TLG 0062 043 :: LUCIANUS :: Fugitivi

LUCIANUS Soph.
(Samosatenus: A.D. 2)

Scholia: Cf. SCHOLIA IN LUCIANUM (5029)

Fugitivi

Source: Harmon, A.M. (ed.), Lucian, vol. 5. Cambridge, Mass.: Harvard University Press, 1936 (repr. 1972): 54–98.

Citation: Section — (line)

Fug
.

t

ΔΡΑΠΕΤΑΙ
Fug
.

1

ΑΠΟΛΛΩΝ
1 Ἀληθῆ ταῦτά φασιν, πάτερ, ὡς ἐμβάλοι τις φέρων αὑτὸν εἰς τὸ πῦρ κατέναντι Ὀλυμπίων, ἤδη πρεσβύτης ἄνθρωπος, οὐκ ἀγεννὴς θαυματοποιὸς τὰ τοιαῦτα; ἡ Σελήνη γὰρ ἡμῖν διηγεῖτο, αὐτὴ
5ἑωρακέναι καιόμενον λέγουσα.
5ΖΕΥΣ Καὶ πάνυ ἀληθῆ, ὦ Ἄπολλον· ὡς μή ποτε γενέσθαι ὤφελεν.
7ΑΠΟΛΛΩΝ Οὕτω χρηστὸς ὁ γέρων ἦν καὶ ἀνάξιος ἐν πυρὶ ἀπολωλέναι;
9ΖΕΥΣ
10 Καὶ τοῦτο μὲν ἴσως· ἀλλ’ ἐγὼ πολλὴν τὴν ἀηδίαν μέμνημαι ἀνασχόμενος τότε ὑπὸ κνίσης πονηρᾶς, οἵαν εἰκὸς ἀποφέρεσθαι ὀπτωμένων ἀνθρωπείων σωμάτων. εἰ γοῦν μὴ εἰς τὴν Ἀρα‐
βίαν ὡς εἶχον εὐθὺς ἀπιὼν ᾠχόμην, ἀπολώλειν54
15ἄν, εὖ ἴσθι, ἀτοπίᾳ τοῦ καπνοῦ· καὶ ὅμως ἐν τοσαύτῃ εὐωδίᾳ καὶ ἀφθονίᾳ τῶν ἀρωμάτων καὶ ἐν λιβανωτῷ παμπόλλῳ μόλις αἱ ῥῖνες ἐπιλα‐ θέσθαι μοι καὶ ἀπομαθεῖν ἤθελον τὴν κηλῖδα ἐκείνην τῆς ὀσμῆς, ἀλλὰ καὶ νῦν ὀλίγου δέω
20ναυτιᾶν ὑπομνησθεὶς αὐτῆς.
20ΑΠΟΛΛΩΝ
Fug
.

2

Τί δὲ βουλόμενος, ὦ Ζεῦ, τοιαῦτα εἴργασται ἑαυτόν; ἢ τί τὸ ἀγαθόν, ἀπανθρακωθῆναι ἐμ‐ πεσόντα εἰς τὴν πυράν;
3ΖΕΥΣ Τοῦτο μὲν οὐκ ἄν, ὦ παῖ, φθάνοις καὶ Ἐμ‐
5πεδοκλεῖ πρὸ αὐτοῦ ἐγκαλῶν, ὃς ἐς τοὺς κρατῆ‐ ρας ἥλατο καὶ αὐτὸς ἐν Σικελίᾳ.
6ΑΠΟΛΛΩΝ Μελαγχολίαν τινὰ δεινὴν λέγεις. ἀτὰρ οὗτός γε τίνα ποτὲ ἄρα τὴν αἰτίαν ἔσχε τῆς ἐπιθυμίας;
8ΖΕΥΣ Αὐτοῦ σοι λόγον ἐρῶ ὃν ἔλεξε πρὸς τὴν πανή‐
10γυριν, ἀπολογούμενος πρὸς αὐτοὺς ὑπὲρ τῆς
Fug
.

3

τελευτῆς. ἔφη γάρ, εἴ γε μέμνημαι—ἀλλὰ τίς αὕτη σπουδῇ πρόσεισι τεταραγμένη καὶ δα‐ κρύουσα, πάνυ ἀδικουμένῃ ἐοικυῖα; μᾶλλον δὲ Φιλοσοφία ἐστίν, καὶ τοὔνομά γε τοὐμὸν ἐπιβοᾶται
5σχετλιάζουσα. τί, ὦ θύγατερ, δακρύεις; ἢ τί ἀπολι‐ ποῦσα τὸν βίον ἐλήλυθας; ἆρα μὴ οἱ ἰδιῶται
αὖθις ἐπιβεβουλεύκασί σοι ὡς τὸ πρόσθεν, ὅτε τὸν Σωκράτην ἀπέκτειναν ὑπὸ Ἀνύτου κατηγορη‐ θέντα, εἶτα φεύγεις διὰ τοῦτο αὐτούς;56
9ΦΙΛΟΣΟΦΙΑ
10 Οὐδὲν τοιοῦτον, ὦ πάτερ, ἀλλ’ ἐκεῖνοι μέν, ὁ πολὺς λεώς, ἐπῄνουν καὶ διὰ τιμῆς ἦγον, αἰδού‐ μενοι καὶ θαυμάζοντές με καὶ μονονουχὶ προσκυ‐ νοῦντες, εἰ καὶ μὴ σφόδρα ξυνίεσαν ὧν λέγοιμι. οἱ δέ—πῶς ἂν εἴποιμι; —οἱ ξυνήθεις καὶ φίλοι
15φάσκοντες εἶναι καὶ τοὔνομα τοὐμὸν ὑποδυόμενοι, ἐκεῖνοί με τὰ δεινότατα εἰργάσαντο.
16ΖΕΥΣ
Fug
.

4

Οἱ φιλόσοφοι ἐπιβουλήν τινα ἐπιβεβουλεύκασί σοι;
2ΦΙΛΟΣΟΦΙΑ Οὐδαμῶς, ὦ πάτερ, οἵ γε ξυνηδίκηνταί μοι καὶ αὐτοί.
4ΖΕΥΣ
5 Πρὸς τίνων οὖν ἠδίκησαι, εἰ μήτε τοὺς ἰδιώτας μήτε τοὺς φιλοσόφους αἰτιᾷ;
6ΦΙΛΟΣΟΦΙΑ Εἰσίν τινες, ὦ Ζεῦ, ἐν μεταιχμίῳ τῶν τε πολλῶν καὶ τῶν φιλοσοφούντων, τὸ μὲν σχῆμα καὶ βλέμμα καὶ βάδισμα ἡμῖν ὅμοιοι καὶ κατὰ τὰ αὐτὰ ἐσταλ‐
10μένοι· ἀξιοῦσι γοῦν ὑπ’ ἐμοὶ τάττεσθαι καὶ τοὔνομα τὸ ἡμέτερον ἐπιγράφονται, μαθηταὶ καὶ
ὁμιληταὶ καὶ θιασῶται ἡμῶν εἶναι λέγοντες· ὁ βίος δὲ παμμίαρος αὐτῶν, ἀμαθίας καὶ θράσους καὶ ἀσελγείας ἀνάπλεως, ὕβρις οὐ μικρὰ καθ’58
15ἡμῶν. ὑπὸ τούτων, ὦ πάτερ, ἠδικημένη πέ‐ φευγα.
16ΖΕΥΣ
Fug
.

5

Δεινὰ ταῦτα, ὦ θύγατερ. ἀλλὰ τί μάλιστα ἠδικήκασί σε;
2ΦΙΛΟΣΟΦΙΑ Σκόπει, ὦ πάτερ, εἰ μικρά. σὺ γὰρ κατιδὼν τὸν βίον ἀδικίας καὶ παρανομίας μεστὸν ἅτε
5ἀμαθίᾳ καὶ ὕβρει ξυνόντα καὶ ταραττόμενον ὑπ’ αὐτῶν, κατελεήσας τὸ ἀνθρώπειον ὑπὸ τῇ ἀγνοίᾳ ἐλαυνόμενον ἐμὲ κατέπεμψας, ἐντειλάμενος ἐπιμε‐ ληθῆναι ὡς παύσαιντο μὲν ἀδικοῦντες ἀλλήλους καὶ βιαζόμενοι καὶ ὅμοια τοῖς θηρίοις βιοῦντες,
10ἀναβλέψαντες δὲ πρὸς τὴν ἀλήθειαν εἰρηνικώτερον ξυμπολιτεύοιντο. ἔφης γοῦν πρός με καταπέμπων, “Ἃ μὲν πράττουσιν οἱ ἄνθρωποι καὶ ὡς διάκεινται ὑπὸ τῆς ἀμαθίας, ὦ θύγατερ, καὶ αὐτὴ ὁρᾷς· ἐγὼ δέ (ἐλεῶ γὰρ αὐτούς) σέ, ἣν μόνην ἰάσασθαι
15ἂν τὰ γιγνόμενα οἶμαι, προκρίνας ἐξ ἁπάντων ἡμῶν πέμπω ἰασομένην.”
16ΖΕΥΣ
Fug
.

6

Οἶδα πολλὰ καὶ ταῦτα εἰπὼν τότε. σὺ δὲ τὰ μετὰ ταῦτα ἤδη λέγε, ὅπως μὲν ὑπεδέξαντό σε καταπταμένην τὸ πρῶτον, ἅτινα δὲ νῦν ὑπ’
αὐτῶν πέπονθας.60
4ΦΙΛΟΣΟΦΙΑ
5 Ἦιξα μέν, ὦ πάτερ, οὐκ ἐπὶ τοὺς Ἕλληνας εὐθύς, ἀλλ’ ὅπερ ἐδόκει μοι χαλεπώτερον τοῦ ἔργου εἶναι, τὸ βαρβάρους παιδεύειν καὶ διδάσκειν, τοῦτο πρῶτον ἠξίουν ἐργάσασθαι· τὸ Ἑλληνικὸν δὲ εἴων ὡς ῥᾷστα ὑποβαλέσθαι οἷόν τε καὶ τάχιστα,
10ὥς γε ᾤμην, ἐνδεξόμενον τὸν χαλινὸν καὶ ὑπαχθη‐ σόμενον τῷ ζυγῷ. ὁρμήσασα δὲ εἰς Ἰνδοὺς τὸ πρῶτον, ἔθνος μέγιστον τῶν ἐν τῷ βίῳ, οὐ χαλεπῶς ἔπεισα καταβάντας ἀπὸ τῶν ἐλεφάντων ἐμοὶ συνεῖναι, ὥστε καὶ γένος ὅλον, οἱ Βραχμᾶνες,
15τοῖς Νεχραίοις καὶ Ὀξυδράκαις ὅμορον, οὗτοι πάντες ὑπ’ ἐμοὶ τάττονται καὶ βιοῦσίν τε κατὰ τὰ ἡμῖν δοκοῦντα, τιμώμενοι πρὸς τῶν περιοίκων ἁπάντων, καὶ ἀποθνήσκουσι παράδοξόν τινα τοῦ θανάτου τρόπον.
19ΖΕΥΣ
Fug
.

7

Τοὺς γυμνοσοφιστὰς λέγεις. ἀκούω γοῦν τά τε ἄλλα περὶ αὐτῶν καὶ ὅτι ἐπὶ πυρὰν μεγίστην ἀναβάντες ἀνέχονται καιόμενοι, οὐδὲν τοῦ σχή‐ ματος ἢ τῆς καθέδρας ἐντρέποντες. ἀλλ’ οὐ
5μέγα τοῦτο· ἔναγχος γοῦν καὶ Ὀλυμπίασιν τὸ ὅμοιον ἐγὼ εἶδον γενόμενον, εἰκὸς δὲ καὶ σὲ
παρεῖναι καιομένου τότε τοῦ γέροντος.62
7ΦΙΛΟΣΟΦΙΑ Οὐδὲ ἀνῆλθον, ὦ πάτερ, εἰς Ὀλυμπίαν δέει τῶν καταράτων ἐκείνων οὓς ἔφην, ὅτι πολλοὺς
10αὐτῶν ἑώρων ἀπιόντας, ὡς λοιδορήσαιντο τοῖς ξυνεληλυθόσι καὶ βοῆς τὸν ὀπισθόδομον ἐμπλήσω‐ σιν ὑλακτοῦντες, ὥστε οὐδὲ εἶδον ἐκεῖνον ὅπως ἀπέθανεν.
Fug
.

8

Μετὰ δ’ οὖν τοὺς Βραχμᾶνας εἰς Αἰθιο‐ πίαν εὐθύς, εἶτα εἰς Αἴγυπτον κατέβην, καὶ ξυγγενομένη τοῖς ἱερεῦσιν καὶ προφήταις αὐ‐ τῶν καὶ τὰ θεῖα παιδεύσασα ἐς Βαβυλῶνα
5ἀπῆρα Χαλδαίους καὶ μάγους μυήσουσα, εἶτα εἰς Σκυθίαν ἐκεῖθεν, εἶτα εἰς Θρᾴκην, ἔνθα μοι Εὔμολπός τε καὶ Ὀρφεὺς συνεγενέσθην, οὓς καὶ προαποστείλασα ἐς τὴν Ἑλλάδα, τὸν μὲν ὡς τελέσειεν αὐτούς, τὸν Εὔμολπον—ἐμεμαθήκει γὰρ
10τὰ θεῖα παρ’ ἡμῶν ἅπαντα—τὸν δὲ ὡς ἐπᾴδων προσβιβάζοι τῇ μουσικῇ, κατὰ πόδας εὐθὺς εἱπόμην.
Fug
.

9

Καὶ τὸ μὲν πρῶτον εὐθὺς ἐλθοῦσαν οὔτε πάνυ ἠσπάσαντο οἱ Ἕλληνες οὔτε ὅλως ἀπέκλεισαν· κατ’ ὀλίγον δὲ προσομιλοῦσα ἑπτὰ ἐκ τῶν ἁπάντων ἑταίρους καὶ μαθητὰς προσηγαγόμην, καὶ ἄλλον
5ἐξ Σάμου καὶ ἄλλον ἐξ Ἐφέσου καὶ Ἀβδηρόθεν ἄλλον, ὀλίγους παντάπασιν.
Fug
.

10

Μεθ’ οὓς τὸ σοφιστῶν φῦλον οὐκ οἶδ’ ὅπως
μοι παρενεφύετο, οὔτε ζηλοῦν τἀμὰ ἐς βάθος οὔτε κομιδῇ ἀπᾷδον, ἀλλ’ οἷον τὸ Ἱπποκενταύρων γένος, σύνθετόν τι καὶ μικτὸν ἐν μέσῳ ἀλα‐64
5ζονείας καὶ φιλοσοφίας πλαζόμενον, οὔτε τῇ ἀγνοίᾳ τέλεον προσεχόμενον οὔτε ἡμᾶς ἀτενέσι τοῖς ὀφθαλμοῖς καθορᾶν δυνάμενον, ἀλλ’ οἷον λημῶντες ὑπὸ τοῦ ἀμβλυώττειν ἀσαφές τι καὶ ἀμυδρὸν ἡμῶν εἴδωλον ἢ σκιὰν ἐνίοτε ἰδόντες
10ἄν· οἱ δὲ ᾤοντο ἀκριβῶς πάντα κατανενοηκέναι. ὅθεν παρ’ αὐτοῖς ἡ ἀχρεῖος ἐκείνη καὶ περιττὴ σοφία καί, ὡς αὐτοὶ ᾤοντο, ἀπρόσμαχος ἀνεφλέ‐ γετο, αἱ κομψαὶ καὶ ἄποροι καὶ ἄτοποι ἀποκρίσεις καὶ δυσέξοδοι καὶ λαβυρινθώδεις ἐρωτήσεις.
Fug
.

11

εἶτα κωλυόμενοι καὶ ἐλεγχόμενοι πρὸς τῶν ἑταίρων τῶν ἐμῶν ἠγανάκτουν καὶ συνίσταντο ἐπ’ αὐτούς, καὶ τέλος δικαστηρίοις ὑπῆγον καὶ παρεδίδοσαν πιομένους τοῦ κωνείου. ἐχρῆν μὲν οὖν ἴσως τότε
5φυγεῖν εὐθὺς καὶ μηκέτι ἀνέχεσθαι τὴν συνου‐ σίαν αὐτῶν· νῦν δὲ Ἀντισθένης με καὶ Διογένης καὶ μετὰ μικρὸν Κράτης καὶ Μένιππος οὗτος ἔπεισαν ὀλίγον ὅσον ἐπιμετρῆσαι τῆς μονῆς, ὡς μήποτε ὤφελον· οὐ γὰρ ἂν τοσαῦτα ἐπεπόνθειν
10ὕστερον.
10ΖΕΥΣ
Fug
.

12

Οὐδέπω μοι λέγεις, ὦ Φιλοσοφία, τίνα ἠδίκησαι,
ἀλλὰ ἀγανακτεῖς μόνον.66
2ΦΙΛΟΣΟΦΙΑ Καὶ μὴν ἄκουε, ὦ Ζεῦ, ἡλίκα ἐστίν. μιαρὸν γάρ τι φῦλον ἀνθρώπων καὶ ὡς τὸ πολὺ δουλικὸν
5καὶ θητικόν, οὐ ξυγγενόμενον ἡμῖν ἐκ παίδων ὑπ’ ἀσχολίας· ἐδούλευεν γὰρ ἢ ἐθήτευεν ἢ ἄλλας τινὰς τέχνας οἵας εἰκὸς τοὺς τοιούτους ἐμάνθανεν, σκυτεύειν ἢ τεκταίνειν ἢ περὶ πλυνοὺς ἔχειν ἢ ἔρια ξαίνειν, ὡς εὐεργὰ εἴη ταῖς γυναιξὶν καὶ
10εὐμήρυτα καὶ κατάγοιτο εὐμαρῶς ὁπότε ἢ κρόκην ἐκεῖναι στρέφοιεν ἢ μίτον κλώθοιεν. τοιαῦτα τοίνυν ἐν παισὶ μελετῶντες οὐδὲ ὄνομα τὸ ἡμέτερον ᾔδεσαν. ἐπεὶ δὲ εἰς ἄνδρας τελεῖν ἤρξαντο καὶ κατεῖδον τὴν αἰδῶ, ὅση παρὰ τῶν
15πολλῶν ἐστιν τοῖς ἑταίροις τοῖς ἐμοῖς, καὶ ὡς ἀνέχονται οἱ ἄνθρωποι τὴν παρρησίαν αὐτῶν καὶ χαίρουσιν θεραπευόμενοι καὶ συμβουλεύουσι πεί‐ θονται καὶ ἐπιτιμώντων ὑποπτήσσουσι, ταῦτα πάντα τυραννίδα οὐ μικρὰν ἡγοῦντο εἶναι.
Fug
.

13

Τὸ μὲν δὴ μανθάνειν ὅσα τῇ τοιαύτῃ προαιρέσει πρόσφορα μακρὸν ἦν, μᾶλλον δὲ κομιδῇ ἀδύνατον, αἱ τέχναι δὲ γλίσχραι, καὶ σὺν πόνῳ καὶ μόγις ἱκανὰ παρέχειν ἐδύναντο. ἐνίοις δὲ καὶ ἡ δουλεία
5βαρὺ καί (ὥσπερ οὖν ἐστιν) ἀφόρητον ἐφαίνετο. ἔδοξε δὴ σκοπουμένοις τὴν ὑστάτην ἄγκυραν, ἣν ἱερὰν οἱ ναυτιλλόμενοί φασιν, καθιέναι, καὶ ἐπὶ τὴν βελτίστην ἀπόνοιαν ὁρμήσαντες, ἔτι τε καὶ τόλμαν καὶ ἀμαθίαν καὶ ἀναισχυντίαν προσ‐
10παρακαλέσαντες, αἵπερ αὐτοῖς μάλιστα συναγωνί‐
ζονται, καὶ λοιδορίας καινὰς ἐκμελετήσαντες, ὡς πρόχειροι εἶεν καὶ ἀνὰ στόμα, ταύτας μόνας ξυμβολὰς ἔχοντες—ὁρᾷς ὁποῖα πρὸς φιλοσοφίαν ἐφόδια; —σχηματίζουσιν καὶ μετακοσμοῦσιν αὑ‐68
15τοὺς εὖ μάλα εἰκότως καὶ πρὸς ἐμέ, οἷόν τι ἀμέλει ὁ Αἴσωπός φησι ποιῆσαι τὸν ἐν τῇ Κύμῃ ὄνον, ὃς λεοντῆν περιβαλόμενος καὶ τραχὺ ὀγκώμενος ἠξίου λέων καὶ αὐτὸς εἶναι· καί πού τινες καὶ ἦσαν ἴσως οἱ πιστεύοντες αὐτῷ.
Fug
.

14

Τὰ δ’ ἡμέτερα πάνυ ῥᾷστα, ὡς οἶσθα, καὶ ἐς μίμησιν πρόχειρα—τὰ προφανῆ λέγω—καὶ οὐ πολλῆς τῆς πραγματείας δεῖ τριβώνιον περιβαλέ‐ σθαι καὶ πήραν ἐξαρτήσασθαι καὶ ξύλον ἐν τῇ
5χειρὶ ἔχειν καὶ βοᾶν, μᾶλλον δὲ ὀγκᾶσθαι ἢ ὑλακτεῖν, καὶ λοιδορεῖσθαι ἅπασιν· τὴν ἀσφάλειαν γὰρ αὐτοῖς τοῦ μηδὲν ἐπὶ τούτῳ παθεῖν ἡ πρὸς τὸ σχῆμα αἰδὼς παρέξειν ἔμελλεν. ἡ ἐλευθερία δὲ πρόχειρος ἄκοντος τοῦ δεσπότου, κἂν εἰ βούλοιτο
10ἀπάγειν, παταχθησομένου τῷ ξύλῳ. καὶ τὰ ἄλ‐ φιτα οὐκέτ’ ὀλίγα οὐδὲ ὡς πρὸ τοῦ μᾶζα ψιλή, τὸ δὲ ὄψον οὐ τάριχος ἢ θύμον, ἀλλὰ κρέα παντοδαπὰ καὶ οἶνος οἷος ἥδιστος, καὶ χρυσίον παρ’ ὅτου ἂν ἐθέλωσι· δασμολογοῦσι γὰρ ἐπιφοι‐
15τῶντες ἤ, ὡς αὐτοί φασιν, ἀποκείρουσιν τὰ πρό‐ βατα, δώσειν τε πολλοὺς οἴονται ἢ αἰδοῖ τοῦ σχήματος ἢ δέει τοῦ μὴ ἀκοῦσαι κακῶς.
Fug
.

15

Καὶ γὰρ αὖ κἀκεῖνο ἑώρων, οἶμαι, ὡς ἐξ ἴσου καταστήσονται τοῖς ὀρθῶς φιλοσοφοῦσιν, οὐδέ τις ὁ δικάσων καὶ διακρινῶν τὰ τοιαῦτα ἔσται,
ἢν μόνον τὰ ἔξω ᾖ ὅμοια. ἀρχὴν γὰρ οὐδὲ τὸν70
5ἔλεγχον δέχονται, ἢν ἔρηταί τις οὑτωσὶ κοσμίως καὶ κατὰ βραχύ, ἀλλ’ εὐθὺς βοῶσιν καὶ ἐπὶ τὴν ἀκρόπολιν τὴν ἑαυτῶν ἀναφεύγουσι, τὴν λοιδορίαν, καὶ πρόχειρον τὸ ξύλον. καὶ ἢν μὲν τὰ ἔργα ζητῇς, οἱ λόγοι πολλοί, ἢν δὲ ἀπὸ τῶν λόγων κρίνειν
10ἐθέλῃς, τὸν βίον ἀξιοῦσι σκοπεῖν.
Fug
.

16

Τοιγαροῦν ἐμπέπλησται πᾶσα πόλις τῆς τοιαύτης ῥᾳδιουργίας, καὶ μάλιστα τῶν Διογένη καὶ Ἀντι‐ σθένη καὶ Κράτητα ἐπιγραφομένων καὶ ὑπὸ τῷ κυνὶ ταττομένων, οἳ τὸ μὲν χρήσιμον ὁπόσον
5ἔνεστι τῇ φύσει τῶν κυνῶν, οἷον τὸ φυλακτικὸν ἢ οἰκουρικὸν ἢ φιλοδέσποτον ἢ μνημονικόν, οὐδαμῶς ἐζηλώκασιν, ὑλακὴν δὲ καὶ λιχνείαν καὶ ἁρπαγὴν καὶ ἀφροδίσια συχνὰ καὶ κολακείαν καὶ τὸ σαίνειν τὸν διδόντα καὶ περὶ τραπέζας
10ἔχειν, ταῦτα ἀκριβῶς ἐκπεπονήκασιν.
Fug
.

17

Ὄψει τοίνυν μετὰ μικρὸν οἷα ἔσται. οἱ γὰρ ἐκ τῶν ἐργαστηρίων ἅπαντες ἀναπηδήσαντες ἐρή‐ μους τὰς τέχνας ἐάσουσιν ὅταν ὁρῶσι σφᾶς μέν, πονοῦντας καὶ κάμνοντας ἕωθεν ἐς ἑσπέραν ἐπικε‐
5κυφότας τοῖς ἔργοις, μόγις ἀποζῶντας ἐκ τῆς τοιαύτης μισθαρνίας, ἀργοὺς δὲ καὶ γόητας ἀνθρώ‐ πους ἐν ἅπασιν ἀφθόνοις βιοῦντας, αἰτοῦντας μὲν τυραννικῶς, λαμβάνοντας δὲ προχείρως, ἀγαν‐ ακτοῦντας δέ, εἰ μὴ λάβοιεν, οὐκ ἐπαινοῦντας δέ,
10οὐδ’ εἰ λάβοιεν. ταῦτα ὁ ἐπὶ Κρόνου βίος δοκεῖ αὐτοῖς καὶ ἀτεχνῶς τὸ μέλι αὐτὸ ἐς τὰ στόματα ἐσρεῖν ἐκ τοῦ οὐρανοῦ.
Fug
.

18

Καὶ ἧττον ἂν δεινὸν τὸ πρᾶγμα ἦν, εἰ τοιοῦτοι
ὄντες μηδὲν εἰς ἡμᾶς ἄλλο ἐξύβριζον· οἱ δέ, μάλα σεμνοὶ καὶ σκυθρωποὶ τὰ ἔξω καὶ τὰ δημόσια φαινόμενοι, ἢν παιδὸς ὡραίου ἢ γυναικὸς λάβωνται72
5καλῆς ἢ ἐλπίσωσιν, σιωπᾶν ἄξιον οἷα ποιοῦσιν. ἔνιοι δὲ καὶ ξένων τῶν σφετέρων γυναῖκας ἀπά‐ γουσι μοιχεύσοντες κατὰ τὸν Ἰλιέα ἐκεῖνον νεανί‐ σκον, ὡς φιλοσοφοῖεν δὴ καὶ αὗται· εἶτα κοινὰς αὐτὰς ἅπασι τοῖς ξυνοῦσι προθέμενοι Πλάτωνός
10τι δόγμα οἴονται ποιεῖν, οὐκ εἰδότες ὅπως ὁ ἱερὸς ἐκεῖνος ἠξίου κοινὰς ἡγεῖσθαι τὰς γυναῖκας.
Fug
.

19

ἃ μὲν γὰρ ἐν τοῖς συμποσίοις δρῶσιν καὶ ἃ μεθύ‐ σκονται, μακρὸν ἂν εἴη λέγειν. καὶ ταῦτα ποιοῦσι πῶς οἴει κατηγοροῦντες αὐτοὶ μέθης καὶ μοιχείας καὶ λαγνείας καὶ φιλαργυρίας· οὐδὲν γοῦν οὕτως
5εὕροις ἂν ἄλλο ἄλλῳ ἐναντίον ὡς τοὺς λόγους αὐτῶν καὶ τὰ ἔργα. οἷον κολακείαν μισεῖν φασιν, κολακείας ἕνεκα τὸν Γναθωνίδην ἢ τὸν Στρου‐ θίαν ὑπερβαλέσθαι δυνάμενοι. ἀληθεύειν τοὺς ἄλ‐ λους προτρέποντες, οὐκ ἂν οὐδὲ κινῆσαι τὴν
10γλῶτταν μὴ μετὰ τοῦ καὶ ψεύσασθαι δύναιντο. ἡδονὴ πᾶσιν ἐχθρὸν τῷ λόγῳ καὶ ὁ Ἐπίκουρος πολέμιος, ἔργῳ δὲ διὰ ταύτην ἅπαντα πράττουσιν. τὸ δ’ ὀξύχολον καὶ μικραίτιον καὶ πρὸς ὀργὴν ῥᾴδιον ὑπὲρ τὰ βρεφύλλια τὰ νεογνά· γέλωτα
15γοῦν οὐ μικρὸν παρέχουσι τοῖς θεωμένοις, ὁπόταν
ὑπὸ τῆς τυχούσης αἰτίας ἐπιζέσῃ μὲν αὐτοῖς ἡ χολή, πελιδνοὶ δὲ τὴν χροιὰν βλέπωνται, ἰταμόν τι καὶ παράφορον δεδορκότες, καὶ ἀφροῦ, μᾶλλον δὲ ἰοῦ, μεστὸν αὐτοῖς ᾖ τὸ στόμα.74
Fug
.

20

Μὴ σύ γε κεῖθι τύχοις, ὅτε ὁ μιαρὸς ἐκεῖνος ἐκχεῖται βόρβορος, “Χρυσίον μὲν ἢ ἀργύριον, Ἡράκλεις, οὐδὲ κεκτῆσθαι ἀξιῶ· ὀβολὸς ἱκανός, ὡς θέρμους πριαίμην· ποτὸν γὰρ ἢ κρήνη ἢ ποτα‐
5μὸς παρέξει.” καὶ μετ’ ὀλίγον αἰτοῦσιν οὐκ ὀβολοὺς οὐδὲ δραχμὰς ὀλίγας, ἀλλὰ πλούτους ὅλους, ὥστε τίς ἔμπορος τοσοῦτον ἀπὸ τοῦ φόρτου ἐμπολήσειεν ἂν ὅσον τούτοις φιλοσοφία ἐς χρη‐ ματισμὸν συντελεῖ; εἶτ’ ἐπειδὰν ἱκανῶς συλλέ‐
10ξωνται καὶ ἐπισιτίσωνται, ἀπορρίψαντες ἐκεῖνο τὸ δύστηνον τριβώνιον ἀγροὺς ἐνίοτε καὶ ἐσθῆτας τῶν μαλθακῶν ἐπρίαντο καὶ παῖδας κομήτας καὶ συνοικίας ὅλας, μακρὰ χαίρειν φράσαντες τῇ πήρᾳ τῇ Κράτητος καὶ τῷ τρίβωνι τῷ Ἀντισθέ‐
15νους καὶ τῷ πίθῳ τῷ Διογένους.
Fug
.

21

Οἱ ἰδιῶται δὲ ταῦτα ὁρῶντες καταπτύουσιν ἤδη φιλοσοφίας καὶ ἅπαντας εἶναι τοιούτους οἴονται κἀμὲ τῆς διδασκαλίας αἰτιῶνται, ὥστε πολλοῦ ἤδη χρόνου ἀδύνατόν μοι γεγένηται κἂν
5ἕνα τινὰ προσαγαγέσθαι αὐτῶν, ἀλλὰ τὸ τῆς Πηνελόπης ἐκεῖνο πάσχω· ὁπόσον γὰρ δὴ ἐγὼ ἐξυφήνω, τοῦτο ἐν ἀκαρεῖ αὖθις ἀναλύεται. ἡ Ἀμαθία δὲ καὶ ἡ Ἀδικία ἐπιγελῶσιν, ὁρῶσαι
ἀνεξέργαστον ἡμῖν τὸ ἔργον καὶ ἀνήνυτον τὸν πόνον.76
9ΖΕΥΣ
Fug
.

22

Οἷα, ὦ θεοί, πέπονθεν ἡμῖν ἡ Φιλοσοφία πρὸς τῶν καταράτων ἐκείνων. ὥστε ὥρα σκοπεῖν ὅ τι καὶ πρακτέον ἢ ὅπως αὐτοὺς μετελευστέον. ὁ μὲν γὰρ κεραυνὸς ἀπάγει μιᾷ πληγῇ καὶ ὁ
5θάνατος ταχύς.
5ΑΠΟΛΛΩΝ Ἐγώ σοι, ὦ πάτερ, ὑποθήσομαι· μισῶ γὰρ καὶ αὐτὸς ἤδη τοὺς ἀλαζόνας ἀμούσους ὄντας, ὑπὲρ τῶν Μουσῶν ἀγανακτῶν. κεραυνοῦ μὲν γὰρ ἢ τῆς σῆς δεξιᾶς οὐδαμῶς ἐκεῖνοι ἄξιοι,
10τὸν Ἑρμῆν δὲ αὐτοκράτορα, εἰ δοκεῖ, τῆς κολά‐ σεως κατάπεμψον ἐπ’ αὐτούς, ὃς ἅτε δὴ περὶ λόγους ἔχων καὶ αὐτὸς τάχιστα εἴσεται τούς τε ὀρθῶς φιλοσοφοῦντας καὶ τοὺς μή. εἶτα τοὺς μὲν ἐπαινέσεται, ὡς τὸ εἰκός, οἱ δὲ κολασθήσονται
15ὅπως ἂν ἐκείνῳ παρὰ τὸν καιρὸν δοκῇ.
15ΖΕΥΣ
Fug
.

23

Εὖ λέγεις, ὦ Ἄπολλον. ἀλλὰ καὶ σύ, ὦ Ἡράκλεις, ἅμα καὶ τὴν Φιλοσοφίαν αὐτὴν ἔχοντες ἄπιτε ὡς τάχιστα εἰς τὸν βίον. τρισκαιδέκατον γοῦν ἆθλον οἴου τοῦτον οὐ σμικρὸν ἐκτελέσειν,
5ἢν ἐκκόψῃς μιαρὰ οὕτω καὶ ἀναίσχυντα θηρία.
5ΗΡΑΚΛΗΣ Καὶ μὴν ἄμεινον ἦν, ὦ πάτερ, τὴν κόπρον ἐκκαθᾶραι αὖθις τὴν Αὐγέου ἢ τούτοις συμπλέ‐
κεσθαι. ἀπίωμεν δ’ ὅμως.78
8ΦΙΛΟΣΟΦΙΑ Ἄκουσα μέν, ἀκολουθητέον δὲ κατὰ τὰ δό‐
10ξαντα τῷ πατρί.
10ΕΡΜΗΣ
Fug
.

24

Κατίωμεν, ὡς κἂν ὀλίγους αὐτῶν ἐπιτρίψωμεν σήμερον. ποίαν δὲ χρὴ τραπέσθαι, ὦ Φιλοσο‐ φία; σὺ γὰρ οἶσθα ὅπου εἰσίν. ἢ πρόδηλον ὅτι ἐν τῇ Ἑλλάδι;
4ΦΙΛΟΣΟΦΙΑ
5 Οὐδαμῶς, ἢ πάνυ ὀλίγοι, ὅσοι ὀρθῶς φιλο‐ σοφοῦσιν, ὦ Ἑρμῆ. οὗτοι δὲ οὐδὲν Ἀττικῆς πενίας δέονται, ἀλλ’ ἔνθα πολὺς χρυσὸς ἢ ἄργυρος ὀρύττεται, ἐκεῖ που ζητητέοι εἰσὶν ἡμῖν.
8ΕΡΜΗΣ Οὐκοῦν εὐθὺ τῆς Θρᾴκης ἀπιτέον.
9ΗΡΑΚΛΗΣ
10 Εὖ λέγεις, καὶ ἡγήσομαί γε ὑμῖν τῆς ὁδοῦ. οἶδα γὰρ τὰ Θρᾳκῶν ἅπαντα, συχνάκις ἐπελθών. καί μοι τήνδε ἤδη τραπώμεθα.
12ΕΡΜΗΣ Ποίαν λέγεις;
13ΗΡΑΚΛΗΣ
Fug
.

25

Ὁρᾶτε, ὦ Ἑρμῆ καὶ Φιλοσοφία, δύο μὲν ὄρη μέγιστα καὶ κάλλιστα ὀρῶν ἁπάντων (Αἷμός ἐστιν τὸ μεῖζον, ἡ καταντικρὺ δὲ Ῥοδόπη) πεδίον δὲ ὑποπεπταμένον πάμφορον, ἀπὸ τῶν
5προπόδων ἑκατέρων εὐθὺς ἀρξάμενον, καί τινας λόφους τρεῖς πάνυ καλοὺς ἀνεστηκότας, οὐκ ἀμόρφους τὴν τραχύτητα, οἷον ἀκροπόλεις πολλὰς τῆς ὑποκειμένης πόλεως. καὶ ἡ πόλις γὰρ ἤδη φαίνεται.80
9ΕΡΜΗΣ
10 Νὴ Δί’, ὦ Ἡράκλεις, μεγίστη καὶ καλλίστη ἁπασῶν· πόρρωθεν γοῦν ἀπολάμπει τὸ κάλλος. καί τις καὶ ποταμὸς μέγιστος παραμείβεται, πάνυ ἐν χρῷ ψαύων αὐτῆς.
13ΗΡΑΚΛΗΣ Ἕβρος μὲν οὗτος, ἡ δὲ πόλις ἔργον Φιλίππου
15ἐκείνου. καὶ ἡμεῖς ἤδη πρόσγειοι καὶ ὑπονέ‐ φελοι· ὥστε ἐπιβαίνωμεν ἀγαθῇ τύχῃ.
16ΕΡΜΗΣ
Fug
.

26

Οὕτω γινέσθω. τί δ’ οὖν χρὴ ποιεῖν, ἢ πῶς τὰ θηρία ἐξιχνευτέον;
2ΗΡΑΚΛΗΣ Τοῦτο μὲν σὸν ἤδη ἔργον, ὦ Ἑρμῆ· κῆρυξ γὰρ εἶ, ὥστε οὐκ ἂν φθάνοις κηρύττων.
4ΕΡΜΗΣ
5 Οὐδὲν τοῦτο χαλεπόν, ἀλλὰ τά γε ὀνόματα οὐκ ἐπίσταμαι αὐτῶν. σὺ οὖν, Φιλοσοφία, λέγε οὕστινας ὀνομαστέον, καὶ τὰ σημεῖα προσέτι.
7ΦΙΛΟΣΟΦΙΑ Οὐδὲ αὐτὴ μὲν οἶδα τὸ σαφὲς οἵτινες ὀνομά‐ ζονται διὰ τὸ μὴ ξυγγεγενῆσθαί ποτε αὐτοῖς·
10ἀπὸ δ’ οὖν τῆς ἐπιθυμίας ἣν ἔχουσι περὶ τὰ κτή‐ ματα, οὐκ ἂν ἁμάρτοις προσκαλῶν Κτήσωνας ἢ Κτησίππους ἢ Κτησικλέας ἢ Εὐκτήμονας ἢ Πολυ‐ κτήτους.82
13ΕΡΜΗΣ
Fug
.

27

Εὖ λέγεις. ἀλλὰ τίνες οὗτοί εἰσιν ἢ τί περι‐ σκοποῦσιν καὶ αὐτοί; μᾶλλον δὲ καὶ προσίασιν καί τι καὶ ἐρέσθαι θέλουσιν.
3ΑΝΗΡ Ἆρ’ ἂν ἔχοιτε ἡμῖν, ὦ ἄνδρες, εἰπεῖν, ἢ σύ,
5ὦ βελτίστη, εἴ τινας τρεῖς γόητας ἅμα εἴδετε καί τινα γυναῖκα ἐν χρῷ κεκαρμένην εἰς τὸ Λακωνι‐ κόν, ἀρρενωπὴν καὶ κομιδῇ ἀνδρικήν;
7ΦΙΛΟΣΟΦΙΑ Παπαῖ, τὰ ἡμέτερα οὗτοι ζητοῦσιν.
8ΑΝΗΡ Πῶς τὰ ὑμέτερα; δραπέται γὰρ ἐκεῖνοι ἅπαν‐
10τες. ἡμεῖς δὲ τὴν γυναῖκα μάλιστα μέτιμεν ἠνδραποδισμένην πρὸς αὐτῶν.
11ΕΡΜΗΣ Εἴσεσθε δὴ καθ’ ὅ τι καὶ ζητοῦμεν αὐτούς. τὸ νῦν δὲ ἅμα κηρύττωμεν. Εἴ τις εἶδεν ἀνδράποδον Παφλαγονικὸν τῶν
15ἀπὸ Σινώπης βαρβάρων, ὄνομα τοιοῦτον οἷον ἀπὸ κτημάτων, ὕπωχρον, ἐν χρῷ κουρίαν, ἐν γενείῳ
βαθεῖ, πήραν ἐξημμένον καὶ τριβώνιον ἀμπεχό‐ μενον, ὀργίλον, ἄμουσον, τραχύφωνον, λοίδορον, μηνύειν ἐπὶ ῥητῷ αὐτόν.84
19ΔΕΣΠΟΤΗΣ Α
Fug
.

28

Ἀνόμοιον, ὦ οὗτος, ὃ κηρύττεις· ὡς ἐκείνῳ γε ὄνομα ἦν παρ’ ἐμοὶ Κάνθαρος, καὶ ἐκόμα δὲ καὶ τὸ γένειον ἐτίλλετο καὶ τέχνην τὴν ἐμὴν ἠπίστατο· ἀπέκειρεν γὰρ ἐν τῷ γναφείῳ καθή‐
5μενος ὁπόσον περιττὸν τοῖς ἱματίοις τῶν κροκύδων ἐπανθεῖ.
6ΦΙΛΟΣΟΦΙΑ Ἐκεῖνος αὐτός ἐστιν, ὁ οἰκέτης ὁ σός, ἀλλὰ νῦν φιλοσόφῳ ἔοικεν ἀκριβῶς ἑαυτὸν ἐπιγνάψας.
8ΔΕΣΠΟΤΗΣ Α Ὢ τῆς τόλμης, ὁ Κάνθαρος φιλοσοφεῖ, φη‐
10σίν, ἡμῶν δὲ οὐδεὶς λόγος.
10ΔΕΣΠΟΤΗΣ Β Ἀμέλει ἅπαντας ἀνευρήσομεν· ξυνίησιν γάρ, ὥς φησιν, αὕτη.
12ΕΡΜΗΣ
Fug
.

29

Τίς δ’ οὗτος ἄλλος ὁ προσιών ἐστιν, ὦ Ἡράκλεις, ὁ καλός, ὁ τὴν κιθάραν;
2ΗΡΑΚΛΗΣ Ὀρφεύς ἐστιν, σύμπλους ἐπὶ τῆς Ἀργοῦς ἐμός, ἥδιστος κελευστῶν ἁπάντων· πρὸς γοῦν τὴν
5ᾠδὴν αὐτοῦ ἥκιστα ἐκάμνομεν ἐρέττοντες. χαῖρε, ὦ ἄριστε καὶ μουσικώτατε Ὀρφεῦ· οὐκ ἐπιλέ‐ λησαι γάρ που Ἡρακλέους.86
7ΟΡΦΕΥΣ Νὴ καὶ ὑμεῖς γε, ὦ Φιλοσοφία καὶ Ἡράκλεις καὶ Ἑρμῆ. ἀλλὰ καιρὸς ἀποδιδόναι τὰ μήνυτρα,
10ὡς ἔγωγε πάνυ σαφῶς ὃν ζητεῖτε οἶδα.
10ΕΡΜΗΣ Οὐκοῦν δεῖξον, ὦ παῖ Καλλιόπης, ἔνθα ἐστίν· χρυσίου γὰρ οὐδέν, οἶμαι, δέῃ σοφὸς ὤν.
12ΟΡΦΕΥΣ Εὖ φής. ἐγὼ δὲ τὴν μὲν οἰκίαν δείξαιμ’ ἂν ὑμῖν ἔνθα οἰκεῖ, αὐτὸν δὲ οὐκ ἄν, ὡς μὴ κακῶς
15ἀκούοιμι πρὸς αὐτοῦ· μιαρὸς γὰρ εἰς ὑπερβολὴν καὶ μόνον τοῦτο ἐκμεμελέτηκεν.
16ΕΡΜΗΣ Δεῖξον μόνον.
17ΟΡΦΕΥΣ Αὕτη πλησίον. ἐγὼ δὲ ἄπειμι ὑμῖν ἐκποδών, ὡς μηδ’ ἴδοιμι αὐτόν.
19ΦΙΛΟΣΟΦΙΑ
Fug
.

30

Ἐπίσχες. οὐ γυναικός ἐστι φωνὴ ῥαψῳδούσης τι τῶν Ὁμήρου;
2ΕΡΜΗΣ
Νὴ Δία· ἀλλ’ ἀκούσωμεν ὅ τι καὶ λέγει.88
3ΓΥΝΗ
Ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν,
5ὃς χρυσὸν φιλέει μὲν ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ.
5ΕΡΜΗΣ Οὐκοῦν τὸν Κάνθαρόν σοι μισητέον.
6ΓΥΝΗ
Ξεινοδόκον κακὰ ῥέξεν, ὅ κεν φιλότητα παράσχῃ. ΑΝΗΡ Περὶ ἐμοῦ τοῦτο τὸ ἔπος, οὗ τὴν γυναῖκα
10ᾤχετο ἀπάγων διότι αὐτὸν ὑπεδεξάμην.
10ΓΥΝΗ
Οἰνοβαρές, κυνὸς ὄμματ’ ἔχων, κραδίην δ’ ἐλάφοιο,
οὔτε ποτ’ ἐν πολέμῳ ἐναρίθμιος οὔτ’ ἐνὶ βουλῇ,
Θερσίτ’ ἀκριτόμυθε, κακῶν πανάριστε κολοιῶν
μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐριζέμεναι βασιλεῦσιν.
16ΔΕΣΠΟΤΗΣ Α
Εἰκότως τῷ καταράτῳ τὰ ἔπη.90
17ΓΥΝΗ
Πρόσθε κύων, ὄπιθεν δὲ λέων, μέσση δὲ χίμαιρα
δεινὸν ἀποπνείουσα τρίτου κυνὸς ἄγριον ὁρμήν.
20ΑΝΗΡ
Fug
.

31

Οἴμοι, γύναι, ὅσα πέπονθας ὑπὸ κυνῶν τοσούτων. φασὶ δ’ αὐτὴν καὶ κυεῖν ἀπ’ αὐτῶν.
2ΕΡΜΗΣ Θάρρει, Κέρβερόν τινα τέξεταί σοι ἢ Γηρυό‐ νην, ὡς ἔχοι ὁ Ἡρακλῆς οὗτος αὖθις πόνον. ἀλλὰ
5καὶ προΐασιν, ὥστε οὐδὲν δεῖ κόπτειν τὴν θύραν.
5ΔΕΣΠΟΤΗΣ Α Ἔχω σε, ὦ Κάνθαρε. νῦν σιωπᾷς; φέρ’ ἴδωμεν ἅτινά σοι ἡ πήρα ἔχει, θέρμους ἴσως ἢ ἄρτου τρύφος. οὐ μὰ Δί’, ἀλλὰ ζώνην χρυσίου.
8ΗΡΑΚΛΗΣ Μὴ θαυμάσῃς· Κυνικὸς γὰρ ἔφασκεν εἶναι τὸ
10πρόσθεν ἐπὶ τῆς Ἑλλάδος, ἐνταῦθα δὲ Χρυσίπ‐
πειος ἀκριβῶς ἐστιν. τοιγαροῦν Κλεάνθην οὐκ εἰς μακρὰν αὐτὸν ὄψει· κρεμήσεται γὰρ ἀπὸ τοῦ πώγωνος οὕτω μιαρὸς ὤν.92
13ΔΕΣΠΟΤΗΣ Β
Fug
.

32

Σὺ δέ, ὦ κακέ, οὐ Ληκυθίων οὑμὸς δραπέτης τυγχάνεις; οὐ μὲν οὖν ἄλλος. ὢ τοῦ γέλωτος. εἶτα τί οὐκ ἂν γένοιτο; καὶ Ληκυθίων φιλοσοφεῖ.
3ΕΡΜΗΣ Ὁ τρίτος δὲ οὗτος ἀδέσποτος ὑμῖν ἐστιν;
4ΔΕΣΠΟΤΗΣ Γ
5 Οὐδαμῶς, ἀλλ’ ὁ δεσπότης ἐγὼ ἑκὼν ἀφίημι αὐτὸν ἀπολωλέναι.
6ΕΡΜΗΣ Ὅτι τί;
7ΔΕΣΡΟΤΗΣ Γ Ὅτι δεινῶς τῶν ὑποσάθρων ἐστίν. τὸ δ’ ὄνομα Μυρόπνουν αὐτὸν ἐκαλοῦμεν.
9ΕΡΜΗΣ
10Ἡράκλεις ἀλεξίκακε, ἀκούεις; ἔπειτα πήρα
καὶ βάκτρον. —καὶ αὐτὸς ἀπόλαβε τὴν γυναῖκα σύ.94
11ΑΝΗΡ Μηδαμῶς. οὐκ ἂν ἀπολάβοιμι βιβλίον μοι τῶν παλαιῶν κυοῦσαν.
13ΕΡΜΗΣ Πῶς βιβλίον;
14ΑΝΗΡ
15Ἔστιν τι, ὦ ἀγαθέ, Τρικάρανος βιβλίον.
15ΕΡΜΗΣ Οὐδὲν ἄτοπον, ἐπεὶ καὶ Τριφάλης.
16ΦΙΛΟΣΟΦΙΑ
Fug
.

33

Σόν, ὦ Ἑρμῆ, δικάζειν τὸ μετὰ τοῦτο.
1ΕΡΜΗΣ Οὕτω μοι δοκεῖ, ταύτην μέν, ἵνα μηδὲν τέρας μηδὲ πολυκέφαλον τέκῃ, οἴχεσθαι παρὰ τὸν ἄνδρα ὀπίσω ἐς τὴν Ἑλλάδα, τὼ δύο δὲ τούτω
5δραπετίσκω παραδοθέντε τοῖν δεσπόταιν μανθά‐ νειν ἃ πρὸ τοῦ, τὸν μὲν ἀποπλύνειν τὰς ῥυπώσας τῶν ὀθονῶν, τὸν Ληκυθίωνα, τὸν Μυρόπνουν δὲ αὖθις ἀκεῖσθαι τῶν ἱματίων τὰ διερρωγότα,
μαλάχῃ γε πρότερον μαστιγωθέντε. ἔπειτα καὶ96
10τοῦτον παραδοθῆναι τοῖς πιττωταῖς, ὡς ἀπόλοιτο παρατιλλόμενος τὰ πρῶτα, ῥυπώσῃ προσέτι καὶ γυναικείᾳ τῇ πίττῃ, εἶτα ἐς τὸν Αἷμον ἀναχθέντα γυμνὸν ἐπὶ τῆς χιόνος μένειν συμπεποδισμένον τὼ πόδε.
14ΚΑΝΘΑΡΟΣ
15Φεῦ τῶν κακῶν, ὀτοτοῖ, παππαπαιάξ.
15ΔΕΣΠΟΤΗΣ Α Τί τοῦτο παρεντίθης τῶν τραγικῶν σου δια‐ λόγων; ἀλλ’ ἀκολούθει παρὰ τοὺς πιττωτὰς ἤδη, ἀποδυσάμενός γε πρότερον τὴν λεοντῆν,
ὡς γνωσθῇς ὄνος ὤν.98