄχρηστόν σοι, ὦ Ἀλέξανδρε, πρὸς τὰ πράγματα ἐγένετο· πολλοὶ γὰρ ὑπέπτησσον θεὸν εἶναί σε νομίζοντες.
D Mort
.

13

.

2

ἀτὰρ εἰπέ μοι, τίνι τὴν τοσαύτην ἀρχὴν καταλέλοιπας;
2ΑΛΕΞΑΝΔΡΟΣ Οὐκ οἶδα, ὦ Διόγενες· οὐ γὰρ ἔφθασα ἐπι‐ σκῆψαί τι περὶ αὐτῆς ἢ τοῦτο μόνον, ὅτι ἀποθνήσκων
5Περδίκκᾳ τὸν δακτύλιον ἐπέδωκα. πλὴν ἀλλὰ τί γελᾷς, ὦ Διόγενες;
6ΔΙΟΓΕΝΗΣ Τί γὰρ ἄλλο ἢ ἀνεμνήσθην οἷα ἐποίει ἡ Ἑλλάς, ἄρτι σε παρειληφότα τὴν ἀρχὴν κολακεύοντες καὶ προστάτην αἱρούμενοι καὶ στρατηγὸν ἐπὶ τοὺς
10βαρβάρους, ἔνιοι δὲ καὶ τοῖς δώδεκα θεοῖς προστι‐ θέντες καὶ οἰκοδομοῦντές σοι νεὼς καὶ θύοντες ὡς δράκοντος υἱῷ.
D Mort
.

13

.

3

ἀλλ’ εἰπέ μοι, ποῦ σε οἱ Μακε‐
δόνες ἔθαψαν;68
2ΑΛΕΞΑΝΔΡΟΣ Ἔτι ἐν Βαβυλῶνι κεῖμαι τριακοστὴν ἡμέραν ταύτην, ὑπισχνεῖται δὲ Πτολεμαῖος ὁ ὑπασπιστής,
5ἤν ποτε ἀγάγῃ σχολὴν ἀπὸ τῶν θορύβων τῶν ἐν ποσίν, εἰς Αἴγυπτον ἀπαγαγὼν θάψειν ἐκεῖ, ὡς γενοίμην εἷς τῶν Αἰγυπτίων θεῶν.
7ΔΙΟΓΕΝΗΣ Μὴ γελάσω οὖν, ὦ Ἀλέξανδρε, ὁρῶν καὶ ἐν ᾅδου ἔτι σε μωραίνοντα καὶ ἐλπίζοντα Ἄνουβιν ἢ Ὄσι‐
10ριν γενήσεσθαι; πλὴν ἀλλὰ ταῦτα μέν, ὦ θειότατε, μὴ ἐλπίσῃς· οὐ γὰρ θέμις ἀνελθεῖν τινα τῶν ἅπαξ διαπλευσάντων τὴν λίμνην καὶ εἰς τὸ εἴσω τοῦ στομίου παρελθόντων· οὐ γὰρ ἀμελὴς ὁ Αἰακὸς οὐδὲ ὁ Κέρβερος εὐκαταφρόνητος.
D Mort
.

13

.

4

ἐκεῖνο δέ γε ἡδέως ἂν μάθοιμι παρὰ σοῦ, πῶς φέρεις, ὁπόταν ἐννοήσῃς ὅσην εὐδαιμονίαν ὑπὲρ γῆς ἀπολιπὼν ἀφῖξαι, σωματοφύλακας καὶ ὑπα‐
5σπιστὰς καὶ σατράπας καὶ χρυσὸν τοσοῦτον καὶ ἔθνη προσκυνοῦντα καὶ Βαβυλῶνα καὶ Βάκτρα καὶ τὰ μεγάλα θηρία καὶ τιμὴν καὶ δόξαν καὶ τὸ ἐπίσημον εἶναι ἐξελαύνοντα διαδεδεμένον ταινίᾳ λευκῇ τὴν κεφαλὴν πορφυρίδα ἐμπεπορπημένον. οὐ
10λυπεῖ ταῦτά σε ὑπὲρ τὴν μνήμην ἰόντα; τί δακρύεις, ὦ μάταιε; οὐδὲ ταῦτά σε ὁ σοφὸς Ἀριστοτέλης ἐπαίδευσεν μὴ οἴεσθαι βέβαια εἶναι τὰ παρὰ τῆς τύχης;
13ΑΛΕΞΑΝΔΡΟΣ
D Mort
.

13

.

5

Ὁ σοφὸς ἐκεῖνος ἁπάντων κολάκων ἐπι‐
τριπτότατος ὤν; ἐμὲ μόνον ἔασον τὰ Ἀριστοτέλους εἰδέναι, ὅσα μὲν ᾔτησεν παρ’ ἐμοῦ, οἷα δὲ ἐπέσ‐ τελλεν, ὡς δὲ κατεχρῆτό μου τῇ περὶ παιδείαν70
5φιλοτιμίᾳ θωπεύων καὶ ἐπαινῶν ἄρτι μὲν πρὸς τὸ κάλλος, ὡς καὶ τοῦτο μέρος ὂν τἀγαθοῦ, ἄρτι δὲ ἐς τὰς πράξεις καὶ τὸν πλοῦτον. καὶ γὰρ αὖ καὶ τοῦτο ἀγαθὸν ἡγεῖτο εἶναι, ὡς μὴ αἰσχύνοιτο καὶ αὐτὸς λαμβάνων· γόης, ὦ Διόγενες, ἅνθρωπος καὶ
10τεχνίτης. πλὴν ἀλλὰ τοῦτό γε ἀπολέλαυκα τῆς σοφίας αὐτοῦ, τὸ λυπεῖσθαι ὡς ἐπὶ μεγίστοις ἀγαθοῖς ἐκείνοις, ἃ κατηριθμήσω μικρῷ γε ἔμ‐ προσθεν.
13ΔΙΟΓΕΝΗΣ
D Mort
.

13

.

6

Ἀλλ’ οἶσθα ὃ δράσεις; ἄκος γάρ σοι τῆς λύπης ὑποθήσομαι. ἐπεὶ ἐνταῦθά γε ἐλλέβορος οὐ φύεται, σὺ δὲ κἂν τὸ Λήθης ὕδωρ χανδὸν ἐπισπα‐ σάμενος πίε καὶ αὖθις πίε καὶ πολλάκις· οὕτω
5γὰρ ἂν παύσαιο ἐπὶ τοῖς Ἀριστοτέλους ἀγαθοῖς ἀνιώμενος. καὶ γὰρ Κλεῖτον ἐκεῖνον ὁρῶ καὶ Καλλισθένην καὶ ἄλλους πολλοὺς ἐπὶ σὲ ὁρμῶντας, ὡς διασπάσαιντο καὶ ἀμύναιντο σε ὧν ἔδρασας αὐτούς. ὥστε τὴν ἑτέραν σὺ ταύτην βάδιζε καὶ
10πῖνε πολλάκις, ὡς ἔφην.
D Mort
.

14

t

ΕΡΜΟΥ ΚΑΙ ΧΑΡΩΝΟΣ
D Mort
.

14

.

1

ΕΡΜΗΣ
1 Λογισώμεθα, ὦ πορθμεῦ, εἰ δοκεῖ, ὁπόσα μοι ὀφείλεις ἤδη, ὅπως μὴ αὖθις ἐρίζωμέν τι περὶ
αὐτῶν.72
3ΧΑΡΩΝ Λογισώμεθα, ὦ Ἑρμῆ· ἄμεινον γὰρ ὡρίσθαι
5καὶ ἀπραγμονέστερον.
5ΕΡΜΗΣ Ἄγκυραν ἐντειλαμένῳ ἐκόμισα πέντε δραχμῶν.
6ΧΑΡΩΝ Πολλοῦ λέγεις.
7ΕΡΜΗΣ Νὴ τὸν Ἀϊδωνέα, τῶν πέντε ὠνησάμην, καὶ τροπωτῆρα δύο ὀβολῶν.
9ΧΑΡΩΝ
10Τίθει πέντε δραχμὰς καὶ ὀβολοὺς δύο.
10ΕΡΜΗΣ Καὶ ἀκέστραν ὑπὲρ τοῦ ἱστίου· πέντε ὀβολοὺς ἐγὼ κατέβαλον.
12ΧΑΡΩΝ Καὶ τούτους προστίθει.
13ΕΡΜΗΣ Καὶ κηρὸν ὡς ἐπιπλάσαι τοῦ σκαφιδίου τὰ
15ἀνεῳγότα καὶ ἥλους δὲ καὶ καλῴδιον, ἀφ’ οὗ τὴν ὑπέραν ἐποίησας, δύο δραχμῶν ἅπαντα.
16ΧΑΡΩΝ
Καὶ ἄξια ταῦτα ὠνήσω.74
17ΕΡΜΗΣ Ταῦτά ἐστιν, εἰ μή τι ἄλλο ἡμᾶς διέλαθεν ἐν τῷ λογισμῷ. πότε δ’ οὖν ταῦτα ἀποδώσειν φῄς;
19ΧΑΡΩΝ
20 Νῦν μέν, ὦ Ἑρμῆ, ἀδύνατον, ἢν δὲ λοιμός τις ἢ πόλεμος καταπέμψῃ ἀθρόους τινάς, ἐνέσται τότε ἀποκερδᾶναι παραλογιζόμενον ἐν τῷ πλήθει τὰ πορθμεῖα.
23ΕΡΜΗΣ
D Mort
.

14

.

2

Νῦν οὖν ἐγὼ καθεδοῦμαι τὰ κάκιστα εὐχόμε‐ νος γενέσθαι, ὡς ἂν ἀπὸ τούτων ἀπολάβοιμι;
2ΧΑΡΩΝ Οὐκ ἔστιν ἄλλως, ὦ Ἑρμῆ. νῦν δὲ ὀλίγοι, ὡς ὁρᾷς, ἀφικνοῦνται ἡμῖν· εἰρήνη γάρ.
4ΕΡΜΗΣ
5 Ἄμεινον οὕτως, εἰ καὶ ἡμῖν παρατείνοιτο ὑπὸ σοῦ τὸ ὄφλημα. πλὴν ἀλλ’ οἱ μὲν παλαιοί, ὦ Χάρων, οἶσθα οἷοι παρεγίγνοντο, ἀνδρεῖοι ἅπαντες, αἵματος ἀνάπλεῳ καὶ τραυματίαι οἱ πολλοί· νῦν δὲ ἢ φαρμάκῳ τις ὑπὸ τοῦ παιδὸς ἀποθανὼν ἢ ὑπὸ τῆς
10γυναικὸς ἢ ὑπὸ τρυφῆς ἐξῳδηκὼς τὴν γαστέρα καὶ τὰ σκέλη, ὠχροὶ ἅπαντες καὶ ἀγεννεῖς, οὐδὲν ὅμοιοι ἐκείνοις. οἱ δὲ πλεῖστοι αὐτῶν διὰ χρήματα ἥκουσιν ἐπιβουλεύοντες ἀλλήλοις, ὡς ἐοίκασι.
13ΧΑΡΩΝ
Πάνυ γὰρ περιπόθητά ἐστι ταῦτα.76
14ΕΡΜΗΣ
15 Οὐκοῦν οὐδ’ ἐγὼ δόξαιμι ἂν ἁμαρτάνειν πικρῶς ἀπαιτῶν τὰ ὀφειλόμενα παρὰ σοῦ.
D Mort
.

15

t

ΠΛΟΥΤΩΝΟΣ ΚΑΙ ΕΡΜΟΥ
D Mort
.

15

.

1

ΠΛΟΥΤΩΝ
1 Τὸν γέροντα οἶσθα, τὸν πάνυ γεγηρακότα λέγω, τὸν πλούσιον Εὐκράτην, ᾧ παῖδες μὲν οὐκ εἰσίν, οἱ τὸν κλῆρον δὲ θηρῶντες πεντακισμύριοι;
3ΕΡΜΗΣ Ναί, τὸν Σικυώνιον φῄς. τί οὖν;
4ΠΛΟΥΤΩΝ
5 Ἐκεῖνον μέν, ὦ Ἑρμῆ, ζῆν ἔασον ἐπὶ τοῖς ἐνενήκοντα ἔτεσιν, ἃ βεβίωκεν, ἐπιμετρήσας ἄλλα τοσαῦτα, εἴ γε οἷόν τε ἦν, καὶ ἔτι πλείω, τοὺς δὲ κόλακας αὐτοῦ Χαρῖνον τὸν νέον καὶ Δάμωνα καὶ τοὺς ἄλλους κατάσπασον ἐφεξῆς ἅπαντας.
9ΕΡΜΗΣ
10Ἄτοπον ἂν δόξειε τὸ τοιοῦτον.
10ΠΛΟΥΤΩΝ Οὐ μὲν οὖν, ἀλλὰ δικαιότατον· τί γὰρ ἐκεῖνοι παθόντες εὔχονται ἀποθανεῖν ἐκεῖνον ἢ τῶν χρη‐ μάτων ἀντιποιοῦνται οὐδὲν προσήκοντες; ὃ δὲ πάντων ἐστὶ μιαρώτατον, ὅτι καὶ τὰ τοιαῦτα εὐχόμενοι
15ὅμως θεραπεύουσιν ἔν γε τῷ φανερῷ, καὶ νοσοῦντος
ἃ μὲν βουλεύονται πᾶσι πρόδηλα, θύσειν δὲ ὅμως ὑπισχνοῦνται, ἢν ῥαΐσῃ, καὶ ὅλως ποικίλη τις ἡ κολακεία τῶν ἀνδρῶν. διὰ ταῦτα ὁ μὲν ἔστω ἀθάνατος, οἱ δὲ προαπίτωσαν αὐτοῦ μάτην ἐπιχα‐78
20νόντες.
20ΕΡΜΗΣ
D Mort
.

15

.

2

Γελοῖα πείσονται, πανοῦργοι ὄντες.
1ΠΛΟΥΤΩΝ Πολλὰ κἀκεῖνος εὖ μάλα διαβουκολεῖ αὐτοὺς καὶ ἐλπίζει, καὶ ὅλως “αἰεὶ θανέοντι ἐοικὼς” ἔρρωται πολὺ μᾶλλον τῶν νέων. οἱ δὲ ἤδη τὸν κλῆρον ἐν
5σφίσι διῃρημένοι βόσκονται ζωὴν μακαρίαν πρὸς ἑαυτοὺς τιθέντες. Οὐκοῦν ὁ μὲν ἀποδυσάμενος τὸ γῆρας ὥσπερ Ἰόλεως ἀνηβησάτω, οἱ δὲ ἀπὸ μέσων τῶν ἐλπίδων τὸν ὀνειροποληθέντα πλοῦτον ἀπολιπόν‐ τες ἡκέτωσαν ἤδη κακοὶ κακῶς ἀποθανόντες.
9ΕΡΜΗΣ
10 Ἀμέλησον, ὦ Πλούτων· μετελεύσομαι γάρ σοι ἤδη αὐτοὺς καθ’ ἕνα ἑξῆς· ἑπτὰ δέ, οἶμαι, εἰσί.
11ΠΛΟΥΤΩΝ Κατάσπα, ὁ δὲ παραπέμψει ἕκαστον ἀντὶ γέροντος
αὖθις πρωθήβης γενόμενος.80
D Mort
.

16

t

ΤΕΡΨΙΩΝΟΣ ΚΑΙ ΠΛΟΥΤΩΝΟΣ
D Mort
.

16

.

1

ΤΕΡΨΙΩΝ
1 Τοῦτο, ὦ Πλούτων, δίκαιον, ἐμὲ μὲν τε‐ θνάναι τριάκοντα ἔτη γεγονότα, τὸν δὲ ὑπὲρ τὰ ἐνενήκοντα γέροντα Θούκριτον ζῆν ἔτι;
3ΠΛΟΥΤΩΝ Δικαιότατον μὲν οὖν, ὦ Τερψίων, εἴ γε ὁ μὲν
5ζῇ μηδένα εὐχόμενος ἀποθανεῖν τῶν φίλων, σὺ δὲ παρὰ πάντα τὸν χρόνον ἐπεβούλευες αὐτῷ περιμέ‐ νων τὸν κλῆρον.
7ΤΕΡΨΙΩΝ Οὐ γὰρ ἐχρῆν γέροντα ὄντα καὶ μηκέτι χρή‐ σασθαι τῷ πλούτῳ αὐτὸν δυνάμενον ἀπελθεῖν τοῦ
10βίου παραχωρήσαντα τοῖς νέοις;
10ΠΛΟΥΤΩΝ Καινά, ὦ Τερψίων, νομοθετεῖς, τὸν μηκέτι τῷ πλούτῳ χρήσασθαι δυνάμενον πρὸς ἡδονὴν ἀπο‐ θνήσκειν· τὸ δὲ ἄλλως ἡ Μοῖρα καὶ ἡ φύσις διέταξεν.
13ΤΕΡΨΙΩΝ
D Mort
.

16

.

2

Οὐκοῦν ταύτης αἰτιῶμαι τῆς διατάξεως· ἐχρῆν γὰρ τὸ πρᾶγμα ἑξῆς πως γίνεσθαι, τὸν πρεσβύτερον πρότερον καὶ μετὰ τοῦτον ὅστις καὶ τῇ ἡλικίᾳ μετ’ αὐτόν, ἀναστρέφεσθαι δὲ μηδαμῶς,
5μηδὲ ζῆν μὲν τὸν ὑπέργηρων ὀδόντας τρεῖς ἔτι λοιποὺς ἔχοντα, μόγις ὁρῶντα, οἰκέταις γε τέτταρ‐
σιν ἐπικεκυφότα, κορύζης μὲν τὴν ῥῖνα, λήμης δὲ τοὺς ὀφθαλμοὺς μεστὸν ὄντα, οὐδὲν ἔτι ἡδὺ εἰδότα, ἔμψυχόν τινα τάφον ὑπὸ τῶν νέων καταγελώμενον,82
10ἀποθνήσκειν δὲ καλλίστους καὶ ἐρρωμενεστάτους νεανίσκους· ἄνω γὰρ ποταμῶν τοῦτό γε· ἢ τὸ τε‐ λευταῖον εἰδέναι γε ἐχρῆν, πότε καὶ τεθνήξεται τῶν γερόντων ἕκαστος, ἵνα μὴ μάτην ἂν ἐνίους ἐθεράπευον. νῦν δὲ τὸ τῆς παροιμίας, ἡ ἅμαξα τὸν
15βοῦν πολλάκις ἐκφέρει.
15ΠΛΟΥΤΩΝ
D Mort
.

16

.

3

Ταῦτα μέν, ὦ Τερψίων, πολὺ συνετώτερα γίνεται ἤπερ σοὶ δοκεῖ. καὶ ὑμεῖς δὲ τί παθόντες ἀλλοτρίοις ἐπιχαίνετε καὶ τοῖς ἀτέκνοις τῶν γερόν‐ των εἰσποιεῖτε φέροντες αὑτούς; τοιγαροῦν γέλωτα
5ὀφλισκάνετε πρὸ ἐκείνων κατορυττόμενοι, καὶ τὸ πρᾶγμα τοῖς πολλοῖς ἥδιστον γίνεται· ὅσῳ γὰρ ὑμεῖς ἐκείνους ἀποθανεῖν εὔχεσθε, τοσούτῳ ἅπασιν ἡδὺ προαποθανεῖν ὑμᾶς αὐτῶν. καινὴν γάρ τινα ταύτην τὴν τέχνην ἐπινενοήκατε γραῶν καὶ γερόντων
10ἐρῶντες, καὶ μάλιστα εἰ ἄτεκνοι εἶεν, οἱ δὲ ἔντεκνοι ὑμῖν ἀνέραστοι. καίτοι πολλοὶ ἤδη τῶν ἐρωμένων συνέντες ὑμῶν τὴν πανουργίαν τοῦ ἔρωτος, ἢν καὶ τύχωσι παῖδας ἔχοντες, μισεῖν αὐτοὺς πλάττονται, ὡς καὶ αὐτοὶ ἐραστὰς ἔχωσιν· εἶτα ἐν ταῖς
15διαθήκαις ἀπεκλείσθησαν μὲν οἱ πάλαι δορυφο‐ ρήσαντες, ὁ δὲ παῖς καὶ ἡ φύσις, ὥσπερ ἐστὶ δίκαιον, κρατοῦσι πάντων, οἱ δὲ ὑποπρίουσι τοὺς
ὀδόντας ἀπομυγέντες.84
18ΤΕΡΨΙΩΝ
D Mort
.

16

.

4

Ἀληθῆ ταῦτα φῄς· ἐμοῦ γοῦν Θούκριτος πόσα κατέφαγεν ἀεὶ τεθνήξεσθαι δοκῶν καὶ ὁπότε εἰσίοιμι ὑποστένων καὶ μύχιόν τι καθάπερ ἐξ ᾠοῦ νεοτ‐ τὸς ἀτελὴς ὑποκρώζων ὥστ’ ἐμὲ ὅσον αὐτίκα οἰόμε‐
5νον ἐπιβήσειν αὐτὸν τῆς σοροῦ ἐσπέμπειν τὰ πολλά, ὡς μὴ ὑπερβάλλοιντό με οἱ ἀντερασταὶ τῇ μεγαλο‐ δωρεᾷ, καὶ τὰ πολλὰ ὑπὸ φροντίδων ἄγρυπνος ἐκείμην ἀριθμῶν ἕκαστα καὶ διατάττων. ταῦτα γοῦν μοι καὶ τοῦ ἀποθανεῖν αἴτια γεγένηται,
10ἀγρυπνία καὶ φροντίδες· ὁ δὲ τοσοῦτόν μοι δέλεαρ καταπιὼν ἐφειστήκει θαπτομένῳ πρῴην ἐπιγελῶν.
12ΠΛΟΥΤΩΝ
D Mort
.

16

.

5

Εὖ γε, ὦ Θούκριτε, ζῴης ἐπὶ μήκιστον πλουτῶν ἅμα καὶ τῶν τοιούτων καταγελῶν, μηδὲ πρότερόν γε σὺ ἀποθάνοις ἢ προπέμψας πάντας τοὺς κόλακας.
4ΤΕΡΨΙΩΝ
5 Τοῦτο μέν, ὦ Πλούτων, καὶ ἐμοὶ ἥδιστον ἤδη, εἰ καὶ Χαροιάδης προτεθνήξεται Θουκρίτου.
6ΠΛΟΥΤΩΝ Θάρρει, ὦ Τερψίων· καὶ Φείδων γὰρ καὶ Μέλανθος καὶ ὅλως ἅπαντες προελεύσονται αὐτοῦ ὑπὸ ταῖς αὐταῖς φροντίσιν.
9ΤΕΡΨΙΩΝ
10Ἐπαινῶ ταῦτα. ζῴης ἐπὶ μήκιστον, ὦ Θούκριτε.86
D Mort
.

17

t

ΖΗΝΟΦΑΝΤΟΥ ΚΑΙ ΚΑΛΛΙΔΗΜΙΔΟΥ
D Mort
.

17

.

1

ΖΗΝΟΦΑΝΤΟΣ
1 Σὺ δὲ, ὦ Καλλιδημίδη, πῶς ἀπέθανες; ἐγὼ μὲν γὰρ ὅτι παράσιτος ὢν Δεινίου πλέον τοῦ ἱκανοῦ ἐμφαγὼν ἀπεπνίγην, οἶσθα· παρῆς γὰρ ἀποθνή‐ σκοντί μοι.
4ΚΑΛΛΙΔΗΜΙΔΗΣ
5 Παρῆν, ὦ Ζηνόφαντε· τὸ δὲ ἐμὸν παράδοξόν τι ἐγένετο. οἶσθα γὰρ καὶ σύ που Πτοιόδωρον τὸν γέροντα;
7ΖΗΝΟΦΑΝΤΟΣ Τὸν ἄτεκνον, τὸν πλούσιον, ᾧ σε τὰ πολλὰ ᾔδειν συνόντα.
9ΚΑΛΛΙΔΗΜΙΔΗΣ
10 Ἐκεῖνον αὐτὸν ἀεὶ ἐθεράπευον ὑπισχνούμενον ἐπ’ ἐμοὶ τεθνήξεσθαι. ἐπεὶ δὲ τὸ πρᾶγμα εἰς μήκι‐ στον ἐπεγίνετο καὶ ὑπὲρ τὸν Τιθωνὸν ὁ γέρων ἔζη, ἐπίτομόν τινα ὁδὸν ἐπὶ τὸν κλῆρον ἐξηῦρον· πριάμενος γὰρ φάρμακον ἀνέπεισα τὸν οἰνοχόον,
15ἐπειδὰν τάχιστα ὁ Πτοιόδωρος αἰτήσῃ πιεῖν, —πίνει δὲ ἐπιεικῶς ζωρότερον—ἐμβαλόντα εἰς κύλικα ἕτοιμον ἔχειν αὐτὸ καὶ ἐπιδοῦναι αὐτῷ· εἰ δὲ τοῦτο ποιήσει, ἐλεύθερον ἐπωμοσάμην ἀφήσειν αὐτόν.
19ΖΗΝΟΦΑΝΤΟΣ
20Τί οὖν ἐγένετο; πάνυ γάρ τι παράδοξον ἐρεῖν
ἔοικας.88
21ΚΑΛΛΙΔΗΜΙΔΗΣ
D Mort
.

17

.

2

Ἐπεὶ τοίνυν λουσάμενοι ἥκομεν, δύο δὴ ὁ μειρακίσκος κύλικας ἑτοίμους ἔχων τὴν μὲν τῷ Πτοιοδώρῳ τὴν ἔχουσαν τὸ φάρμακον, τὴν δὲ ἑτέραν ἐμοί, σφαλεὶς οὐκ οἶδ’ ὅπως ἐμοὶ μὲν τὸ
5φάρμακον, Πτοιοδώρῳ δὲ τὸ ἀφάρμακτον ἔδωκεν· εἶτα ὁ μὲν ἔπινεν, ἐγὼ δὲ αὐτίκα μάλα ἐκτάδην ἐκείμην ὑποβολιμαῖος ἀντ’ ἐκείνου νεκρός. τί τοῦτο γελᾷς, ὦ Ζηνόφαντε; καὶ μὴν οὐκ ἔδει γε ἑταίρῳ ἀνδρὶ ἐπιγελᾶν.
9ΖΗΝΟΦΑΝΤΟΣ
10 Ἀστεῖα γάρ, ὦ Καλλιδημίδη, πέπονθας. ὁ γέρων δὲ τί πρὸς ταῦτα;
11ΚΑΛΛΙΔΗΜΙΔΗΣ Πρῶτον μὲν ὑπεταράχθη πρὸς τὸ αἰφνίδιον, εἶτα συνείς, οἶμαι, τὸ γεγενημένον ἐγέλα καὶ αὐτός, οἷά γε ὁ οἰνοχόος εἴργασται.
14ΖΗΝΟΦΑΝΤΟΣ
15 Πλὴν ἀλλ’ οὐδὲ σὲ τὴν ἐπίτομον ἐχρῆν τραπέσθαι· ἧκε γὰρ ἄν σοι διὰ τῆς λεωφόρου ἀσφαλέστερον, εἰ καὶ ὀλίγῳ βραδύτερος ἦν.
D Mort
.

18

t

ΚΝΗΜΩΝΟΣ ΚΑΙ ΔΑΜΝΙΠΠΟΥ
D Mort
.

18

.

1

ΚΝΗΜΩΝ
1Τοῦτο ἐκεῖνο τὸ τῆς παροιμίας· ὁ νεβρὸς τὸν
λέοντα. ΔΑΜΝΙΠΠΟΣ Τί ἀγανακτεῖς, ὦ Κνήμων;90
4ΚΝΗΜΩΝ
5 Πυνθάνῃ ὅ τι ἀγανακτῶ; κληρονόμον ἀκούσιον καταλέλοιπα κατασοφισθεὶς ἄθλιος, οὓς ἐβου‐ λόμην ἂν μάλιστα σχεῖν τἀμὰ παραλιπών.
7ΔΑΜΝΙΠΠΟΣ Πῶς τοῦτο ἐγένετο;
8ΚΝΗΜΩΝ Ἑρμόλαον τὸν πάνυ πλούσιον ἄτεκνον ὄντα
10ἐθεράπευον ἐπὶ θανάτῳ, κἀκεῖνος οὐκ ἀηδῶς τὴν θεραπείαν προσίετο. ἔδοξε δή μοι καὶ σοφὸν τοῦτο εἶναι, θέσθαι διαθήκας εἰς τὸ φανερόν, ἐν αἷς ἐκείνῳ καταλέλοιπα τἀμὰ πάντα, ὡς κἀκεῖνος ζηλώσειεν καὶ τὰ αὐτὰ πράξειεν.
14ΔΑΜΝΙΠΠΟΣ
15Τί οὖν δὴ ἐκεῖνος;
15ΚΝΗΜΩΝ Ὅ τι μὲν αὐτὸς ἐνέγραψεν ταῖς ἑαυτοῦ διαθή‐ καις οὐκ οἶδα· ἐγὼ γοῦν ἄφνω ἀπέθανον τοῦ τέ‐ γους μοι ἐπιπεσόντος, καὶ νῦν Ἑρμόλαος ἔχει τἀμὰ ὥσπερ τις λάβραξ καὶ τὸ ἄγκιστρον τῷ
20δελέατι συγκατασπάσας.
20ΔΑΜΝΙΠΠΟΣ Οὐ μόνον, ἀλλὰ καὶ αὐτόν σε τὸν ἁλιέα· ὥστε
τὸ σόφισμα κατὰ σαυτοῦ συντέθεικας.92
22ΚΝΗΜΩΝ Ἔοικα· οἰμώζω τοιγαροῦν.
D Mort
.

19

t

ΣΙΜΥΛΟΥ ΚΑΙ ΠΟΛΥΣΤΡΑΤΟΥ
D Mort
.

19

.

1

ΣΙΜΥΛΟΣ
1 Ἥκεις ποτέ, ὦ Πολύστρατε, καὶ σὺ παρ’ ἡμᾶς ἔτη οἶμαι οὐ πολὺ ἀποδέοντα τῶν ἑκατὸν βεβιωκώς;
3ΠΟΛΥΣΤΡΑΤΟΣ Ὀκτὼ ἐπὶ τοῖς ἐνενήκοντα, ὦ Σιμύλε.
4ΣΙΜΥΛΟΣ
5 Πῶς δαὶ τὰ μετ’ ἐμὲ ταῦτα ἐβίως τριάκοντα; ἐγὼ γὰρ ἀμφὶ τὰ ἑβδομήκοντά σου ὄντος ἀπέθανον.
6ΠΟΛΥΣΤΡΑΤΟΣ Ὑπερήδιστα, εἰ καί σοι παράδοξον τοῦτο δόξει.
7ΣΙΜΥΛΟΣ Παράδοξον, εἰ γέρων τε καὶ ἀσθενὴς ἄτεκνός τε προσέτι ἥδεσθαι τοῖς ἐν τῷ βίῳ ἐδύνασο.
9ΠΟΛΥΣΤΡΑΤΟΣ
D Mort
.

19

.

2

Τὸ μὲν πρῶτον ἅπαντα ἐδυνάμην· ἔτι καὶ παῖδες ὡραῖοι ἦσαν πολλοὶ καὶ γυναῖκες ἁβρόταται καὶ μύρα καὶ οἶνος ἀνθοσμίας καὶ τράπεζα ὑπὲρ τὰς ἐν Σικελίᾳ.
4ΣΙΜΥΛΟΣ
5Καινὰ ταῦτα· ἐγὼ γάρ σε πάνυ φειδόμενον
ἠπιστάμην.94
6ΠΟΛΥΣΤΡΑΤΟΣ Ἀλλ’ ἐπέρρει μοι, ὦ γενναῖε, παρὰ ἄλλων τὰ ἀγαθά· καὶ ἕωθεν μὲν εὐθὺς ἐπὶ θύρας ἐφοίτων μάλα πολλοί, μετὰ δὲ παντοῖά μοι δῶρα προσήγετο
10ἁπανταχόθεν τῆς γῆς τὰ κάλλιστα.
10ΣΙΜΥΛΟΣ Ἐτυράννησας, ὦ Πολύστρατε, μετ’ ἐμέ;
11ΠΟΛΥΣΤΡΑΤΟΣ Οὔκ, ἀλλ’ ἐραστὰς εἶχον μυρίους.
12ΣΙΜΥΛΟΣ Ἐγέλασα· ἐραστὰς σὺ τηλικοῦτος ὤν, ὀδόντας τέτταρας ἔχων;
14ΠΟΛΥΣΤΡΑΤΟΣ
15 Νὴ Δία, τοὺς ἀρίστους γε τῶν ἐν τῇ πόλει· καὶ γέροντά με καὶ φαλακρόν, ὡς ὁρᾷς, ὄντα καὶ λη‐ μῶντα προσέτι καὶ κορυζῶντα ὑπερήδοντο θερα‐ πεύοντες, καὶ μακάριος ἦν αὐτῶν ὅντινα ἂν καὶ μόνον προσέβλεψα.
19ΣΙΜΥΛΟΣ
20 Μῶν καὶ σύ τινα ὥσπερ ὁ Φάων τὴν Ἀφροδίτην ἐκ Χίου διεπόρθμευσας, εἶτά σοι εὐξαμένῳ ἔδωκεν νέον εἶναι καὶ καλὸν ἐξ ὑπαρχῆς καὶ ἀξιέραστον;
22ΠΟΛΥΣΤΡΑΤΟΣ
Οὔκ, ἀλλὰ τοιοῦτος ὢν περιπόθητος ἦν.96
23ΣΙΜΥΛΟΣ Αἰνίγματα λέγεις.
24ΠΟΛΥΣΤΡΑΤΟΣ
D Mort
.

19

.

3

Καὶ μὴν πρόδηλός γε ὁ ἔρως οὑτοσὶ πολὺς ὢν ὁ περὶ τοὺς ἀτέκνους καὶ πλουσίους γέροντας.
2ΣΙΜΥΛΟΣ Νῦν μανθάνω σου τὸ κάλλος, ὦ θαυμάσιε, ὅτι παρὰ τῆς χρυσῆς Ἀφροδίτης ἦν.
4ΠΟΛΥΣΤΡΑΤΟΣ
5 Ἀτάρ, ὦ Σιμύλε, οὐκ ὀλίγα τῶν ἐραστῶν ἀπολέλαυκα μονονουχὶ προσκυνούμενος ὑπ’ αὐτῶν· καὶ ἐθρυπτόμην δὲ πολλάκις καὶ ἀπέκλειον αὐτῶν τινας ἐνίοτε, οἱ δὲ ἡμιλλῶντο καὶ ἀλλήλους ὑπερε‐ βάλλοντο ἐν τῇ περὶ ἐμὲ φιλοτιμίᾳ.
9ΣΙΜΥΛΟΣ
10Τέλος δ’ οὖν πῶς ἐβουλεύσω περὶ τῶν κτημάτων;
10ΠΟΛΥΣΤΡΑΤΟΣ Εἰς τὸ φανερὸν μὲν ἕκαστον αὐτῶν κληρονόμον ἀπολιπεῖν ἔφασκον, ὁ δ’ ἐπίστευέν τε ἂν καὶ κολα‐ κευτικώτερον παρεσκεύαζεν αὑτόν, ἄλλας δὲ τὰς ἀληθεῖς διαθήκας ἐκείνας ἔχων κατέλιπον οἰμώζειν
15ἅπασι φράσας.
15ΣΙΜΥΛΟΣ
D Mort
.

19

.

4

Τίνα δὲ αἱ τελευταῖαι τὸν κληρονόμον ἔσχον; ἦ πού τινα τῶν ἀπὸ τοῦ γένους;
2ΠΟΛΥΣΤΡΑΤΟΣ Οὐ μὰ Δία, ἀλλὰ νεώνητόν τινα τῶν μειρακίων
τῶν ὡραίων Φρύγα.98
4ΣΙΜΥΛΟΣ
5Ἀμφὶ πόσα ἔτη, ὦ Πολύστρατε;
5ΠΟΛΥΣΤΡΑΤΟΣ Σχεδὸν ἀμφὶ τὰ εἴκοσι.
6ΣΙΜΥΛΟΣ Ἤδη μανθάνω ἅτινά σοι ἐκεῖνος ἐχαρίζετο.
7ΠΟΛΥΣΤΡΑΤΟΣ Πλὴν ἀλλὰ πολὺ ἐκείνων ἀξιώτερος κληρο‐ νομεῖν, εἰ καὶ βάρβαρος ἦν καὶ ὄλεθρος, ὃν ἤδη καὶ
10αὐτῶν οἱ ἄριστοι θεραπεύουσιν. ἐκεῖνος τοίνυν ἐκληρονόμησέ μου καὶ νῦν ἐν τοῖς εὐπατρίδαις ἀριθμεῖται ὑπεξυρημένος μὲν τὸ γένειον καὶ βαρβα‐ ρίζων, Κόδρου δὲ εὐγενέστερος καὶ Νιρέως καλ‐ λίων καὶ Ὀδυσσέως συνετώτερος λεγόμενος εἶναι.
14ΣΙΜΥΛΟΣ
15 Οὔ μοι μέλει· καὶ στρατηγησάτω τῆς Ἑλλάδος, εἰ δοκεῖ, ἐκεῖνοι δὲ 〈μὴ〉 κληρονομείτωσαν μόνον.
D Mort
.

20

t

ΧΑΡΩΝΟΣ ΚΑΙ ΕΡΜΟΥ
D Mort
.

20

.

1

ΧΑΡΩΝ
1 Ἀκούσατε ὡς ἔχει ὑμῖν τὰ πράγματα. μικρὸν μὲν ὑμῖν, ὡς ὁρᾶτε, τὸ σκαφίδιον καὶ ὑπόσαθρόν ἐστιν καὶ διαρρεῖ τὰ πολλά, καὶ ἢν τραπῇ ἐπὶ θάτερα, οἰχήσεται περιτραπέν, ὑμεῖς δὲ τοσοῦτοι
5ἅμα ἥκετε πολλὰ ἐπιφερόμενοι ἕκαστος. ἢν οὖν μετὰ τούτων ἐμβῆτε, δέδια μὴ ὕστερον μετανοήσητε, καὶ μάλιστα ὁπόσοι νεῖν οὐκ ἐπίστασθε.100
7ΕΡΜΗΣ Πῶς οὖν ποιήσαντες εὐπλοήσομεν;
8ΧΑΡΩΝ Ἐγὼ ὑμῖν φράσω· γυμνοὺς ἐπιβαίνειν χρὴ τὰ
10περιττὰ ταῦτα πάντα ἐπὶ τῆς ἠϊόνος καταλιπόντας· μόλις γὰρ ἂν καὶ οὕτως δέξαιτο ὑμᾶς τὸ πορθμεῖον. σοὶ δέ, ὦ Ἑρμῆ, μελήσει τὸ ἀπὸ τούτου μηδένα παραδέχεσθαι αὐτῶν, ὃς ἂν μὴ ψιλὸς ᾖ καὶ τὰ ἔπιπλα, ὥσπερ ἔφην, ἀποβαλών. παρὰ δὲ τὴν
15ἀποβάθραν ἑστὼς διαγίνωσκε αὐτοὺς καὶ ἀναλάμ‐ βανε γυμνοὺς ἐπιβαίνειν ἀναγκάζων.
16ΕΡΜΗΣ
D Mort
.

20

.

2

Εὖ λέγεις, καὶ οὕτω ποιήσωμεν. —Οὑτοσὶ τίς ὁ πρῶτός ἐστιν;
2ΜΕΝΙΠΠΟΣ Μένιππος ἔγωγε. ἀλλ’ ἰδοὺ ἡ πήρα μοι, ὦ Ἑρμῆ, καὶ τὸ βάκτρον εἰς τὴν λίμνην ἀπερρίφθων,
5τὸν τρίβωνα δὲ οὐδὲ ἐκόμισα εὖ ποιῶν.
5ΕΡΜΗΣ Ἔμβαινε, ὦ Μένιππε ἀνδρῶν ἄριστε, καὶ τὴν προεδρίαν ἔχε παρὰ τὸν κυβερνήτην ἐφ’ ὑψηλοῦ, ὡς ἐπισκοπῇς ἅπαντας.
D Mort
.

20

.

3

ὁ καλὸς δ’ οὗτος τίς ἐστιν;
1ΧΑΡΜΟΛΕΩΣ Χαρμόλεως ὁ Μεγαρικὸς ἐπέραστος, οὗ τὸ
φίλημα διτάλαντον ἦν.102
3ΕΡΜΗΣ Ἀπόδυθι τοιγαροῦν τὸ κάλλος καὶ τὰ χείλη
5αὐτοῖς φιλήμασι καὶ τὴν κόμην τὴν βαθεῖαν καὶ τὸ ἐπὶ τῶν παρειῶν ἐρύθημα καὶ τὸ δέρμα ὅλον. ἔχει καλῶς, εὔζωνος εἶ, ἐπίβαινε ἤδη.
D Mort
.

20

.

4

ὁ δὲ τὴν πορφυρίδα οὑτοσὶ καὶ τὸ διάδημα ὁ βλοσυρὸς τίς ὢν τυγχάνεις;
3ΛΑΜΠΙΧΟΣ Λάμπιχος Γελῴων τύραννος.
4ΕΡΜΗΣ
5Τί οὖν, ὦ Λάμπιχε, τοσαῦτα ἔχων πάρει;
5ΛΑΜΠΙΧΟΣ Τί οὖν; ἐχρῆν, ὦ Ἑρμῆ, γυμνὸν ἥκειν τύραννον ἄνδρα;
7ΕΡΜΗΣ Τύραννον μὲν οὐδαμῶς, νεκρὸν δὲ μάλα· ὥστε ἀπόθου ταῦτα.
9ΛΑΜΠΙΧΟΣ
10Ἰδού σοι ὁ πλοῦτος ἀπέρριπται.
10ΕΡΜΗΣ Καὶ τὸν τῦφον ἀπόρριψον, ὦ Λάμπιχε, καὶ τὴν ὑπεροψίαν· βαρήσει γὰρ τὸ πορθμεῖον συνεμπε‐ σόντα.
13ΛΑΜΠΙΧΟΣ Οὐκοῦν ἀλλὰ τὸ διάδημα ἔασόν με ἔχειν καὶ τὴν
15ἐφεστρίδα.
15ΕΡΜΗΣ
Οὐδαμῶς, ἀλλὰ καὶ ταῦτα ἄφες.104
16ΛΑΜΠΙΧΟΣ Εἶεν. τί ἔτι; πᾶν γὰρ ἀφῆκα, ὡς ὁρᾷς.
17ΕΡΜΗΣ Καὶ τὴν ὠμότητα καὶ τὴν ἄνοιαν καὶ τὴν ὕβριν καὶ τὴν ὀργήν, καὶ ταῦτα ἄφες.
19ΛΑΜΠΙΧΟΣ
20Ἰδού σοι ψιλός εἰμι.
20ΕΡΜΗΣ
D Mort
.

20

.

5

Ἔμβαινε ἤδη. σὺ δὲ ὁ παχύς, ὁ πολύσαρκος τίς ὢν τυγχάνεις;
2ΔΑΜΑΣΙΑΣ Δαμασίας ὁ ἀθλητής.
3ΕΡΜΗΣ Ναί, ἔοικας· οἶδα γάρ σε πολλάκις ἐν ταῖς
5παλαίστραις ἰδών.
5ΔΑΜΑΣΙΑΣ Ναί, ὦ Ἑρμῆ· ἀλλὰ παράδεξαί με γυμνὸν ὄντα.
6ΕΡΜΗΣ Οὐ γυμνόν, ὦ βέλτιστε, τοσαύτας σάρκας περιβεβλημένον· ὥστε ἀπόδυθι αὐτάς, ἐπεὶ κατα‐ δύσεις τὸ σκάφος τὸν ἕτερον πόδα ὑπερθεὶς μόνον·
10ἀλλὰ καὶ τοὺς στεφάνους τούτους ἀπόρριψον καὶ τὰ κηρύγματα.
11ΔΑΜΑΣΙΑΣ Ἰδού σοι γυμνός, ὡς ὁρᾷς, ἀληθῶς εἰμι καὶ
ἰσοστάσιος τοῖς ἄλλοις νεκροῖς.106
13ΕΡΜΗΣ
D Mort
.

20

.

6

Οὕτως ἄμεινον ἀβαρῆ εἶναι· ὥστε ἔμβαινε. καὶ σὺ τὸν πλοῦτον ἀποθέμενος, ὦ Κράτων, καὶ τὴν μαλακίαν δὲ προσέτι καὶ τὴν τρυφὴν μηδὲ τὰ ἐντάφια κόμιζε μηδὲ τὰ τῶν προγόνων ἀξιώματα,
5κατάλιπε δὲ καὶ γένος καὶ δόξαν καὶ εἴ ποτέ σε ἡ πόλις ἀνεκήρυξεν καὶ τὰς τῶν ἀνδριάντων ἐπιγραφάς, μηδὲ ὅτι μέγαν τάφον ἐπί σοι ἔχωσαν λέγε· βαρύνει γὰρ καὶ ταῦτα μνημονευόμενα.
8ΚΡΑΤΩΝ Οὐχ ἑκὼν μέν, ἀπορρίψω δέ· τί γὰρ ἂν καὶ
10πάθοιμι;
10ΕΡΜΗΣ
D Mort
.

20

.

7

βαβαί. σὺ δὲ ὁ ἔνοπλος τί βούλει; ἢ τί τὸ τρόπαιον τοῦτο φέρεις;
2ΣΤΡΑΤΗΓΟΣ Ὅτι ἐνίκησα, ὦ Ἑρμῆ, καὶ ἠρίστευσα καὶ ἡ πόλις ἐτίμησέν με.
4ΕΡΜΗΣ
5 Ἄφες ὑπὲρ γῆς τὸ τρόπαιον· ἐν ᾅδου γὰρ εἰρήνη καὶ οὐδὲν ὅπλων δεήσει.
D Mort
.

20

.

8

ὁ σεμνὸς δὲ οὗτος ἀπό γε τοῦ σχήματος καὶ βρενθυόμενος, ὁ τὰς ὀφρῦς ἐπηρκώς, ὁ ἐπὶ τῶν φροντίδων τίς ἐστιν, ὁ τὸν βαθὺν πώγωνα καθειμένος;
4ΜΕΝΙΠΠΟΣ
5 Φιλόσοφός τις, ὦ Ἑρμῆ, μᾶλλον δὲ γόης καὶ τερατείας μεστός· ὥστε ἀπόδυσον καὶ τοῦτον· ὄψει γὰρ πολλὰ καὶ γελοῖα ὑπὸ τῷ ἱματίῳ σκεπό‐
μενα.108
8ΕΡΜΗΣ Κατάθου σὺ τὸ σχῆμα πρῶτον, εἶτα καὶ ταυτὶ
10πάντα. ὦ Ζεῦ, ὅσην μὲν τὴν ἀλαζονείαν κομίζει, ὅσην δὲ ἀμαθίαν καὶ ἔριν καὶ κενοδοξίαν καὶ ἐρωτήσεις ἀπόρους καὶ λόγους ἀκανθώδεις καὶ ἐννοίας πολυπλόκους, ἀλλὰ καὶ ματαιοπονίαν μάλα πολλὴν καὶ λῆρον οὐκ ὀλίγον καὶ ὕθλους καὶ
15μικρολογίαν, νὴ Δία καὶ χρυσίον γε τουτὶ καὶ ἡδυπάθειαν δὲ καὶ ἀναισχυντίαν καὶ ὀργὴν καὶ τρυφὴν καὶ μαλακίαν· οὐ λέληθεν γάρ με, εἰ καὶ μάλα περικρύπτεις αὐτά. καὶ τὸ ψεῦδος δὲ ἀπόθου καὶ τὸν τῦφον καὶ τὸ οἴεσθαι ἀμείνων εἶναι τῶν ἄλλων·
20ὡς εἴ γε ταῦτα πάντα ἔχων ἐμβαίης, ποία πεντη‐ κόντορος δέξαιτο ἄν σε;
21ΦΙΛΟΣΟΦΟΣ Ἀποτίθεμαι τοίνυν αὐτά, ἐπείπερ οὕτω κελεύεις.
22ΜΕΝΙΠΠΟΣ
D Mort
.

20

.

9

Ἀλλὰ καὶ τὸν πώγωνα τοῦτον ἀποθέσθω, ὦ Ἑρμῆ, βαρύν τε ὄντα καὶ λάσιον, ὡς ὁρᾷς· πέντε μναῖ τριχῶν εἰσι τοὐλάχιστον.
3ΕΡΜΗΣ Εὖ λέγεις· ἀπόθου καὶ τοῦτον.
4ΦΙΛΟΣΟΦΟΣ
5Καὶ τίς ὁ ἀποκείρων ἔσται;
5ΕΡΜΗΣ Μένιππος οὑτοσὶ λαβὼν πέλεκυν τῶν ναυπηγικῶν
ἀποκόψει αὐτὸν ἐπικόπῳ τῇ ἀποβάθρᾳ χρησάμενος.110
7ΜΕΝΙΠΠΟΣ Οὔκ, ὦ Ἑρμῆ, ἀλλὰ πρίονά μοι ἀνάδος· γε‐ λοιότερον γὰρ τοῦτο.
9ΕΡΜΗΣ
10 Ὁ πέλεκυς ἱκανός. εὖ γε. ἀνθρωπινώτερος νῦν ἀναπέφηνας ἀποθέμενος σαυτοῦ τὴν κινάβραν.
11ΜΕΝΙΠΠΟΣ Βούλει μικρὸν ἀφέλωμαι καὶ τῶν ὀφρύων;
12ΕΡΜΗΣ Μάλιστα· ὑπὲρ τὸ μέτωπον γὰρ καὶ ταύτας ἐπῆρκεν, οὐκ οἶδα ἐφ’ ὅτῳ ἀνατείνων ἑαυτόν. τί
15τοῦτο; καὶ δακρύεις, ὦ κάθαρμα, καὶ πρὸς θάνατον ἀποδειλιᾷς; ἔμβηθι δ’ οὖν.
16ΜΕΝΙΠΠΟΣ Ἓν ἔτι τὸ βαρύτατον ὑπὸ μάλης ἔχει.
17ΕΡΜΗΣ Τί, ὦ Μένιππε;
18ΜΕΝΙΠΠΟΣ Κολακείαν, ὦ Ἑρμῆ, πολλὰ ἐν τῷ βίῳ χρησιμεύ‐
20σασαν αὐτῷ.
20ΦΙΛΟΣΟΦΟΣ Οὐκοῦν καὶ σύ, ὦ Μένιππε, ἀπόθου τὴν ἐλευ‐ θερίαν καὶ παρρησίαν καὶ τὸ ἄλυπον καὶ τὸ γενναῖον καὶ τὸν γέλωτα· μόνος γοῦν τῶν ἄλλων γελᾷς.
23ΕΡΜΗΣ Μηδαμῶς, ἀλλὰ καὶ ἔχε ταῦτα, κοῦφα γὰρ καὶ
25πάνυ εὔφορα ὄντα καὶ πρὸς τὸν κατάπλουν χρήσιμα.112
D Mort
.

20

.

10

καὶ ὁ ῥήτωρ δὲ σὺ ἀπόθου τῶν ῥημάτων τὴν τοσαύτην ἀπεραντολογίαν καὶ ἀντιθέσεις καὶ παρ‐ ισώσεις καὶ περιόδους καὶ βαρβαρισμοὺς καὶ τὰ ἄλλα βάρη τῶν λόγων.
4ΡΗΤΩΡ
5Ἢν ἰδού, ἀποτίθεμαι.
5ΕΡΜΗΣ Εὖ ἔχει· ὥστε λύε τὰ ἀπόγεια, τὴν ἀποβάθραν ἀνελώμεθα, τὸ ἀγκύριον ἀνεσπάσθω, πέτασον τὸ ἱστίον, εὔθυνε, ὦ πορθμεῦ, τὸ πηδάλιον· εὖ πάθωμεν.
D Mort
.

20

.

11

τί οἰμώζετε, ὦ μάταιοι, καὶ μάλιστα ὁ φιλόσοφος σὺ ὁ ἀρτίως τὸν πώγωνα δεδῃωμένος;
2ΦΙΛΟΣΟΦΟΣ Ὅτι, ὦ Ἑρμῆ, ἀθάνατον ᾤμην τὴν ψυχὴν ὑπάρχειν.
4ΜΕΝΙΠΠΟΣ
5Ψεύδεται· ἄλλα γὰρ ἔοικε λυπεῖν αὐτόν.
5ΕΡΜΗΣ Τὰ ποῖα;
6ΜΕΝΙΠΠΟΣ Ὅτι μηκέτι δειπνήσει πολυτελῆ δεῖπνα μηδὲ νύκτωρ ἐξιὼν ἅπαντας λανθάνων τῷ ἱματίῳ τὴν κεφαλὴν κατειλήσας περίεισιν ἐν κύκλῳ τὰ χαμαι‐
10τυπεῖα, καὶ ἕωθεν ἐξαπατῶν τοὺς νέους ἐπὶ τῇ σοφίᾳ
ἀργύριον λήψεται· ταῦτα λυπεῖ αὐτόν.114
11ΦΙΛΟΣΟΦΟΣ Σὺ γάρ, ὦ Μένιππε, οὐκ ἄχθῃ ἀποθανών;
12ΜΕΝΙΠΠΟΣ Πῶς, ὃς ἔσπευσα ἐπὶ τὸν θάνατον καλέσαντος μηδενός;
D Mort
.

20

.

12

ἀλλὰ μεταξὺ λόγων οὐ κραυγή τις ἀκούεται ὥσπερ τινῶν ἀπὸ γῆς βοώντων;
2ΕΡΜΗΣ Ναί, ὦ Μένιππε, οὐκ ἀφ’ ἑνός γε χώρου, ἀλλ’ οἱ μὲν εἰς τὴν ἐκκλησίαν συνελθόντες ἄσμενοι γελῶσι
5πάντες ἐπὶ τῷ Λαμπίχου θανάτῳ καὶ ἡ γυνὴ αὐτοῦ συνέχεται πρὸς τῶν γυναικῶν καὶ τὰ παιδία νεογνὰ ὄντα ὁμοίως κἀκεῖνα ὑπὸ τῶν παίδων βάλλεται ἀφθόνοις τοῖς λίθοις· ἄλλοι δὲ Διόφαντον τὸν ῥήτορα ἐπαινοῦσιν ἐν Σικυῶνι ἐπιταφίους λόγους
10διεξιόντα ἐπὶ Κράτωνι τούτῳ. καὶ νὴ Δία γε ἡ Δαμασίου μήτηρ κωκύουσα ἐξάρχει τοῦ θρήνου σὺν γυναιξὶν ἐπὶ τῷ Δαμασίᾳ· σὲ δὲ οὐδείς, ὦ Μένιππε, δακρύει, καθ’ ἡσυχίαν δὲ κεῖσαι μόνος.
13ΜΕΝΙΠΠΟΣ
D Mort
.

20

.

13

Οὐδαμῶς, ἀλλ’ ἀκούσῃ τῶν κυνῶν μετ’ ὀλίγον ὠρυομένων οἴκτιστον ἐπ’ ἐμοὶ καὶ τῶν κοράκων τυπτομένων τοῖς πτεροῖς, ὁπόταν συνελ‐ θόντες θάπτωσί με.
4ΕΡΜΗΣ
5 Γεννάδας εἶ, ὦ Μένιππε. ἀλλ’ ἐπεὶ καταπε‐ πλεύκαμεν ἡμεῖς, ὑμεῖς μὲν ἄπιτε πρὸς τὸ δικα‐ στήριον εὐθεῖαν ἐκείνην προϊόντες, ἐγὼ δὲ καὶ ὁ
πορθμεὺς ἄλλους μετελευσόμεθα.116
8ΜΕΝΙΠΠΟΣ Εὐπλοεῖτε, ὦ Ἑρμῆ· προΐωμεν δὲ καὶ ἡμεῖς.
10τί οὖν ἔτι καὶ μέλλετε; δικασθῆναι δεήσει, καὶ τὰς καταδίκας φασὶν εἶναι βαρείας, τροχοὺς καὶ λίθους καὶ γῦπας· δειχθήσεται δὲ ὁ ἑκάστου βίος.
D Mort
.

21

t

ΚΡΑΤΗΤΟΣ ΚΑΙ ΔΙΟΓΕΝΟΥΣ
D Mort
.

21

.

1

ΚΡΑΤΗΣ
1 Μοίριχον τὸν πλούσιον ἐγίνωσκες, ὦ Διόγενες, τὸν πάνυ πλούσιον, τὸν ἐκ Κορίνθου, τὸν τὰς πολλὰς ὁλκάδας ἔχοντα, οὗ ἀνεψιὸς Ἀριστέας, πλούσιος καὶ αὐτὸς ὤν, τὸ Ὁμηρικὸν ἐκεῖνο εἰώθει ἐπιλέγειν,
5‘ἤ μ’ ἀνάειρ’ ἢ ἐγὼ σέ‘.
5ΔΙΟΓΕΝΗΣ Τίνος ἕνεκα, ὦ Κράτης;
6ΚΡΑΤΗΣ Ἐθεράπευον ἀλλήλους τοῦ κλήρου ἕνεκα ἑκάτερος ἡλικιῶται ὄντες, καὶ τὰς διαθήκας εἰς τὸ φανερὸν ἐτίθεντο, Ἀριστέαν μὲν ὁ Μοίριχος, εἰ προαποθάνοι,
10δεσπότην ἀφιεὶς τῶν ἑαυτοῦ πάντων, Μοίριχον δὲ ὁ Ἀριστέας, εἰ προαπέλθοι αὐτοῦ. ταῦτα μὲν ἐγέγραπτο, οἱ δὲ ἐθεράπευον ὑπερβαλλόμενοι ἀλλήλους τῇ κολακείᾳ. καὶ οἱ μάντεις, εἴτε ἀπὸ
τῶν ἄστρων τεκμαιρόμενοι τὸ μέλλον εἴτε ἀπὸ τῶν118
15ὀνειράτων, ὥς γε Χαλδαίων παῖδες, ἀλλὰ καὶ ὁ Πύθιος αὐτὸς ἄρτι μὲν Ἀριστέᾳ παρεῖχε τὸ κράτος, ἄρτι δὲ Μοιρίχῳ, καὶ τὰ τάλαντα ποτὲ μὲν ἐπὶ τοῦτον, νῦν δ’ ἐπ’ ἐκεῖνον ἔρρεπε.
18ΔΙΟΓΕΝΗΣ
D Mort
.

21

.

2

Τί οὖν πέρας ἐγένετο, ὦ Κράτης; ἀκοῦσαι γὰρ ἄξιον.
2ΚΡΑΤΗΣ Ἄμφω τεθνᾶσιν ἐπὶ μιᾶς ἡμέρας, οἱ δὲ κλῆροι εἰς Εὐνόμιον καὶ Θρασυκλέα περιῆλθον ἄμφω συγγε‐
5νεῖς ὄντας οὐδὲ πώποτε προμαντευομένους οὕτω γενέσθαι ταῦτα· διαπλέοντες γὰρ ἀπὸ Σικυῶνος εἰς Κίρραν κατὰ μέσον τὸν πόρον πλαγίῳ περιπε‐ σόντες τῷ Ἰάπυγι ἀνετράπησαν.
8ΔΙΟΓΕΝΗΣ
D Mort
.

21

.

3

Εὖ ἐποίησαν. ἡμεῖς δὲ ὁπότε ἐν τῷ βίῳ ἦμεν, οὐδὲν τοιοῦτον ἐνενοοῦμεν περὶ ἀλλήλων· οὔτε πώποτε ηὐξάμην Ἀντισθένην ἀποθανεῖν, ὡς κληρονομήσαιμι τῆς βακτηρίας αὐτοῦ—εἶχεν δὲ
5πάνυ καρτερὰν ἐκ κοτίνου ποιησάμενος—οὔτε οἶμαι σὺ ὁ Κράτης ἐπεθύμεις κληρονομεῖν ἀποθα‐ νόντος ἐμοῦ τὰ κτήματα καὶ τὸν πίθον καὶ τὴν πήραν χοίνικας δύο θέρμων ἔχουσαν.
8ΚΡΑΤΗΣ Οὐδὲν γάρ μοι τούτων ἔδει, ἀλλ’ οὐδὲ σοί, ὦ
10Διόγενες· ἃ γὰρ ἐχρῆν, σύ τε Ἀντισθένους ἐκλη‐ ρονόμησας καὶ ἐγὼ σοῦ, πολλῷ μείζω καὶ σεμνό‐
τερα τῆς Περσῶν ἀρχῆς.120
12ΔΙΟΓΕΝΗΣ Τίνα ταῦτα φῄς;
13ΚΡΑΤΗΣ Σοφίαν, αὐτάρκειαν, ἀλήθειαν, παρρησίαν, ἐλευθε‐
15ρίαν.
15ΔΙΟΓΕΝΗΣ Νὴ Δία, μέμνημαι τοῦτον διαδεξάμενος τὸν πλοῦτον παρὰ Ἀντισθένους καὶ σοὶ ἔτι πλείω κα‐ ταλιπών.
18ΚΡΑΤΗΣ
D Mort
.

21

.

4

Ἀλλ’ οἱ ἄλλοι ἠμέλουν τῶν τοιούτων κτη‐ μάτων καὶ οὐδεὶς ἐθεράπευεν ἡμᾶς κληρονομήσειν προσδοκῶν, εἰς δὲ τὸ χρυσίον πάντες ἔβλεπον.
3ΔΙΟΓΕΝΗΣ Εἰκότως· οὐ γὰρ εἶχον ἔνθα δέξαιντο τὰ
5τοιαῦτα παρ’ ἡμῶν διερρυηκότες ὑπὸ τρυφῆς, καθάπερ τὰ σαπρὰ τῶν βαλλαντίων· ὥστε εἴ ποτε καὶ ἐμβάλοι τις ἐς αὐτοὺς ἢ σοφίαν ἢ παρρησίαν ἢ ἀλήθειαν, ἐξέπιπτεν εὐθὺς καὶ διέρρει, τοῦ πυθμένος στέγειν οὐ δυναμένου, οἷόν τι
10πάσχουσιν αἱ τοῦ Δαναοῦ αὗται παρθένοι εἰς τὸν τετρυπημένον πίθον ἐπαντλοῦσαι· τὸ δὲ χρυσίον ὀδοῦσι καὶ ὄνυξι καὶ πάσῃ μηχανῇ ἐφύλαττον.
12ΚΡΑΤΗΣ Οὐκοῦν ἡμεῖς μὲν ἕξομεν κἀνταῦθα τὸν πλοῦτον, οἱ δὲ ὀβολὸν ἥξουσι κομίζοντες καὶ τοῦτον ἄχρι τοῦ
15πορθμέως.122
D Mort
.

22

t

ΔΙΟΓΕΝΟΥΣ ΚΑΙ ΑΝΤΙΣΘΕΝΟΥΣ ΚΑΙ ΚΡΑΤΗΤΟΣ
D Mort
.

22

.

1

ΔΙΟΓΕΝΗΣ
1 Ἀντίσθενες καὶ Κράτης, σχολὴν ἄγομεν· ὥστε τί οὐκ ἄπιμεν εὐθὺ τῆς καθόδου περιπατήσον‐ τες, ὀψόμενοι τοὺς κατιόντας οἷοί τινές εἰσι καὶ τί ἕκαστος αὐτῶν ποιεῖ;
4ΑΝΤΙΣΘΕΝΗΣ
5 Ἀπίωμεν, ὦ Διόγενες· καὶ γὰρ ἂν ἡδὺ τὸ θέαμα γένοιτο, τοὺς μὲν δακρύοντας αὐτῶν ὁρᾶν, τοὺς δὲ ἱκετεύοντας ἀφεθῆναι. ἐνίους δὲ μόλις κατιόν‐ τας καὶ ἐπὶ τράχηλον ὠθοῦντος τοῦ Ἑρμοῦ ὅμως ἀντιβαίνοντας καὶ ὑπτίους ἀντερείδοντας οὐδὲν δέον.
9ΚΡΑΤΗΣ
10 Ἔγωγ’ οὖν καὶ διηγήσομαι ὑμῖν ἃ εἶδον ὁπότε κατῄειν κατὰ τὴν ὁδόν.
11ΔΙΟΓΕΝΗΣ Διήγησαι, ὦ Κράτης· ἔοικας γάρ τινα ἑω‐ ρακέναι παγγέλοια.
13ΚΡΑΤΗΣ
D Mort
.

22

.

2

Καὶ ἄλλοι μὲν πολλοὶ συγκατέβαινον ἡμῖν, ἐν αὐτοῖς δὲ ἐπίσημοι Ἰσμηνόδωρός τε ὁ πλούσιος ὁ ἡμέτερος καὶ Ἀρσάκης ὁ Μηδίας ὕπαρχος καὶ
Ὀροίτης ὁ Ἀρμένιος. ὁ μὲν οὖν Ἰσμηνόδωρος—124
5ἐπεφόνευτο γὰρ ὑπὸ τῶν λῃστῶν ὑπὸ τὸν Κιθαι‐ ρῶνα Ἐλευσῖνάδε οἶμαι βαδίζων—ἔστενε καὶ τὸ τραῦμα ἐν ταῖν χεροῖν εἶχε καὶ τὰ παιδία, ἃ νεογνὰ καταλελοίπει, ἀνεκαλεῖτο καὶ ἑαυτῷ ἐπεμέμφετο τῆς τόλμης, ὃς Κιθαιρῶνα ὑπερβάλλων καὶ τὰ περὶ
10τὰς Ἐλευθερὰς χωρία πανέρημα ὄντα ὑπὸ τῶν πολέμων διοδεύων δύο μόνους οἰκέτας ἐπηγάγετο, καὶ ταῦτα φιάλας πέντε χρυσᾶς καὶ κυμβία τέτταρα μεθ’ ἑαυτοῦ κομίζων.
D Mort
.

22

.

3

ὁ δὲ Ἀρσάκης—γηραιὸς ἤδη καὶ νὴ Δί’ οὐκ ἄσεμνος τὴν ὄψιν—εἰς τὸ βαρβαρικὸν ἤχθετο καὶ ἠγανάκτει πεζὸς βαδίζων καὶ ἠξίου τὸν ἵππον αὐτῷ προσαχθῆναι· καὶ γὰρ
5καὶ ὁ ἵππος αὐτῷ συνετεθνήκει, μιᾷ πληγῇ ἀμφότεροι διαπαρέντες ὑπὸ Θρᾳκός τινος πελταστοῦ ἐν τῇ ἐπὶ τῷ Ἀράξῃ πρὸς τὸν Καππαδόκην συμπλοκῇ. ὁ μὲν γὰρ Ἀρσάκης ἐπήλαυνεν, ὡς διηγεῖτο, πολὺ τῶν ἄλλων προεξορμήσας, ὑποστὰς δὲ ὁ Θρᾷξ τῇ
10πέλτῃ μὲν ὑποδὺς ἀποσείεται τοῦ Ἀρσάκου τὸν κοντόν, ὑποθεὶς δὲ τὴν σάρισαν αὐτόν τε διαπείρει καὶ τὸν ἵππον.
12ΑΝΤΙΣΘΕΝΗΣ
D Mort
.

22

.

4

Πῶς οἷόν τε, ὦ Κράτης, μιᾷ πληγῇ τοῦτο γενέσθαι;
2ΚΡΑΤΗΣ Ῥᾷστ’, ὦ Ἀντισθένες· ὁ μὲν γὰρ ἐπήλαυνεν εἰκοσάπηχύν τινα κοντὸν προβεβλημένος, ὁ Θρᾷξ δ’
5ἐπειδὴ τῇ πέλτῃ παρεκρούσατο τὴν προσβολὴν καὶ παρῆλθεν αὐτὸν ἡ ἀκωκή, ἐς τὸ γόνυ ὀκλάσας
δέχεται τῇ σαρίσῃ τὴν ἐπέλασιν καὶ τιτρώσκει τὸν ἵππον ὑπὸ τὸ στέρνον ὑπὸ θυμοῦ καὶ σφοδρότητος ἑαυτὸν διαπείραντα· διελαύνεται δὲ καὶ ὁ Ἀρσάκης126
10ἐκ τοῦ βουβῶνος διαμπὰξ ἄχρι ὑπὸ τὴν πυγήν. ὁρᾷς οἷόν τι ἐγένετο, οὐ τοῦ ἀνδρός, ἀλλὰ τοῦ ἵππου μᾶλλον τὸ ἔργον. ἠγανάκτει δ’ ὅμως ὁμό‐ τιμος ὢν τοῖς ἄλλοις καὶ ἠξίου ἱππεὺς κατιέναι.
D Mort
.

22

.

5

ὁ δέ γε Ὀροίτης καὶ πάνυ ἁπαλὸς ἦν τὼ πόδε καὶ οὐδ’ ἑστάναι χαμαί, οὐχ ὅπως βαδίζειν ἐδύνατο· πάσχουσι δ’ αὐτὸ ἀτεχνῶς Μῆδοι πάντες, ἢν ἀποβῶσι τῶν ἵππων· ὥσπερ οἱ ἐπὶ τῶν
5ἀκανθῶν ἀκροποδητὶ μόλις βαδίζουσιν. ὥστε ἐπεὶ καταβαλὼν ἑαυτὸν ἔκειτο καὶ οὐδεμιᾷ μηχανῇ ἀνίστασθαι ἤθελεν, ὁ βέλτιστος Ἑρμῆς ἀράμενος αὐτὸν ἐκόμισεν ἄχρι πρὸς τὸ πορθμεῖον, ἐγὼ δὲ ἐγέλων.
9ΑΝΤΙΣΘΕΝΗΣ
D Mort
.

22

.

6

Κἀγὼ δὲ ὁπότε κατῄειν, οὐδ’ ἀνέμιξα ἐμαυ‐ τὸν τοῖς ἄλλοις, ἀλλ’ ἀφεὶς οἰμώζοντας αὐτοὺς προδραμὼν ἐπὶ τὸ πορθμεῖον προκατέλαβον χώραν, ὡς ἂν ἐπιτηδείως πλεύσαιμι· καὶ παρὰ τὸν πλοῦν
5οἱ μὲν ἐδάκρυόν τε καὶ ἐναυτίων, ἐγὼ δὲ μάλα ἐτερπόμην ἐπ’ αὐτοῖς.
6ΔΙΟΓΕΝΗΣ
D Mort
.

22

.

7

Σὺ μέν, ὦ Κράτης καὶ Ἀντίσθενες, τοιούτων ἐτύχετε τῶν ξυνοδοιπόρων, ἐμοὶ δὲ Βλεψίας τε ὁ δανειστικὸς ὁ ἐκ Πειραιῶς καὶ Λάμπις ὁ Ἀκαρνὰν
ξεναγὸς ὢν καὶ Δᾶμις ὁ πλούσιος ὁ ἐκ Κορίνθου128
5συγκατῄεσαν, ὁ μὲν Δᾶμις ὑπὸ τοῦ παιδὸς ἐκ φαρμάκων ἀποθανών, ὁ δὲ Λάμπις δι’ ἔρωτα Μυρτίου τῆς ἑταίρας ἀποσφάξας ἑαυτόν, ὁ δὲ Βλεψίας λιμῷ ἄθλιος ἐλέγετο ἀπεσκληκέναι καὶ ἐδήλου δὲ ὠχρὸς εἰς ὑπερβολὴν καὶ λεπτὸς εἰς τὸ
10ἀκριβέστατον φαινόμενος. ἐγὼ δὲ καίπερ εἰδὼς ἀνέκρινον, ὃν τρόπον ἀποθάνοιεν. εἶτα τῷ μὲν Δάμιδι αἰτιωμένῳ τὸν υἱόν, Οὐκ ἄδικα μέντοι ἔπαθες, ἔφην, ὑπ’ αὐτοῦ, εἰ τάλαντα ἔχων ὁμοῦ χίλια καὶ τρυφῶν αὐτὸς ἐνενηκοντούτης ὢν ὀκτωκαιδεκαέτει
15νεανίσκῳ τέτταρας ὀβολοὺς παρεῖχες. σὺ δέ, ὦ Ἀκαρνάν, —ἔστενε γὰρ κἀκεῖνος καὶ κατηρᾶτο τῇ Μυρτίῳ—τί αἰτιᾷ τὸν Ἔρωτα, σεαυτὸν δέον, ὃς τοὺς μὲν πολεμίους οὐδεπώποτε ἔτρεσας, ἀλλὰ φιλοκινδύνως ἠγωνίζου πρὸ τῶν ἄλλων, ἀπὸ δὲ τοῦ
20τυχόντος παιδισκαρίου καὶ δακρύων ἐπιπλάστων καὶ στεναγμῶν ἑάλως ὁ γενναῖος; ὁ μὲν γὰρ Βλεψίας αὐτὸς ἑαυτοῦ κατηγόρει φθάσας πολλὴν τὴν ἄνοιαν, ὡς τὰ χρήματα ἐφύλαττεν τοῖς οὐδὲν προσήκουσιν κληρονόμοις, εἰς ἀεὶ βιώσεσθαι ὁ
25μάταιος νομίζων. πλὴν ἔμοιγε οὐ τὴν τυχοῦσαν τερπωλὴν παρέσχον τότε στένοντες.
D Mort
.

22

.

8

ἀλλ’ ἤδη μὲν ἐπὶ τῷ στομίῳ ἐσμέν, ἀποβλέπειν δὲ χρὴ καὶ ἀποσκοπεῖν πόρρωθεν τοὺς ἀφικνουμένους. βαβαί, πολλοί γε καὶ ποικίλοι καὶ πάντες δακρύοντες
5πλὴν τῶν νεογνῶν τούτων καὶ νηπίων. ἀλλὰ καὶ οἱ πάνυ γέροντες ὀδύρονται. τί τοῦτο; ἆρα τὸ φίλτρον αὐτοὺς ἔχει τοῦ βίου;
D Mort
.

22

.

9

τοῦτον οὖν τὸν ὑπέργηρων ἐρέσθαι βούλομαι. τί δακρύεις τηλικοῦτος ἀποθανών; τί ἀγανακτεῖς, ὦ βέλτιστε, καὶ ταῦτα γέρων
ἀφιγμένος; ἦ που βασιλεύς τις ἦσθα;130
4ΠΤΩΧΟΣ
5Οὐδαμῶς.
5ΔΙΟΓΕΝΗΣ Ἀλλὰ σατράπης τις;
6ΠΤΩΧΟΣ Οὐδὲ τοῦτο.
7ΔΙΟΓΕΝΗΣ Ἆρα οὖν ἐπλούτεις, εἶτα ἀνιᾷ σε τὸ πολλὴν τρυφὴν ἀπολιπόντα τεθνάναι;
9ΠΤΩΧΟΣ
10 Οὐδὲν τοιοῦτο, ἀλλ’ ἔτη μὲν ἐγεγόνειν ἀμφὶ τὰ ἐνενήκοντα, βίον δὲ ἄπορον ἀπὸ καλάμου καὶ ὁρμιᾶς εἶχον εἰς ὑπερβολὴν πτωχὸς ὢν ἄτεκνός τε καὶ προσέτι χωλὸς καὶ ἀμυδρὸν βλέπων.
13ΔΙΟΓΕΝΗΣ Εἶτα τοιοῦτος ὢν ζῆν ἤθελες;
14ΠΤΩΧΟΣ
15 Ναί· ἡδὺ γὰρ ἦν τὸ φῶς καὶ τὸ τεθνάναι δεινὸν καὶ φευκτέον.
16ΔΙΟΓΕΝΗΣ Παραπαίεις, ὦ γέρον, καὶ μειρακιεύῃ πρὸς τὸ χρεών, καὶ ταῦτα ἡλικιώτης ὢν τοῦ πορθμέως. τί οὖν ἄν τις ἔτι λέγοι περὶ τῶν νέων, ὁπότε οἱ τηλι‐
20κοῦτοι φιλόζωοί εἰσιν, οὓς ἐχρῆν διώκειν τὸν θάνατον ὡς τῶν ἐν τῷ γήρᾳ κακῶν φάρμακον. ἀλλ’ ἀπίωμεν ἤδη, μὴ καί τις ἡμᾶς ὑπίδηται ὡς ἀπό‐ δρασιν βουλεύοντας, ὁρῶν περὶ τὸ στόμιον εἰλουμέ‐
νους.132
D Mort
.

23

t

ΑΙΑΝΤΟΣ ΚΑΙ ΑΓΑΜΕΜΝΟΝΟΣ
D Mort
.

23

.

1

ΑΓΑΜΕΜΝΩΝ
1 Εἰ σὺ μανείς, ὦ Αἶαν, σεαυτὸν ἐφόνευσας, ἐμέλλησας δὲ καὶ ἡμᾶς ἅπαντας, τί αἰτιᾷ τὸν Ὀδυσ‐ σέα καὶ πρῴην οὔτε προσέβλεψας αὐτόν, ὁπότε ἧκεν μαντευσόμενος, οὔτε προσειπεῖν ἠξίωσας ἄνδρα
5συστρατιώτην καὶ ἑταῖρον, ἀλλ’ ὑπεροπτικῶς μεγάλα βαίνων παρῆλθες;
6ΑΙΑΣ Εἰκότως, ὦ Ἀγάμεμνον· αὐτὸς γοῦν μοι τῆς μανίας αἴτιος κατέστη μόνος ἀντεξετασθεὶς ἐπὶ τοῖς ὅπλοις.
9ΑΓΑΜΕΜΝΩΝ
10 Ἠξίους δὲ ἀνανταγώνιστος εἶναι καὶ ἀκονιτὶ κρατεῖν ἁπάντων;
11ΑΙΑΣ Ναί, τά γε τοιαῦτα· οἰκεία γάρ μοι ἦν ἡ πανο‐ πλία τοῦ ἀνεψιοῦ γε οὖσα. καὶ ὑμεῖς οἱ ἄλλοι πολὺ ἀμείνους ὄντες ἀπείπασθε τὸν ἀγῶνα καὶ παρεχω‐
15ρήσατέ μοι τῶν ἄθλων, ὁ δὲ Λαέρτου, ὃν ἐγὼ πολλάκις ἔσωσα κινδυνεύοντα κατακεκόφθαι ὑπὸ τῶν Φρυγῶν, ἀμείνων ἠξίου εἶναι καὶ ἐπιτηδειό‐
τερος ἔχειν τὰ ὅπλα.134
18ΑΓΑΜΕΜΝΩΝ
D Mort
.

23

.

2

Αἰτιῶ τοιγαροῦν, ὦ γενναῖε, τὴν Θέτιν, ἣ δέον σοὶ τὴν κληρονομίαν τῶν ὅπλων παραδοῦναι συγ‐ γενεῖ γε ὄντι, φέρουσα ἐς τὸ κοινὸν κατέθετο αὐτά.
3ΑΙΑΣ Οὔκ, ἀλλὰ τὸν Ὀδυσσέα, ὃς ἀντεποιήθη μόνος.
4ΑΓΑΜΕΜΝΩΝ
5 Συγγνώμη, ὦ Αἶαν, εἰ ἄνθρωπος ὢν ὠρέχθη δόξης ἡδίστου πράγματος, ὑπὲρ οὗ καὶ ἡμῶν ἕκα‐ στος κινδυνεύειν ὑπέμενεν, ἐπεὶ καὶ ἐκράτησέ σου καὶ ταῦτα ἐπὶ Τρωσὶ δικασταῖς.
8ΑΙΑΣ Οἶδα ἐγώ, ἥτις μου κατεδίκασεν· ἀλλ’ οὐ
10θέμις λέγειν τι περὶ τῶν θεῶν. τὸν δ’ οὖν Ὀδυσσέα μὴ οὐχὶ μισεῖν οὐκ ἂν δυναίμην, ὦ Ἀγάμεμνον, οὐδ’ εἰ αὐτή μοι ἡ Ἀθηνᾶ τοῦτο ἐπιτάττοι.
D Mort
.

24

t

ΜΙΝΩΟΣ ΚΑΙ ΣΩΣΤΡΑΤΟΥ
D Mort
.

24

.

1

ΜΙΝΩΣ
1 Ὁ μὲν λῃστὴς οὑτοσὶ Σώστρατος εἰς τὸν Πυριφλεγέθοντα ἐμβεβλήσθω, ὁ δὲ ἱερόσυλος ὑπὸ
τῆς Χιμαίρας διασπασθήτω, ὁ δὲ τύραννος, ὦ Ἑρμῆ, παρὰ τὸν Τιτυὸν ἀποταθεὶς ὑπὸ τῶν γυπῶν136
5καὶ αὐτὸς κειρέσθω τὸ ἧπαρ, ὑμεῖς δὲ οἱ ἀγαθοὶ ἄπιτε κατὰ τάχος εἰς τὸ Ἠλύσιον πεδίον καὶ τὰς μακάρων νήσους κατοικεῖτε, ἀνθ’ ὧν δίκαια ἐποιεῖτε παρὰ τὸν βίον.
8ΣΩΣΤΡΑΤΟΣ Ἄκουσον, ὦ Μίνως, εἴ σοι δίκαια δόξω λέγειν.
9ΜΙΝΩΣ
10 Νῦν ἀκούσω αὖθις; οὐ γὰρ ἐξελήλεγξαι, ὦ Σώστρατε, πονηρὸς ὢν καὶ τοσούτους ἀπεκτονώς;
11ΣΩΣΤΡΑΤΟΣ Ἐλήλεγμαι μέν, ἀλλ’ ὅρα, εἰ δικαίως κολασθήσο‐ μαι.
13ΜΙΝΩΣ Καὶ πάνυ, εἴ γε ἀποτίνειν τὴν ἀξίαν δίκαιον.
14ΣΩΣΤΡΑΤΟΣ
15 Ὅμως ἀπόκριναί μοι, ὦ Μίνως· βραχὺ γάρ τι ἐρήσομαί σε.
16ΜΙΝΩΣ Λέγε, μὴ μακρὰ μόνον, ὡς καὶ τοὺς ἄλλους διακρίνωμεν ἤδη.
18ΣΩΣΤΡΑΤΟΣ
D Mort
.

24

.

2

Ὁπόσα ἔπραττον ἐν τῷ βίῳ, πότερα ἑκὼν ἔπραττον ἢ ἐπεκέκλωστό μοι ὑπὸ τῆς Μοίρας;
2ΜΙΝΩΣ
Ὑπὸ τῆς Μοίρας δηλαδή.138
3ΣΩΣΤΡΑΤΟΣ Οὐκοῦν καὶ οἱ χρηστοὶ ἅπαντες καὶ οἱ πονηροὶ
5δοκοῦντες ἡμεῖς ἐκείνῃ ὑπηρετοῦντες ταῦτα ἐδρῶ‐ μεν;
6ΜΙΝΩΣ Ναί, τῇ Κλωθοῖ, ἣ ἑκάστῳ ἐπέταξε γεννηθέντι τὰ πρακτέα.
8ΣΩΣΤΡΑΤΟΣ Εἰ τοίνυν ἀναγκασθείς τις ὑπ’ ἄλλου φονεύσειέν
10τινα οὐ δυνάμενος ἀντιλέγειν ἐκείνῳ βιαζομένῳ, οἷον δήμιος ἢ δορυφόρος, ὁ μὲν δικαστῇ πεισθείς, ὁ δὲ τυράννῳ, τίνα αἰτιάσῃ τοῦ φόνου;
12ΜΙΝΩΣ Δῆλον ὡς τὸν δικαστὴν ἢ τὸν τύραννον, ἐπεὶ οὐδὲ τὸ ξίφος αὐτό· ὑπηρετεῖ γὰρ ὄργανον ὂν
15τοῦτο πρὸς τὸν θυμὸν τῷ πρώτῳ παρασχόντι τὴν αἰτίαν.
16ΣΩΣΤΡΑΤΟΣ Εὖ γε, ὦ Μίνως, ὅτι καὶ ἐπιδαψιλεύῃ τῷ παρα‐ δείγματι. ἢν δέ τις ἀποστείλαντος τοῦ δεσπότου ἥκῃ αὐτὸς χρυσὸν ἢ ἄργυρον κομίζων, τίνι τὴν
20χάριν ἰστέον ἢ τίνα εὐεργέτην ἀναγραπτέον;
20ΜΙΝΩΣ Τὸν πέμψαντα, ὦ Σώστρατε· διάκονος γὰρ ὁ
κομίσας ἦν.140
22ΣΩΣΤΡΑΤΟΣ
D Mort
.

24

.

3

Οὐκοῦν ὁρᾷς πῶς ἄδικα ποιεῖς κολάζων ἡμᾶς ὑπηρέτας γενομένους ὧν ἡ Κλωθὼ προσέ‐ ταττεν, καὶ τούτους τιμήσας τοὺς διακονησαμέ‐ νους ἀλλοτρίοις ἀγαθοῖς; οὐ γὰρ δὴ ἐκεῖνό γε
5εἰπεῖν ἔχοι τις ὡς ἀντιλέγειν δυνατὸν ἦν τοῖς μετὰ πάσης ἀνάγκης προστεταγμένοις.
6ΜΙΝΩΣ Ὦ Σώστρατε, πολλὰ ἴδοις ἂν καὶ ἄλλα οὐ κατὰ λόγον γιγνόμενα, εἰ ἀκριβῶς ἐξετάζοις. πλὴν ἀλλὰ σὺ τοῦτο ἀπολαύσεις τῆς ἐπερωτήσεως, διότι οὐ
10λῃστὴς μόνον, ἀλλὰ καὶ σοφιστής τις εἶναι δοκεῖς. ἀπόλυσον αὐτόν, ὦ Ἑρμῆ, καὶ μηκέτι κολαζέσθω. ὅρα δὲ μὴ καὶ τοὺς ἄλλους νεκροὺς τὰ ὅμοια ἐρωτᾶν διδάξῃς.
D Mort
.

25

t

ΑΛΕΞΑΝΔΡΟΥ, ΑΝΝΙΒΟΥ, ΜΙΝΩΟΣ ΚΑΙ ΣΚΙΠΙΩΝΟΣ
D Mort
.

25

.

1

ΑΛΕΞΑΝΔΡΟΣ
1 Ἐμὲ δεῖ προκεκρίσθαι σου, ὦ Λίβυ· ἀμείνων γάρ εἰμι.
2ΑΝΝΙΒΑΣ Οὐ μὲν οὖν, ἀλλ’ ἐμέ.
3ΑΛΕΞΑΝΔΡΟΣ
Οὐκοῦν ὁ Μίνως δικασάτω.142
4ΜΙΝΩΣ
5Τίνες δὲ ἐστέ;
5ΑΛΕΞΑΝΔΡΟΣ Οὗτος μὲν Ἀννίβας ὁ Καρχηδόνιος, ἐγὼ δὲ Ἀλέξανδρος ὁ Φιλίππου.
7ΜΙΝΩΣ Νὴ Δία ἔνδοξοί γε ἀμφότεροι. ἀλλὰ περὶ τίνος ὑμῖν ἡ ἔρις;
9ΑΛΕΞΑΝΔΡΟΣ
10 Περὶ προεδρίας· φησὶ γὰρ οὗτος ἀμείνων γεγενῆσθαι στρατηγὸς ἐμοῦ, ἐγὼ δέ, ὥσπερ ἅπαντες ἴσασιν, οὐχὶ τούτου μόνον, ἀλλὰ πάντων σχεδὸν τῶν πρὸ ἐμοῦ φημι διενεγκεῖν τὰ πολέμια.
13ΜΙΝΩΣ Οὐκοῦν ἐν μέρει ἑκάτερος εἰπάτω, σὺ δὲ πρῶτος
15ὁ Λίβυς λέγε.
15ΑΝΝΙΒΑΣ
D Mort
.

25

.

2

Ἓν μὲν τοῦτο, ὦ Μίνως, ὠνάμην, ὅτι ἐν‐ ταῦθα καὶ τὴν Ἑλλάδα φωνὴν ἐξέμαθον· ὥστε οὐδὲ ταύτῃ πλέον οὗτος ἐνέγκαιτό μου. φημὶ δὲ τούτους μάλιστα ἐπαίνου ἀξίους εἶναι, ὅσοι τὸ
5μηδὲν ἐξ ἀρχῆς ὄντες ὅμως ἐπὶ μέγα προεχώρησαν δι’ αὑτῶν δύναμίν τε περιβαλόμενοι καὶ ἄξιοι
δόξαντες ἀρχῆς. ἔγωγ’ οὖν μετ’ ὀλίγων ἐξορμήσας εἰς τὴν Ἰβηρίαν τὸ πρῶτον ὕπαρχος ὢν τῷ ἀδελφῷ μεγίστων ἠξιώθην ἄριστος κριθείς, καὶ τούς τε144
10Κελτίβηρας εἷλον καὶ Γαλατῶν ἐκράτησα τῶν ἑσπε‐ ρίων καὶ τὰ μεγάλα ὄρη ὑπερβὰς τὰ περὶ τὸν Ἠρι‐ δανὸν ἅπαντα κατέδραμον καὶ ἀναστάτους ἐποίησα τοσαύτας πόλεις καὶ τὴν πεδινὴν Ἰταλίαν ἐχειρωσά‐ μην καὶ μέχρι τῶν προαστείων τῆς προὐχούσης
15πόλεως ἦλθον καὶ τοσούτους ἀπέκτεινα μιᾶς ἡμέρας, ὥστε τοὺς δακτυλίους αὐτῶν μεδίμνοις ἀπομετρῆσαι καὶ τοὺς ποταμοὺς γεφυρῶσαι νεκροῖς. καὶ ταῦτα πάντα ἔπραξα οὔτε Ἄμμωνος υἱὸς ὀνομαζόμενος οὔτε θεὸς εἶναι προσποιούμενος ἢ
20ἐνύπνια τῆς μητρὸς διεξιών, ἀλλ’ ἄνθρωπος εἶναι ὁμολογῶν, στρατηγοῖς τε τοῖς συνετωτάτοις ἀντε‐ ξεταζόμενος καὶ στρατιώταις τοῖς μαχιμωτάτοις συμπλεκόμενος, οὐ Μήδους καὶ Ἀρμενίους κατα‐ γωνιζόμενος ὑποφεύγοντας πρὶν διώκειν τινὰ καὶ
25τῷ τολμήσαντι παραδιδόντας εὐθὺς τὴν νίκην.
D Mort
.

25

.

3

Ἀλέξανδρος δὲ πατρῴαν ἀρχὴν παραλαβὼν ηὔξησεν καὶ παρὰ πολὺ ἐξέτεινε χρησάμενος τῇ τῆς τύχης ὁρμῇ. ἐπεὶ δ’ οὖν ἐνίκησέ τε καὶ τὸν ὄλεθρον ἐκεῖνον Δαρεῖον ἐν Ἰσσῷ τε καὶ Ἀρβήλοις ἐκράτησεν,
5ἀποστὰς τῶν πατρῴων προσκυνεῖσθαι ἠξίου καὶ δίαιταν τὴν Μηδικὴν μετεδιῄτησεν ἑαυτὸν καὶ ἐμιαιφόνει ἐν τοῖς συμποσίοις τοὺς φίλους καὶ συνελάμβανεν ἐπὶ θανάτῳ. ἐγὼ δὲ ἦρξα ἐπ’ ἴσης τῆς πατρίδος, καὶ ἐπειδὴ μετεπέμπετο τῶν πολε‐
10μίων μεγάλῳ στόλῳ ἐπιπλευσάντων τῇ Λιβύῃ,
ταχέως ὑπήκουσα, καὶ ἰδιώτην ἐμαυτὸν παρέσχον καὶ καταδικασθεὶς ἤνεγκα εὐγνωμόνως τὸ πρᾶγμα. καὶ ταῦτα ἔπραξα βάρβαρος ὢν καὶ ἀπαίδευτος παιδείας τῆς Ἑλληνικῆς καὶ οὔτε Ὅμηρον ὥσπερ146
15οὗτος ῥαψῳδῶν οὔτε ὑπ’ Ἀριστοτέλει τῷ σοφιστῇ παιδευθείς, μόνῃ δὲ τῇ φύσει ἀγαθῇ χρησάμενος. ταῦτά ἐστιν ἃ ἐγὼ Ἀλεξάνδρου ἀμείνων φημὶ εἶναι. εἰ δέ ἐστι καλλίων οὑτοσί, διότι διαδήματι τὴν κεφαλὴν διεδέδετο, Μακεδόσι
20ἴσως καὶ ταῦτα σεμνά, οὐ μὴν διὰ τοῦτο ἀμείνων μὲν δόξειεν ἂν γενναίου καὶ στρατηγικοῦ ἀνδρὸς τῇ γνώμῃ πλέον ἤπερ τῇ τύχῃ κεχρημένου.
22ΜΙΝΩΣ Ὁ μὲν εἴρηκεν οὐκ ἀγεννῆ τὸν λόγον οὐδὲ ὡς Λίβυν εἰκὸς ἦν ὑπὲρ αὑτοῦ. σὺ δέ, ὦ Ἀλέξανδρε,
25τί πρὸς ταῦτα φῄς;
25ΑΛΕΞΑΝΔΡΟΣ
D Mort
.

25

.

4

Ἐχρῆν μέν, ὦ Μίνως, μηδὲν πρὸς ἄνδρα οὕτω θρασὺν· ἱκανὴ γὰρ ἡ φήμη διδάξαι σε, οἷος μὲν ἐγὼ βασιλεύς, οἷος δὲ οὗτος λῃστὴς ἐγένετο. ὅμως δὲ ὅρα εἰ κατ’ ὀλίγον αὐτοῦ διήνεγκα, ὃς νέος
5ὢν ἔτι παρελθὼν ἐπὶ τὰ πράγματα καὶ τὴν ἀρχὴν τεταραγμένην κατέσχον καὶ τοὺς φονέας τοῦ πατρὸς μετῆλθον, κᾆτα φοβήσας τὴν Ἑλλάδα τῇ Θηβαίων ἀπωλείᾳ στρατηγὸς ὑπ’ αὐτῶν χειροτο‐ νηθεὶς οὐκ ἠξίωσα τὴν Μακεδόνων ἀρχὴν περιέπων
10ἀγαπᾶν ἄρχειν ὁπόσων ὁ πατὴρ κατέλιπεν, ἀλλὰ πᾶσαν ἐπινοήσας τὴν γῆν καὶ δεινὸν ἡγησάμενος, εἰ μὴ ἁπάντων κρατήσαιμι, ὀλίγους ἄγων εἰσέβα‐
λον εἰς τὴν Ἀσίαν, καὶ ἐπί τε Γρανικῷ ἐκράτησα μεγάλῃ μάχῃ καὶ τὴν Λυδίαν λαβὼν καὶ Ἰωνίαν καὶ148
15Φρυγίαν καὶ ὅλως τὰ ἐν ποσὶν ἀεὶ χειρούμενος ἦλθον ἐπὶ Ἰσσόν, ἔνθα Δαρεῖος ὑπέμεινεν μυριάδας πολλὰς στρατοῦ ἄγων.
D Mort
.

25

.

5

καὶ τὸ ἀπὸ τούτου, ὦ Μίνως, ὑμεῖς ἴστε ὅσους ὑμῖν νεκροὺς ἐπὶ μιᾶς ἡμέρας κατέπεμψα· φησὶ γοῦν ὁ πορθμεὺς μὴ διαρ‐ κέσαι αὐτοῖς τότε τὸ σκάφος, ἀλλὰ σχεδίας
5διαπηξαμένους τοὺς πολλοὺς αὐτῶν διαπλεῦσαι. καὶ ταῦτα δὲ ἔπραττον αὐτὸς προκινδυνεύων καὶ τιτρώσκεσθαι ἀξιῶν. καὶ ἵνα σοὶ μὴ τὰ ἐν Τύρῳ μηδὲ τὰ ἐν Ἀρβήλοις διηγήσωμαι, ἀλλὰ καὶ μέχρι Ἰνδῶν ἦλθον καὶ τὸν Ὠκεανὸν ὅρον ἐποιη‐
10σάμην τῆς ἀρχῆς καὶ τοὺς ἐλέφαντας αὐτῶν εἶχον καὶ Πῶρον ἐχειρωσάμην, καὶ Σκύθας δὲ οὐκ εὐκαταφρονήτους ἄνδρας ὑπερβὰς τὸν Τάναϊν ἐνίκησα μεγάλῃ ἱππομαχίᾳ, καὶ τοὺς φίλους εὖ ἐποίησα καὶ τοὺς ἐχθροὺς ἠμυνάμην. εἰ δὲ καὶ
15θεὸς ἐδόκουν τοῖς ἀνθρώποις, συγγνωστοὶ ἐκεῖνοι πρὸς τὸ μέγεθος τῶν πραγμάτων καὶ τοιοῦτόν τι πιστεύσαντες περὶ ἐμοῦ.
D Mort
.

25

.

6

τὸ δ’ οὖν τελευταῖον ἐγὼ μὲν βασιλεύων ἀπέθανον, οὗτος δὲ ἐν φυγῇ ὢν παρὰ Προυσίᾳ τῷ Βιθυνῷ, καθάπερ ἄξιον ἦν πανουργότατον καὶ ὠμότατον ὄντα· ὡς γὰρ δὴ
5ἐκράτησεν τῶν Ἰταλῶν, ἐῶ λέγειν ὅτι οὐκ ἰσχύι, ἀλλὰ πονηρίᾳ καὶ ἀπιστίᾳ καὶ δόλοις, νόμιμον δὲ ἢ προφανὲς οὐδέν. ἐπεὶ δέ μοι ὠνείδισεν τὴν τρυφήν, ἐκλελῆσθαί μοι δοκεῖ οἷα ἐποίει ἐν Καπύῃ ἑταίραις συνὼν καὶ τοὺς τοῦ πολέμου καιροὺς ὁ θαυμάσιος
10καθηδυπαθῶν. ἐγὼ δὲ εἰ μὴ μικρὰ τὰ ἑσπέρια δόξας ἐπὶ τὴν ἕω μᾶλλον ὥρμησα, τί ἂν μέγα ἔπραξα Ἰταλίαν ἀναιμωτὶ λαβὼν καὶ Λιβύην καὶ τὰ μέχρι Γαδείρων ὑπαγόμενος; ἀλλ’ οὐκ ἀξιόμαχα ἔδοξέ μοι ἐκεῖνα ὑποπτήσσοντα ἤδη καὶ δεσπότην ὁμολο‐150
15γοῦντα. εἴρηκα· σὺ δέ, ὦ Μίνως, δίκαζε· ἱκανὰ γὰρ ἀπὸ πολλῶν καὶ ταῦτα.
16ΣΚΙΠΙΩΝ
D Mort
.

25

.

7

Μὴ πρότερον, ἢν μὴ καὶ ἐμοῦ ἀκούσῃς.
1ΜΙΝΩΣ Τίς γὰρ εἶ, ὦ βέλτιστε; ἢ πόθεν ὢν ἐρεῖς;
2ΣΚΙΠΙΩΝ Ἰταλιώτης Σκιπίων στρατηγὸς ὁ καθελὼν Καρχηδόνα καὶ κρατήσας Λιβύων μεγάλαις
5μάχαις.
5ΜΙΝΩΣ Τί οὖν καὶ σὺ ἐρεῖς;
6ΣΚΙΠΙΩΝ Ἀλεξάνδρου μὲν ἥττων εἶναι, τοῦ δὲ Ἀννίβου ἀμείνων, ὃς ἐδίωξα νικήσας αὐτὸν καὶ φυγεῖν καταναγκάσας ἀτίμως. πῶς οὖν οὐκ ἀναίσχυν‐
10τος οὗτος, ὃς πρὸς Ἀλέξανδρον ἁμιλλᾶται, ᾧ οὐδὲ Σκιπίων ἐγὼ ὁ νενικηκὼς ἐμαυτὸν παραβάλλεσθαι
ἀξιῶ;152
12ΜΙΝΩΣ Νὴ Δί’ εὐγνώμονα φῄς, ὦ Σκιπίων· ὥστε πρῶτος μὲν κεκρίσθω Ἀλέξανδρος, μετ’ αὐτὸν δὲ σύ,
15εἶτα, εἰ δοκεῖ, τρίτος Ἀννίβας οὐδὲ οὗτος εὐκατα‐ φρόνητος ὤν.
D Mort
.

26

t

ΑΧΙΛΛΕΩΣ ΚΑΙ ΑΝΤΙΛΟΧΟΥ
D Mort
.

26

.

1

ΑΝΤΙΛΟΧΟΣ
1 Οἷα πρῴην, Ἀχιλλεῦ, πρὸς τὸν Ὀδυσσέα σοι εἴρηται περὶ τοῦ θανάτου, ὡς ἀγεννῆ καὶ ἀνάξια τοῖν διδασκάλοιν ἀμφοῖν, Χείρωνός τε καὶ Φοίνικος. ἠκροώμην γάρ, ὁπότε ἔφης βούλεσθαι
5ἐπάρουρος ὢν θητεύειν παρά τινι τῶν ἀκλήρων, “ᾧ μὴ βίοτος πολὺς εἴη,” μᾶλλον ἢ πάντων ἀνάσσειν τῶν νεκρῶν. ταῦτα μὲν οὖν ἀγεννῆ τινα Φρύγα δειλὸν καὶ πέρα τοῦ καλῶς ἔχοντος φιλόζῳον ἴσως ἐχρῆν λέγειν, τὸν Πηλέως δὲ υἱόν,
10τὸν φιλοκινδυνότατον ἡρώων ἁπάντων, ταπεινὰ οὕτω περὶ αὑτοῦ διανοεῖσθαι πολλὴ αἰσχύνη καὶ ἐναντιότης πρὸς τὰ πεπραγμένα σοι ἐν τῷ βίῳ, ὃς ἐξὸν ἀκλεῶς ἐν τῇ Φθιώτιδι πολυχρόνιον βασιλεύειν, ἑκὼν προείλου τὸν μετὰ τῆς ἀγαθῆς δόξης θάνατον.
14ΑΧΙΛΛΕΥΣ
D Mort
.

26

.

2

Ὦ παῖ Νέστορος, ἀλλὰ τότε μὲν ἄπειρος ἔτι
τῶν ἐνταῦθα ὢν καὶ τὸ βέλτιον ἐκείνων ὁπότερον ἦν ἀγνοῶν τὸ δύστηνον ἐκεῖνο δοξάριον προετίμων τοῦ βίου, νῦν δὲ συνίημι ἤδη ὡς ἐκείνη μὲν ἀνωφελής,154
5εἰ καὶ ὅτι μάλιστα οἱ ἄνω ῥαψῳδήσουσιν. μετὰ νεκρῶν δὲ ὁμοτιμία, καὶ οὔτε τὸ κάλλος ἐκεῖνο, ὦ Ἀντίλοχε, οὔτε ἡ ἰσχὺς πάρεστιν, ἀλλὰ κείμεθα ἅπαντες ὑπὸ τῷ αὐτῷ ζόφῳ ὅμοιοι καὶ κατ’ οὐδὲν ἀλλήλων διαφέροντες, καὶ οὔτε οἱ τῶν Τρώων
10νεκροὶ δεδίασίν με οὔτε οἱ τῶν Ἀχαιῶν θεραπεύου‐ σιν, ἰσηγορία δὲ ἀκριβὴς καὶ νεκρὸς ὅμοιος, “ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός.” ταῦτά με ἀνιᾷ καὶ ἄχθομαι, ὅτι μὴ θητεύω ζῶν.
13ΑΝΤΙΛΟΧΟΣ
D Mort
.

26

.

3

Ὅμως τί οὖν ἄν τις πάθοι, ὦ Ἀχιλλεῦ; ταῦτα γὰρ ἔδοξε τῇ φύσει, πάντως ἀποθνήσκειν ἅπαντας, ὥστε χρὴ ἐμμένειν τῷ νόμῳ καὶ μὴ ἀνιᾶσθαι τοῖς διατεταγμένοις. ἄλλως τε ὁρᾷς τῶν
5ἑταίρων ὅσοι περὶ σέ ἐσμεν οἵδε· μετὰ μικρὸν δὲ καὶ Ὀδυσσεὺς ἀφίξεται πάντως. φέρει δὲ παραμυ‐ θίαν καὶ ἡ κοινωνία τοῦ πράγματος καὶ τὸ μὴ μόνον αὐτὸν πεπονθέναι. ὁρᾷς τὸν Ἡρακλέα καὶ τὸν Μελέαγρον καὶ ἄλλους θαυμαστοὺς ἄνδρας, οἳ οὐκ
10ἂν οἶμαι δέξαιντο ἀνελθεῖν, εἴ τις αὐτοὺς ἀναπέμψειε θητεύσοντας ἀκλήροις καὶ ἀβίοις ἀνδράσιν.
11ΑΧΙΛΛΕΥΣ
D Mort
.

26

.

4

Ἑταιρικὴ μὲν ἡ παραίνεσις, ἐμὲ δὲ οὐκ οἶδ’ ὅπως ἡ μνήμη τῶν παρὰ τὸν βίον ἀνιᾷ, οἶμαι δὲ καὶ ὑμῶν ἕκαστον· εἰ δὲ μὴ ὁμολογεῖτε, ταύτῃ
χείρους ἐστὲ καθ’ ἡσυχίαν αὐτὸ πάσχοντες.156
4ΑΝΤΙΛΟΧΟΣ
5 Οὔκ, ἀλλ’ ἀμείνους, ὦ Ἀχιλλεῦ· τὸ γὰρ ἀνω‐ φελὲς τοῦ λέγειν ὁρῶμεν· σιωπᾶν γὰρ καὶ φέρειν καὶ ἀνέχεσθαι δέδοκται ἡμῖν, μὴ καὶ γέλωτα ὄφλωμεν ὥσπερ σὺ τοιαῦτα εὐχόμενος.
D Mort
.

27

t

ΑΙΑΚΟΥ ΚΑΙ ΠΡΩΤΕΣΙΛΑΟΥ
D Mort
.

27

.

1

ΑΙΑΚΟΣ
1 Τί ἄγχεις, ὦ Πρωτεσίλαε, τὴν Ἑλένην προσπεσών;
2ΠΡΩΤΕΣΙΛΑΟΣ Ὅτι διὰ ταύτην, ὦ Αἰακέ, ἀπέθανον ἡμιτελῆ μὲν τὸν δόμον καταλιπών, χήραν τε νεόγαμον γυναῖκα.
4ΑΙΑΚΟΣ
5 Αἰτιῶ τοίνυν τὸν Μενέλαον, ὅστις ὑμᾶς ὑπὲρ τοιαύτης γυναικὸς ἐπὶ Τροίαν ἤγαγεν.
6ΠΡΩΤΕΣΙΛΑΟΣ Εὖ λέγεις· ἐκεῖνόν μοι αἰτιατέον.
7ΜΕΝΕΛΑΟΣ Οὐκ ἐμέ, ὦ βέλτιστε, ἀλλὰ δικαιότερον τὸν Πάριν, ὃς ἐμοῦ τοῦ ξένου τὴν γυναῖκα παρὰ πάντα
10τὰ δίκαια ᾤχετο ἁρπάσας· οὗτος γὰρ οὐχ ὑπὸ σοῦ μόνου, ἀλλ’ ὑπὸ πάντων Ἑλλήνων τε καὶ βαρβάρων ἄξιος ἄγχεσθαι τοσούτοις θανάτου αἴτιος γεγενημέ‐
νος.158
13ΠΡΩΤΕΣΙΛΑΟΣ Ἄμεινον οὕτω· σὲ τοιγαροῦν, ὦ Δύσπαρι, οὐκ
15ἀφήσω ποτὲ ἀπὸ τῶν χειρῶν.
15ΠΑΡΙΣ Ἄδικα ποιῶν, ὦ Πρωτεσίλαε, καὶ ταῦτα ὁμό‐ τεχνον ὄντα σοι· ἐρωτικὸς γὰρ καὶ αὐτός εἰμι καὶ τῷ αὐτῷ θεῷ κατέσχημαι· οἶσθα δὲ ὡς ἀκούσιόν τί ἐστιν καί τις ἡμᾶς δαίμων ἄγει ἔνθα ἂν ἐθέλῃ, καὶ
20ἀδύνατόν ἐστιν ἀντιτάττεσθαι αὐτῷ.
20ΠΡΩΤΕΣΙΛΑΟΣ
D Mort
.

27

.

2

Εὖ λέγεις. εἴθε οὖν μοι τὸν Ἔρωτα ἐν‐ ταῦθα λαβεῖν δυνατὸν ἦν.
2ΑΙΑΚΟΣ Ἐγώ σοι καὶ περὶ τοῦ Ἔρωτος ἀποκρινοῦμαι τὰ δίκαια· φήσει γὰρ αὐτὸς μὲν τοῦ ἐρᾶν τῷ
5Πάριδι ἴσως γεγενῆσθαι αἴτιος, τοῦ θανάτου δέ σοι οὐδένα ἄλλον, ὦ Πρωτεσίλαε, ἢ σεαυτόν, ὃς ἐκλαθόμενος τῆς νεογάμου γυναικός, ἐπεὶ προσεφέ‐ ρεσθε τῇ Τρῳάδι, οὕτως φιλοκινδύνως καὶ ἀπονε‐ νοημένως προεπήδησας τῶν ἄλλων δόξης ἐρασθείς,
10δι’ ἣν πρῶτος ἐν τῇ ἀποβάσει ἀπέθανες.
10ΠΡΩΤΕΣΙΛΑΟΣ Οὐκοῦν καὶ ὑπὲρ ἐμαυτοῦ σοι, ὦ Αἰακέ, ἀποκρι‐ νοῦμαι δικαιότερα· οὐ γὰρ ἐγὼ τούτων αἴτιος, ἀλλὰ ἡ Μοῖρα καὶ τὸ ἐξ ἀρχῆς οὕτως ἐπικεκλῶσθαι.
13ΑΙΑΚΟΣ
Ὀρθῶς· τί οὖν τούτους αἰτιᾷ;160
D Mort
.

28

t

ΠΡΩΤΕΣΙΛΑΟΥ, ΠΛΟΥΤΩΝΟΣ ΚΑΙ ΠΕΡΣΕΦΟΝΗΣ
D Mort
.

28

.

1

ΠΡΩΤΕΣΙΛΑΟΣ
1 Ὦ δέσποτα καὶ βασιλεῦ καὶ ἡμέτερε Ζεῦ καὶ σὺ Δήμητρος θύγατερ, μὴ ὑπερίδητε δέησιν ἐρω‐ τικήν.
3ΠΛΟΥΤΩΝ Σὺ δὲ τίνων δέῃ παρ’ ἡμῶν; ἢ τίς ὢν τυγχάνεις;
4ΠΡΩΤΕΣΙΛΑΟΣ
5 Εἰμὶ μὲν Πρωτεσίλαος ὁ Ἰφίκλου Φυλάκιος συστρατιώτης τῶν Ἀχαιῶν καὶ πρῶτος ἀποθανὼν τῶν ἐπ’ Ἰλίῳ. δέομαι δὲ ἀφεθεὶς πρὸς ὀλίγον ἀναβιῶναι πάλιν.
8ΠΛΟΥΤΩΝ Τοῦτον μὲν τὸν ἔρωτα, ὦ Πρωτεσίλαε, πάντες
10νεκροὶ ἐρῶσιν, πλὴν οὐδεὶς ἂν αὐτῶν τύχοι.
10ΠΡΩΤΕΣΙΛΑΟΣ Ἀλλ’ οὐ τοῦ ζῆν, Ἀϊδωνεῦ, ἐρῶ ἔγωγε, τῆς γυναικὸς δέ, ἣν νεόγαμον ἔτι ἐν τῷ θαλάμῳ κατα‐ λιπὼν ᾠχόμην ἀποπλέων, εἶτα ὁ κακοδαίμων ἐν τῇ ἀποβάσει ἀπέθανον ὑπὸ τοῦ Ἕκτορος. ὁ οὖν
15ἔρως τῆς γυναικὸς οὐ μετρίως ἀποκναίει με, ὦ δέσποτα, καὶ βούλομαι κἂν πρὸς ὀλίγον ὀφθεὶς αὐτῇ
καταβῆναι πάλιν.162
17ΠΛΟΥΤΩΝ
D Mort
.

28

.

2

Οὐκ ἔπιες, ὦ Πρωτεσίλαε, τὸ Λήθης ὕδωρ;
1ΠΡΩΤΕΣΙΛΑΟΣ Καὶ μάλα, ὦ δέσποτα· τὸ δὲ πρᾶγμα ὑπέρογκον ἦν.
3ΠΛΟΥΤΩΝ Οὐκοῦν περίμεινον· ἀφίξεται γὰρ κἀκείνη ποτὲ
5καὶ οὐδὲ σὲ ἀνελθεῖν δεήσει.
5ΠΡΩΤΕΣΙΛΑΟΣ Ἀλλ’ οὐ φέρω τὴν διατριβήν, ὦ Πλούτων· ἠράσθης δὲ καὶ αὐτὸς ἤδη καὶ οἶσθα οἷον τὸ ἐρᾶν ἐστιν.
8ΠΛΟΥΤΩΝ Εἶτα τί σε ὀνήσει μίαν ἡμέραν ἀναβιῶναι μετ’
10ὀλίγον τὰ αὐτὰ ὀδυρόμενον;
10ΠΡΩΤΕΣΙΛΑΟΣ Οἶμαι πείσειν κἀκείνην ἀκολουθεῖν παρ’ ὑμᾶς, ὥστε ἀνθ’ ἑνὸς δύο νεκροὺς λήψῃ μετ’ ὀλίγον.
12ΠΛΟΥΤΩΝ Οὐ θέμις γενέσθαι ταῦτα οὐδὲ γέγονε πώποτε.
13ΠΡΩΤΕΣΙΛΑΟΣ
D Mort
.

28

.

3

Ἀναμνήσω σε, ὦ Πλούτων· Ὀρφεῖ γὰρ δι’ αὐτὴν ταύτην τὴν αἰτίαν τὴν Εὐρυδίκην παρέδοτε καὶ τὴν ὁμογενῆ μου Ἄλκηστιν παρεπέμψατε
Ἡρακλεῖ χαριζόμενοι.164
4ΠΛΟΥΤΩΝ
5 Θελήσεις δὲ οὕτως κρανίον γυμνὸν ὢν καὶ ἄμορφον τῇ καλῇ σου ἐκείνῃ νύμφῃ φανῆναι; πῶς δὲ κἀκείνη προσήσεταί σε οὐδὲ διαγνῶναι δυναμένη; φοβήσεται γὰρ εὖ οἶδα καὶ φεύξεταί σε καὶ μάτην ἔσῃ τοσαύτην ὁδὸν ἀνεληλυθώς.
9ΠΕΡΣΕΦΟΝΗ
10 Οὐκοῦν, ὦ ἄνερ, σὺ καὶ τοῦτο ἴασαι καὶ τὸν Ἑρμῆν κέλευσον, ἐπειδὰν ἐν τῷ φωτὶ ἤδη ὁ Πρωτε‐ σίλαος ᾖ, καθικόμενον ἐν τῇ ῥάβδῳ νεανίαν εὐθὺς καλὸν ἀπεργάσασθαι αὐτὸν, οἷος ἦν ἐκ τοῦ παστοῦ.
13ΠΛΟΥΤΩΝ Ἐπεὶ Φερσεφόνῃ συνδοκεῖ, ἀναγαγὼν τοῦτον
15αὖθις ποίησον νυμφίον· σὺ δὲ μέμνησο μίαν λαβὼν ἡμέραν.
D Mort
.

29

t

ΔΙΟΓΕΝΟΥΣ ΚΑΙ ΜΑΥΣΩΛΟΥ
D Mort
.

29

.

1

ΔΙΟΓΕΝΗΣ
1 Ὦ Κάρ, ἐπὶ τίνι μέγα φρονεῖς καὶ πάντων ἡμῶν προτιμᾶσθαι ἀξιοῖς;
2ΜΑΥΣΩΛΟΣ Καὶ ἐπὶ τῇ βασιλείᾳ μέν, ὦ Σινωπεῦ, ὃς ἐβασίλ‐ ευσα Καρίας μὲν ἁπάσης, ἦρξα δὲ καὶ Λυδῶν ἐνίων
5καὶ νήσους δέ τινας ὑπηγαγόμην καὶ ἄχρι Μιλήτου ἐπέβην τὰ πολλὰ τῆς Ἰωνίας καταστρεφόμενος· καὶ
καλὸς ἦν καὶ μέγας καὶ ἐν πολέμοις καρτερός· τὸ δὲ μέγιστον, ὅτι ἐν Ἁλικαρνασσῷ μνῆμα παμμέγεθες ἔχω ἐπικείμενον, ἡλίκον οὐκ ἄλλος νεκρός, ἀλλ’ οὐδὲ166
10οὕτως ἐς κάλλος ἐξησκημένον, ἵππων καὶ ἀνδρῶν ἐς τὸ ἀκριβέστατον εἰκασμένων λίθου τοῦ καλλίστου, οἷον οὐδὲ νεὼν εὕροι τις ἂν ῥᾳδίως. οὐ δοκῶ σοι δικαίως ἐπὶ τούτοις μέγα φρονεῖν;
13ΔΙΟΓΕΝΗΣ
D Mort
.

29

.

2

Ἐπὶ τῇ βασιλείᾳ φῄς καὶ τῷ κάλλει καὶ τῷ βάρει τοῦ τάφου;
2ΜΑΥΣΩΛΟΣ Νὴ Δί’ ἐπὶ τούτοις.
3ΔΙΟΓΕΝΗΣ Ἀλλ’, ὦ καλὲ Μαύσωλε, οὔτε ἡ ἰσχὺς ἔτι σοι
5ἐκείνη οὔτε ἡ μορφὴ πάρεστιν· εἰ γοῦν τινα ἑλοίμεθα δικαστὴν εὐμορφίας πέρι, οὐκ ἔχω εἰπεῖν, τίνος ἕνεκα τὸ σὸν κρανίον προτιμηθείη ἂν τοῦ ἐμοῦ· φαλακρὰ γὰρ ἄμφω καὶ γυμνά, καὶ τοὺς ὀδόντας ὁμοίως προφαίνομεν καὶ τοὺς ὀφθαλμοὺς
10ἀφῃρήμεθα καὶ τὰς ῥῖνας ἀποσεσιμώμεθα. ὁ δὲ τάφος καὶ οἱ πολυτελεῖς ἐκεῖνοι λίθοι Ἁλικαρνασ‐ σεῦσι μὲν ἴσως εἶεν ἐπιδείκνυσθαι καὶ φιλοτιμεῖ‐ σθαι πρὸς τοὺς ξένους, ὡς δή τι μέγα οἰκοδόμημα αὐτοῖς ἐστιν· σὺ δέ, ὦ βέλτιστε, οὐχ ὁρῶ ὅ τι
15ἀπολαύεις αὐτοῦ, πλὴν εἰ μὴ τοῦτο φῄς, ὅτι μᾶλλον ἡμῶν ἀχθοφορεῖς ὑπὸ τηλικούτοις λίθοις πιεζόμενος.
16ΜΑΥΣΩΛΟΣ
D Mort
.

29

.

3

Ἀνόνητα οὖν μοι ἐκεῖνα πάντα καὶ ἰσότιμος
ἔσται Μαύσωλος καὶ Διογένης;168
2ΔΙΟΓΕΝΗΣ Οὐκ ἰσότιμος, ὦ γενναιότατε, οὐ γὰρ· Μαύ‐ σωλος μὲν γὰρ οἰμώξεται μεμνημένος τῶν ὑπὲρ
5γῆς, ἐν οἷς εὐδαιμονεῖν ᾤετο, Διογένης δὲ κατα‐ γελάσεται αὐτοῦ. καὶ τάφον ὁ μὲν ἐν Ἁλικαρ‐ νασσῷ ἐρεῖ ἑαυτοῦ ὑπὸ Ἀρτεμισίας τῆς γυναικὸς καὶ ἀδελφῆς κατεσκευασμένον, ὁ Διογένης δὲ τοῦ μὲν σώματος εἰ καί τινα τάφον ἔχει οὐκ οἶδεν·
10οὐδὲ γὰρ ἔμελεν αὐτῷ τούτου· λόγον δὲ τοῖς ἀρί‐ στοις περὶ τούτου καταλέλοιπεν ἀνδρὸς βίον βεβι‐ ωκὼς ὑψηλότερον, ὦ Καρῶν ἀνδραποδωδέστατε, τοῦ σοῦ μνήματος καὶ ἐν βεβαιοτέρῳ χωρίῳ κατε‐ σκευασμένον.
D Mort
.

30

t

ΝΙΡΕΩΣ ΚΑΙ ΘΕΡΣΙΤΟΥ ΚΑΙ ΜΕΝΙΠΠΟΥ
D Mort
.

30

.

1

ΝΙΡΕΥΣ
1 Ἰδοὺ δή, Μένιππος οὑτοσὶ δικάσει, πότερος εὐμορφότερός ἐστιν. εἰπέ, ὦ Μένιππε, οὐ καλλίων σοι δοκῶ;
3ΜΕΝΙΠΠΟΣ Τίνες δὲ καὶ ἔστε; πρότερον, οἶμαι, χρὴ γὰρ
5τοῦτο εἰδέναι.
5ΝΙΡΕΥΣ Νιρεὺς καὶ Θερσίτης.
6ΜΕΝΙΠΠΟΣ Πότερος οὖν ὁ Νιρεὺς καὶ πότερος ὁ Θερσίτης;
οὐδέπω γὰρ τοῦτο δῆλον.170
8ΘΕΡΣΙΤΗΣ Ἓν μὲν ἤδη τοῦτο ἔχω, ὅτι ὅμοιός εἰμί σοι καὶ
10οὐδὲν τηλικοῦτον διαφέρεις ἡλίκον σε Ὅμηρος ἐκεῖνος ὁ τυφλὸς ἐπῄνεσεν ἁπάντων εὐμορφότερον προσειπών, ἀλλ’ ὁ φοξὸς ἐγὼ καὶ ψεδνὸς οὐδὲν χείρων ἐφάνην τῷ δικαστῇ. ὅρα δὲ σύ, ὦ Μένιππε, ὅντινα καὶ εὐμορφότερον ἡγῇ.
14ΝΙΡΕΥΣ
15 Ἐμέ γε τὸν Ἀγλαΐας καὶ Χάροπος, “ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθον.”
16ΜΕΝΙΠΠΟΣ
D Mort
.

30

.

2

Ἀλλ’ οὐχὶ καὶ ὑπὸ γῆν, ὡς οἶμαι, κάλλιστος ἦλθες, ἀλλὰ τὰ μὲν ὀστᾶ ὅμοια, τὸ δὲ κρανίον ταύτῃ μόνον ἄρα διακρίνοιτο ἀπὸ τοῦ Θερσίτου κρανίου, ὅτι εὔθρυπτον τὸ σόν· ἀλαπαδνὸν γὰρ
5αὐτὸ καὶ οὐκ ἀνδρῶδες ἔχεις.
5ΝΙΡΕΥΣ Καὶ μὴν ἐροῦ Ὅμηρον, ὁποῖος ἦν, ὁπότε συνε‐ στράτευον τοῖς Ἀχαιοῖς.
7ΜΕΝΙΠΠΟΣ Ὀνείρατά μοι λέγεις· ἐγὼ δὲ ἃ βλέπω καὶ νῦν ἔχεις, ἐκεῖνα δέ οἱ τότε ἴσασιν.
9ΝΙΡΕΥΣ
10Οὔκουν ἐγὼ ἐνταῦθα εὐμορφότερός εἰμι, ὦ
Μένιππε;172
11ΜΕΝΙΠΠΟΣ Οὔτε σὺ οὔτε ἄλλος εὔμορφος· ἰσοτιμία γὰρ ἐν ᾅδου καὶ ὅμοιοι ἅπαντες.
13ΘΕΡΣΙΤΗΣ
Ἐμοὶ μὲν καὶ τοῦτο ἱκανόν.174