TLG 0062 030 :: LUCIANUS :: De parasito sive artem esse parasiticam

LUCIANUS Soph.
(Samosatenus: A.D. 2)

Scholia: Cf. SCHOLIA IN LUCIANUM (5029)

De parasito sive artem esse parasiticam

Source: Harmon, A.M. (ed.), Lucian, vol. 3. Cambridge, Mass.: Harvard University Press, 1921 (repr. 1969): 236–316.

Citation: Section — (line)

Par
.

t

ΠΕΡΙ ΠΑΡΑΣΙΤΟΥ ΟΤΙ ΤΕΧΝΗ Η ΠΑΡΑΣΙΤΙΚΗ
Par
.

1

ΤΥΧΙΑΔΗΣ
1 Τί ποτε ἄρα, ὦ Σίμων, οἱ μὲν ἄλλοι ἄνθρωποι καὶ ἐλεύθεροι καὶ δοῦλοι τέχνην ἕκαστός τινα ἐπίστανται δι’ ἧς αὑτοῖς τέ εἰσιν καὶ ἄλλῳ χρή‐ σιμοι, σὺ δέ, ὡς ἔοικεν, ἔργον οὐδὲν ἔχεις δι’ οὗ
5ἄν τι ἢ αὐτὸς ἀπόναιο ἢ ἄλλῳ μεταδοίης;
5ΣΙΜΩΝ Πῶς τοῦτο ἐρωτᾷς, ὦ Τυχιάδη; οὐδέπω οἶδα. πειρῶ δὴ σαφέστερον ἐρωτᾶν.
7ΤΥΧΙΑΔΗΣ Ἔστιν ἥντινα τυγχάνεις ἐπιστάμενος τέχνην, οἷον μουσικήν;
9ΣΙΜΩΝ
10Μὰ Δία.
10ΤΥΧΙΑΔΗΣ Τί δέ, ἰατρικήν;
11ΣΙΜΩΝ Οὐδὲ ταύτην.
12ΤΥΧΙΑΔΗΣ Ἀλλὰ γεωμετρίαν;
13ΣΙΜΩΝ
Οὐδαμῶς.236
14ΤΥΧΙΑΔΗΣ
15 Τί δέ, ῥητορικήν; φιλοσοφίας μὲν γὰρ τοσοῦτον ἀπέχεις ὅσον καὶ ἡ κακία.
16ΣΙΜΩΝ Ἐγὼ μέν, εἰ οἷόν τε εἶναι, καὶ πλεῖον. ὥστε μὴ δόκει τοῦτο καθάπερ ἀγνοοῦντι ὀνειδίσαι· φημὶ γὰρ κακὸς εἶναι καὶ χείρων ἢ σὺ δοκεῖς.
19ΤΥΧΙΑΔΗΣ
20 Ναί. ἀλλὰ ταύτας μὲν ἴσως τὰς τέχνας οὐκ ἐξέμαθες διὰ μέγεθος αὐτῶν καὶ δυσκολίαν, τῶν δὲ δημοτικῶν τινα, τεκτονικὴν ἢ σκυτοτομικήν; καὶ γὰρ οὐδὲ τἄλλα οὕτως ἔχει σοι, ὡς μὴ καὶ τοιαύτης ἂν δεηθῆναι τέχνης.
24ΣΙΜΩΝ
25 Ὀρθῶς λέγεις, ὦ Τυχιάδη· ἀλλ’ οὐδὲ γὰρ τούτων οὐδεμιᾶς ἐπιστήμων εἰμί.
26ΤΥΧΙΑΔΗΣ Τίνος οὖν ἑτέρας;
27ΣΙΜΩΝ Τίνος; ὡς ἐγὼ οἶμαι, γενναίας· ἣν εἰ μάθοις, καὶ σὲ ἐπαινέσειν οἴομαι. ἔργῳ μὲν οὖν κατορ‐
30θοῦν φημι ἤδη, εἰ δέ σοι καὶ λόγῳ, οὐκ ἔχω εἰπεῖν.
31ΤΥΧΙΑΔΗΣ Τίνα ταύτην;
32ΣΙΜΩΝ Οὔπω μοι δοκῶ τοὺς περὶ ταύτην ἐκμεμελετη‐
κέναι λόγους. ὥστε ὅτι τέχνην μέν τινα ἐπί‐238
35σταμαι, ὑπάρχει ἤδη σοι γιγνώσκειν καὶ μὴ διὰ τοῦτο χαλεπῶς μοι ἔχειν· ἥντινα δέ, αὖθις ἀκούσῃ.
36ΤΥΧΙΑΔΗΣ Ἀλλ’ οὐκ ἀνέξομαι.
37ΣΙΜΩΝ Τό γε τῆς τέχνης παράδοξον ἴσως φανεῖταί σοι ἀκούσαντι.
39ΤΥΧΙΑΔΗΣ
40Καὶ μὴν διὰ τοῦτο σπουδάζω μαθεῖν.
40ΣΙΜΩΝ Εἰσαῦθις, ὦ Τυχιάδη.
41ΤΥΧΙΑΔΗΣ Μηδαμῶς, ἀλλ’ ἤδη λέγε, εἰ μή περ ἄρα αἰσ‐ χύνῃ.
43ΣΙΜΩΝ Ἡ παρασιτική.
44ΤΥΧΙΑΔΗΣ
Par
.

2

Κᾆτα εἰ μὴ μαίνοιτό τις, ὦ Σίμων, τέχνην ταύτην φαίη ἄν;
2ΣΙΜΩΝ Ἔγωγε· εἰ δέ σοι μαίνεσθαι δοκῶ, τοῦ μηδεμίαν ἄλλην ἐπίστασθαι τέχνην αἰτίαν εἶναί μοι τὴν
5μανίαν δόκει καί με τῶν ἐγκλημάτων ἤδη ἀφίει. φασὶ γὰρ τὴν δαίμονα ταύτην τὰ μὲν ἄλλα χαλεπὴν εἶναι τοῖς ἔχουσι, παραιτεῖσθαι δὲ τῶν ἁμαρτημάτων αὐτοὺς ὥσπερ διδάσκαλον ἢ παιδα‐ γωγὸν τούτων ἀναδεχομένην εἰς αὑτὴν τὰς αἰτίας.
9ΤΥΧΙΑΔΗΣ
10Οὐκοῦν, ὦ Σίμων, ἡ παρασιτικὴ τέχνη ἐστί;240
10ΣΙΜΩΝ Τέχνη γάρ, κἀγὼ ταύτης δημιουργός.
11ΤΥΧΙΑΔΗΣ Καὶ σὺ ἄρα παράσιτος;
12ΣΙΜΩΝ Πάνυ ὠνείδισας, ὦ Τυχιάδη.
13ΤΥΧΙΑΔΗΣ Ἀλλ’ οὐκ ἐρυθριᾷς παράσιτον σαυτὸν καλῶν;
14ΣΙΜΩΝ
15Οὐδαμῶς· αἰσχυνοίμην γὰρ ἄν, εἰ μὴ λέγοιμι.
15ΤΥΧΙΑΔΗΣ Καὶ νὴ Δία ὁπόταν σε βουλώμεθα γνωρίζειν τῶν οὐκ ἐπισταμένων τῳ, ὅτε χρῄζοι μαθεῖν, ὁ παράσιτος δῆλον ὅτι φήσομεν εὖ λέγοντες;
18ΣΙΜΩΝ Πολὺ μᾶλλον τοῦτο λέγοντες ἐμὲ ἢ Φειδίαν
20ἀγαλματοποιόν· χαίρω γὰρ τῇ τέχνῃ οὐδέν τι ἧττον ἢ Φειδίας ἔχαιρε τῷ Διί.
21ΤΥΧΙΑΔΗΣ Καὶ μὴν ἐκεῖνό μοι σκοποῦντι προοῖσται γέλως πάμπολυς.
23ΣΙΜΩΝ Τὸ ποῖον;
24ΤΥΧΙΑΔΗΣ
25Εἴ γε καὶ ταῖς ἐπιστολαῖς ἄνωθεν ὥσπερ ἔθος
ἐπιγράφοιμεν, Σίμωνι παρασίτῳ.242
26ΣΙΜΩΝ Καὶ μὴν ἂν ἐμοὶ μᾶλλον χαρίζοιο ἢ Δίωνι ἐπιγράφων φιλοσόφῳ.
28ΤΥΧΙΑΔΗΣ
Par
.

3

Ἀλλὰ σὺ μὲν ὅπως χαίρεις καλούμενος, οὐδὲν ἢ μικρόν μοι μέλει· σκοπεῖν δὲ δεῖ καὶ τὴν ἄλλην ἀτοπίαν.
3ΣΙΜΩΝ Τίνα μήν;
4ΤΥΧΙΑΔΗΣ
5 Εἰ καὶ ταύτην ταῖς ἄλλαις τέχναις ἐγκαταλέ‐ ξομεν, ὥστε ἐπειδὰν πυνθάνηταί τις, ὁποία τις αὕτη τέχνη ἐστί, λέγειν, οἷον γραμματικὴ ἢ ἰατρική, παρασιτική.
8ΣΙΜΩΝ Ἐγὼ μέν, ὦ Τυχιάδη, πολὺ μᾶλλον ταύτην ἤ
10τινα ἑτέραν τέχνην φαίην ἄν. εἰ δέ σοι φίλον ἀκούειν, καὶ ὅπως οἴομαι λέγοιμι ἄν, καίπερ οὐ παντάπασιν ὤν, ὡς ἔφθην εἰπών, ἐπὶ τοῦτο παρε‐ σκευασμένος.
13ΤΥΧΙΑΔΗΣ Οὐθέν, εἰ καὶ σμικρὰ λέγοις, ἀληθῆ δέ, διοίσει.
14ΣΙΜΩΝ
15 Ἴθι δὴ πρῶτον, εἴ σοι δοκεῖ, περὶ τῆς τέχνης, ἥτις ποτὲ οὖσα τυγχάνει τῷ γένει, σκοπῶμεν· οὑτωσὶ γὰρ ἐπακολουθήσαιμεν ἂν καὶ ταῖς κατ’
εἶδος τέχναις, εἴπερ ἄρα ὀρθῶς μετέχοιεν αὐτῆς.244
18ΤΥΧΙΑΔΗΣ Τί ποτ’ οὖν ἐστιν ἡ τέχνη; πάντως ἐπίστασαι.
19ΣΙΜΩΝ
20Πάνυ μὲν οὖν.
20ΤΥΧΙΑΔΗΣ Μὴ τοίνυν ὄκνει λέγειν αὐτήν, εἴπερ οἶσθα.
21ΣΙΜΩΝ
Par
.

4

Τέχνη ἐστίν, ὡς ἐγὼ διαμνημονεύω σοφοῦ τινος ἀκούσας, σύστημα ἐκ καταλήψεων συγγεγυμνα‐ σμένων πρός τι τέλος εὔχρηστον τῷ βίῳ.
3ΤΥΧΙΑΔΗΣ Ὀρθῶς ἐκεῖνός γε εἰπὼν σύ τε ἀπομνημο‐
5νεύσας.
5ΣΙΜΩΝ Εἰ δὲ μετέχοι τούτων ἁπάντων ἡ παρασιτική, τί ἂν ἄλλο ἢ καὶ αὐτὴ τέχνη εἴη;
7ΤΥΧΙΑΔΗΣ Τέχνη γάρ, εἴπερ οὕτως ἔχοι.
8ΣΙΜΩΝ Φέρε δὴ καθ’ ἕκαστον τοῖς τῆς τέχνης εἴδεσιν
10ἐφαρμόζοντες τὴν παρασιτικήν, εἰ συνᾴδει σκοπῶ‐ μεν ἢ ὁ περὶ αὐτῆς λόγος, καθάπερ αἱ πονηραὶ χύτραι διακρουόμεναι, σαθρὸν ἀποφθέγγεται. δεῖ
τοίνυν πᾶσαν τέχνην σύστημα ἐκ καταλήψεων ... πρῶτον μὲν τὸ δοκιμάζειν καὶ διακρίνειν246
15ὅστις ἂν ἐπιτήδειος γένοιτο τρέφειν αὐτόν, καὶ ὅτῳ παρασιτεῖν ἀρξάμενος οὐκ ἂν μεταγνοίη. ἢ τὸν μὲν ἀργυρογνώμονα τέχνην τινὰ φήσομεν ἔχειν, εἴπερ ἐπίσταται διαγιγνώσκειν τά τε κίβδηλα τῶν νομισμάτων καὶ τὰ μή, τοῦτον δὲ
20ἄνευ τέχνης διακρίνειν τούς τε κιβδήλους τῶν ἀνθρώπων καὶ τοὺς ἀγαθούς, καὶ ταῦτα οὐχ ὥσπερ τῶν νομισμάτων καὶ τῶν ἀνθρώπων φανε‐ ρῶν εὐθὺς ὄντων; αὐτὰ μέντοι ταῦτα καὶ ὁ σοφὸς Εὐριπίδης καταμέμφεται λέγων·
25
ἀνδρῶν δ’ ὅτῳ χρὴ τὸν κακὸν διειδέναι,
οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματι. ᾧ δὴ καὶ μείζων ἡ τοῦ παρασίτου τέχνη, ἥ γε καὶ τὰ οὕτως ἄδηλα καὶ ἀφανῆ μᾶλλον τῆς μαντι‐ κῆς γνωρίζει τε καὶ οἶδεν.
Par
.

5

Τὸ δέ γε ἐπίστασθαι λόγους λέγειν ἐπιτηδείους καὶ πράγματα πράττειν δι’ ὧν οἰκειώσεται καὶ εὐνούστατον ἑαυτὸν τῷ τρέφοντι ἀποδείξει, ἆρ’ οὐ συνέσεως καὶ καταλήψεως ἐρρωμένης εἶναί σοι
5δοκεῖ;
5ΤΥΧΙΑΔΗΣ Καὶ μάλα.
6ΣΙΜΩΝ Τὸ δέ γε ἐν ταῖς ἑστιάσεσιν αὐταῖς ὅπως παντὸς ἀπέλθοι πλέον ἔχων καὶ παρευδοκιμῶν τοὺς μὴ τὴν αὐτὴν αὐτῷ κεκτημένους τέχνην, ἄνευ τινὸς
10λόγου καὶ σοφίας πράττεσθαι οἴει;248
10ΤΥΧΙΑΔΗΣ Οὐδαμῶς.
11ΣΙΜΩΝ Τί δέ, τὸ ἐπίστασθαι τὰς ἀρετὰς καὶ κακίας τῶν σιτίων καὶ τῶν ὄψων πολυπραγμοσύνην ἀτέχνου τινὸς εἶναί σοι δοκεῖ, καὶ ταῦτα τοῦ
15γενναιοτάτου Πλάτωνος οὑτωσὶ λέγοντος, “Τοῦ μέλλοντος ἑστιάσεσθαι μὴ μαγειρικοῦ ὄντος, σκευαζομένης θοίνης ἀκυροτέρα ἡ κρίσις”;
Par
.

6

Ὅτι γε μὴν οὐκ ἐκ καταλήψεως μόνον, ἀλλὰ συγγεγυμνασμένης ἐστὶν ἡ παρασιτική, μάθοις ἂν ἐνθένδε ῥᾳδίως· αἱ μὲν γὰρ τῶν ἄλλων τεχνῶν καταλήψεις καὶ ἡμέρας καὶ νύκτας καὶ μῆνας καὶ
5ἐνιαυτοὺς πολλάκις ἀσυγγύμναστοι μένουσιν, καὶ ὅμως οὐκ ἀπόλλυνται παρὰ τοῖς κεκτημένοις αἱ τέχναι, ἡ δὲ τοῦ παρασίτου κατάληψις εἰ μὴ καθ’ ἡμέραν εἴη ἐν γυμνασίᾳ, ἀπόλλυσιν οὐ μόνον, οἶμαι, τὴν τέχνην, ἀλλὰ καὶ αὐτὸν τὸν τεχνίτην.
Par
.

7

Τό γε μὴν “πρός τι τέλος εὔχρηστον τῷ βίῳ” μὴ καὶ μανίας ᾖ ζητεῖν. ἐγὼ γὰρ τοῦ φαγεῖν καὶ τοῦ πιεῖν οὐδὲν εὐχρηστότερον εὑρίσκω ἐν τῷ βίῳ, ὧν οὐδὲ ζῆν γε ἄνευ ἔστιν.
4ΤΥΧΙΑΔΗΣ
5Πάνυ μὲν οὖν.
5ΣΙΜΩΝ
Par
.

8

Καὶ μὴν οὐδὲ τοιοῦτόν τί ἐστιν ἡ παρασιτικὴ ὁποῖον τὸ κάλλος καὶ ἡ ἰσχύς, ὥστε τέχνην μὲν
μὴ δοκεῖν αὐτήν, δύναμιν δέ τινα τοιαύτην.250
3ΤΥΧΙΑΔΗΣ Ἀληθῆ λέγεις.
4ΣΙΜΩΝ
5 Ἀλλὰ μέντοι οὐδὲ ἀτεχνία ἐστίν· ἡ γὰρ ἀτε‐ χνία οὐδέποτε οὐδὲν κατορθοῖ τῷ κεκτημένῳ. φέρε γάρ, εἰ ἐπιτρέψειας σὺ σεαυτῷ ναῦν ἐν θαλάττῃ καὶ χειμῶνι μὴ ἐπιστάμενος κυβερνᾶν, σωθείης ἄν;
9〈ΤΥΧΙΑΔΗΣ〉
10〈Οὐδαμῶς.〉
10〈ΣΙΜΩΝ〉 〈Τί δ’, εἰ ἵππους ἐπιτραφθείη τις μὴ ἐπιστά‐ μενος ἠνιοχεῖν;〉
12ΤΥΧΙΑΔΗΣ Οὐδ’ οὗτος.
13ΣΙΜΩΝ Τί δή ποτε, ἢ τῷ μὴ ἔχειν τέχνην, δι’ ἧς δυνή‐
15σεται σώζειν ἑαυτόν;
15ΤΥΧΙΑΔΗΣ Καὶ μάλα.
16ΣΙΜΩΝ Οὐκοῦν καὶ παράσιτος ὑπὸ τῆς παρασιτικῆς, εἴπερ ἦν ἀτεχνία, οὐκ ἂν ἐσώζετο;
18ΤΥΧΙΑΔΗΣ Ναί.
19ΣΙΜΩΝ
20Οὐκοῦν τέχνῃ σώζεται, ἀτεχνίᾳ δὲ οὔ;
20ΤΥΧΙΑΔΗΣ
Πάνυ μὲν οὖν.252
21ΣΙΜΩΝ Τέχνη ἄρα ἐστὶν ἡ παρασιτική.
22ΤΥΧΙΑΔΗΣ Τέχνη, ὡς ἔοικεν.
23ΣΙΜΩΝ Καὶ μὴν κυβερνήτας μὲν ἀγαθοὺς ναυαγίᾳ
25περιπεσόντας καὶ ἡνιόχους τεχνίτας ἐκπεσόντας τῶν δίφρων οἶδα ἐγὼ πολλάκις, καὶ τοὺς μὲν συντριβέντας, τοὺς δὲ καὶ πάμπαν διαφθαρέντας, παρασίτου δὲ ναυάγιον οὐδὲ εἷς ἔχοι τοιοῦτον εἰπεῖν.
30 Οὐκοῦν εἰ μήτε ἀτεχνία ἐστὶν ἡ παρασιτικὴ μήτε δύναμις, σύστημα δέ τι ἐκ καταλήψεων γεγυμνασμένων, τέχνη δῆλον ὅτι διωμολόγηται ἡμῖν σήμερον.
33ΤΥΧΙΑΔΗΣ
Par
.

9

Ὅσον ἐκ τούτου εἰκάζω· ἀλλ’ ἐκεῖνο, ὅπως καὶ ὅρον ἡμῖν τινα γενναῖον ἀποδῷς τῆς παρασιτικῆς.
2ΣΙΜΩΝ Ὀρθῶς σύ γε λέγων. δοκεῖ γὰρ δή μοι οὕτως ἂν μάλιστα ὡρίσθαι· παρασιτική ἐστιν τέχνη
5ποτέων καὶ βρωτέων καὶ τῶν διὰ ταῦτα λεκτέων καὶ πρακτέων, τέλος δὲ αὐτῆς τὸ ἡδύ.
6ΤΥΧΙΑΔΗΣ Ὑπέρευγέ μοι δοκεῖς ὁρίσασθαι τὴν σεαυτοῦ τέχνην· ἀλλ’ ἐκεῖνο σκόπει, μὴ πρὸς ἐνίους τῶν
φιλοσόφων μάχη σοι περὶ τοῦ τέλους ᾖ.254
9ΣΙΜΩΝ
10Καὶ μὴν ἀπόχρη γε εἴπερ ἔσται τὸ αὐτὸ τέλος
Par
.

10

εὐδαιμονίας καὶ παρασιτικῆς. φανεῖται δὲ οὕ‐ τως· ὁ γὰρ σοφὸς Ὅμηρος τὸν τοῦ παρασίτου βίον θαυμάζων ὡς ἄρα μακάριος καὶ ζηλωτὸς εἴη μόνος, οὕτω φησίν·
5οὐ γὰρ ἔγωγέ τί φημι τέλος χαριέστερον εἶναι, ἢ ὅτ’ ἂν εὐφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα, δαιτυμόνες δ’ ἀνὰ δώματ’ ἀκουάζωνται ἀοιδοῦ ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι σίτου καὶ κρειῶν, μέθυ δ’ ἐκ κρητῆρος ἀφύσσων
10
οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι. καὶ ὡς οὐχ ἱκανῶς ταῦτα θαυμάζων μᾶλλον τὴν αὑτοῦ γνώμην ποιεῖ φανερωτέραν εὖ λέγων·
τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι, οὐχ ἕτερόν τι, ἐξ ὧν φησιν, ἢ τὸ παρασιτεῖν
15εὔδαιμον νομίζων. καὶ μὴν οὐδὲ τῷ τυχόντι ἀνδρὶ περιτέθεικε τούτους τοὺς λόγους, ἀλλὰ τῷ σοφωτάτῳ τῶν ὅλων. καίτοι γε εἴπερ ἐβούλετο Ὀδυσσεὺς τὸ κατὰ τοὺς Στωϊκοὺς ἐπαινεῖν τέλος, ἐδύνατο ταυτὶ λέγειν ὅτε τὸν Φιλοκτήτην ἀνή‐
20γαγεν ἐκ τῆς Λήμνου, ὅτε τὸ Ἴλιον ἐξεπόρθησεν, ὅτε τοὺς Ἕλληνας φεύγοντας κατέσχεν, ὅτε εἰς Τροίαν εἰσῆλθεν ἑαυτὸν μαστιγώσας καὶ κακὰ
καὶ Στωϊκὰ ῥάκη ἐνδύς· ἀλλὰ τότε οὐκ εἶπε τοῦτο τέλος χαριέστερον. ἀλλὰ μὴν καὶ ἐν τῷ256
25τῶν Ἐπικουρείων βίῳ γενόμενος αὖθις παρὰ τῇ Καλυψοῖ, ὅτε αὐτῷ ὑπῆρχεν ἐν ἀργίᾳ τε βιο‐ τεύειν καὶ τρυφᾶν καὶ βινεῖν τὴν Ἄτλαντος θυγατέρα καὶ κινεῖν πάσας τὰς λείας κινήσεις, οὐδὲ τότε εἶπε τοῦτο τὸ τέλος χαριέστερον,
30ἀλλὰ τὸν τῶν παρασίτων βίον. ἐκαλοῦντο δὲ δαιτυμόνες οἱ παράσιτοι τότε. πῶς οὖν λέγει; πάλιν γὰρ ἄξιον ἀναμνησθῆναι τῶν ἐπῶν· οὐδὲν γὰρ οἷον ἀκούειν αὐτῶν πολλάκις λεγομένων· “δαιτυμόνες καθήμενοι ἑξείης·” καί·
35 παρὰ δὲ πλήθωσι τράπεζαι σίτου καὶ κρειῶν.
Par
.

11

Ὅ γε μὴν Ἐπίκουρος σφόδρα ἀναισχύντως ὑφελόμενος τὸ τῆς παρασιτικῆς τέλος τῆς καθ’ αὑτὸν εὐδαιμονίας τέλος αὐτὸ ποιεῖ. καὶ ὅτι κλοπὴ τὸ πρᾶγμά ἐστιν καὶ οὐδὲν Ἐπικούρῳ
5μέλει τὸ ἡδύ, ἀλλὰ τῷ παρασίτῳ, οὕτω μάθοις ἄν. ἔγωγε ἡγοῦμαι τὸ ἡδὺ πρῶτον μὲν τὸ τῆς σαρκὸς ἀόχλητον, ἔπειτα τὸ μὴ θορύβου καὶ ταραχῆς τὴν ψυχὴν ἐμπεπλῆσθαι. τούτων τοί‐ νυν ὁ μὲν παράσιτος ἑκατέρων τυγχάνει, ὁ δὲ
10Ἐπίκουρος οὐδὲ θατέρου· ὁ γὰρ ζητῶν περὶ σχή‐ ματος γῆς καὶ κόσμων ἀπειρίας καὶ μεγέθους ἡλίου καὶ ἀποστημάτων καὶ πρώτων στοιχείων καὶ περὶ θεῶν, εἴτε εἰσὶν εἴτε οὐκ εἰσί, καὶ περὶ αὐτοῦ τοῦ τέλους ἀεὶ πολεμῶν καὶ διαφερόμενος
15πρός τινας οὐ μόνον ἐν ἀνθρωπίναις, ἀλλὰ καὶ ἐν κοσμικαῖς ἐστιν ὀχλήσεσιν. ὁ δὲ παράσιτος πάντα καλῶς ἔχειν οἰόμενος καὶ πεπιστευκὼς μὴ ἄλλως ταῦτα ἔχειν ἄμεινον ἢ ἔχει, μετὰ πολλῆς ἀδείας καὶ γαλήνης, οὐδενὸς αὐτῷ τοιούτου παρ‐258
20ενοχλοῦντος, ἐσθίει καὶ κοιμᾶται ὕπτιος ἀφεικὼς τοὺς πόδας καὶ τὰς χεῖρας ὥσπερ Ὀδυσσεὺς τῆς Σχερίας ἀποπλέων οἴκαδε.
Par
.

12

Καὶ μὴν οὐχὶ κατὰ ταῦτα μόνον οὐδὲν προσή‐ κει τὸ ἡδὺ τῷ Ἐπικούρῳ, ἀλλὰ καὶ κατ’ ἐκεῖνα· ὁ γὰρ Ἐπίκουρος οὗτος, ὅστις ποτέ ἐστιν ὁ σο‐ φός, ἤτοι φαγεῖν ἔχει ἢ οὔ· εἰ μὲν οὐκ ἔχει, οὐχ
5ὅπως ἡδέως ζήσεται, ἀλλ’ οὐδὲ ζήσεται· εἰ δὲ ἔχει, εἴτε παρ’ ἑαυτοῦ εἴτε παρ’ ἄλλου· εἰ μὲν οὖν παρ’ ἄλλου τὸ φαγεῖν ἔχοι, παράσιτός ἐστι καὶ οὐχ ὃς λέγει· εἰ δὲ παρ’ ἑαυτοῦ, οὐχ ἡδέως ζήσεται.
9ΤΥΧΙΑΔΗΣ
10Πῶς οὐχ ἡδέως;
10ΣΙΜΩΝ Εἰ γὰρ ἔχοι τὸ φαγεῖν παρ’ ἑαυτοῦ, πολλά τοι, ὦ Τυχιάδη, τὰ ἀηδέα τῷ τοιούτῳ βίῳ παρα‐ κολουθεῖν ἀνάγκη· καὶ ἄθρει πόσα. δεῖ τὸν μέλ‐ λοντα βιώσεσθαι καθ’ ἡδονὴν τὰς ἐγγιγνομένας
15ὀρέξεις ἁπάσας ἀναπληροῦν. ἢ τί φής;
15ΤΥΧΙΑΔΗΣ Κἀμοὶ δοκεῖ.
16ΣΙΜΩΝ Οὐκοῦν τῷ μὲν συχνὰ κεκτημένῳ ἴσως τοῦτο
παρέχει, τῷ δὲ ὀλίγα καὶ μηδὲν οὐκέτι· ὥστε πένης οὐκ ἂν σοφὸς γένοιτο οὐδὲ ἐφίκοιτο τοῦ260
20τέλους, λέγω δὴ τοῦ ἡδέος. ἀλλ’ οὐδὲ μὴν ὁ πλούσιος, ὁ παρὰ τῆς οὐσίας ἀφθόνως ταῖς ἐπι‐ θυμίαις χορηγῶν, δυνήσεται τοῦδε ἐφικέσθαι. τί δή ποτε; ὅτι πᾶσα ἀνάγκη τὸν ἀναλίσκοντα τὰ ἑαυτοῦ πολλαῖς περιπίπτειν ἀηδίαις, τοῦτο μὲν
25τῷ μαγείρῳ κακῶς σκευάσαντι τὸ ὄψον μαχό‐ μενον ἢ εἰ μὴ μάχοιτο φαῦλα παρὰ τοῦτο ἐσθίοντα τὰ ὄψα καὶ τοῦ ἡδέος ὑστεροῦντα, τοῦτο δὲ τῷ οἰκονομοῦντι τὰ κατὰ τὴν οἰκίαν, εἰ μὴ καλῶς οἰκονομοίη, μαχόμενον. ἢ οὐχ οὕτως;
29ΤΥΧΙΑΔΗΣ
30Νὴ Δία, κἀμοὶ δοκεῖ.
30ΣΙΜΩΝ Τῷ μὲν οὖν Ἐπικούρῳ πάντα συμβαίνειν εἰ‐ κός, ὥστε οὐδέποτε τεύξεται τοῦ τέλους· τῷ δὲ παρασίτῳ οὔτε μάγειρός ἐστιν ᾧ χαλεπήναι, οὔτε ἀγρὸς οὔτε οἶκος οὔτε ἀργύρια, ὑπὲρ ὧν
35ἀπολλυμένων ἀχθεσθείη, ὥστε καὶ φάγοι καὶ πίοι μόνος οὗτος ὑπὸ μηδενός, ὧν ἐκείνους ἀνάγκη, ἐνοχλούμενος.
Par
.

13

Ἀλλ’ ὅτι μὲν τέχνη ἐστὶν ἡ παρασιτική, κἀκ τούτων καὶ τῶν ἄλλων ἱκανῶς δέδεικται. λοιπὸν ὅτι καὶ ἀρίστη δεικτέον, καὶ τοῦτο οὐχ ἁπλῶς, ἀλλὰ πρῶτον μέν, ὅτι κοινῇ πασῶν διαφέρει τῶν
5τεχνῶν, εἶτα ὅτι καὶ ἰδίᾳ ἑκάστης. Κοινῇ μὲν οὖν ἁπασῶν οὕτω διαφέρει· πάσης
γὰρ τέχνης ἀνάγκη προάγειν μάθησιν πόνον φό‐ βον πληγάς, ἅπερ οὐκ ἔστιν ὅστις οὐκ ἂν ἀπεύ‐ ξαιτο· ταύτην δὲ τὴν τέχνην, ὡς ἔοικεν, μόνην262
10ἔξεστι μαθεῖν ἄνευ πόνου. τίς γὰρ ἀπὸ δείπνου ποτὲ ἀπῆλθεν κλαίων, ὥσπερ τινὰς ἐκ τῶν διδα‐ σκάλων ὁρῶμεν, τίς δ’ ἐπὶ δεῖπνον ἀπιὼν ὤφθη σκυθρωπός, ὥσπερ οἱ εἰς διδασκαλεῖα φοιτῶντες; καὶ μὴν ὁ μὲν παράσιτος ἑκὼν αὐτὸς ἐπὶ δεῖπνον
15ἔρχεται μάλα ἐπιθυμῶν τῆς τέχνης, οἱ δὲ τὰς ἄλλας τέχνας μανθάνοντες μισοῦσιν αὐτάς, ὥστε ἔνιοι δι’ αὐτὰς ἀποδιδράσκουσι. Τί δέ, οὐ κἀκεῖνο ἐννοῆσαί σε δεῖ, ὅτι καὶ τοὺς ἐν ἐκείναις ταῖς τέχναις προκόπτοντας οἱ πατέρες
20καὶ μητέρες τούτοις τιμῶσι μάλιστα, οἷς καθ’ ἡμέραν καὶ τὸν παράσιτον, “Καλῶς νὴ Δία ἔγραψεν ὁ παῖς,” λέγοντες, “δότε αὐτῷ φαγεῖν·” “Οὐκ ἔγραψεν ὀρθῶς, μὴ δότε;” οὕτω τὸ πρᾶ‐ γμα καὶ ἔντιμον καὶ ἐν τιμωρίᾳ μέγα φαίνεται.
Par
.

14

Καὶ μὴν αἱ ἄλλαι τέχναι τὸ τέλος ὕστερον τοῦτο ἔχουσι, μετὰ τὸ μαθεῖν καὶ τοὺς καρποὺς ἡδέως ἀπολαμβάνουσαι· πολλὴ γὰρ “καὶ ὄρθιος οἶμος ἐς αὐτάς·” ἡ δὲ παρασιτικὴ μόνη τῶν
5ἄλλων εὐθὺς ἀπολαύει τῆς τέχνης ἐν αὐτῷ τῷ μανθάνειν, καὶ ἅμα τε ἄρχεται καὶ ἐν τῷ τέλει ἐστίν. Καὶ μέντοι τῶν ἄλλων τεχνῶν οὐ τινές, ἀλλὰ πᾶσαι ἐπὶ μόνην τὴν τροφὴν γεγόνασιν, ὁ δὲ
10παράσιτος εὐθὺς ἔχει τὴν τροφὴν ἅμα τῷ ἄρξα‐
σθαι τῆς τέχνης. ἢ οὐκ ἐννοεῖς ὅτι ὁ μὲν γεωργὸς γεωργεῖ οὐ τοῦ γεωργεῖν ἕνεκα καὶ ὁ τέκτων τεκταίνεται οὐχὶ τοῦ τεκταίνεσθαι ἕνεκα, ὁ δὲ παράσιτος οὐχ ἕτερον μέν τι διώκει, ἀλλὰ τὸ264
15αὐτὸ καὶ ἔργον μὲν ἐστὶν αὐτοῦ καὶ οὗ ἕνεκα γίγνεται;
Par
.

15

Καὶ μὴν ἐκεῖνά γε οὐδείς ἐστιν ὅστις οὐκ ἐπί‐ σταται, ὅτι οἱ μὲν τὰς λοιπὰς τέχνας ἐργαζόμενοι τὸν μὲν ἄλλον χρόνον ταλαιπωροῦσι, μίαν δὲ ἢ δύο μόνας τοῦ μηνὸς ἡμέρας ἱερὰς ἄγουσι, καὶ
5εὐφραίνεσθαι λέγονται τότε· ὁ δὲ παράσιτος τοῦ μηνὸς τὰς τριάκονθ’ ἡμέρας ἱερὰς ἄγει· πᾶσαι γὰρ αὐτῷ δοκοῦσιν εἶναι τῶν θεῶν.
Par
.

16

Ἔτι οἱ μὲν βουλόμενοι τὰς ἄλλας τέχνας κατορθοῦν ὀλιγοσιτίαις καὶ ὀλιγοποσίαις χρῶνται καθάπερ οἱ νοσοῦντες, πολυποσίαις δὲ καὶ πολυ‐ σιτίαις οὐκ ἔστιν εὐφραινόμενον μανθάνειν.
Par
.

17

Καὶ αἱ μὲν ἄλλαι τέχναι χωρὶς ὀργάνων οὐ‐ δαμῶς τῷ κεκτημένῳ ὑπηρετεῖν δύνανται· οὔτε γὰρ αὐλεῖν ἔνι χωρὶς αὐλῶν οὔτε ψάλλειν ἄνευ λύρας οὔτε ἱππεύειν ἄνευ ἵππου· αὕτη δὲ οὕτως
5ἐστὶν ἀγαθὴ καὶ οὐ βαρεῖα τῷ τεχνίτῃ, ὥστε ὑπάρχει καὶ μηδὲν ἔχοντι ὅπλον χρῆσθαι αὐτῇ.
Par
.

18

Καὶ ὡς ἔοικεν ἄλλας τέχνας μανθάνομεν μισθὸν διδόντες, ταύτην δὲ λαμβάνοντες. ἔτι τῶν μὲν
Par
.

19

ἄλλων τεχνῶν εἰσι διδάσκαλοί τινες, τῆς δὲ παρασιτικῆς οὐδείς, ἀλλ’ ὥσπερ ἡ ποιητικὴ κατὰ Σωκράτη καὶ αὕτη τινὶ θείᾳ μοίρᾳ παραγίγνεται.
Par
.

20

κἀκεῖνο δὲ σκόπει, ὅτι τὰς μὲν ἄλλας τέχνας ὁδεύοντες ἢ πλέοντες οὐ δυνάμεθα διαπράττεσθαι, ταύτῃ δέ ἐστι χρῆσθαι καὶ ἐν ὁδῷ καὶ πλέοντι.266
3ΤΥΧΙΑΔΗΣ
Par
.

21

Πάνυ μὲν οὖν.
1ΣΙΜΩΝ Καὶ μέντοι, ὦ Τυχιάδη, αἱ μὲν ἄλλαι τέχναι δοκοῦσί μοι ταύτης ἐπιθυμεῖν, αὕτη δὲ οὐδεμιᾶς ἑτέρας.
4ΤΥΧΙΑΔΗΣ
5 Τί δέ, οὐχ οἱ τὰ ἀλλότρια λαμβάνοντες ἀδικεῖν σοι δοκοῦσι;
6ΣΙΜΩΝ Πῶς γὰρ οὔ;
7ΤΥΧΙΑΔΗΣ Πῶς οὖν ὁ παράσιτος τὰ ἀλλότρια λαμβάνων οὐκ ἀδικεῖ μόνος;
9ΣΙΜΩΝ
Par
.

22

Οὐκ ἔχω λέγειν. καὶ μὴν τῶν ἄλλων τεχνῶν αἱ ἀρχαὶ φαῦλαί τινες καὶ εὐτελεῖς εἰσι, τῆς δὲ παρασιτικῆς ἀρχὴ πάνυ γενναία τις· τὸ γὰρ θρυλούμενον τοῦτο τῆς φιλίας ὄνομα οὐκ ἂν ἄλλο
5τι εὕροις ἢ ἀρχὴν παρασιτικῆς.
5ΤΥΧΙΑΔΗΣ Πῶς λέγεις;
6ΣΙΜΩΝ Ὅτι οὐδεὶς ἐχθρὸν ἢ ἀγνῶτα ἄνθρωπον ἀλλ’
οὐδὲ συνήθη μετρίως ἐπὶ δεῖπνον καλεῖ, ἀλλὰ δεῖ πρότερον οἶμαι τοῦτον γενέσθαι φίλον, ἵνα κοινω‐268
10νήσῃ σπονδῶν καὶ τραπέζης καὶ τῶν τῆς τέχνης ταύτης μυστηρίων. ἐγὼ γοῦν πολλάκις ἤκουσά τινων λεγόντων, “Ποταπὸς δὲ οὗτος φίλος ὅστις οὔτε βέβρωκεν οὔτε πέπωκεν μεθ’ ἡμῶν,” δῆλον ὅτι τὸν συμπίνοντα καὶ συνεσθίοντα μόνον πιστὸν
15φίλον ἡγουμένων.
Par
.

23

Ὅτι γε μὴν ἡ βασιλικωτάτη τῶν τεχνῶν ἔστιν αὕτη, μάθοις ἂν καὶ ἐκ τοῦδε οὐχ ἥκιστα· τὰς μὲν γὰρ λοιπὰς τέχνας οὐ μόνον κακοπαθοῦντες καὶ ἱδροῦντες, ἀλλὰ νὴ Δία καθήμενοι καὶ ἑστῶ‐
5τες ἐργάζονται ὥσπερ ἀμέλει δοῦλοι τῶν τεχνῶν, ὁ δὲ παράσιτος μεταχειρίζεται τὴν αὑτοῦ τέχνην ὡς βασιλεὺς κατακείμενος.
Par
.

24

Ἐκεῖνα μὲν γὰρ τί δεῖ λέγειν περὶ τῆς εὐδαι‐ μονίας αὐτοῦ, ὅτι δὴ μόνος κατὰ τὸν σοφὸν Ὅμηρον “οὔτε φυτεύει χερσὶ φυτὸν οὔτε ἀροῖ, ἀλλὰ τά γ’ ἄσπαρτα καὶ ἀνήροτα πάντα”
5νέμεται;
Par
.

25

Καὶ μὴν ῥήτορά τε καὶ γεωμέτρην καὶ χαλκέα οὐδὲν κωλύει τὴν ἑαυτοῦ τέχνην ἐργάζεσθαι ἐάν τε πονηρὸς ἐάν τε καὶ μωρὸς ᾖ, παρασιτεῖν δὲ οὐδεὶς δύναται ἢ μωρὸς ὢν ἢ πονηρός.
4ΤΥΧΙΑΔΗΣ
5 Παπαί, οἷον χρῆμα ἀποφαίνῃ τὴν παρασιτικήν· ὥστε καὶ αὐτὸς ἤδη βούλεσθαι δοκῶ μοι παράσι‐ τος εἶναι ἀντὶ τούτου ὅς εἰμι.
7ΣΙΜΩΝ
Par
.

26

Ὡς μὲν τοίνυν κοινῇ πασῶν διαφέρει, δε‐ δεῖχθαί μοι δοκῶ. φέρε δὴ ὡς καὶ κατ’ ἰδίαν ἑκάστης διαφέρει σκοπῶμεν. τὸ μὲν δὴ ταῖς βαναύσοις τέχναις παραβάλλειν αὐτὴν ἀνόητόν270
5ἐστιν, καὶ μᾶλλόν πως καθαιροῦντος τὸ ἀξίωμα τῆς τέχνης. ὅτι γε μὴν τῶν καλλίστων καὶ μεγίστων τεχνῶν διαφέρει δεικτέον. ὡμολόγηται δὴ πρὸς πάντων τήν τε ῥητορικὴν καὶ τὴν φιλο‐ σοφίαν, ἃς διὰ γενναιότητα καὶ ἐπιστήμας ἀπο‐
10φαίνονταί τινες, ... ἐπειδὰν καὶ τούτων ἀπο‐ δείξαιμι τὴν παρασιτικὴν πολὺ κρατοῦσαν, δῆλον ὅτι τῶν ἄλλων τεχνῶν δόξει προφερεστάτη καθάπερ ἡ Ναυσικάα τῶν θεραπαινίδων.
Par
.

27

Κοινῇ μὲν οὖν ἀμφοῖν διαφέρει καὶ τῆς ῥητο‐ ρικῆς καὶ τῆς φιλοσοφίας, πρῶτον κατὰ τὴν ὑπόστασιν· ἡ μὲν γὰρ ὑφέστηκεν, αἱ δὲ οὔ. οὔτε γὰρ τὴν ῥητορικὴν ἕν τι καὶ τὸ αὐτὸ νομίζομεν,
5ἀλλ’ οἱ μὲν τέχνην, οἱ δὲ τοὐναντίον ἀτεχνίαν, ἄλλοι δὲ κακοτεχνίαν, ἄλλοι δὲ ἄλλο τι. ὁμοίως δὲ καὶ τὴν φιλοσοφίαν οὐ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαν, ἑτέρως μὲν γὰρ Ἐπικούρῳ δοκεῖ τὰ πράγματα ἔχειν, ἑτέρως δὲ τοῖς ἀπὸ τῆς
10Στοᾶς, ἑτέρως δὲ τοῖς ἀπὸ τῆς Ἀκαδημίας, ἑτέρως δὲ τοῖς ἀπὸ τοῦ Περιπάτου, καὶ ἁπλῶς ἄλλος ἄλλην ἀξιοῖ τὴν φιλοσοφίαν εἶναι· καὶ μέχρι γε νῦν οὔτε οἱ αὐτοὶ γνώμης κρατοῦσιν οὔτε αὐτῶν ἡ τέχνη μία φαίνεται. ἐξ ὧν δῆλον ὅ τι τεκμαί‐
15ρεσθαι καταλείπεται. ἀρχὴν γάρ φημι μηδὲ
εἶναι τέχνην ἧς οὐκ ἔστιν ὑπόστασις. ἐπεὶ τί δή ποτε ἀριθμητικὴ μὲν μία ἐστὶ καὶ ἡ αὐτὴ καὶ δὶς δύο παρά τε ἡμῖν καὶ παρὰ Πέρσαις τέσσαρά ἐστιν καὶ συμφωνεῖ ταῦτα καὶ παρὰ Ἕλλησι καὶ272
20βαρβάροις, φιλοσοφίας δὲ πολλὰς καὶ διαφόρους ὁρῶμεν καὶ οὔτε τὰς ἀρχὰς οὔτε τὰ τέλη σύμφωνα πασῶν;
22ΤΥΧΙΑΔΗΣ Ἀληθῆ λέγεις· μίαν μὲν γὰρ τὴν φιλοσοφίαν εἶναι λέγουσιν, αὐτοὶ δὲ αὐτὴν ποιοῦσι πολλάς.
24ΣΙΜΩΝ
Par
.

28

Καὶ μὴν καὶ τὰς μὲν ἄλλας τέχνας, εἰ καί τι κατὰ ταύτας ἀσύμφωνον εἴη, κἂν παρέλθοι τις συγγνώμης ἀξιώσας, ἐπεὶ μέσαι τε δοκοῦσι καὶ αἱ καταλήψεις αὐτῶν οὐκ εἰσὶν ἀμετάπτωτοι.
5φιλοσοφίαν δὲ τίς ἂν καὶ ἀνάσχοιτο μὴ μίαν εἶναι καὶ μηδὲ σύμφωνον αὐτὴν ἑαυτῇ μᾶλλον τῶν ὀργάνων; μία μὲν οὖν οὐκ ἔστι φιλοσοφία, ἐπειδὴ ὁρῶ καὶ ἄπειρον οὖσαν· πολλαὶ δὲ οὐ δύνανται εἶναι, ἐπειδήπερ ἡ σοφία μία.
Par
.

29

Ὁμοίως δὲ καὶ περὶ τῆς ὑποστάσεως τῆς ῥητο‐ ρικῆς ταὐτὰ φαίη τις ἄν· τὸ γὰρ περὶ ἑνὸς προκειμένου ταὐτὰ μὴ λέγειν ἅπαντας, ἀλλὰ μάχην εἶναι φορᾶς ἀντιδόξου, ἀπόδειξις μεγίστη
5τοῦ μηδὲ ἀρχὴν εἶναι τοῦτο οὗ μία κατάληψις
οὐκ ἔστιν· τὸ γὰρ ζητεῖν τό, τί μᾶλλον αὐτό ἐστιν, καὶ τὸ μηδέποτε ὁμολογεῖν ἓν εἶναι, τοῦτο αὐτὴν ἀναιρεῖ τοῦ ζητουμένου τὴν οὐσίαν.274
Par
.

30

Ἡ μέντοι παρασιτικὴ οὐχ οὕτως ἔχει, ἀλλὰ καὶ ἐν Ἕλλησι καὶ βαρβάροις μία ἐστὶν καὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως, καὶ οὐκ ἂν εἴποι τις ἄλλως μὲν τούσδε, ἑτέρως δὲ τούσδε παρασιτεῖν,
5οὐδέ εἰσιν ὡς ἔοικεν ἐν παρασίτοις τινες οἷον Στωϊκοὶ ἢ Ἐπικούρειοι δόγματα ἔχοντες διάφορα, ἀλλὰ πᾶσι πρὸς ἅπαντας ὁμολογία τίς ἐστιν καὶ συμφωνία τῶν ἔργων καὶ τοῦ τέλους. ὥστε ἔμοιγε δοκεῖ ἡ παρασιτικὴ κινδυνεύειν κατά γε
10τοῦτο καὶ σοφία εἶναι.
10ΤΥΧΙΑΔΗΣ
Par
.

31

Πάνυ μοι δοκεῖς ἱκανῶς ταῦτα εἰρηκέναι. ὡς δὲ καὶ τὰ ἄλλα χείρων ἐστὶν ἡ φιλοσοφία τῆς σῆς τέχνης, πῶς ἀποδεικνύεις;
3ΣΙΜΩΝ Οὐκοῦν ἀνάγκη πρῶτον εἰπεῖν ὅτι φιλοσοφίας
5μὲν οὐδέποτε ἠράσθη παράσιτος, παρασιτικῆς δὲ πάμπολλοι ἐπιθυμήσαντες μνημονεύονται φιλό‐ σοφοι, καὶ μέχρι γε νῦν ἐρῶσιν.
7ΤΥΧΙΑΔΗΣ Καὶ τίνας ἂν ἔχοις εἰπεῖν φιλοσόφους παρα‐ σιτεῖν σπουδάσαντας;
9ΣΙΜΩΝ
10Οὕστινας μέντοι, ὦ Τυχιάδη; οὓς καὶ σὺ γι‐
γνώσκων ὑποκρίνῃ ἀγνοεῖν κἀμὲ κατασοφίζῃ ὥς τινος αὐτοῖς αἰσχύνης ἐντεῦθεν γιγνομένης, οὐχὶ τιμῆς.276
13ΤΥΧΙΑΔΗΣ Οὐ μὰ τὸν Δία, ὦ Σίμων, ἀλλὰ καὶ σφόδρα
15ἀπορῶ οὕστινας καὶ εὕροις εἰπεῖν.
15ΣΙΜΩΝ Ὦ γενναῖε, σύ μοι δοκεῖς ἀνήκοος εἶναι καὶ τῶν ἀναγραψάντων τοὺς ἐκείνων βίους, ἐπεὶ πάντως ἂν καὶ ἐπιγνῶναι οὕστινας λέγω δύναιο.
18ΤΥΧΙΑΔΗΣ Καὶ μέντοι νὴ τὸν Ἡρακλέα ποθῶ δὴ ἀκούειν
20τίνες εἰσίν.
20ΣΙΜΩΝ Ἐγώ σοι καταλέξω αὐτοὺς ὄντας οὐχὶ τοὺς φαύλους, ἀλλ’ ὡς ἐγὼ δοκῶ, τοὺς ἀρίστους καὶ
Par
.

32

οὓς ἥκιστα σὺ οἴει. Αἰσχίνης μέντοι ὁ Σωκρα‐ τικός, οὗτος ὁ τοὺς μακροὺς καὶ ἀστείους δια‐ λόγους γράψας, ἧκέν ποτε εἰς Σικελίαν κομίζων αὐτούς, εἴ πως δύναιτο δι’ αὐτῶν γνωσθῆναι
5Διονυσίῳ τῷ τυράννῳ, καὶ τὸν Μιλτιάδην ἀνα‐ γνοὺς καὶ δόξας εὐδοκιμηκέναι λοιπὸν ἐκάθητο ἐν Σικελίᾳ παρασιτῶν Διονυσίῳ καὶ ταῖς Σωκράτους
Par
.

33

διατριβαῖς ἐρρῶσθαι φράσας. τί δέ, καὶ Ἀρί‐ στιππος ὁ Κυρηναῖος οὐχὶ τῶν δοκίμων φαίνεταί σοι φιλοσόφων;
3ΤΥΧΙΑΔΗΣ Καὶ πάνυ.
4ΣΙΜΩΝ
5Καὶ οὗτος μέντοι κατὰ τὸν αὐτὸν χρόνον διέ‐
τριβεν ἐν Συρακούσαις παρασιτῶν Διονυσίῳ. πάντων γοῦν ἀμέλει τῶν παρασίτων αὐτὸς ηὐ‐ δοκίμει παρ’ αὐτῷ· καὶ γὰρ ἦν πλέον τι τῶν ἄλλων πρὸς τὴν τέχνην εὐφυής, ὥστε τοὺς278
10ὀψοποιοὺς ὁσημέραι ἔπεμπεν παρὰ τοῦτον ὁ Διονύσιος ὥς τι παρ’ αὐτοῦ μαθησομένους. Οὗτος μέντοι δοκεῖ καὶ κοσμῆσαι τὴν τέχνην
Par
.

34

ἀξίως. ὁ δὲ Πλάτων ὑμῶν ὁ γενναιότατος καὶ αὐτὸς μὲν ἧκεν εἰς Σικελίαν ἐπὶ τούτῳ, καὶ ὀλίγας παρασιτήσας ἡμέρας τῷ τυράννῳ τοῦ παρασιτεῖν ὑπὸ ἀφυίας ἐξέπεσε, καὶ πάλιν Ἀθήναζε ἀφικό‐
5μενος καὶ φιλοπονῄσας καὶ παρασκευάσας ἑαυτὸν αὖθις δευτέρῳ στόλῳ ἐπέπλευσε τῇ Σικελίᾳ καὶ δειπνήσας πάλιν ὀλίγας ἡμέρας ὑπὸ ἀμαθίας ἐξέπεσε· καὶ αὕτη ἡ συμφορὰ Πλάτωνι περὶ Σικελίαν ὁμοία δοκεῖ γενέσθαι τῇ Νικίου.
9ΤΥΧΙΑΔΗΣ
10Καὶ τίς, ὦ Σίμων, περὶ τούτου λέγει;
10ΣΙΜΩΝ
Par
.

35

Πολλοὶ μὲν καὶ ἄλλοι, Ἀριστόξενος δὲ ὁ μου‐ σικός, πολλοῦ λόγου ἄξιος. Εὐριπίδης μὲν γὰρ ὅτι Ἀρχελάῳ μέχρι μὲν τοῦ θανάτου παρεσίτει καὶ Ἀνάξαρχος Ἀλε‐
Par
.

36

ξάνδρῳ πάντως ἐπίστασαι. καὶ Ἀριστοτέλης δὲ τῆς παρασιτικῆς ἤρξατο μόνον ὥσπερ καὶ τῶν ἄλλων τεχνῶν.
Par
.

37

Φιλοσόφους μὲν οὖν, ὥσπερ ἦν, παρασιτεῖν σπουδάσαντας ἔδειξα· παράσιτον δὲ οὐδεὶς ἔχει
φράσαι φιλοσοφεῖν ἐθελήσαντα.280
Par
.

38

Καὶ μέντοι εἰ ἔστιν εὔδαιμον τὸ μὴ πεινῆν μηδὲ διψῆν μηδὲ ῥιγοῦν, ταῦτα οὐδενὶ ἄλλῳ ὑπάρχει ἢ παρασίτῳ. ὥστε φιλοσόφους μὲν ἄν τις πολλοὺς καὶ ῥιγοῦντας καὶ πεινῶντας εὕροι,
5παράσιτον δὲ οὔ· ἢ οὐκ ἂν εἴη παράσιτος, ἀλλὰ δυστυχής τις καὶ πτωχὸς ἄνθρωπος καὶ φιλο‐ σόφῳ ὅμοιος.
7ΤΥΧΙΑΔΗΣ
Par
.

39

Ἱκανῶς ταῦτά γε. ὅτι δὲ κατὰ τἄλλα δια‐ φέρει φιλοσοφίας καὶ ῥητορικῆς ἡ παρασιτικὴ πῶς ἐπιδεικνύεις;
3ΣΙΜΩΝ Εἰσίν, ὦ βέλτιστε, καιροὶ τοῦ τῶν ἀνθρώπων
5βίου, ὁ μέν τις εἰρήνης, οἶμαι, ὁ δ’ αὖ πολέμου. ἐν δὴ τούτοις πᾶσα ἀνάγκη φανερὰς γίγνεσθαι τὰς τέχνας καὶ τοὺς ἔχοντας ταύτας ὁποῖοί τινές εἰσιν. πρότερον δέ, εἰ δοκεῖ, σκοπώμεθα τὸν τοῦ πολέμου καιρόν, καὶ τίνες ἂν εἶεν μάλιστα χρη‐
10σιμώτατοι ἰδίᾳ τε ἕκαστος αὐτῷ καὶ κοινῇ τῇ πόλει.
11ΤΥΧΙΑΔΗΣ Ὡς οὐ μέτριον ἀγῶνα καταγγέλλεις τῶν ἀν‐ δρῶν· καὶ ἔγωγε πάλαι γελῶ κατ’ ἐμαυτὸν ἐννοῶν ποῖος ἂν εἴη συμβαλλόμενος παρασίτῳ
15φιλόσοφος.
15ΣΙΜΩΝ
Par
.

40

Ἵνα τοίνυν μὴ πάνυ θαυμάζῃς μηδὲ τὸ πρᾶγμά σοι δοκῇ χλεύης ἄξιον, φέρε προτυπωσώμεθα παρ’ ἡμῖν αὐτοῖς ἠγγέλθαι μὲν αἰφνίδιον εἰς τὴν
χώραν ἐμβεβληκέναι πολεμίους, εἶναι δὲ ἀνάγκην282
5ἐπεξιέναι καὶ μὴ περιορᾶν ἔξω δῃουμένην τὴν γῆν, τὸν στρατηγὸν δὲ παραγγέλλειν ἅπαντας εἰς τὸν κατάλογον τοὺς ἐν ἡλικίᾳ, καὶ δὴ χωρεῖν τοὺς ἄλλους, ἐν δὲ δὴ τούτοις φιλοσόφους τινὰς καὶ ῥήτορας καὶ παρασίτους. πρῶτον τοίνυν ἀπο‐
10δύσωμεν αὐτούς· ἀνάγκη γὰρ τοὺς μέλλοντας ὁπλίζεσθαι γυμνοῦσθαι πρότερον. θεῶ δὴ τοὺς ἄνδρας, ὦ γενναῖε, καθ’ ἕκαστον καὶ δοκίμαζε τὰ σώματα. τοὺς μὲν τοίνυν αὐτῶν ὑπὸ ἐνδείας ἴδοις ἂν λεπτοὺς καὶ ὠχρούς, πεφρικότας, ὥσπερ
15ἤδη τραυματίας παρειμένους· ἀγῶνα μὲν γὰρ καὶ μάχην σταδιαίαν καὶ ὠθισμὸν καὶ κόνιν καὶ τραύ‐ ματα μὴ γελοῖον ᾖ λέγειν δύνασθαι φέρειν ἀνθρώ‐ πους ὥσπερ ἐκείνους τινὸς δεομένους ἀναλήψεως.
Par
.

41

ἄθρει δὲ πάλιν μεταβὰς τὸν παράσιτον ὁποῖός τις φαίνεται. ἆρ’ οὐχ ὁ μὲν τὸ σῶμα πρῶτον πολὺς καὶ τὸ χρῶμα ἡδύς, οὐ μέλας δὲ οὐδὲ λευκός—τὸ μὲν γὰρ γυναικί, τὸ δὲ δούλῳ προσ‐
5έοικεν—ἔπειτα θυμοειδής, δεινὸν βλέπων ὁποῖον ἡμεῖς, μέγα καὶ ὕφαιμον; οὐ γὰρ καλὸν δεδοικότα καὶ θῆλυν ὀφθαλμὸν εἰς πόλεμον φέρειν. ἆρ’ οὐχ ὁ τοιοῦτος καλὸς μὲν γένοιτ’ ἂν καὶ ζῶν ὁπλίτης, καλὸς δὲ καὶ εἰ ἀποθάνοι νεκρός;
Par
.

42

Ἀλλὰ τί δεῖ ταῦτα εἰκάζειν ἔχοντας αὐτῶν παραδείγματα; ἁπλῶς γὰρ εἰπεῖν, ἐν πολέμῳ τῶν πώποτε ῥητόρων ἢ φιλοσόφων οἱ μὲν οὐδὲ ὅλως ὑπέμειναν ἔξω τοῦ τείχους προελθεῖν, εἰ δέ τις καὶ
5ἀναγκασθεὶς παρετάξατο, φημὶ τοῦτον λείψαντα
τὴν τάξιν ὑποστρέφειν.284
6ΤΥΧΙΑΔΗΣ Ὡς θαυμάσια πάντα καὶ οὐδὲν ὑπισχνῇ μέτριον. λέγε δὲ ὅμως.
8ΣΙΜΩΝ Τῶν μὲν τοίνυν ῥητόρων Ἰσοκράτης οὐχ ὅπως
10εἰς πόλεμον ἐξῆλθέν ποτε, ἀλλ’ οὐδ’ ἐπὶ δικαστή‐ ριον ἀνέβη, διὰ δειλίαν, οἶμαι, ὅτι οὐδὲ τὴν φωνὴν διὰ τοῦτο εἶχεν ἔτι. τί δ’; οὐχὶ Δημάδης μὲν καὶ Αἰσχίνης καὶ Φιλοκράτης ὑπὸ δέους εὐθὺς τῇ καταγγελίᾳ τοῦ Φιλίππου πολέμου τὴν πόλιν
15προὔδοσαν καὶ σφᾶς αὐτοὺς τῷ Φιλίππῳ καὶ διετέλεσαν Ἀθήνησιν ἀεὶ τὰ ἐκείνου πολιτευό‐ μενοι, ὃς εἴ γε καὶ ἄλλος τις Ἀθηναίοις κατὰ ταῦτα ἐπολέμει· κἀκεῖνος ἐν αὐτοῖς ἦν φίλος. Ὑπερίδης δὲ καὶ Δημοσθένης καὶ Λυκοῦργος, οἵ
20γε δοκοῦντες ἀνδρειότεροι κἀν ταῖς ἐκκλησίαις ἀεὶ θορυβοῦντες καὶ λοιδορούμενοι τῷ Φιλίππῳ, τι ποτε ἀπειργάσαντο γενναῖον ἐν τῷ πρὸς αὐτὸν πολέμῳ; καὶ Ὑπερίδης μὲν καὶ Λυκοῦργος οὐδὲ ἐξῆλθον, ἀλλ’ οὐδὲ ὅλως ἐτόλμησαν μικρὸν ἔξω
25παρακῦψαι τῶν πυλῶν, ἀλλ’ ἐντειχίδιοι ἐκάθηντο παρ’ αὐτοῖς ἤδη πολιορκούμενοι γνωμίδια καὶ προβουλευμάτια συντιθέντες. ὁ δὲ δὴ κορυφαιό‐ τατος αὐτῶν, ὁ ταυτὶ λέγων ἐν ταῖς ἐκκλησίαις συνεχῶς· “Φίλιππος γὰρ ὁ Μακεδὼν ὄλεθρος, ὅθεν
30οὐδὲ ἀνδράποδον πρίαιτό τίς ποτε,” τολμήσας προελθεῖν εἰς τὴν Βοιωτίαν, πρὶν ἢ συμμῖξαι τὰ στρατόπεδα καὶ συμβαλεῖν εἰς χεῖρας ῥίψας τὴν ἀσπίδα ἔφυγεν. ἢ οὐδέπω ταῦτα πρότερον διή‐ κουσας οὐδενός, πάνυ γνώριμα ὄντα οὐχ ὅπως286
35Ἀθηναίοις, ἀλλὰ Θρᾳξὶ καὶ Σκύθαις, ὅθεν ἐκεῖνο τὸ κάθαρμα ἦν;
36ΤΥΧΙΑΔΗΣ
Par
.

43

Ἐπίσταμαι ταῦτα· ἀλλ’ οὗτοι μὲν ῥήτορες καὶ λόγους λέγειν ἠσκηκότες, ἀρετὴν δὲ οὔ. τί δὲ περὶ τῶν φιλοσόφων λέγεις; οὐ γὰρ δὴ τούτους ἔχεις ὥσπερ ἐκείνους αἰτιᾶσθαι.
4ΣΙΜΩΝ
5 Οὗτοι πάλιν, ὦ Τυχιάδη, οἱ περὶ τῆς ἀνδρείας ὁσημέραι διαλεγόμενοι καὶ κατατρίβοντες τὸ τῆς ἀρετῆς ὄνομα πολλῷ μᾶλλον τῶν ῥητόρων φα‐ νοῦνται δειλότεροι καὶ μαλακώτεροι. σκόπει δὴ οὕτως. πρῶτον μὲν οὐκ ἔστιν ὅστις εἰπεῖν ἔχοι
10φιλόσοφον ἐν πολέμῳ τετελευτηκότα· ἤτοι γὰρ οὐδὲ ὅλως ἐστρατεύσαντο, ἢ εἴπερ ἐστρατεύσαντο, πάντες ἔφυγον. Ἀντισθένης μὲν οὖν καὶ Διογένης καὶ Κράτης καὶ Ζήνων καὶ Πλάτων καὶ Αἰσχίνης καὶ Ἀριστοτέλης καὶ πᾶς οὗτος ὁ ὅμιλος οὐδὲ
15εἶδον παράταξιν· μόνος δὲ τολμήσας ἐξελθεῖν εἰς τὴν ἐπὶ Δηλίῳ μάχην ὁ σοφὸς αὐτῶν Σωκράτης
φεύγων ἐκεῖθεν ἀπὸ τῆς Πάρνηθος εἰς τὴν Ταυρέου παλαίστραν κατέφυγεν. πολὺ γὰρ αὐτῷ ἀστειό‐ τερον ἐδόκει μετὰ τῶν μειρακυλλίων καθεζόμενον288
20ὀαρίζειν καὶ σοφισμάτια προβάλλειν τοῖς ἐντυγ‐ χάνουσιν ἢ ἀνδρὶ Σπαρτιάτῃ μάχεσθαι.
21ΤΥΧΙΑΔΗΣ Ὦ γενναῖε, ταῦτα μὲν ἤδη καὶ παρ’ ἄλλων ἐπυθόμην, οὐ μὰ Δία σκώπτειν αὐτοὺς καὶ ὀνειδί‐ ζειν βουλομένων· ὥστε οὐδέν τί μοι δοκεῖς χαρι‐
25ζόμενος τῇ σεαυτοῦ τέχνῃ καταψεύδεσθαι τῶν
Par
.

44

ἀνδρῶν. ἀλλ’ εἰ δοκεῖ ἤδη, φέρε καὶ σὺ τὸν παράσιτον ὁποῖός τίς ἐστιν ἐν πολέμῳ λέγε, καὶ εἰ καθόλως λέγεται παράσιτός τις γενέσθαι τῶν παλαιῶν;
4ΣΙΜΩΝ
5 Καὶ μήν, ὦ φιλότης, οὐδεὶς οὕτως ἀνήκοος Ὁμήρου, οὐδ’ ἂν πάμπαν ἰδιώτης τύχῃ, ὃς οὐκ ἐπίσταται παρ’ αὐτῷ τοὺς ἀρίστους τῶν ἡρώων παρασίτους ὄντας. ὅ τε γὰρ Νέστωρ ἐκεῖνος, οὗ ἀπὸ τῆς γλώττης ὥσπερ μέλι ὁ λόγος ἀπέρρει,
10αὐτοῦ τοῦ βασιλέως παράσιτος ἦν, καὶ οὔτε τὸν Ἀχιλλέα, ὅσπερ ἐδόκει τε καὶ ἦν τὸ σῶμα γενναιό‐ τατος, οὔτε τὸν Διομήδην οὔτε τὸν Αἴαντα ὁ Ἀγαμέμνων οὕτως ἐπαινεῖ τε καὶ θαυμάζει ὥσπερ τὸν Νέστορα. οὐδὲ γὰρ δέκα Αἴαντας εὔχεται
15γενέσθαι αὑτῷ οὔτε δέκα Ἀχιλλέας· πάλαι δ’ ἂν ἑαλωκέναι τὴν Τροίαν, εἰ τοιούτους ὁποῖος ἦν οὗτος ὁ παράσιτος, καίπερ γέρων ὤν, στρατιώτας εἶχεν δέκα. καὶ τὸν Ἰδομενέα τὸν τοῦ Διὸς ἔγγο‐
νον παράσιτον Ἀγαμέμνονος ὁμοίως λέγει.290
19ΤΥΧΙΑΔΗΣ
Par
.

45

Ταῦτα μὲν καὶ αὐτὸς ἐπίσταμαι· οὔπω γε μὴν δοκῶ μοι γιγνώσκειν, πῶς δὴ τὼ ἄνδρε τῷ Ἀγα‐ μέμνονι παράσιτοι ἦσαν.
3ΣΙΜΩΝ Ἀναμνήσθητι, ὦ γενναῖε, τῶν ἐπῶν ἐκείνων
5ὧνπερ αὐτὸς ὁ Ἀγαμέμνων πρὸς τὸν Ἰδομενέα λέγει.
6ΤΥΧΙΑΔΗΣ Ποίων;
7ΣΙΜΩΝ
Σὸν δὲ πλεῖον δέπας αἰεὶ
ἕστηχ’ ὥσπερ ἐμοὶ πιέειν ὅτε θυμὸς ἀνώγοι.
10ἐνταῦθα γὰρ τὸ αἰεὶ πλεῖον δέπας εἴρηκεν οὐχ ὅτι τὸ ποτήριον διὰ παντὸς πλῆρες ἑστήκει τῷ Ἰδομενεῖ καὶ μαχομένῳ καὶ καθεύδοντι, ἀλλ’ ὅτι αὐτῷ δι’ ὅλου τοῦ βίου μόνῳ συνδειπνεῖν ὑπῆρχεν τῷ βασιλεῖ, οὐχ ὥσπερ τοῖς λοιποῖς στρατιώταις
15πρὸς ἡμέρας τινὰς καλουμένοις. Τὸν μὲν γὰρ Αἴαντα, ἐπεὶ καλῶς ἐμονομάχησεν τῷ Ἕκτορι, “εἰς Ἀγαμέμνονα δῖον ἄγον,” φησίν, κατὰ τιμὴν ἀξιωθέντα ὀψὲ τοῦ παρὰ τῷ βασιλεῖ δείπνου. ὁ δὲ Ἰδομενεὺς καὶ ὁ Νέστωρ ὁσημέραι
20συνεδείπνουν τῷ βασιλεῖ, ὡς αὐτός φησιν. Νέσ‐ τωρ δὲ παράσιτός μοι δοκεῖ τῶν βασιλέων μάλιστα τεχνίτης καὶ ἀγαθὸς γενέσθαι· οὐ γὰρ ἐπὶ τοῦ Ἀγαμέμνονος ἄρξασθαι τῆς τέχνης, ἀλλὰ ἄνωθεν
ἐπὶ Καινέως καὶ Ἐξαδίου· δοκεῖ δὲ οὐδὲ ἂν292
25παύσασθαι παρασιτῶν, εἰ μὴ ὁ Ἀγαμέμνων ἀπέθανεν.
26ΤΥΧΙΑΔΗΣ Οὑτοσὶ μὲν γενναῖος ὁ παράσιτος. εἰ δὲ καὶ ἄλλους τινὰς οἶσθα, πειρῶ λέγειν.
28ΣΙΜΩΝ
Par
.

46

Τί οὖν, ὦ Τυχιάδη, οὐχὶ καὶ Πάτροκλος τοῦ Ἀχιλλέως παράσιτος ἦν, καὶ ταῦτα οὐδενὸς τῶν ἄλλων Ἑλλήνων φαυλότερος οὔτε τὴν ψυχὴν οὔτε τὸ σῶμα νεανίας ὤν; ἐγὼ γὰρ οὐδ’ αὐτοῦ
5μοι δοκῶ τοῦ Ἀχιλλέως τεκμαίρεσθαι τοῖς ἔργοις αὐτοῦ χείρω εἶναι· τόν τε γὰρ Ἕκτορα ῥήξαντα τὰς πύλας καὶ παρὰ ταῖς ναυσὶν εἴσω μαχόμενον οὗτος ἐξέωσεν καὶ τὴν Πρωτεσιλάου ναῦν ἤδη καιομένην ἔσβεσεν, καίτοι ἐπεβάτευον αὐτῆς οὐχ
10οἱ φαυλότατοι, ἀλλ’ οἱ τοῦ Τελαμῶνος Αἴας τε καὶ Τεῦκρος, ὁ μὲν ὁπλίτης ἀγαθός, ὁ δὲ τοξότης. καὶ πολλοὺς μὲν ἀπέκτεινε τῶν βαρβάρων, ἐν δὲ δὴ τούτοις καὶ Σαρπηδόνα τὸν παῖδα τοῦ Διός, ὁ παράσιτος τοῦ Ἀχιλλέως. καὶ ἀπέθανεν δὲ
15οὐχὶ τοῖς ἄλλοις ὁμοίως, ἀλλὰ τὸν μὲν Ἕκτορα Ἀχιλλεὺς ἀπέκτεινεν, εἷς ἕνα, καὶ αὐτὸν τὸν Ἀχιλλέα Πάρις, τὸν δὲ παράσιτον θεὸς καὶ δύο ἄνθρωποι. καὶ τελευτῶν δὲ φωνὰς ἀφῆκεν οὐχ οἵας ὁ γενναιότατος Ἕκτωρ καὶ προσπίπτων τὸν
20Ἀχιλλέα καὶ ἱκετεύων ὅπως ὁ νεκρὸς αὐτοῦ τοῖς οἰκείοις ἀποδοθῇ, ἀλλ’ οἵας εἰκὸς ἀφεῖναι παρά‐ σιτον. τίνας δὴ ταύτας;
τοιοῦτοι δ’ εἴπερ μοι ἐείκοσιν ἀντεβόλησαν,
πάντες κ’ αὐτόθ’ ὄλοντο ἐμῷ ὑπὸ δουρὶ δαμέντες.
294
24ΤΥΧΙΑΔΗΣ
Par
.

47

Ταῦτα μὲν ἱκανῶς· ὅτι δὲ μὴ φίλος ἀλλὰ παράσιτος ἦν ὁ Πάτροκλος τοῦ Ἀχιλλέως πειρῶ λέγειν.
3ΣΙΜΩΝ Αὐτόν, ὦ Τυχιάδη, τὸν Πάτροκλον ὅτι παρά‐
5σιτος ἦν λέγοντά σοι παρέξομαι.
5ΤΥΧΙΑΔΗΣ Θαυμαστὰ λέγεις.
6ΣΙΜΩΝ Ἄκουε τοίνυν αὐτῶν τῶν ἐπῶν·
μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέ’, Ἀχιλλεῦ,
ἀλλ’ ὁμοῦ, ὡς ἐτράφην περ ἐν ὑμετέροισι δόμοισι.
10καὶ πάλιν ὑποβάς, “καὶ νῦν με δεξάμενος,” φησίν, “ὁ Πηλεὺς
ἔτρεφεν ἐνδυκέως καὶ σὸν θεράποντ’ ὀνόμηνε.” τουτέστι παράσιτον εἶχεν. εἰ μὲν τοίνυν φίλον ἐβούλετο τὸν Πάτροκλον λέγειν, οὐκ ἂν αὐτὸν
15ὠνόμαζεν θεράποντα· ἐλεύθερος γὰρ ἦν ὁ Πάτρο‐
κλος. τίνας τοίνυν λέγει τοὺς θεράποντας, εἰ μήτε τοὺς δούλους μήτε τοὺς φίλους; τοὺς παρα‐ σίτους δῆλον ὅτι· ᾗ καὶ τὸν Μηριόνην τοῦ Ἰδο‐ μενέως καὶ αὐτὸν θεράποντα ὀνομάζει.296
20 Σκόπει δὲ ὅτι καὶ ἐνταῦθα τὸν μὲν Ἰδομενέα Διὸς ὄντα υἱὸν οὐκ ἀξιοῖ λέγειν “ἀτάλαντον Ἄρηϊ,” Μηριόνην δὲ τὸν παράσιτον αὐτοῦ.
Par
.

48

Τί δέ; οὐχὶ καὶ Ἀριστογείτων, δημοτικὸς ὢν καὶ πένης, ὥσπερ Θουκυδίδης φησί, παράσιτος ἦν Ἁρμοδίου; τί δέ; οὐχὶ καὶ ἐραστής; ἐπιεικῶς γὰρ οἱ παράσιτοι καὶ ἐρασταὶ τῶν τρεφόντων εἰσίν.
5οὗτος τοίνυν πάλιν ὁ παράσιτος τὴν Ἀθηναίων πόλιν τυραννουμένην εἰς ἐλευθερίαν ἀφείλετο, καὶ νῦν ἕστηκε χαλκοῦς ἐν τῇ ἀγορᾷ μετὰ τῶν παιδι‐ κῶν. Οὗτοι μὲν δή, τοιοίδε ὄντες, μάλα ἀγαθοὶ παρά‐
10σιτοι ἦσαν.
Par
.

49

Σὺ δὲ δὴ ποῖόν τινα εἰκάζεις ἐν πολέμῳ τὸν παράσιτον; οὐχὶ πρῶτον μὲν ὁ τοιοῦτος ἀριστο‐ ποιησάμενος ἔξεισιν ἐπὶ τὴν παράταξιν, καθάπερ καὶ ὁ Ὀδυσσεὺς ἀξιοῖ; οὐ γὰρ ἄλλως ἐν πολέμῳ
5μάχεσθαι, φησίν, ἔστιν, εἰ καὶ εὐθὺς ἅμα ἕῳ μάχεσθαι δέοι. καὶ ὃν ἄλλοι στρατιῶται χρόνον ὑπὸ δέους ὁ μέν τις ἀκριβῶς ἁρμόζει τὸ κράνος, ὁ δὲ θωράκιον ἐνδύεται, ὁ δὲ αὐτὸ τὸ δεινὸν ὑποπτεύων τοῦ πολέμου τρέμει, οὗτος δὲ ἐσθίει
10τότε μάλα φαιδρῷ τῷ προσώπῳ καὶ μετὰ τὴν ἔξοδον εὐθὺς ἐν πρώτοις διαγωνίζεται· ὁ δὲ τρέφων
αὐτὸν ὄπισθεν ὑποτέτακται τῷ παρασίτῳ, κἀκεῖ‐ νος αὐτὸν ὥσπερ ὁ Αἴας τὸν Τεῦκρον ὑπὸ τῷ σάκει καλύπτει, καὶ τῶν βελῶν ἀφιεμένων γυμ‐298
15νώσας ἑαυτὸν τοῦτον σκέπει· βούλεται γὰρ ἐκεῖνον μᾶλλον σώζειν ἢ ἑαυτόν.
Par
.

50

Εἰ δὲ δὴ καὶ πέσοι παράσιτος ἐν πολέμῳ, οὐκ ἂν ἐπ’ αὐτῷ δήπου οὔτε λοχαγὸς οὔτε στρατιώτης αἰσχυνθείη μεγάλῳ τε ὄντι νεκρῷ καὶ ὥσπερ ἐν συμποσίῳ καλῷ καλῶς κατακειμένῳ. ὡς ἄξιόν
5γε φιλοσόφου νεκρὸν ἰδεῖν τούτῳ παρακείμενον, ξηρόν, ῥυπῶντα, μακρὸν πωγώνιον ἔχοντα, προ‐ τεθνηκότα τῆς μάχης, ἀσθενῆ ἄνθρωπον. τίς οὐκ ἂν καταφρονήσειε ταύτης τῆς πόλεως τοὺς ὑπασ‐ πιστὰς αὐτῆς οὕτως κακοδαίμονας ὁρῶν; τίς δὲ
10οὐκ ἂν εἰκάσαι, χλωροὺς καὶ κομήτας ὁρῶν ἀνθρω‐ πίσκους κειμένους, τὴν πόλιν ἀποροῦσαν συμμά‐ χων τοὺς ἐν τῇ εἱρκτῇ κακούργους ἐπιλῦσαι τῷ πολέμῳ; Τοιοῦτοι μὲν ἐν πολέμῳ πρὸς ῥήτορας καὶ φιλο‐
Par
.

51

σόφους εἰσὶν οἱ παράσιτοι. ἐν εἰρήνῃ δὲ τοσούτῳ μοι δοκεῖ διαφέρειν παρασιτικὴ φιλοσοφίας ὅσον αὐτὴ ἡ εἰρήνη πολέμου. Καὶ πρῶτον, εἰ δοκεῖ, σκοπῶμεν τὰ τῆς εἰρήνης
5χωρία.
5ΤΥΧΙΑΔΗΣ Οὔπω συνίημι ὅ τι τοῦτό πως βούλεται, σκο‐ πῶμεν δὲ ὅμως.
7ΣΙΜΩΝ Οὐκοῦν ἀγορὰν καὶ δικαστήρια καὶ παλαίστρας καὶ γυμνάσια καὶ κυνηγέσια καὶ συμπόσια ἔγωγε
10φαίην ἂν πόλεως χωρία.300
10ΤΥΧΙΑΔΗΣ Πάνυ μὲν οὖν.
11ΣΙΜΩΝ Ὁ τοίνυν παράσιτος εἰς ἀγορὰν μὲν καὶ δικα‐ στήρια οὐ πάρεισιν, ὅτι, οἶμαι, τοῖς συκοφάνταις πάντα τὰ χωρία ταῦτα μᾶλλον προσήκει καὶ ὅτι
15οὐδὲν μέτριόν ἐστιν τῶν ἐν τούτοις γιγνομένων, τὰς δὲ παλαίστρας καὶ τὰ γυμνάσια καὶ τὰ συμπόσια διώκει καὶ κοσμεῖ μόνος οὗτος. ἐπεὶ τίς ἐν παλαί‐ στρᾳ φιλόσοφος ἢ ῥήτωρ ἀποδὺς ἄξιος συγκρι‐ θῆναι παρασίτου τῷ σώματι; ἢ τίς ἐν γυμνασίῳ
20τούτων ὀφθεὶς οὐκ αἰσχύνη μᾶλλον τοῦ χωρίου ἐστί; καὶ μὴν ἐν ἐρημίᾳ τούτων οὐδεὶς ἂν ὑπο‐ σταίη θηρίον ὁμόσε ἰόν, ὁ δὲ παράσιτος αὐτά τε ἐπιόντα μένει καὶ δέχεται ῥᾳδίως, μεμελετηκὼς αὐτῶν ἐν τοῖς δείπνοις καταφρονεῖν, καὶ οὔτε
25ἔλαφος οὔτε σῦς αὐτὸν ἐκπλήττει πεφρικώς, ἀλλὰ κἂν ἐπ’ αὐτὸν ὁ σῦς τὸν ὀδόντα θήγῃ, καὶ ὁ παρά‐ σιτος ἐπὶ τὸν σῦν ἀντιθήγει. τοὺς μὲν γὰρ λαγὼς διώκει μᾶλλον τῶν κυνῶν. ἐν δὲ δὴ συμποσίῳ τίς ἂν καὶ ἁμιλλήσαιτο παρασίτῳ ἤτοι παίζοντι
30ἢ ἐσθίοντι; τίς δ’ ἂν μᾶλλον εὐφράναι τοὺς συμ‐ πότας; πότερόν ποτε οὗτος ᾄδων καὶ σκώπτων, ἢ ἄνθρωπος μὴ γελῶν, ἐν τριβωνίῳ κείμενος, εἰς τὴν γῆν ὁρῶν, ὥσπερ ἐπὶ πένθος οὐχὶ συμπόσιον ἥκων; καὶ ἔμοιγε δοκεῖ, ἐν συμποσίῳ φιλόσοφος
35τοιοῦτόν ἐστιν οἷον ἐν βαλανείῳ κύων.
Par
.

52

Φέρε δὴ ταῦτα ἀφέντες ἐπ’ αὐτὸν ἤδη βαδίζωμεν τὸν βίον τοῦ παρασίτου, σκοποῦντες ἅμα καὶ παραβάλλοντες ἐκεῖνον.
Πρῶτον τοίνυν ἴδοι τις ἂν τὸν μὲν παράσιτον302
5ἀεὶ δόξης καταφρονοῦντα καὶ οὐδὲν αὐτῷ μέλον ὅ τι ἂν οἱ ἄνθρωποι οἴωνται περὶ αὐτοῦ, ῥήτορας δὲ καὶ φιλοσόφους εὕροι τις ἂν οὐ τινάς, ἀλλὰ πάντας ὑπὸ τύφου καὶ δόξης τριβέντας, καὶ οὐ δόξης μόνον, ἀλλὰ καὶ ὃ τούτου αἴσχιόν ἐστιν,
10ὑπ’ ἀργυρίου. καὶ ὁ μὲν παράσιτος οὕτως ἔχει πρὸς ἀργύριον ὡς οὐκ ἄν τις οὐδὲ πρὸς τὰς ἐν τοῖς αἰγιαλοῖς ψηφῖδας ἀμελῶς ἔχοι, καὶ οὐδὲν αὐτῷ δοκεῖ διαφέρειν τὸ χρυσίον τοῦ πυρός. οἵ γε μὴν ῥήτορες, καὶ ὃ δεινότερόν ἐστιν, καὶ οἱ
15φιλοσοφεῖν φάσκοντες πρὸς αὐτὰ οὕτως διάκεινται κακοδαιμόνως, ὥστε τῶν μάλιστα νῦν εὐδοκι‐ μούντων φιλοσόφων—περὶ μὲν γὰρ τῶν ῥητόρων τί δεῖ λέγειν; —ὁ μὲν δικάζων δίκην δώροις ἐπ’ αὐτῇ ἑάλω, ὁ δὲ παρὰ βασιλέως ὑπὲρ τοῦ συνεῖναι
20μισθὸν αἰτεῖ καὶ οὐκ αἰσχύνεται ὅτι πρεσβύτης ἀνὴρ διὰ τοῦτο ἀποδημεῖ καὶ μισθοφορεῖ καθάπερ Ἰνδὸς ἢ Σκύθης αἰχμάλωτος, καὶ οὐδὲ αὐτὸ τὸ ὄνομα αἰσχύνεται ὃ λαμβάνει.
Par
.

53

Εὕροις δ’ ἂν οὐ μόνον ταῦτα περὶ τούτους, ἀλλὰ καὶ ἄλλα πάθη, οἷον λύπας καὶ ὀργὰς καὶ φθόνους καὶ παντοίας ἐπιθυμίας. ὅ γε μὴν παράσιτος ἔξωθεν τούτων ἐστὶν ἁπάντων· οὔτε γὰρ ὀργίζεται
5δι’ ἀνεξικακίαν καὶ ὅτι οὐκ ἔστιν αὐτῷ ὅτῳ ὀργι‐ σθείη· καὶ εἰ ἀγανακτήσειεν δέ ποτε, ἡ ὀργὴ αὐτοῦ χαλεπὸν μὲν οὐδὲ σκυθρωπὸν οὐδὲν ἀπερ‐ γάζεται, μᾶλλον δὲ γέλωτα, καὶ εὐφραίνει τοὺς
συνόντας. λυπεῖταί γε μὴν ἥκιστα πάντων, τοῦτο304
10τῆς τέχνης παρασκευαζούσης αὐτῷ καὶ χαριζο‐ μένης, μὴ ἔχειν ὑπὲρ ὅτου λυπηθείη· οὔτε γὰρ χρήματά ἐστιν αὐτῷ οὔτε οἶκος οὔτε οἰκέτης οὔτε γυνὴ οὔτε παῖδες, ὧν διαφθειρομένων πᾶσα ἀνάγκη ἐστὶ λυπεῖσθαι τὸν ἔχοντα αὐτά. ἐπιθυμεῖ δὲ
15οὔτε δόξης οὔτε χρημάτων, ἀλλ’ οὐδὲ ὡραίου τινός.
16ΤΥΧΙΑΔΗΣ
Par
.

54

Ἀλλ’, ὦ Σίμων, εἰκός γε ἐνδείᾳ τροφῆς λυπη‐ θῆναι αὐτόν.
2ΣΙΜΩΝ Ἀγνοεῖς, ὦ Τυχιάδη, ὅτι ἐξ ἀρχῆς οὐδὲ παρά‐ σιτός ἐστιν οὗτος, ὅστις ἀπορεῖ τροφῆς· οὐδὲ γὰρ
5ἀνδρεῖος ἀπορίᾳ ἀνδρείας ἐστὶν ἀνδρεῖος, οὐδὲ φρόνιμος ἀπορίᾳ φρενῶν ἐστιν φρόνιμος· ἄλλως γὰρ οὐδὲ παράσιτος ἂν εἴη. πρόκειται δὲ ἡμῖν περὶ παρασίτου ζητεῖν ὄντος, οὐχὶ μὴ ὄντος. εἰ δὲ ὁ ἀνδρεῖος οὐκ ἄλλως ἢ παρουσίᾳ ἀνδρειό‐
10τητος καὶ ὁ φρόνιμος παρουσίᾳ φρονήσεως, καὶ ὁ παράσιτος δὲ παρουσίᾳ τοῦ παρασιτεῖν παράσιτος ἔσται· ὡς εἴ γε τοῦτο μὴ ὑπάρχοι αὐτῷ, περὶ ἄλλου τινός, καὶ οὐχὶ παρασίτου, ζητήσομεν.
13ΤΥΧΙΑΔΗΣ Οὐκοῦν οὐδέποτε ἀπορήσει παράσιτος τροφῆς
14ΣΙΜΩΝ
15Ἔοικεν· ὥστε οὔτ’ ἐπὶ τούτῳ οὔτ’ ἐπ’ ἄλλῳ
ἐστὶν ὅτῳ λυπηθείη ἄν.306
Par
.

55

Καὶ μὴν καὶ πάντες ὁμοῦ καὶ φιλόσοφοι καὶ ῥήτορες φοβοῦνται μάλιστα. τούς γέ τοι πλεί‐ στους αὐτῶν εὕροι τις ἂν μετὰ ξύλου προϊόντας, οὐκ ἂν δή που, εἰ μὴ ἐφοβοῦντο, ὡπλισμένους,
5καὶ τὰς θύρας δὲ μάλα ἐρρωμένως ἀποκλείοντας, μή τις ἄρα νύκτωρ ἐπιβουλεύσειεν αὐτοῖς δεδιό‐ τας. ὁ δὲ τὴν θύραν τοῦ δωματίου προστίθησιν εἰκῆ, καὶ τοῦτο ὡς μὴ ὑπ’ ἀνέμου ἀνοιχθείη, καὶ γενομένου ψόφου νύκτωρ οὐδέν τι μᾶλλον θορυ‐
10βεῖται ἢ μὴ γενομένου, καὶ δι’ ἐρημίας δὲ ἀπιὼν ἄνευ ξίφους ὁδεύει· φοβεῖται γὰρ οὐδὲν οὐδαμοῦ. φιλοσόφους δὲ ἤδη ἐγὼ πολλάκις εἶδον, οὐδενὸς ὄντος δεινοῦ, τόξα ἐνεσκευασμένους· ξύλα μὲν γὰρ ἔχουσιν καὶ εἰς βαλανεῖον ἀπιόντες καὶ ἐπ’
15ἄριστον.
Par
.

56

Παρασίτου μέντοι οὐδεὶς ἔχοι κατηγορῆσαι μοιχείαν ἢ βίαν ἢ ἁρπαγὴν ἢ ἄλλο τι ἀδίκημα ἁπλῶς· ἐπεὶ ὅ γε τοιοῦτος οὐκ ἂν εἴη παράσιτος, ἀλλ’ ἑαυτὸν ἐκεῖνος ἀδικεῖ. ὥστ’ εἰ μοιχεύσας
5τύχοι, ἅμα τῷ ἀδικήματι καὶ τοὔνομα μεταλαμ‐ βάνει τοῦ ἀδικήματος. ὥσπερ γὰρ ὁ ἀγαθὸς φαῦλα ποιῶν διὰ τοῦτο οὐκ ἀγαθός, ἀλλὰ φαῦλος εἶναι ἀναλαμβάνει, οὕτως, οἶμαι, καὶ ὁ παρά‐ σιτος, ἐάν τι ἀδικῇ, αὐτὸ μὲν τοῦτο ὅπερ ἐστὶν
10ἀποβάλλει, ἀναλαμβάνει δὲ ὃ ἀδικεῖ. ἀδικήματα δὲ τοιαῦτα ῥητόρων καὶ φιλοσόφων ἄφθονα οὐ
μόνον ἴσμεν αὐτοὶ γεγονότα καθ’ ἡμᾶς, ἀλλὰ κἀν τοῖς βιβλίοις ἀπολελειμμένα ὑπομνήματα ἔχομεν ὧν ἠδίκησαν. ἀπολογία μὲν γὰρ Σωκρά‐308
15τους ἐστὶν καὶ Αἰσχίνου καὶ Ὑπερίδου καὶ Δημο‐ σθένους καὶ τῶν πλείστων σχεδόν τι ῥητόρων καὶ σοφῶν, παρασίτου δὲ οὐκ ἔστιν ἀπολογία οὐδ’ ἔχει τις εἰπεῖν δίκην πρὸς παράσιτόν τινι γεγραμ‐ μένην.
Par
.

57

Ἀλλὰ νὴ Δία ὁ μὲν βίος τοῦ παρασίτου κρείτ‐ των ἐστὶν τοῦ τῶν ῥητόρων καὶ τῶν φιλοσόφων, ὁ δὲ θάνατος φαυλότερος; πάνυ μὲν οὖν τοὐναντίον παρὰ πολὺ εὐδαιμονέστερος. φιλοσόφους μὲν γὰρ
5ἴσμεν ἅπαντας ἢ τοὺς πλείστους κακοὺς κακῶς ἀποθανόντας, τοὺς μὲν ἐκ καταδίκης, ἑαλωκότας ἐπὶ τοῖς μεγίστοις ἀδικήμασι, φαρμάκῳ, τοὺς δὲ καταπρησθέντας τὸ σῶμα ἅπαν, τοὺς δὲ ἀπὸ δυσουρίας φθινήσαντας, τοὺς δὲ φυγόντας. παρα‐
10σίτου δὲ θάνατον οὐδεὶς ἔχει τοιοῦτον εἰπεῖν, ἀλλὰ τὸν εὐδαιμονέστατον φαγόντος καὶ πιόντος. εἰ δέ τις καὶ δοκεῖ βιαίῳ τετελευτηκέναι θανάτῳ, ἀπεπτήσας ἀπέθανεν.
13ΤΥΧΙΑΔΗΣ
Par
.

58

Ταῦτα μὲν ἱκανῶς διημίλληταί σοι τὰ πρὸς τοὺς φιλοσόφους ὑπὲρ τοῦ παρασίτου. λοιπὸν δὲ εἰ καλὸν καὶ λυσιτελές ἐστιν τὸ κτῆμα τοῦτο τῷ τρέφοντι, πειρῶ λέγειν· ἐμοὶ μὲν γὰρ δοκοῦσιν
5ὥσπερ εὐεργετοῦντες καὶ χαριζόμενοι τρέφειν αὐτοὺς οἱ πλούσιοι, καὶ εἶναι τοῦτο αἰσχύνην τῷ τρεφομένῳ.
7ΣΙΜΩΝ
Ὡς ἠλίθιά γε σου, ὦ Τυχιάδη, ταῦτα, εἰ μὴ δύνασαι γινώσκειν ὅτι πλούσιος ἀνήρ, εἰ καὶ τὸ310
10Γύγου χρυσίον ἔχοι, μόνος ἐσθίων πένης ἐστὶν καὶ προϊὼν ἄνευ παρασίτου πτωχὸς δοκεῖ, καὶ ὥσπερ στρατιώτης χωρὶς ὅπλων ἀτιμότερος καὶ ἐσθὴς ἄνευ πορφύρας καὶ ἵππος ἄνευ φαλάρων, οὕτω καὶ πλούσιος ἄνευ παρασίτου ταπεινός τις
15καὶ εὐτελὴς φαίνεται. καὶ μὴν ὁ μὲν πλούσιος κοσμεῖται ὑπ’ αὐτοῦ, τὸν δὲ παράσιτον πλούσιος
Par
.

59

οὐδέποτε κοσμεῖ. ἄλλως τε οὐδὲ ὄνειδος αὐτῷ ἐστιν, ὡς σὺ φής, τὸ παρασιτεῖν ἐκείνῳ, δῆλον ὅτι ὥς τινι κρείττονι χείρονα, ὅπου γε μὴν τῷ πλουσίῳ τοῦτο λυσιτελές ἐστιν, τὸ τρέφειν τὸν
5παράσιτον, ᾧ γε μετὰ τοῦ κοσμεῖσθαι ὑπ’ αὐτοῦ καὶ ἀσφάλεια πολλὴ ἐκ τῆς τούτου δορυφορίας ὑπάρχει· οὔτε γὰρ μάχῃ ῥᾳδίως ἄν τις ἐπιχει‐ ρήσαι τῷ πλουσίῳ τοῦτον ὁρῶν παρεστῶτα, ἀλλ’ οὐδ’ ἂν ἀποθάνοι φαρμάκῳ οὐδεὶς ἔχων παρά‐
10σιτον. τίς γὰρ ἂν τολμήσειεν ἐπιβουλεῦσαί τινι τούτου προεσθίοντος καὶ προπίνοντος; ὥστε ὁ πλούσιος οὐχὶ κοσμεῖται μόνον, ἀλλὰ καὶ ἐκ τῶν μεγίστων κινδύνων ὑπὸ τοῦ παρασίτου σώζεται. οὕτω μὲν ὁ παράσιτος διὰ φιλοστοργίαν πάντα
15κίνδυνον ὑπομένει, καὶ οὐκ ἂν παραχωρήσειεν τῷ πλουσίῳ φαγεῖν μόνῳ, ἀλλὰ καὶ ἀποθανεῖν αἱρεῖται συμφαγών.
17ΤΥΧΙΑΔΗΣ
Par
.

60

Πάντα μοι δοκεῖς, ὦ Σίμων, διεξελθεῖν ὑστε‐
ρήσας οὐδὲν τῆς σεαυτοῦ τέχνης, οὐχ ὥσπερ αὐτὸς ἔφασκες, ἀμελέτητος ὤν, ἀλλ’ ὥσπερ ἄν τις ὑπὸ τῶν μεγίστων γεγυμνασμένος. λοιπόν, εἰ μὴ312
5αἴσχιον αὐτὸ τὸ ὄνομά ἐστι τῆς παρασιτικῆς, θέλω μαθεῖν.
6ΣΙΜΩΝ Ὅρα δὴ τὴν ἀπόκρισιν, ἐάν σοι ἱκανῶς λέγε‐ σθαι δοκῇ, καὶ πειρῶ πάλιν αὐτὸς ἀποκρίνασθαι πρὸς τὸ ἐρωτώμενον ᾗ ἄριστα οἴει. φέρε γάρ,
10τὸν σῖτον οἱ παλαιοὶ τί καλοῦσι;
10ΤΥΧΙΑΔΗΣ Τροφήν.
11ΣΙΜΩΝ Τί δὲ τὸ σιτεῖσθαι, οὐχὶ τὸ ἐσθίειν;
12ΤΥΧΙΑΔΗΣ Ναί.
13ΣΙΜΩΝ Οὐκοῦν καθωμολόγηται τὸ παρασιτεῖν ὅτι οὐκ
15ἄλλο ἐστίν;
15ΤΥΧΙΑΔΗΣ Τοῦτο γάρ, ὦ Σίμων, ἐστὶν ὃ αἰσχρὸν φαίνεται.
16ΣΙΜΩΝ
Par
.

61

Φέρε δὴ πάλιν ἀπόκριναί μοι, πότερόν σοι δοκεῖ διαφέρειν, καὶ προκειμένων ἀμφοῖν πότερον ἂν αὐτὸς ἕλοιο, ἆρά γε τὸ πλεῖν ἢ τὸ παραπλεῖν;
3ΤΥΧΙΑΔΗΣ
Τὸ παραπλεῖν ἔγωγε.314
4ΣΙΜΩΝ
5Τί δέ, τὸ τρέχειν ἢ τὸ παρατρέχειν;
5ΤΥΧΙΑΔΗΣ Τὸ παρατρέχειν.
6ΣΙΜΩΝ Τί δέ, τὸ ἱππεύειν ἢ τὸ παριππεύειν;
7ΤΥΧΙΑΔΗΣ Τὸ παριππεύειν.
8ΣΙΜΩΝ Τί δέ, τὸ ἀκοντίζειν ἢ τὸ παρακοντίζειν;
9ΤΥΧΙΑΔΗΣ
10Τὸ παρακοντίζειν.
10ΣΙΜΩΝ Οὐκοῦν ὁμοίως ἂν ἕλοιο καὶ τοῦ ἐσθίειν μᾶλλον τὸ παρασιτεῖν;
12ΤΥΧΙΑΔΗΣ Ὁμολογεῖν ἀνάγκη. καί σοι λοιπὸν ὥσπερ οἱ παῖδες ἀφίξομαι καὶ ἑῷος καὶ μετ’ ἄριστον μαθη‐
15σόμενος τὴν τέχνην. σὺ δέ με αὐτὴν δίκαιος διδάσκειν ἀφθόνως, ἐπεὶ καὶ πρῶτος μαθητής σοι γίγνομαι. φασὶ δὲ καὶ τὰς μητέρας μᾶλλον τὰ
πρῶτα φιλεῖν τῶν τέκνων.316