TLG 0062 060 :: LUCIANUS :: Harmonides

LUCIANUS Soph.
(Samosatenus: A.D. 2)

Scholia: Cf. SCHOLIA IN LUCIANUM (5029)

Harmonides

Source: Kilburn, K. (ed.), Lucian, vol. 6. Cambridge, Mass.: Harvard University Press, 1959 (repr. 1968): 216–224.

Citation: Section — (line)

Harm
.

t

ΑΡΜΟΝΙΔΗΣ
Harm
.

1

Ἁρμονίδης ὁ αὐλητὴς ἤρετό ποτε Τιμόθεον διδάσκαλον αὐτοῦ ὄντα, Εἰπέ μοι, ἔφη, ὦ Τιμόθεε, πῶς ἂν ἔνδοξος γενοίμην ἐπὶ τῇ τέχνῃ; καὶ τί ποιοῦντα εἴσονταί με οἱ Ἕλληνες ἅπαντες; τὰ
5μὲν γὰρ ἄλλα εὖ ποιῶν ἐδιδάξω με ἤδη, ἁρμόσασθαι τὸν αὐλὸν ἐς τὸ ἀκριβὲς καὶ ἐμπνεῖν ἐς τὴν γλωσσίδα λεπτόν τι καὶ ἐμμελὲς καὶ ὑποβάλλειν τοὺς δακτύλους εὐαφῶς ὑπὸ πυκνῇ τῇ ἄρσει καὶ θέσει καὶ βαίνειν ἐν ῥυθμῷ καὶ σύμφωνα εἷναι τὰ
10μέλη πρὸς τὸν χορὸν καὶ τῆς ἁρμονίας ἑκάστης διαφυλάττειν τὸ ἴδιον, τῆς Φρυγίου τὸ ἔνθεον, τῆς Λυδίου τὸ Βακχικόν, τῆς Δωρίου τὸ σεμνόν, τῆς Ἰωνικῆς τὸ γλαφυρόν. ταῦτα μὲν οὖν πάντα ἐκμεμάθηκα παρὰ σοῦ· τὰ μέγιστα δὲ καὶ ὧν
15ἕνεκα ἐπεθύμησα τῆς αὐλητικῆς, οὐχ ὁρῶ πῶς ἂν ἀπ’ αὐτῆς μοι προσγένοιτο, ἡ δόξα ἡ παρὰ τῶν πολλῶν καὶ τὸ ἐπίσημον εἶναι ἐν πλήθεσι καὶ δεί‐ κνυσθαι τῷ δακτύλῳ, καὶ ἤν που φανῶ, εὐθὺς ἐπιστρέφεσθαι πάντας εἰς ἐμὲ καὶ λέγειν τοὔνομα,
20οὗτος Ἁρμονίδης ἐκεῖνός ἐστιν ὁ ἄριστος αὐλητής, ὥσπερ ὅτε καὶ σύ, ὦ Τιμόθεε, τὸ πρῶτον ἐλθὼν οἴκοθεν ἐκ Βοιωτίας ὑπηύλησας τῇ Πανδιονίδι καὶ ἐνίκησας ἐν τῷ Αἴαντι τῷ ἐμμανεῖ, τοῦ ὁμωνύ‐
μου σοι ποιήσαντος τὸ μέλος, οὐδεὶς ἦν ὃς216
25ἠγνόει τοὔνομα, Τιμόθεον ἐκ Θηβῶν. ἀλλ’ ἔνθα ἂν καὶ νῦν φανῇς, συνθέουσιν ἐπὶ σὲ πάντες ὥσπερ ἐπὶ τὴν γλαῦκα τὰ ὄρνεα. ταῦτ’ ἐστὶν δι’ ἅπερ ηὐξάμην αὐλητὴς γενέσθαι καὶ ὑπὲρ ὧν πεπόνηκα τὸν πόνον τὸν πολύν· ἐπεὶ τό γε αὐλεῖν
30αὐτὸ ἄνευ τοῦ ἔνδοξον εἶναι δι’ αὐτὸ οὐκ ἂν δεξαίμην ἀγνώστῳ μοι προσγενόμενον, οὐδ’ εἰ Μαρσύας ἢ Ὄλυμπος γενήσεσθαι μέλλοιμι λανθά‐ νων. οὐδὲν γὰρ ὄφελος ἀπορρήτου, φασί, καὶ ἀφανοῦς τῆς μουσικῆς. ἀλλὰ σύ, ἔφη, καὶ ταῦτα
35παίδευσόν με, ὅπως μοι χρηστέον κἀμαυτῷ καὶ τῇ τέχνῃ, καί σοι διττὴν εἴσομαι τὴν χάριν, καὶ ἐπὶ τῇ αὐλήσει καί, τὸ μέγιστον, ἐπὶ τῇ δόξῃ αὐτῆς.
Harm
.

2

Ἀποκρίνεται οὖν αὐτῷ ὁ Τιμόθεος, Ἀλλ’, ὦ Ἁρμονίδη, ἐρᾷς μέν, ἔφη, εὖ ἴσθι, οὐ μικροῦ πράγματος, ἐπαίνου καὶ δόξης καὶ ἐπίσημος εἶναι καὶ γιγνώσκεσθαι πρὸς τῶν πολλῶν, τοῦτο δὲ εἰ
5μὲν οὑτωσί πως ἐς τὰ πλήθη παριὼν ἐπιδεικνύμε‐ νος ἐθέλοις πορίζεσθαι, μακρὸν ἂν γένοιτο, καὶ οὐδὲ οὕτως ἅπαντες εἴσονταί σε. ποῦ γὰρ ἂν εὑρεθείη ἢ θέατρον ἢ στάδιον οὕτω μέγα, ἐν ᾧ πᾶσιν αὐλήσεις τοῖς Ἕλλησιν; ὡς δὲ ποιήσας
10γνωσθήσῃ αὐτοῖς καὶ ἐπὶ τὸ πέρας ἀφίξῃ τῆς εὐχῆς, ἐγὼ καὶ τοῦτο ὑποθήσομαί σοι· σὺ γὰρ αὔλει μὲν καὶ πρὸς τὰ θέατρα ἐνίοτε, ἀτὰρ ὀλίγον μελέτω σοι τῶν πολλῶν. ἡ δὲ ἐπίτομος καὶ ῥᾷστα ἐπὶ τὴν δόξαν ἄγουσα ἥδε ἐστίν. εἰ γὰρ
15ἐπιλεξάμενος τῶν ἐν τῇ Ἑλλάδι τοὺς ἀρίστους καὶ ὀλίγους αὐτῶν ὅσοι κορυφαῖοι καὶ ἀναμφιλόγως θαυμαστοὶ καὶ ἐπ’ ἀμφότερα πιστοί, εἰ τούτοις,
φημί, ἐπιδείξαιο τὰ αὐλήματα καὶ οὗτοι ἐπαινέσον‐ ταί σε, ἅπασιν Ἕλλησι νόμιζε ἤδη γεγενῆσθαι218
20γνώριμος ἐν οὕτω βραχεῖ. καὶ τὸ πρᾶγμα ὅρα πῶς συντίθημι· εἰ γὰρ οὓς ἅπαντες ἴσασι καὶ οὓς θαυμάζουσιν, οὗτοι δὲ εἴσονταί σε αὐλητὴν εὐδόκι‐ μον ὄντα, τί σοι δεῖ τῶν πολλῶν, οἵ γε πάντως ἀκολουθήσουσι τοῖς ἄμεινον κρῖναι δυναμένοις;
25ὁ γάρ τοι πολὺς οὗτος λεώς, αὐτοὶ μὲν ἀγνοοῦσι τὰ βελτίω, βάναυσοι ὄντες οἱ πολλοὶ αὐτῶν, ὅντινα δ’ ἂν οἱ προὔχοντες ἐπαινέσωσι, πιστεύουσι μὴ ἂν ἀλόγως ἐπαινεθῆναι τοῦτον· ὥστε ἐπαινέ‐ σουσι καὶ αὐτοί. καὶ γὰρ οὖν καὶ ἐν τοῖς ἀγῶσιν
30οἱ μὲν πολλοὶ θεαταὶ ἴσασι κροτῆσαί ποτε καὶ συρίσαι, κρίνουσι δὲ ἑπτὰ ἢ πέντε ἢ ὅσοι δή.
Harm
.

3

Ταῦτα ὁ μὲν Ἁρμονίδης οὐκ ἔφθη ποιῆσαι. μεταξὺ γὰρ αὐλῶν, φασίν, ὅτε τὸ πρῶτον ἠγωνί‐ ζετο, φιλοτιμότερον ἐμφυσῶν ἐναπέπνευσε τῷ αὐλῷ καὶ ἀστεφάνωτος ἐν τῇ σκηνῇ ἀπέθανε τὸ
5αὐτὸ καὶ πρῶτον καὶ ὕστατον αὐλήσας ἐν τοῖς Διονυσίοις. Ὁ μέντοι τοῦ Τιμοθέου λόγος οὐκ αὐληταῖς οὐδὲ Ἁρμονίδῃ μόνον εἰρῆσθαί μοι δοκεῖ, ἀλλὰ πᾶσιν ὅσοι δόξης ὀρέγονται δημόσιόν τι ἐπιδεικνύ‐
10μενοι, τοῦ παρὰ τῶν πολλῶν ἐπαίνου δεόμενοι. ἔγωγ’ οὖν ὁπότε καὶ αὐτὸς ἐνενόουν τὰ ὅμοια περὶ τῶν ἐμαυτοῦ καὶ ἐζήτουν ὅπως ἂν τάχιστα γνωσθείην πᾶσιν, τῷ Τιμοθέου λόγῳ ἑπόμενος ἐσκοπούμην ὅστις ὁ ἄριστος εἴη τῶν ἐν τῇ πόλει
15καὶ ὅτῳ πιστεύσουσιν οἱ ἄλλοι καὶ ὃς ἀντὶ πάντων ἀρκέσειεν ἄν. οὕτω δὲ ἄρα σὺ ἔμελλες ἡμῖν φαίνεσθαι τῷ δικαίῳ λόγῳ, ὅ τι περ τὸ κεφάλαιον ἀρετῆς ἁπάσης, ὁ γνώμων, φασί, καὶ ὁ ὀρθὸς
κανὼν τῶν τοιούτων. εἰ δέ σοι δείξαιμι τἀμὰ220
20καὶ σὺ ἐπαινέσειας αὐτά—εἴη γὰρ οὕτω φανήσε‐ σθαι—, καὶ δὴ ἐπὶ πέρας ἥκειν με τῆς ἐλπίδος ἐν μιᾷ ψήφῳ τὰς ἁπάσας λαβόντα. ἢ τίνα γὰρ ἂν πρὸ σοῦ ἑλόμενος οὐχὶ παραπαίειν ἂν δικαίως νομισθείην; ὥστε λόγῳ μὲν ἐφ’ ἑνὸς ἀνδρὸς
25ἀναρρίψομεν τὸν κύβον, τὸ δ’ ἀληθὲς ὥσπερ ἂν εἰ τοὺς ἁπανταχόθεν ἀνθρώπους συγκαλέσας ἐς κοινὸν θέατρον ἐπιδεικνυοίμην τοὺς λόγους. δῆλον γὰρ ὡς καθ’ ἕνα τε καὶ συνάμα πάντων συνειλεγ‐ μένων μόνος αὐτὸς ἀμείνων ἂν ἦσθα. οἱ μέν γε
30τῶν Λακεδαιμονίων βασιλεῖς, τῶν ἄλλων ἑκάστου μίαν ψῆφον φερόντων, ἐκεῖνοι μόνοι ἑκάτερος αὐτῶν δύο ἔφερον, σὺ δὲ καὶ τὰς τῶν ἐφόρων καὶ τὰς τῶν γερόντων προσέτι, καὶ ὅλως ἁπάντων ὁ πολυψηφότατος ἐν παιδείᾳ σύ γε, καὶ μάλιστα
35ὅσῳ τὴν λευκὴν ἀεὶ καὶ σώζουσαν φέρεις, ὃ καὶ θαρρεῖν με ἐν τῷ παρόντι ποιεῖ διά γε τὸ μέγεθος τοῦ τολμήματος καὶ πάνυ δικαίως ἂν φοβηθέντα. κἀκεῖνο δὲ νὴ Δία προσέτι καὶ αὐτὸ θαρρεῖν ποιεῖ, τὸ μὴ παντάπασιν ἀλλότρια τἀμὰ
40εἶναί σοι, ὃς πόλεώς γε ἐκείνης εἰμί, ἣν πολλάκις εὖ ἐποίησας, τὸ μὲν πρῶτον ἰδίᾳ, τὸ δὲ δεύτερον κοινῇ μετὰ παντὸς τοῦ ἔθνους. ὥστε ἤν που καὶ νῦν ἐμοὶ ἐς τὸ χεῖρον ῥέπωσιν αἱ ψῆφοι ἐν τῷ λόγῳ καὶ ἐλάττους ὦσιν αἱ ἀμείνους, σὺ δὲ τὴν
45τῆς Ἀθηνᾶς προστιθεὶς ἀναπλήρου τὸ ἐνδέον παρὰ σεαυτοῦ καὶ τὸ ἐπανόρθωμα οἰκεῖόν σοι δοκείτω.
Harm
.

4

Καὶ γὰρ οὐδὲ ἐκεῖνό μοι ἱκανόν, εἰ πολλοὶ
ἐθαύμασαν πρότερον, εἰ ἔνδοξος ἤδη ἐγώ, εἰ ἐπαινοῦνται πρὸς τῶν ἀκουσάντων οἱ λόγοι. πάντα ἐκεῖνα ὑπηνέμια ὀνείρατα, φασί, καὶ222
5ἐπαίνων σκιαί. τὸ δ’ ἀληθὲς ἐν τῷ παρόντι δειχθήσεται· οὗτος ἀκριβὴς ὅρος τῶν ἐμῶν, οὐδὲν ἀμφίδοξον ἔτι οὐδ’ ὡς ἄν τις ἐνδοιάσειεν, ἀλλ’ ἢ ἄριστον κατὰ παιδείαν δεήσει νομίζεσθαι, σοί γε δόξαν, ἢ πάντων—εὐφημεῖν δὲ χρὴ πρὸς
10οὕτω μέγαν ἀγῶνα χωροῦντα. δόξαιμεν γάρ, ὦ θεοί, λόγου ἄξιοι καὶ βεβαιώσαιτε ἡμῖν τὸν παρὰ τῶν ἄλλων ἔπαινον, ὡς τὸ λοιπὸν θαρροῦντας ἐς τοὺς πολλοὺς παρεῖναι. πᾶν γὰρ ἤδη στάδιον
ἧττον φοβερὸν τῷ Ὀλύμπια τὰ μεγάλα νενικηκότι.224