TLG 0062 039 :: LUCIANUS :: Imagines

LUCIANUS Soph.
(Samosatenus: A.D. 2)

Scholia: Cf. SCHOLIA IN LUCIANUM (5029)

Imagines

Source: Harmon, A.M. (ed.), Lucian, vol. 4. Cambridge, Mass.: Harvard University Press, 1925 (repr. 1961): 256–294.

Citation: Section — (line)

Imag
.

t

ΕΙΚΟΝΕΣ
Imag
.

1

ΛΥΚΙΝΟΣ
1 Ἀλλ’ ἦ τοιοῦτόν τι ἔπασχον οἱ τὴν Γοργὼ ἰδόντες οἷον ἐγὼ ἔναγχος ἔπαθον, ὦ Πολύστρατε, παγκάλην τινὰ γυναῖκα ἰδών· αὐτὸ γὰρ τὸ τοῦ μύθου ἐκεῖνο, μικροῦ δέω λίθος ἐξ ἀνθρώπου σοι
5γεγονέναι πεπηγὼς ὑπὸ τοῦ θαύματος.
5ΠΟΛΥΣΤΡΑΤΟΣ Ἡράκλεις, ὑπερφυές τι τὸ θέαμα φὴς καὶ δεινῶς βίαιον, εἴ γε καὶ Λυκῖνον ἐξέπληξε γυνή τις οὖσα· σὺ γὰρ ὑπὸ μὲν τῶν μειρακίων καὶ πάνυ ῥᾳδίως αὐτὸ πάσχεις, ὥστε θᾶττον ἄν τις ὅλον τὸν Σί‐
10πυλον μετακινήσειεν ἢ σὲ τῶν καλῶν ἀπάγοι μὴ οὐχὶ παρεστάναι αὐτοῖς κεχηνότα καὶ ἐπιδακρύ‐ οντά γε πολλάκις ὥσπερ ἐκείνην αὐτὴν τὴν τοῦ Ταντάλου. ἀτὰρ εἰπέ μοι, τίς ἡ λιθοποιὸς αὕτη Μέδουσα ἡμῖν ἐστιν καὶ πόθεν, ὡς καὶ ἡμεῖς
15ἴδοιμεν· οὐ γάρ, οἶμαι, φθονήσεις ἡμῖν τῆς θέας οὐδὲ ζηλοτυπήσεις, εἰ μέλλοιμεν πλησίον που καὶ
αὐτοὶ παραπεπηγέναι σοι ἰδόντες.256
17ΛΥΚΙΝΟΣ Καὶ μὴν εὖ εἰδέναι χρή σε, ὡς κἂν ἐκ περιωπῆς μόνον ἀπίδῃς εἰς αὐτήν, ἀχανῆ σε καὶ τῶν ἀνδριάν‐
20των ἀκινητότερον ἀποφανεῖ. καίτοι τοῦτο μὲν ἴσως εἰρηνικώτερόν ἐστιν καὶ τὸ τραῦμα ἧττον καίριον, εἰ αὐτὸς ἴδοις· εἰ δὲ κἀκείνη προσβλέψειέ σε, τίς ἔσται μηχανὴ ἀποστῆναι αὐτῆς; ἀπάξει γάρ σε ἀναδησαμένη ἔνθα ἂν ἐθέλῃ, ὅπερ καὶ ἡ
25λίθος ἡ Ἡρακλεία δρᾷ τὸν σίδηρον.
25ΠΟΛΥΣΤΡΑΤΟΣ
Imag
.

2

Παύου, ὦ Λυκῖνε, τεράστιόν τι κάλλος ἀνα‐ πλάττων, ἀλλ’ εἰπέ, τίς ἡ γυνή ἐστιν.
2ΛΥΚΙΝΟΣ Οἴει γάρ με ὑπερβαλέσθαι τῷ λόγῳ, ὃς δέδια μή σοι ἰδόντι ἀσθενής τις ἐπαινέσαι δόξω, παρὰ
5τοσοῦτον ἀμείνων φανεῖται; πλὴν ἀλλὰ ἥτις μέν, οὐκ ἂν εἰπεῖν ἔχοιμι, θεραπεία δὲ πολλὴ καὶ ἡ ἄλλη περὶ αὐτὴν παρασκευὴ λαμπρὰ καὶ εὐνούχων τι πλῆθος καὶ ἅβραι πάνυ πολλαί, καὶ ὅλως μεῖζόν γε ἢ κατὰ ἰδιωτικὴν τύχην ἐδόκει τὸ
10πρᾶγμα εἶναι.
10ΠΟΛΥΣΤΡΑΤΟΣ Οὐδὲ τοὔνομα ἐπύθου σύ γε ἥτις καλοῖτο;
11ΛΥΚΙΝΟΣ Οὐδαμῶς, ἢ τοῦτο μόνον, τῆς Ἰωνίας ἐστίν· τῶν θεατῶν γάρ τις ἀπιδὼν εἰς τὸν πλησίον, ἐπεὶ παρῆλθεν, “Τοιαῦτα μέντοι,” ἔφη, “τὰ
15Σμυρναϊκὰ κάλλη· καὶ θαυμαστὸν οὐδέν, εἰ ἡ καλλίστη τῶν Ἰωνικῶν πόλεων τὴν καλλίστην γυναῖκα ἤνεγκεν.” ἐδόκει δέ μοι Σμυρναῖος καὶ αὐτὸς ὁ λέγων εἶναι, οὕτως ἐσεμνύνετο ἐπ’ αὐτῇ.258
18ΠΟΛΥΣΤΡΑΤΟΣ
Imag
.

3

Οὐκοῦν ἐπεὶ λίθου τοῦτό γε ὡς ἀληθῶς ἐποίησας οὔτε παρακολουθήσας οὔτε τὸν Σμυρναῖον ἐκεῖνον ἐρόμενος, ὅστις ἦν, κἂν τὸ εἶδος ὡς οἷόν τε ὑπόδειξον τῷ λόγῳ· τάχα γὰρ ἂν οὕτως
5γνωρίσαιμι.
5ΛΥΚΙΝΟΣ Ὁρᾷς ἡλίκον τοῦτο ᾔτησας; οὐ κατὰ λόγων δύναμιν, καὶ μάλιστά γε τῶν ἐμῶν, ἐμφανίσαι θαυμασίαν οὕτως εἰκόνα, πρὸς ἣν μόλις ἂν ἢ Ἀπελλῆς ἢ Ζεῦξις ἢ Παρράσιος ἱκανοὶ ἔδοξαν,
10ἢ εἴ τις Φειδίας ἢ Ἀλκαμένης· ἐγὼ δὲ λυμανοῦμαι τὸ ἀρχέτυπον ἀσθενείᾳ τῆς τέχνης.
11ΠΟΛΥΣΤΡΑΤΟΣ Ὅμως, ὦ Λυκῖνε, ποία τις τὴν ὄψιν; οὐ γὰρ ἐπισφαλὲς τὸ τόλμημα, εἰ φίλῳ ἀνδρὶ ἐπιδείξαις τὴν εἰκόνα, ὅπως ἂν τῆς γραμμῆς ἔχῃ.
14ΛΥΚΙΝΟΣ
15 Καὶ μὴν ἀσφαλέστερον αὐτὸς ποιήσειν μοι δοκῶ τῶν παλαιῶν τινας ἐκείνων τεχνιτῶν παρα‐ καλέσας ἐπὶ τὸ ἔργον, ὡς ἀναπλάσειάν μοι τὴν γυναῖκα.
18ΠΟΛΥΣΤΡΑΤΟΣ Πῶς τοῦτο φής; ἢ πῶς ἂν ἀφίκοιντό σοι πρὸ
20τοσούτων ἐτῶν ἀποθανόντες;260
20ΛΥΚΙΝΟΣ Ῥᾳδίως, ἤνπερ σὺ μὴ ὀκνήσῃς ἀποκρίνασθαί τί μοι.
22ΠΟΛΥΣΤΡΑΤΟΣ Ἐρώτα μόνον.
23ΛΥΚΙΝΟΣ
Imag
.

4

Ἐπεδήμησάς ποτε, ὦ Πολύστρατε, τῇ Κνιδίων;
1ΠΟΛΥΣΤΡΑΤΟΣ Καὶ μάλα.
2ΛΥΚΙΝΟΣ Οὐκοῦν καὶ τὴν Ἀφροδίτην εἶδες πάντως αὐτῶν;
4ΠΟΛΥΣΤΡΑΤΟΣ
5 Νὴ Δία, τῶν Πραξιτέλους ποιημάτων τὸ κάλλιστον.
6ΛΥΚΙΝΟΣ Ἀλλὰ καὶ τὸν μῦθον ἤκουσας, ὃν λέγουσιν οἱ ἐπιχώριοι περὶ αὐτῆς, ὡς ἐρασθείη τις τοῦ ἀγάλματος καὶ λαθὼν ὑπολειφθεὶς ἐν ἱερῷ συγ‐
10γένοιτο, ὡς δυνατὸν ἀγάλματι. τοῦτο μέντοι ἄλλως ἱστορείσθω. σὺ δὲ—ταύτην γάρ, ὡς φής, εἶδες—ἴθι μοὶ καὶ τόδε ἀπόκριναι, εἰ καὶ τὴν ἐν κήποις Ἀθήνησι τὴν Ἀλκαμένους ἑώρακας.
13ΠΟΛΥΣΤΡΑΤΟΣ
Ἦ πάντων γ’ ἄν, ὦ Λυκῖνε, ὁ ῥᾳθυμότατος262
15ἦν, εἰ τὸ κάλλιστον τῶν Ἀλκαμένους πλασμάτων παρεῖδον.
16ΛΥΚΙΝΟΣ Ἐκεῖνο μέν γε, ὦ Πολύστρατε, οὐκ ἐξερήσομαί σε, εἰ πολλάκις εἰς τὴν ἀκρόπολιν ἀνελθὼν καὶ τὴν Καλάμιδος Σωσάνδραν τεθέασαι.
19ΠΟΛΥΣΤΡΑΤΟΣ
20Εἶδον κἀκείνην πολλάκις.
20ΛΥΚΙΝΟΣ Ἀλλὰ καὶ ταῦτα μὲν ἱκανῶς. τῶν δὲ Φειδίου ἔργων τί μάλιστα ἐπῄνεσας;
22ΠΟΛΥΣΤΡΑΤΟΣ Τί δ’ ἄλλο ἢ τὴν Λημνίαν, ᾗ καὶ ἐπιγράψαι τοὔνομα ὁ Φειδίας ἠξίωσε; καὶ νὴ Δία τὴν
25Ἀμαζόνα τὴν ἐπερειδομένην τῷ δορατίῳ.
25ΛΥΚΙΝΟΣ
Imag
.

5

Τὰ κάλλιστα, ὦ ἑταῖρε, ὥστ’ οὐκέτ’ ἄλλων τεχνιτῶν δεήσει. φέρε δή, ἐξ ἁπασῶν ἤδη τούτων ὡς οἷόν τε συναρμόσας μίαν σοι εἰκόνα ἐπιδείξω, τὸ ἐξαίρετον παρ’ ἑκάστης ἔχουσαν.
4ΠΟΛΥΣΤΡΑΤΟΣ
5Καὶ τίνα ἂν τρόπον τουτὶ γένοιτο;264
5ΛΥΚΙΝΟΣ Οὐ χαλεπόν, ὦ Πολύστρατε, εἰ τὸ ἀπὸ τοῦδε παραδόντες τὰς εἰκόνας τῷ λόγῳ, ἐπιτρέψαιμεν αὐτῷ μετακοσμεῖν καὶ συντιθέναι καὶ ἁρμόζειν ὡς ἂν εὐρυθμότατα δύναιτο, φυλάττων ἅμα τὸ
10συμμιγὲς ἐκεῖνο καὶ ποικίλον.
10ΠΟΛΥΣΤΡΑΤΟΣ Εὖ λέγεις· καὶ δὴ παραλαβὼν δεικνύτω· ἐθέλω γὰρ εἰδέναι ὅ τι καὶ χρήσεται αὐταῖς, ἢ ὅπως ἐκ τοσούτων μίαν τινὰ συνθεὶς οὐκ ἀπᾴδουσαν ἀπεργάσεται.
14ΛΥΚΙΝΟΣ
Imag
.

6

Καὶ μὴν ἤδη σοι ὁρᾶν παρέχει γιγνομένην τὴν εἰκόνα, ὧδε συναρμόζων, τῆς ἐκ Κνίδου ἡκούσης μόνον τὴν κεφαλὴν λαβών· οὐδὲν γὰρ τοῦ ἄλλου σώματος γυμνοῦ ὄντος δεήσεται· τὰ μὲν ἀμφὶ
5τὴν κόμην καὶ μέτωπον ὀφρύων τε τὸ εὔγραμμον ἐάσει ἔχειν ὥσπερ ὁ Πραξιτέλης ἐποίησεν, καὶ τῶν ὀφθαλμῶν δὲ τὸ ὑγρὸν ἅμα τῷ φαιδρῷ καὶ κεχαρισμένῳ, καὶ τοῦτο διαφυλάξει κατὰ τὸ Πραξιτέλει δοκοῦν· τὰ μῆλα δὲ καὶ ὅσα τῆς
10ὄψεως ἀντωπὰ παρ’ Ἀλκαμένους καὶ τῆς ἐν κήποις λήψεται, καὶ προσέτι χειρῶν ἄκρα καὶ καρπῶν τὸ εὔρυθμον καὶ δακτύλων τὸ εὐάγωγον εἰς λεπτὸν ἀπολῆγον παρὰ τῆς ἐν κήποις καὶ ταῦτα. τὴν δὲ τοῦ παντὸς προσώπου περιγραφὴν
15καὶ παρειῶν τὸ ἁπαλὸν καὶ ῥῖνα σύμμετρον ἡ Λημνία παρέξει καὶ Φειδίας· ἔτι καὶ στόματος ἁρμογὴν αὐτὸς καὶ τὸν αὐχένα, παρὰ τῆς
Ἀμαζόνος λαβών· ἡ Σωσάνδρα δὲ καὶ Κάλαμις αἰδοῖ κοσμήσουσιν αὐτήν, καὶ τὸ μειδίαμα σεμνὸν266
20καὶ λεληθὸς ὥσπερ τὸ ἐκείνης ἔσται· καὶ τὸ εὐ‐ σταλὲς δὲ καὶ κόσμιον τῆς ἀναβολῆς παρὰ τῆς Σωσάνδρας, πλὴν ὅτι ἀκατακάλυπτος αὕτη ἔσται τὴν κεφαλήν. τῆς ἡλικίας δὲ τὸ μέτρον ἡλίκον ἂν γένοιτο, κατὰ τὴν ἐν Κνίδῳ ἐκείνην μάλιστα.
25καὶ γὰρ καὶ τοῦτο κατὰ τὸν Πραξιτέλη μεμετρήσθω. Τί σοι, ὦ Πολύστρατε, δοκεῖ; καλὴ γενήσεσθαι ἡ εἰκών;
28ΠΟΛΥΣΤΡΑΤΟΣ Καὶ μάλιστα, ἐπειδὰν εἰς τὸ ἀκριβέστατον
Imag
.

7

ἀποτελεσθῇ· ἔτι γάρ, ὦ πάντων γενναιότατε, καταλέλοιπάς τι κάλλος ἔξω τοῦ ἀγάλματος οὕτως πάντα εἰς τὸ αὐτὸ συμπεφορηκώς.
3ΛΥΚΙΝΟΣ Τί τοῦτο;
4ΠΟΛΥΣΤΡΑΤΟΣ
5 Οὐ τὸ μικρότατον, ὦ φιλότης, εἰ μή σοι δόξει ὀλίγα πρὸς εὐμορφίαν συντελεῖν χρόα καὶ τὸ ἑκάστῳ πρέπον, ὡς μέλανα μὲν εἶναι ἀκριβῶς ὁπόσα μέλανα, λευκὰ δὲ ὅσα τοιαῦτα χρή, καὶ τὸ ἐρύθημα ἐπανθεῖν καὶ τὰ τοιαῦτα· κινδυνεύει
10τοῦ μεγίστου ἔτι ἡμῖν προσδεῖν.
10ΛΥΚΙΝΟΣ Πόθεν οὖν καὶ ταῦτα πορισαίμεθ’ ἄν; ἢ παρα‐ καλέσαιμεν δηλαδὴ τοὺς γραφέας, καὶ μάλιστα ὁπόσοι αὐτῶν ἄριστοι ἐγένοντο κεράσασθαι τὰ χρώματα καὶ εὔκαιρον ποιεῖσθαι τὴν ἐπιβολὴν
15αὐτῶν; καὶ δὴ παρακεκλήσθω Πολύγνωτος καὶ Εὐφράνωρ ἐκεῖνος καὶ Ἀπελλῆς καὶ Ἀετίων· οὗτοι δὲ διελόμενοι τὸ ἔργον ὁ μὲν Εὐφράνωρ χρωσάτω τὴν κόμην οἵαν τῆς Ἥρας ἔγραψεν, ὁ Πολύγνωτος δὲ ὀφρύων τὸ ἐπιπρεπὲς καὶ268
20παρειῶν τὸ ἐνερευθὲς οἵαν τὴν Κασάνδραν ἐν τῇ λέσχῃ ἐποίησεν τοῖς Δελφοῖς, καὶ ἐσθῆτα δὲ οὗτος ποιησάτω εἰς τὸ λεπτότατον ἐξειργασμένην, ὡς συνεστάλθαι μὲν ὅσα χρή, διηνεμῶσθαι δὲ τὰ πολλά· τὸ δὲ ἄλλο σῶμα ὁ Ἀπελλῆς δειξάτω
25κατὰ τὴν Πακάτην μάλιστα, μὴ ἄγαν λευκὸν ἀλλὰ ἔναιμον ἁπλῶς· τὰ χείλη δὲ οἷα Ῥωξάνης
Imag
.

8

ὁ Ἀετίων ποιησάτω. μᾶλλον δὲ τὸν ἄριστον τῶν γραφέων Ὅμηρον παρόντος Εὐφράνορος καὶ Ἀπελλοῦ δεδέγμεθα· οἷον γάρ τι τοῖς Μενελάου μηροῖς τὸ χρῶμα ἐκεῖνος ἐπέβαλεν ἐλέφαντι
5εἰκάσας ἠρέμα πεφοινιγμένῳ, τοιόνδε ἔστω τὸ πᾶν· ὁ δ’ αὐτὸς οὗτος καὶ τοὺς ὀφθαλμοὺς γραψάτω βοῶπίν τινα ποιήσας αὐτήν. συνεπι‐ λήψεται δὲ τοῦ ἔργου αὐτῷ καὶ ὁ Θηβαῖος ποιητής, ὡς ἰοβλέφαρον ἐξεργάσασθαι· καὶ
10φιλομειδῆ δὲ Ὅμηρος ποιήσει καὶ λευκώλενον καὶ ῥοδοδάκτυλον, καὶ ὅλως τῇ χρυσῇ Ἀφροδίτῃ
εἰκάσει πολὺ δικαιότερον ἢ τὴν τοῦ Βρισέως.270
Imag
.

9

Ταῦτα μὲν οὖν πλαστῶν καὶ γραφέων καὶ ποιητῶν παῖδες ἐργάσονται. ὃ δὲ πᾶσιν ἐπανθεῖ τούτοις, ἡ χάρις, μᾶλλον δὲ πᾶσαι ἅμα ὁπόσαι Χάριτες καὶ ὁπόσοι Ἔρωτες περιχορεύοντες, τίς
5ἂν μιμήσασθαι δύναιτο;
5ΠΟΛΥΣΤΡΑΤΟΣ Θεσπέσιόν τι χρῆμα, ὦ Λυκῖνε, φὴς καὶ διι‐ πετὲς ὡς ἀληθῶς, οἷόν τι τῶν ἐξ οὐρανοῦ γένοιτο. τί δὲ πράσσουσαν εἶδες αὐτήν;
8ΛΥΚΙΝΟΣ Βιβλίον ἐν ταῖν χεροῖν εἶχεν εἰς δύο συνει‐
10λημένον, καὶ ἐῴκει τὸ μέν τι ἀναγιγνώσκεσθαι αὐτοῦ, τὸ δὲ ἤδη ἀνεγνωκέναι. μεταξὺ δὲ προϊοῦσα διελέγετο τῶν παρομαρτούντων τινὶ οὐκ οἶδα ὅ τι· οὐ γὰρ εἰς ἐπήκοον ἐφθέγγετο. πλὴν μειδιάσασά γε, ὦ Πολύστρατε, ὀδόντας ἐξέφηνε πῶς ἂν
15εἴποιμί σοι ὅπως μὲν λευκούς, ὅπως δὲ συμ‐ μέτρους καὶ πρὸς ἀλλήλους συνηρμοσμένους; εἴ που κάλλιστον ὅρμον εἶδες ἐκ τῶν στιλπνοτάτων καὶ ἰσομεγεθῶν μαργαριτῶν, οὕτως ἐπὶ στίχου ἐπεφύκεσαν· ἐκοσμοῦντο δὲ μάλιστα τῷ τῶν
20χειλῶν ἐρυθήματι. ὑπεφαίνοντο γοῦν, αὐτὸ δὴ τὸ τοῦ Ὁμήρου, ἐλέφαντι τῷ πριστῷ ὅμοιοι, οὐχ
οἱ μὲν πλατύτεροι αὐτῶν, οἱ δὲ γυροί, οἱ δὲ προέ‐ χοντες ἢ διεστηκότες οἷοι ταῖς πλείσταις, ἀλλά τις πάντων ἰσοτιμία καὶ ὁμόχροια καὶ μέγεθος ἓν272
25καὶ προσεχεῖς ὁμοίως, καὶ ὅλως μέγα τι θαῦμα καὶ θέαμα πᾶσαν τὴν ἀνθρωπίνην εὐμορφίαν ὑπερπεπαικός.
27ΠΟΛΥΣΤΡΑΤΟΣ
Imag
.

10

Ἔχ’ ἀτρέμας. συνίημι γὰρ ἤδη πάνυ σαφῶς ἥντινα καὶ λέγεις τὴν γυναῖκα, τούτοις τε αὐτοῖς γνωρίσας καὶ τῇ πατρίδι. καὶ εὐνούχους δέ τινας ἕπεσθαι αὐτῇ ἔφης.
4ΛΥΚΙΝΟΣ
5Νὴ Δία, καὶ στρατιώτας τινάς.
5ΠΟΛΥΣΤΡΑΤΟΣ Τὴν βασιλεῖ συνοῦσαν, ὦ μακάριε, τὴν ἀοίδιμον ταύτην λέγεις.
7ΛΥΚΙΝΟΣ Τί δέ ἐστιν αὐτῇ τοὔνομα;
8ΠΟΛΥΣΤΡΑΤΟΣ Πάνυ καὶ τοῦτο γλαφυρόν, ὦ Λυκῖνε, καὶ
10ἐπέραστον· ὁμώνυμος γάρ ἐστιν τῇ τοῦ Ἀβραδάτα ἐκείνῃ τῇ καλῇ· οἶσθα πολλάκις ἀκούσας Ξενο‐ φῶντος ἐπαινοῦντός τινα σώφρονα καὶ καλὴν γυναῖκα.
13ΛΥΚΙΝΟΣ Νὴ Δία, καὶ ὥσπερ γε ὁρῶν αὐτὴν οὕτω δια‐
15τέθειμαι, ὁπόταν κατ’ ἐκεῖνό που ἀναγιγνώσκων γένωμαι, καὶ μονονουχὶ καὶ ἀκούω λεγούσης αὐτῆς ἃ πεποίηται λέγουσα, καὶ ὡς ὥπλιζε τὸν ἄνδρα καὶ οἵα ἦν παραπέμπουσα αὐτὸν ἐπὶ τὴν μάχην.274
19ΠΟΛΥΣΤΡΑΤΟΣ
Imag
.

11

Ἀλλ’, ὦ ἄριστε, σὺ μὲν ὥσπερ τινὰ ἀστραπὴν παραδραμοῦσαν ἅπαξ εἶδες αὐτήν, καὶ ἔοικας τὰ πρόχειρα ταῦτα, λέγω δὲ τὸ σῶμα καὶ τὴν μορφήν, ἐπαινεῖν· τῶν δὲ τῆς ψυχῆς ἀγαθῶν
5ἀθέατος εἶ, οὐδὲ οἶσθα ὅσον τὸ κάλλος ἐκεῖνό ἐστιν αὐτῆς, μακρῷ τινι ἄμεινον καὶ θεοειδέστερον τοῦ σώματος. ἐγὼ δὲ συνήθης γάρ εἰμι καὶ λόγων ἐκοινώνησα πολλάκις ὁμοεθνὴς ὤν. καὶ γάρ, ὡς οἶσθα καὶ αὐτός, τὸ ἥμερον καὶ φιλάν‐
10θρωπον καὶ τὸ μεγαλόφρον καὶ σωφροσύνην καὶ παιδείαν πρὸ τοῦ κάλλους ἐπαινῶ· ἄξια γὰρ προκεκρίσθαι ταῦτα τοῦ σώματος· ἐπεὶ ἄλογον ἂν εἴη καὶ γελοῖον, ὥσπερ εἴ τις τὴν ἐσθῆτα πρὸ τοῦ σώματος θαυμάζοι. τὸ δ’ ἐντελὲς κάλλος,
15οἶμαι, τοῦτό ἐστιν, ὁπόταν εἰς τὸ αὐτὸ συνδράμῃ ψυχῆς ἀρετὴ καὶ εὐμορφία σώματος. ἀμέλει πολλὰς ἄν σοι δείξαιμι μορφῆς μὲν εὖ ἡκούσας, τὰ δ’ ἄλλα αἰσχυνούσας τὸ κάλλος, ὡς καὶ μόνον φθεγξαμένων ἀπανθεῖν αὐτὸ καὶ ἀπομαραίνεσθαι
20ἐλεγχόμενόν τε καὶ ἀσχημονοῦν καὶ παρ’ ἀξίαν συνὸν πονηρᾷ τινι δεσποίνῃ τῇ ψυχῇ. καὶ αἵ γε τοιαῦται ὅμοιαί μοι δοκοῦσιν τοῖς Αἰγυπτίοις ἱεροῖς· κἀκεῖ γὰρ αὐτὸς μὲν ὁ νεὼς κάλλιστός τε καὶ μέγιστος, λίθοις τοῖς πολυτελέσιν ἠσκημένος
25καὶ χρυσῷ καὶ γραφαῖς διηνθισμένος, ἔνδον δὲ ἢν ζητῇς τὸν θεόν, ἢ πίθηκός ἐστιν ἢ ἶβις ἢ τράγος
ἢ αἴλουρος. τοιαύτας πολλὰς ἰδεῖν ἔνεστιν. Οὐ τοίνυν ἀπόχρη τὸ κάλλος, εἰ μὴ κεκόσμη‐ ται τοῖς δικαίοις κοσμήμασι, λέγω δὴ οὐκ ἐσθῆτι276
30ἁλουργεῖ καὶ ὅρμοις, ἀλλ’ οἷς προεῖπον ἐκείνοις, ἀρετῇ καὶ σωφροσύνῃ καὶ ἐπιεικείᾳ καὶ φιλαν‐ θρωπίᾳ καὶ τοῖς ἄλλοις ὁπόσα ταύτης ὅρος ἐστίν.
32ΛΥΚΙΝΟΣ
Imag
.

12

Οὐκοῦν, ὦ Πολύστρατε, μῦθον ἀντὶ μύθου ἄμειψαι αὐτῷ τῷ μέτρῳ, φασίν, ἢ καὶ λώϊον, δύνασαι γάρ, καί τινα εἰκόνα γραψάμενος τῆς ψυχῆς ἐπίδειξον, ὡς μὴ ἐξ ἡμισείας θαυμάζοιμι
5αὐτήν.
5ΠΟΛΥΣΤΡΑΤΟΣ Οὐ μικρόν, ὦ ἑταῖρε, τὸ ἀγώνισμα προστάτ‐ τεις· οὐ γὰρ ὅμοιον τὸ πᾶσι προφανὲς ἐπαινέσαι καὶ τὰ ἄδηλα ἐμφανίσαι τῷ λόγῳ. καί μοι δοκῶ συνεργῶν καὶ αὐτὸς δεήσεσθαι πρὸς τὴν εἰκόνα,
10οὐ πλαστῶν οὐδὲ γραφέων μόνον, ἀλλὰ καὶ φιλοσόφων, ὡς πρὸς τοὺς ἐκείνων κανόνας ἀπευ‐ θῦναι τὸ ἄγαλμα καὶ δεῖξαι κατὰ τὴν ἀρχαίαν πλαστικὴν κατεσκευασμένον.
Imag
.

13

Καὶ δὴ πεποιήσθω. αὐδήεσσα μὲν τὸ πρῶτον καὶ λίγεια, καὶ τὸ “γλυκίων μέλιτος ἀπὸ τῆς γλώττης” περὶ αὐτῆς μᾶλλον ἢ περὶ τοῦ Πυλίου γέροντος ἐκείνου ὁ Ὅμηρος εἴρηκεν. πᾶς δὲ ὁ
5τόνος τοῦ φθέγματος οἷος ἁπαλώτατος, οὔτε βαρὺς ὡς εἰς τὸ ἀνδρεῖον ἡρμόσθαι οὔτε πάνυ λεπτὸς ὡς θηλύτατός τε εἶναι καὶ κομιδῇ ἔκλυτος, ἀλλ’ οἷος γένοιτ’ ἂν παιδὶ μήπω ἡβάσκοντι, ἡδὺς
καὶ προσηνὴς καὶ πράως παραδυόμενος εἰς τὴν278
10ἀκοήν, ὡς καὶ παυσαμένης ἔναυλον εἶναι τὴν βοὴν καί τι λείψανον ἐνδιατρίβειν καὶ περι‐ βομβεῖν τὰ ὦτα, καθάπερ ἠχώ τινα παρατείνου‐ σαν τὴν ἀκρόασιν καὶ ἴχνη τῶν λόγων μελιχρὰ ἄττα καὶ πειθοῦς μεστὰ ἐπὶ τῆς ψυχῆς ἀπολιμ‐
15πάνουσαν. ὁπόταν δὲ καὶ τὸ καλὸν ἐκεῖνο ᾄδῃ, καὶ μάλιστα πρὸς τὴν κιθάραν, τότε δὴ τότε ὥρα μὲν σιωπᾶν τάχιστα ἀλκυόσι καὶ τέττιξι καὶ τοῖς κύκνοις· ἄμουσα γὰρ ὡς πρὸς ἐκείνην ἅπαντα· κἂν τὴν Πανδίονος εἴπῃς, ἰδιῶτις κἀκείνη
20καὶ ἄτεχνος, εἰ καὶ πολυηχέα τὴν φωνὴν ἀφίησιν.
Imag
.

14

Ὀρφεὺς δὲ καὶ Ἀμφίων, οἵπερ ἐπαγωγότατοι ἐγένοντο τῶν ἀκροατῶν, ὡς καὶ τὰ ἄψυχα ἐπικα‐ λέσασθαι πρὸς τὸ μέλος, αὐτοὶ ἄν, οἶμαι, εἴ γε ἤκουσαν, καταλιπόντες ἂν τὰς κιθάρας παρεστή‐
5κεσαν σιωπῇ ἀκροώμενοι. τὸ γὰρ τῆς τε ἁρμονίας τὸ ἀκριβέστατον διαφυλάττειν, ὡς μὴ παραβαί‐ νειν τι τοῦ ῥυθμοῦ, ἀλλ’ εὐκαίρῳ τῇ ἄρσει καὶ θέσει διαμεμετρῆσθαι τὸ ᾆσμα καὶ συνῳδὸν εἶναι τὴν κιθάραν καὶ ὁμοχρονεῖν τῇ γλώττῃ τὸ πλῆ‐
10κτρον, καὶ τὸ εὐαφὲς τῶν δακτύλων καὶ τὸ εὐκαμπὲς τῶν μελῶν, πόθεν ἂν ταῦτα ὑπῆρχε τῷ Θρᾳκὶ ἐκείνῳ καὶ τῷ ἀνὰ τὸν Κιθαιρῶνα μεταξὺ βουκολοῦντι καὶ κιθαρίζειν μελετῶντι; Ὥστε ἤν ποτε, ὦ Λυκῖνε, καὶ ᾀδούσης ἀκούῃς
15αὐτῆς, οὐκέτι τὸ τῶν Γοργόνων ἐκεῖνο ἔσῃ μόνον
πεπονθώς, λίθος ἐξ ἀνθρώπου γενόμενος, ἀλλὰ καὶ τὸ τῶν Σειρήνων εἴσῃ ὁποῖόν τι ἦν· παρε‐ στήξῃ γὰρ εὖ οἶδα κεκηλημένος, πατρίδος καὶ οἰκείων ἐπιλαθόμενος. καὶ ἢν κηρῷ ἐπιφράξῃ280
20τὰ ὦτα, καὶ διὰ τοῦ κηροῦ διαδύσεταί σοι τὸ μέλος. τοιοῦτόν τι ἄκουσμά ἐστι, Τερψιχόρης τινὸς ἢ Μελπομένης ἢ Καλλιόπης αὐτῆς παί‐ δευμα, μυρία τὰ θέλγητρα καὶ παντοῖα ἐν ἑαυτῷ ἔχον. ἑνί τε λόγῳ συνελὼν φαίην ἄν, τοιαύτης
25μοι τῆς ᾠδῆς ἀκούειν νόμιζε, οἵαν εἰκὸς εἶναι τὴν διὰ τοιούτων χειλῶν, δι’ ἐκείνων δὲ τῶν ὀδόντων ἐξιοῦσαν. ἑώρακας δὲ καὶ αὐτὸς ἥν φημι, ὥστε ἀκηκοέναι νόμιζε.
Imag
.

15

Τὸ μὲν γὰρ ἀκριβὲς τοῦτο τῆς φωνῆς καὶ κα‐ θαρῶς Ἰωνικὸν καὶ ὅτι ὁμιλῆσαι στωμύλη καὶ πολὺ τῶν Ἀττικῶν χαρίτων ἔχουσα οὐδὲ θαυμά‐ ζειν ἄξιον· πάτριον γὰρ αὐτῇ καὶ προγονικόν,
5οὐδὲ ἄλλως ἐχρῆν μετέχουσαν τῶν Ἀθηναίων κατὰ τὴν ἀποικίαν. οὐδὲ γὰρ οὐδὲ ἐκεῖνο θαυ‐ μάσαιμ’ ἄν, εἰ καὶ ποιήσει χαίρει καὶ τὰ πολλὰ ταύτῃ ὁμιλεῖ, τοῦ Ὁμήρου πολῖτις οὖσα. Μία μὲν δή σοι, ὦ Λυκῖνε, καλλιφωνίας αὕτη
10καὶ ᾠδῆς εἰκών, ὡς ἄν τις ἐπὶ τὸ ἔλαττον εἰκά‐ σειεν. σκόπει δὲ δὴ καὶ τὰς ἄλλας· οὐ γὰρ μίαν ὥσπερ σὺ ἐκ πολλῶν συνθεὶς ἐπιδεῖξαι διέγνωκα —ἧττον γὰρ τοῦτο καὶ γραφικόν, συντελεσθὲν κάλλη τοσαῦτα καὶ πολυειδές τι ἐκ πολλῶν
15ἀποτελεῖν αὐτὸ αὑτῷ ἀνθαμιλλώμενον—ἀλλ’ αἱ πᾶσαι τῆς ψυχῆς ἀρεταὶ καθ’ ἑκάστην εἰκὼν μία γεγράψεται πρὸς τὸ ἀρχέτυπον μεμιμημένη.282
17ΛΥΚΙΝΟΣ Ἑορτήν, ὦ Πολύστρατε, καὶ πανδαισίαν ἐπαγ‐ γέλλεις. ἔοικας γοῦν λώϊον ὡς ἀληθῶς ἀποδώσειν
20μοι τὸ μέτρον. ἐπιμέτρει δ’ οὖν· ὡς οὐκ ἔστιν ὅ τι ἂν ἄλλο ποιήσας μᾶλλον χαρίσαιό μοι.
21ΠΟΛΥΣΤΡΑΤΟΣ
Imag
.

16

Οὐκοῦν ἐπειδὴ πάντων καλῶν παιδείαν ἡγεῖ‐ σθαι ἀνάγκη, καὶ μάλιστα τούτων ὁπόσα με‐ λετητά, φέρε καὶ ταύτην ἤδη συστησώμεθα, ποικίλην μέντοι καὶ πολύμορφον, ὡς μηδὲ κατὰ
5τοῦτο ἀπολιποίμεθα τῆς σῆς πλαστικῆς. καὶ δὴ γεγράφθω πάντα συλλήβδην τὰ ἐκ τοῦ Ἑλικῶνος ἀγαθὰ ἔχουσα, οὐχ ὥσπερ ἡ Κλειὼ καὶ ἡ Πολύ‐ μνια καὶ ἡ Καλλιόπη καὶ αἱ ἄλλαι ἕν τι ἑκάστη ἐπισταμένη, ἀλλὰ τὰ πασῶν καὶ προσέτι τὰ
10Ἑρμοῦ καὶ Ἀπόλλωνος. ὁπόσα γὰρ ἢ ποιηταὶ μέτροις διακοσμήσαντες ἢ ῥήτορες δεινότητι κρατύναντες ἐξενηνόχασιν ἢ συγγραφεῖς ἱστορή‐ κασιν ἢ φιλόσοφοι παρῃνέκασι, πᾶσι τούτοις ἡ εἰκὼν κεκοσμήσθω, οὐκ ἄχρι τοῦ ἐπικεχρῶσθαι
15μόνον, ἀλλ’ εἰς βάθος δευσοποιοῖς τισι φαρμάκοις εἰς κόρον καταβαφεῖσα. καὶ συγγνώμη, εἰ μηδὲν ἀρχέτυπον ἐπιδεῖξαι ταύτης δυναίμην τῆς γραφῆς· οὐ γὰρ ἔσθ’ ὅ τι τοιοῦτον ἐν τοῖς πάλαι παιδείας
πέρι μνημονεύεται. πλὴν ἀλλά, εἴ γε δοκεῖ,284
20ἀνακείσθω καὶ αὕτη· οὐ μεμπτὴ γάρ, ὡς ἐμοὶ φαίνεται.
21ΛΥΚΙΝΟΣ Καλλίστη μὲν οὖν, ὦ Πολύστρατε, καὶ πά‐ σαις ταῖς γραμμαῖς ἀπηκριβωμένη.
23ΠΟΛΥΣΤΡΑΤΟΣ
Imag
.

17

Μετὰ δὲ ταύτην ἡ τῆς σοφίας καὶ συνέσεως εἰκὼν γραπτέα. δεήσει δὲ ἡμῖν ἐνταῦθα πολλῶν τῶν παραδειγμάτων, ἀρχαίων τῶν πλείστων, ἑνὸς μὲν καὶ αὐτοῦ Ἰωνικοῦ· γραφεῖς δὲ καὶ δη‐
5μιουργοὶ αὐτοῦ Αἰσχίνης Σωκράτους ἑταῖρος καὶ αὐτὸς Σωκράτης, μιμηλότατοι τεχνιτῶν ἁπάντων, ὅσῳ καὶ μετ’ ἔρωτος ἔγραφον. τὴν δὲ ἐκ τῆς Μιλήτου ἐκείνην Ἀσπασίαν, ᾗ καὶ ὁ Ὀλύμπιος θαυμασιώτατος αὐτὸς συνῆν, οὐ φαῦλον συνέσεως
10παράδειγμα προθέμενοι, ὁπόσον ἐμπειρίας πραγ‐ μάτων καὶ ὀξύτητος εἰς τὰ πολιτικὰ καὶ ἀγχι‐ νοίας καὶ δριμύτητος ἐκείνῃ προσῆν, τοῦτο πᾶν ἐπὶ τὴν ἡμετέραν εἰκόνα μεταγάγωμεν ἀκριβεῖ τῇ στάθμῃ· πλὴν ὅσον ἐκείνη μὲν ἐν μικρῷ
15πινακίῳ ἐγέγραπτο, αὕτη δὲ κολοσσιαία τὸ μέγεθός ἐστιν.
16ΛΥΚΙΝΟΣ Πῶς τοῦτο φής;
17ΠΟΛΥΣΤΡΑΤΟΣ Ὅτι, ὦ Λυκῖνε, οὐκ ἰσομεγέθεις εἶναί φημι τὰς εἰκόνας ὁμοίας οὔσας· οὐ γὰρ ἴσον οὐδὲ ἐγγὺς
20Ἀθηναίων ἡ τότε πολιτεία καὶ ἡ παροῦσα τῶν
Ῥωμαίων δύναμις. ὥστε εἰ καὶ τῇ ὁμοιότητι ἡ αὐτή, ἀλλὰ τῷ μεγέθει γε ἀμείνων αὕτη ὡς ἂν ἐπὶ πλατυτάτου πίνακος καταγεγραμμένη.286
Imag
.

18

Δεύτερον δὲ καὶ τρίτον παράδειγμα Θεανώ τε ἐκείνη καὶ ἡ Λεσβία μελοποιός, καὶ Διοτίμα ἐπὶ ταύταις, ἡ μὲν τὸ μεγαλόνουν ἡ Θεανὼ συμβαλλο‐ μένη εἰς τὴν γραφήν, ἡ Σαπφὼ δὲ τὸ γλαφυρὸν
5τῆς προαιρέσεως· τῇ Διοτίμᾳ δὲ οὐχ ἃ Σωκράτης ἐπῄνεσεν αὐτὴν ἐοικυῖα ἔσται μόνον, ἀλλὰ καὶ τὴν ἄλλην σύνεσίν τε καὶ συμβουλίαν. τοιαύτη σοι καὶ αὕτη, Λυκῖνε, ἀνακείσθω ἡ εἰκών.
8ΛΥΚΙΝΟΣ
Imag
.

19

Νὴ Δί’, ὦ Πολύστρατε, θαυμάσιος οὖσα. σὺ δὲ ἄλλας γράφου.
2ΠΟΛΥΣΤΡΑΤΟΣ Τὰς τῆς χρηστότητος, ὦ ἑταῖρε, καὶ φιλαν‐ θρωπίας, ἣ τὸ ἥμερον ἐμφανιεῖ τοῦ τρόπου καὶ
5πρὸς τοὺς δεομένους προσηνές; εἰκάσθω οὖν καὶ αὐτὴ Θεανοῖ τε ἐκείνῃ τῇ Ἀντήνορος καὶ Ἀρήτῃ καὶ τῇ θυγατρὶ αὐτῆς τῇ Ναυσικάᾳ, καὶ εἴ τις ἄλλη ἐν μεγέθει πραγμάτων ἐσωφρόνησε πρὸς τὴν τύχην.
Imag
.

20

Ἑξῆς δὲ μετὰ ταύτην ἡ τῆς σωφροσύνης αὐτῆς γεγράφθω καὶ τῆς πρὸς τὸν συνόντα εὐνοίας, ὡς
κατὰ τὴν τοῦ Ἰκαρίου μάλιστα εἶναι τὴν σαό‐ φρονα καὶ τὴν περίφρονα ὑπὸ τοῦ Ὁμήρου288
5γεγραμμένην—τοιαύτην γὰρ τὴν τῆς Πηνελόπης εἰκόνα ἐκεῖνος ἔγραψεν—ἢ καὶ νὴ Δία κατὰ τὴν ὁμώνυμον αὐτῆς τὴν τοῦ Ἀβραδάτα, ἧς μικρὸν ἔμπροσθεν ἐμνημονεύσαμεν.
8ΛΥΚΙΝΟΣ Παγκάλην καὶ ταύτην, ὦ Πολύστρατε, ἀπειρ‐
10γάσω, καὶ σχεδὸν ἤδη τέλος σοι ἔχουσιν αἱ εἰκόνες· ἅπασαν γὰρ ἐπελήλυθας τὴν ψυχὴν κατὰ μέρη ἐπαινῶν.
12ΠΟΛΥΣΤΡΑΤΟΣ
Imag
.

21

Οὐχ ἅπασαν· ἔτι γὰρ τὰ μέγιστα τῶν ἐπαίνων περιλείπεται. λέγω δὲ τὸ ἐν τηλικούτῳ ὄγκῳ γενομένην αὐτὴν μήτε τῦφον ἐπὶ τῇ εὐπραξίᾳ περιβαλέσθαι μήτε ὑπὲρ τὸ ἀνθρώπινον μέτρον
5ἐπαρθῆναι πιστεύσασαν τῇ τύχῃ, φυλάττειν δὲ ἐπὶ τοῦ ἰσοπέδου ἑαυτὴν μηδὲν ἀπειρόκαλον ἢ φορτικὸν φρονοῦσαν καὶ τοῖς προσιοῦσιν δη‐ μοτικῶς τε καὶ ἐκ τοῦ ὁμοίου προσφέρεσθαι καὶ δεξιώσεις καὶ φιλοφροσύνας φιλοφρονεῖσθαι το‐
10σούτῳ ἡδίους τοῖς προσομιλοῦσιν, ὅσῳ καὶ παρὰ μείζονος ὅμως γιγνόμεναι οὐδὲν τραγικὸν ἐμφαί‐ νουσιν. ὡς ὁπόσοι τῷ μέγα δύνασθαι μὴ πρὸς ὑπεροψίαν, ἀλλὰ καὶ πρὸς εὐποιίαν ἐχρήσαντο, οὗτοι καὶ ἄξιοι μάλιστα τῶν παρὰ τῆς τύχης
15δοθέντων ἀγαθῶν ὤφθησαν, καὶ μόνοι ἂν οὗτοι δικαίως τὸ ἐπίφθονον διαφύγοιεν· οὐδεὶς γὰρ ἂν φθονήσειε τῷ ὑπερέχοντι, ἢν μετριάζοντα ἐπὶ τοῖς εὐτυχήμασιν αὐτὸν ὁρᾷ καὶ μὴ κατὰ τὴν τοῦ
Ὁμήρου Ἄτην ἐκείνην ἐπ’ ἀνδρῶν κράατα βεβη‐290
20κότα καὶ τὸ ὑποδεέστερον πατοῦντα· ὅπερ οἱ ταπεινοὶ τὰς γνώμας πάσχουσιν ἀπειροκαλίᾳ τῆς ψυχῆς· ἐπειδὰν γὰρ αὐτοὺς ἡ τύχη μηδὲν τοιοῦ‐ τον ἐλπίσαντας ἄφνω ἀναβιβάσῃ εἰς πτηνόν τι καὶ μετάρσιον ὄχημα, οὐ μένουσιν ἐπὶ τῶν
25ὑπαρχόντων οὐδ’ ἀφορῶσιν κάτω, ἀλλὰ ἀεὶ πρὸς τὸ ἄναντες βιάζονται. τοιγαροῦν ὥσπερ ὁ Ἴκαρος, τακέντος αὐτοῖς τάχιστα τοῦ κηροῦ καὶ τῶν πτερῶν περιρρυέντων, γέλωτα ὀφλισκάνουσιν ἐπὶ κεφαλὴν εἰς πελάγη καὶ κλύδωνα ἐμπίπτον‐
30τες· ὅσοι δὲ κατὰ τὸν Δαίδαλον ἐχρήσαντο τοῖς πτεροῖς καὶ μὴ πάνυ ἐπήρθησαν, εἰδότες ὅτι ἐκ κηροῦ ἦν αὐτοῖς πεποιημένα, ἐταμιεύσαντο δὲ πρὸς τὸ ἀνθρώπινον τὴν φορὰν καὶ ἠγάπησαν ὑψηλότεροι μόνον τῶν κυμάτων ἐνεχθέντες, ὥστε
35μέντοι νοτίζεσθαι αὐτοῖς ἀεὶ τὰ πτερὰ καὶ μὴ παρέχειν αὐτὰ μόνῳ τῷ ἡλίῳ, οὗτοι δὲ ἀσφαλῶς τε ἅμα καὶ σωφρόνως διέπτησαν· ὅπερ καὶ ταύ‐ την ἄν τις μάλιστα ἐπαινέσειε. τοιγαροῦν καὶ ἄξιον παρὰ πάντων ἀπολαμβάνει τὸν καρπόν,
40εὐχομένων ταῦτά τε αὐτῇ παραμεῖναι τὰ πτερὰ καὶ ἔτι πλείω ἐπιρρεῖν τἀγαθά.
41ΛΥΚΙΝΟΣ
Imag
.

22

Καὶ οὕτως, ὦ Πολύστρατε, γιγνέσθω· ἀξία γὰρ οὐ τὸ σῶμα μόνον ὥσπερ ἡ Ἑλένη καλὴ οὖσα, καλλίω δὲ καὶ ἐρασμιωτέραν ὑπ’ αὐτῷ τὴν ψυχὴν σκέπουσα. ἔπρεπε δὲ καὶ βασιλεῖ
5τῷ μεγάλῳ χρηστῷ καὶ ἡμέρῳ ὄντι καὶ τοῦτο
μετὰ τῶν ἄλλων ἀγαθῶν, ὁπόσα ἐστὶν αὐτῷ, εὐδαιμονῆσαι, ὡς ἐπ’ αὐτοῦ καὶ φῦναι γυναῖκα τοιαύτην καὶ συνοῦσαν αὐτῷ ποθεῖν αὐτόν· οὐ γὰρ μικρὸν τοῦτο εὐδαιμόνημα, γυνὴ περὶ ἧς ἄν292
10τις εὐλόγως τὸ Ὁμηρικὸν ἐκεῖνο εἴποι, χρυσείῃ μὲν αὐτὴν Ἀφροδίτῃ ἐρίζειν τὸ κάλλος, ἔργα δὲ αὐτῇ Ἀθηναίῃ ἰσοφαρίζειν. γυναικῶν γὰρ συνό‐ λως οὐκ ἄν τις παραβληθείη αὐτῇ “οὐ δέμας οὐδὲ φυήν,” φησὶν Ὅμηρος, “οὔτ’ ἂρ φρένας
15οὔτε τι ἔργα.”
15ΠΟΛΥΣΤΡΑΤΟΣ
Imag
.

23

Ἀληθῆ φής, ὦ Λυκῖνε· ὥστε εἰ δοκεῖ, ἀναμί‐ ξαντες ἤδη τὰς εἰκόνας, ἥν τε σὺ ἀνέπλασας τὴν τοῦ σώματος καὶ ἃς ἐγὼ τῆς ψυχῆς ἐγραψάμην, μίαν ἐξ ἁπασῶν συνθέντες εἰς βιβλίον κατα‐
5θέμενοι παρέχωμεν ἅπασι θαυμάζειν τοῖς τε νῦν οὖσι καὶ τοῖς ἐν ὑστέρῳ ἐσομένοις. μονιμωτέρα γοῦν τῶν Ἀπελλοῦ καὶ Παρρασίου καὶ Πολυ‐ γνώτου γένοιτ’ ἄν, καὶ αὐτῇ ἐκεινῇ παρὰ πολὺ τῶν τοιούτων κεχαρισμένη, ὅσῳ μὴ ξύλου καὶ
10κηροῦ καὶ χρωμάτων πεποίηται, ἀλλὰ ταῖς παρὰ Μουσῶν ἐπιπνοίαις εἴκασται, ἥπερ ἀκριβεστάτη εἰκὼν γένοιτ’ ἂν σώματος κάλλος καὶ ψυχῆς
ἀρετὴν ἅμα ἐμφανίζουσα.294