TLG 0062 061 :: LUCIANUS :: Hesiodus

LUCIANUS Soph.
(Samosatenus: A.D. 2)

Scholia: Cf. SCHOLIA IN LUCIANUM (5029)

Hesiodus

Source: Kilburn, K. (ed.), Lucian, vol. 6. Cambridge, Mass.: Harvard University Press, 1959 (repr. 1968): 228–236.

Citation: Section — (line)

Hes
.

t

ΔΙΑΛΟΓΟΣ ΠΡΟΣ ΗΣΙΟΔΟΝ
Hes
.

1

ΛΥΚΙΝΟΣ
1 Ἀλλὰ ποιητὴν μὲν ἄριστον εἶναί σε, ὦ Ἡσίοδε, καὶ τοῦτο παρὰ Μουσῶν λαβεῖν μετὰ τῆς δάφνης αὐτός τε δεικνύεις ἐν οἷς ποιεῖς—ἔνθεα γὰρ καὶ σεμνὰ πάντα—καὶ ἡμεῖς πιστεύομεν οὕτως ἔχειν.
5ἐκεῖνο δὲ ἀπορῆσαι ἄξιον, τί δήποτε προειπὼν ὑπὲρ σαυτοῦ ὡς διὰ τοῦτο λάβοις τὴν θεσπέσιον ἐκείνην ᾠδὴν παρὰ τῶν θεῶν ὅπως κλείοις καὶ ὑμνοίης τὰ παρεληλυθότα καὶ θεσπίζοις τὰ ἐσόμενα, θάτερον μὲν καὶ πάνυ ἐντελῶς ἐξενήνοχας
10θεῶν τε γενέσεις διηγούμενος ἄχρι καὶ τῶν πρώτων ἐκείνων, χάους καὶ γῆς καὶ οὐρανοῦ καὶ ἔρωτος—ἔτι δὲ γυναικῶν ἀρετὰς καὶ παραινέσεις γεωργικάς, καὶ ὅσα περὶ Πλειάδων καὶ ὅσα περὶ καιρῶν ἀρότου καὶ ἀμήτου καὶ πλοῦ καὶ ὅλως
15τῶν ἄλλων ἁπάντων· θάτερον δὲ καὶ ὃ χρησιμώτε‐ ρον ἦν τῷ βίῳ παρὰ πολὺ καὶ θεῶν δωρεαῖς μᾶλλον ἐοικός—λέγω δὲ τὴν τῶν μελλόντων προαγόρευσιν—, οὐδὲ τὴν ἀρχὴν ἐξαπέφηνας, ἀλλὰ τὸ μέρος τοῦτο πᾶν λήθῃ παραδέδωκας οὐδαμοῦ
20τῆς ποιήσεως ἢ τὸν Κάλχαντα ἢ τὸν Τήλεμον ἢ τὸν Πολύειδον ἢ καὶ Φινέα μιμησάμενος οἳ μηδὲ παρὰ Μουσῶν τούτου τυχόντες ὅμως προεθέσπιζον καὶ οὐκ ὤκνουν χρᾶν τοῖς δεομένοις.
Hes
.

2

Ὥστε ἀνάγκη σοι τῶν τριῶν τούτων αἰτιῶν μιᾷ
γε πάντως ἐνέχεσθαι· ἢ γὰρ ἐψεύσω, εἰ καὶ πικρὸν εἰπεῖν, ὡς ὑποσχομένων σοι τῶν Μουσῶν καὶ τὰ μέλλοντα προλέγειν δύνασθαι· ἢ αἱ μὲν ἔδοσαν228
5ὥσπερ ὑπέσχοντο, σὺ δὲ ὑπὸ φθόνου ἀποκρύπτεις καὶ ὑπὸ κόλπου φυλάττεις τὴν δωρεὰν οὐ μεταδι‐ δοὺς αὐτῆς τοῖς δεομένοις· ἢ γέγραπται μέν σοι καὶ τοιαῦτα πολλά, οὐδέπω δὲ αὐτὰ τῷ βίῳ παραδέδωκας οὐκ οἶδα εἰς ὃν καιρόν τινα ἄλλον
10ταμιευόμενος τὴν χρῆσιν αὐτῶν. ἐκεῖνο μὲν γὰρ οὐδὲ τολμήσαιμ’ ἂν εἰπεῖν, ὡς αἱ Μοῦσαι δύο σοι παρέξειν ὑποσχόμεναι τὸ μὲν ἔδοσαν, ἐξ ἡμισείας δὲ ἀνεκαλέσαντο τὴν ὑπόσχεσιν—λέγω δὲ τὴν τῶν μελλόντων γνῶσιν—καὶ ταῦτα προτέραν αὐτὴν ἐν
Hes
.

3

τῷ ἔπει ὑπεσχημέναι. Ταῦτα οὖν παρὰ τίνος ἄλλου, Ἡσίοδε, ἢ παρ’ αὐτοῦ σοῦ μάθοι τις ἄν; πρέποι γὰρ ἄν, ὥσπερ οἱ θεοὶ “δωτῆρες ἐάων” εἰσίν, οὕτω δὲ καὶ ὑμῖν, τοῖς φίλοις καὶ μαθηταῖς
5αὐτῶν, μετὰ πάσης ἀληθείας ἐξηγεῖσθαι περὶ ὧν ἴστε καὶ λύειν ἡμῖν τὰς ἀπορίας.
6ΗΣΙΟΔΟΣ
Hes
.

4

Ἐνῆν μέν μοι, ὦ βέλτιστε, ῥᾳδίαν ἀπόκρισιν ἀποκρίνεσθαί σοι περὶ ἁπάντων, ὅτι μηδέν ἐστιν τῶν ἐρραψῳδημένων ὑπ’ ἐμοῦ ἴδιον ἐμόν, ἀλλὰ τῶν Μουσῶν, καὶ ἐχρῆν σε παρ’ ἐκείνων τοὺς
5λογισμοὺς τῶν τε εἰρημένων καὶ τῶν παραλελειμ‐ μένων ἀπαιτεῖν. ἐγὼ δὲ ὑπὲρ μὲν ὧν ἰδίᾳ ἠπιστάμην—λέγω δὲ τοῦ νέμειν καὶ ποιμαίνειν καὶ ἐξελαύνειν καὶ βδάλλειν καὶ τῶν ἄλλων ὅσα ποιμένων ἔργα καὶ μαθήματα—δίκαιος ἂν εἴην
10ἀπολογεῖσθαι· αἱ θεαὶ δὲ τὰς αὐτῶν δωρεὰς οἷς τε ἂν ἐθέλωσι καὶ ἐφ’ ὅσον ἂν οἴωνται καλῶς
ἔχειν μεταδιδόασιν.230
Hes
.

5

Ὅμως δὲ οὐκ ἀπορήσω πρὸς σὲ καὶ ποιητικῆς ἀπολογίας. οὐ γάρ, οἶμαι, χρὴ παρὰ τῶν ποιητῶν ἐς τὸ λεπτότατον ἀκριβολογουμένους ἀπαιτεῖν κατὰ συλλαβὴν ἑκάστην ἐντελῆ πάντως τὰ εἰρημένα,
5κἂν εἴ τι ἐν τῷ τῆς ποιήσεως δρόμῳ παραρρυὲν λάθῃ, πικρῶς τοῦτο ἐξετάζειν, ἀλλ’ εἰδέναι ὅτι πολλὰ ἡμεῖς καὶ τῶν μέτρων ἕνεκα καὶ τῆς εὐφωνίας ἐπεμβάλλομεν· τὰ δὲ καὶ τὸ ἔπος αὐτὸ πολλάκις λεῖα ὄντα οὐκ οἶδ’ ὅπως παρεδέξατο.
10σὺ δὲ τὸ μέγιστον ὧν ἔχομεν ἀγαθῶν ἀφαιρῇ ἡμᾶς—λέγω δὲ τὴν ἐλευθερίαν καὶ τὴν ἐν τῷ ποιεῖν ἐξουσίαν, καὶ τὰ μὲν ἄλλα οὐχ ὁρᾷς ὅσα τῆς ποιήσεως καλά, σκινδαλάμους δὲ καὶ ἀκάνθας τινὰς ἐκλέγεις καὶ λαβὰς τῇ συκοφαντίᾳ ζητεῖς.
15ἀλλ’ οὐ μόνος ταῦτα σὺ οὐδὲ κατ’ ἐμοῦ μόνου, ἀλλὰ πολλοὶ καὶ ἄλλοι τὰ τοῦ ὁμοτέχνου τοῦ ἐμοῦ Ὁμήρου κατακνίζουσι λεπτὰ οὕτω κομιδῇ
Hes
.

6

καὶ μάλιστα μικρὰ ἄττα διεξιόντες. εἰ δὲ καὶ χρὴ ὁμόσε χωρήσαντα τῇ αἰτίᾳ τὴν ὀρθοτάτην ἀπολογίαν ἀπολογήσασθαι, ἀνάγνωθι, ὦ οὗτος, τὰ Ἔργα μου καὶ τὰς Ἡμέρας. εἴσῃ γὰρ ὅσα ἐν τῷ
5ποιήματι τούτῳ μαντικῶς ἅμα καὶ προφητικῶς προτεθέσπισταί μοι τὰς ἀποβάσεις προδηλοῦντα τῶν τε ὀρθῶς καὶ κατὰ καιρὸν πραττομένων καὶ τῶν παραλελειμμένων τὰς ζημίας. καὶ τὸ
οἴσεις δ’ ἐν φορμῷ, παῦροι δέ σε θηήσονται,
10καὶ πάλιν ὅσα ἀγαθὰ περιέσται τοῖς ὀρθῶς γεωρ‐ γοῦσιν χρησιμωτάτη ἂν τῷ βίῳ μαντικὴ
νομίζοιτο.232
12ΛΥΚΙΝΟΣ
Hes
.

7

Τοῦτο μὲν οὖν, ὦ θαυμαστὲ Ἡσίοδε, καὶ πάνυ ποιμενικὸν εἴρηταί σοι, καὶ ἐπαληθεύειν ἔοικας τὴν τῶν Μουσῶν ἐπίπνοιαν αὐτὸς οὐδ’ ἀπολογεῖσθαι ὑπὲρ τῶν ἐπῶν δυνάμενος. ἡμεῖς δὲ οὐ ταύτην
5τὴν μαντικὴν παρὰ σοῦ καὶ τῶν Μουσῶν περιεμέ‐ νομεν· ἐπεὶ τά γε τοιαῦτα πολὺ μαντικώτεροι ὑμῶν οἱ γεωργοί, καὶ ἄριστα μαντεύσαιντ’ ἂν ἡμῖν περὶ αὐτῶν—ὅτι ὕσαντος μὲν τοῦ θεοῦ εὐθαλῆ ἔσται τὰ δράγματα, ἢν δὲ αὐχμὸς ἐπιλάβῃ
10καὶ διψήσωσιν αἱ ἄρουραι, οὐδεμία μηχανὴ μὴ οὐχὶ λιμὸν ἐπακολουθῆσαι τῷ δίψει αὐτῶν· καὶ ὅτι οὐ μεσοῦντος θέρους χρὴ ἀροῦν, ἢ οὐκ ἄν τι ὄφελος γένοιτο εἰκῇ ἐκχυθέντων τῶν σπερμάτων οὐδὲ ἀμᾶν χλωρὸν ἔτι τὸν στάχυν, ἢ κενὸν
15εὑρεθήσεσθαι τὸν καρπόν. οὐ μὴν οὐδ’ ἐκεῖνο μαντείας δεῖται, ὡς ἢν μὴ καλύψῃς τὰ σπέρματα καὶ θεράπων μακέλλην ἔχων ἐπιφορῇ τῆς γῆς αὐτοῖς, καταπτήσεται τὰ ὄρνεα καὶ προκατεδεῖται τὴν ἅπασαν τοῦ θέρους ἐλπίδα.
Hes
.

8

Τὰ γὰρ τοιαῦτα παραινέσεις μὲν καὶ ὑποθήκας λέγων οὐκ ἄν τις ἁμαρτάνοι, μαντικῆς δὲ πάμπολυ ἀποδεῖν μοι δοκεῖ, ἧς τὸ ἔργον τὰ ἄδηλα καὶ οὐδαμῆ οὐδαμῶς φανερὰ προγιγνώσκειν—ὥσπερ
5τὸ τῷ Μίνωϊ προειπεῖν ὅτι ἐν τῷ τοῦ μέλιτος πίθῳ ὁ παῖς ἔσται αὐτῷ ἀποπεπνιγμένος, καὶ τὸ τοῖς Ἀχαιοῖς προμηνῦσαι τῆς Ἀπόλλωνος ὀργῆς τὴν αἰτίαν καὶ τῷ δεκάτῳ ἔτει ἁλώσεσθαι τὸ Ἴλιον. ταῦτα γὰρ ἡ μαντική. ἐπεὶ καὶ τὰ
10τοιαῦτα εἴ τις αὐτῇ ἀνατιθείη, οὐκ ἂν φθάνοι κἀμὲ μάντιν λέγων. προερῶ γὰρ καὶ προθεσπιῶ καὶ ἄνευ Κασταλίας καὶ δάφνης καὶ τρίποδος Δελφικοῦ ὅτι ἂν γυμνὸς τοῦ κρύους περινοστῇ τις, ὕοντος προσέτι ἢ χαλαζῶντος τοῦ θεοῦ, ἠπίαλος234
15οὐ μικρὸς ἐπιπεσεῖται τῷ τοιούτῳ, καὶ, τὸ ἔτι γε τούτου μαντικώτερον, ὅτι καὶ θέρμη μετὰ ταῦτα ὡς τὸ εἰκός ἐπιγενήσεται· καὶ ἄλλα πολλὰ τοιαῦτα ὧν γελοῖον ἂν εἴη μεμνῆσθαι.
Hes
.

9

Ὥστε τὰς μὲν τοιαύτας ἀπολογίας καὶ μαντείας ἄφες. ἐκεῖνο δὲ ὃ εἴρηκας ἐν ἀρχῇ, ἴσως παρα‐ δέχεσθαι ἄξιον, ὡς οὐδὲν ᾔδεισθα τῶν λεγομένων, ἀλλά τις ἔμπνοια δαιμόνιος ἐνεποίει σοι τὰ μέτρα,
5οὐ πάνυ οὐδὲ ἐκείνη βέβαιος οὖσα· οὐ γὰρ ἂν τὰ μὲν ἐπετέλει τῶν ὑπεσχημένων, τὰ δ’ ἀτελῆ
ἀπελίμπανεν.236