TLG 0062 063 :: LUCIANUS :: Hermotimus

LUCIANUS Soph.
(Samosatenus: A.D. 2)

Scholia: Cf. SCHOLIA IN LUCIANUM (5029)

Hermotimus

Source: Kilburn, K. (ed.), Lucian, vol. 6. Cambridge, Mass.: Harvard University Press, 1959 (repr. 1968): 260–414.

Citation: Section — (line)

Herm
.

t

ΕΡΜΟΤΙΜΟΣ Η ΠΕΡΙ ΑΙΡΕΣΕΟΝ
Herm
.

1

ΛΥΚΙΝΟΣ
1 Ὅσον, ὦ Ἑρμότιμε, τῷ βιβλίῳ καὶ τῇ τοῦ βαδίσματος σπουδῇ τεκμήρασθαι, παρὰ τὸν διδάσ‐ καλον ἐπειγομένῳ ἔοικας. ἐνενόεις γοῦν τι μεταξὺ προϊὼν καὶ τὰ χείλη διεσάλευες ἠρέμα ὑποτον‐
5θορύζων καὶ τὸν χεῖρα ὧδε κἀκεῖσε μετέφερες ὥσπερ τινὰ ῥῆσιν ἐπὶ ἑαυτοῦ διατιθέμενος, ἐρώτημα δή τι τῶν ἀγκύλων συντιθεὶς ἢ σκέμμα σοφιστικὸν ἀναφροντίζων, ὡς μηδὲ ὁδῷ βαδίζων σχολὴν ἄγοις, ἀλλ’ ἐνεργὸς εἴης ἀεὶ σπουδαῖόν
10τι πράττων καὶ ὃ πρὸ ὁδοῦ σοι γένοιτ’ ἂν ἐς τὰ μαθήματα.
11ΕΡΜΟΤΙΜΟΣ Νὴ Δί’, ὦ Λυκῖνε, τοιοῦτό τι· τὴν γὰρ χθιζὴν συνουσίαν καὶ ἃ εἶπε πρὸς ἡμᾶς, ἀνεπεμπαζόμην ἐπιὼν τῇ μνήμῃ ἕκαστα. χρὴ δὲ μηδένα καιρὸν
15οἶμαι παριέναι εἰδότας ἀληθὲς ὂν τὸ ὑπὸ τοῦ Κῴου ἰατροῦ εἰρημένον, ὡς ἄρα “βραχὺς μὲν ὁ βίος, μακρὴ δὲ ἡ τέχνη.” καίτοι ἐκεῖνος ἰατρικῆς πέρι ταῦτ’ ἔλεγεν, εὐμαθεστέρου πράγματος· φιλοσοφία δὲ καὶ μακρῷ τῷ χρόνῳ ἀνέφικτος, ἢν
20μὴ πάνυ τις ἐγρηγορὼς ἀτενὲς ἀεὶ καὶ γοργὸν ἀποβλέπῃ ἐς αὐτήν, καὶ τὸ κινδύνευμα οὐ περὶ
μικρῶν—ἢ ἄθλιον εἶναι ἐν τῷ πολλῷ τῶν ἰδιωτῶν συρφετῷ παραπολόμενον ἢ εὐδαιμονῆσαι φιλοσο‐ φήσαντα.260
24ΛΥΚΙΝΟΣ
Herm
.

2

Τὰ μὲν ἆθλα, ὦ Ἑρμότιμε, θαυμάσια ἡλίκα εἴρηκας. οἶμαί γε μὴν οὐ πόρρω σε εἶναι αὐτῶν, εἴ γε χρὴ εἰκάζειν τῷ τε χρόνῳ ὁπόσον φιλοσοφεῖς καὶ προσέτι τῷ πόνῳ οἷόν μοι οὐ μέτριον ἐκ
5πολλοῦ ἤδη ἔχειν δοκεῖς. εἰ γάρ τι μέμνημαι, σχεδὸν εἴκοσιν ἔτη ταῦτά ἐστιν ἀφ’ οὗ σε οὐδὲν ἄλλο ποιοῦντα ἑώρακα, ἢ παρὰ τοὺς διδασκάλους φοιτῶντα καὶ ὡς τὸ πολὺ ἐς βιβλίον ἐπικεκυφότα καὶ ὑπομνήματα τῶν συνουσιῶν ἀπογραφόμενον,
10ὠχρὸν ἀεὶ ὑπὸ φροντίδων καὶ τὸ σῶμα κατεσκλη‐ κότα. δοκεῖς δέ μοι ἀλλ’ οὐδὲ ὄναρ ποτὲ ἀνιέναι σεαυτόν, οὕτως ὅλος εἶ ἐν τῷ πράγματι. ταῦτ’ οὖν σκοπουμένῳ μοι φαίνῃ οὐκ ἐς μακρὰν ἐπιλή‐ ψεσθαι τῆς εὐδαιμονίας, εἴ γε μὴ λέληθας ἡμᾶς
15καὶ πάλαι αὐτῇ συνών.
15ΕΡΜΟΤΙΜΟΣ Πόθεν, ὦ Λυκῖνε, ὃς νῦν ἄρχομαι παρακύπτειν ἐς τὴν ὁδόν; ἡ δ’ Ἀρετὴ πάνυ πόρρω κατὰ τὸν Ἡσίοδον οἰκεῖ καὶ ἔστιν ὁ οἶμος ἐπ’ αὐτὴν μακρός τε καὶ ὄρθιος καὶ τρηχύς, ἱδρῶτα οὐκ ὀλίγον ἔχων
20τοῖς ὁδοιπόροις.
20ΛΥΚΙΝΟΣ Οὐχ ἱκανὰ οὖν ἵδρωταί σοι, ὦ Ἑρμότιμε, καὶ ὡδοιπόρηται;
22ΕΡΜΟΤΙΜΟΣ Οὔ, φημί· οὐδὲν γὰρ ἂν ἐκώλυέ με πανευ‐ δαίμονα εἶναι ἐπὶ τῷ ἄκρῳ γενόμενον. τὸ δὲ νῦν
25ἀρχόμεθα ἔτι, ὦ Λυκῖνε.262
25ΛΥΚΙΝΟΣ
Herm
.

3

Ἀλλὰ τήν γε ἀρχὴν ὁ αὐτὸς οὗτος Ἡσίοδος ἥμισυ τοῦ παντὸς ἔφη εἶναι, ὥστε κατὰ μέσην τὴν ἄνοδον ἤδη λέγοντες εἶναί σε οὐκ ἂν ἁμάρ‐ τοιμεν.
4ΕΡΜΟΤΙΜΟΣ
5 Οὐδέπω οὐδὲ τοῦτο. πάμπολυ γὰρ ἂν ἡμῖν ἤνυστο.
6ΛΥΚΙΝΟΣ Ἀλλὰ ποῦ γάρ σε φῶμεν τῆς ὁδοῦ τυγχάνειν ὄντα;
8ΕΡΜΟΤΙΜΟΣ Ἐν τῇ ὑπωρείᾳ κάτω ἔτι, ὦ Λυκῖνε, ἄρτι προ‐
10βαίνειν βιαζόμενον. ὀλισθηρὰ δὲ καὶ τραχεῖα καὶ δεῖ χεῖρα ὀρέγοντος.
11ΛΥΚΙΝΟΣ Οὐκοῦν ὁ διδάσκαλός σοι τοῦτο ἱκανὸς ποιῆσαι ἄνωθεν ἐκ τοῦ ἄκρου καθάπερ ὁ τοῦ Ὁμήρου Ζεὺς χρυσῆν τινα σειρὰν καθιεὶς τοὺς αὑτοῦ
15λόγους, ὑφ’ ὧν σε ἀνασπᾷ δηλαδὴ καὶ ἀνακουφίζει πρὸς αὑτόν τε καὶ τὴν ἀρετὴν αὐτὸς πρὸ πολλοῦ ἀναβεβηκώς.
17ΕΡΜΟΤΙΜΟΣ Αὐτὸ ἔφησθα, ὦ Λυκῖνε, τὸ γιγνόμενον. ὅσον γοῦν ἐπ’ ἐκείνῳ πάλαι ἀνεσπάσμην ἂν καὶ συνῆν
20αὐτοῖς. τὸ δ’ ἐμὸν ἔτι ἐνδεῖ.
20ΛΥΚΙΝΟΣ
Herm
.

4

Ἀλλὰ θαρρεῖν χρὴ καὶ θυμὸν ἔχειν ἀγαθὸν ἐς
τὸ τέλος τῆς ὁδοῦ ὁρῶντα καὶ τὴν ἄνω εὐδαιμονίαν, καὶ μάλιστα ἐκείνου ξυμπροθυμουμένου. πλὴν ἀλλὰ τίνα σοι ἐλπίδα ὑποφαίνει ὡς δὴ πότε264
5ἀναβησομένῳ; εἰς νέωτα εἴκαζεν ἐπὶ τὸ ἄκρον ἔσεσθαί σε, οἷον μετὰ τὰ μυστήρια τὰ ἄλλα ἢ Παναθήναια;
7ΕΡΜΟΤΙΜΟΣ Ὀλίγον φής, ὦ Λυκῖνε.
8ΛΥΚΙΝΟΣ Ἀλλ’ ἐς τὴν ἑξῆς ὀλυμπιάδα;
9ΕΡΜΟΤΙΜΟΣ
10 Καὶ τοῦτο ὀλίγον ὡς πρὸς ἀρετῆς ἄσκησιν καὶ εὐδαιμονίας κτῆσιν.
11ΛΥΚΙΝΟΣ Μετὰ δύο μὲν δὴ ὀλυμπιάδας πάντως; ἢ πολ‐ λήν γ’ ἂν ὑμῶν ῥᾳθυμίαν καταγνοίη τις εἰ μηδ’ ἐν τοσούτῳ χρόνῳ δύνασθε, ὅσον τρὶς ἀπὸ Ἡρακλείων
15στηλῶν εἰς Ἰνδοὺς ἀπελθεῖν εἶτ’ ἐπανελθεῖν ῥᾴδιον, εἰ καὶ μὴ εὐθεῖαν μηδ’ ἀεὶ βαδίζοι τις, ἀλλ’ ἐν τοῖς διὰ μέσου ἔθνεσι περιπλανώμενος. καίτοι πόσῳ τινὶ βούλει ὑψηλοτέραν καὶ λισσοτέραν θῶμεν εἶναι τὴν ἄκραν, ἐφ’ ἧς ὑμῖν ἡ Ἀρετὴ
20οἰκεῖ, τῆς Ἀόρνου ἐκείνης, ἣν ἐντὸς ὀλίγων ἡμερῶν Ἀλέξανδρος κατὰ κράτος εἷλεν;
21ΕΡΜΟΤΙΜΟΣ
Herm
.

5

Οὐδὲν ὅμοιον, ὦ Λυκῖνε, οὐδ’ ἔστι τὸ πρᾶγμα τοιοῦτον οἷον σὺ εἰκάζεις, ὡς ὀλίγῳ χρόνῳ κατεργασθῆναι καὶ ἁλῶναι, οὐδ’ ἂν μυρίοι Ἀλέ‐ ξανδροι προσβάλλωσιν. ἐπεὶ πολλοὶ ἂν οἱ ἀνιόντες
5ἦσαν. νῦν δὲ ἐνάρχονται μὲν οὐκ ὀλίγοι μάλα ἐρρωμένως καὶ προσέρχονται ἐπὶ ποσόν, οἱ μὲν ἐπὶ πάνυ ὀλίγον, οἱ δὲ ἐπὶ πλέον· ἐπειδὰν δὲ κατὰ μέσην τὴν ὁδὸν γένωνται πολλοῖς τοῖς ἀπόροις καὶ δυσχερέσιν ἐντυγχάνοντες ἀποδυσπετοῦσί τε καὶ266
10ἀναστρέφουσιν ἀσθμαίνοντες καὶ ἱδρῶτι ῥεόμενοι, οὐ φέροντες τὸν κάματον. ὅσοι δ’ ἂν εἰς τέλος διακαρτερήσωσιν οὗτοι πρὸς τὸ ἄκρον ἀφικνοῦνται καὶ τὸ ἀπ’ ἐκείνου εὐδαιμονοῦσιν θαυμάσιόν τινα βίον τὸν λοιπὸν βιοῦντες, οἷον μύρμηκας ἀπὸ τοῦ
15ὕψους ἐπισκοποῦντές τινας τοὺς ἄλλους.
15ΛΥΚΙΝΟΣ Παπαῖ, ὦ Ἑρμότιμε, ἡλίκους ἡμᾶς ἀποφαίνεις οὐδὲ κατὰ τοὺς Πυγμαίους ἐκείνους, ἀλλὰ χαμαι‐ πετεῖς παντάπασιν ἐν χρῷ τῆς γῆς. εἰκότως— ὑψηλὰ γὰρ ἤδη φρονεῖς καὶ ἄνωθεν· ἡμεῖς δὴ ὁ
20συρφετὸς καὶ ὅσοι χαμαὶ ἐρχόμενοι ἐσμέν, μετὰ τῶν θεῶν καὶ ὑμᾶς προσευξόμεθα ὑπερνεφέλους γενομένους καὶ ἀνελθόντας οἷ πάλαι σπεύδετε.
22ΕΡΜΟΤΙΜΟΣ Εἰ γὰρ γένοιτο καὶ ἀνελθεῖν, ὦ Λυκῖνε. ἀλλὰ πάμπολυ τὸ λοιπόν.
24ΛΥΚΙΝΟΣ
Herm
.

6

Ὅμως οὐκ ἔφησθα ὁπόσον, ὡς χρόνῳ περι‐ λαβεῖν.
2ΕΡΜΟΤΙΜΟΣ Οὐδ’ αὐτὸς γὰρ οἶδα, ὦ Λυκῖνε, τἀκριβές. εἰκάζω μέντοι οὐ πλείω τῶν εἴκοσιν ἐτῶν ἔσεσθαι,
5μεθ’ ἃ πάντως που ἐπὶ τῷ ἄκρῳ ἐσόμεθα.268
5ΛΥΚΙΝΟΣ Ἡράκλεις, πολὺ λέγεις.
6ΕΡΜΟΤΙΜΟΣ Καὶ γὰρ περὶ μεγάλων, ὦ Λυκῖνε, οἱ πόνοι.
7ΛΥΚΙΝΟΣ Τοῦτο μὲν ἴσως ἀληθές. ὑπὲρ δὲ τῶν εἴκοσιν ἐτῶν ὅτι βιώσῃ τοσαῦτα πότερον ὁ διδάσκαλός σου
10καθυπέσχετο, οὐ μόνον σοφός, ἀλλὰ καὶ μαντικὸς ὢν ἢ χρησμολόγος τις ἢ ὅσοι τὰς Χαλδαίων μεθόδους ἐπίστανται; φασὶ γοῦν εἰδέναι τὰ τοιαῦτα. οὐ γὰρ δὴ σέ γε εἰκὸς ἐπὶ τῷ ἀδήλῳ, εἰ βιώσῃ μέχρι πρὸς τὴν ἀρετήν, τοσούτους
15πόνους ἀνέχεσθαι καὶ ταλαιπωρεῖν νύκτωρ καὶ μεθ’ ἡμέραν οὐκ εἰδότα εἴ σε πλησίον ἤδη τοῦ ἄκρου γενόμενον τὸ χρεὼν ἐπιστὰν κατασπάσει λαβόμενον τοῦ ποδὸς ἐξ ἀτελοῦς τῆς ἐλπίδος.
18ΕΡΜΟΤΙΜΟΣ Ἄπαγε. δύσφημα γὰρ ταῦτα, ὦ Λυκῖνε. ἀλλ’
20εἴη βιῶναι ὡς μίαν γοῦν ἡμέραν εὐδαιμονήσω σοφὸς γενόμενος.
21ΛΥΚΙΝΟΣ Καὶ ἱκανή σοι ἀντὶ τῶν τοσούτων καμάτων ἡ μία ἡμέρα;
23ΕΡΜΟΤΙΜΟΣ Ἐμοὶ μὲν καὶ ἀκαριαῖον ὁπόσον ἱκανόν.
24ΛΥΚΙΝΟΣ
Herm
.

7

Τὰ δὲ δὴ ἄνω ὅτι εὐδαίμονα καὶ τοιαῦτα ὡς πάντα χρῆν ὑπομεῖναι δι’ αὐτά πόθεν ἔχεις
εἰδέναι; οὐ γὰρ δὴ αὐτός πω ἀνελήλυθας.270
3ΕΡΜΟΤΙΜΟΣ Ἀλλὰ τῷ διδασκάλῳ πιστεύω λέγοντι. ὁ δὲ
5πάνυ οἶδεν ἅτε ἀκρότατος ἤδη ὤν.
5ΛΥΚΙΝΟΣ Ἔλεγε δὲ πρὸς θεῶν ποῖα τὰ περὶ αὐτῶν ἢ τίνα τὴν εὐδαιμονίαν εἶναι τὴν ἐκεῖ; ἦ που τινὰ πλοῦ‐ τον καὶ δόξαν καὶ ἡδονὰς ἀνυπερβλήτους;
8ΕΡΜΟΤΙΜΟΣ Εὐφήμει, ὦ ἑταῖρε. οὐδὲν γάρ ἐστι ταῦτα πρὸς
10τὸν ἐν τῇ ἀρετῇ βίον.
10ΛΥΚΙΝΟΣ Ἀλλὰ τίνα φησὶ τἀγαθὰ εἰ μὴ ταῦτα ἕξειν πρὸς τὸ τέλος τῆς ἀσκήσεως ἐλθόντας;
12ΕΡΜΟΤΙΜΟΣ Σοφίαν καὶ ἀνδρείαν καὶ τὸ καλὸν αὐτὸ καὶ τὸ δίκαιον καὶ τὸ πάντα ἐπίστασθαι βεβαίως πεπεισ‐
15μένον ᾗ ἕκαστα ἔχει. πλούτους δὲ καὶ δόξας καὶ ἡδονὰς καὶ ὅσα τοῦ σώματος ταῦτα πάντα κάτω ἀφεῖκεν καὶ ἀποδυσάμενος ἀνέρχεται, ὥσπερ φασὶ τὸν Ἡρακλέα ἐν τῇ Οἴτῃ κατακαυθέντα θεὸν γενέσθαι· καὶ γὰρ ἐκεῖνος ἀποβαλὼν ὁπόσον
20ἀνθρώπειον εἶχε παρὰ τῆς μητρὸς καὶ καθαρόν τε καὶ ἀκήρατον φέρων τὸ θεῖον ἀνέπτατο ἐς τοὺς θεοὺς διευκρινηθὲν ὑπὸ τοῦ πυρός. καὶ οὗτοι δὴ ὑπὸ φιλοσοφίας ὥσπερ ὑπό τινος πυρὸς ἅπαντα ταῦτα περιαιρεθέντες ἃ τοῖς ἄλλοις θαυμαστὰ
25εἶναι δοκεῖ οὐκ ὀρθῶς δοξάζουσιν, ἀνελθόντες ἐπὶ
τὸ ἄκρον εὐδαιμονοῦσι πλούτου καὶ δόξης καὶ ἡδονῶν ἀλλ’ οὐδὲ μεμνημένοι ἔτι, καταγελῶντες δὲ τῶν οἰομένων ταῦτα εἶναι.272
28ΛΥΚΙΝΟΣ
Herm
.

8

Νὴ τὸν Ἡρακλέα, ὦ Ἑρμότιμε, τὸν ἐν Οἴτῃ ἀνδρεῖα καὶ εὐδαίμονα λέγεις περὶ αὐτῶν. πλὴν ἀλλὰ τόδε μοι εἰπέ, καὶ κατέρχονταί ποτε ἐκ τῆς ἄκρας (ἢν ἐθελήσωσι) χρησόμενοι τοῖς κάτω ἃ
5καταλελοίπασιν; ἢ ἀνάγκη ἅπαξ ἀνελθόντας αὐτοὺς μένειν καὶ συνεῖναι τῇ ἀρετῇ πλούτου καὶ δόξης καὶ ἡδονῶν καταγελῶντας;
7ΕΡΜΟΤΙΜΟΣ Οὐ μόνον τοῦτο, ὦ Λυκῖνε, ἀλλ’ ὃς ἂν ἀπο‐ τελεσθῇ πρὸς ἀρετὴν οὔτε ὀργῇ οὔτε φόβῳ οὔτ’
10ἐπιθυμίαις ὁ τοιοῦτος ἂν δουλεύοι οὐδὲ λυποῖτο οὐδὲ ὅλως πάθος ἔτι τοιοῦτον πάθοι ἄν.
11ΛΥΚΙΝΟΣ Καὶ μὴν εἴ γέ με δεῖ μηδὲν ὀκνήσαντα εἰπεῖν τἀληθές—ἀλλ’ εὐφημεῖν χρὴ οἶμαι μηδὲ ὅσιον εἶναι ἐξετάζειν τὰ ὑπὸ τῶν σοφῶν γιγνόμενα.
14ΕΡΜΟΤΙΜΟΣ
15Μηδαμῶς, ἀλλ’ εἰπὲ ὅ τι καὶ λέγεις.
15ΛΥΚΙΝΟΣ Ὅρα, ὦ ἑταῖρε, ὡς ἔγωγε καὶ πάνυ ὀκνῶ.
16ΕΡΜΟΤΙΜΟΣ Ἀλλὰ μὴ ὄκνει, ὦ γενναῖε, πρός γε μόνον ἐμὲ
λέγων.274
18ΛΥΚΙΝΟΣ
Herm
.

9

Τὰ μὲν τοίνυν ἄλλα, ὦ Ἑρμότιμε, διηγουμένῳ σοι παρειπόμην καὶ ἐπίστευον οὕτως ἔχειν, σοφούς τε γίγνεσθαι αὐτοὺς καὶ ἀνδρείους καὶ δικαίους καὶ τὰ ἄλλα· καί πως ἐκηλούμην πρὸς τὸν λόγον.
5ὁπότε δὲ καὶ πλούτου ἔφησθα καταφρονεῖν σφᾶς καὶ δόξης καὶ ἡδονῶν καὶ μήτε ὀργίζεσθαι μήτε λυπεῖσθαι, πάνυ ἐνταῦθα (μόνω γάρ ἐσμεν) ἐπέστην ἀναμνησθεὶς ἃ πρῴην εἶδον ποιοῦντα— βούλει φῶ τίνα; ἢ ἱκανὸν καὶ ἄνευ τοῦ ὀνόματος;
9ΕΡΜΟΤΙΜΟΣ
10Μηδαμῶς, ἀλλὰ καὶ τοῦτο εἰπὲ ὅστις ἦν.
10ΛΥΚΙΝΟΣ Διδάσκαλος αὐτὸς οὗτος ὁ σός—ἀνὴρ τά τε ἄλλα αἰδοῦς ἄξιος καὶ γέρων ἤδη ἐς τὸ ὕστατον.
12ΕΡΜΟΤΙΜΟΣ Τί οὖν δὴ ἐποίει;
13ΛΥΚΙΝΟΣ Τὸν ξένον οἶσθα τὸν Ἡρακλεώτην ὃς ἐκ πολλοῦ
15συνεφιλοσόφει αὐτῷ μαθητὴς ὤν, τὸν ξανθόν, τὸν ἐριστικόν;
16ΕΡΜΟΤΙΜΟΣ Οἶδα ὃν λέγεις· Δίων αὐτῷ τοὔνομα.
17ΛΥΚΙΝΟΣ Ἐκεῖνον αὐτόν, ἐπεὶ τὸν μισθὸν οἶμαι μὴ ἀπεδίδου κατὰ καιρόν, ἀπήγαγε παρὰ τὸν ἄρχοντα
20ἔναγχος περιθείς γε αὐτῷ θοἰμάτιον περὶ τὸν τράχηλον καὶ ἐβόα καὶ ὠργίζετο, καὶ εἰ μὴ τῶν συνήθων τινὲς ἐν μέσῳ γενόμενοι ἀφείλοντο τὸν νεανίσκον ἐκ τῶν χειρῶν αὐτοῦ, εὖ ἴσθι προσφὺς ἂν ἀπέτραγεν αὐτοῦ τὴν ῥῖνα ὁ γέρων, οὕτως276
25ἠγανάκτει.
25ΕΡΜΟΤΙΜΟΣ
Herm
.

10

Πονηρὸς γὰρ ἐκεῖνος ἀεὶ καὶ ἀγνώμων, ὦ Λυκῖνε, περὶ τὰς ἀποδόσεις· ἐπεὶ τούς γε ἄλλους οἷς δανείζει πολλοὺς ὄντας οὐδὲν τοιοῦτό πω διατέθεικεν. ἀποδιδόασι γὰρ αὐτῷ κατὰ καιρὸν
5τοὺς τόκους.
5ΛΥΚΙΝΟΣ Τί δέ, ἂν μὴ ἀποδιδῶσιν, ὦ μακάριε, μέλει τι αὐτῷ καθαρθέντι ἤδη ὑπὸ φιλοσοφίας καὶ μηκέτι τῶν ἐν τῇ Οἴτῃ καταλελειμμένων δεομένῳ;
8ΕΡΜΟΤΙΜΟΣ Οἴει γὰρ ὅτι ἑαυτοῦ χάριν ἐκεῖνος περὶ τὰ
10τοιαῦτα ἐσπούδακεν; ἀλλ’ ἔστιν αὐτῷ παιδία νεογνὰ ὧν κήδεται μὴ ἐν ἀπορίᾳ καταβιώσωσι.
11ΛΥΚΙΝΟΣ Δέον, ὦ Ἑρμότιμε, ἀναγαγεῖν κἀκεῖνα ἐπὶ τὴν ἀρετήν, ὡς συνευδαιμονοῖεν αὐτῷ πλούτου καταφρο‐ νοῦντες.
14ΕΡΜΟΤΙΜΟΣ
Herm
.

11

Οὐ σχολή μοι, ὦ Λυκῖνε, περὶ τούτων διαλέγε‐ σθαί σοι· σπεύδω γὰρ ἤδη ἀκροάσασθαι αὐτοῦ, μὴ
καὶ λάθω τελέως ἀπολειφθείς.278
3ΛΥΚΙΝΟΣ Θάρρει, ὦγαθέ. τὸ τήμερον γὰρ ἐκεχειρία
5ἐπήγγελται. ὥστε ἐγὼ ἀφίημί σοι ὅσον ἔτι τὸ λοιπὸν τῆς ὁδοῦ.
6ΕΡΜΟΤΙΜΟΣ Πῶς λέγεις;
7ΛΥΚΙΝΟΣ Ὅτι ἐν τῷ παρόντι οὐκ ἂν ἴδοις αὐτόν, εἴ γε χρὴ πιστεύειν τῷ προγράμματι. πινάκιον γάρ τι
10ἐκρέματο ὑπὲρ τοῦ πυλῶνος μεγάλοις γράμμασι λέγον “Τήμερον οὐ συμφιλοσοφεῖν.” ἐλέγετο δὲ παρ’ Εὐκράτει τῷ πάνυ δειπνήσας χθὲς γενέθλια θυγατρὸς ἑστιῶντι πολλά τε συμφιλοσοφῆσαι ἐν τῷ συμποσίῳ καὶ πρὸς Εὐθύδημον τὸν ἐκ τοῦ
15Περιπάτου παροξυνθῆναί τι καὶ ἀμφισβητῆσαι αὐτῷ περὶ ὧν ἐκεῖνοι εἰώθασιν ἀντιλέγειν τοῖς ἀπὸ τῆς Στοᾶς. ὑπό τε οὖν τῆς κραυγῆς πονήρως τὴν κεφαλὴν διατεθῆναι καὶ ἱδρῶσαι μάλα πολλὰ ἐς μέσας νύκτας ἀποταθείσης, ὥς φασι, τῆς συνου‐
20σίας. ἅμα δὲ καὶ πεπώκει οἶμαι πλέον τοῦ ἱκανοῦ τῶν παρόντων ὡς εἰκός φιλοτησίας προπι‐ νόντων καὶ ἐδεδειπνήκει πλέον ἢ κατὰ γέροντα· ὥστε ἀναστρέψας ἤμεσέ τε ὡς ἔφασκον πολλὰ καὶ μόνον ἀριθμῷ παραλαβὼν τὰ κρέα ὁπόσα τῷ
25παιδὶ κατόπιν ἑστῶτι παραδεδώκει καὶ σημη‐ νάμενος ἐπιμελῶς τὸ ἀπ’ ἐκείνου καθεύδει μηδένα εἰσδέχεσθαι παραγγείλας. ταῦτα δὲ Μίδα ἤκουσα τοῦ οἰκέτου αὐτοῦ διηγουμένου τισὶ τῶν μαθητῶν,
οἳ καὶ αὐτοὶ ἀνέστρεφον μάλα πολλοί.280
29ΕΡΜΟΤΙΜΟΣ
Herm
.

12

Ἐκράτησε δὲ πότερος, ὦ Λυκῖνε, ὁ διδάσκαλος ἢ ὁ Εὐθύδημος; εἴ τι καὶ τοιοῦτον ἔλεγεν ὁ Μίδας.
3ΛΥΚΙΝΟΣ Τὰ μὲν πρῶτά φασιν, ὦ Ἑρμότιμε, ἀγχώμαλα
5σφίσι γενέσθαι, τὸ δ’ οὖν τέλος τῆς νίκης καθ’ ὑμᾶς ἐγένετο καὶ παρὰ πολὺ ὁ πρεσβύτης ὑπερέσχε. τὸν γοῦν Εὐθύδημον οὐδὲ ἀναιμωτί φασιν ἀπελθεῖν, ἀλλὰ τραῦμα παμμέγεθες ἔχοντα ἐν τῇ κεφαλῇ. ἐπεὶ γὰρ ἀλαζὼν ἦν καὶ ἐλεγκτικὸς καὶ πείθεσθαι
10οὐκ ἤθελεν οὐδὲ παρεῖχε ῥᾴδιον αὑτὸν ἐλέγχεσθαι, ὁ διδάσκαλός σου ὁ βέλτιστος ὃν εἶχε σκύφον Νεστόρειόν τινα καταφέρει αὐτοῦ πλησίον κατα‐ κειμένου, καὶ οὕτως ἐκράτησεν.
13ΕΡΜΟΤΙΜΟΣ Εὖ γε. οὐ γὰρ ἄλλως ἐχρῆν πρὸς τοὺς μὴ
15ἐθέλοντας εἴκειν τοῖς κρείττοσιν.
15ΛΥΚΙΝΟΣ Ταυτὶ μέν, ὦ Ἑρμότιμε, πάνυ εὔλογα. ἢ τί γὰρ παθὼν Εὐθύδημος ἄνδρα γέροντα παρώξυνεν ἀόργητον καὶ θυμοῦ κρείττονα, σκύφον οὕτω
Herm
.

13

βαρὺν ἐν τῇ χειρὶ ἔχοντα; ἀλλὰ, σχολὴν γὰρ ἄγομεν, τί οὐ διηγῇ μοι ἑταίρῳ ὄντι ὃν τρόπον ὡρμήθης τὸ πρῶτον φιλοσοφεῖν, ὡς καὶ αὐτός, εἰ δυνατὸν ἔτι, συνοδοιποροίην ὑμῖν τὸ ἀπὸ τοῦδε
5ἀρξάμενος. οὐ γὰρ ἀποκλείσετέ με δηλαδὴ φίλοι
ὄντες.282
6ΕΡΜΟΤΙΜΟΣ Εἰ γὰρ ἐθελήσειας, ὦ Λυκῖνε· ὄψει ἐν βραχεῖ ὅσον διοίσεις τῶν ἄλλων. παῖδας εὖ ἴσθι οἰήσῃ ἅπαντας ὡς πρὸς σέ, τοσοῦτον ὑπερφρονήσεις
10αὐτός.
10ΛΥΚΙΝΟΣ Ἱκανόν, εἰ μετὰ εἴκοσιν ἔτη γενέσθαι οἷός τε εἴην τοιοῦτος οἷος σὺ νῦν.
12ΕΡΜΟΤΙΜΟΣ Ἀμέλει. καὶ αὐτὸς κατὰ σὲ γεγονὼς ἠρξάμην φιλοσοφεῖν τετταρακοντούτης σχεδόν—ὁπόσα οἶμαι
15σὺ νῦν γέγονας.
15ΛΥΚΙΝΟΣ Τοσαῦτα γάρ, ὦ Ἑρμότιμε. ὥστε τὴν αὐτὴν ἄγε λαβὼν κἀμέ—δίκαιον γάρ. καὶ πρῶτόν γέ μοι τοῦτο εἰπέ· δίδοτε ἀντιλέγειν τοῖς μανθάνουσιν ἤν τι μὴ ὀρθῶς λέγεσθαι δοκῇ αὐτοῖς, ἢ οὐκ ἐφίετε
20τοῦτο τοῖς νεωτέροις;
20ΕΡΜΟΤΙΜΟΣ Οὐ πάνυ. σὺ δέ, ἤν τι βούλῃ, ἐρώτα μεταξὺ καὶ ἀντίλεγε. ῥᾷον γὰρ ἂν οὕτω μάθοις.
22ΛΥΚΙΝΟΣ Εὖ γε—νὴ τὸν Ἑρμῆν, ὦ Ἑρμότιμε, αὐτὸν οὗ
Herm
.

14

ἐπώνυμος ὢν τυγχάνεις. ἀτὰρ εἰπέ μοι, μία τις ὁδός ἐστιν ἡ ἐπὶ φιλοσοφίαν ἄγουσα ἡ τῶν Στωϊκῶν ὑμῶν; ἢ ἀληθῆ ἐγὼ ἤκουον ὡς καὶ
ἄλλοι πολλοί τινές εἰσιν;284
4ΕΡΜΟΤΙΜΟΣ
5 Μάλα πολλοί—Περιπατητικοὶ καὶ Ἐπικούρειοι καὶ οἱ τὸν Πλάτωνα ἐπιγραφόμενοι, καὶ αὖ Διογένους ἄλλοι τινὲς καὶ Ἀντισθένους ζηλωταὶ καὶ οἱ ἀπὸ τοῦ Πυθαγόρου καὶ ἔτι πλείους.
8ΛΥΚΙΝΟΣ Ἀληθῆ ταῦτα· πολλοὶ γάρ εἰσι. πότερον δή,
10ὦ Ἑρμότιμε, τὰ αὐτὰ οὗτοι λέγουσιν ἢ διάφορα;
10ΕΡΜΟΤΙΜΟΣ Καὶ πάνυ διάφορα.
11ΛΥΚΙΝΟΣ Τὸ δέ γε ἀληθὲς οἶμαι πάντως που ἓν ἦν αὐτῶν ἀλλ’ οὐ πάντα διάφορά γε ὄντα.
13ΕΡΜΟΤΙΜΟΣ Πάνυ μὲν οὖν.
14ΛΥΚΙΝΟΣ
Herm
.

15

Ἴθι δή, ὦ φιλότης, ἀπόκριναί μοι· τῷ τότε πιστεύσας τὸ πρῶτον ὁπότε ᾔεις φιλοσοφήσων πολλῶν σοι θυρῶν ἀναπεπταμένων παρεὶς σὺ τὰς ἄλλας εἰς τὴν τῶν Στωϊκῶν ἧκες καὶ δι’ ἐκείνης
5ἠξίους ἐπὶ τὴν ἀρετὴν εἰσιέναι ὡς δὴ μόνης ἀληθοῦς οὔσης καὶ τὴν εὐθεῖαν ἐπιδεικνυούσης, τῶν δ’ ἄλλων εἰς τυφλὰ καὶ ἀνέξοδα φερουσῶν; τίνι ταῦτ’ ἐτεκμαίρου τότε; καὶ μή μοι τὸν νῦν δὴ τοῦτον σεαυτὸν ἐννόει, τὸν εἴτε ἡμίσοφον εἴτε
10σοφὸν ἤδη τὰ βελτίω κρίνειν ὑπὲρ τοὺς πολλοὺς ἡμᾶς δυνάμενον, ἀλλὰ οὕτως ἀπόκριναι ὁποῖος
τότε ἦσθα ἰδιώτης καὶ κατὰ τὸν νῦν ἐμέ.286
12ΕΡΜΟΤΙΜΟΣ Οὐ συνίημι ὅ τι σοι τοῦτο βούλεται, ὦ Λυκῖνε.
13ΛΥΚΙΝΟΣ Καὶ μὴν οὐ πάνυ ἀγκύλον ἠρόμην. πολλῶν γὰρ
15ὄντων φιλοσόφων, οἷον Πλάτωνος καὶ Ἀριστοτέ‐ λους καὶ Ἀντισθένους καὶ τῶν ὑμετέρων προγόνων, τοῦ Χρυσίππου καὶ Ζήνωνος καὶ τῶν ἄλλων ὅσοι εἰσιν, τῷ σὺ πιστεύσας τοὺς μὲν ἄλλους εἴας, ἐξ ἁπάντων δὲ προελόμενος ἅπερ προῄρησαι, ἀξιοῖς
20κατὰ ταῦτα φιλοσοφεῖν; ἆρα καὶ σὲ ὥσπερ τὸν Χαιρεφῶντα ὁ Πύθιος ἐξέπεμψεν ἐπὶ τὰ Στωϊκῶν ἀρίστους ἐξ ἁπάντων προσειπών; ἔθος γὰρ αὐτῷ ἄλλον ἐπ’ ἄλλο εἶδος φιλοσοφίας προτρέπειν τὴν ἁρμόττουσαν οἶμαι ἑκάστῳ εἰδότι.
24ΕΡΜΟΤΙΜΟΣ
25 Ἀλλ’ οὐδὲν τοιοῦτον, ὦ Λυκῖνε, οὐδὲ ἠρόμην περί γε τούτων τὸν θεόν.
26ΛΥΚΙΝΟΣ Πότερον οὐκ ἄξιον θείας συμβουλίας ἡγούμενος αὐτὸ ἢ ἱκανὸς ᾤου αὐτὸς εἶναι ἑλέσθαι τὸ βέλτιον κατὰ σαυτὸν ἄνευ τοῦ θεοῦ;
29ΕΡΜΟΤΙΜΟΣ
30Ὤιμην γάρ.
30ΛΥΚΙΝΟΣ
Herm
.

16

Οὐκοῦν καὶ ἡμᾶς διδάσκοις ἂν τοῦτο πρῶτον, ὅπως διαγνωστέον ἡμῖν εὐθὺς ἐν ἀρχῇ, τίς ἡ ἀρίστη φιλοσοφία ἐστὶ καὶ ἡ ἀληθεύουσα καὶ ἣν ἄν τις
ἕλοιτο παρεὶς τὰς ἄλλας.288
4ΕΡΜΟΤΙΜΟΣ
5 Ἐγώ σοι φράσω. ἑώρων τοὺς πλείστους ἐπ’ αὐτὴν ὁρμῶντας ὥστε εἴκαζον ἀμείνω εἶναι αὐτήν.
6ΛΥΚΙΝΟΣ Πόσῳ τινὶ πλείους τῶν Ἐπικουρείων ἢ Πλα‐ τωνικῶν ἢ Περιπατητικῶν; ἠρίθμησας γὰρ αὐτοὺς δηλαδὴ καθάπερ ἐν ταῖς χειροτονίαις.
9ΕΡΜΟΤΙΜΟΣ
10Ἀλλ’ οὐκ ἠρίθμησα ἔγωγε, εἴκαζον δέ.
10ΛΥΚΙΝΟΣ Ὡς οὐκ ἐθέλεις διδάξαι με ἀλλ’ ἐξαπατᾷς, ὃς περὶ τῶν τοιούτων εἰκασμῷ φὴς καὶ πλήθει κρῖναι ἀποκρυπτόμενος λέγειν πρός με τἀληθές.
13ΕΡΜΟΤΙΜΟΣ Οὐ μόνον τοῦτο, ὦ Λυκῖνε, ἀλλὰ καὶ ἤκουον
15ἁπάντων λεγόντων ὡς οἱ μὲν Ἐπικούρειοι γλυκύ‐ θυμοι καὶ φιλήδονοί εἰσιν, οἱ Περιπατητικοὶ δὲ φιλόπλουτοι καὶ ἐριστικοί τινες, οἱ Πλατωνικοὶ δὲ τετύφωνται καὶ φιλόδοξοί εἰσι, περὶ δὲ τῶν Στωϊκῶν πολλοὶ ἔφασκον ὅτι ἀνδρώδεις καὶ πάντα
20γιγνώσκουσιν καὶ ὅτι ὁ ταύτην ἰὼν τὴν ὁδὸν μόνος βασιλεύς, μόνος πλούσιος, μόνος σοφὸς καὶ συνόλως ἅπαντα.
22ΛΥΚΙΝΟΣ
Herm
.

17

Ἔλεγον δὲ ταῦτα πρὸς σὲ ἄλλοι δηλαδὴ περὶ αὐτῶν. οὐ γὰρ δὴ ἐκείνοις ἂν αὐτοῖς ἐπίστευσας
ἐπαινοῦσι τὰ αὐτῶν.290
3ΕΡΜΟΤΙΜΟΣ Οὐδαμῶς, ἀλλὰ οἱ ἄλλοι ἔλεγον.
4ΛΥΚΙΝΟΣ
5Οἱ μὲν δὴ ἀντίδοξοι οὐκ ἔλεγον ὡς τὸ εἰκός.
5ΕΡΜΟΤΙΜΟΣ Οὐ γάρ.
6ΛΥΚΙΝΟΣ Οἱ δ’ ἄρα ἰδιῶται ταῦτα ἔλεγον.
7ΕΡΜΟΤΙΜΟΣ Καὶ μάλα.
8ΛΥΚΙΝΟΣ Ὁρᾷς ὅπως αὖθις ἐξαπατᾷς με καὶ οὐ λέγεις
10τἀληθές. ἀλλ’ οἴει Μαργίτῃ διαλέγεσθαί τινι, ὡς πιστεῦσαι ὅτι Ἑρμότιμος, ἀνὴρ συνετός, ἔτη τότε γεγονὼς τετταράκοντα, περὶ φιλοσοφίας καὶ φιλο‐ σόφων ἀνδρῶν τοῖς ἰδιώταις ἐπίστευσεν καὶ κατὰ τὰ ὑπ’ ἐκείνων λεγόμενα ἐποιεῖτο τὴν αἵρεσιν τῶν
15κρειττόνων. οὐ γὰρ ἀξιῶ πιστεῦσαί σοι τοιαῦ‐ τα λέγοντι.
16ΕΡΜΟΤΙΜΟΣ
Herm
.

18

Ἀλλ’ οἶσθα, ὦ Λυκῖνε, οὐχὶ τοῖς ἄλλοις μόνον ἐπίστευον ἀλλὰ καὶ ἐμαυτῷ. ἑώρων γὰρ αὐτοὺς κοσμίως βαδίζοντας, ἀναβεβλημένους εὐσταλῶς, φροντίζοντας ἀεί, ἀρρενωπούς, ἐν χρῷ κουρίας
5τοὺς πλείστους, οὐδὲν ἁβρὸν οὐδ’ αὖ πάνυ ἐς τὸ
ἀδιάφορον ὑπερεκπῖπτον ὡς ἔκπληκτον εἶναι καὶ κυνικὸν ἀτεχνῶς, ἀλλ’ ἐπὶ τοῦ μέσου καταστήμα‐ τος, ὃ δὴ ἄριστον ἅπαντες εἶναί φασιν.292
8ΛΥΚΙΝΟΣ Ἆρ’ οὖν κἀκεῖνα εἶδες ποιοῦντας αὐτοὺς ἃ
10μικρῷ πρόσθεν ἔλεγον αὐτὸς ἑωρακέναι τὸν σὸν διδάσκαλον, ὦ Ἑρμότιμε, πράττοντα; οἷον δανεί‐ ζοντας καὶ ἀπαιτοῦντας πικρῶς καὶ φιλονείκως πάνυ ἐρίζοντας ἐν ταῖς ξυνουσίαις καὶ τὰ ἄλλα ὅσα ἐπιδείκνυνται; ἢ τούτων ὀλίγον σοι μέλει, ἄχρι
15ἂν εὐσταλὴς ἡ ἀναβολὴ καὶ ὁ πώγων βαθὺς καὶ ἐν χρῷ ἡ κουρά; καὶ πρὸς τὸ λοιπὸν ἄρα ἔχωμεν τουτονὶ κανόνα καὶ στάθμην ἀκριβῆ τῶν τοιούτων, ὡς Ἑρμότιμός φησι, καὶ χρὴ ἀπὸ σχημάτων καὶ βαδισμάτων καὶ κουρᾶς διαγιγνώσκειν τοὺς ἀρίσ‐
20τους, ὃς δ’ ἂν μὴ ἔχῃ ταῦτα μηδὲ σκυθρωπὸς ᾖ καὶ φροντιστικὸς τὸ πρόσωπον, ἀποδοκιμαστέος
Herm
.

19

καὶ ἀποβλητέος; ἀλλ’ ὅρα μὴ καὶ ταῦτα, ὦ Ἑρμότιμε, παίζεις πρός με πειρώμενος εἰ ἐξαπα‐ τώμενος συνίημι.
3ΕΡΜΟΤΙΜΟΣ Διὰ τί τοῦτ’ ἔφησθα;
4ΛΥΚΙΝΟΣ
5 Ὅτι, ὦγαθέ, ἀνδριάντων ταύτην ἐξέτασιν λέγεις τὴν ἀπὸ τῶν σχημάτων. παρὰ πολὺ γοῦν ἐκεῖνοι εὐσχημονέστεροι καὶ τὰς ἀναβολὰς κοσμιώτεροι, Φειδίου τινὸς ἢ Ἀλκαμένους ἢ Μύρωνος πρὸς τὸ εὐμορφότατον εἰκάσαντος. εἰ δὲ καὶ ὅτι μάλιστα
10χρὴ τεκμαίρεσθαι τοῖς τοιούτοις, τί ἂν πάθοι τις, εἰ τυφλὸς ὢν ἐπιθυμοίη φιλοσοφεῖν; τῷ διαγνῷ τὸν τὴν ἀμείνω προαίρεσιν προῃρημένον οὔτε
σχῆμα οὔτε βάδισμα ὁρᾶν δυνάμενος;294
13ΕΡΜΟΤΙΜΟΣ Ἀλλ’ ἔμοιγε οὐ πρὸς τυφλοὺς ὁ λόγος, ὦ Λυκῖνε,
15οὐδέ μοι μέλει τῶν τοιούτων.
15ΛΥΚΙΝΟΣ Ἐχρῆν μέν, ὦ χρηστέ, κοινόν τι τὸ γνώρισμα εἶναι τῶν οὕτω μεγάλων καὶ ἅπασι χρησίμων. πλὴν εἰ δοκεῖ, οἱ μὲν ἔξω ἡμῖν φιλοσοφίας μενέτω‐ σαν οἱ τυφλοί, ἐπείπερ μηδὲ ὁρῶσι—καίτοι
20ἀναγκαῖον ἦν τοῖς τοιούτοις μάλιστα φιλοσοφεῖν ὡς μὴ πάνυ ἄχθοιντο ἐπὶ τῇ συμφορᾷ. οἱ δὲ δὴ βλέποντες κἂν πάνυ ὀξυδερκεῖς ὦσι τί ἂν δύναιντο συνιδεῖν τῶν τῆς ψυχῆς ἀπό γε τῆς
Herm
.

20

ἔξωθεν ταύτης περιβολῆς; ὃ δὲ βούλομαι εἰπεῖν τοιόνδε ἐστίν· οὐχ ὅτι τῆς γνώμης τῶν ἀνδρῶν ἔρωτι προσῄεις αὐτοῖς καὶ ἠξίους ἀμείνων γίγνεσθαι ἐς τὰ τῆς γνώμης;
4ΕΡΜΟΤΙΜΟΣ
5Καὶ μάλα.
5ΛΥΚΙΝΟΣ Πῶς οὖν οἷόν τέ σοι ἦν ἀφ’ ὧν ἔφησθα ἐκείνων τῶν γνωρισμάτων διορᾶν τὸν ὀρθῶς φιλοσοφοῦντα ἢ μή; οὐ γὰρ φιλεῖ τὰ τοιαῦτα οὕτω διαφαίνεσθαι, ἀλλ’ ἔστιν ἀπόρρητα καὶ ἐν ἀφανεῖ κείμενα, λόγοις
10καὶ συνουσίαις ἀναδεικνύμενα καὶ ἔργοις τοῖς ὁμοίοις ὀψὲ μόλις. ὁ γοῦν Μῶμος ἀκήκοας οἶμαι ἅτινα ᾐτιάσατο τοῦ Ἡφαίστου· εἰ δὲ μή, ἀλλὰ νῦν ἄκουε. φησὶ γὰρ ὁ μῦθος ἐρίσαι Ἀθηνᾶν καὶ Ποσειδῶνα καὶ Ἥφαιστον εὐτεχνίας πέρι, καὶ τὸν
15μὲν Ποσειδῶ ταῦρον ἀναπλάσαι, τὴν Ἀθηνᾶν δὲ
οἰκίαν ἐπινοῆσαι, ὁ Ἥφαιστος δὲ ἄνθρωπον ἄρα συνεστήσατο, καὶ ἐπείπερ ἐπὶ τὸν Μῶμον ἧκον ὅνπερ δικαστὴν προείλοντο, θεασάμενος ἐκεῖνος ἑκάστου τὸ ἔργον, τῶν μὲν ἄλλων ἅτινα ᾐτιάσατο296
20περιττὸν ἂν εἴη λέγειν, ἐπὶ τοῦ ἀνθρώπου δὲ τοῦτο ἐμέμψατο καὶ τὸν ἀρχιτέκτονα ἐπέπληξε τὸν Ἥφαιστον διότι μὴ καὶ θυρίδας ἐποίησεν αὐτῷ κατὰ τὸ στέρνον, ὡς ἀναπετασθεισῶν γνώριμα γίγνεσθαι ἅπασιν ἃ βούλεται καὶ ἐπινοεῖ καὶ εἰ
25ψεύδεται ἢ ἀληθεύει. ἐκεῖνος μὲν οὖν ἅτε ἀμβλυώτ‐ των οὕτω περὶ τῶν ἀνθρώπων διενοεῖτο, σὺ δὲ ὑπὲρ τὸν Λυγκέα ἡμῖν δέδορκας καὶ ὁρᾷς τὰ ἔνδον ὡς ἔοικε διὰ τοῦ στέρνου καὶ ἀνέῳκταί σοι τὰ πάντα, ὡς εἰδέναι μὴ μόνον ἃ βούλεται καὶ ἃ
30γιγνώσκει ἕκαστος ἀλλὰ καὶ πότερος ἀμείνων ἢ χείρων.
31ΕΡΜΟΤΙΜΟΣ Παίζεις, ὦ Λυκῖνε. ἐγὼ δὲ κατὰ θεὸν εἱλόμην
Herm
.

21

καὶ οὐ μεταμέλει μοι τῆς αἱρέσεως. ἱκανὸν δὲ τοῦτο πρὸς γοῦν ἐμέ.
2ΛΥΚΙΝΟΣ Ὅμως οὐκ ἂν εἴποις, ὦ ἑταῖρε, καὶ πρὸς ἐμέ, ἀλλὰ περιόψει με παραπολόμενον ἐν τῷ πολλῷ
5συρφετῷ;
5ΕΡΜΟΤΙΜΟΣ Οὐδὲν γάρ σοι ἀρέσκει ὧν ἂν εἴπω.
6ΛΥΚΙΝΟΣ Οὔκ, ὦγαθέ, ἀλλ’ οὐδὲν ἐθέλεις εἰπεῖν ὁποῖον ἄν μοι ἀρέσειεν. ἐπεὶ δ’ οὖν σὺ ἑκὼν ἀποκρύπτῃ καὶ φθονεῖς ἡμῖν ὡς μὴ ἐξ ἴσου γενοίμεθά σοι
10φιλοσοφήσαντες, ἐγὼ πειράσομαι ὅπως ἂν οἷός τε ὦ κατ’ ἐμαυτὸν ἐξευρεῖν τὴν ἀκριβῆ περὶ τούτων κρίσιν καὶ τὴν ἀσφαλεστάτην αἵρεσιν. ἄκουε δὲ καὶ σύ, εἰ βούλει.298
13ΕΡΜΟΤΙΜΟΣ Ἀλλὰ βούλομαι, ὦ Λυκῖνε. ἴσως γάρ τι γνώ‐
15ριμον ἐρεῖς.
15ΛΥΚΙΝΟΣ Σκόπει δὴ καὶ μὴ καταγελάσῃς, εἰ παντάπασιν ἰδιωτικῶς ἀναζητῶ αὐτό· ἀνάγκη γὰρ οὕτως, ἐπεὶ μὴ σὺ ἐθέλεις σαφέστερον εἰπεῖν εἰδὼς ἄμεινον.
Herm
.

22

Ἔστω δή μοι ἡ μὲν ἀρετὴ τοιόνδε τι οἷον πόλις τις εὐδαίμονας ἔχουσα τοὺς ἐμπολιτευομένους (ὡς φαίη ἂν ὁ διδάσκαλος ὁ σὸς ἐκεῖθέν ποθεν ἀφιγμέ‐ νος), σοφοὺς ἐς τὸ ἀκρότατον, ἀνδρείους ἅπαντας,
5δικαίους, σώφρονας, ὀλίγον θεῶν ἀποδέοντας. οἷα δὲ πολλὰ γίγνεται παρ’ ἡμῖν—ἁρπαζόντων καὶ βιαζομένων καὶ πλεονεκτούντων—οὐδὲν ἂν ἴδοις, φασίν, ἐν ἐκείνῃ τῇ πόλει τολμώμενον, ἀλλὰ ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ ξυμπολιτεύονται, μάλ’ εἰκότως·
10ἃ γὰρ ἐν ταῖς ἄλλαις πόλεσιν οἶμαι τὰς στάσεις καὶ φιλονεικίας ἐγείρει καὶ ὧν ἕνεκα ἐπιβουλεύουσιν ἀλλήλοις, ταῦτα πάντα ἐκποδών ἐστιν ἐκείνοις. οὐ γὰρ οὔτε χρυσίον ἔτι οὔτε ἡδονὰς οὔτε δόξας ὁρῶσιν ὡς διαφέρεσθαι περὶ αὐτῶν, ἀλλὰ πάλαι
15τῆς πόλεως ἐξεληλάκασιν αὐτὰ οὐκ ἀναγκαῖα ἡγησάμενοι ξυμπολιτεύεσθαι. ὥστε γαληνόν τινα καὶ πανευδαίμονα βίον βιοῦσιν ξὺν εὐνομίᾳ καὶ
ἰσότητι καὶ ἐλευθερίᾳ καὶ τοῖς ἄλλοις ἀγαθοῖς.300
18ΕΡΜΟΤΙΜΟΣ
Herm
.

23

Τί οὖν, ὦ Λυκῖνε; οὐκ ἄξιον ἅπαντας ἐπιθυμεῖν πολίτας γίγνεσθαι τῆς τοιαύτης πόλεως μήτε κάματον ὑπολογιζομένους τὸν ἐν τῇ ὁδῷ μήτε πρὸς τὸ μῆκος τοῦ χρόνου ἀπαγορεύοντας, εἰ
5μέλλουσιν ἀφικόμενοι ἐγγραφήσεσθαι καὶ αὐτοὶ καὶ μεθέξειν τῆς πολιτείας;
6ΛΥΚΙΝΟΣ Νὴ Δία, ὦ Ἑρμότιμε, πάντων μάλιστα ἐπὶ τούτῳ σπουδαστέον, τῶν δὲ ἄλλων ἀμελητέον, καὶ μήτε πατρίδος τῆς ἐνταῦθα ἐπιλαμβανομένης
10πολὺν ποιεῖσθαι λόγον μήτε παίδων ἢ γονέων ὅτῳ εἰσὶν ἐπικατεχόντων καὶ κλαυθμυριζομένων ἐπικλᾶσθαι, ἀλλὰ μάλιστα μὲν κἀκείνους παρα‐ καλεῖν ἐπὶ τὴν αὐτὴν ὁδόν, εἰ δὲ μὴ ἐθέλοιεν ἢ μὴ δύναιντο, ἀποσεισάμενον αὐτοὺς χωρεῖν εὐθὺ
15τῆς πανευδαίμονος ἐκείνης πόλεως καὶ αὐτὸ ἀπορ‐ ρίψαντα τὸ ἱμάτιον εἰ τούτου ἐπειλημμένοι κατε‐ ρύκοιεν, ἐσσύμενον ἐκεῖσε—οὐ γὰρ δέος μή σέ τις ἀποκλείσῃ καὶ γυμνὸν ἐκεῖσε ἥκοντα.
Herm
.

24

Ἤδη γάρ ποτε καὶ ἄλλοτε πρεσβύτου ἀνδρὸς ἤκουσα διεξιόντος ὅπως τὰ ἐκεῖ πράγματα ἔχοι, καί με προὔτρεπεν ἕπεσθαί οἱ πρὸς τὴν πόλιν· ἡγήσεσθαι γὰρ αὐτὸς καὶ ἐλθόντα ἐγγράψειν καὶ
5φυλέτην ποιήσεσθαι καὶ φρατρίας μεταδώσειν τῆς αὐτοῦ, ὡς μετὰ πάντων εὐδαιμονοίην. “ἀλλ’ ἐγὼ οὐ πιθόμην” ὑπ’ ἀνοίας καὶ νεότητος τότε, πρὸ πεντεκαίδεκα σχεδὸν ἐτῶν· ἴσως γὰρ ἂν αὐτὰ ἤδη ἀμφὶ τὰ προάστεια καὶ πρὸς ταῖς
10πύλαις ἦν. ἔλεγε δ’ οὖν περὶ τῆς πόλεως, εἴ γε
μέμνημαι, ἄλλα τε πολλὰ καὶ δὴ καὶ τάδε, ὡς ξύμπαντες μὲν ἐπήλυδες καὶ ξένοι εἶεν, αὐθιγενὴς δὲ οὐδὲ εἷς, ἀλλὰ καὶ βαρβάρους ἐμπολιτεύεσθαι πολλοὺς καὶ δούλους καὶ ἀμόρφους καὶ μικροὺς302
15καὶ πένητας, καὶ ὅλως μετέχειν τῆς πόλεως τὸν βουλόμενον· τὸν γὰρ δὴ νόμον αὐτοῖς οὐκ ἀπὸ τιμημάτων ποιεῖσθαι τὴν ἐγγραφὴν οὐδ’ ἀπὸ σχημάτων ἢ μεγέθους ἢ κάλλους οὐδ’ ἀπὸ γένους τοῦ τῶν λαμπρῶν ἐκ προγόνων, ἀλλὰ ταῦτα
20μὲν οὐδὲ νομίζεσθαι παρ’ αὐτοῖς, ἀποχρῆν δ’ ἑκάστῳ πρὸς τὸ πολίτην γενέσθαι σύνεσιν καὶ ἐπιθυμίαν τῶν καλῶν καὶ πόνον καὶ τὸ λιπαρὲς καὶ τὸ μὴ ἐνδοῦναι μηδὲ μαλακισθῆναι πολλοῖς τοῖς δυσχερέσι κατὰ τὴν ὁδὸν ἐντυγχάνοντα, ὡς
25ὅστις ἂν ταῦτα ἐπιδείξηται καὶ διεξέλθῃ πορευόμε‐ νος ἄχρι πρὸς τὴν πόλιν, αὐτίκα μάλα πολίτην ὄντα τοῦτον ὅστις ἂν ᾖ καὶ ἰσότιμον ἅπασι· τὸ δὲ χείρων ἢ κρείττων ἢ εὐπατρίδης ἢ ἀγεννὴς ἢ δοῦλος ἢ ἐλεύθερος οὐδὲ ὅλως εἶναι ἢ λέγεσθαι ἐν
30τῇ πόλει.
30ΕΡΜΟΤΙΜΟΣ
Herm
.

25

Ὁρᾷς, ὦ Λυκῖνε, ὡς οὐ μάτην οὐδὲ περὶ μικρῶν κάμνω πολίτης ἐπιθυμῶν γενέσθαι καὶ αὐτὸς οὕτω καλῆς καὶ εὐδαίμονος πόλεως;
3ΛΥΚΙΝΟΣ Καὶ γὰρ αὐτός, ὦ Ἑρμότιμε, τῶν αὐτῶν σοι
5ἐρῶ καὶ οὐκ ἔστιν ὅ τι ἄν μοι πρὸ τούτων εὐξαίμην γενέσθαι. εἰ μὲν οὖν πλησίον ἦν ἡ πόλις καὶ φανερὰ ἰδεῖν ἅπασι, πάλαι ἄν, εὖ ἴσθι, μηδὲν ἐνδοιάσας αὐτὸς ᾔειν ἐς αὐτὴν καὶ ἐπολιτευόμην ἂν ἐκ πολλοῦ, ἐπεὶ δέ, ὡς ὑμεῖς φατε, σύ τε καὶ
10Ἡσίοδος ὁ ῥαψῳδός, πάνυ πόρρω ἀπῴκισται, ἀνάγκη ζητεῖν ὁδόν τε τὴν ἄγουσαν ἐπ’ αὐτὴν καὶ ἡγεμόνα τὸν ἄριστον. ἢ οὐκ οἴει σὺ χρῆναι οὕτω ποιεῖν;304
13ΕΡΜΟΤΙΜΟΣ Καὶ πῶς ἂν ἄλλως ἔλθοι τις;
14ΛΥΚΙΝΟΣ
15 Οὐκοῦν ὅσον μὲν ἐπὶ τῷ ὑπισχνεῖσθαι καὶ φάσκειν εἰδέναι πολλὴ ἀφθονία τῶν ἡγησομένων. πολλοὶ γὰρ ἕτοιμοι παρεστᾶσιν αὐτόχθονες ἐκεῖθεν ἕκαστος εἶναι λέγοντες. ὁδός γε μὴν οὐ μία καὶ ἡ αὐτὴ φαίνεται ἀλλὰ πολλαὶ καὶ διάφοροι καὶ
20οὐδὲν ἀλλήλαις ὅμοιαι· ἡ μὲν γὰρ ἐπὶ τὰ ἑσπέρια, ἡ δὲ ἐπὶ τὴν ἕω φέρειν ἔοικεν, ἡ δέ τις ἐπὶ τὰς ἄρκτους, καὶ ἄλλη εὐθὺ τῆς μεσημβρίας, καὶ ἡ μὲν διὰ λειμώνων καὶ φυτῶν καὶ σκιᾶς εὔυδρος καὶ ἡδεῖα οὐδὲν ἀντίτυπον ἢ δύσβατον ἔχουσα, ἡ
25δὲ πετρώδης καὶ τραχεῖα πολὺν ἥλιον καὶ δίψος καὶ κάματον προφαίνουσα. καὶ ὅμως αὗται πᾶσαι πρὸς τὴν πόλιν ἄγειν λέγονται μίαν οὖσαν ἐς τὰ ἐναντιώτατα τελευτῶσαι.
Herm
.

26

Ἔνθα δή μοι καὶ ἡ πᾶσα ἀπορία ἐστίν. ἐφ’ ἣν γὰρ ἂν ἔλθω αὐτῶν, ἀνὴρ κατὰ τὴν ἀρχὴν τῆς ἀτραποῦ ἑκάστης ἐφεστὼς ἐν τῇ εἰσόδῳ μάλα τις ἀξιόπιστος ὀρέγει τε τὴν χεῖρα καὶ προτρέπει
5κατὰ τὴν αὑτοῦ ἀπιέναι, λέγων ἕκαστος αὐτῶν μόνος τὴν εὐθεῖαν εἰδέναι τοὺς δ’ ἄλλους πλανᾶσθαι μήτε αὐτοὺς ἐληλυθότας μήτε ἄλλοις ἡγήσασθαι δυναμένοις ἀκολουθήσαντας. κἂν ἐπὶ τὸν πλησίον
ἀφίκωμαι, κἀκεῖνος τὰ ὅμοια ὑπισχνεῖται περὶ306
10τῆς αὑτοῦ ὁδοῦ καὶ τοὺς ἄλλους κακίζει, καὶ ὁ παρ’ αὐτὸν ὁμοίως καὶ ἑξῆς ἅπαντες. τό τε τοίνυν πλῆθος τῶν ὁδῶν καὶ τὸ ἀνόμοιον αὐτῶν οὐ μετρίως ταράττει με καὶ ἀπορεῖν ποιεῖ, καὶ μάλιστα οἱ ἡγεμόνες ὑπερδιατεινόμενοι καὶ τὰ
15ἑαυτῶν ἕκαστοι ἐπαινοῦντες. οὐ γὰρ οἶδα ἥντινα τραπόμενος ἢ τῷ μᾶλλον αὐτῶν ἀκολουθήσας ἀφικοίμην ἂν πρὸς τὴν πόλιν.
17ΕΡΜΟΤΙΜΟΣ
Herm
.

27

Ἀλλ’ ἐγώ σε ἀπολύσω τῆς ἀπορίας. τοῖς γὰρ προωδοιπορηκόσιν, ὦ Λυκῖνε, πιστεύσας οὐκ ἂν σφαλείης.
3ΛΥΚΙΝΟΣ Τίσι λέγεις; τοῖς κατὰ ποίαν ὁδὸν ἐλθοῦσιν;
5ἢ τίνι τῶν ἡγεμόνων ἀκολουθήσασιν; αὖθις γὰρ ἡμῖν τὸ αὐτὸ ἄπορον ἐν ἄλλῃ μορφῇ ἀναφαίνεται ἀπὸ τῶν πραγμάτων ἐπὶ τοὺς ἄνδρας μετεληλυθός.
7ΕΡΜΟΤΙΜΟΣ Πῶς τοῦτο φής;
8ΛΥΚΙΝΟΣ Ὅτι ὁ μὲν τὴν Πλάτωνος τραπόμενος καὶ
10συνοδοιπορήσας μετ’ αὐτοῦ ἐκείνην ἐπαινέσεται δῆλον ὅτι, ὁ δὲ τὴν Ἐπικούρου, ἐκείνην, καὶ ἄλλος ἄλλην, σὺ δὲ τὴν ὑμετέραν. ἢ πῶς γάρ, ὦ Ἑρμότιμε; οὐχ οὕτως;
13ΕΡΜΟΤΙΜΟΣ Πῶς γὰρ οὔ;
14ΛΥΚΙΝΟΣ
15Οὐ τοίνυν ἀπέλυσάς με τῆς ἀπορίας, ἀλλ’ ἔτι
ὁμοίως ἀγνοῶ τῷ μᾶλλον χρὴ πιστεῦσαι τῶν ὁδοιπόρων. ὁρῶ γὰρ ἕκαστον αὐτῶν καὶ αὐτὸν τὸν ἡγεμόνα μιᾶς πεπειραμένον καὶ ἐκείνην ἐπαινοῦντα καὶ λέγοντα ὡς αὕτη μόνη ἄγει ἐπὶ308
20τὴν πόλιν. οὐ μέντοι ἔχω εἰδέναι εἰ ἀληθῆ φησιν. ἀλλ’ ὅτι μὲν ἀφῖκται πρός τι τέλος καὶ εἶδέ τινα πόλιν δώσω αὐτῷ ἴσως, εἰ δὲ ἐκείνην εἶδεν ἣν ἐχρῆν ἐν ᾗ ἐπιθυμοῦμεν ἐγώ τε καὶ σὺ πολιτεύσασ‐ θαι, ἢ δέον εἰς Κόρινθον ἐλθεῖν, ὁ δ’ εἰς Βαβυλῶνα
25ἀφικόμενος οἴεται Κόρινθον ἑωρακέναι, ἄδηλον ἐμοὶ γοῦν ἔτι—οὐ γὰρ πάντως ὁ τινὰ πόλιν ἰδὼν Κόρινθον εἶδεν, εἴ γε οὐ μόνη πόλις ἐστὶν ἡ Κόρινθος. ὃ δὲ δὴ μάλιστα εἰς ἀπορίαν με καθίστησιν, ἐκεῖνό ἐστιν—τὸ εἰδέναι ὅτι πᾶσα
30ἀνάγκη μίαν εἶναι τὴν ἀληθῆ ὁδόν· καὶ γὰρ ἡ Κόρινθος μία ἐστίν, αἱ δ’ ἄλλαι πανταχόσε μᾶλλον ἢ εἰς Κόρινθον ἄγουσιν, εἰ μή τις οὕτω σφόδρα παραπαίει ὡς οἴεσθαι καὶ τὴν εἰς Ὑπερβορέους καὶ τὴν εἰς Ἰνδοὺς ἄγουσαν εἰς Κόρινθον στέλλειν.
34ΕΡΜΟΤΙΜΟΣ
35 Καὶ πῶς οἷόν τε, ὦ Λυκῖνε; ἄλλη γὰρ ἀλλαχόσε ἄγει.
36ΛΥΚΙΝΟΣ
Herm
.

28

Οὐκοῦν, ὦ καλὲ Ἑρμότιμε, οὐ μικρᾶς δεῖ βουλῆς ἐπὶ τὴν αἵρεσιν τῶν ὁδῶν τε καὶ ἡγεμόνων, οὐδὲ τοῦτο δὴ τὸ τοῦ λόγου ποιήσομεν—ἔνθα ἂν ἡμᾶς οἱ πόδες φέρωσιν, ἐκεῖσε ἄπιμεν· ἐπεὶ
5λήσομεν οὕτως ἀντὶ τῆς εἰς Κόρινθον ἀγούσης τὴν ἐπὶ Βαβυλῶνος ἢ Βάκτρων ἀπιόντες. οὐδὲ γὰρ οὐδ’ ἐκεῖνο καλῶς ἔχει τῇ τύχῃ ἐπιτρέπειν ὡς
τάχα ἂν τὴν ἀρίστην ἑλομένους, εἰ καὶ ἄνευ ἐξετάσεως ὁρμήσαιμεν ἐπὶ μίαν τῶν ὁδῶν ἡντι‐310
10ναοῦν. δυνατὸν μὲν γὰρ καὶ τοῦτο γενέσθαι, καὶ ἴσως ποτὲ ἐγένετο καὶ ἐν τῷ μακρῷ χρόνῳ· ἡμᾶς δέ γε περὶ τῶν οὕτω μεγάλων οὐκ οἶμαι δεῖν παραβόλως ἀναρριπτεῖν οὐδὲ ἐς στενὸν κομιδῇ κατακλείειν τὴν ἐλπίδα ἐπὶ ῥιπός, ὡς ἡ
15παροιμία φησί, τὸν Αἰγαῖον ἢ τὸν Ἰόνιον διαπλεῦ‐ σαι θέλοντας, ὅτε οὐδὲ αἰτιασαίμεθ’ ἂν εὐλόγως τὴν τύχην, εἰ τοξεύουσα καὶ ἀκοντίζουσα μὴ πάντως ἔτυχε τἀληθοῦς ἑνὸς ὄντος ἐν μυρίοις τοῖς ψεύδεσιν, ὅπερ οὐδὲ τῷ Ὁμηρικῷ τοξότῃ ὑπῆρξεν,
20ὃς δέον τὴν πελειάδα κατατοξεῦσαι, ὁ δὲ τὴν μήρινθον ἐνέτεμεν· ὁ Τεῦκρος οἶμαι. ἀλλὰ παρὰ πολὺ ἐκεῖνο εὐλογώτερον τῶν πολλῶν τρωθήσεσθαι καὶ περιπεσεῖσθαι τῷ τοξεύματι ἐλπίζειν ἢ πάντως ἐκεῖνο τὸ ἓν ἐξ ἁπάντων. ὁ δὲ κίνδυνος ὅτι οὐ
25μικρός, εἰ ἀντὶ τῆς ἐπ’ εὐθὺ ἀγούσης ἐς τῶν πεπλανημένων μίαν ἀγνοοῦντες ἐμπέσοιμεν, ἐλπί‐ ζοντες ἄμεινον αἱρήσεσθαι τὴν τύχην ὑπὲρ ἡμῶν, εἰκάζειν οἶμαι. οὐδὲ γὰρ ἀναστρέψαι ἔτι καὶ ἀνασωθῆναι ὀπίσω ῥᾴδιον, ἢν ἅπαξ ἐπιδῷ τις
30αὑτὸν τῇ πνεούσῃ τὰ ἀπόγεια λυσάμενος, ἀλλὰ ἀνάγκη ἐν τῷ πελάγει διαφέρεσθαι ναυτιῶντα ὡς τὸ πολὺ καὶ δεδιότα καὶ καρηβαροῦντα ὑπὸ τοῦ σάλου, δέον ἐξ ἀρχῆς πρὶν ἐκπλεῦσαι ἀναβάντα ἐπὶ σκοπήν τινα σκέψασθαι εἰ ἐπίφορόν ἐστι καὶ
35οὔριον τὸ πνεῦμα τοῖς Κόρινθόνδε διαπλεῦσαι ἐθέλουσι, καὶ νὴ Δία κυβερνήτην ἕνα τὸν ἄριστον ἐκλέξασθαι καὶ ναῦν εὐπαγῆ οἵαν διαρκέσαι πρὸς
τηλικοῦτον κλύδωνα.312
38ΕΡΜΟΤΙΜΟΣ
Herm
.

29

Οὕτω γε ἄμεινον, ὦ Λυκῖνε, παρὰ πολύ. πλὴν οἶδά γε ὅτι ἅπαντας ἐν κύκλῳ περιελθὼν οὐκ ἄλλους ἂν εὕροις οὔτε ἡγεμόνας ἀμείνους οὔτε κυβερνήτας ἐμπειροτέρους τῶν Στωϊκῶν, καὶ ἢν
5ἐθελήσῃς γε ἀφικέσθαι ποτὲ εἰς τὴν Κόρινθον, ἐκείνοις ἕψῃ κατὰ τὰ Χρυσίππου καὶ Ζήνωνος ἴχνη προϊών. ἄλλως δὲ ἀδύνατον.
7ΛΥΚΙΝΟΣ Ὁρᾷς τοῦτο ὡς κοινόν, ὦ Ἑρμότιμε, εἴρηκας; εἶποι γὰρ ἂν αὐτὸ καὶ ὁ τῷ Πλάτωνι ξυνοδοιπορῶν
10καὶ ὁ Ἐπικούρῳ ἑπόμενος καὶ οἱ ἄλλοι, μὴ ἂν ἐλθεῖν με εἰς τὴν Κόρινθον εἰ μὴ μεθ’ ἑαυτοῦ, ἕκαστος. ὥστε ἢ πᾶσι πιστεύειν χρή (ὅπερ γελοιότατον), ἢ ἀπιστεῖν ὁμοίως. μακρῷ γὰρ ἀσφαλέστατον τὸ τοιοῦτον ἄχρι ἂν εὕρωμεν τὸν
15ἀληθῆ.
Herm
.

30

Ἐπεὶ φέρε, εἰ καθάπερ νῦν ἔχω, ἀγνοῶν ἔτι ὅστις ἐξ ἁπάντων ἐστὶν ὁ ἀληθεύων, ἑλοίμην τὰ ὑμέτερα σοὶ πιστεύσας, ἀνδρὶ φίλῳ, ἀτὰρ μόνα γε τὰ τῶν Στωϊκῶν εἰδότι καὶ μίαν ὁδὸν ὁδοιπορή‐
5σαντι ταύτην· ἔπειτα θεῶν τις ἀναβιῶναι ποιήσειε Πλάτωνα καὶ Πυθαγόραν καὶ Ἀριστοτέλην καὶ τοὺς ἄλλους, οἱ δὲ περιστάντες ἐρωτῷέν με ἢ καὶ νὴ Δί’ ἐς δικαστήριον ἀγαγόντες ὕβρεως ἕκαστος δικάζοιντο λέγοντες, Ὦ βέλτιστε Λυκῖνε,
10τί παθὼν ἢ τίνι ποτὲ πιστεύσας Χρύσιππον καὶ Ζήνωνα προετίμησας ἡμῶν, πρεσβυτέρων ὄντων παρὰ πολύ, χθὲς καὶ πρῴην γενομένους, μήτε
λόγου μεταδοὺς ἡμῖν μήτε πειραθεὶς ὅλως ὧν φαμέν; εἰ ταῦτα λέγοιεν τί ἂν ἀποκριναίμην314
15αὐτοῖς; ἢ ἐξαρκέσει μοι ἂν εἴπω ὅτι Ἑρμοτίμῳ ἐπείσθην φίλῳ ἀνδρί; ἀλλὰ φαῖεν ἄν, οἶδ’ ὅτι, Ἡμεῖς, ὦ Λυκῖνε, οὐκ ἴσμεν τὸν Ἑρμότιμον τοῦτον ὅστις ποτέ ἐστιν οὐδὲ ἐκεῖνος ἡμᾶς. ὥστε οὐκ ἐχρῆν ἁπάντων καταγιγνώσκειν οὐδὲ ἐρήμην
20ἡμῶν καταδιαιτᾶν ἀνδρὶ πιστεύσαντα μίαν ὁδὸν ἐν φιλοσοφίᾳ καὶ οὐδὲ ταύτην ἴσως ἀκριβῶς κατανοήσαντι. οἱ δέ γε νομοθέται, ὦ Λυκῖνε, οὐχ οὕτω προστάττουσι τοῖς δικασταῖς ποιεῖν οὐδὲ τοῦ ἑτέρου μὲν ἀκούειν, τὸν δὲ ἕτερον οὐκ
25ἐᾶν λέγειν ὑπὲρ ἑαυτοῦ ἃ οἴεται ξυμφέρειν, ἀλλ’ ὁμοίως ἀμφοῖν ἀκροᾶσθαι, ὡς ῥᾷον ἀντεξετάζοντες τοὺς λόγους εὑρίσκοιεν τἀληθῆ τε καὶ ψευδῆ, καὶ ἤν γε μὴ οὕτω ποιῶσιν ἐφιέναι δίδωσιν ὁ νόμος εἰς ἕτερον δικαστήριον.
Herm
.

31

Τοιαῦτα ἄττα εἰκὸς ἐρεῖν αὐτούς. ἢ τάχ’ ἄν τις αὐτῶν καὶ προσέροιτό με, Εἰπέ μοι, λέγων, ὦ Λυκῖνε, εἴ τις Αἰθίοψ μηδεπώποτε ἄλλους ἀνθρώπους ἰδών, οἷοι ἡμεῖς ἐσμεν, διὰ τὸ μὴ
5ἀποδεδημηκέναι τὸ παράπαν, ἔν τινι συλλόγῳ τῶν Αἰθιόπων διισχυρίζοιτο καὶ λέγοι μηδαμόθι τῆς γῆς ἀνθρώπους εἶναι λευκοὺς ἢ ξανθοὺς μηδὲ ἄλλο τι ἢ μέλανας, ἆρα πιστεύοιτ’ ἂν ὑπ’ αὐτῶν; ἢ εἴποι τις ἂν πρὸς αὐτὸν τῶν πρεσβυτέρων
10Αἰθιόπων, Σὺ δὲ δὴ πόθεν ταῦτα, ὦ θρασύτατε, οἶσθα; οὐ γὰρ ἀπεδήμησας παρ’ ἡμῶν οὐδαμόσε οὐδὲ εἶδες νὴ Δία τὰ παρὰ τοῖς ἄλλοις ὁποῖά ἐστι. φαίην ἂν ἔγωγε δίκαια ἐρωτῆσαι τὸν πρεσβύτην.
ἢ πῶς ὦ Ἑρμότιμε, συμβουλεύεις;316
14ΕΡΜΟΤΙΜΟΣ
15Οὕτω. δικαιότατα γὰρ ἐπιπλῆξαι δοκεῖ μοι.
15ΛΥΚΙΝΟΣ Καὶ γὰρ ἔμοιγε, ὦ Ἑρμότιμε. ἀλλὰ τὸ μετὰ τοῦτο οὐκέτ’ οἶδα εἰ ὁμοίως καὶ σοὶ δόξει. ἐμοὶ μὲν γὰρ καὶ τοῦτο πάνυ δοκεῖ.
18ΕΡΜΟΤΙΜΟΣ Τὸ ποῖον;
19ΛΥΚΙΝΟΣ
Herm
.

32

Ἐπάξει δηλαδὴ ὁ ἀνὴρ καὶ φήσει πρός με ὧδέ πως, Ἀνάλογον τοίνυν, ὦ Λυκῖνε, κείσθω τις ἡμῖν τὰ Στωϊκῶν μόνα εἰδώς, καθάπερ ὁ σὸς φίλος οὗτος ὁ Ἑρμότιμος, ἀποδημήσας δὲ μηδεπώ‐
5ποτε μήτε ἐς Πλάτωνος μήτε παρὰ τὸν Ἐπίκουρον μήτε ὅλως παρ’ ἄλλον τινά. εἰ τοίνυν λέγοι μηδὲν οὕτω καλὸν εἶναι μηδ’ ἀληθὲς παρὰ τοῖς πολλοῖς, οἷα τὰ τῆς Στοᾶς ἐστι καὶ ἃ ἐκείνη φησίν, οὐκ ἂν εὐλόγως θρασὺς εἶναι δόξειεν σοι περὶ πάντων
10ἀποφαινόμενος, καὶ ταῦτα ἓν εἰδώς, οὐδεπώποτε ἐξ Αἰθιοπίας τὸν ἕτερον πόδα προελθών; τί βούλει ἀποκρίνωμαι αὐτῷ;
12ΕΡΜΟΤΙΜΟΣ Τὸ ἀληθέστατον ἐκεῖνο δηλαδή, ὅτι ἡμεῖς τὰ μὲν Στωϊκῶν καὶ πάνυ ἐκμανθάνομεν ὡς ἂν κατὰ
15ταῦτα φιλοσοφεῖν ἀξιοῦντες, οὐκ ἀγνοοῦμεν δὲ καὶ τὰ ὑπὸ τῶν ἄλλων λεγόμενα. ὁ γὰρ διδάσκαλος κἀκεῖνα μεταξὺ διέξεισι πρὸς ἡμᾶς καὶ ἀνατρέπει
γε αὐτὰ προσθεὶς αὐτός.318
18ΛΥΚΙΝΟΣ
Herm
.

33

Ἢ νομίζεις ἐνταῦθα σιωπήσεσθαι ἡμῖν τοὺς ἀμφὶ τὸν Πλάτωνα καὶ Πυθαγόραν καὶ Ἐπίκουρον καὶ τοὺς ἄλλους, οὐχὶ δὲ ἀναγελάσαντας ἂν εἰπεῖν πρὸς ἐμέ, Οἷα ποιεῖ, ὦ Λυκῖνε, ὁ ἑταῖρός σου ὁ
5Ἑρμότιμος; ἀξιοῖ τοῖς ἀντιδίκοις περὶ ἡμῶν πιστεύειν καὶ οἴεται τοιαῦτα εἶναι τὰ ἡμέτερα ὁποῖα ἂν ἐκεῖνοι φῶσιν ἢ οὐκ εἰδότες ἢ κρυπτόμε‐ νοι τἀληθές; οὐκοῦν ἤν τινα καὶ τῶν ἀθλητῶν ἴδῃ ἀσκούμενον πρὸ τοῦ ἀγῶνος λακτίζοντα εἰς
10τὸν ἀέρα ἢ πὺξ κενὴν πληγήν τινα καταφέροντα ὡς τὸν ἀνταγωνιστὴν δῆθεν παίοντα, εὐθὺς ἀνακηρύξει αὐτὸν ἀγωνοθέτης ὢν ὡς ἄμαχόν τινα ἢ ἐκεῖνα μὲν οἰήσεται ῥᾴδια εἶναι καὶ ἀσφαλῆ τὰ νεανιεύματα οὐδενὸς ἀνταιρομένου αὐτῷ, τὴν δὲ
15νίκην τηνικαῦτα κρίνεσθαι ὁπόταν καταγωνίσηται τὸν ἀντίπαλον αὐτὸν καὶ κρατήσῃ ὁ δ’ ἀπαγορεύσῃ, ἄλλως δὲ οὔ; μὴ τοίνυν μηδὲ Ἑρμότιμος ἀφ’ ὧν ἂν οἱ διδάσκαλοι αὐτοῦ σκιαμαχῶσι πρὸς ἡμᾶς ἀπόντας οἰέσθω κρατεῖν αὐτοὺς ἢ τὰ ἡμέτερα
20τοιαῦτα εἶναι ὡς ἀνατρέπεσθαι ῥᾳδίως. ἐπεὶ τὸ τοιοῦτον ὅμοιον ἂν εἴη τοῖς τῶν παιδίων οἰκοδομή‐ μασιν ἃ κατασκευάσαντες ἐκεῖνοι ἀσθενῆ εὐθὺς ἀνατρέπουσιν, ἢ καὶ νὴ Δία τοῖς τοξεύειν μελετῶ‐ σιν, οἳ κάρφη τινὰ συνδήσαντες, ἔπειτα ἐπὶ
25κοντοῦ πήξαντες οὐ πόρρω προθέμενοι στοχάζονται ἀφιέντες, καὶ ἢν τύχωσί ποτε καὶ διαπείρωσι τὰ κάρφη ἀνέκραγον εὐθὺς ὥς τι μέγα ποιήσαντες, εἰ διεξελήλυθεν αὐτοῖς τὸ βέλος διὰ τῶν φρυγάνων. ἀλλ’ οὐ Πέρσαι γε οὕτω ποιοῦσιν οὐδὲ Σκυθῶν
30ὅσοι τοξόται, ἀλλὰ πρῶτον μὲν αὐτοὶ κινούμενοι
ἀφ’ ἵππων ὡς τὸ πολὺ τοξεύουσιν, ἔπειτα δὲ καὶ τὰ τοξευόμενα κινεῖσθαι ἀξιοῦσιν οὐχ ἑστῶτα οὐδὲ περιμένοντα τὸ βέλος ἔστ’ ἂν ἐμπέσῃ, ἀλλὰ διαδιδράσκοντα ὡς ἔνι μάλιστα. θηρία γέ τοι ὡς320
35τὸ πολὺ κατατοξεύουσι, καὶ ὀρνίθων ἔνιοι τυγχά‐ νουσιν. ἢν δέ ποτε καὶ ἐπὶ σκοποῦ δέῃ πειραθῆναι τοῦ τόνου τῆς πληγῆς, ξύλον ἀντίτυπον ἢ ἀσπίδα ὠμοβοΐνην προθέμενοι διελαύνουσιν, καὶ οὕτως πιστεύουσιν κἂν δι’ ὅπλων σφίσι χωρῆσαι τοὺς
40οἰστούς. εἰπὲ τοίνυν, ὦ Λυκῖνε, παρ’ ἡμῶν Ἑρμοτίμῳ ὅτι οἱ διδάσκαλοι αὐτοῦ φρύγανα προθέμενοι κατατοξεύουσιν, εἶτά φασιν ἀνδρῶν ὡπλισμένων κεκρατηκέναι, καὶ εἰκόνας ἡμῶν γραψάμενοι πυκτεύουσι πρὸς ἐκείνας, καὶ κρατή‐
45σαντες ὡς τὸ εἰκός ἡμῶν κρατεῖν οἴονται. ἀλλὰ φαίημεν ἂν ἕκαστος πρὸς αὐτοὺς τὰ τοῦ Ἀχιλλέως ἐκεῖνα, ἅ φησι περὶ τοῦ Ἕκτορος, ὅτι
οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον. ταῦτα μὲν οἱ ξύμπαντες ἐν τῷ μέρει ἕκαστος.
Herm
.

34

Ὁ Πλάτων δ’ ἄν μοι δοκεῖ καὶ διηγήσασθαί τι τῶν ἐκ Σικελίας ὡς ἂν εἰδὼς τὰ πλεῖστα· τῷ γὰρ Συρακουσίῳ Γέλωνί φασι δυσῶδες εἶναι τὸ στόμα καὶ τοῦτο ἐπὶ πολὺ διαλαθεῖν αὐτὸν οὐδενὸς
5τολμῶντος ἐλέγχειν τύραννον ἄνδρα, μέχρι δή τινα γυναῖκα ξένην συνενεχθεῖσαν αὐτῷ τολμῆσαι καὶ εἰπεῖν ὅπως ἔχοι. τὸν δὲ παρὰ τὴν γυναῖκα ἐλθόντα τὴν ἑαυτοῦ ὀργίζεσθαι ὅτι οὐκ ἐμήνυσε πρὸς αὐτὸν εἰδυῖα μάλιστα τὴν δυσωδίαν, τὴν δὲ
10παραιτεῖσθαι συγγνώμην ἔχειν αὐτῇ· ὑπὲρ γὰρ τοῦ μὴ πεπειρᾶσθαι ἄλλου ἀνδρὸς μηδὲ ὁμιλῆσαι πλησίον οἰηθῆναι ἅπασι τοῖς ἀνδράσι τοιοῦτό τι
ἀποπνεῖν τοῦ στόματος. καὶ ὁ Ἑρμότιμος τοιγα‐ ροῦν ἅτε μόνοις τοῖς Στωϊκοῖς ξυνών, φαίη ἂν ὁ322
15Πλάτων, εἰκότως ἀγνοεῖ ὁποῖα τῶν ἄλλων τὰ στό‐ ματά ἐστιν. ὅμοια δ’ ἂν καὶ Χρύσιππος εἴποι ἢ ἔτι πλείω τούτων, εἴπερ λιπὼν αὐτὸν ἄκριτον ἐπὶ τὰ Πλάτωνος ὁρμήσαιμι πιστεύσας τινὶ τῶν μόνῳ Πλάτωνι ὡμιληκότων. ἑνί τε λόγῳ ξυνελών
20φημι, ἄχρι ἂν ἄδηλον ᾖ τίς ἀληθής ἐστι προαίρεσις ἐν φιλοσοφίᾳ, μηδεμίαν αἱρεῖσθαι. ὕβρις γὰρ ἐς τὰς ἄλλας τὸ τοιοῦτον.
22ΕΡΜΟΤΙΜΟΣ
Herm
.

35

Ὦ Λυκῖνε, πρὸς τῆς Ἑστίας, Πλάτωνα μὲν καὶ Ἀριστοτέλην καὶ Ἐπίκουρον καὶ τοὺς ἄλλους ἀτρεμεῖν ἐάσωμεν· οὐ γὰρ κατ’ ἐμὲ ἀνταγωνίζεσθαι αὐτοῖς. νὼ δέ, ἐγώ τε καὶ σύ, ἐφ’ ἡμῶν αὐτῶν
5ἐξετάσωμεν, εἰ τοιοῦτόν ἐστι τὸ φιλοσοφίας πρᾶγμα οἷον ἐγώ φημι αὐτὸ εἶναι. Αἰθίοπας δέ γε ἢ τὴν Γέλωνος γυναῖκα τί ἔδει καλεῖν ἐκ Συρακουσῶν ἐπὶ τὸν λόγον;
8ΛΥΚΙΝΟΣ Ἀλλ’ ἐκεῖνοι μὲν ἀπίτωσαν ἐκποδών, εἴ σοι
10δοκοῦσι περιττοὶ εἶναι πρὸς τὸν λόγον. σὺ δὲ λέγε ἤδη. θαυμαστὸν γάρ τι ἐρεῖν ἔοικας.
11ΕΡΜΟΤΙΜΟΣ Δοκεῖ μοι, ὦ Λυκῖνε, καὶ πάνυ δυνατὸν εἶναι μόνα τὰ τῶν Στωϊκῶν ἐκμαθόντα εἰδέναι τἀληθὲς ἀπὸ τούτων, κἂν μὴ τὰ τῶν ἄλλων ἐπεξέλθῃ τις
15ἐκμανθάνων ἕκαστα. οὑτωσὶ δὲ σκόπει· ἤν τις λέγῃ πρός σε μόνον τοῦτο ὡς αἱ δύο δυάδες τὸν
τέτταρα ἀριθμὸν ἀποτελοῦσιν, ἆρα δεήσει περι‐ ιόντα σε πυνθάνεσθαι τῶν ἄλλων ὅσοι ἀριθμητικοὶ μή τις ἄρα εἴη πέντε ἢ ἑπτὰ λέγων αὐτὰς εἶναι;324
20ἢ αὐτίκα εἰδείης ἂν ὅτι ὁ ἀνὴρ ἀληθῆ λέγει;
20ΛΥΚΙΝΟΣ Αὐτίκα, ὦ Ἑρμότιμε.
21ΕΡΜΟΤΙΜΟΣ Τί ποτ’ οὖν ἀδύνατον εἶναί σοι δοκεῖ, ἐντυγ‐ χάνοντά τινα μόνοις τοῖς Στωϊκοῖς λέγουσι τἀληθῆ πείθεσθαί τε αὐτοῖς καὶ μηκέτι δεῖσθαι τῶν
25ἄλλων εἰδότα ὡς οὐκ ἄν ποτε τὰ τέτταρα πέντε γένοιτο, οὐδ’ ἂν μυρίοι Πλάτωνες ἢ Πυθαγόραι λέγωσιν;
27ΛΥΚΙΝΟΣ
Herm
.

36

Οὐδὲν πρὸς ἔπος, ὦ Ἑρμότιμε. τὰ γὰρ ὁμολο‐ γούμενα τοῖς ἀμφισβητουμένοις εἰκάζεις, πάμπολυ αὐτῶν διαφέροντα. ἢ τί ἂν φαίης; ἔστιν ᾧτινι ἐντετύχηκας λέγοντι τὰς δύο δυάδας συντεθείσας
5τὸν ἑπτὰ ἢ ἕνδεκα ἀριθμὸν ἀποτελεῖν;
5ΕΡΜΟΤΙΜΟΣ Οὐκ ἔγωγε. ἢ μαίνοιτ’ ἂν ὁ μὴ τέτταρα ξυμ‐ βαίνειν λέγων.
7ΛΥΚΙΝΟΣ Τί δὲ, ἐντετύχηκας πώποτε (καὶ πρὸς Χα‐ ρίτων πειρῶ ἀληθεύειν) Στωϊκῷ τινι καὶ Ἐπικου‐
10ρείῳ μὴ διαφερομένοις περὶ ἀρχῆς ἢ τέλους;
10ΕΡΜΟΤΙΜΟΣ
Οὐδαμῶς.326
11ΛΥΚΙΝΟΣ Ὅρα τοίνυν μή πώς με παραλογίζῃ, ὦ γενναῖε, καὶ ταῦτα φίλον ὄντα. ζητούντων γὰρ ἡμῶν οἵτι‐ νες ἀληθεύουσιν ἐν φιλοσοφίᾳ, σὺ τοῦτο προαρπάσας
15ἔδωκας φέρων τοῖς Στωϊκοῖς λέγων ὡς οὗτοί εἰσιν οἱ τὰ δὶς δύο τέτταρα τιθέντες, ὅπερ ἄδηλον εἰ οὕτως ἔχει. φαῖεν γὰρ ἂν οἱ Ἐπικούρειοι ἢ Πλατωνικοὶ σφᾶς μὲν οὕτω ξυντιθέναι, ὑμᾶς δὲ πέντε ἢ ἑπτὰ λέγειν αὐτά. ἢ οὐ δοκοῦσί σοι
20τοῦτο ποιεῖν ὁπόταν ὑμεῖς μὲν μόνον τὸ καλὸν ἀγαθὸν ἡγῆσθε εἶναι, οἱ Ἐπικούρειοι δὲ τὸ ἡδύ; καὶ ὅταν ὑμεῖς λέγητε σώματα εἶναι ἅπαντα, ὁ Πλάτων δὲ νομίζῃ καὶ ἀσώματόν τι ἐν τοῖς οὖσιν εἶναι; ἀλλ’ ὅπερ ἔφην, πλεονεκτικῶς πάνυ
25τὸ ἀμφισβητούμενον συλλαβὼν ὡς ἀναμφι‐ λόγως ἴδιον τῶν Στωϊκῶν δίδως αὐτοῖς ἔχειν, καίτοι ἀντιλαμβανομένων τῶν ἄλλων καὶ λεγόν‐ των αὐτῶν τοῦτο εἶναι, ἔνθα δὴ κρίσεως μάλιστα οἶμαι δεῖ. ἂν μὲν οὖν πρόδηλον γένηται τοῦτο
30ὡς Στωϊκῶν ἐστι μόνων τὰ δὶς δύο τέτταρα ἡγεῖσθαι, ὥρα σιωπᾶν τοῖς ἄλλοις. ἄχρι δ’ ἂν αὐτοῦ τούτου πέρι διαμάχωνται, πάντων ὁμοίως ἀκουστέον ἢ εἰδέναι ὅτι πρὸς χάριν δικάζειν δόξομεν.
34ΕΡΜΟΤΙΜΟΣ
Herm
.

37

Οὔ μοι δοκεῖς, ὦ Λυκῖνε, ξυνιέναι πῶς βούλομαι εἰπεῖν.
2ΛΥΚΙΝΟΣ Οὐκοῦν σαφέστερον χρὴ λέγειν εἰ ἑτεροῖόν τι
ἀλλὰ μὴ τοιοῦτον φήσεις.328
4ΕΡΜΟΤΙΜΟΣ
5 Εἴσῃ αὐτίκα οἷόν τι λέγω. θῶμεν γάρ τινας δύο ἐσεληλυθέναι ἐς τὸ Ἀσκληπιεῖον ἢ ἐς τοῦ Διονύσου τὸ ἱερόν, εἶτα μέντοι φιάλην τινὰ τῶν ἱερῶν ἀπολωλέναι. δεήσει δή που ἀμφοτέρους ἐρευνηθῆναι αὐτοὺς ὁπότερος ὑπὸ κόλπου ἔχει τὴν
10φιάλην.
10ΛΥΚΙΝΟΣ Καὶ μάλα.
11ΕΡΜΟΤΙΜΟΣ Ἔχει δὲ πάντως ὁ ἕτερος.
12ΛΥΚΙΝΟΣ Πῶς γὰρ οὔ, εἴ γε ἀπόλωλεν;
13ΕΡΜΟΤΙΜΟΣ Οὐκοῦν ἂν παρὰ τῷ προτέρῳ εὕρῃς αὐτήν,
15οὐκέτι τὸν ἕτερον ἀποδύσεις. πρόδηλον γὰρ ὡς οὐκ ἔχει.
16ΛΥΚΙΝΟΣ Πρόδηλον γάρ.
17ΕΡΜΟΤΙΜΟΣ Καὶ εἴ γε μὴ εὕροιμεν ἐν τῷ τοῦ προτέρου κόλπῳ ὁ ἕτερος πάντως ἔχει, καὶ οὐδὲν ἐρεύνης
20οὐδὲ οὕτως δεῖ.
20ΛΥΚΙΝΟΣ Ἔχει γάρ.
21ΕΡΜΟΤΙΜΟΣ Καὶ ἡμεῖς τοίνυν εἰ εὕροιμεν ἤδη παρὰ τοῖς
Στωϊκοῖς τὴν φιάλην, οὐκέτι ἐρευνᾶν τοὺς ἄλλους ἀξιώσομεν ἔχοντες ὃ πάλαι ἐζητοῦμεν. ἢ τίνος330
25γὰρ ἂν ἕνεκα ἔτι κάμνοιμεν;
25ΛΥΚΙΝΟΣ
Herm
.

38

Οὐδενός, εἴ γε εὕροιτε καὶ εὑρόντες ἔχοιτε εἰδέναι ὡς ἐκεῖνο ἦν τὸ ἀπολωλός, ἢ ὅλως γνώριμον ὑμῖν εἴη τὸ ἀνάθημα. νῦν δέ, ὦ ἑταῖρε, πρῶτον μὲν οὐ δύο εἰσὶν οἱ παρελθόντες ἐς τὸν νεών, ὡς
5ἀναγκαῖον εἶναι τὸν ἕτερον αὐτοῖν τὰ φώρια ἔχειν, ἀλλὰ μάλα πολλοί τινες, εἶτα καὶ τὸ ἀπολόμενον αὐτὸ ἄδηλον ὅ τι ποτέ ἐστιν, εἴτε φιάλη τις ἢ σκύφος ἢ στέφανος. ὅσοι γοῦν ἱερεῖς, ἄλλος ἄλλο εἶναι λέγουσιν καὶ οὐδὲ περὶ τῆς ὕλης αὐτῆς
10ὁμολογοῦσιν, ἀλλ’ οἱ μὲν χαλκοῦ, οἱ δὲ ἀργύρου, οἱ δὲ χρυσοῦ, οἱ δὲ κασσιτέρου εἶναι αὐτὸ φάσκου‐ σιν. ἀνάγκη τοίνυν ἅπαντας ἀποδῦσαι τοὺς εἰσελ‐ θόντας, εἰ βούλει εὑρεῖν τὸ ἀπολωλός. καὶ γὰρ ἂν παρὰ τῷ πρώτῳ εὐθὺς εὕρῃς φιάλην χρυσῆν,
15ἔτι καὶ τοὺς ἄλλους σοι ἀποδυτέον.
15ΕΡΜΟΤΙΜΟΣ Διὰ τί, ὦ Λυκῖνε;
16ΛΥΚΙΝΟΣ Ὅτι ἄδηλον εἰ φιάλη τὸ ἀπολόμενον ἦν. εἰ δὲ καὶ τοῦτο ὑπὸ πάντων ὁμολογηθείη, ἀλλ’ οὔτι γε χρυσῆν ἅπαντές φασιν εἶναι τὴν φιάλην. εἰ δὲ
20καὶ μάλιστα γνώριμον γένοιτο ὡς φιάλη ἀπόλοιτο χρυσῆ, καὶ σὺ παρὰ τῷ πρώτῳ εὕροις φιάλην χρυσῆν, οὐδὲ οὕτω παύσῃ διερευνώμενος τοὺς ἄλλους· οὐ γὰρ δῆλόν που εἰ αὐτὴ ἦν ἡ τοῦ θεοῦ.
ἢ οὐκ οἴει πολλὰς φιάλας εἶναι χρυσᾶς;332
24ΕΡΜΟΤΙΜΟΣ
25Ἔγωγε.
24ΛΥΚΙΝΟΣ
25 Δεήσει δὴ ἐπὶ πάντας ἰέναι ἐρευνῶντα καὶ τὰ παρ’ ἑκάστῳ εὑρεθέντα πάντα εἰς μέσον καταθέντα εἰκάζειν ὅ τι ποτὲ αὐτῶν πρέποι ἂν θεῖον κτῆμα οἴεσθαι.
Herm
.

39

Καὶ γὰρ αὖ τὸ τὴν πολλὴν ἀπορίαν παρεχόμενον τοῦτό ἐστιν, ὅτι ἕκαστος τῶν ἀποδυθησομένων ἔχει τι πάντως, ὁ μὲν σκύφον, ὁ δὲ φιάλην, ὁ δὲ στέφανον, καὶ ὁ μὲν ἐκ χαλκοῦ, ὁ δὲ ἐκ χρυσοῦ,
5ὁ δὲ ἀργύρου. εἰ δὲ ὃ ἔχει, τοῦτο ἱερόν ἐστιν, οὐδέπω δῆλον. πᾶσα τοίνυν ἀνάγκη ἀπορεῖν ὅντινα ἱερόσυλον εἴπῃς, ὅπου γε καὶ εἰ πάντες τὰ ὅμοια εἶχον ἄδηλον ἦν καὶ οὕτως ὅστις ὁ τὰ τοῦ θεοῦ ὑφῃρημένος—ἔστι γὰρ καὶ ἰδιωτικὰ ἔχειν.
10τὸ δ’ αἴτιον τῆς ἀγνοίας ἕν ἐστιν οἶμαι τὸ ἀνεπίγ‐ ραφον εἶναι τὴν ἀπολομένην φιάλην (θῶμεν γὰρ φιάλην ἀπολωλέναι), ὡς εἴ γε ἐπεγέγραπτο τοῦ θεοῦ τὸ ὄνομα ἢ τοῦ ἀναθέντος ἧττον ἂν ἐκάμνομεν καὶ εὑρόντες τὴν ἐπιγεγραμμένην ἐπεπαύμεθ’ ἂν
15ἀποδύοντες καὶ ἐνοχλοῦντες τοὺς ἄλλους. οἶμαι δέ σε, ὦ Ἑρμότιμε, καὶ ἀγῶνας ἤδη γυμνικοὺς ἑωρακέναι πολλάκις.
17ΕΡΜΟΤΙΜΟΣ Καὶ ὀρθῶς οἴει. πολλάκις γὰρ καὶ πολλαχόθι.
18ΛΥΚΙΝΟΣ Ἦ οὖν ποτε καὶ παρὰ τοὺς ἀθλοθέτας αὐτοὺς
20ἐκαθέζου;334
24ΕΡΜΟΤΙΜΟΣ
25 Νὴ Δία, ἔναγχος Ὀλυμπίασιν ἐπὶ τὰ λαιὰ τῶν Ἑλλανοδικῶν, Εὐανδρίδου τοῦ Ἠλείου θέαν μοι προκαταλαβόντος ἐν τοῖς ἑαυτοῦ πολίταις· ἐπεθύ‐ μουν γὰρ ἐγγύθεν ἅπαντα ὁρᾶν τὰ παρὰ τοῖς Ἑλλανοδίκαις γιγνόμενα.
29ΛΥΚΙΝΟΣ
30 Οἶσθα οὖν καὶ τοῦτο, πῶς κληροῦσιν ὅντινα ᾧτινι χρὴ παλαίειν ἢ παγκρατιάζειν;
31ΕΡΜΟΤΙΜΟΣ Οἶδα γάρ.
32ΛΥΚΙΝΟΣ Οὐκοῦν ἂν ἄμεινον σὺ εἴποις ὡς ἐγγύθεν ἰδών.
33ΕΡΜΟΤΙΜΟΣ
Herm
.

40

Τὸ μὲν παλαιὸν ἐπὶ Ἡρακλέους ἀγωνοθετοῦντος φύλλα δάφνης ...
2ΛΥΚΙΝΟΣ Μή μοι τὰ πάλαι, ὦ Ἑρμότιμε, ἃ δὲ εἶδες ἐγγύθεν, ἐκεῖνα λέγε.
4ΕΡΜΟΤΙΜΟΣ
5 Κάλπις ἀργυρᾶ πρόκειται ἱερὰ τοῦ θεοῦ. ἐς ταύτην ἐμβάλλονται κλῆροι μικροί, ὅσον δὴ κυαμιαῖοι τὸ μέγεθος, ἐπιγεγραμμένοι. ἐγγράφε‐ ται δὲ ἐς δύο μὲν ἄλφα ἐν ἑκατέρῳ, ἐς δύο δὲ τὸ βῆτα, καὶ ἐς ἄλλους δύο τὸ γάμμα καὶ ἑξῆς κατὰ
10τὰ αὐτά, ἢν πλείους οἱ ἀθληταὶ ὦσι, δύο ἀεὶ κλῆροι τὸ αὐτὸ γράμμα ἔχοντες. προσελθὼν δὴ
τῶν ἀθλητῶν ἕκαστος προσευξάμενος τῷ Διὶ καθεὶς τὴν χεῖρα ἐς τὴν κάλπιν ἀνασπᾷ τῶν κλήρων ἕνα καὶ μετ’ ἐκεῖνον ἕτερος, καὶ παρεστὼς336
15μαστιγοφόρος ἑκάστῳ ἀνέχει αὐτοῦ τὴν χεῖρα οὐ παρέχων ἀναγνῶναι ὅ τι τὸ γράμμα ἐστὶν ὃ ἀνέσπακεν. ἁπάντων δὲ ἤδη ἐχόντων ὁ ἀλυ‐ τάρχης οἶμαι ἢ τῶν Ἑλλανοδικῶν αὐτῶν εἷς (οὐκέτι γὰρ τοῦτο μέμνημαι) περιιὼν ἐπισκοπεῖ
20τοὺς κλήρους ἐν κύκλῳ ἑστώτων καὶ οὕτως τὸν μὲν τὸ ἄλφα ἔχοντα τῷ τὸ ἕτερον ἄλφα ἀνεσπακότι παλαίειν ἢ παγκρατιάζειν συνάπτει, τὸν δὲ τὸ βῆτα τῷ τὸ βῆτα ὁμοίως καὶ τοὺς ἄλλους τοὺς ὁμογράμμους κατὰ ταὐτά. οὕτω μὲν, ἢν ἄρτιοι
25ὦσιν οἱ ἀγωνισταί, οἷον ὀκτὼ ἢ τέτταρες ἢ δώ‐ δεκα, ἢν δὲ περιττοί, πέντε ἑπτὰ ἐννέα, γράμμα τι περιττὸν ἑνὶ κλήρῳ ἐγγραφὲν συμβάλλεται αὐτοῖς, ἀντίγραφον ἄλλο οὐκ ἔχον. ὃς δ’ ἂν τοῦτο ἀνασπάσῃ ἐφεδρεύει περιμένων ἔστ’ ἂν ἐκεῖνοι
30ἀγωνίσωνται· οὐ γὰρ ἔχει τὸ ἀντίγραμμα. καὶ ἔστι τοῦτο οὐ μικρά τις εὐτυχία τοῦ ἀθλητοῦ, τὸ μέλλειν ἀκμῆτα τοῖς κεκμηκόσι συμπεσεῖσθαι.
32ΛΥΚΙΝΟΣ
Herm
.

41

Ἔχ’ ἀτρέμας. τούτου γὰρ ἐδεόμην μάλιστα. οὐκοῦν ἐννέα ὄντες ἀνεσπάκασιν ἅπαντες καὶ ἔχουσι τοὺς κλήρους. περιιὼν δὴ (βούλομαι γάρ σε Ἑλλανοδίκην ἀντὶ θεατοῦ ποιῆσαι) ἐπισκοπεῖς
5τὰ γράμματα, καὶ οὐ πρότερον οἶμαι μάθοις ἂν ὅστις ὁ ἔφεδρός ἐστιν, ἢν μὴ ἐπὶ πάντας ἔλθῃς καὶ συζεύξῃς αὐτούς.
7ΕΡΜΟΤΙΜΟΣ
Πῶς, ὦ Λυκῖνε, τοῦτο φής;338
8ΛΥΚΙΝΟΣ Ἀδύνατόν ἐστιν εὐθὺς εὑρεῖν τὸ γράμμα ἐκεῖνο
10τὸ δηλοῦν τὸν ἔφεδρον, ἢ τὸ μὲν γράμμα ἴσως ἂν εὕροις, οὐ μὴν εἴσῃ γε εἰ ἐκεῖνός ἐστιν· οὐ γὰρ προείρηται ὅτι τὸ Κ ἢ τὸ Μ ἢ τὸ Ι ἐστὶν τὸ χειροτονοῦν τὸν ἔφεδρον. ἀλλ’ ἐπειδὰν τῷ Α ἐντύχῃς, ζητεῖς τὸν τὸ ἕτερον Α ἔχοντα καὶ
15εὑρὼν ἐκείνους μὲν ἤδη συνέζευξας, ἐντυχὼν δὲ αὖθις τῷ βῆτα τὸ ἕτερον βῆτα ὅπου ἐστὶν ζητεῖς, τὸ ἀντίπαλον τῷ εὑρεθέντι, καὶ ἐπὶ πάντων ὁμοίως, ἄχρι ἂν ἐκεῖνός σοι περιλειφθῇ ὁ τὸ μόνον γράμμα ἔχων τὸ ἀνανταγώνιστον.
19ΕΡΜΟΤΙΜΟΣ
Herm
.

42

Τί δ’ εἰ ἐκείνῳ πρώτῳ ἢ δευτέρῳ ἐντύχοις, τί ποιήσεις;
2ΛΥΚΙΝΟΣ Οὐ μὲν οὖν, ἀλλὰ σὺ ὁ Ἑλλανοδίκης ἐθέλω εἰδέναι ὅ τι καὶ πράξεις, πότερον αὐτίκα ἐρεῖς ὅτι
5οὗτός ἐστιν ὁ ἔφεδρος, ἢ δεήσει ἐπὶ πάντας ἐν κύκλῳ ἐλθόντα ἰδεῖν εἴ που αὐτῷ γράμμα ὅμοιόν ἐστιν; ὡς εἴ γε μὴ τοὺς πάντων κλήρους ἴδοις οὐκ ἂν μάθοις τὸν ἔφεδρον.
8ΕΡΜΟΤΙΜΟΣ Καὶ μήν, ὦ Λυκῖνε, ῥᾳδίως ἂν μάθοιμι. ἐπὶ
10γοῦν τῶν ἐννέα ἢν τὸ Ε εὕρω πρῶτον ἢ δεύτερον, οἶδα ὅτι ἔφεδρος ὁ τοῦτο ἔχων ἐστί.
11ΛΥΚΙΝΟΣ
Πῶς, ὦ Ἑρμότιμε;340
12ΕΡΜΟΤΙΜΟΣ Οὕτως· τὸ Α δύο αὐτῶν ἔχουσιν καὶ τὸ Β ὁμοίως δύο, τῶν λοιπῶν δὲ τεττάρων ὄντων οἱ
15μὲν τὸ Γ, οἱ δὲ τὸ Δ πάντως ἀνεσπάκασιν καὶ ἀνήλωται ἤδη ἐς τοὺς ἀθλητὰς ὀκτὼ ὄντας τὰ τέτταρα γράμματα. δῆλον οὖν ὅτι μόνον ἂν οὕτω περιττὸν εἴη τὸ ἑξῆς γράμμα τὸ Ε, καὶ ὁ τοῦτο ἀνεσπακὼς ἔφεδρός ἐστι.
19ΛΥΚΙΝΟΣ
20 Πότερον ἐπαινέσω σε, ὦ Ἑρμότιμε, τῆς συνέ‐ σεως, ἢ θέλεις ἀντείπω τά γ’ ἐμοὶ δοκοῦντα ὁποῖα ἂν ᾖ;
22ΕΡΜΟΤΙΜΟΣ Νὴ Δία. διαπορῶ μέντοι ὅ τι ἂν εὔλογον ἀντειπεῖν ἔχοις πρὸς τὸ τοιοῦτον.
24ΛΥΚΙΝΟΣ
Herm
.

43

Σὺ μὲν γὰρ ὡς ἑξῆς πάντων γραφομένων γραμμάτων εἴρηκας, οἷον πρώτου τοῦ Α, δευτέρου δὲ τοῦ Β καὶ κατὰ τὴν τάξιν, ἄχρι ἂν ἐς ἓν αὐτῶν τελευτήσῃ ὁ ἀριθμὸς τῶν ἀθλητῶν· καὶ δίδωμί
5σοι Ὀλυμπίασιν οὕτω γίγνεσθαι. τί δέ, εἰ ἐξελόντες ἀτάκτως πέντε γράμματα ἐξ ἁπάντων, τὸ Χ καὶ τὸ Σ καὶ τὸ Ζ καὶ τὸ Κ καὶ τὸ Θ, τὰ μὲν ἄλλα τέτταρα διπλᾶ ἐπὶ τῶν κλήρων τῶν ὀκτὼ γράφοιμεν, τὸ δὲ Ζ μόνον ἐπὶ τοῦ ἐνάτου,
10ὃ δὴ καὶ δηλοῦν ἔμελλεν ἡμῖν τὸν ἔφεδρον, τί ποιήσεις πρῶτον εὑρὼν τὸ Ζ; τῷ διαγνώσῃ ἔφεδρον ὄντα τὸν ἔχοντα αὐτό, ἢν μὴ ἐπὶ πάντας ἐλθὼν εὕρῃς οὐδὲν αὐτῷ συμφωνοῦν; οὐ γὰρ
εἶχες ὥσπερ νῦν τῇ τάξει αὐτῶν τεκμαίρεσθαι.342
14ΕΡΜΟΤΙΜΟΣ
15Δυσαπόκριτον τοῦτο ἐρωτᾷς.
15ΛΥΚΙΝΟΣ
Herm
.

44

Ἰδοὺ δὴ καὶ ἑτέρως τὸ αὐτὸ ἐπισκόπησον. τί γὰρ εἰ μηδὲ γράμματα γράφοιμεν ἐπὶ τῶν κλήρων ἀλλά τινα σημεῖα καὶ χαρακτῆρας, οἷα πολλὰ Αἰγύπτιοι γράφουσιν ἀντὶ τῶν γραμμάτων—
5κυνοκεφάλους τινὰς καὶ λεοντοκεφάλους ἀνθρώ‐ πους; ἢ ἐκεῖνα μὲν ἐάσωμεν, ἐπείπερ ἀλλόκοτά ἐστι. φέρε δὲ τὰ μονοειδῆ καὶ ἁπλᾶ ἐπιγράψωμεν ὡς οἷόν τε εἰκάσαντες ἀνθρώπους ἐπὶ δυοῖν κλήροιν, δύο ἵππους ἐπὶ δυοῖν καὶ ἀλεκτρυόνας
10δύο καὶ κύνας δύο, τῷ δὲ ἐνάτῳ λέων ἔστω τοὐπίσημον. ἢν τοίνυν τῷ λεοντοφόρῳ τούτῳ κλήρῳ ἐν ἀρχῇ ἐντύχῃς, πόθεν ἕξεις εἰπεῖν ὅτι οὗτός ἐστιν ὁ τὸν ἔφεδρον ποιῶν, ἢν μὴ παρα‐ θεωρήσῃς ἅπαντας ἐπιὼν εἴ τις καὶ ἄλλος λέοντα
15ἔχει;
15ΕΡΜΟΤΙΜΟΣ Οὐκ ἔχω ὅ τι σοι ἀποκρίνωμαι, ὦ Λυκῖνε.
16ΛΥΚΙΝΟΣ
Herm
.

45

Εἰκότως· οὐδὲ γὰρ εὐπρόσωπον οὐδέν. ὥστε ἢν ἐθέλωμεν ἢ τὸν ἔχοντα τὴν ἱερὰν φιάλην εὑρεῖν ἢ τὸν ἔφεδρον ἢ τὸν ἄριστα ἡγησόμενον ἡμῖν ἐς τὴν πόλιν ἐκείνην τὴν Κόρινθον, ἐπὶ
5πάντας ἀναγκαίως ἀφιξόμεθα καὶ ἐξετάσομεν ἄκρως πειρώμενοι καὶ ἀποδύοντες καὶ παραθεω‐ ροῦντες. μόλις γὰρ ἂν οὕτω τἀληθὲς ἐκμάθοιμεν. καὶ εἴ γέ τις μέλλοι σύμβουλός μοι ἀξιόπιστος
ἔσεσθαι φιλοσοφίας πέρι ἥντινα φιλοσοφητέον,344
10οὗτος ἂν εἴη μόνος ὁ τὰ ὑπὸ πασῶν αὐτῶν λεγόμενα εἰδώς, οἱ δ’ ἄλλοι ἀτελεῖς, καὶ οὐκ ἂν πιστεύσαιμι αὐτοῖς, ἔστ’ ἂν καὶ μιᾶς ἀπείρατοι ὦσι—τάχα γὰρ ἂν ἡ ἀρίστη ἐκείνη εἴη. οὐ γὰρ δὴ εἴ τις παραστησάμενος καλὸν ἄνθρωπον λέγοι
15τοῦτον εἶναι κάλλιστον ἀνθρώπων ἁπάντων, πι‐ στεύσαιμεν ἂν αὐτῷ ἢν μὴ εἰδῶμεν ὅτι πάντας ἀνθρώπους ἑώρακεν. ἴσως μὲν γὰρ καὶ οὗτος καλός, εἰ δὲ πάντων κάλλιστος οὐκ ἂν ἔχοι εἰδέναι μὴ ἰδὼν ἅπαντας. ἡμεῖς δὲ οὐκ αὐτὸ
20μόνον καλοῦ, ἀλλὰ τοῦ καλλίστου δεόμεθα· καὶ ἢν μὴ τοῦτο εὕρωμεν, οὐδὲν ἡμῖν πλέον πεπρᾶχθαι ἡγησόμεθα. οὐ γὰρ ἀγαπήσομεν ὁποιῳδήποτε καλῷ ἐντυχόντες, ἀλλ’ ἐκεῖνο τὸ ἀκρότατον ζητοῦμεν κάλλος, ὅπερ ἀνάγκη ἓν εἶναι.
24ΕΡΜΟΤΙΜΟΣ
Herm
.

46

Ἀληθῆ.
1ΛΥΚΙΝΟΣ Τί οὖν; ἔχεις μοί τινα εἰπεῖν ἁπάσης ὁδοῦ πεπειραμένον ἐν φιλοσοφίᾳ καὶ ὃς τά τε ὑπὸ Πυθαγόρου καὶ Πλάτωνος καὶ Ἀριστοτέλους καὶ
5Χρυσίππου καὶ Ἐπικούρου καὶ τῶν ἄλλων λεγό‐ μενα εἰδὼς τελευτῶν μίαν εἵλετο ἐξ ἁπασῶν ὁδῶν ἀληθῆ τε δοκιμάσας καὶ πείρᾳ μαθὼν ὡς μόνη ἄγει εὐθὺ τῆς εὐδαιμονίας; εἰ γάρ τινα τοιοῦτον εὕροιμεν, παυσόμεθα πράγματα ἔχοντες.
9ΕΡΜΟΤΙΜΟΣ
10Οὐ ῥᾴδιον, ὦ Λυκῖνε, τοιοῦτον ἄνδρα εὑρεῖν.346
10ΛΥΚΙΝΟΣ
Herm
.

47

Τί δὴ οὖν πράξομεν, ὦ Ἑρμότιμε; οὐ γὰρ ἀπαγορευτέον οἶμαι ἐπεὶ μηδενὸς ἡγεμόνος τοιού‐ του ἔς γε τὸ παρὸν εὐποροῦμεν. ἆρα τόδε πάντων κράτιστόν ἐστι καὶ ἀσφαλέστατον, αὐτὸν
5ἕκαστον ἀρξάμενον διὰ πάσης προαιρέσεως χωρῆσαι καὶ ἐπισκέψασθαι ἀκριβῶς τὰ ὑπὸ πάντων λεγόμενα;
6ΕΡΜΟΤΙΜΟΣ Ἔοικεν ἀπό γε τούτων. πλὴν ἐκεῖνο μὴ ἐναν‐ τίον ᾖ ὃ μικρῷ πρόσθεν ἔλεγες, ὡς οὐ ῥᾴδιον ἐπιδόντα ἑαυτὸν καὶ πετάσαντα τὴν ὀθόνην
10ἀναδραμεῖν αὖθις. πῶς γὰρ οἷόν τε πάσας ἐπελ‐ θεῖν τὰς ὁδοὺς ἐν τῇ πρώτῃ, ὡς φής, κατασχεθη‐ σομένῳ;
12ΛΥΚΙΝΟΣ Ἐγώ σοι φράσω. τὸ τοῦ Θησέως ἐκεῖνο μιμη‐ σόμεθα καί τι λίνον παρὰ τῆς τραγικῆς Ἀριάδνης
15λαβόντες εἴσιμεν ἐς τὸν λαβύρινθον ἕκαστον, ὡς ἔχειν ἀπραγμόνως μηρυόμενοι αὐτὸ ἐξιέναι.
16ΕΡΜΟΤΙΜΟΣ Τίς ἂν οὖν ἡμῖν Ἀριάδνη γένοιτ’ ἂν ἢ πόθεν τοῦ λίνου εὐπορήσομεν;
18ΛΥΚΙΝΟΣ Θάρρει, ὦ ἑταῖρε. δοκῶ γάρ μοι εὑρηκέναι
20οὗτινος ἐχόμενοι ἐξέλθοιμεν ἄν.
20ΕΡΜΟΤΙΜΟΣ
Τί οὖν τοῦτό ἐστιν;348
21ΛΥΚΙΝΟΣ Οὐκ ἐμὸν ἐρῶ ἀλλά τινος τῶν σοφῶν, τὸ “νῆφε καὶ μέμνησο ἀπιστεῖν”· ἢν γὰρ μὴ ῥᾳδίως πιστεύ‐ ωμεν ἀκούοντες ἀλλὰ δικαστικῶς αὐτὸ ποιῶμεν
25ἀπολιπόντες καὶ τοῖς ἑξῆς λόγον, ἴσως ἂν εὐμαρῶς τοὺς λαβυρίνθους ἐκφύγοιμεν.
26ΕΡΜΟΤΙΜΟΣ Εὖ λέγεις, καὶ τοῦτο ποιῶμεν.
27ΛΥΚΙΝΟΣ
Herm
.

48

Εἶεν. ἐπὶ τίνα δὴ αὐτῶν πρῶτον ἔλθοιμεν ἄν; ἢ τοῦτο μὲν οὐδὲν διοίσει; ἀρξάμενοι δὲ ἀφ’ ὁτουοῦν οἷον ἀπὸ Πυθαγόρου ἢν οὕτω τύχῃ, πόσῳ ἂν χρόνῳ οἰόμεθα ἐκμαθεῖν τὰ Πυθαγόρου
5ἅπαντα; καὶ μή μοι ἐξαίρει καὶ τὰ πέντε ἔτη ἐκεῖνα τὰ τῆς σιωπῆς· σὺν δ’ οὖν τοῖς πέντε ἱκανὰ τριάκοντα οἶμαι, εἰ δὲ μή, ἀλλὰ πάντως γε εἴκοσι.
8ΕΡΜΟΤΙΜΟΣ Θῶμεν οὕτως.
9ΛΥΚΙΝΟΣ
10 Εἶτα ἑξῆς τῷ Πλάτωνι θετέον δηλαδὴ τοσαῦτα ἕτερα, ἔτι μὴν καὶ Ἀριστοτέλει οὐκ ἐλάττω.
11ΕΡΜΟΤΙΜΟΣ Οὐ γάρ.
12ΛΥΚΙΝΟΣ Χρυσίππῳ δέ γε οὐκέτι ἐρήσομαί σε πόσα. οἶδα γὰρ παρὰ σοῦ ἀκούσας ὅτι τετταράκοντα μόγις
15ἱκανά.350
15ΕΡΜΟΤΙΜΟΣ Οὕτως.
16ΛΥΚΙΝΟΣ Εἶτα ἑξῆς Ἐπικούρῳ καὶ τοῖς ἄλλοις. ὡς δὲ οὐ πολλὰ ταῦτα τίθημι, ἐκεῖθεν μάθοις ἄν, ἢν ἐννοήσῃς ὅσοι ὀγδοηκοντούτεις εἰσὶ Στωϊκοὶ ἢ
20Ἐπικούρειοι ἢ Πλατωνικοὶ ὁμολογοῦντες μὴ πάντα εἰδέναι τὰ τῆς ἑαυτοῦ αἱρέσεως ἕκαστος, ὡς μηδὲν ἐνδεῖν σφίσιν ἐς τὰ μαθήματα. εἰ δὲ μή, ἀλλὰ Χρύσιππός γε καὶ Ἀριστοτέλης καὶ Πλάτων φαῖεν ἄν, καὶ πρὸ τούτων ὁ Σωκράτης
25οὐδὲν φαυλότερος αὐτῶν, ὃς ἐκεκράγει πρὸς ἅπαντας οὐχ ὅπως μὴ πάντα, ἀλλὰ μηδ’ ὅλως εἰδέναι τι ἢ τοῦτο μόνον ὅτι οὐκ οἶδεν. λογισώμεθα οὖν ἐξ ἀρχῆς· εἴκοσι τῷ Πυθαγόρᾳ ἐτίθεμεν, εἶτα Πλάτωνι τοσαῦθ’ ἕτερα, εἶτα ἑξῆς τοῖς ἄλλοις.
30πόσα δὴ οὖν ταῦτα συντεθέντα ἐν κεφαλαίῳ γένοιτ’ ἄν, εἰ δέκα μόνας θεῖμεν τὰς αἱρέσεις ἐν φιλοσοφίᾳ;
32ΕΡΜΟΤΙΜΟΣ Ὑπὲρ διακόσια, ὦ Λυκῖνε.
33ΛΥΚΙΝΟΣ Βούλει οὖν ἀφαιρῶμεν τὸ τέταρτον, ὡς πεν‐
35τήκοντα καὶ ἑκατὸν ἔτη ἱκανὰ εἶναι, ἢ τὸ ἥμισυ ὅλον;
36ΕΡΜΟΤΙΜΟΣ
Herm
.

49

Αὐτὸς ἂν εἰδείης ἄμεινον· ἐγὼ δὲ ὁρῶ τοῦτο, ὅτι ὀλίγοι ἂν καὶ οὕτω διὰ πασῶν ἐξέλθοιεν ἐκ
γενετῆς εὐθὺς ἀρξάμενοι.352
3ΛΥΚΙΝΟΣ Τί ἂν οὖν πάθοι τις, ὦ Ἑρμότιμε, εἰ τοιοῦτόν
5ἐστι τὸ πρᾶγμα; ἢ ἀνατρεπτέον ἐκεῖνα τὰ ἤδη ὡμολογημένα—ὡς οὐκ ἄν τις ἕλοιτο ἐκ πολλῶν τὸ βέλτιστον μὴ οὐχὶ πειραθεὶς ἁπάντων; ὡς τόν γε ἄνευ πείρας αἱρούμενον μαντείᾳ μᾶλλον ἢ κρίσει τἀληθὲς ἀναζητοῦντα. οὐχ οὕτως ἐλέγομεν;
9ΕΡΜΟΤΙΜΟΣ
10Ναί.
10ΛΥΚΙΝΟΣ Πᾶσα τοίνυν ἀνάγκη ἐπὶ τοσοῦτον βιῶναι ἡμᾶς, εἰ μέλλοιμεν εὖ τε αἱρήσεσθαι ἁπάντων πειραθέν‐ τες καὶ ἑλόμενοι φιλοσοφήσειν καὶ φιλοσοφήσαντες εὐδαιμονήσειν. πρὶν δὲ οὕτω ποιῆσαι, ἐν σκότῳ
15φασὶν ὀρχοίμεθ’ ἂν οἷς ἂν τύχωμεν προσπταίοντες καὶ ὅ τι ἂν πρῶτον ἐς τὰς χεῖρας ἔλθῃ, τοῦτο εἶναι τὸ ζητούμενον ὑπολαμβάνοντες διὰ τὸ μὴ εἰδέναι τἀληθές. εἰ δὲ καὶ εὕροιμεν ἄλλως κατά τινα ἀγαθὴν τύχην περιπεσόντες αὐτῷ, οὐχ
20ἕξομεν βεβαίως εἰδέναι εἰ ἐκεῖνό ἐστιν ὃ ζητοῦμεν. πολλὰ γάρ ἐστιν ὅμοια αὑτοῖς, λέγοντα ἕκαστον αὐτὸ εἶναι τἀληθέστατον.
22ΕΡΜΟΤΙΜΟΣ
Herm
.

50

Ὦ Λυκῖνε, οὐκ οἶδα ὅπως εὔλογα μὲν δοκεῖς μοι λέγειν, ἀτάρ—εἰρήσεται γὰρ τἀληθές—οὐ μετρίως ἀνιᾷς με διεξιὼν αὐτὰ καὶ ἀκριβολογούμενος οὐδὲν δέον. ἴσως δὲ καὶ ἔοικα οὐκ ἐπ’ ἀγαθῷ ἐξεληλυ‐
5θέναι τήμερον ἐκ τῆς οἰκίας καὶ ἐξελθὼν ἐντετυχη‐ κέναι σοι, ὅς με πλησίον ἤδη τῆς ἐλπίδος ὄντα εἰς ἀπορίας φέρων ἐμβέβληκας ἀδύνατον ἀποφαίνων τῆς ἀληθείας τὴν εὕρεσιν ἐτῶν γε τοσούτων δεομένην.354
9ΛΥΚΙΝΟΣ
10 Οὐκοῦν, ὦ ἑταῖρε, πολὺ δικαιότερον μέμφοιο ἂν τῷ πατρί σου Μενεκράτει καὶ τῇ μητρὶ ἥτις ποτὲ ἐκαλεῖτο (οὐ γὰρ οἶδα), ἢ καὶ πολὺ πρότερον τῇ φύσει ἡμῶν ὅτι σε μὴ κατὰ τὸν Τιθωνὸν πολυετῆ καὶ μακρόβιον ἔθεσαν, ἀλλὰ περιέγραψαν μὴ
15πλείω βιῶναι τὸ μήκιστον ἐτῶν ἑκατὸν ἄνθρωπον ὄντα. ἐγὼ δὲ μετὰ σοῦ σκεπτόμενος εὗρον τὸ ἐκ τοῦ λόγου ἀποβάν.
17ΕΡΜΟΤΙΜΟΣ
Herm
.

51

Οὔκ, ἀλλὰ ὑβριστὴς ἀεὶ σύ, καὶ οὐκ οἶδ’ ὅ τι παθὼν μισεῖς φιλοσοφίαν καὶ ἐς τοὺς φιλοσοφοῦν‐ τας ἀποσκώπτεις.
3ΛΥΚΙΝΟΣ Ὦ Ἑρμότιμε, ἥτις μὲν ἡ ἀλήθειά ἐστιν ὑμεῖς ἂν
5ἄμεινον εἴποιτε οἱ σοφοί, σύ τε καὶ ὁ διδάσκαλος. ἐγὼ δὲ τό γε τοσοῦτον οἶδα, ὡς οὐ πάνυ ἡδεῖά ἐστιν αὐτὴ τοῖς ἀκούουσιν, ἀλλὰ παρευδοκιμεῖται ὑπὸ τοῦ ψεύδους παρὰ πολύ. εὐπροσωπότερον γὰρ ἐκεῖνο καὶ διὰ τοῦτο ἥδιον, ἡ δὲ ἅτε μηδὲν
10κίβδηλον ἑαυτῇ συνειδυῖα μετὰ παρρησίας διαλέγε‐ ται τοῖς ἀνθρώποις καὶ διὰ τοῦτο ἄχθονται αὐτῇ. ἰδού γέ τοι, καὶ σὺ νῦν ἄχθῃ μοι τἀληθὲς ἐξευρόντι περὶ τούτων μετὰ σοῦ καὶ δηλώσαντι οἵων
ἐρῶμεν ἐγώ τε καὶ σύ, ὡς οὐ πάνυ ῥᾳδίων.356
15ὥσπερ εἰ ἀνδριάντος ἐρῶν ἐτύγχανες καὶ ᾤου τεύξεσθαι ὑπολαμβάνων ἄνθρωπον εἶναι, ἐγὼ δὲ κατιδὼν ὡς λίθος ἢ χαλκὸς εἴη ἐμήνυσα πρός σε ὑπ’ εὐνοίας ὅτι ἀδυνάτων ἐρᾷς, καὶ τότε δύσνουν ἐμὲ εἶναι ᾤου ἂν σαυτῷ διότι σε οὐκ εἴων ἐξαπα‐
20τᾶσθαι ἀλλόκοτα καὶ ἀνέλπιστα ἐλπίζοντα.
20ΕΡΜΟΤΙΜΟΣ
Herm
.

52

Οὐκοῦν τοῦτο, ὦ Λυκῖνε, φής, ὡς οὐ φιλοσοφη‐ τέον ἡμῖν, ἀλλὰ χρὴ ἀργίᾳ παραδιδόντας αὑτοὺς ἰδιώτας καταβιῶναι;
3ΛΥΚΙΝΟΣ Καὶ ποῦ τοῦτο ἤκουσας ἐμοῦ λέγοντος; ἐγὼ
5γὰρ οὐχ ὡς οὐ φιλοσοφητέον φημί, ἀλλ’ ἐπείπερ φιλοσοφητέον ὁδοί τε πολλαί εἰσιν ἐπὶ φιλοσοφίαν ἑκάστη καὶ ἀρετὴν ἄγειν φάσκουσαι, ἡ δ’ ἀληθὴς ἐν αὐταῖς ἄδηλος, ἀκριβῆ ποιήσασθαι τὴν διαίρεσιν. ἀδύνατον δέ γε ἡμῖν ἐφαίνετο πολλῶν προτεθέντων
10ἑλέσθαι τὸ ἄριστον εἰ μὴ ἐπὶ πάντα ἴοι τις πειρώμε‐ νος· εἶτά πως μακρὰ ἡ πεῖρα ὤφθη. σὺ δὲ πῶς ἀξιοῖς; αὖθις γὰρ ἐρήσομαι—ὅτῳ ἂν πρώτῳ ἐντύχῃς, τούτῳ ἕψῃ καὶ συμφιλοσοφήσεις κἀκεῖνος ἕρμαιον ποιήσεταί σε;
14ΕΡΜΟΤΙΜΟΣ
Herm
.

53

Καὶ τί σοι ἀποκριναίμην ἂν ἔτι, ὃς οὔτε αὐτόν τινα κρίνειν οἷόν τε εἶναι φής, ἢν μὴ φοίνικος ἔτη βιώσῃ πάντας ἐν κύκλῳ περιιὼν καὶ πειρώμενος οὔτε τοῖς προπεπειραμένοις πιστεύειν ἀξιοῖς οὔτε
5τοῖς πολλοῖς ἐπαινοῦσιν καὶ μαρτυροῦσιν;358
5ΛΥΚΙΝΟΣ Τίνας φὴς τοὺς πολλοὺς εἰδότας καὶ πεπει‐ ραμένους ἁπάντων; εἰ γάρ τις τοιοῦτός ἐστιν, ἱκανὸς ἔμοιγε καὶ εἷς, καὶ οὐκέτι πολλῶν δεήσει. ἢν δὲ τοὺς οὐκ εἰδότας λέγῃς, οὐδέν τι τὸ πλῆθος
10αὐτῶν προσάξεταί με πιστεύειν ἄχρι ἂν ἢ μηδὲν ἢ ἓν εἰδότες περὶ ἁπάντων ἀποφαίνωνται.
11ΕΡΜΟΤΙΜΟΣ Μόνος δὲ σὺ τἀληθὲς κατεῖδες, οἱ δὲ ἄλλοι ἀνόητοι ἅπαντες ὅσοι φιλοσοφοῦσιν.
13ΛΥΚΙΝΟΣ Καταψεύδῃ μου, ὦ Ἑρμότιμε, λέγων ὡς ἐγὼ
15προτίθημί πῃ ἐμαυτὸν τῶν ἄλλων ἢ τάττω ὅλως ἐν τοῖς εἰδόσι, καὶ οὐ μνημονεύεις ὧν ἔφην, οὐκ αὐτὸς εἰδέναι τἀληθὲς ὑπὲρ τοὺς ἄλλους διατεινόμε‐ νος ἀλλὰ μετὰ πάντων αὐτὸ ἀγνοεῖν ὁμολογῶν.
18ΕΡΜΟΤΙΜΟΣ
Herm
.

54

Ἀλλ’, ὦ Λυκῖνε, τὸ μὲν ἐπὶ πάντας ἐλθεῖν χρῆναι καὶ πειραθῆναι ὧν φασι καὶ τὸ μὴ ἂν ἄλλως ἑλέσθαι τὸ βέλτιον ἢ οὕτως, εὔλογον ἴσως, τὸ δὲ τῇ πείρᾳ ἑκάστῃ τοσαῦτα ἔτη ἀποδιδόναι,
5παγγέλοιον, ὥσπερ οὐχ οἷόν τε ὂν ἀπ’ ὀλίγων καταμαθεῖν τὰ πάντα. ἐμοὶ δὲ καὶ πάνυ ῥᾴδιον εἶναι δοκεῖ τὸ τοιοῦτον καὶ οὐ πολλῆς διατριβῆς δεόμενον. φασί γέ τοι τῶν πλαστῶν τινα, Φειδίαν οἶμαι, ὄνυχα μόνον λέοντος ἰδόντα ἀπ’ ἐκείνου
10ἀναλελογίσθαι, ἡλίκος ἂν ὁ πᾶς λέων γένοιτο κατ’ ἀξίαν τοῦ ὄνυχος ἀναπλασθείς. καὶ σὺ δέ, ἤν τίς σοι χεῖρα μόνην ἀνθρώπου δείξῃ τὸ ἄλλο σῶμα κατακαλύψας, εἴσῃ, οἶμαι, αὐτίκα ὅτι ἄνθρωπός ἐστι τὸ κεκαλυμμένον, κἂν μὴ τὸ πᾶν σῶμα ἴδῃς.360
15καὶ τοίνυν τὰ μὲν κεφαλαιώδη ὧν ἅπαντες λέγουσι, ῥᾴδιον καταμαθεῖν ἐν ὀλίγῳ μορίῳ ἡμέρας, τὸ δὲ ὑπερακριβὲς τοῦτο καὶ μακρᾶς τῆς ἐξετάσεως δεόμενον οὐ πάνυ ἀναγκαῖον ἐς τὴν αἵρεσιν τοῦ βελτίονος, ἀλλ’ ἔστι κρῖναι καὶ ἀπ’ ἐκείνων.
19ΛΥΚΙΝΟΣ
Herm
.

55

Παπαί, ὦ Ἑρμότιμε, ὡς ἰσχυρὰ ταῦτα εἴρηκας ἀπὸ τῶν μερῶν ἀξιῶν τὰ ὅλα εἰδέναι. καίτοι ἐγὼ τὰ ἐναντία ἀκούσας μέμνημαι ὡς ὁ μὲν τὸ ὅλον εἰδὼς εἰδείη ἂν καὶ τὸ μέρος, ὁ δὲ μόνον τὸ μέρος
5οὐκέτι καὶ τὸ ὅλον. οὕτως καί μοι τόδε ἀπόκριναι· ὁ Φειδίας ἄν ποτε ἰδὼν ὄνυχα λέοντος ἔγνω ἂν ὅτι λέοντός ἐστιν, εἰ μὴ ἑωράκει ποτὲ λέοντα ὅλον; ἢ σὺ ἀνθρώπου χεῖρα ἰδὼν ἔσχες ἂν εἰπεῖν ὅτι ἀνθρώπου ἐστὶ μὴ πρότερον εἰδὼς μηδὲ
10ἑωρακὼς ἄνθρωπον; τί σιγᾷς; ἢ βούλει ἐγὼ ἀποκρίνωμαι ὑπὲρ σοῦ τά γε ἀναγκαῖα ὅτι οὐκ ἂν εἶχες; ὥστε κινδυνεύει ὁ Φειδίας ἄπρακτος ἀπεληλυθέναι μάτην ἀναπλάσας τὸν λέοντα· οὐδὲν γὰρ πρὸς τὸν Διόνυσον ὦπται λέγων. ἢ πῶς
15ταῦτα ἐκείνοις ὅμοια; τῷ μὲν γὰρ Φειδίᾳ καὶ σοὶ οὐδὲν ἄλλο τοῦ γνωρίζειν τὰ μέρη αἴτιον ἦν ἢ τὸ
εἰδέναι τὸ ὅλον—ἄνθρωπον λέγω καὶ λέοντα· ἐν φιλοσοφίᾳ δέ, οἷον τῇ Στωϊκῶν, πῶς ἂν ἀπὸ τοῦ μέρους καὶ τὰ λοιπὰ ἴδοις; ἢ πῶς ἂν ἀποφαίνοιο362
20ὡς καλά; οὐ γὰρ οἶσθα τὸ ὅλον οὗ μέρη ἐκεῖνά ἐστιν.
Herm
.

56

Ὃ δὲ φής, ὅτι τὰ κεφάλαια ῥᾴδιον ἀκοῦσαι ἁπάσης φιλοσοφίας ἐν ὀλίγῳ μορίῳ ἡμέρας (οἷον ἀρχὰς αὐτῶν καὶ τέλη καὶ τί θεοὺς οἴονται εἶναι, τί ψυχήν, καὶ τίνες μὲν σώματα πάντα φασί, τίνες
5δὲ καὶ ἀσώματα εἶναι ἀξιοῦσι, καὶ ὅτι οἱ μὲν ἡδονήν, οἱ δὲ τὸ καλὸν ἀγαθὸν καὶ εὔδαιμον τίθενται καὶ τὰ τοιαῦτα) οὑτωσὶ μὲν ἀκούσαντας ἀποφήνασθαι ῥᾴδιον καὶ ἔργον οὐδέν· εἰδέναι δὲ ὅστις ὁ τἀληθῆ λέγων ἐστίν, ὅρα μὴ οὐχὶ μορίου
10ἐστὶν ἡμέρας ἀλλὰ πολλῶν ἡμερῶν δέηται. ἢ τί γὰρ ἐκεῖνοι παθόντες ὑπὲρ αὐτῶν τούτων ἑκατον‐ τάδας καὶ χιλιάδας βιβλίων ἕκαστοι συγγεγράφα‐ σιν, ὡς πείσαιεν οἶμαι ἀληθῆ εἶναι τὰ ὀλίγα ἐκεῖνα καὶ ἅ σοι δοκεῖ ῥᾴδια καὶ εὐμαθῆ; νῦν
15δὲ μάντεως οἶμαι δεήσει σοι κἀνταῦθα πρὸς τὴν αἵρεσιν τῶν κρειττόνων, εἰ μὴ ἀνέχῃ τὴν διατριβὴν ὡς ἀκριβῶς ἑλέσθαι, αὐτὸς ἅπαντα καὶ ὅλον ἕκαστον κατανοήσας. ἐπίτομος γὰρ αὕτη γένοιτ’ ἄν, οὐκ ἔχουσα περιπλοκὰς οὐδ’ ἀναβολάς, εἰ
20μεταστειλάμενος τὸν μάντιν ἀκούσας τῶν κεφα‐ λαίων ἁπάντων σφαγιάζοιο ἐφ’ ἑκάστοις ἀπαλ‐ λάξει γάρ σε ὁ θεὸς μυρίων πραγμάτων δείξας ἐν τῷ τοῦ ἱερείου ἥπατι ἅτινά σοι αἱρετέον.
Herm
.

57

Εἰ δὲ βούλει, καὶ ἄλλο τι ἀπραγμονέστερον ὑποθήσομαί σοι, ὡς μὴ ἱερεῖα καταθύῃς ταυτὶ καὶ θυσιάζῃς τῳ μηδὲ ἱερέα τινὰ τῶν μεγαλομίσθων
παρακαλῇς, ἀλλὰ ἐς κάλπιν ἐμβαλὼν γραμμάτια364
5ἔχοντα τῶν φιλοσόφων ἑκάστου τοὔνομα κέλευε παῖδα—τῶν ἀνήβων ἀμφιθαλῆ τινα—προσελθόντα πρὸς τὴν κάλπιν ἀνελέσθαι ὅ τι ἂν πρῶτον ὑπὸ τὴν χεῖρα ἔλθῃ τῶν γραμματίων, καὶ τὸ λοιπὸν κατὰ τὸν λαχόντα ἐκεῖνον ὅστις ἂν ᾖ φιλοσόφει.
9ΕΡΜΟΤΙΜΟΣ
Herm
.

58

Ταυτὶ μέν, ὦ Λυκῖνε, βωμολοχικὰ καὶ οὐ κατά σε. σὺ δὲ εἰπέ μοι· ἤδη ποτὲ οἶνον ἐπρίω αὐτός;
2ΛΥΚΙΝΟΣ Καὶ μάλα πολλάκις.
3ΕΡΜΟΤΙΜΟΣ Ἆρ’ οὖν περιῄεις ἅπαντας ἐν κύκλῳ τοὺς ἐν τῇ
5πόλει καπήλους ἀπογευόμενος καὶ παραβάλλων καὶ ἀντεξετάζων τοὺς οἴνους;
6ΛΥΚΙΝΟΣ Οὐδαμῶς.
7ΕΡΜΟΤΙΜΟΣ Χρὴ γὰρ οἶμαί σοι τῷ πρώτῳ χρηστῷ καὶ ἀξίῳ ἐντυχόντι ἀποφέρεσθαι.
9ΛΥΚΙΝΟΣ
10Νὴ Δία.
10ΕΡΜΟΤΙΜΟΣ Καὶ ἀπό γε τοῦ ὀλίγου ἐκείνου γεύματος εἶχες ἂν εἰπεῖν ὁποῖος ἅπας ὁ οἶνός ἐστιν;
12ΛΥΚΙΝΟΣ Εἶχον γάρ.
13ΕΡΜΟΤΙΜΟΣ Εἰ δὲ δὴ ἔλεγες προσελθὼν τοῖς καπήλοις,
15Ἐπειδὴ κοτύλην πρίασθαι βούλομαι, δότε μοι, ὦ οὗτοι, ἐκπιεῖν ὅλον ἕκαστος ὑμῶν τὸν πίθον, ὡς διὰ παντὸς ἐπεξελθὼν μάθοιμι ὅστις ἀμείνω τὸν οἶνον ἔχει καὶ ὅθεν μοι ὠνητέον. εἰ ταῦτα ἔλεγες, οὐκ ἂν οἴει καταγελάσαι σου αὐτούς, εἰ δὲ καὶ ἐπὶ366
20πλέον ἐνοχλοίης τάχα ἂν καὶ προσχέαι τοῦ ὕδατος;
20ΛΥΚΙΝΟΣ Οἶμαι ἔγωγε καὶ δίκαιά γ’ ἂν πάθοιμι.
21ΕΡΜΟΤΙΜΟΣ Κατὰ ταὐτὰ δὴ καὶ ἐν φιλοσοφίᾳ. τί δεῖ ἐκ‐ πιεῖν τὸν πίθον δυναμένους γε ἀπ’ ὀλίγου τοῦ γεύματος εἰδέναι ὁποῖον τὸ πᾶν ἐστιν;
24ΛΥΚΙΝΟΣ
Herm
.

59

Ὡς ὀλισθηρὸς εἶ, ὦ Ἑρμότιμε, καὶ διαδι‐ δράσκεις ἐκ τῶν χειρῶν. πλὴν ἀλλὰ ὤνησάς γε· οἰόμενος γὰρ ἐκπεφευγέναι ἐς τὸν αὐτὸν κύρτον ἐμπέπτωκας.
4ΕΡΜΟΤΙΜΟΣ
5Πῶς τοῦτο ἔφης;
5ΛΥΚΙΝΟΣ Ὅτι αὐθομολογούμενον πρᾶγμα λαβὼν καὶ γνώριμον ἅπασι τὸν οἶνον εἰκάζεις αὐτῷ τὰ ἀνομοιότατα καὶ περὶ ὧν ἀμφισβητοῦσιν ἅπαντες ἀφανῶν ὄντων. ὥστε ἔγωγε οὐκ ἔχω εἰπεῖν καθ’
10ὅ τι σοι ὅμοιος φιλοσοφία καὶ οἶνος, εἰ μὴ ἄρα κατὰ τοῦτο μόνον, ὅτι καὶ οἱ φιλόσοφοι ἀποδίδον‐ ται τὰ μαθήματα ὥσπερ οἱ κάπηλοι—κερασάμενοί
γε οἱ πολλοὶ καὶ δολώσαντες καὶ κακομετροῦντες. οὑτωσὶ δὲ ἐπισκοπήσωμεν ὅ τι καὶ λέγεις· τὸν368
15οἶνον φὴς τὸν ἐν τῷ πίθῳ ὅλον αὐτὸν αὑτῷ ὅμοιον εἶναι, καὶ μὰ Δί’ οὐδὲν ἄτοπον. ἀλλὰ καὶ εἴ τις γεύσαιτο ἀρυσάμενος ὀλίγον ὅσον αὐτοῦ, εἴσεσθαι αὐτίκα ὁποῖος ἅπας ὁ πίθος ἐστίν, ἀκόλουθον καὶ τοῦτο, καὶ οὐδὲν ἂν ἔγωγέ τι ἀντεῖπον. ὅρα δὴ
20καὶ τὸ μετὰ τοῦτο· φιλοσοφία καὶ οἱ φιλο‐ σοφοῦντες οἷον ὁ διδάσκαλος ὁ σός, ἆρα ταὐτὰ πρὸς ὑμᾶς λέγει ὁσημέραι καὶ περὶ τῶν αὐτῶν ἢ ἄλλα ἄλλοτε; πολλὰ γάρ ἐστι, πρόδηλον, ὦ ἑταῖρε. ἢ οὐκ ἂν εἴκοσιν ἔτη παρέμενες αὐτῷ
25κατὰ τὸν Ὀδυσσέα περινοστῶν καὶ περιπλανώμε‐ νος, εἰ τὰ αὐτὰ ἔλεγεν, ἀλλὰ ἀπέχρη ἄν σοι καὶ ἅπαξ ἀκούσαντι.
27ΕΡΜΟΤΙΜΟΣ
Herm
.

60

Πῶς γὰρ οὔ;
1ΛΥΚΙΝΟΣ Πῶς οὖν οἷόν τέ σοι ἦν ἀπὸ τοῦ πρώτου γεύ‐ ματος εἰδέναι τὰ πάντα; οὐ γὰρ τὰ αὐτά γε, ἀλλὰ ἀεὶ ἕτερα καινὰ ἐπὶ καινοῖς ἐλέγετο, οὐχ
5ὥσπερ ὁ οἶνος ὁ αὐτὸς ἦν. ὥστε, ὦ ἑταῖρε, ἢν μὴ ὅλον ἐκπίῃς τὸν πίθον, ἄλλως μεθύων περίει· ἀτεχνῶς γὰρ ἐν τῷ πυθμένι δοκεῖ μοι ὁ θεὸς κατακρύψαι τὸ φιλοσοφίας ἀγαθὸν ὑπὸ τὴν τρύγα αὐτήν. δεήσει οὖν ὅλον ἐξαντλῆσαι ἐς τέλος, ἢ
10οὔποτ’ ἂν εὕροις τὸ νεκτάρεον ἐκεῖνο πόμα, οὗ πάλαι διψῆν μοι δοκεῖς. σὺ δὲ οἴει τὸ τοιοῦτον αὐτὸ εἶναι, ὡς εἰ μόνον γεύσαιο αὐτοῦ καὶ σπάσαις
μικρὸν ὅσον, αὐτίκα σε πάνσοφον γενησόμενον ὥσπερ φασὶν ἐν Δελφοῖς τὴν πρόμαντιν, ἐπειδὰν370
15πίῃ τοῦ ἱεροῦ νάματος, ἔνθεον εὐθὺς γίγνεσθαι καὶ χρᾶν τοῖς προσιοῦσιν. ἀλλ’ οὐχ οὕτως ἔχειν ἔοικε· σύ γ’ οὖν ὑπὲρ ἥμισυ τοῦ πίθου ἐκπεπωκὼς
Herm
.

61

ἐνάρχεσθαι ἔτι ἔλεγες. ὅρα τοίνυν μὴ τῷδε μᾶλλον φιλοσοφία ἔοικεν· ὁ μὲν γὰρ πίθος ἔτι μενέτω σοι καὶ ὁ κάπηλος, ἐνέστω δὲ μὴ οἶνος, ἀλλὰ πανσπερ‐ μία τις, πυρὸς ὑπεράνω καὶ μετὰ τοῦτον κύαμοι,
5εἶτα κριθαὶ καὶ ὑπὸ ταύταις φακοί, εἶτα ἐρέβινθοι καὶ ἄλλα ποικίλα. πρόσει δὴ σὺ ὠνήσασθαι ἐθέλων τῶν σπερμάτων, καὶ ὃς ἀφελὼν τοῦ πυροῦ, οὗπερ ἦν, ἀνέδωκέ σοι δεῖγμα ἐς τὴν χεῖρα, ὡς ἴδοις, ἆρα οὖν ἔχοις ἂν εἰπεῖν εἰς ἐκεῖνο ἀπο‐
10βλέπων εἰ καὶ οἱ ἐρέβινθοι καθαροὶ καὶ οἱ φακοὶ εὐτακεῖς καὶ οἱ κύαμοι οὐ διάκενοι;
11ΕΡΜΟΤΙΜΟΣ Οὐδαμῶς.
12ΛΥΚΙΝΟΣ Οὐ τοίνυν οὐδὲ φιλοσοφίαν ἀφ’ ἑνὸς ὧν φήσει τις τοῦ πρώτου, μάθοι ἂν ἅπασαν ὁποία ἐστίν·
15οὐ γὰρ ἕν τι ἦν ὥσπερ ὁ οἶνος, ᾧπερ σὺ αὐτὴν ἀπεικάζεις ἀξιῶν ὁμοίαν εἶναι τῷ γεύματι, τὸ δὲ ἑτεροῖόν τι ὤφθη οὐ παρέργου τῆς ἐξετάσεως δεόμενον. οἶνον μὲν γὰρ φαῦλον πρίασθαι ἐν δυοῖν ὀβολοῖν ὁ κίνδυνος, αὐτὸν δέ τινα ἐν τῷ
20συρφετῷ παραπολεῖσθαι, ὡς καὶ αὐτὸς ἐν ἀρχῇ ἔφησθα, οὐ μικρὸν εἶναι κακόν. ἄλλως τε ὁ μὲν ὅλον ἀξιῶν ἐκπιεῖν τὸν πίθον, ὡς κοτύλην πρίαιτο, ζημιώσαι ἂν τὸν κάπηλον οὕτως ἀπίθανα γευόμε‐
νος, φιλοσοφία δὲ οὐδὲν ἂν τοιοῦτο πάθοι, ἀλλὰ372
25κἂν ὅτι πάμπολλα πίῃς, οὐδέν τι ἐλάττων ὁ πίθος γίγνεται οὐδὲ ζημιώσεται ὁ κάπηλος. ἐπιρρεῖ γὰρ κατὰ τὴν παροιμίαν τὸ πρᾶγμα ἐξαντλούμενον ἐς τὸ ἔμπαλιν ἢ ὁ τῶν Δαναΐδων πίθος. ἐκεῖνος μὲν γὰρ τὸ ἐμβαλλόμενον οὐ συνεῖχεν, ἀλλὰ διέρρει
30εὐθύς. ἐντεῦθεν δὲ ἢν ἀφέλῃς τι, πλεῖον τὸ λοιπὸν
Herm
.

62

γίγνεται. Ἐθέλω δέ σοι καὶ ἄλλο ὅμοιον εἰπεῖν φιλοσοφίας περὶ γεύματος, καὶ μή με νομίσῃς βλασφημεῖν περὶ αὐτῆς ἢν εἴπω ὅτι φαρμάκῳ ὀλεθρίῳ ἔοικεν,
5οἷον κωνείῳ ἢ ἀκονίτῳ ἢ ἄλλῳ τῶν τοιούτων. οὐδὲ γὰρ ταῦτα, ἐπείπερ θανατηφόρα ἐστίν, ἀποκτείνειεν ἄν, εἴ τις ὀλίγον ὅσον ἀκαριαῖον ἀποξύσας αὐτῶν ἄκρῳ τῷ ὄνυχι ἀπογεύσαιτο· ἀλλὰ ἢν μὴ τοσοῦτον ὅσον χρή, καὶ ὅπως καὶ ξὺν οἷς, οὐκ ἂν ἀποθάνοι
10ὁ προσενεγκάμενος· σὺ δὲ ἠξίους τοὐλάχιστον ἐξαρκεῖν, ὡς ἀποτελέσαι τὴν τοῦ ὅλου γνῶσιν.
11ΕΡΜΟΤΙΜΟΣ
Herm
.

63

Ἔστω ταῦτα ὡς βούλει, Λυκῖνε. τί οὖν; ἑκατὸν χρὴ ἔτη βιῶναι καὶ τοσαῦτα ὑπομεῖναι πράγματα; ἢ οὐκ ἂν ἄλλως φιλοσοφήσαιμεν;
3ΛΥΚΙΝΟΣ Οὐ γάρ, ὦ Ἑρμότιμε· καὶ δεινὸν οὐδέν, εἴ γε
5ἀληθῆ ἔλεγες ἐν ἀρχῇ, ὡς ὁ μὲν βίος βραχύς, ἡ δὲ τέχνη μακρή. νῦν δὲ οὐκ οἶδ’ ὅ τι παθὼν ἀγανακτεῖς, εἰ μὴ αὐθημερὸν ἡμῖν πρὶν δῦναι ἥλιον Χρύσιππος ἢ Πλάτων ἢ Πυθαγόρας γένοιο.
8ΕΡΜΟΤΙΜΟΣ Περιέρχῃ με, ὦ Λυκῖνε, καὶ συνελαύνεις ἐς
10στενὸν οὐδὲν ὑπ’ ἐμοῦ δεινὸν παθών, ὑπὸ φθόνου δηλαδή, ὅτι ἐγὼ μὲν προὔκοπτον ἐν τοῖς μαθήμασι, σὺ δὲ ὠλιγώρησας ἑαυτοῦ τηλικοῦτος ὤν.374
12ΛΥΚΙΝΟΣ Οἶσθ’ οὖν ὃ δράσεις; ἐμοὶ μὲν ὥσπερ κορυ‐ βαντιῶντι μὴ πρόσεχε τὸν νοῦν, ἀλλ’ ἔα ληρεῖν,
15σὺ δὲ ὡς ἔχεις προχώρει ἐς τὸ πρόσθε τῆς ὁδοῦ καὶ πέραινε κατὰ τὰ ἐξ ἀρχῆς σοι δεδογμένα περὶ τούτων.
17ΕΡΜΟΤΙΜΟΣ Ἀλλ’ οὐκ ἐᾷς σὺ βίαιος ὢν αἱρεῖσθαί τι, ἢν μὴ πειραθῶ ἁπάντων.
19ΛΥΚΙΝΟΣ
20 Καὶ μὴν εὖ εἰδέναι χρὴ ὡς οὐκ ἄν ποτε ἄλλο εἴποιμι. βίαιον δὲ λέγων ἐμὲ ἀναίτιον δοκεῖς μοι κατὰ τὸν ποιητὴν αἰτιάασθαι, αὐτόν, ἔστ’ ἂν μὴ ἕτερός σοι λόγος συμμαχήσας ἀφέληται τῆς βίας, ἤδη ἀγόμενον· ἰδού γέ τοι καὶ τάδε πολλῷ
25βιαιότερα φαίη ἄν σοι ὁ λόγος· σὺ δὲ ἐκεῖνον παρεὶς ἐμὲ ἴσως αἰτιάσῃ.
26ΕΡΜΟΤΙΜΟΣ Τὰ ποῖα; θαυμάζω γάρ, εἴ τι ἄρρητον κατα‐ λέλειπται αὐτῷ.
28ΛΥΚΙΝΟΣ
Herm
.

64

Οὐχ ἱκανὸν εἶναί φησι τὸ πάντα ἰδεῖν καὶ διεξελθεῖν δι’ αὐτῶν, ὡς ἔχειν ἤδη ἑλέσθαι τὸ
βέλτιστον, ἀλλ’ ἔτι τοῦ μεγίστου ἐνδεῖν.376
3ΕΡΜΟΤΙΜΟΣ Τίνος τούτου;
4ΛΥΚΙΝΟΣ
5 Κριτικῆς τινος, ὦ θαυμάσιε, καὶ ἐξεταστικῆς παρασκευῆς καὶ νοῦ ὀξέος καὶ διανοίας ἀκριβοῦς καὶ ἀδεκάστου, οἵαν χρὴ εἶναι τὴν περὶ τῶν τηλικούτων δικάσουσαν, ἢ μάτην ἂν ἅπαντα ἑωραμένα εἴη. ἀποδοτέον οὖν φησι καὶ τῷ
10τοιούτῳ χρόνον οὐκ ὀλίγον καὶ προθέμενον ἅπαντα εἰς μέσον αἱρεῖσθαι διαμέλλοντα καὶ βραδύνοντα καὶ πολλάκις ἐπισκοποῦντα, μήτε ἡλικίαν τοῦ λέγοντος ἑκάστου μήτε σχῆμα ἢ δόξαν ἐπὶ σοφίᾳ αἰδούμενον, ἀλλὰ κατὰ τοὺς Ἀρεοπαγίτας αὐτὸ
15ποιοῦντα, οἳ ἐν νυκτὶ καὶ σκότῳ δικάζουσιν, ὡς μὴ ἐς τοὺς λέγοντας, ἀλλ’ ἐς τὰ λεγόμενα ἀποβλέ‐ ποιεν. καὶ τότ’ ἤδη ἐξέσται σοι βεβαίως ἑλομένῳ φιλοσοφεῖν.
18ΕΡΜΟΤΙΜΟΣ Μετὰ τὸν βίον φής· ἐκ γὰρ τούτων οὐδενὸς
20ἀνθρώπων βίος ἐξαρκέσειεν ἂν ὡς ἐπὶ πάντα ἐλθεῖν καὶ ἕκαστον ἀκριβῶς ἐπιδεῖν καὶ ἐπιδόντα κρῖναι καὶ κρίναντα ἑλέσθαι καὶ ἑλόμενον φιλοσοφῆ‐ σαι, μόνως γὰρ ἂν οὕτως εὑρεθῆναι φὴς τἀληθές, ἄλλως δὲ οὔ.
24ΛΥΚΙΝΟΣ
Herm
.

65

Ὀκνῶ γάρ σοι εἰπεῖν, ὦ Ἑρμότιμε, ὅτι οὐδὲ τοῦτό πω ἱκανόν, ἀλλ’ ἔτι μοι δοκοῦμεν λεληθέναι ἡμᾶς αὐτοὺς οἰόμενοι μέν τι εὑρηκέναι βέβαιον, εὑρόντες δὲ οὐδέν, ὥσπερ οἱ ἁλιεύοντες πολλάκις
5καθέντες τὰ δίκτυα καὶ βάρους τινὸς αἰσθόμενοι ἀνέλκουσιν ἰχθῦς παμπόλλους γε περιβεβληκέναι ἐλπίζοντες, εἶτα ἐπειδὰν κάμωσιν ἀνασπῶντες, ἢ λίθος τις ἀναφαίνεται αὐτοῖς ἢ κεράμιον ψάμμῳ σεσαγμένον. σκόπει μὴ καὶ ἡμεῖς τι τοιοῦτον378
10ἀνεσπάκαμεν.
10ΕΡΜΟΤΙΜΟΣ Οὐ μανθάνω τί σοι τὰ δίκτυα ταῦτα βούλεται· ἀτεχνῶς γάρ με περιβάλλεις αὐτοῖς.
12ΛΥΚΙΝΟΣ Οὐκοῦν πειρῶ διεκδῦναι· σὺν θεῷ γὰρ οἶσθα νεῖν, εἰ καί τις ἄλλος· ἐγὼ γὰρ κἂν ἐφ’ ἅπαντας
15ἔλθωμεν πειρώμενοι καὶ τοῦτο ἐργασώμεθά ποτε, οὐδέπω οὐδὲ τοῦτο δῆλον ἔσεσθαι νομίζω, εἴ τις ἐξ αὐτῶν ἔχει τὸ ζητούμενον ἢ πάντες ὁμοίως ἀγνοοῦσιν.
18ΕΡΜΟΤΙΜΟΣ Τί φής; οὐδὲ τούτων τις πάντως ἔχει;
19ΛΥΚΙΝΟΣ
20 Ἄδηλον. ἤ σοι ἀδύνατον δοκεῖ ἅπαντας ψεύ‐ δεσθαι, τὸ δ’ ἀληθὲς ἄλλο τι εἶναι πρὸς μηδενὸς αὐτῶν πω εὑρημένον;
22ΕΡΜΟΤΙΜΟΣ
Herm
.

66

Πῶς οἷόν τε;
1ΛΥΚΙΝΟΣ Οὕτως· ἔστω γὰρ ὁ μὲν ἀληθὴς ἀριθμὸς ἡμῖν εἴκοσιν, οἷον, κυάμους τις εἴκοσιν ἐς τὴν χεῖρα λαβών, ἐπικλεισάμενος ἐρωτάτω δέκα τινάς,
5ὁπόσοι εἰσὶν οἱ κύαμοι ἐν τῇ χειρὶ αὐτοῦ, οἱ δὲ εἰκάζοντες ὁ μὲν ἑπτά, ὁ δὲ πέντε, ὁ δὲ τριάκοντα λεγέτωσαν, ὁ δέ τις δέκα ἢ πεντεκαίδεκα, καὶ ὅλως ἄλλος ἄλλον τινὰ ἀριθμόν· ἐνδέχεται μέντοι καὶ κατὰ τύχην τινὰ ἀληθεῦσαι, ἦ γάρ;380
9ΕΡΜΟΤΙΜΟΣ
10Ναί.
10ΛΥΚΙΝΟΣ Οὐ μὴν οὐδὲ τοῦτο ἀδύνατον, ἅπαντας ἄλλον ἄλλους ἀριθμοὺς εἰπεῖν, τοὺς ψευδεῖς καὶ οὐκ ὄντας, μηδένα δὲ αὐτῶν φάναι ὅτι εἴκοσιν ὁ ἀνὴρ κυάμους ἔχει. ἢ τί φής;
14ΕΡΜΟΤΙΜΟΣ
15Οὐκ ἀδύνατον.
15ΛΥΚΙΝΟΣ Κατὰ ταὐτὰ τοίνυν ἅπαντες μὲν οἱ φιλοσο‐ φοῦντες τὴν εὐδαιμονίαν ζητοῦσιν ὁποῖόν τί ἐστι, καὶ λέγουσιν ἄλλος ἄλλο τι αὐτὴν εἶναι, ὁ μὲν ἡδονήν, ὁ δὲ τὸ καλόν, ὁ δὲ ὅσα ἕτερά φασι περὶ
20αὐτῆς. εἰκὸς μὲν οὖν καὶ τούτων ἕν τι εἶναι τὸ εὔδαιμον, οὐκ ἀπεικὸς δὲ καὶ ἄλλο τι παρ’ αὐτὰ πάντα. καὶ ἐοίκαμεν ἡμεῖς ἀνάπαλιν ἢ ἐχρῆν, πρὶν τὴν ἀρχὴν εὑρεῖν, ἐπείγεσθαι πρὸς τὸ τέλος. ἔδει δ’ οἶμαι πρότερον φανερὸν γενέσθαι ὅτι ἔγνω‐
25σται τἀληθὲς καὶ πάντως ἔχει τις αὐτὸ εἰδὼς τῶν φιλοσοφούντων. εἶτα μετὰ τοῦτο τὸ ἑξῆς ἂν ἦν ζητῆσαι, ᾧ πειστέον ἐστίν.
27ΕΡΜΟΤΙΜΟΣ Ὥστε, ὦ Λυκῖνε, τοῦτο φής, ὅτι οὐδ’ ἂν διὰ πάσης φιλοσοφίας χωρήσωμεν, οὐδὲ τότε πάντως
30ἕξομεν τἀληθὲς εὑρεῖν.382
30ΛΥΚΙΝΟΣ Μὴ ἐμέ, ὦγαθέ, ἐρώτα, ἀλλὰ τὸν λόγον αὖθις αὐτόν· καὶ ἴσως ἂν ἀποκρίναιτό σοι ὅτι οὐδέπω, ἔστ’ ἂν ἄδηλον ᾖ εἰ ἕν τι τούτων ἐστὶν ὧν οὗτοι λέγουσιν.
34ΕΡΜΟΤΙΜΟΣ
Herm
.

67

Οὐδέποτε ἄρα ἐξ ὧν σὺ φὴς εὑρήσομεν οὐδὲ φιλοσοφήσομεν, ἀλλὰ δεήσει ἡμᾶς ἰδιώτην τινὰ βίον ζῆν ἀποστάντας τοῦ φιλοσοφεῖν. τοῦτο ξυμβαίνει γε ἐξ ὧν φής, ἀδύνατον εἶναι φιλοσοφῆ‐
5σαι καὶ ἀνέφικτον ἀνθρώπῳ γε ὄντι. ἀξιοῖς γὰρ τὸν φιλοσοφήσειν μέλλοντα ἑλέσθαι πρῶτον φιλοσο‐ φίαν τὴν ἀρίστην, ἡ δὲ αἵρεσις οὕτως σοι ἐδόκει μόνως ἀκριβὴς ἂν γενέσθαι, εἰ διὰ πάσης φιλοσο‐ φίας χωρήσαντες ἑλοίμεθα τὴν ἀληθεστάτην.
10εἶτα λογιζόμενος ἐτῶν ἀριθμόν, ὁπόσος ἑκάστῃ ἱκανός, ὑπερεξέπιπτες ἀπομηκύνων τὸ πρᾶγμα ἐς γενεὰς ἄλλας, ὡς ὑπερήμερον γίγνεσθαι τἀληθὲς τοῦ ἑκάστου βίου. τελευτῶν δὲ καὶ τοῦτο αὐτὸ οὐκ ἀνενδοίαστον ἀποφαίνεις, ἄδηλον εἶναι λέγων
15εἴτε εὕρηται πρὸς τῶν φιλοσοφούντων πάλαι τἀληθὲς εἴτε καὶ μή.
16ΛΥΚΙΝΟΣ Σὺ δὲ πῶς, ὦ Ἑρμότιμε, δύναιο ἂν ἐπομο‐ σάμενος εἰπεῖν ὅτι εὕρηται πρὸς αὐτῶν;
18ΕΡΜΟΤΙΜΟΣ Ἐγὼ μὲν οὐκ ἂν ὀμόσαιμι.
19ΛΥΚΙΝΟΣ
20Καίτοι πόσα ἄλλα παρεῖδον ἑκών σοι ἐξετάσεως
μακρᾶς καὶ αὐτὰ δεόμενα;384
21ΕΡΜΟΤΙΜΟΣ
Herm
.

68

Τὰ ποῖα;
1ΛΥΚΙΝΟΣ Οὐκ ἀκούεις τῶν Στωϊκῶν ἢ Ἐπικουρείων ἢ Πλατωνικῶν εἶναι φασκόντων τοὺς μὲν εἰδέναι τοὺς λόγους ἑκάστους, τοὺς δὲ μή, καίτοι τά γε
5ἄλλα πάνυ ἀξιοπίστους ὄντας;
5ΕΡΜΟΤΙΜΟΣ Ἀληθῆ ταῦτα.
6ΛΥΚΙΝΟΣ Τὸ τοίνυν διακρῖναι τοὺς εἰδότας καὶ διαγνῶναι ἀπὸ τῶν οὐκ εἰδότων μέν, φασκόντων δέ, οὔ σοι δοκεῖ πάνυ ἐργῶδες εἶναι;
9ΕΡΜΟΤΙΜΟΣ
10Καὶ μάλα.
10ΛΥΚΙΝΟΣ Δεήσει τοίνυν σέ, εἰ μέλλεις Στωϊκῶν τὸν ἄριστον εἴσεσθαι, εἰ καὶ μὴ ἐπὶ πάντας, ἀλλ’ οὖν ἐπὶ τοὺς πλείστους αὐτῶν ἐλθεῖν καὶ πειραθῆναι καὶ τὸν ἀμείνω προστήσασθαι διδάσκαλον, γυμνα‐
15σάμενόν γε πρότερον καὶ κριτικὴν τῶν τοιούτων δύναμιν πορισάμενον, ὡς μή σε λάθῃ ὁ χείρων προκριθείς. καὶ σὺ καὶ πρὸς τοῦτο ὅρα ὅσου δεῖ τοῦ χρόνου, οὗ ἑκὼν παρῆκα δεδιὼς μὴ σὺ ἀγα‐ νακτήσῃς, καίτοι τό γε μέγιστόν τε ἅμα καὶ
20ἀναγκαιότατον ἐν τοῖς τοιούτοις, λέγω δὴ τοῖς ἀδήλοις τε καὶ ἀμφιβόλοις, ἓν τοῦτό ἐστιν οἶμαι. καὶ μόνη σοι αὕτη πιστὴ καὶ βέβαιος ἐλπὶς ἐπὶ τὴν ἀλήθειάν τε καὶ εὕρεσιν αὐτῆς, ἄλλη δὲ οὐδ’
ἡτισοῦν ἢ τὸ κρίνειν δύνασθαι καὶ χωρίζειν ἀπὸ386
25τῶν ἀληθῶν τὰ ψευδῆ ὑπάρχειν σοι καὶ κατὰ τοὺς ἀργυρογνώμονας διαγιγνώσκειν ἅ τε δόκιμα καὶ ἀκίβδηλα καὶ ἃ παρακεκομμένα, καὶ εἴ ποτε τοιαύτην τινὰ δύναμιν καὶ τέχνην πορισάμενος ᾔεις ἐπὶ τὴν ἐξέτασιν τῶν λεγομένων· εἰ δὲ μή,
30εὖ ἴσθι ὡς οὐδὲν κωλύσει σε τῆς ῥινὸς ἕλκεσθαι ὑφ’ ἑκάστων ἢ θαλλῷ προδειχθέντι ἀκολουθεῖν ὥσπερ τὰ πρόβατα· μᾶλλον δὲ τῷ ἐπιτραπεζίῳ ὕδατι ἐοικὼς ἔσῃ, ἐφ’ ὅ τι ἂν μέρος ἑλκύσῃ σέ τις ἄκρῳ τῷ δακτύλῳ ἀγόμενος, ἢ καὶ νὴ Δία καλάμῳ
35τινὶ ἐπ’ ὄχθῃ παραποταμίᾳ πεφυκότι καὶ πρὸς πᾶν τὸ πνέον καμπτομένῳ, κἂν μικρά τις αὔρα διαφυσήσασα διασαλεύσῃ αὐτόν.
Herm
.

69

Ὡς εἴ γέ τινα εὕροις διδάσκαλον, ὃς ἀποδεί‐ ξεως πέρι καὶ τῆς τῶν ἀμφισβητουμένων διακρί‐ σεως τέχνην τινὰ εἰδὼς διδάξειέ σε, παύσῃ δηλαδὴ πράγματα ἔχων. αὐτίκα γάρ σοι τὸ βέλτιστον
5φανεῖται καὶ τἀληθὲς ὑπαχθὲν τῇ ἀποδεικτικῇ ταύτῃ τέχνῃ καὶ τὸ ψεῦδος ἐλεγχθήσεται, καὶ σὺ βεβαίως ἑλόμενος καὶ κρίνας φιλοσοφήσεις καὶ τὴν τριπόθητον εὐδαιμονίαν κτησάμενος βιώσῃ μετ’ αὐτῆς ἅπαντα συλλήβδην ἔχων τἀγαθά.
9ΕΡΜΟΤΙΜΟΣ
10 Εὖ γε, ὦ Λυκῖνε. παρὰ πολὺ γὰρ ταῦτα ἀμείνω καὶ ἐλπίδος οὐ μικρᾶς ἐχόμενα λέγεις, καὶ ζητητέος, ὡς ἔοικεν, ἡμῖν ἀνήρ τις τοιοῦτος, διαγνωστικούς τε καὶ διακριτικοὺς ποιήσων ἡμᾶς καὶ τὸ μέγιστον ἀποδεικτικούς· ὡς τά γε μετὰ ταῦτα ῥᾴδια ἤδη
15καὶ ἀπράγμονα καὶ οὐ πολλῆς διατριβῆς δεόμενα. καὶ ἔγωγε ἤδη χάριν οἶδά σοι ἐξευρόντι σύντομόν
τινα ταύτην ἡμῖν καὶ ἀρίστην ὁδόν.388
17ΛΥΚΙΝΟΣ Καὶ μὴν οὐδέπω χάριν ἄν μοι εἰδείης εἰκότως· οὐδὲν γάρ σοι ἐξευρηκὼς ἔδειξα, ὡς ἐγγυτέρω σε
20ποιήσειν τῆς ἐλπίδος, τὸ δὲ πολὺ πορρωτέρω γεγόναμεν ἢ πρότερον ἦμεν καὶ κατὰ τοὺς παροιμιαζομένους “πολλὰ μοχθήσαντες ὁμοίως ἐσμέν.”
23ΕΡΜΟΤΙΜΟΣ Πῶς τοῦτο φής; πάνυ γὰρ λυπηρόν τι καὶ
25δύσελπι ἐρεῖν ἔοικας.
25ΛΥΚΙΝΟΣ
Herm
.

70

Ὅτι, ὦ ἑταῖρε, κἂν εὕρωμεν ὑπισχνούμενόν τινα εἰδέναι τε ἀπόδειξιν καὶ ἄλλον διδάξειν, οὐκ αὐτίκα, οἶμαι, πιστεύσομεν αὐτῷ, ἀλλά τινα ζητήσομεν τὸν κρῖναι δυνάμενον, εἰ ἀληθῆ ὁ ἀνὴρ
5λέγει. κἂν τούτου εὐπορήσωμεν, ἄδηλον ἔτι ἡμῖν εἰ ὁ ἐπιγνώμων οὗτος οἶδε διαγιγνώσκειν τὸν ὀρθῶς κρινοῦντα ἢ μή, καὶ ἐπ’ αὐτὸν αὖθις τοῦτον ἄλλου ἐπιγνώμονος, οἶμαι, δεῖ. ἡμεῖς γὰρ πόθεν ἂν εἰδείημεν διακρίνειν τὸν ἄριστα κρῖναι δυνάμε‐
10νον; ὁρᾷς ὅποι τοῦτο ἀποτείνεται καὶ ὡς ἀπέ‐ ραντον γίγνεται, στῆναί ποτε καὶ καταληφθῆναι μὴ δυνάμενον; ἐπεὶ καὶ τὰς ἀποδείξεις αὐτάς, ὁπόσας οἷόν τε εὑρίσκειν, ἀμφισβητουμένας ὄψει καὶ μηδὲν ἐχούσας βέβαιον. αἱ γοῦν πλεῖσται
15αὐτῶν δι’ ἄλλων ἀμφισβητουμένων πείθειν ἡμᾶς βιάζονται εἰδέναι, αἱ δὲ τοῖς πάνυ προδήλοις τὰ ἀφανέστατα συνάπτουσαι οὐδὲν αὐτοῖς κοινωνοῦντα ἀποδείξεις ὅμως αὐτῶν εἶναι φάσκουσιν, ὥσπερ εἴ τις οἴοιτο ἀποδείξειν εἶναι θεούς, διότι βωμοὶ
20αὐτῶν ὄντες φαίνονται. ὥστε, ὦ Ἑρμότιμε, οὐκ οἶδ’ ὅπως καθάπερ οἱ ἐν κύκλῳ θέοντες ἐπὶ τὴν αὐτὴν ἀρχὴν καὶ ἀπορίαν ἐπανεληλύθαμεν.390
22ΕΡΜΟΤΙΜΟΣ
Herm
.

71

Οἷά με εἰργάσω, ὦ Λυκῖνε, ἄνθρακάς μοι τὸν θησαυρὸν ἀποφήνας, καὶ ὡς ἔοικεν ἀπολεῖταί μοι τὰ τοσαῦτα ἔτη καὶ ὁ κάματος ὁ πολύς.
3ΛΥΚΙΝΟΣ Ἀλλ’, ὦ Ἑρμότιμε, πολὺ ἔλαττον ἀνιάσῃ, ἢν
5ἐννοήσῃς ὅτι οὐ μόνος ἔξω μένεις τῶν ἐλπισθέντων ἀγαθῶν, ἀλλὰ πάντες ὡς ἔπος εἰπεῖν περὶ ὄνου σκιᾶς μάχονται οἱ φιλοσοφοῦντες. ἢ τίς ἄρα δύναιτο δι’ ἐκείνων ἁπάντων χωρῆσαι ὧν ἔφην; ὅπερ ἀδύνατον καὶ αὐτὸς λέγεις εἶναι. νῦν δὲ
10ὅμοιόν μοι δοκεῖς ποιεῖν ὥσπερ εἴ τις δακρύοι καὶ αἰτιῷτο τὴν τύχην, ὅτι μὴ δύναιτο ἀνελθεῖν ἐς τὸν οὐρανόν, ἢ ὅτι μὴ βύθιος ὑποδὺς εἰς τὴν θάλατταν ἀπὸ Σικελίας ἐς Κύπρον ἀναδύσεται, ἢ ὅτι μὴ ἀρθεὶς πτηνὸς αὐθημερὸν ἀπὸ τῆς Ἑλλάδος εἰς
15Ἰνδοὺς τελεῖ. τὸ δ’ αἴτιον τῆς λύπης, ὅτι ἠλπίκει, οἶμαι, ἢ ὄναρ ποτὲ ἰδὼν τοιοῦτον ἢ αὐτὸς αὑτῷ ἀναπλάσας, οὐ πρότερον ἐξετάσας εἰ ἐφικτὰ εὔχεται καὶ κατὰ τὴν ἀνθρώπου φύσιν. καὶ δὴ καὶ σέ, ὦ ἑταῖρε, πολλὰ καὶ θαυμαστὰ ὀνειροπολοῦντα
20νύξας ὁ λόγος ἀπὸ τοῦ ὕπνου ἐκθορεῖν ἐποίησεν· εἶτα ὀργίζῃ αὐτῷ ἔτι μόλις τοὺς ὀφθαλμοὺς ἀνοίγων καὶ τὸν ὕπνον οὐ ῥᾳδίως ἀποσειόμενος ὑφ’ ἡδονῆς ὧν ἑώρας. πάσχουσι δὲ αὐτὸ καὶ οἱ τὴν κενὴν μακαρίαν ἑαυτοῖς ἀναπλάττοντες, ἢν μεταξὺ
25πλουτοῦσιν αὐτοῖς καὶ θησαυροὺς ἀνορύττουσιν
καὶ βασιλεύουσιν καὶ τὰ ἄλλα εὐδαιμονοῦσιν—οἷα πολλὰ ἡ θεὸς ἐκείνη ῥᾳδιουργεῖ, ἡ Εὐχή, μεγαλόδω‐ ρος οὖσα καὶ πρὸς οὐδὲν ἀντιλέγουσα, κἂν πτηνὸς θέλῃ τις γενέσθαι, κἂν κολοσσιαῖος τὸ μέγεθος,392
30κἂν ὄρη ὅλα χρυσᾶ εὑρίσκειν· ἢν τοίνυν ταῦτα ἐννοοῦσιν αὐτοῖς ὁ παῖς προσελθὼν ἔρηταί τι τῶν ἀναγκαίων, οἷον ὅθεν ἄρτους ὠνητέον ἢ ὅ τι φατέον πρὸς τὸν ἀπαιτοῦντα τοὐνοίκιον ἐκ πολλοῦ περιμένοντα, οὕτως ἀγανακτοῦσιν ὡς ὑπὸ τοῦ
35ἐρομένου καὶ παρενοχλήσαντος ἀφαιρεθέντες ἅπαντα ἐκεῖνα τἀγαθὰ καὶ ὀλίγου δέουσι τὴν ῥῖνα τοῦ παιδὸς ἀποτραγεῖν.
Herm
.

72

Ἀλλὰ σύ, ὦ φιλότης, μὴ πάθῃς αὐτὸ πρὸς ἐμέ, εἴ σε θησαυροὺς ἀνορύττοντα καὶ πετόμενον καί τινας ἐννοίας ὑπερφυεῖς ἐννοοῦντα καί τινας ἐλπίδας ἀνεφίκτους ἐλπίζοντα φίλος ὢν οὐ περιεῖ‐
5δον διὰ παντὸς τοῦ βίου ὀνείρῳ ἡδεῖ μὲν ἴσως, ἀτὰρ ὀνείρῳ γε συνόντα, διαναστάντα δὲ ἀξιῶ πράττειν τι τῶν ἀναγκαίων καὶ ὅ σε παραπέμψει ἐς τὸ λοιπὸν τοῦ βίου τὰ κοινὰ ταῦτα φρονοῦντα. ἐπεὶ ὅ γε νῦν ἔπραττες καὶ ἐπενόεις, οὐδὲν τῶν
10Ἱπποκενταύρων καὶ Χιμαιρῶν καὶ Γοργόνων διαφέρει, καὶ ὅσα ἄλλα ὄνειροι καὶ ποιηταὶ καὶ γραφεῖς ἐλεύθεροι ὄντες ἀναπλάττουσιν οὔτε γενό‐ μενα πώποτε οὔτε γενέσθαι δυνάμενα. καὶ ὅμως ὁ πολὺς λεὼς πιστεύουσιν αὐτοῖς καὶ κηλοῦνται
15ὁρῶντες ἢ ἀκούοντες τὰ τοιαῦτα διὰ τὸ ξένα καὶ ἀλλόκοτα εἶναι.
Herm
.

73

Καὶ σὺ δὴ μυθοποιοῦ τινος ἀκούσας ὡς ἔστιν τις γυνὴ ὑπερφυὴς τὸ κάλλος, ὑπὲρ τὰς Χάριτας αὐτὰς ἢ τὴν Οὐρανίαν, μὴ πρότερον ἐξετάσας εἰ
ἀληθῆ λέγει καὶ εἰ ἔστι που τῆς γῆς ἡ ἄνθρωπος394
5αὕτη, ἤρας εὐθύς, ὥσπερ φασὶ τὴν Μήδειαν ἐξ ὀνείρατος ἐρασθῆναι τοῦ Ἰάσονος. ὃ δὲ δὴ μάλιστά σε πρὸς τὸν ἔρωτα ἐπηγάγετο καὶ τοὺς ἄλλους δέ, ὁπόσοι τοῦ αὐτοῦ σοι εἰδώλου ἐρῶσι, τοῦτο ἦν, ὥς γέ μοι εἰκάζοντι φαίνεται, τὸ τὸν
10λέγοντα ἐκεῖνον περὶ τῆς γυναικός, ἐπείπερ ἐπι‐ στεύθη τὸ πρῶτον ὅτι ἀληθῆ λέγει, ἀκόλουθα ἐπάγειν· εἰς τοῦτο γὰρ ἑωρᾶτε μόνον, καὶ διὰ τοῦτο εἷλκεν ὑμᾶς τῆς ῥινός, ἐπείπερ ἅπαξ τὴν πρώτην λαβὴν ἐνεδώκατε αὐτῷ, καὶ ἦγεν ἐπὶ τὴν
15ἀγαπωμένην δι’ ἧς ἔλεγεν εὐθείας ὁδοῦ. ῥᾴδια γάρ, οἶμαι, τὰ μετὰ ταῦτα καὶ οὐδεὶς ὑμῶν ἔτι ἐπιστρεφόμενος εἰς τὴν εἴσοδον ἐξήταζεν εἰ ἀληθής ἐστιν καὶ εἰ μὴ ἔλαθεν καθ’ ἣν οὐκ ἐχρῆν εἰσελθών, ἀλλ’ ἠκολούθει τοῖς τῶν προωδευκότων ἴχνεσι,
20καθάπερ τὰ πρόβατα πρὸς τὸν ἡγούμενον, δέον ἐπὶ τῇ εἰσόδῳ καὶ κατὰ τὴν ἀρχὴν εὐθὺς σκέψασθαι, εἴπερ εἰσιτητέον.
Herm
.

74

Ὃ δέ φημι, σαφέστερον ἂν μάθοις, ἤν τι τοιοῦτον ὅμοιον παραθεωρήσῃς αὐτῷ· λέγοντος γάρ τινος τῶν μεγαλοτόλμων τούτων ποιητῶν, ὡς γένοιτό ποτε τρικέφαλος καὶ ἑξάχειρ ἄνθρωπος, ἂν τὸ
5πρῶτον ταῦτα ἀπραγμόνως ἀποδέξῃ μὴ ἐξετάσας εἰ δυνατόν, ἀλλὰ πιστεύσας, εὐθὺς ἀκολούθως ἂν ἐπάγοι τὰ λοιπά, ὡς καὶ ὀφθαλμοὺς ὁ αὐτὸς εἶχεν ἓξ καὶ ὦτα ἓξ καὶ φωνὰς τρεῖς ἅμα ἠφίει καὶ ἤσθιεν διὰ τριῶν στομάτων καὶ δακτύλους τριά‐
10κοντα εἶχεν, οὐχ ὥσπερ ἕκαστος ἡμῶν δέκα ἐν ἀμφοτέραις ταῖς χερσί· καὶ εἰ πολεμεῖν δέοι, αἱ τρεῖς μὲν χεῖρες ἑκάστη πέλτην ἢ γέρρον ἢ ἀσπίδα εἶχον, αἱ τρεῖς δὲ ἡ μὲν πέλεκυν κατέφερεν, ἡ δὲ
λόγχην ἠφίει, ἡ δὲ τῷ ξίφει ἐχρῆτο. καὶ τίς ἔτι396
15ἂν ἀπιστήσειε ταῦτα λέγοντι αὐτῷ; ἀκόλουθα γὰρ τῇ ἀρχῇ, περὶ ἧς ἐχρῆν εὐθὺς σκοπεῖν εἴπερ παραδεκτέα καὶ εἰ συγχωρητέα οὕτως ἔχειν. ἢν δὲ ἅπαξ ἐκεῖνα δῷς, ἐπιρρεῖ τὰ λοιπὰ καὶ οὔποτε στήσεται καὶ τὸ ἀπιστεῖν αὐτοῖς οὐκέτι
20ῥᾴδιον, ἐπείπερ ἀκόλουθα καὶ ὅμοιά ἐστιν τῇ συγχωρηθείσῃ ἀρχῇ· ἅπερ καὶ ὑμεῖς πάσχετε. ὑπὸ γὰρ δὴ ἔρωτος καὶ προθυμίας οὐκ ἐξετάσαντες τὰ κατὰ τὴν εἴσοδον ἑκάστην ὅπως ὑμῖν ἔχει, προχωρεῖτε ὑπὸ τῆς ἀκολουθίας ἑλκόμενοι, οὐκ
25ἐννοοῦντες εἴ τι γένοιτο ἂν ἀκόλουθόν τι αὑτῷ καὶ ψεῦδος ὄν· οἷον, εἴ τις λέγοι τὰ δὶς πέντε ἑπτὰ εἶναι καὶ σὺ πιστεύσειας αὐτῷ μὴ ἀριθμήσας ἐπὶ σαυτοῦ, ἐπάξει δηλαδὴ ὅτι καὶ τετράκις πέντε τετταρεσκαίδεκα πάντως ἐστὶ καὶ μέχρι ἂν ὅτου
30ἐθελήσῃ. οἷα καὶ ἡ θαυμαστὴ γεωμετρία ποιεῖ— κἀκείνη γὰρ τοὺς ἐν ἀρχῇ ἀλλόκοτά τινα αἰτήματα αἰτήσασα καὶ συγχωρηθῆναι αὐτῇ ἀξιώσασα οὐδὲ συστῆναι δυνάμενα—σημεῖά τινα ἀμερῆ καὶ γραμ‐ μὰς ἀπλατεῖς καὶ τὰ τοιαῦτα, ἐπὶ σαθροῖς τοῖς
35θεμελίοις τούτοις οἰκοδομεῖ τὰ τοιαῦτα καὶ ἀξιοῖ εἰς ἀπόδειξιν ἀληθῆ λέγειν ἀπὸ ψευδοῦς τῆς ἀρχῆς ὁρμωμένη.
Herm
.

75

Κατὰ ταὐτὰ τοίνυν καὶ ὑμεῖς δόντες τὰς ἀρχὰς τῆς προαιρέσεως ἑκάστης πιστεύετε τοῖς ἑξῆς καὶ γνώρισμα τῆς ἀληθείας αὐτῶν τὴν ἀκολουθίαν ἡγεῖσθε εἶναι ψευδῆ οὖσαν. εἶτα οἱ μὲν ὑμῶν
5ἐναποθνήσκουσιν ταῖς ἐλπίσι, πρὶν ἰδεῖν τἀληθὲς καὶ καταγνῶναι τῶν ἐξαπατησάντων ἐκείνων, οἱ δὲ κἂν αἴσθωνται ἐξηπατημένοι ὀψέ ποτε γέροντες ἤδη γενόμενοι, ὀκνοῦσιν ἀναστρέφειν αἰδούμενοι
εἰ δεήσει τηλικούτους αὐτοὺς ὄντας ἐξομολογήσασ‐398
10θαι ὅτι παίδων πράγματα ἔχοντες οὐ συνίεσαν· ὥστε ἐμμένουσιν τοῖς αὐτοῖς ὑπ’ αἰσχύνης καὶ ἐπαινοῦσι τὰ παρόντα καὶ ὁπόσους ἂν δύνωνται προτρέπουσιν ἐπὶ τὰ αὐτά, ὡς ἂν μὴ μόνοι ἐξηπατημένοι ὦσιν ἀλλὰ ἔχωσι παραμυθίαν τὸ καὶ
15πολλοὺς καὶ ἄλλους τὰ ὅμοια παθεῖν αὐτοῖς. καὶ γὰρ αὖ κἀκεῖνο ὁρῶσιν, ὅτι ἢν τἀληθὲς εἴπωσιν οὐκέτι σεμνοὶ ὥσπερ νῦν καὶ ὑπὲρ τοὺς πολλοὺς δόξουσιν οὐδὲ τιμήσονται ὁμοίως. οὐκ ἂν οὖν ἑκόντες εἴποιεν εἰδότες, ἀφ’ οἵων ἐκπεσόντες
20ὅμοιοι τοῖς ἄλλοις δόξουσιν. ὀλίγοις δ’ ἂν πάνυ ἐντύχοις ὑπ’ ἀνδρείας τολμῶσι λέγειν ὅτι ἐξη‐ πάτηνται καὶ τοὺς ἄλλους ἀποτρέπειν τῶν ὁμοίων πειρωμένους. εἰ δ’ οὖν τινι τοιούτῳ ἐντύχοις, φιλαλήθη τε κάλει τὸν τοιοῦτον καὶ χρηστὸν καὶ
25δίκαιον καί, εἰ βούλει, φιλόσοφον· οὐ γὰρ ἂν φθονήσαιμι τούτῳ μόνῳ τοῦ ὀνόματος. οἱ δ’ ἄλλοι ἢ οὐδὲν ἀληθὲς ἴσασιν οἰόμενοι εἰδέναι ἢ εἰδότες ἀποκρύπτονται ὑπὸ δειλίας καὶ αἰσχύνης καὶ τοῦ προτιμᾶσθαι βούλεσθαι.
Herm
.

76

Καίτοι πρὸς τῆς Ἀθηνᾶς ἅπαντα μὲν ἃ ἔφην, ἐάσωμεν αὐτοῦ καταβαλόντες καὶ λήθη τις ἔστω αὐτῶν ὥσπερ τῶν πρὸ Εὐκλείδου ἄρχοντος πραχθέντων. ὑποθέμενοι δὲ ταύτην φιλοσοφίαν
5ὀρθὴν εἶναι τὴν τῶν Στωϊκῶν, ἄλλην δὲ μηδ’ ἡν‐ τιναοῦν, ἴδωμεν εἰ ἐφικτὴ αὕτη καὶ δυνατή ἐστιν, ἢ μάτην κάμνουσιν ὁπόσοι ἐφίενται αὐτῆς. τὰς μὲν γὰρ ὑποσχέσεις ἀκούω θαυμαστάς τινας, ἡλίκα εὐδαιμονήσουσιν οἱ ἐς τὸ ἀκρότατον ἐλθόν‐
10τες, μόνους γὰρ τούτους πάντα συλλαβόντας ἕξειν
τὰ τῷ ὄντι ἀγαθά. τὸ μετὰ ταῦτα δὲ σὺ ἂν ἄμεινον εἰδείης, εἴ τινι ἐντετύχηκας τοιούτῳ Στωϊκῷ τῶν ἄκρων, οἵῳ μήτε λυπεῖσθαι μήθ’ ὑφ’ ἡδονῆς κατασπᾶσθαι μήτε ὀργίζεσθαι, φθόνου400
15δὲ κρείττονι καὶ πλούτου καταφρονοῦντι καὶ συνόλως εὐδαίμονι. ὁποῖον χρὴ τὸν κανόνα εἶναι καὶ γνώμονα τοῦ κατὰ τὴν ἀρετὴν βίου—ὁ γὰρ καὶ κατὰ μικρότατον ἐνδέων ἀτελής, κἂν πάντα πλείω ἔχῃ—εἰ δὲ τοῦτο οὐχί, οὐδέπω εὐδαίμων.
19ΕΡΜΟΤΙΜΟΣ
Herm
.

77

Οὐδένα τοιοῦτον εἶδον.
1ΛΥΚΙΝΟΣ Εὖ γε, ὦ Ἑρμότιμε, ὅτι οὐ ψεύδῃ ἑκών. εἰς τί δ’ οὖν ἀποβλέπων φιλοσοφεῖς, ὅταν ὁρᾷς μήτε τὸν διδάσκαλον τὸν σὸν μήτε τὸν ἐκείνου μήτε τὸν πρὸ
5αὐτοῦ μηδ’ ἂν εἰς δεκαγονίαν ἀναγάγῃς μηδένα αὐτῶν σοφὸν ἀκριβῶς καὶ διὰ τοῦτο εὐδαίμονα γεγενημένον; οὐδὲ γὰρ ἂν ἐκεῖνο ὀρθῶς εἴποις ὡς ἀπόχρη κἂν πλησίον γένῃ τῆς εὐδαιμονίας, ἐπεὶ οὐδὲν ὄφελος· ὁμοίως γὰρ ἔξω τοῦ ὀδοῦ ἐστιν καὶ
10ἐν τῷ ὑπαίθρῳ ὅ τε παρὰ τὴν θύραν ἔξω ἑστὼς καὶ ὁ πόρρω· διαλλάττοιεν δ’ ἄν, ὅτι μᾶλλον οὗτος ἀνιάσεται ὁρῶν ἐγγύθεν οἵων ἐστέρηται. εἶτα ἵνα πλησίον γένῃ τῆς εὐδαιμονίας (δώσω γὰρ τοῦτό σοι) τοσαῦτα πονεῖς κατατρύχων σεαυτόν, καὶ
15παραδεδράμηκέ σε ὁ βίος ὁ τοσοῦτος ἐν ἀκηδίᾳ καὶ καμάτῳ καὶ ἀγρυπνίαις κάτω νενευκότα· καὶ εἰσαῦθις πονήσεις, ὡς φής, ἄλλα εἴκοσιν ἔτη τοὐλάχιστον, ἵνα ὀγδοηκοντούτης γενόμενος (εἴ
τις ἐγγυητής ἐστί σοι ὅτι βιώσῃ τοσαῦτα) ὅμως402
20ᾖς ἐν τοῖς μηδέπω εὐδαιμονοῦσιν—εἰ μὴ μόνος οἴει τεύξεσθαι τούτου καὶ αἱρήσειν διώκων ὃ πρὸ σοῦ μάλα πολλοὶ καὶ ἀγαθοὶ καὶ ὠκύτεροι παρὰ πολὺ διώκοντες οὐ κατέλαβον.
Herm
.

78

Ἀλλὰ καὶ κατάλαβε, εἰ δοκεῖ, καὶ ἔχε ὅλον συλλαβών· τὸ μὲν δὴ πρῶτον οὐχ ὁρῶ ὅ τι ποτ’ ἂν εἴη τἀγαθόν, ὡς ἀντάξιον δοκεῖν τῶν πόνων τῶν τοσούτων. ἔπειτα ἐς πόσον ἔτι τὸν λοιπὸν χρόνον
5ἀπολαύσεις αὐτοῦ γέρων ἤδη καὶ παντὸς ἡδέος ἔξωρος ὢν καὶ τὸν ἕτερον πόδα φασὶν ἐν τῇ σορῷ ἔχων; εἰ μή τι ἐς ἄλλον, ὦ γενναῖε, βίον προγυμ‐ νάζεις ἑαυτόν, ὡς ἐς ἐκεῖνον ἐλθὼν ἄμεινον διαγάγοις, εἰδὼς ὅντινα τρόπον χρὴ βιοῦν ὅμοιον
10ὡς εἴ τις ἐς τοσοῦτον σκευάζοι τε καὶ εὐτρεπίζοι ὡς δειπνήσων ἄμεινον ἄχρι ἂν λάθῃ ὑπὸ λιμοῦ διαφθαρείς.
Herm
.

79

Ἀλλὰ μὴν οὐδ’ ἐκεῖνό πω κατανενόηκας οἶμαι ὡς ἡ μὲν ἀρετὴ ἐν ἔργοις δήπου ἐστίν, οἷον ἐν τῷ δίκαια πράττειν καὶ σοφὰ καὶ ἀνδρεῖα, ὑμεῖς δὲ (τὸ δὲ ὑμεῖς ὅταν εἴπω, τοὺς ἄκρους τῶν φιλοσο‐
5φούντων φημί) ἀφέντες ταῦτα ζητεῖν καὶ ποιεῖν ῥημάτια δύστηνα μελετᾶτε καὶ συλλογισμοὺς καὶ ἀπορίας καὶ τὸ πλεῖστον τοῦ βίου ἐπὶ τούτοις διατρίβετε, καὶ ὃς ἂν κρατῇ ἐν αὐτοῖς καλλίνικος ὑμῖν δοκεῖ. ἀφ’ ὧν οἶμαι καὶ τὸν διδάσκαλον
10τουτονὶ θαυμάζετε γέροντα ἄνδρα, ὅτι τοὺς προσομιλοῦντας ἐς ἀπορίαν καθίστησιν καὶ οἶδεν ὡς χρὴ ἐρέσθαι καὶ σοφίσασθαι καὶ πανουργῆσαι καὶ ἐς ἄφυκτα ἐμβαλεῖν, καὶ τὸν καρπὸν ἀτεχνῶς ἀφέντες—οὗτος δὲ ἦν περὶ τὰ ἔργα—περὶ τὸν
15φλοιὸν ἀσχολεῖσθε τὰ φύλλα καταχέοντες ἀλλήλων ἐν ταῖς ὁμιλίαις. ἢ γὰρ ἄλλα ἐστὶν ἃ πράττετε, ὦ Ἑρμότιμε, πάντες ἕωθεν εἰς ἑσπέραν;404
17ΕΡΜΟΤΙΜΟΣ Οὔκ, ἀλλὰ ταῦτα.
18ΛΥΚΙΝΟΣ Ἢ οὖν οὐχὶ καὶ ὀρθῶς τις φαίη τὴν σκιὰν ὑμᾶς
20θηρεύειν ἐάσαντας τὸ σῶμα ἢ τοῦ ὄφεως τὸ σύφαρ ἀμελήσαντας τοῦ ὁλκοῦ; μᾶλλον δὲ τὸ ὅμοιον ποιεῖν ὥσπερ εἴ τις ἐς ὅλμον ὕδωρ ἐκχέας ὑπέρῳ σιδηρῷ πτίττοι πράττειν ἀναγκαῖόν τι καὶ προὔργου οἰόμενος, οὐκ εἰδὼς ὅτι ἂν ἀποβάλῃ
25φασὶ τοὺς ὤμους πτίττων, ὕδωρ ὁμοίως τὸ ὕδωρ μένει;
Herm
.

80

Καί μοι δὸς ἐνταῦθα ἤδη ἐρέσθαι σε εἰ ἐθέλοις ἂν ἔξω τῶν λόγων τὰ ἄλλα ἐοικέναι τῷ διδα‐ σκάλῳ, οὕτω μὲν ὀργίλος, οὕτω δὲ μικρολόγος, οὕτω δὲ φιλόνεικος ὢν καὶ φιλήδονος νὴ Δί’, εἰ
5καὶ μὴ τοῖς πολλοῖς δοκεῖ. τί σιγᾷς, ὦ Ἑρμό‐ τιμε; θέλεις διηγήσομαι ἃ πρῴην ἤκουσα ὑπὲρ φιλοσοφίας τινὸς λέγοντος ἀνδρὸς πάνυ γεγηρακό‐ τος, ᾧ πάμπολλοι τῶν νέων ἐπὶ σοφίᾳ πλησιάζου‐ σιν; ἀπαιτῶν γὰρ παρά τινος τῶν μαθητῶν τὸν
10μισθὸν ἠγανάκτει, λέγων ὑπερήμερον εἶναι καὶ ἐκπρόθεσμον τοῦ ὀφλήματος, ὃν ἔδει πρὸ ἑκκαίδεκα ἡμερῶν ἐκτετικέναι τῇ ἕνῃ καὶ νέᾳ· οὕτω γὰρ συνθέσθαι.
Herm
.

81

Καὶ ἐπεὶ ταῦτα ἠγανάκτει, παρεστὼς ὁ θεῖος τοῦ νεανίσκου, ἄγροικος ἄνθρωπος καὶ ἰδιώτης ὡς πρὸς
τὰ ὑμέτερα, Πέπαυσο, εἶπεν, ὦ θαυμάσιε, τὰ μέγιστ’ ἠδικῆσθαι λέγων, εἰ ῥημάτια παρὰ σοῦ406
5πριάμενοι μηδέπω ἐκτετίκαμεν διάφορον. καίτοι ἃ μὲν ἡμῖν πέπρακας, ἔχεις ἔτι καὶ αὐτὸς καὶ οὐδὲν ἔλαττον γέγονέ σοι τῶν μαθημάτων. τὰ δ’ ἄλλα ὧν ἐξ ἀρχῆς ἐπιθυμῶν συνέστησά σοι τὸν νεανίσκον, ὁ δ’ οὐδὲν ἀμείνων γεγένηται διὰ σέ,
10ὃς τοὐμοῦ γείτονος Ἐχεκράτους τὴν θυγατέρα συναρπάσας παρθένον οὖσαν διέφθειρεν καὶ ὀλίγου δίκην ἔφυγε βιαίων, εἰ μὴ ἐγὼ ταλάντου ὠνη‐ σάμην τὸ πλημμέλημα παρὰ πένητος ἀνδρὸς τοῦ Ἐχεκράτους. τὴν μητέρα δὲ πρῴην ἐρράπισεν,
15ὅτι αὐτοῦ ἐλάβετο ὑπὸ κόλπου ἐκκομίζοντος τὸν κάδον, ὡς ἔχοι συμβολὰς οἶμαι καταθεῖναι. τὰ μὲν γὰρ ἐς ὀργὴν καὶ θυμὸν καὶ ἀναισχυντίαν καὶ ἐς τόλμαν καὶ ψεῦδος μακρῷ τινι ἄμεινον εἶχε πέ‐ ρυσιν ἢ νῦν. καίτοι ἐβουλόμην ἂν αὐτὸν ἐς ταῦτα
20ὠφελῆσθαι ὑπὸ σοῦ μᾶλλον ἤπερ ἐκεῖνα εἰδέναι, ἃ καθ’ ἑκάστην ἡμέραν πρὸς ἡμᾶς οὐδὲν δεομένους ἐπὶ τὸ δεῖπνον διεξέρχεται, ὡς κροκόδειλος ἥρπασε παιδίον, καὶ ὑπέσχηται ἀποδώσειν αὐτό, ἂν ἀπο‐ κρίνηται ὁ πατὴρ οὐκ οἶδ’ ὅ τι, ἢ ὡς ἀναγκαῖόν
25ἐστιν ἡμέρας οὔσης μὴ νύκτα εἶναι. ἐνίοτε δὲ καὶ κέρατα ἡμῖν ὁ γενναῖος ἀναφύει οὐκ οἶδ’ ὅπως περιπλέκων τὸν λόγον. ἡμεῖς δὲ γελῶμεν ἐπὶ τούτοις, καὶ μάλιστα ὅταν ἐπιβυσάμενος τὰ ὦτα μελετᾷ πρὸς αὑτὸν ἕξεις τινὰς καὶ σχέσεις καὶ
30καταλήψεις καὶ φαντασίας καὶ τοιαῦτα πολλὰ ὀνόματα διεξιών. ἀκούομεν δὲ αὐτοῦ λέγοντος ὡς καὶ ὁ θεὸς οὐκ ἐν οὐρανῷ ἐστιν ἀλλὰ διὰ πάντων πεφοίτηκεν, οἷον ξύλων καὶ λίθων καὶ ζῴων ἄχρι καὶ τῶν ἀτιμοτάτων. καὶ τῆς γε μητρὸς ἐρο‐
35μένης αὐτὸν τί ταῦτα ληρεῖ, καταγελάσας αὐτῆς, Ἀλλὰ ἢν τὸν λῆρον τοῦτον, ἔφη, ἐκμάθω ἀκριβῶς, οὐδὲν κωλύσει με μόνον πλούσιον μόνον βασιλέα εἶναι, τοὺς δὲ ἄλλους ἀνδράποδα καὶ καθάρματα νομίζεσθαι ὡς πρὸς ἐμέ.408
Herm
.

82

Τοιαῦτα τοῦ ἀνδρὸς εἰπόντος, ὁ φιλόσοφος ὅρα οἵαν ἀπόκρισιν ἀπεκρίνατο, ὦ Ἑρμότιμε, ὡς πρεσβυτικήν· ἔφη γάρ, Ἀλλ’ εἴ γε μὴ ἐμοὶ ἐπλησίαζεν οὗτος, οὐκ οἴει μακρῷ χείρω ἂν αὐτὸν
5ἐξεργάσασθαι ἢ καὶ νὴ Δία ἴσως τῷ δημίῳ παραδεδόσθαι; ὡς νῦν γε χαλινόν τινα ἐμβέβληκεν αὐτῷ ἡ φιλοσοφία καὶ ἡ πρὸς ταύτην αἰδώς, καὶ διὰ τοῦτο μετριώτερός ἐστιν ὑμῖν καὶ φορητὸς ἔτι. φέρει γάρ τινα αἰσχύνην αὐτῷ, εἰ ἀνάξιος φαίνοιτο
10τοῦ σχήματος καὶ τοῦ ὀνόματος, ἃ δὴ παρακολου‐ θοῦντα παιδαγωγεῖ αὐτόν. ὥστε δίκαιος ἂν εἴην, εἰ καὶ μὴ ὧν βελτίω ἀπέφηνα, μισθὸν παρ’ ὑμῶν λαβεῖν, ἀλλ’ οὖν ἐκείνων γε ἃ μὴ δέδρακεν αἰδούμενος φιλοσοφίαν. ἐπεὶ καὶ αἱ τίτθαι τοιάδε
15λέγουσι περὶ τῶν παιδίων, ὡς ἀπιτητέον αὐτοῖς ἐς διδασκάλου· καὶ γὰρ ἂν μηδέπω μαθεῖν ἀγαθόν τι δύνωνται, ἀλλ’ οὖν φαῦλον οὐδὲν ποιήσουσιν ἐκεῖ μένοντες. ἐγὼ μὲν οὖν τὰ ἄλλα πάντα ἀποπλῆσαί μοι δοκῶ, καὶ ὅντινα ἂν ἐθέλῃς τῶν
20εἰδότων τὰ ἡμέτερα, ἧκέ μοι ἐς αὔριον παραλαβὼν ὄψει τε ὅπως ἐρωτᾷ καὶ πῶς ἀποκρίνεται καὶ ὅσα μεμάθηκεν καὶ ὅσα ἤδη ἀνέγνωκε βιβλία περὶ ἀξιωμάτων, περὶ συλλογισμῶν, περὶ καταλήψεως, περὶ καθηκόντων καὶ ἄλλα ποικίλα. εἰ δὲ ἢ τὴν
25μητέρα ἔτυπτεν ἢ παρθένους συνήρπαζε, τί ταῦτα πρὸς ἐμέ; οὐ γὰρ παιδαγωγόν με ἐπεστήσατε αὐτῷ.
Herm
.

83

Τοιαῦτα γέρων ἄνθρωπος ὑπὲρ φιλοσοφίας ἔλεγε.
σὺ δὲ καὶ αὐτὸς ἂν φαίης, ὦ Ἑρμότιμε, ἱκανὸν εἶναι ὡς διὰ τοῦτο φιλοσοφοίημεν, ὡς μηδὲν τῶν φαυλοτέρων πράττοιμεν; ἢ ἐπ’ ἄλλαις ἐλπίσιν ἐξ410
5ἀρχῆς φιλοσοφεῖν ἠξιοῦμεν, οὐχ ὡς τῶν ἰδιωτῶν κοσμιώτεροι εἴημεν περινοστοῦντες; τί οὖν οὐκ ἀποκρίνῃ καὶ τοῦτο;
7ΕΡΜΟΤΙΜΟΣ Τί δὲ ἄλλο ἢ ὅτι καὶ δακρῦσαι ὀλίγου δέω; ἐς τοσοῦτό μου καθίκετο ὁ λόγος ἀληθὴς ὤν, καὶ
10ὀδύρομαι, ὅσον ἄθλιος χρόνον ἀνάλωκα καὶ προσέτι μισθοὺς οὐκ ὀλίγους τελῶν ἀντὶ τῶν πόνων. νυνὶ γὰρ ὥσπερ ἐκ μέθης ἀνανήφων ὁρῶ οἷα μέν ἐστιν ὧν ἤρων, ὁπόσα δὲ πέπονθα διὰ ταῦτα.
13ΛΥΚΙΝΟΣ
Herm
.

84

Καὶ τί δεῖ δακρύων, ὦ χρηστέ; τὸ γὰρ τοῦ μύθου ἐκεῖνο πάνυ συνετόν, οἶμαι, ὃν Αἴσωπος διη‐ γεῖτο· ἔφη γὰρ ἄνθρωπόν τινα ἐπὶ τῇ ἠϊόνι καθεζόμενον ἐπὶ τὴν κυματωγὴν ἀριθμεῖν τὰ
5κύματα, σφαλέντα δὲ καὶ ἄχθεσθαι καὶ ἀνιᾶσθαι, ἄχρι δὴ τὴν κερδὼ παραστᾶσαν εἰπεῖν αὐτῷ, Τί, ὦ γενναῖε, ἀνιᾷ τῶν παρελθόντων ἕνεκα, δέον τὰ ἐντεῦθεν ἀρξάμενον ἀριθμεῖν ἀμελήσαντα ἐκείνων; Καὶ σὺ τοίνυν, ἐπείπερ οὕτω σοι δοκεῖ, ἐς τὸ
10λοιπὸν ἂν ἄμεινον ποιήσαις βίον τε κοινὸν ἅπασι βιοῦν ἀξιῶν καὶ συμπολιτεύσῃ τοῖς πολλοῖς οὐδὲν ἀλλόκοτον καὶ τετυφωμένον ἐλπίζων, καὶ οὐκ αἰσχυνῇ, ἤνπερ εὖ φρονῇς, εἰ γέρων ἄνθρωπος μεταμαθήσῃ καὶ μεταχωρήσεις πρὸς τὸ βέλτιον.
Herm
.

85

ταῦτα πάντα, ὦ φιλότης, ὁπόσα εἶπον, μή με νομίσῃς κατὰ τῆς Στοᾶς παρεσκευασμένον ἢ
ἔχθραν τινὰ ἐξαίρετον πρὸς Στωϊκοὺς ἐπανῃρημέ‐ νον εἰρηκέναι, ἀλλὰ κοινὸς ἐπὶ πάντας ὁ λόγος.412
5τὰ γὰρ αὐτὰ πρὸς σὲ εἶπον ἄν, εἰ τὰ Πλάτωνος ἢ Ἀριστοτέλους ᾕρησο τῶν ἄλλων ἀκρίτων ἐρήμην καταγνούς. νῦν δὲ ἐπεὶ τὰ Στωϊκῶν προετίμησας, πρὸς τὴν Στοὰν ἀποτετάσθαι ὁ λόγος ἔδοξεν οὐδὲν ἐξαίρετον πρὸς αὐτὴν ἔχων.
9ΕΡΜΟΤΙΜΟΣ
Herm
.

86

Εὖ λέγεις· ἄπειμι γοῦν ἐπ’ αὐτὸ τοῦτο, ὡς μεταβαλοίμην καὶ αὐτὸ σχῆμα. ὄψει γοῦν οὐκ εἰς μακρὰν οὔτε πώγωνα ὥσπερ νῦν λάσιον καὶ βαθὺν οὔτε δίαιταν κεκολασμένην, ἀλλ’ ἄνετα
5πάντα καὶ ἐλεύθερα. τάχα δὲ καὶ πορφυρίδα μεταμφιάσομαι, ὡς εἰδεῖεν ἅπαντες ὅτι μηκέτι μοι τῶν λήρων ἐκείνων μέτεστιν. ὡς εἴθε γε καὶ ἐξεμέσαι δυνατὸν ἦν ἅπαντα ἐκεῖνα, ὁπόσα ἤκουσα παρ’ αὐτῶν, καὶ εὖ ἴσθι, οὐκ ἂν ὤκνησα καὶ
10ἐλλέβορον πιεῖν διὰ τοῦτο ἐς τὸ ἔμπαλιν ἢ ὁ Χρύσιππος, ὅπως μηδὲν ἔτι νοήσαιμι ὧν φασιν. σοὶ δ’ οὖν οὐ μικρὰν χάριν οἶδα, ὦ Λυκῖνε, ὅτι με παραφερόμενον ὑπὸ θολεροῦ τινος χειμάρρου καὶ τραχέος, ἐπιδιδόντα ἐμαυτὸν καὶ κατὰ ῥοῦν συρ‐
15ρέοντα τῷ ὕδατι, ἀνέσπασας ἐπιστάς, τὸ τῶν τραγῳδῶν τοῦτο, θεὸς ἐκ μηχανῆς ἐπιφανείς. δοκῶ δέ μοι οὐκ ἀλόγως ἂν καὶ ξυρήσασθαι τὴν κεφαλὴν ὥσπερ οἱ ἐκ τῶν ναυαγίων ἀποσωθέντες ἐλεύθεροι, ἅτε καὶ σωτήρια τήμερον ἄξων τοσαύτην
20ἀχλὺν ἀποσεισάμενος τῶν ὀμμάτων. φιλοσόφῳ δὲ εἰς τὸ λοιπὸν κἂν ἄκων ποτὲ ὁδῷ βαδίζων ἐντύχω, οὕτως ἐκτραπήσομαι καὶ περιστήσομαι
ὥσπερ τοὺς λυττῶντας τῶν κυνῶν.414