TLG 0062 032 :: LUCIANUS :: Dearum judicium

LUCIANUS Soph.
(Samosatenus: A.D. 2)

Scholia: Cf. SCHOLIA IN LUCIANUM (5029)

Dearum judicium

Source: Harmon, A.M. (ed.), Lucian, vol. 3. Cambridge, Mass.: Harvard University Press, 1921 (repr. 1969): 384–408.

Citation: Section — (line)

Dear Iud
.

t

ΘΕΩΝ ΚΡΙΣΙΣ
Dear Iud
.

1

ΖΕΥΣ
1 Ἑρμῆ, λαβὼν τουτὶ τὸ μῆλον ἄπιθι εἰς τὴν Φρυγίαν παρὰ τὸν Πριάμου παῖδα τὸν βουκόλον —νέμει δὲ τῆς Ἴδης ἐν τῷ Γαργάρῳ—καὶ λέγε πρὸς αὐτόν, ὅτι “Σέ, ὦ Πάρι, κελεύει ὁ Ζεύς,
5ἐπειδὴ καλός τε αὐτὸς εἶ καὶ σοφὸς τὰ ἐρωτικά, δικάσαι ταῖς θεαῖς, ἥτις αὐτῶν ἡ καλλίστη ἐστίν· τοῦ δὲ ἀγῶνος τὸ ἆθλον ἡ νικῶσα λαβέτω τὸ μῆλον.” ὥρα δὲ ἤδη καὶ ὑμῖν αὐταῖς ἀπιέναι παρὰ τὸν δικαστήν· ἐγὼ γὰρ ἀπωθοῦμαι τὴν
10δίαιταν ἐπ’ ἴσης τε ὑμᾶς ἀγαπῶν, καὶ εἴ γε οἷόν τε ἦν, ἡδέως ἂν ἁπάσας νενικηκυίας ἰδών. ἄλλως τε καὶ ἀνάγκη, μιᾷ τὸ καλλιστεῖον ἀποδόντα πάντως ἀπεχθάνεσθαι ταῖς πλείοσιν. διὰ ταῦτα αὐτὸς μὲν οὐκ ἐπιτήδειος ὑμῖν δικαστής, ὁ δὲ
15νεανίας οὗτος ὁ Φρὺξ ἐφ’ ὃν ἄπιτε βασιλικὸς μέν ἐστι καὶ Γανυμήδους τουτουὶ συγγενής, τὰ ἄλλα δὲ ἀφελὴς καὶ ὄρειος, κοὐκ ἄν τις αὐτὸν ἀπαξιώσειε τοιαύτης θέας.
18ΑΦΡΟΔΙΤΗ
Dear Iud
.

2

Ἐγὼ μέν, ὦ Ζεῦ, εἰ καὶ τὸν Μῶμον αὐτὸν ἐπιστήσειας ἡμῖν δικαστήν, θαρροῦσα βαδιοῦμαι πρὸς τὴν ἐπίδειξιν· τί γὰρ ἂν καὶ μωμήσαιτό
μου; χρὴ δὲ καὶ ταύταις ἀρέσκειν τὸν ἄνθρωπον.384
4ΗΡΑ
5 Οὐδ’ ἡμεῖς, ὦ Ἀφροδίτη, δέδιμεν, οὐδ’ ἂν ὁ Ἄρης ὁ σὸς ἐπιτραπῇ τὴν δίαιταν· ἀλλὰ δεχό‐ μεθα καὶ τοῦτον, ὅστις ἂν ᾖ, τὸν Πάριν.
7ΖΕΥΣ Ἦ καὶ σοὶ ταῦτα, ὦ θύγατερ, συνδοκεῖ; τί φής; ἀποστρέφῃ καὶ ἐρυθριᾷς; ἔστι μὲν ἴδιον τὸ αἰδεῖ‐
10σθαι τὰ τοιαῦτα ὑμῶν τῶν παρθένων· ἐπινεύεις δ’ ὅμως. ἄπιτε οὖν καὶ μὴ χαλεπήνητε τῷ δικαστῇ αἱ νενικημέναι μηδὲ κακὸν ἐντρίψησθε τῷ νεανί‐ σκῳ· οὐ γὰρ οἷόν τε ἐπ’ ἴσης πάσας εἶναι καλάς.
13ΕΡΜΗΣ
Dear Iud
.

3

Προΐωμεν εὐθὺ τῆς Φρυγίας, ἐγὼ μὲν ἡγούμενος, ὑμεῖς δὲ μὴ βραδέως ἀκολουθεῖτέ μοι καὶ θαρρεῖτε. οἶδα ἐγὼ τὸν Πάριν. νεανίας ἐστὶ καλὸς καὶ τἄλλα ἐρωτικὸς καὶ τὰ τοιαῦτα κρίνειν ἱκανώ‐
5τατος. οὐκ ἂν ἐκεῖνος δικάσειεν κακῶς.
5ΑΦΡΟΔΙΤΗ Τοῦτο μὲν ἅπαν ἀγαθὸν καὶ πρὸς ἐμοῦ λέγεις, τὸ δίκαιον ἡμῖν εἶναι τὸν δικαστήν· πότερα δὲ ἄγαμός ἐστιν οὗτος ἢ καὶ γυνή τις αὐτῷ σύνεστιν;
8ΕΡΜΗΣ Οὐ παντελῶς ἄγαμος, ὦ Ἀφροδίτη.
9ΑΦΡΟΔΙΤΗ
10Πῶς λέγεις;
10ΕΡΜΗΣ Δοκεῖ τις αὐτῷ συνοικεῖν Ἰδαία γυνή, ἱκανὴ μέν, ἀγροῖκος δὲ καὶ δεινῶς ὄρειος, ἀλλ’ οὐ σφόδρα προσέχειν αὐτῇ ἔοικε. τίνος δ’ οὖν ἕνεκα ταῦτα
ἐρωτᾷς;386
14ΑΦΡΟΔΙΤΗ
15Ἄλλως ἠρόμην.
15ΑΘΗΝΑ
Dear Iud
.

4

Παραπρεσβεύεις, ὦ οὗτος, ἰδίᾳ πάλαι ταύτῃ κοινολογούμενος.
2ΕΡΜΗΣ Οὐδέν, ὦ Ἀθηνᾶ, δεινὸν οὐδὲ καθ’ ὑμῶν, ἀλλ’ ἤρετό με εἰ ἄγαμος ὁ Πάρις ἐστίν.
4ΑΘΗΝΑ
5Ὡς δὴ τί τοῦτο πολυπραγμονοῦσα;
5ΕΡΜΗΣ Οὐκ οἶδα· φησὶ δ’ οὖν ὅτι ἄλλως ἐπελθόν, οὐκ ἐξεπίτηδες ἤρετο.
7ΑΘΗΝΑ Τί οὖν; ἄγαμός ἐστιν;
8ΕΡΜΗΣ Οὐ δοκεῖ.
9ΑΘΗΝΑ
10 Τί δέ; τῶν πολεμικῶν ἐστιν αὐτῷ ἐπιθυμία καὶ φιλόδοξός τις, ἢ τὸ πᾶν βουκόλος;
11ΕΡΜΗΣ Τὸ μὲν ἀληθὲς οὐκ ἔχω εἰπεῖν, εἰκάζειν δὲ χρὴ νέον ὄντα καὶ τούτων ὀρέγεσθαι τυχεῖν καὶ βούλε‐ σθαι ἂν πρῶτον αὐτὸν εἶναι κατὰ τὰς μάχας.
14ΑΦΡΟΔΙΤΗ
15 Ὁρᾷς, οὐδὲν ἐγὼ μέμφομαι οὐδὲ ἐγκαλῶ σοι τὸ πρὸς ταύτην ἰδίᾳ λαλεῖν· μεμψιμοίρων γὰρ καὶ
οὐκ Ἀφροδίτης τὰ τοιαῦτα.388
17ΕΡΜΗΣ Καὶ αὕτη σχεδὸν τὰ αὐτά με ἤρετο· διὸ μὴ χαλεπῶς ἔχε μηδ’ οἴου μειονεκτεῖν, εἴ τι καὶ
Dear Iud
.

5

ταύτῃ κατὰ τὸ ἁπλοῦν ἀπεκρινάμην. ἀλλὰ μεταξὺ λόγων ἤδη πολὺ προϊόντες ἀπεσπάσαμεν τῶν ἀστέρων καὶ σχεδόν γε κατὰ τὴν Φρυγίαν ἐσμέν. ἐγὼ δὲ καὶ τὴν Ἴδην ὁρῶ καὶ τὸ Γάργαρον ὅλον
5ἀκριβῶς, εἰ δὲ μὴ ἐξαπατῶμαι, καὶ αὐτὸν ὑμῶν τὸν δικαστὴν τὸν Πάριν.
6ΗΡΑ Ποῦ δέ ἐστιν; οὐ γὰρ κἀμοὶ φαίνεται.
7ΕΡΜΗΣ Ταύτῃ, ὦ Ἥρα, πρὸς τὰ λαιὰ περισκόπει, μὴ πρὸς ἄκρῳ τῷ ὄρει, παρὰ δὲ τὴν πλευράν, οὗ τὸ
10ἄντρον, ἔνθα καὶ τὴν ἀγέλην ὁρᾷς.
10ΗΡΑ Ἀλλ’ οὐχ ὁρῶ τὴν ἀγέλην.
11ΕΡΜΗΣ Πῶς φής; οὐχ ὁρᾷς βοίδια κατὰ τὸν ἐμὸν οὑτωσὶ δάκτυλον ἐκ μέσων τῶν πετρῶν προερ‐ χόμενα καί τινα ἐκ τοῦ σκοπέλου καταθέοντα
15καλαύροπα ἔχοντα καὶ ἀνείργοντα μὴ πρόσω διασκίδνασθαι τὴν ἀγέλην;
16ΗΡΑ Ὁρῶ νῦν, εἴ γε ἐκεῖνός ἐστιν.
17ΕΡΜΗΣ Ἀλλὰ ἐκεῖνος. ἐπειδὴ δὲ πλησίον ἤδη ἐσμέν, ἐπὶ τῆς γῆς, εἰ δοκεῖ, καταστάντες βαδίζωμεν, ἵνα
20μὴ διαταράξωμεν αὐτὸν ἄνωθεν ἐξ ἀφανοῦς καθι‐
πτάμενοι.390
21ΗΡΑ Εὖ λέγεις, καὶ οὕτω ποιῶμεν. ἐπεὶ δὲ κατα‐ βεβήκαμεν, ὥρα σοι, ὦ Ἀφροδίτη, προϊέναι καὶ ἡγεῖσθαι ἡμῖν τῆς ὁδοῦ· σὺ γὰρ ὡς τὸ εἰκὸς
25ἔμπειρος εἶ τοῦ χωρίου πολλάκις, ὡς λόγος, κατελθοῦσα πρὸς Ἀγχίσην.
26ΑΦΡΟΔΙΤΗ Οὐ σφόδρα, ὦ Ἥρα, τούτοις ἄχθομαι τοῖς σκώμμασιν.
28ΕΡΜΗΣ
Dear Iud
.

6

Ἀλλ’ οὖν ἐγὼ ὑμῖν ἡγήσομαι· καὶ γὰρ αὐτὸς ἐνδιέτριψα τῇ Ἴδῃ, ὁπότε δὴ ὁ Ζεὺς ἤρα τοῦ μειρακίου τοῦ Φρυγός, καὶ πολλάκις δεῦρο ἦλθον ὑπ’ ἐκείνου καταπεμφθεὶς εἰς ἐπισκοπὴν τοῦ παι‐
5δός. καὶ ὁπότε γε ἤδη ἐν τῷ ἀετῷ ἦν, συμπαρι‐ πτάμην αὐτῷ καὶ συνεκούφιζον τὸν καλόν, καὶ εἴ γε μέμνημαι, ἀπὸ ταυτησὶ τῆς πέτρας αὐτὸν ἀνήρπασεν. ὁ μὲν γὰρ ἔτυχε τότε συρίζων πρὸς τὸ ποίμνιον, καταπτάμενος δὲ ὄπισθεν αὐτοῦ ὁ
10Ζεὺς κούφως μάλα τοῖς ὄνυξι περιβαλὼν καὶ τῷ στόματι τὴν ἐπὶ τῇ κεφαλῇ τιάραν ἔχων ἀνέφερε τὸν παῖδα τεταραγμένον καὶ τῷ τραχήλῳ ἀπε‐ στραμμένῳ εἰς αὐτὸν ἀποβλέποντα. τότε οὖν ἐγὼ τὴν σύριγγα λαβών, ἀποβεβλήκει γὰρ αὐτὴν
15ὑπὸ τοῦ δέους—ἀλλὰ γὰρ ὁ διαιτητὴς οὑτοσὶ
Dear Iud
.

7

πλησίον, ὥστε προσείπωμεν αὐτόν. Χαῖρε, ὦ βουκόλε.
2ΠΑΡΙΣ Νὴ καὶ σύ γε, ὦ νεανίσκε. τίς δὲ ὢν δεῦρο ἀφῖξαι πρὸς ἡμᾶς; ἢ τίνας ταύτας ἄγεις τὰς
5γυναῖκας; οὐ γὰρ ἐπιτήδειαι ὀρεοπολεῖν, οὕτως
γε οὖσαι καλαί.392
6ΕΡΜΗΣ Ἀλλ’ οὐ γυναῖκές εἰσιν, Ἥραν δέ, ὦ Πάρι, καὶ Ἀθηνᾶν καὶ Ἀφροδίτην ὁρᾷς· κἀμὲ τὸν Ἑρμῆν ἀπέστειλεν ὁ Ζεύς—ἀλλὰ τί τρέμεις καὶ ὠχριᾷς;
10μὴ δέδιθι· χαλεπὸν γὰρ οὐδέν. κελεύει δέ σε δικαστὴν γενέσθαι τοῦ κάλλους αὐτῶν· “Ἐπεὶ γάρ,” φησί, “καλός τε αὐτὸς εἶ καὶ σοφὸς τὰ ἐρωτικά, σοὶ τὴν γνῶσιν ἐπιτρέπω.” τοῦ δὲ ἀγῶ‐ νος τὸ ἆθλον εἴσῃ ἀναγνοὺς τὸ μῆλον.
14ΠΑΡΙΣ
15 Φέρ’ ἴδω τί καὶ βούλεται. “Ἡ καλή,” φησίν, λαβέτω.” πῶς ἂν οὖν, ὦ δέσποτα Ἑρμῆ, δυνη‐ θείην ἐγὼ θνητὸς αὐτὸς καὶ ἀγροῖκος ὢν δικαστὴς γενέσθαι παραδόξου θέας καὶ μείζονος ἢ κατὰ βουκόλον; τὰ γὰρ τοιαῦτα κρίνειν τῶν ἁβρῶν
20μᾶλλον καὶ ἀστικῶν· τὸ δὲ ἐμόν, αἶγα μὲν αἰγὸς ὁποτέρα ἡ καλλίων καὶ δάμαλιν ἄλλης δαμά‐
Dear Iud
.

8

λεως, τάχ’ ἂν δικάσαιμι κατὰ τὴν τέχνην· αὗται δὲ πᾶσαί τε ὁμοίως καλαὶ καὶ οὐκ οἶδ’ ὅπως ἄν τις ἀπὸ τῆς ἑτέρας ἐπὶ τὴν ἑτέραν μεταγάγοι τὴν ὄψιν ἀποσπάσας· οὐ γὰρ ἐθέλει ἀφίστασθαι
5ῥᾳδίως, ἀλλ’ ἔνθα ἂν ἀπερείσῃ τὸ πρῶτον, τούτου ἔχεται καὶ τὸ παρὸν ἐπαινεῖ· κἂν ἐπ’ ἄλλο μεταβῇ, κἀκεῖνο καλὸν ὁρᾷ καὶ παραμένει, καὶ ὑπὸ τῶν πλησίον παραλαμβάνεται. καὶ ὅλως περικέχυταί μοι τὸ κάλλος αὐτῶν καὶ ὅλον περιείληφέ με καὶ
10ἄχθομαι, ὅτι μὴ καὶ αὐτὸς ὥσπερ ὁ Ἄργος ὅλῳ βλέπειν δύναμαι τῷ σώματι. δοκῶ δ’ ἄν μοι καλῶς δικάσαι πάσαις ἀποδοὺς τὸ μῆλον. καὶ
γὰρ αὖ καὶ τόδε, ταύτην μὲν εἶναι συμβέβηκεν τοῦ Διὸς ἀδελφὴν καὶ γυναῖκα, ταύτας δὲ θυγα‐394
15τέρας· πῶς οὖν οὐ χαλεπὴ καὶ οὕτως ἡ κρίσις;
15ΕΡΜΗΣ Οὐκ οἶδα· πλὴν οὐχ οἷόν τε ἀναδῦναι πρὸς τοῦ Διὸς κεκελευσμένον.
17ΠΑΡΙΣ
Dear Iud
.

9

Ἓν τοῦτο, ὦ Ἑρμῆ, πεῖσον αὐτάς, μὴ χαλεπῶς ἔχειν μοι τὰς δύο τὰς νενικημένας, ἀλλὰ μόνων τῶν ὀφθαλμῶν ἡγεῖσθαι τὴν διαμαρτίαν.
3ΕΡΜΗΣ Οὕτω φασὶ ποιήσειν· ὥρα δέ σοι ἤδη περαίνειν
5τὴν κρίσιν.
5ΠΑΡΙΣ Πειρασόμεθα· τί γὰρ ἂν καὶ πάθοι τις; ἐκεῖνο δὲ πρότερον εἰδέναι βούλομαι, πότερ’ ἐξαρκέσει σκοπεῖν αὐτὰς ὡς ἔχουσιν, ἢ καὶ ἀποδῦσαι δεήσει πρὸς τὸ ἀκριβὲς τῆς ἐξετάσεως;
9ΕΡΜΗΣ
10 Τοῦτο μὲν σὸν ἂν εἴη τοῦ δικαστοῦ, καὶ πρόσ‐ ταττε ὅπη καὶ θέλεις.
11ΠΑΡΙΣ Ὅπη καὶ θέλω; γυμνὰς ἰδεῖν βούλομαι.
12ΕΡΜΗΣ Ἀπόδυτε, ὦ αὗται· σὺ δ’ ἐπισκόπει· ἐγὼ δὲ ἀπεστράφην.
14ΑΦΡΟΔΙΤΗ
Dear Iud
.

10

Καλῶς, ὦ Πάρι· καὶ πρώτη γε ἀποδύσομαι,
ὅπως μάθῃς ὅτι μὴ μόνας ἔχω τὰς ὠλένας λευκὰς μηδὲ τῷ βοῶπις εἶναι μέγα φρονῶ, ἐπ’ ἴσης δέ εἰμι πᾶσα καὶ ὁμοίως καλή.396
4ΑΘΗΝΑ
5 Μὴ πρότερον ἀποδύσῃς αὐτήν, ὦ Πάρι, πρὶν ἂν τὸν κεστὸν ἀπόθηται—φαρμακὶς γάρ ἐστιν— μή σε καταγοητεύσῃ δι’ αὐτοῦ. καίτοι γε ἐχρῆν μηδὲ οὕτω κεκαλλωπισμένην παρεῖναι μηδὲ τοσαῦ‐ τα ἐντετριμμένην χρώματα καθάπερ ὡς ἀληθῶς
10ἑταίραν τινά, ἀλλὰ γυμνὸν τὸ κάλλος ἐπιδεικνύειν.
10ΠΑΡΙΣ Εὖ λέγουσι τὸ περὶ τοῦ κεστοῦ, καὶ ἀπόθου.
11ΑΦΡΟΔΙΤΗ Τί οὖν οὐχὶ καὶ σύ, ὦ Ἀθηνᾶ, τὴν κόρυν ἀφε‐ λοῦσα ψιλὴν τὴν κεφαλὴν ἐπιδεικνύεις, ἀλλ’ ἐπισείεις τὸν λόφον καὶ τὸν δικαστὴν φοβεῖς;
15ἢ δέδιας μή σοι ἐλέγχηται τὸ γλαυκὸν τῶν ὀμ‐ μάτων ἄνευ τοῦ φοβεροῦ βλεπόμενον;
16ΑΘΗΝΑ Ἰδού σοι ἡ κόρυς αὕτη ἀφῄρηται.
17ΑΦΡΟΔΙΤΗ
Ἰδοὺ καί σοι ὁ κεστός.398
18ΗΡΑ Ἀλλὰ ἀποδυσώμεθα.
19ΠΑΡΙΣ
Dear Iud
.

11

Ὦ Ζεῦ τεράστιε τῆς θέας, τοῦ κάλλους, τῆς ἡδονῆς. οἵα μὲν ἡ παρθένος, ὡς δὲ βασιλικὸν αὕτη καὶ σεμνὸν ἀπολάμπει καὶ ἀληθῶς ἄξιον τοῦ Διός, ἥδε δὲ ὁρᾷ ἡδύ τι καὶ γλαφυρόν, καὶ
5προσαγωγὸν ἐμειδίασεν—ἀλλ’ ἤδη μὲν ἅλις ἔχω τῆς εὐδαιμονίας· εἰ δοκεῖ δέ, καὶ ἰδίᾳ καθ’ ἑκά‐ στην ἐπιδεῖν βούλομαι, ὡς νῦν γε ἀμφίβολός εἰμι καὶ οὐκ οἶδα πρὸς ὅ τι ἀποβλέψω, πάντῃ τὰς ὄψεις περισπώμενος.
9ΑΦΡΟΔΙΤΗ
10Οὕτω ποιῶμεν.
10ΠΑΡΙΣ Ἄπιτε οὖν αἱ δύο· σὺ δέ, ὦ Ἥρα, περίμενε.
11ΗΡΑ Περιμενῶ, κἀπειδάν με ἀκριβῶς ἴδῃς, ὥρα σοι καὶ τἄλλα ἤδη σκοπεῖν εἰ καλά σοι, τὰ δῶρα τῆς ψήφου τῆς ἐμῆς. ἢν γάρ με, ὦ Πάρι, δικάσῃς
15εἶναι καλήν, ἁπάσης ἔσῃ τῆς Ἀσίας δεσπότης.
15ΠΑΡΙΣ Οὐκ ἐπὶ δώροις μὲν τὰ ἡμέτερα. πλὴν ἄπιθι·
Dear Iud
.

12

πεπράξεται γὰρ ἅπερ ἂν δοκῇ. σὺ δὲ πρόσιθι ἡ Ἀθηνᾶ.
2ΑΘΗΝΑ Παρέστηκά σοι, καὶ ἤν με, ὦ Πάρι, δικάσῃς
καλήν, οὔποτε ἥττων ἄπει ἐκ μάχης, ἀλλ’ ἀεὶ400
5κρατῶν· πολεμιστὴν γάρ σε καὶ νικηφόρον ἀπεργάσομαι.
6ΠΑΡΙΣ Οὐδέν, ὦ Ἀθηνᾶ, δεῖ μοι πολέμου καὶ μάχης· εἰρήνη γάρ, ὡς ὁρᾷς, τὰ νῦν ἐπέχει τὴν Φρυγίαν τε καὶ Λυδίαν καὶ ἀπολέμητος ἡμῖν ἡ τοῦ πατρὸς
10ἀρχή. θάρρει δέ· οὐ μειονεκτήσεις γάρ, κἂν μὴ ἐπὶ δώροις δικάζωμεν. ἀλλ’ ἔνδυθι ἤδη καὶ ἐπίθου τὴν κόρυν· ἱκανῶς γὰρ εἶδον. τὴν Ἀφρο‐ δίτην παρεῖναι καιρός.
13ΑΦΡΟΔΙΤΗ
Dear Iud
.

13

Αὕτη σοι ἐγὼ πλησίον, καὶ σκόπει καθ’ ἓν ἀκριβῶς μηδὲν παρατρέχων, ἀλλ’ ἐνδιατρίβων ἑκάστῳ τῶν μερῶν. εἰ δ’ ἐθέλεις, ὦ καλέ, καὶ τάδε μου ἄκουσον. ἐγὼ γὰρ πάλαι ὁρῶσά σε
5νέον ὄντα καὶ καλὸν ὁποῖον οὐκ οἶδα εἴ τινα ἕτερον ἡ Φρυγία τρέφει, μακαρίζω μὲν τοῦ κάλ‐ λους, αἰτιῶμαι δὲ τὸ μὴ ἀπολιπόντα τοὺς σκοπέ‐ λους καὶ ταυτασὶ τὰς πέτρας κατ’ ἄστυ ζῆν, ἀλλὰ διαφθείρειν τὸ κάλλος ἐν ἐρημίᾳ. τί μὲν
10γὰρ ἂν σὺ ἀπολαύσειας τῶν ὀρῶν; τί δ’ ἂν ἀπό‐ ναιντο τοῦ σοῦ κάλλους αἱ βόες; ἔπρεπεν δὲ ἤδη σοι καὶ γεγαμηκέναι, μὴ μέντοι ἀγροῖκόν τινα καὶ χωρῖτιν, οἷαι κατὰ τὴν Ἴδην αἱ γυναῖκες, ἀλλά τινα ἐκ τῆς Ἑλλάδος, ἢ Ἀργόθεν ἢ ἐκ Κορίνθου
15ἢ Λάκαιναν οἵαπερ ἡ Ἑλένη ἐστίν, νέα τε καὶ καλὴ καὶ κατ’ οὐδὲν ἐλάττων ἐμοῦ, καὶ τὸ δὴ μέγιστον, ἐρωτική. ἐκείνη γὰρ εἰ καὶ μόνον θεά‐ σαιτό σε, εὖ οἶδα ἐγὼ ὡς ἅπαντα ἀπολιποῦσα καὶ παρασχοῦσα ἑαυτὴν ἔκδοτον ἕψεται καὶ
20συνοικήσει. πάντως δὲ καὶ σὺ ἀκήκοάς τι περὶ
αὐτῆς.402
21ΠΑΡΙΣ Οὐδέν, ὦ Ἀφροδίτη· νῦν δὲ ἡδέως ἂν ἀκού‐ σαιμί σου τὰ πάντα διηγουμένης.
23ΑΦΡΟΔΙΤΗ
Dear Iud
.

14

Αὕτη θυγάτηρ μέν ἐστι Λήδας ἐκείνης τῆς καλῆς ἐφ’ ἣν ὁ Ζεὺς κατέπτη κύκνος γενόμενος.
2ΠΑΡΙΣ Ποία δὲ τὴν ὄψιν ἐστί;
3ΑΦΡΟΔΙΤΗ Λευκὴ μέν, οἵαν εἰκὸς ἐκ κύκνου γεγενημένην,
5ἁπαλὴ δέ, ὡς ἐν ᾠῷ τραφεῖσα, γυμνὰς τὰ πολλὰ καὶ παλαιστική, καὶ οὕτω δή τι περισπούδαστος ὥστε καὶ πόλεμον ἀμφ’ αὐτῇ γενέσθαι, τοῦ Θησέως ἄωρον ἔτι ἁρπάσαντος. οὐ μὴν ἀλλ’ ἐπειδήπερ εἰς ἀκμὴν κατέστη, πάντες οἱ ἄριστοι
10τῶν Ἀχαιῶν ἐπὶ τὴν μνηστείαν ἀπήντησαν, προ‐ εκρίθη δὲ Μενέλεως τοῦ Πελοπιδῶν γένους. εἰ δὴ θέλοις, ἐγώ σοι καταπράξομαι τὸν γάμον.
12ΠΑΡΙΣ Πῶς φής; τὸν τῆς γεγαμημένης;
13ΑΦΡΟΔΙΤΗ Νέος εἶ σὺ καὶ ἀγροῖκος, ἐγὼ δὲ οἶδα ὡς χρὴ
15τὰ τοιαῦτα δρᾶν.
15ΠΑΡΙΣ Πῶς; ἐθέλω γὰρ καὶ αὐτὸς εἰδέναι.
16ΑΦΡΟΔΙΤΗ
Dear Iud
.

15

Σὺ μὲν ἀποδημήσεις ὡς ἐπὶ θέαν τῆς Ἑλλάδος, κἀπειδὰν ἀφίκῃ εἰς τὴν Λακεδαίμονα, ὄψεταί σε ἡ Ἑλένη. τοὐντεῦθεν δὲ ἐμὸν ἂν εἴη τὸ ἔργον,
ὅπως ἐρασθήσεταί σου καὶ ἀκολουθήσει.404
4ΠΑΡΙΣ
5 Τοῦτο αὐτὸ καὶ ἄπιστον εἶναί μοι δοκεῖ, τὸ ἀπολιποῦσαν τὸν ἄνδρα ἐθελῆσαι βαρβάρῳ καὶ ξένῳ συνεκπλεῦσαι.
7ΑΦΡΟΔΙΤΗ Θάρρει τούτου γε ἕνεκα. παῖδε γάρ μοι ἐστὸν δύο καλώ, Ἵμερος καὶ Ἔρως, τούτω σοι παρα‐
10δώσω ἡγεμόνε τῆς ὁδοῦ γενησομένω· καὶ ὁ μὲν Ἔρως ὅλος παρελθὼν εἰς αὐτὴν ἀναγκάσει τὴν γυναῖκα ἐρᾶν, ὁ δ’ Ἵμερος αὐτῷ σοι περιχυθεὶς τοῦθ’ ὅπερ ἐστίν, ἱμερτόν τε θήσει καὶ ἐράσμιον. καὶ αὐτὴ δὲ συμπαροῦσα δεήσομαι καὶ τῶν
15Χαρίτων ἀκολουθεῖν· καὶ οὕτως ἅπαντες αὐτὴν ἀναπείσομεν.
16ΠΑΡΙΣ Ὅπως μὲν ταῦτα χωρήσει, ἄδηλον, ὦ Ἀφρο‐ δίτη· πλὴν ἐρῶ γε ἤδη τῆς Ἑλένης καὶ οὐκ οἶδ’ ὅπως καὶ ὁρᾶν αὐτὴν οἴομαι καὶ πλέω εὐθὺ τῆς
20Ἑλλάδος καὶ τῇ Σπάρτῃ ἐπιδημῶ καὶ ἐπάνειμι ἔχων τὴν γυναῖκα—καὶ ἄχθομαι ὅτι μὴ ταῦτα ἤδη πάντα ποιῶ.
22ΑΦΡΟΔΙΤΗ
Dear Iud
.

16

Μὴ πρότερον ἐρασθῇς, ὦ Πάρι, πρὶν ἐμὲ τὴν προμνήστριαν καὶ νυμφαγωγὸν ἀμείψασθαι τῇ κρίσει· πρέποι γὰρ ἂν κἀμὲ νικηφόρον ὑμῖν συμ‐ παρεῖναι καὶ ἑορτάζειν ἅμα καὶ τοὺς γάμους καὶ
5τὰ ἐπινίκια. πάντα γὰρ ἔνεστί σοι—τὸν ἔρωτα, τὸ κάλλος, τὸν γάμον—τουτουὶ τοῦ μήλου πρί‐ ασθαι.
7ΠΑΡΙΣ
Δέδοικα μή μου ἀμελήσῃς μετὰ τὴν κρίσιν.406
8ΑΦΡΟΔΙΤΗ Βούλει οὖν ἐπομόσομαι;
9ΠΑΡΙΣ
10Μηδαμῶς, ἀλλ’ ὑπόσχου πάλιν.
10ΑΦΡΟΔΙΤΗ Ὑπισχνοῦμαι δή σοι τὴν Ἑλένην παραδώσειν γυναῖκα, καὶ ἀκολουθήσειν γέ σοι αὐτὴν καὶ ἀφίξεσθαι παρ’ ὑμᾶς εἰς τὴν Ἴλιον· καὶ αὐτὴ παρέσομαι καὶ συμπράξω τὰ πάντα.
14ΠΑΡΙΣ
15 Καὶ τὸν Ἔρωτα καὶ τὸν Ἵμερον καὶ τὰς Χά‐ ριτας ἄξεις;
16ΑΦΡΟΔΙΤΗ Θάρρει, καὶ τὸν Πόθον καὶ τὸν Ὑμέναιον ἔτι πρὸς τούτοις παραλήψομαι.
18ΠΑΡΙΣ Οὐκοῦν ἐπὶ τούτοις δίδωμι τὸ μῆλον· ἐπὶ τού‐
20τοις λάμβανε.408