TLG 0062 059 :: LUCIANUS :: Apologia

LUCIANUS Soph.
(Samosatenus: A.D. 2)

Scholia: Cf. SCHOLIA IN LUCIANUM (5029)

Apologia

Source: Kilburn, K. (ed.), Lucian, vol. 6. Cambridge, Mass.: Harvard University Press, 1959 (repr. 1968): 192–212.

Citation: Section — (line)

Apol
.

t

ΑΠΟΛΟΓΙΑ
Apol
.

1

Πάλαι σκοπῶ πρὸς ἐμαυτόν, ὦ καλὲ Σαβῖνε, ἅτινά σοι εἰκὸς ἐπελθεῖν εἰπεῖν ἀναγνόντι ἡμῶν τὸ περὶ τῶν ἐπὶ μισθῷ συνόντων βιβλίον· ὅτι μὲν γὰρ οὐκ ἀγελαστὶ διεξῄεις αὐτὸ καὶ πάνυ μοι
5πρόδηλον. ἃ δὲ μεταξὺ καὶ ἐπὶ πᾶσιν ὑπὸ σοῦ ἐλέγετο, ταῦτα νῦν ἐφαρμόττειν ζητῶ τοῖς ἀνεγ‐ νωσμένοις. εἰ τοίνυν μὴ κακὸς ἐγὼ μαντικήν, δοκῶ μοι ἀκούειν σου λέγοντος· Εἶτά τις αὐτὸς ταῦτα γεγραφὼς καὶ κατηγορίαν οὕτω δεινὴν κατὰ
10τοῦ τοιούτου βίου διεξελθών, ἔπειτα πάντων ἐκλαθόμενος, ὀστράκου, φησί, μεταπεσόντος ἑκὼν ἑαυτὸν φέρων ἐς δουλείαν οὕτω περιφανῆ καὶ περίβλεπτον ἐνσέσεικεν; πόσοι Μίδαι καὶ Κροῖσοι καὶ Πακτωλοὶ ὅλοι μετέπεισαν αὐτὸν ἀφεῖναι μὲν
15τὴν ἐκ παίδων φίλην καὶ σύντροφον ἐλευθερίαν, πρὸς αὐτῷ δὲ ἤδη τῷ Αἰακῷ γενόμενον καὶ μονονουχὶ τὸν ἕτερον πόδα ἐν τῷ πορθμείῳ ἔχοντα παρέχειν ἑαυτὸν ἕλκεσθαι καὶ σύρεσθαι καθάπερ ὑπὸ κλοιῷ τινι χρυσῷ τὸν αὐχένα δεθέντα;
20οἷά ἐστι τῶν τρυφώντων πλουσίων τὰ σφιγγία καὶ τὰ κουράλλια; πολλὴ γοῦν ἡ διαφωνία τοῦ νῦν
βίου πρὸς τὸ σύγγραμμα καὶ τὸ ἄνω τοὺς ποταμοὺς χωρεῖν καὶ ἀνεστράφθαι τὰ πάντα καὶ παλινῳδεῖν πρὸς τὸ χεῖρον· τοῦτ’ ἂν εἴη οὐχ ὑπὲρ Ἑλένης μὰ192
25Δί’ οὐδ’ ὑπὲρ τῶν ἐπ’ Ἰλίῳ γενομένων, ἀλλ’ ἔργῳ ἀνατρεπομένων τῶν λόγων καλῶς πρότερον εἰρῆ‐ σθαι δοκούντων.
Apol
.

2

Ταῦτα μὲν πρὸς ἑαυτόν ὡς τὸ εἰκός λέλεκταί σοι. ἐπάξεις δὲ ἴσως καὶ πρὸς αὐτὸν ἐμὲ ξυμβου‐ λήν τινα τοιαύτην οὐκ ἄκαιρον, ἀλλὰ φιλικὴν καὶ οἵῳ σοι χρηστῷ καὶ φιλοσόφῳ ἀνδρὶ πρέπουσαν.
5ἢν μὲν οὖν κατ’ ἀξίαν ὑποδὺς τὸ σὸν πρόσωπον ὑποκρίνωμαι, εὖ ἂν ἡμῖν ἔχοι καὶ τῷ Λογίῳ θύσομεν· εἰ δὲ μή, ἀλλὰ σὺ προσθήσεις τὰ ἐνδέοντα. ὥρα τοίνυν μετασκευάσαντας ἡμᾶς τὴν σκηνὴν ἐμὲ μὲν σιωπᾶν καὶ ἀνέχεσθαι τεμνόμενον
10καὶ καιόμενον, εἰ δέοι, ἐπὶ σωτηρίᾳ, σὲ δ’ ἐπιπάτ‐ τειν τῶν φαρμάκων καὶ τὴν σμίλην ἅμα πρόχειρον ἔχοντα καὶ τὸ καυτήριον διάπυρον. καὶ δὴ παραλαβὼν τὴν ῥήτραν σὺ ταῦτα πρός με ὁ Σαβῖνος ἤδη λέγεις.
Apol
.

3

Πάλαι μέν, ὦ φιλότης, ὡς εἰκός, εὐδοκίμηταί σοι τουτὶ τὸ σύγγραμμα καὶ ἐν πολλῷ πλήθει δειχθέν, ὡς οἱ τότε ἀκροασάμενοι διηγοῦντο, καὶ ἰδίᾳ παρὰ τοῖς πεπαιδευμένοις ὁπόσοι ὁμιλεῖν
5αὐτῷ καὶ διὰ χειρὸς ἔχειν ἠξίωσαν. ἥ τε γὰρ τῶν λόγων παρασκευὴ οὐ μεμπτὴ καὶ ἡ ἱστορία πολλὴ καὶ ἐμπειρία τῶν πραγμάτων καὶ ὅτι ἕκαστα σαφῶς ἐλέγετο, καὶ, τὸ μέγιστον, ὅτι χρήσιμα πᾶσιν ἦν καὶ μάλιστα τοῖς πεπαιδευμένοις, ὡς μὴ
10ὑπ’ ἀγνοίας σφᾶς αὐτοὺς εἰς δουλείαν ὑπάγοιεν.
ἐπεὶ δέ σοι μετέδοξε βελτίω ταῦτα εἶναι τὴν μὲν ἐλευθερίαν μακρὰ χαίρειν ἐᾶν, ζηλῶσαι δὲ τὸ ἀγεννέστατον ἐκεῖνο ἰαμβεῖον
ὅπου τὸ κέρδος, παρὰ φύσιν δουλευτέον,
194
15ὅρα ὅπως μηδεὶς ἔτι ἀκούσεταί σου ἀναγινώσκον‐ τος αὐτό, ἀλλὰ μηδὲ ἄλλῳ παράσχῃς τῶν τὸν παρόντα σου βίον ὁρώντων ἐπελθεῖν τὰ γεγραμ‐ μένα, εὔχου δὲ Ἑρμῇ τῷ χθονίῳ καὶ τῶν ἀκηκο‐ ότων πρότερον πολλὴν λήθην κατασκεδάσαι, ἢ
20δόξεις τὸν τοῦ Κορινθίου μῦθόν τι πεπονθέναι, κατὰ σαυτοῦ ὁ Βελλεροφόντης γεγραφὼς τὸ βιβλίον. μὰ γὰρ τὸν Δί’ οὐχ ὁρῶ τὴν ἀπολογίαν ἥτις ἂν εὐπρόσωπός σοι γένοιτο πρὸς τοὺς κατηγοροῦντας, καὶ μάλιστα, ἢν σὺν γέλωτι αὐτὸ
25ποιῶσιν ἐπαινοῦντες μὲν τὰ γεγραμμένα καὶ τὴν ἐν αὐτοῖς ἐλευθερίαν, αὐτὸν δὲ τὸν συγγραφέα δουλεύοντα ὁρῶντες καὶ ἑκόντα ὑποτιθέντα τὸν
Apol
.

4

αὐχένα τῷ ζυγῷ. οὐκ ἀπεικότα γ’ οὖν λέγοιεν ἄν, εἰ λέγοιεν ἤτοι ἄλλου του γενναίου ἀνδρὸς εἶναι τὸ βιβλίον καὶ σὲ τὸν κολοιὸν ἀλλοτρίοις πτεροῖς ἀγάλλεσθαι· ἢ εἴπερ σόν ἐστιν, ὅμοιά σε τῷ
5Σαλαίθῳ ποιεῖν, ὃς πικρότατον κατὰ μοιχῶν θεὶς τοῖς Κροτωνιάταις νόμον καὶ θαυμαζόμενος ἐπ’ αὐτῷ μετὰ μικρὸν αὐτὸς ἑάλω μοιχεύων τοῦ ἀδελφοῦ τὴν γυναῖκα. περὶ πόδα τοίνυν καὶ σὲ τὸν Σάλαιθον ἐκεῖνον εἶναι φαίη τις ἄν· μᾶλλον
10δὲ πολὺ μετριώτερος ἐκεῖνος, ἔρωτι μὲν ἁλούς, ὡς ἔφασκεν ἀπολογούμενος, ἑκὼν δὲ μάλα εὐψύχως ἐς τὸ πῦρ ἁλλόμενος, καίτοι ἐλεούντων αὐτὸν ἤδη Κροτωνιατῶν καὶ ἐνδιδόντων φυγεῖν, εἰ βούλοιτο.
τὸ δὲ σὸν οὐ παρὰ μικρὸν ἀτοπώτερον, ἀκριβοῦντος196
15μὲν ἐν τοῖς λόγοις τὴν τοῦ τοιούτου βίου δουλοπρέ‐ πειαν καὶ κατηγοροῦντος εἴ τις εἰς πλουσίου τινὸς ἐμπεσὼν καὶ καθείρξας ἑαυτὸν ἀνέχοιτο μυρία τὰ δυσχερῆ πάσχων καὶ ποιῶν, ἐν γήρᾳ δὲ ὑστάτῳ καὶ σχεδὸν ἤδη ὑπὲρ τὸν οὐδὸν οὕτως
20ἀγεννῆ λατρείαν ἐπανῃρημένου καὶ μονονουχὶ καὶ ἐμπομπεύοντος αὐτῇ. ὅσῳ γοῦν πᾶσιν ἐπισημό‐ τερος εἶναι δοκεῖς, τοσούτῳ καταγελαστότερος ἂν δόξειας εἶναι ἀντιφωνοῦντος τοῦ νῦν βίου τῷ βιβλίῳ.
Apol
.

5

Καίτοι τί δεῖ καινὴν ἐπὶ σὲ κατηγορίαν ζητεῖν μετὰ τὴν θαυμαστὴν τραγῳδίαν λέγουσαν
μισῶ σοφιστήν, ὅστις οὐχ αὑτῷ σοφός; οὐκ ἀπορήσουσι δὲ οἱ κατηγοροῦντες καὶ ἄλλων
5παραδειγμάτων ἐπί σε, ἀλλ’ οἱ μὲν τοῖς τραγικοῖς ὑποκριταῖς εἰκάσουσιν, οἳ ἐπὶ μὲν τῆς σκηνῆς Ἀγαμέμνων ἕκαστος αὐτῶν ἢ Κρέων ἢ αὐτὸς Ἡρακλῆς εἰσιν, ἔξω δὲ Πῶλος ἢ Ἀριστόδημος ἀποθέμενοι τὰ προσωπεῖα γίγνονται ὑπόμισθοι
10τραγῳδοῦντες, ἐκπίπτοντες καὶ συριττόμενοι, ἐνίοτε δὲ καὶ μαστιγούμενοί τινες αὐτῶν, ὡς ἂν τῷ θεάτρῳ δοκῇ. ἄλλοι δὲ τὸ τοῦ πιθήκου πεπονθέναι σε φήσουσιν ὃν Κλεοπάτρᾳ τῇ πάνυ φασὶ γενέσθαι· ἐκεῖνον γὰρ διδαχθέντα τέως μὲν ὀρχεῖσθαι πάνυ
15κοσμίως καὶ ἐμμελῶς καὶ ἐπὶ πολὺ θαυμάζεσθαι μένοντα ἐν τῷ σχήματι καὶ τὸ πρέπον φυλάττοντα καὶ τοῖς ᾄδουσι καὶ αὐλοῦσι συγκινούμενον ὑμέναιον, ἐπεὶ δὲ εἶδεν ἰσχάδα οἶμαι ἢ ἀμύγδαλον πόρρω κειμένην, μακρὰ χαίρειν φράσαντα τοῖς αὐλοῖς
20καὶ ῥυθμοῖς καὶ ὀρχήμασι συναρπάσαντα κατατρώ‐ γειν, ἀπορρίψαντα, μᾶλλον δὲ συντρίψαντα τὸ πρόσωπον. καὶ σὺ τοίνυν, φαῖεν ἄν, οὐχ ὑποκριτής, ἀλλὰ ποιητὴς τῶν καλλίστων καὶ νομοθέτης γενόμενος ὑπὸ ἰσχάδος ταυτησὶ παραφανείσης198
Apol
.

6

ἠλέγχθης πίθηκος ὢν καὶ ἀπ’ ἄκρου χείλους φιλοσοφῶν καὶ ἕτερα μὲν κεύθων ἐνὶ φρεσίν, ἄλλα δὲ λέγων· ὡς εἰκότως ἄν τινα ἐπὶ σοῦ εἰπεῖν ὅτι ἃ λέγεις καὶ ἐφ’ οἷς ἐπαινεῖσθαι ἀξιοῖς, χείλεα
5μέν σου ἐδίηνεν, ὑπερῴην δὲ αὐχμῶσαν καταλέ‐ λοιπεν. τοιγαροῦν παρὰ πόδας εὐθὺς ἔτισας δίκην, προπετῶς μὲν θρασυνάμενος πρὸς τὰς ἀνθρώπων χρείας, μετὰ μικρὸν δὲ μονονουχὶ ὑπὸ κήρυξιν ἐξομοσάμενος τὴν ἐλευθερίαν. καὶ ἐῴκει ἡ Ἀδράσ‐
10τεια τότε κατόπιν ἐφεστῶσά σοι εὐδοκιμοῦντι ἐφ’ οἷς κατηγόρεις τῶν ἄλλων, καταγελᾶν ὡς ἂν θεὸς εἰδυῖα τὴν μέλλουσάν σοι ἐς τὰ ὅμοια μεταβολὴν καὶ ὅτι οὐκ εἰς τὸν κόλπον πτύσας πρότερον ἠξίους κατηγορεῖν τῶν διὰ ποικίλας τινὰς τύχας
15τοιαῦτα πράττειν ὑπομενόντων. εἰ γοῦν ὑποθοῖτό τις τῷ λόγῳ τὸν Αἰσχίνην μετὰ τὴν κατὰ τοῦ Τι‐ μάρχου κατηγορίαν αὐτὸν ἁλῶναι καὶ φωραθῆναι
Apol
.

7

τὰ ὅμοια πάσχοντα, πόσον ἂν οἴει παρὰ τῶν ὁρώντων γενέσθαι τὸν γέλωτα, εἰ Τίμαρχον μὲν ηὔθυνεν ἐπὶ τοῖς καθ’ ὥραν ἡμαρτημένοις, αὐτὸς δὲ γέρων ἤδη τοιαῦτα εἰς ἑαυτὸν παρενόμει; τὸ
5δ’ ὅλον ἐκείνῳ τῷ φαρμακοπώλῃ ἔοικας ὃς ἀποκηρύττων βηχὸς φάρμακον καὶ αὐτίκα κατα‐ παύσειν τοὺς πάσχοντας ὑπισχνούμενος αὐτὸς με‐
ταξὺ σπώμενος ὑπὸ βηχὸς ἐφαίνετο.200
Apol
.

8

Ταῦτα μὲν καὶ τὰ τοιαῦτα πολλὰ ἕτερα εἴποι τις ἂν οἷος σὺ κατηγορῶν ἐν οὕτως ἀμφιλαφεῖ τῇ ὑποθέσει καὶ μυρίας τὰς ἀφορμὰς παρεχομένῃ. ἐγὼ δὲ ἤδη σκοπῶ ἥντινα καὶ τράπωμαι πρὸς τὴν
5ἀπολογίαν. ἆρά μοι κράτιστον, ἐθελοκακήσαντα καὶ τὰ νῶτα ἐπιστρέψαντα καὶ ἀδικεῖν οὐκ ἀρνούμενον ἐπὶ τὴν κοινὴν ἐκείνην ἀπολογίαν καταφυγεῖν, —λέγω δὲ τὴν Τύχην καὶ Μοῖραν καὶ Εἱμαρμένην—καὶ παραιτεῖσθαι συγγνώμην ἔχειν
10μοι τοὺς ἐπιτιμῶντας εἰδότας ὡς οὐδενὸς ἡμεῖς κύριοι, ἀλλ’ ὑπό τινος κρείττονος, μᾶλλον δὲ μιᾶς τῶν προειρημένων ἀγόμεθα οὐχ ἑκόντες, ἀλλ’ ἀναίτιοι παντάπασιν ὄντες ὧν ἂν λέγωμεν ἢ ποιῶμεν; ἢ τοῦτο μὲν κομιδῇ ἰδιωτικόν, καὶ
15οὐδ’ ἂν σύ με, ὦ φιλότης, ἀνάσχοιο τοιαύτην ἀπολογίαν προϊσχόμενον καὶ συνήγορον τὸν Ὅμη‐ ρον παραλαμβάνοντα καὶ τὰ ἐκείνου ἔπη ῥαψῳ‐ δοῦντα,
Μοῖραν δ’ οὔτινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν
20καὶ τὸ
γεινομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκε μήτηρ.
Apol
.

9

Εἰ δὲ τοῦτον ἀφεὶς τὸν λόγον ὡς οὐ πάνυ ἀξιόπιστον ἐκεῖνο λέγοιμι, μήτε ὑπὸ χρημάτων μήτε ὑπ’ ἄλλης τινὸς ἐλπίδος τοιαύτης δελεασθεὶς ὑποστῆναι τὴν παροῦσαν συνουσίαν, ἀλλὰ τὴν
5σύνεσιν καὶ ἀνδρείαν καὶ μεγαλόνοιαν τοῦ ἀνδρὸς θαυμάσας ἐθελῆσαι κοινωνῆσαι πράξεων τῷ τοιούτῳ, δέδοικα μὴ πρὸς τῇ ἐπιφερομένῃ κα‐
τηγορίᾳ κολακείας αἰτίαν προσλαβὼν κᾆτα εὑρίσκωμαι ἥλῳ, φασίν, ἐκκρούων τὸν ἧλον, καὶ202
10μείζονί γε τὸν σμικρότερον, ὅσῳ κολακεία τῶν ἄλλων ἁπάντων κακῶν τὸ δουλοπρεπέστατον εἶναι —καὶ ταύτῃ χείριστον—νενόμισται.
Apol
.

10

Τί οὖν ἄλλο, εἰ μήτε ταῦτα μήτε ἐκεῖνα λέγειν δοκεῖ, ὑπόλοιπόν ἐστιν ἢ ὁμολογεῖν μηδὲ ἓν ὑγιὲς εἰπεῖν ἔχειν; μία μοι ἴσως ἐκείνη ἄγκυρα ἔτι ἄβροχος, ὀδύρεσθαι τὸ γῆρας καὶ τὴν νόσον καὶ
5μετὰ τούτων τὴν πενίαν πάντα ποιεῖν καὶ πάσχειν ἀναπείθουσαν ὡς ἐκφύγοι τις αὐτήν. καὶ ἐν τῷ τοιούτῳ οὐκ ἄκαιρον ἴσως καὶ τὴν τοῦ Εὐριπίδου Μήδειαν παρακαλέσαι παρελθοῦσαν εἰπεῖν ὑπὲρ ἐμοῦ ἐκεῖνα τὰ ἰαμβεῖα μικρὸν αὐτὰ παρῳδήσασαν·
10
καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά,
πενία δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων. τὸ μὲν γὰρ τοῦ Θεόγνιδος κἂν ἐγὼ μὴ λέγω, τίς οὐκ οἶδεν, οὐκ ἀπαξιοῦντος καὶ ἐς βαθυκήτεα πόντον σφᾶς αὐτοὺς ῥιπτεῖν καὶ κατὰ κρημνῶν
15ἠλιβάτων, εἴ γε μέλλει τις οὕτως ἀποδράσεσθαι τὴν πενίαν;
Apol
.

11

Ταῦτα μὲν εἶναι δοκεῖ ἅ τις ἂν ὡς ἐν τοιούτῳ ἀπολογήσασθαι ἔχοι, οὐ πάνυ εὐπρόσωπον ἕκαστον αὐτῶν. σὺ δέ μοι θάρρει, ὦ ἑταῖρε, ὡς οὐδενὶ τούτων ἐμοῦ χρησομένου. μὴ γὰρ τοσοῦτός ποτε
5λιμὸς καταλάβοι τὸ Ἄργος ὡς τὴν Κυλλάραβιν σπείρειν ἐπιχειρεῖν· οὐδ’ ἡμεῖς οὕτω πένητες εὐ‐ λόγου ἀπολογίας ὡς ὑπὸ ἀπορίας τὰ τοιαῦτα κρησφύγετα πρὸς τὴν κατηγορίαν ζητεῖν. ἀλλά
μοι ἐκεῖνο ἐννόησον, ὡς πάμπολυ διαφέρει, ἐς204
10οἰκίαν τινὸς πλουσίου ὑπόμισθον παρελθόντα δουλεύειν καὶ ἀνέχεσθαι ὅσα μοί φησιν τὸ βιβλίον, ἢ δημοσίᾳ πράττοντά τι τῶν κοινῶν καὶ ἐς δύναμιν πολιτευόμενον ἐπὶ τούτῳ παρὰ βασιλέως μισθοφορεῖν. διελθὼν δὴ καὶ ἰδίᾳ καταθεὶς ἑκάτε‐
15ρον σκόπει· εὑρήσεις γὰρ τὸ τῶν μουσικῶν δὴ τοῦτο, δὶς διὰ πασῶν τὸ πρᾶγμα, καὶ τοσοῦτον ἐοικότας ἀλλήλοις τοὺς βίους, ὅσον μόλυβδος ἀργύρῳ καὶ χαλκὸς χρυσῷ καὶ ἀνεμώνη ῥόδῳ καὶ ἀνθρώπῳ πίθηκος. μισθὸς μὲν γὰρ κἀκεῖ κἀνταῦθα
20καὶ τὸ ὑπ’ ἄλλῳ τάττεσθαι, τὸ δὲ πρᾶγμα παμπόλ‐ λην ἔχει τὴν διαφωνίαν. ἐκεῖ μὲν γὰρ δουλεία σαφὴς καὶ οὐ πολὺ τῶν ἀργυρωνήτων καὶ οἰκοτρί‐ βων διαφέρουσιν οἱ ἐπὶ τῷ τοιούτῳ εἰσιόντες, οἱ δὲ τὰ κοινὰ διὰ χειρὸς ἔχοντες καὶ πόλεσι καὶ
25ἔθνεσιν ὅλοις σφᾶς αὐτοὺς χρησίμους παρέχοντες οὐκ ἂν εἰκότως ἐκ μόνου τοῦ μισθοῦ διαβάλλοιντο καὶ ἐς ὁμοιότητα καὶ κοινωνίαν τῆς κατηγορίας καθέλκοιντο· ἐπεὶ οὐκ ἂν φθάνοι τις ἁπάσας ἀναιρῶν τὰς τοιαύτας προστασίας, καὶ οὔτε οἱ
30τοσαῦτα ἔθνη ἐπιτροπεύοντες οὔθ’ οἱ τὰς πόλεις ἁρμόττοντες οὔθ’ οἱ τὰς φάλαγγας ἢ στρατόπεδα ὅλα ἐγχειριζόμενοι ὀρθῶς ποιήσουσιν ἐπεὶ καὶ μισθὸς αὐτῶν τῷ ἔργῳ πρόσεστιν. ἀλλ’ οὐκ ἀφ’ ἑνός, οἶμαι, χρὴ ἀνατρέπειν τὰ πάντα οὐδ’
35ἰσοτιμίαν τῶν μισθοφορούντων καθιστάναι.
Apol
.

12

Τὸ δὲ ὅλον οὐ τοὺς μισθαρνοῦντας ἅπαντας ἐγὼ φαύλῳ βίῳ συνεῖναι ἔφασκον, ἀλλὰ τοὺς ἐν ταῖς οἰκίαις ἐπὶ προφάσει παιδεύσεως δουλεύοντας ᾤκτειρον. τουτὶ δέ, ὦ ἑταῖρε, τὸ ἡμέτερον
5πρᾶγμα παντάπασιν ἑτεροῖόν ἐστιν, εἴ γε τὰ μὲν
οἴκοι ἰσότιμα ἡμῖν, δημοσίᾳ δὲ τῆς μεγίστης ἀρχῆς κοινωνοῦμεν καὶ τὸ μέρος συνδιαπράττομεν. ἔγωγ’ οὖν, εἰ σκέψαιο, δόξαιμ’ ἄν σοι οὐ τὸ σμικρότατον τῆς Αἰγυπτίας ταύτης ἀρχῆς ἐγκεχει‐206
10ρίσθαι, τὰς δίκας εἰσάγειν καὶ τάξιν αὐταῖς τὴν προσήκουσαν ἐπιτιθέναι καὶ τῶν πραττομένων καὶ λεγομένων ἁπαξαπάντων ὑπομνήματα γράφεσθαι καὶ τάς τε ῥητορείας τῶν δικαιολογούντων ῥυθμίζειν καὶ τὰς τοῦ ἄρχοντος γνώσεις πρὸς τὸ
15σαφέστατον ἅμα καὶ ἀκριβέστατον σὺν πίστει τῇ μεγίστῃ διαφυλάττειν καὶ παραδιδόναι δημοσίᾳ πρὸς τὸν ἀεὶ χρόνον ἀποκεισομένας, καὶ ὁ μισθὸς οὐκ ἰδιωτικός, ἀλλὰ παρὰ τοῦ βασιλέως, οὐ σμικρὸς οὐδὲ οὗτος, ἀλλὰ πολυτάλαντος· καὶ τὰ
20μετὰ ταῦτα δὲ οὐ φαῦλαι ἐλπίδες, εἰ τὰ εἰκότα γίγνοιτο, ἀλλὰ ἔθνος ἐπιτραπῆναι ἤ τινας ἄλλας πράξεις βασιλικάς.
Apol
.

13

Ἐθέλω γοῦν ἐκ περιττοῦ χρησάμενος τῇ παρ‐ ρησίᾳ καὶ ὁμόσε χωρήσας τῷ ἐπιφερομένῳ ἐγκλή‐ ματι καθ’ ὑπερβολὴν ἀπολογήσασθαι, καὶ δὴ φημί σοι μηδένα μηδὲν ἀμισθὶ ποιεῖν, οὐδ’ ἂν τοὺς τὰ μέγι‐
5στα πράττοντας εἴπῃς, ὅπου μηδὲ βασιλεὺς αὐτὸς ἄμισθός ἐστιν. οὐ φόρους λέγω οὐδὲ δασμούς, ὁπόσοι παρὰ τῶν ἀρχομένων ἐπέτειοι φοιτῶσιν, ἀλλ’ ἔστι βασιλεῖ μισθὸς μέγιστος ἔπαινοι καὶ ἡ παρὰ πᾶσιν εὔκλεια καὶ τὸ ἐπὶ ταῖς εὐεργεσίαις
10προσκυνεῖσθαι, καὶ εἰκόνες δὲ καὶ νεῲ καὶ τεμένη, ὁπόσα παρὰ τῶν ἀρχομένων ἔχουσι, μισθοὶ καὶ ταῦτά εἰσιν ὑπὲρ τῶν φροντίδων καὶ προνοίας, ἣν ἐκφέρονται προσκοποῦντες ἀεὶ τὰ κοινὰ καὶ βελτίω ποιοῦντες. ὡς δὴ μικρὰ μεγάλοις εἰκάζειν,
15ἢν ἐθέλῃς ἀρξάμενος ἀπὸ τῆς τοῦ σωροῦ κορυφῆς
ἐφ’ ἕκαστον τούτων ἀφ’ ὧν σύγκειται καταβαί‐ νειν, ὄψει ὅτι μεγέθει καὶ σμικρότητι διαλλάττομεν τῶν ἀκροτάτων, τὰ δ’ ἄλλα μισθοφόροι ὁμοίως ἅπαντες.208
Apol
.

14

Εἰ μὲν οὖν τοῦτον ἐτεθείκειν τὸν νόμον μηδένα μηδὲν πράττειν, ἔνοχος ἂν εἰκότως ἐδόκουν τῇ παρανομίᾳ, εἰ δὲ τοῦτο μὲν οὐδαμοῦ τοῦ βιβλίου λέλεκταί μοι, χρὴ δὲ τὸν ἀγαθὸν ἄνδρα ἐνεργὸν
5εἶναι, τί ἂν ἄλλο ἐς δέον αὑτῷ χρῷτο, ἢ φίλοις συμπονῶν πρὸς τὰ βέλτιστα κἀν τῷ μέσῳ ὑπαί‐ θριος πεῖραν αὑτοῦ διδοὺς ὅπως ἔχει πίστεως καὶ σπουδῆς καὶ εὐνοίας πρὸς τὰ ἐγκεχειρισμένα, ὡς μὴ τὸ Ὁμηρικὸν ἐκεῖνο “ἐτώσιον ἄχθος ἀρούρης”
10εἴη;
Apol
.

15

Πρὸ δὲ τῶν ὅλων μεμνῆσθαι χρὴ τοὺς ἐπιτιμῶν‐ τας ὅτι οὐ σοφῷ ὄντι μοι—εἰ δή τις καὶ ἄλλος ἐστί που σοφός—ἐπιτιμήσουσιν ἀλλὰ τῶν ἐκ τοῦ πολλοῦ δήμου, λόγους μὲν ἀσκήσαντι καὶ τὰ
5μέτρια ἐπαινουμένῳ ἐπ’ αὐτοῖς, πρὸς δὲ τὴν ἄκραν ἐκείνην τῶν κορυφαίων ἀρετὴν οὐ πάνυ γεγυμνασμένῳ. καὶ μὰ Δί’ οὐδ’ ἐπὶ τούτῳ ἀνιᾶσθαί μοι ἄξιον, ὅτι μηδὲ ἄλλῳ ἐγὼ γοῦν ἐντετύχηκα τὴν τοῦ σοφοῦ ὑπόσχεσιν ἀποπλη‐
10ροῦντι. σοῦ μέντοι καὶ θαυμάσαιμ’ ἂν ἐπιτιμῶντός μου τῷ νυνὶ βίῳ, εἴ γε ἐπιτιμῴης, ὃν πρὸ πολλοῦ ᾔδεις ἐπὶ ῥητορικῇ δημοσίᾳ μεγίστας μισθοφορὰς ἐνεγκάμενον, ὁπότε κατὰ θέαν τοῦ ἑσπερίου Ὠκεανοῦ καὶ τὴν Κελτικὴν ἅμα ἐπιὼν ἐνέτυχες
15ἡμῖν τοῖς μεγαλομίσθοις τῶν σοφιστῶν ἐναριθμου‐ μένοις.
Ταῦτά σοι, ὦ ἑταῖρε, καίτοι ἐν μυρίαις ταῖς ἀσχολίαις ὢν ὅμως ἀπελογησάμην, οὐκ ἐν παρέργῳ θέμενος τὴν λευκὴν παρὰ σοῦ καὶ πλήρη μοι210
20ἐνεχθῆναι· ἐπεὶ πρός γε τοὺς ἄλλους, κἂν συνάμα πάντες κατηγορῶσιν, ἱκανὸν ἂν εἴη μοι τό οὐ
φροντὶς Ἱπποκλείδῃ.212