TLG 0062 025 :: LUCIANUS :: Revivescentes sive piscator LUCIANUS Soph. Scholia: Cf. SCHOLIA IN LUCIANUM (5029) Revivescentes sive piscator Citation: Section — (line) | ||
Pisc.t | ΑΝΑΒΙΟΥΝΤΕΣ Η ΑΛΙΕΥΣ | |
Pisc.1 | ΣΩΚΡΑΤΗΣ | |
1 | Βάλλε βάλλε τὸν κατάρατον ἀφθόνοις τοῖς λί‐ θοις· ἐπίβαλλε τῶν βώλων· προσεπίβαλλε καὶ τῶν ὀστράκων· παῖε τοῖς ξύλοις τὸν ἀλιτήριον· ὅρα μὴ διαφύγῃ· καὶ σὺ βάλλε, ὦ Πλάτων· καὶ | |
---|---|---|
5 | σύ, ὦ Χρύσιππε, καὶ σὺ δέ, καὶ πάντες ἅμα· συνασπίσωμεν ἐπ’ αὐτόν, ὡς πήρη πήρῃφιν ἀρήγῃ, βάκτρα δὲ βάκτροις, κοινὸς γὰρ πολέμιος, καὶ οὐκ ἔστιν ἡμῶν ὅντινα οὐχ ὕβρικε. σὺ δέ, ὦ Διόγενες, εἴ ποτε καὶ | |
10 | ἄλλοτε, χρῶ τῷ ξύλῳ· μηδὲ ἀνῆτε· διδότω τὴν ἀξίαν βλάσφημος ὤν. τί τοῦτο; κεκμήκατε, ὦ Ἐπίκουρε καὶ Ἀρίστιππε; καὶ μὴν οὐκ ἐχρῆν. ἀνέρες ἔστε, σοφοί, μνήσασθε δὲ θούριδος ὀργῆς. | |
Pisc.2 | Ἀριστότελες, ἐπισπούδασον· ἔτι θᾶττον. εὖ ἔχει· ἑάλωκεν τὸ θηρίον. εἰλήφαμέν σε, ὦ μιαρέ. | |
εἴσῃ γοῦν αὐτίκα οὕστινας ἡμᾶς ὄντας ἐκακηγό‐ ρεις. τῷ τρόπῳ δέ τις αὐτὸν καὶ μετέλθῃ; | 2 | |
5 | ποικίλον γάρ τινα θάνατον ἐπινοῶμεν κατ’ αὐτοῦ πᾶσιν ἡμῖν ἐξαρκέσαι δυνάμενον· καθ’ ἕκαστον γοῦν ἑπτάκις δίκαιός ἐστιν ἀπολωλέναι. | |
7 | ΦΙΛΟΣΟΦΟΣ Ἐμοὶ μὲν ἀνασκολοπισθῆναι δοκεῖ αὐτόν. | |
8 | ΑΛΛΟΣ Νὴ Δία, μαστιγωθέντα γε πρότερον. | |
9 | ΑΛΛΟΣ | |
10 | Πολὺ πρότερον τοὺς ὀφθαλμοὺς ἐκκεκολάφθω. | |
10 | ΑΛΛΟΣ Τὴν γλῶτταν αὐτὴν ἔτι πολὺ πρότερον ἀπο‐ τετμήσθω. | |
12 | ΣΩΚΡΑΤΗΣ Σοὶ δὲ τί, Ἐμπεδόκλεις, δοκεῖ; | |
13 | ΕΜΠΕΔΟΚΛΗΣ Εἰς τοὺς κρατῆρας ἐμπεσεῖν αὐτόν, ὡς μάθῃ μὴ | |
15 | λοιδορεῖσθαι τοῖς κρείττοσιν. | |
15 | ΠΛΑΤΩΝ Καὶ μὴν ἄριστον ἦν καθάπερ τινὰ Πενθέα ἢ Ὀρφέα λακιστὸν ἐν πέτραισιν εὑρέσθαι μόρον, ἵνα ἂν καὶ τὸ μέρος αὐτοῦ ἕκαστος ἔχων ἀπηλ‐ | |
20 | λάττετο. | |
20 | ΠΑΡΡΗΣΙΑΔΗΣ | |
Pisc.3 | Μηδαμῶς· ἀλλὰ πρὸς Ἱκεσίου φείσασθέ μου. | 4 |
1 | ΠΛΑΤΩΝ Ἄραρεν· οὐκ ἂν ἀφεθείης ἔτι. ὁρᾷς δὲ δὴ καὶ τὸν Ὅμηρον ἅ φησιν, ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά. | |
4 | ΠΑΡΡΗΣΙΑΔΗΣ | |
5 | Καὶ μὴν καθ’ Ὅμηρον ὑμᾶς καὶ αὐτὸς ἱκε‐ τεύσω· αἰδέσεσθε γὰρ ἴσως τὰ ἔπη καὶ οὐ παρό‐ ψεσθε ῥαψῳδήσαντά με· ζωγρεῖτ’ οὐ κακὸν ἄνδρα καὶ ἄξια δέχθε ἄποινα, χαλκόν τε χρυσόν τε, τὰ δὴ φιλέουσι σοφοί περ. | |
9 | ΠΛΑΤΩΝ | |
10 | Ἀλλ’ οὐδὲ ἡμεῖς ἀπορήσομεν πρὸς σὲ Ὁμη‐ ρικῆς ἀντιλογίας. ἄκουε γοῦν· μὴ δή μοι φύξιν γε, κακηγόρε, βάλλεο θυμῷ χρυσόν περ λέξας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἀμάς. | |
13 | ΠΑΡΡΗΣΙΑΔΗΣ Οἴμοι τῶν κακῶν. ὁ μὲν Ὅμηρος ἡμῖν ἄπρα‐ | |
15 | κτος, ἡ μεγίστη ἐλπίς. ἐπὶ τὸν Εὐριπίδην δή μοι καταφευκτέον· τάχα γὰρ ἂν ἐκεῖνος σώσειέ με. μὴ κτεῖνε· τὸν ἱκέτην γὰρ οὐ θέμις κτανεῖν. | |
17 | ΠΛΑΤΩΝ Τί δέ; οὐχὶ κἀκεῖνα Εὐριπίδου ἐστίν, | |
οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους; | 6 | |
19 | ΠΑΡΡΗΣΙΑΔΗΣ | |
20 | Νῦν οὖν ἕκατι ῥημάτων κτενεῖτέ με; | |
20 | ΠΛΑΤΩΝ Νὴ Δία· φησὶ γοῦν ἐκεῖνος αὐτός, ἀχαλίνων στομάτων ἀνόμου τ’ ἀφροσύνας τὸ τέλος δυστυχία. | |
24 | ΠΑΡΡΗΣΙΑΔΗΣ | |
Pisc.4 | Οὐκοῦν ἐπεὶ δέδοκται πάντως ἀποκτιννύναι καὶ οὐδεμία μηχανὴ τὸ διαφυγεῖν με, φέρε τοῦτο γοῦν εἴπατέ μοι, τίνες ὄντες ἢ τί πεπονθότες ἀνήκεστον πρὸς ἡμῶν ἀμείλικτα ὀργίζεσθε καὶ | |
5 | ἐπὶ θανάτῳ συνειλήφατε; | |
5 | ΠΛΑΤΩΝ Ἅτινα μὲν εἴργασαι ἡμᾶς τὰ δεινά, σεαυτὸν ἐρώτα, ὦ κάκιστε, καὶ τοὺς καλοὺς ἐκείνους σου λόγους ἐν οἷς φιλοσοφίαν τε αὐτὴν κακῶς ἠγό‐ ρευες καὶ εἰς ἡμᾶς ὕβριζες, ὥσπερ ἐξ ἀγορᾶς | |
10 | ἀποκηρύττων σοφοὺς ἄνδρας, καὶ τὸ μέγιστον, ἐλευθέρους· ἐφ’ οἷς ἀγανακτήσαντες ἀνεληλύθα‐ μεν ἐπὶ σὲ παραιτησάμενοι πρὸς ὀλίγον τὸν Ἀϊδωνέα, Χρύσιππος οὑτοσὶ καὶ Ἐπίκουρος καὶ ὁ Πλάτων ἐγὼ καὶ Ἀριστοτέλης ἐκεῖνος καὶ ὁ | |
15 | σιωπῶν οὗτος Πυθαγόρας καὶ Διογένης καὶ ἅπαντες ὁπόσους διέσυρες ἐν τοῖς λόγοις. | |
16 | ΠΑΡΡΗΣΙΑΔΗΣ | |
Pisc.5 | Ἀνέπνευσα· οὐ γὰρ ἀποκτενεῖτέ με, ἢν μάθητε ὁποῖος ἐγὼ περὶ ὑμᾶς ἐγενόμην· ὥστε ἀπορρί‐ ψατε τοὺς λίθους, μᾶλλον δὲ φυλάττετε. χρή‐ | |
σεσθε γὰρ αὐτοῖς κατὰ τῶν ἀξίων. | 8 | |
4 | ΠΛΑΤΩΝ | |
5 | Ληρεῖς. σὲ δὲ χρὴ τήμερον ἀπολωλέναι, καὶ ἤδη γε λάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχ’ ὅσσα ἔοργας. | |
7 | ΠΑΡΡΗΣΙΑΔΗΣ Καὶ μήν, ὦ ἄριστοι, ὃν ἐχρῆν μόνον ἐξ ἁπάν‐ των ἐπαινεῖν οἰκεῖόν τε ὑμῖν ὄντα καὶ εὔνουν | |
10 | καὶ ὁμογνώμονα καί, εἰ μὴ φορτικὸν εἰπεῖν, κηδε‐ μόνα τῶν ἐπιτηδευμάτων εὖ ἴστε ἀποκτενοῦντες, ἢν ἐμὲ ἀποκτείνητε τοσαῦτα ὑπὲρ ὑμῶν πεπονη‐ κότα. ὁρᾶτε οὖν μὴ κατὰ τοὺς πολλοὺς τῶν νῦν φιλοσόφων αὐτοὶ ποιεῖτε, ἀχάριστοι καὶ ὀργίλοι | |
15 | καὶ ἀγνώμονες φαινόμενοι πρὸς ἄνδρα εὐεργέτην. | |
15 | ΠΛΑΤΩΝ Ὢ τῆς ἀναισχυντίας. καὶ χάριν σοι τῆς κα‐ κηγορίας προσοφείλομεν; οὕτως ἀνδραπόδοις ὡς ἀληθῶς οἴει διαλέγεσθαι; ἢ καὶ εὐεργεσίαν καταλογιῇ πρὸς ἡμᾶς ἐπὶ τῇ τοσαύτῃ ὕβρει καὶ | |
20 | παροινίᾳ τῶν λόγων; | |
20 | ΠΑΡΡΗΣΙΑΔΗΣ | |
Pisc.6 | Ποῦ γὰρ ἐγὼ ὑμᾶς ἢ πότε ὕβρικα, ὃς ἀεὶ φιλοσοφίαν τε θαυμάζων διατετέλεκα καὶ ὑμᾶς αὐτοὺς ὑπερεπαινῶν καὶ τοῖς λόγοις οἷς κατα‐ λελοίπατε ὁμιλῶν; αὐτὰ γοῦν ἅ φημι ταῦτα, | |
5 | πόθεν ἄλλοθεν ἢ παρ’ ὑμῶν λαβὼν καὶ κατὰ τὴν μέλιτταν ἀπανθισάμενος ἐπιδείκνυμαι τοῖς ἀν‐ | |
θρώποις; οἱ δὲ ἐπαινοῦσι καὶ γνωρίζουσιν ἕκασ‐ τον τὸ ἄνθος ὅθεν καὶ παρ’ ὅτου καὶ ὅπως ἀνελεξάμην, καὶ λόγῳ μὲν ἐμὲ ζηλοῦσι τῆς ἀνθο‐ | 10 | |
10 | λογίας, τὸ δ’ ἀληθὲς ὑμᾶς καὶ τὸν λειμῶνα τὸν ὑμέτερον, οἳ τοιαῦτα ἐξηνθήκατε ποικίλα καὶ πολυειδῆ τὰς βαφάς, εἴ τις ἀναλέξασθαί τε αὐτὰ ἐπίσταιτο καὶ ἀναπλέξαι καὶ ἁρμόσαι, ὡς μὴ ἀπᾴδειν θάτερον θατέρου. ἔσθ’ ὅστις οὖν ταῦτα | |
15 | εὖ πεπονθὼς παρ’ ὑμῶν κακῶς ἂν εἰπεῖν ἐπιχει‐ ρήσειεν εὐεργέτας ἄνδρας, ἀφ’ ὧν εἶναί τις ἔδοξεν; ἐκτὸς εἰ μὴ κατὰ τὸν Θάμυριν ἢ τὸν Εὔρυτον εἴη τὴν φύσιν, ὡς ταῖς Μούσαις ἀντᾴδειν, παρ’ ὧν εἴληφε τὴν ᾠδήν, ἢ τῷ Ἀπόλλωνι ἐριδαίνειν | |
20 | ἐναντία τοξεύων, καὶ ταῦτα δοτῆρι ὄντι τῆς τοξικῆς. | |
21 | ΠΛΑΤΩΝ | |
Pisc.7 | Τοῦτο μέν, ὦ γενναῖε, κατὰ τοὺς ῥήτορας εἴρηταί σοι· ἐναντιώτατον δ’ οὖν ἐστι τῷ πράγ‐ ματι καὶ χαλεπωτέραν σου ἐπιδείκνυσι τὴν τόλμαν, εἴ γε τῇ ἀδικίᾳ καὶ ἀχαριστία πρόσεσ‐ | |
5 | τιν, ὃς παρ’ ἡμῶν τὰ τοξεύματα, ὡς φής, λαβὼν καθ’ ἡμῶν ἐτόξευες, ἕνα τοῦτον ὑποθέμενος τὸν σκοπόν, ἅπαντας ἡμᾶς ἀγορεύειν κακῶς· τοιαῦτα παρὰ σοῦ ἀπειλήφαμεν ἀνθ’ ὧν σοι τὸν λειμῶνα ἐκεῖνον ἀναπετάσαντες οὐκ ἐκωλύομεν δρέπεσθαι | |
10 | καὶ τὸ προκόλπιον ἐμπλησάμενον ἀπελθεῖν· ὥστε διά γε τοῦτο μάλιστα δίκαιος ἂν εἴης ἀποθανεῖν. | |
12 | ΠΑΡΡΗΣΙΑΔΗΣ | |
Pisc.8 | Ὁρᾶτε· πρὸς ὀργὴν ἀκούετε καὶ οὐδὲν τῶν δικαίων προσίεσθε. καίτοι οὐκ ἂν ᾠήθην ποτὲ ὡς ὀργὴ Πλάτωνος ἢ Χρυσίππου ἢ Ἀριστοτέ‐ | |
λους ἢ τῶν ἄλλων ὑμῶν καθίκοιτο ἄν, ἀλλά μοι | 12 | |
5 | ἐδοκεῖτε μόνοι δὴ πόρρω εἶναι τοῦ τοιούτου. πλὴν ἀλλὰ μὴ ἄκριτόν γε, ὦ θαυμάσιοι, μηδὲ πρὸ δίκης ἀποκτείνητέ με. ὑμέτερον γοῦν καὶ τοῦτο ἦν, μὴ βίᾳ μηδὲ κατὰ τὸ ἰσχυρότερον πο‐ λιτεύεσθαι, δίκῃ δὲ τὰ διάφορα λύεσθαι διδόντας | |
10 | λόγον καὶ δεχομένους ἐν τῷ μέρει. ὥστε δικασ‐ τὴν ἑλόμενοι κατηγορήσατε μὲν ὑμεῖς ἢ ἅμα πάντες ἢ ὅντινα ἂν χειροτονήσητε ὑπὲρ ἁπάντων, ἐγὼ δὲ ἀπολογήσομαι πρὸς τὰ ἐγκλήματα. κᾆτα ἢν μέν τι ἀδικῶν φαίνωμαι καὶ τοῦτο περὶ ἐμοῦ | |
15 | γνῷ τὸ δικαστήριον, ὑφέξω δηλαδὴ τὴν ἀξίαν· ὑμεῖς δὲ βίαιον οὐδὲν τολμήσετε· ἢν δὲ τὰς εὐθύνας ὑποσχὼν καθαρὸς ὑμῖν καὶ ἀνεπίληπτος εὑρίσκωμαι, ἀφήσουσί με οἱ δικασταί, ὑμεῖς δὲ εἰς τοὺς ἐξαπατήσαντας ὑμᾶς καὶ παροξύναντας | |
20 | καθ’ ἡμῶν τὴν ὀργὴν τρέψετε. | |
20 | ΠΛΑΤΩΝ | |
Pisc.9 | Τοῦτ’ ἐκεῖνο· εἰς πεδίον τὸν ἵππον, ὡς παρα‐ κρουσάμενος τοὺς δικαστὰς ἀπέλθῃς. φασὶ γοῦν ῥήτορά σε καὶ δικανικόν τινα εἶναι καὶ πανοῦργον ἐν τοῖς λόγοις. τίνα δὲ καὶ δικαστὴν ἐθέλεις | |
5 | γενέσθαι, ὅντινα μὴ σὺ δωροδοκήσας, οἷα πολλὰ ποιεῖτε, ἄδικα πείσεις ὑπὲρ σοῦ ψηφίσασθαι; | |
6 | ΠΑΡΡΗΣΙΑΔΗΣ Θαρρεῖτε τούτου γε ἕνεκα· οὐδένα τοιοῦτον | |
διαιτητὴν ὕποπτον ἢ ἀμφίβολον ἀξιώσαιμ’ ἂν γενέσθαι καὶ ὅστις ἀποδώσεταί μοι τὴν ψῆφον. | 14 | |
10 | ὁρᾶτε γοῦν, τὴν Φιλοσοφίαν αὐτὴν μεθ’ ὑμῶν ποιοῦμαι δικάστριαν ἔγωγε. | |
11 | ΠΛΑΤΩΝ Καὶ τίς ἂν κατηγορήσειεν, εἴ γε ἡμεῖς δικάσομεν; | |
12 | ΠΑΡΡΗΣΙΑΔΗΣ Οἱ αὐτοὶ κατηγορεῖτε καὶ δικάζετε· οὐδὲν οὐδὲ τοῦτο δέδια. τοσοῦτον ὑπερφέρω τοῖς δικαίοις | |
15 | καὶ ἐκ περιουσίας ἀπολογήσεσθαι ὑπολαμβάνω. | |
15 | ΠΛΑΤΩΝ | |
Pisc.10 | Τί ποιοῦμεν, ὦ Πυθαγόρα καὶ Σώκρατες; ἔοικε γὰρ ἁνὴρ οὐκ ἄλογα προκαλεῖσθαι δικάζεσθαι ἀξιῶν. | |
3 | ΣΩΚΡΑΤΗΣ Τί δὲ ἄλλο ἢ βαδίζωμεν ἐπὶ τὸ δικαστήριον | |
5 | καὶ τὴν Φιλοσοφίαν παραλαβόντες ἀκούσωμεν ὅ τι καὶ ἀπολογήσεται· τὸ πρὸ δίκης γὰρ οὐχ ἡμέτερον, ἀλλὰ δεινῶς ἰδιωτικόν, ὀργίλων τινῶν ἀνθρώπων καὶ τὸ δίκαιον ἐν τῇ χειρὶ τιθεμένων. παρέξομεν οὖν ἀφορμὰς τοῖς κακηγορεῖν ἐθέλου‐ | |
10 | σιν καταλεύσαντες ἄνδρα μηδὲ ἀπολογησάμενον ὑπὲρ ἑαυτοῦ, καὶ ταῦτα δικαιοσύνῃ χαίρειν αὐτοὶ λέγοντες. ἢ τί ἂν εἴποιμεν Ἀνύτον καὶ Μελήτου πέρι, τῶν ἐμοῦ κατηγορησάντων, ἢ τῶν τότε δικαστῶν, εἰ οὗτος τεθνήξεται μηδὲ τὸ παράπαν | |
15 | ὕδατος μεταλαβών; | |
15 | ΠΛΑΤΩΝ Ἄριστα παραινεῖς, ὦ Σώκρατες· ὥστε ἀπίωμεν ἐπὶ τὴν Φιλοσοφίαν. ἡ δὲ δικασάτω, καὶ ἡμεῖς | |
ἀγαπήσομεν οἷς ἂν ἐκείνη διαγνῷ. | 16 | |
18 | ΠΑΡΡΗΣΙΑΔΗΣ | |
Pisc.11 | Εὖ γε, ὦ σοφώτατοι, ἀμείνω ταῦτα καὶ νομι‐ μώτερα. τοὺς μέντοι λίθους φυλάττετε, ὡς ἔφην· δεήσει γὰρ αὐτῶν μικρὸν ὕστερον ἐν τῷ δικαστηρίῳ. | |
5 | Ποῦ δὲ τὴν Φιλοσοφίαν εὕροι τις ἄν; οὐ γὰρ οἶδα ἔνθα οἰκεῖ· καίτοι πάνυ πολὺν ἐπλανήθην χρόνον ἀναζητῶν τὴν οἰκίαν, ὡς συγγενοίμην αὐτῇ. εἶτα ἐντυγχάνων ἄν τισι τριβώνια περι‐ βεβλημένοις καὶ πώγωνας βαθεῖς καθειμένοις παρ’ | |
10 | αὐτῆς ἐκείνης ἥκειν φάσκουσιν, οἰόμενος εἰδέναι αὐτοὺς ἀνηρώτων· οἱ δὲ πολὺ μᾶλλον ἐμοῦ ἀγνο‐ οῦντες ἢ οὐδὲν ὅλως ἀπεκρίναντό μοι, ὡς μὴ ἐλέγχοιντο οὐκ εἰδότες, ἢ ἄλλην θύραν ἀντ’ ἄλλης ἐπεδείκνυον. οὐδέπω γοῦν καὶ τήμερον ἐξευρεῖν | |
15 | δεδύνημαι τὴν οἰκίαν. | |
Pisc.12 | Πολλάκις δὲ ἢ αὐτὸς εἰκάσας ἢ ξεναγήσαντός τινος ἧκον ἂν ἐπί τινας θύρας βεβαίως ἐλπίσας τότε γοῦν εὑρηκέναι, τεκμαιρόμενος τῷ πλήθει τῶν εἰσιόντων τε καὶ ἐξιόντων, ἁπάντων σκυθρω‐ | |
5 | πῶν καὶ τὰ σχήματα εὐσταλῶν καὶ φροντιστικῶν τὴν πρόσοψιν· μετὰ τούτων οὖν συμπαραβυσ‐ θεὶς καὶ αὐτὸς εἰσῆλθον ἄν. εἶτα ἑώρων γύναιόν τι οὐχ ἁπλοϊκόν, εἰ καὶ ὅτι μάλιστα εἰς τὸ ἀφελὲς καὶ ἀκόσμητον ἑαυτὴν ἐπερρύθμιζεν, ἀλλὰ κατε‐ | |
10 | φάνη μοι αὐτίκα οὐδὲ τὸ ἄνετον δοκοῦν τῆς κόμης ἀκαλλώπιστον ἐῶσα οὐδὲ τοῦ ἱματίου τὴν ἀνα‐ βολὴν ἀνεπιτηδεύτως περιστέλλουσα· πρόδηλος δὲ ἦν κοσμουμένη αὐτοῖς καὶ πρὸς εὐπρέπειαν τῷ ἀθεραπεύτῳ δοκοῦντι προσχρωμένη. ὑπεφαίνετο | |
15 | δέ τι καὶ ψιμύθιον καὶ φῦκος, καὶ τὰ ῥήματα | |
πάνυ ἑταιρικά, καὶ ἐπαινουμένη ὑπὸ τῶν ἐρασ‐ τῶν εἰς κάλλος ἔχαιρε, καὶ εἰ δοίη τις προχείρως ἐδέχετο, καὶ τοὺς πλουσιωτέρους ἂν παρακαθισα‐ μένη πλησίον τοὺς πένητας τῶν ἐραστῶν οὐδὲ | 18 | |
20 | προσέβλεπεν. πολλάκις δὲ καὶ γυμνωθείσης αὐτῆς κατὰ τὸ ἀκούσιον ἑώρων περιδέραια χρυσᾶ τῶν κλοιῶν παχύτερα. ταῦτα ἰδὼν ἐπὶ πόδα ἂν εὐθὺς ἀνέστρεφον, οἰκτείρας δηλαδὴ τοὺς κακοδαίμονας ἐκείνους ἑλκομένους πρὸς αὐτῆς οὐ | |
25 | τῆς ῥινὸς ἀλλὰ τοῦ πώγωνος καὶ κατὰ τὸν Ἰξίονα εἰδώλῳ ἀντὶ τῆς Ἥρας συνόντας. | |
26 | ΠΛΑΤΩΝ | |
Pisc.13 | Τοῦτο μὲν ὀρθῶς ἔλεξας· οὐ γὰρ πρόδηλος οὐδὲ πᾶσι γνώριμος ἡ θύρα. πλὴν ἀλλὰ οὐδὲν δεήσει βαδίζειν ἐπὶ τὴν οἰκίαν· ἐνταῦθα γὰρ ἐν Κεραμεικῷ ὑπομενοῦμεν αὐτήν. ἡ δὲ ἤδη που | |
5 | ἀφίξεται ἐπανιοῦσα ἐξ Ἀκαδημίας, ὡς περι‐ πατήσειε καὶ ἐν τῇ Ποικίλῃ· τοῦτο γὰρ ὁσημέραι ποιεῖν ἔθος αὐτῇ· μᾶλλον δὲ ἤδη πρόσεισιν. ὁρᾷς τὴν κόσμιον, τὴν ἀπὸ τοῦ σχήματος, τὴν προσ‐ ηνῆ τὸ βλέμμα, τὴν ἐπὶ συννοίας ἠρέμα βαδί‐ | |
10 | ζουσαν; | |
10 | ΠΑΡΡΗΣΙΑΔΗΣ Πολλὰς ὁμοίας ὁρῶ τό γε σχῆμα καὶ τὸ βάδισμα καὶ τὴν ἀναβολήν. καίτοι μία πάντως ἥ γε ἀληθὴς Φιλοσοφία καὶ ἐν αὐταῖς. | |
13 | ΠΛΑΤΩΝ Εὖ λέγεις. ἀλλὰ δηλώσει ἥτις ἐστὶ φθεγξα‐ | |
15 | μένη μόνον. | |
15 | ΦΙΛΟΣΟΦΙΑ | |
Pisc.14 | Παπαῖ· τί Πλάτων καὶ Χρύσιππος ἄνω καὶ | |
Ἀριστοτέλης καὶ οἱ λοιποὶ ἅπαντες, αὐτὰ δὴ τὰ κεφάλαιά μου τῶν μαθημάτων; τί αὖθις εἰς τὸν βίον; ἆρά τι ὑμᾶς ἐλύπει τῶν κάτω; ὀργιζομένοις | 20 | |
5 | γοῦν ἐοίκατε. καὶ τίνα τοῦτον συλλαβόντες ἄγετε; ἦ που τυμβωρύχος τις ἢ ἀνδροφόνος ἢ ἱερόσυλός ἐστιν; | |
7 | ΠΛΑΤΩΝ Νὴ Δία, ὦ Φιλοσοφία, πάντων γε ἱεροσύλων ἀσεβέστατος, ὃς τὴν ἱερωτάτην σὲ κακῶς ἀγορεύειν | |
10 | ἐπεχείρησεν καὶ ἡμᾶς ἅπαντας, ὁπόσοι τι παρὰ σοῦ μαθόντες τοῖς μεθ’ ἡμᾶς καταλελοίπαμεν. | |
11 | ΦΙΛΟΣΟΦΙΑ Εἶτα ἠγανακτήσατε λοιδορησαμένου τινός, καὶ ταῦτα εἰδότες ἐμέ, οἷα πρὸς τῆς Κωμῳδίας ἀκούουσα ἐν Διονυσίοις ὅμως φίλην τε αὐτὴν | |
15 | ἥγημαι καὶ οὔτε ἐδικασάμην οὔτε ᾐτιασάμην προσ‐ ελθοῦσα, ἐφίημι δὲ παίζειν τὰ εἰκότα καὶ τὰ συνήθη τῇ ἑορτῇ; οἶδα γὰρ ὡς οὐκ ἄν τι ὑπὸ σκώμματος χεῖρον γένοιτο, ἀλλὰ τοὐναντίον ὅπερ ἂν ᾖ καλόν, ὥσπερ τὸ χρυσίον ἀποσμώμενον τοῖς | |
20 | κόμμασι, λαμπρότερον ἀποστίλβει καὶ φανερώ‐ τερον γίγνεται. ὑμεῖς δὲ οὐκ οἶδα ὅπως ὀργίλοι καὶ ἀγανακτικοὶ γεγόνατε. τί δ’ οὖν αὐτὸν ἄγχετε; | |
23 | ΠΛΑΤΩΝ Μίαν ἡμέραν ταύτην παραιτησάμενοι ἥκομεν | |
25 | ἐπ’ αὐτὸν ὡς ὑπόσχῃ τὴν ἀξίαν ὧν δέδρακεν. φῆμαι γὰρ ἡμῖν διήγγελλον οἷα ἔλεγεν εἰς τὰ πλήθη καθ’ ἡμῶν. | |
27 | ΦΙΛΟΣΟΦΙΑ | |
Pisc.15 | Εἶτα πρὸ δίκης οὐδὲ ἀπολογησάμενον ἀπο‐ | |
κτενεῖτε; δῆλος γοῦν ἐστιν εἰπεῖν τι θέλων. | 22 | |
2 | ΠΛΑΤΩΝ Οὔκ, ἀλλ’ ἐπὶ σὲ τὸ πᾶν ἀνεβαλόμεθα, καὶ σοὶ ὅτι ἂν δοκῇ, τοῦτο ποιήσῃ τέλος τῆς δίκης. | |
4 | ΦΙΛΟΣΟΦΙΑ | |
5 | Τί φὴς σύ; | |
5 | ΠΑΡΡΗΣΙΑΔΗΣ Τοῦτο αὐτό, ὦ δέσποινα Φιλοσοφία, ἥπερ καὶ μόνη τἀληθὲς ἂν ἐξευρεῖν δύναιο· μόλις γοῦν εὑρόμην πολλὰ ἱκετεύσας τὸ σοὶ φυλαχθῆναι τὴν δίκην. | |
9 | ΠΛΑΤΩΝ | |
10 | Νῦν, ὦ κατάρατε, δέσποιναν αὐτὴν καλεῖς; πρῴην δὲ τὸ ἀτιμότατον Φιλοσοφίαν ἀπέφαινες ἐν τοσούτῳ θεάτρῳ ἀποκηρύττων κατὰ μέρη δύ’ ὀβολῶν ἕκαστον εἶδος αὐτῆς τῶν λόγων. | |
13 | ΦΙΛΟΣΟΦΙΑ Ὁρᾶτε μὴ οὐ Φιλοσοφίαν οὗτός γε ἀλλὰ | |
15 | γόητας ἄνδρας ἐπὶ τῷ ἡμετέρῳ ὀνόματι πολλὰ καὶ μιαρὰ πράττοντας ἠγόρευεν κακῶς. | |
16 | ΠΑΡΡΗΣΙΑΔΗΣ Εἴσῃ αὐτίκα, ἢν ἐθέλῃς ἀπολογουμένου ἀκούειν μόνον. | |
18 | ΦΙΛΟΣΟΦΙΑ Ἀπίωμεν εἰς Ἄρειον πάγον, μᾶλλον δὲ εἰς τὴν | |
20 | ἀκρόπολιν αὐτήν, ὡς ἂν ἐκ περιωπῆς ἅμα κατα‐ | |
Pisc.16 | φανείη πάντα ἐν τῇ πόλει. ὑμεῖς δέ, ὦ φίλαι, ἐν τῇ Ποικίλῃ τέως περιπατήσατε· ἥξω γὰρ ὑμῖν ἐκδικάσασα τὴν δίκην. | |
3 | ΠΑΡΡΗΣΙΑΔΗΣ Τίνες δέ εἰσιν, ὦ Φιλοσοφία; πάνυ γάρ μοι | |
5 | κόσμιαι καὶ αὗται δοκοῦσιν. | 24 |
5 | ΦΙΛΟΣΟΦΙΑ Ἀρετὴ μὲν ἡ ἀνδρώδης αὕτη, Σωφροσύνη δὲ ἐκείνη καὶ Δικαιοσύνη ἡ παρ’ αὐτήν. ἡ προη‐ γουμένη δὲ Παιδεία, ἡ ἀμυδρὰ δὲ καὶ ἀσαφὴς τὸ χρῶμα ἡ Ἀλήθειά ἐστιν. | |
9 | ΠΑΡΡΗΣΙΑΔΗΣ | |
10 | Οὐχ ὁρῶ ἥντινα καὶ λέγεις. | |
10 | ΦΙΛΟΣΟΦΙΑ Τὴν ἀκαλλώπιστον ἐκείνην οὐχ ὁρᾷς, τὴν γυμ‐ νήν, τὴν ὑποφεύγουσαν ἀεὶ καὶ διολισθάνουσαν; | |
12 | ΠΑΡΡΗΣΙΑΔΗΣ Ὁρῶ νῦν μόλις. ἀλλὰ τί οὐχὶ καὶ ταύτας ἄγεις, ὡς πλῆρες γένοιτο καὶ ἐντελὲς τὸ συνέ‐ | |
15 | δριον; τὴν Ἀλήθειαν δέ γε καὶ συνήγορον ἀναβι‐ βάσασθαι πρὸς τὴν δίκην βούλομαι. | |
16 | ΦΙΛΟΣΟΦΙΑ Νὴ Δία, ἀκολουθήσατε καὶ ὑμεῖς· οὐ βαρὺ γὰρ μίαν δικάσαι δίκην, καὶ ταῦτα περὶ τῶν ἡμετέρων ἐσομένην. | |
19 | ΑΛΗΘΕΙΑ | |
Pisc.17 | Ἄπιτε ὑμεῖς· ἐγὼ γὰρ οὐδὲν δέομαι ἀκούειν ἃ πάλαι οἶδα ὁποῖά ἐστιν. | |
2 | ΦΙΛΟΣΟΦΙΑ Ἀλλ’ ἡμῖν, ὦ Ἀλήθεια, ἐν δέοντι συνδικάζοις ἂν καὶ καταμηνύοις ἕκαστα. | |
4 | ΑΛΗΘΕΙΑ | |
5 | Οὐκοῦν ἐπάγωμαι καὶ τὼ θεραπαινιδίω τούτω εὐνοϊκοτάτω μοι ὄντε; | |
6 | ΦΙΛΟΣΟΦΙΑ | |
Καὶ μάλα ὁπόσας ἂν ἐθέλῃς. | 26 | |
7 | ΑΛΗΘΕΙΑ Ἕπεσθον, ὦ Ἐλευθερία καὶ Παρρησία, μεθ’ ἡμῶν, ὡς τὸν δείλαιον τουτονὶ ἀνθρωπίσκον ἐρασ‐ | |
10 | τὴν ἡμέτερον ὄντα καὶ κινδυνεύοντα ἐπὶ μηδεμιᾷ προφάσει δικαίᾳ σῶσαι δυνηθῶμεν. σὺ δέ, ὦ Ἔλεγχε, αὐτοῦ περίμεινον. | |
12 | ΠΑΡΡΗΣΙΑΔΗΣ Μηδαμῶς, ὦ δέσποινα, ἡκέτω δὲ καὶ οὗτος, εἰ καί τις ἄλλος· οὐ γὰρ τοῖς τυχοῦσι θηρίοις | |
15 | προσπολεμῆσαι δεήσει με, ἀλλ’ ἀλαζόσιν ἀν‐ θρώποις καὶ δυσελέγκτοις, ἀεί τινας ἀποφυγὰς εὑρισκομένοις, ὥστε ἀναγκαῖος ὁ Ἔλεγχος. | |
17 | ΕΛΕΓΧΟΣ Ἀναγκαιότατος μὲν οὖν· ἄμεινον δέ, εἰ καὶ τὴν Ἀπόδειξιν παραλάβοις. | |
19 | ΑΛΗΘΕΙΑ | |
20 | Ἕπεσθε πάντες, ἐπείπερ ἀναγκαῖοι δοκεῖτε πρὸς τὴν δίκην. | |
21 | ΠΛΑΤΩΝ | |
Pisc.18 | Ὁρᾷς; προσεταιρίζεται καθ’ ἡμῶν, ὦ Φιλο‐ σοφία, τὴν Ἀλήθειαν. | |
2 | ΦΙΛΟΣΟΦΙΑ Εἶτα δέδιτε, ὦ Πλάτων καὶ Χρύσιππε καὶ Ἀριστότελες, μή τι ψεύσηται ὑπὲρ αὐτοῦ Ἀλή‐ | |
5 | θεια οὖσα; | |
5 | ΠΛΑΤΩΝ Οὐ τοῦτο, ἀλλὰ δεινῶς πανοῦργός ἐστιν καὶ | |
κολακικός· ὥστε παραπείσει αὐτήν. | 28 | |
7 | ΦΙΛΟΣΟΦΙΑ Θαρρεῖτε· οὐδὲν μὴ γένηται ἄδικον, Δικαιο‐ | |
Pisc.19 | σύνης ταύτης συμπαρούσης. ἀνίωμεν οὖν. ἀλλὰ εἰπέ μοι σύ, τί σοι τοὔνομα; | |
2 | ΠΑΡΡΗΣΙΑΔΗΣ Ἐμοί; Παρρησιάδης Ἀληθίωνος τοῦ Ἐλεγ‐ ξικλέους. | |
4 | ΦΙΛΟΣΟΦΙΑ | |
5 | Πατρὶς δέ; | |
5 | ΠΑΡΡΗΣΙΑΔΗΣ Σύρος, ὦ Φιλοσοφία, τῶν Ἐπευφρατιδίων. ἀλλὰ τί τοῦτο; καὶ γὰρ τούτων τινὰς οἶδα τῶν ἀντιδίκων μου οὐχ ἧττον ἐμοῦ βαρβάρους τὸ γένος· ὁ τρόπος δὲ καὶ ἡ παιδεία οὐ κατὰ Σολέας | |
10 | ἢ Κυπρίους ἢ Βαβυλωνίους ἢ Σταγειρίτας. καί‐ τοι πρός γε σὲ οὐδὲν ἂν ἔλαττον γένοιτο οὐδ’ εἰ τὴν φωνὴν βάρβαρος εἴη τις, εἴπερ ἡ γνώμη ὀρθὴ καὶ δικαία φαίνοιτο οὖσα. | |
13 | ΦΙΛΟΣΟΦΙΑ | |
Pisc.20 | Εὖ λέγεις· ἄλλως γοῦν ἠρόμην. ἡ τέχνη δέ σοι τίς; ἄξιον γὰρ ἐπίστασθαι τοῦτό γε. | |
2 | ΠΑΡΡΗΣΙΑΔΗΣ Μισαλαζών εἰμι καὶ μισογόης καὶ μισοψευδὴς καὶ μισότυφος καὶ μισῶ πᾶν τὸ τοιουτῶδες εἶδος | |
5 | τῶν μιαρῶν ἀνθρώπων· πάνυ δὲ πολλοί εἰσιν, ὡς οἶσθα. | |
6 | ΦΙΛΟΣΟΦΙΑ | |
Ἡράκλεις, πολυμισῆ τινα μέτει τὴν τέχνην. | 30 | |
7 | ΠΑΡΡΗΣΙΑΔΗΣ Εὖ λέγεις· ὁρᾷς γοῦν ὁπόσοις ἀπεχθάνομαι καὶ ὡς κινδυνεύω δι’ αὐτήν. | |
10 | Οὐ μὴν ἀλλὰ καὶ τὴν ἐναντίαν αὐτῇ πάνυ ἀκριβῶς οἶδα, λέγω δὲ τὴν ἀπὸ τοῦ φιλο τὴν ἀρχὴν ἔχουσαν· φιλαλήθης τε γὰρ καὶ φιλόκαλος καὶ φιλαπλοϊκὸς καὶ ὅσα τῷ φιλεῖσθαι συγγενῆ. πλὴν ἀλλ’ ὀλίγοι πάνυ ταύτης ἄξιοι τῆς τέχνης, | |
15 | οἱ δὲ ὑπὸ τῇ ἐναντίᾳ ταττόμενοι καὶ τῷ μίσει οἰκειότεροι πεντακισμύριοι. κινδυνεύω τοιγαροῦν τὴν μὲν ὑπ’ ἀργίας ἀπομαθεῖν ἤδη, τὴν δὲ πάνυ ἠκριβωκέναι. | |
18 | ΦΙΛΟΣΟΦΙΑ Καὶ μὴν οὐκ ἐχρῆν· τοῦ γὰρ αὐτοῦ καὶ τάδε, | |
20 | φασί, καὶ τάδε· ὥστε μὴ διαίρει τὼ τέχνα· μία γὰρ ἐστὸν δύ’ εἶναι δοκούσα. | |
21 | ΠΑΡΡΗΣΙΑΔΗΣ Ἄμεινον σὺ ταῦτα οἶσθα, ὦ Φιλοσοφία. τὸ μέντοι ἐμὸν τοιοῦτόν ἐστιν, οἷον τοὺς μὲν πονη‐ ροὺς μισεῖν, ἐπαινεῖν δὲ τοὺς χρηστοὺς καὶ φιλεῖν. | |
24 | ΦΙΛΟΣΟΦΙΑ | |
Pisc.21 | Ἄγε δή, πάρεσμεν γὰρ ἔνθα ἐχρῆν, ἐνταῦθά που ἐν τῷ προνάῳ τῆς Πολιάδος δικάσωμεν. ἡ Ἱέρεια διάθες ἡμῖν τὰ βάθρα, ἡμεῖς δὲ ἐν τοσούτῳ | |
προσκυνήσωμεν τὴν θεόν. | 32 | |
4 | ΠΑΡΡΗΣΙΑΔΗΣ | |
5 | Ὦ Πολιάς, ἐλθέ μοι κατὰ τῶν ἀλαζόνων σύμμαχος ἀναμνησθεῖσα ὁπόσα ἐπιορκούντων ὁσημέραι ἀκούεις αὐτῶν· καὶ ἃ πράττουσι δὲ μόνη ὁρᾷς ἅτε δὴ ἐπὶ σκοπῆς οἰκοῦσα. νῦν καιρὸς ἀμύνασθαι αὐτούς. ἐμὲ δὲ ἤν που κρα‐ | |
10 | τούμενον ἴδῃς καὶ πλείους ὦσιν αἱ μέλαιναι, σὺ προσθεῖσα τὴν σεαυτῆς σῶζέ με. | |
11 | ΦΙΛΟΣΟΦΙΑ | |
Pisc.22 | Εἶεν· ἡμεῖς μὲν ὑμῖν καὶ δὴ καθήμεθα ἕτοιμοι ἀκούειν τῶν λόγων, ὑμεῖς δὲ προελόμενοί τινα ἐξ ἁπάντων, ὅστις ἄριστα κατηγορῆσαι ἂν δοκεῖ, συνείρετε τὴν κατηγορίαν καὶ διελέγχετε· πάντας | |
5 | γὰρ ἅμα λέγειν ἀμήχανον. σὺ δέ, ὦ Παρρη‐ σιάδη, ἀπολογήσῃ τὸ μετὰ τοῦτο. | |
6 | ΠΛΑΤΩΝ Τίς οὖν ὁ ἐπιτηδειότατος ἐξ ἡμῶν ἂν γένοιτο πρὸς τὴν δίκην; | |
8 | ΧΡΥΣΙΠΠΟΣ Σύ, ὦ Πλάτων. ἥ τε γὰρ μεγαλόνοια θαυ‐ | |
10 | μαστὴ καὶ ἡ καλλιφωνία δεινῶς Ἀττικὴ καὶ τὸ κεχαρισμένον καὶ πειθοῦς μεστὸν ἥ τε σύνεσις καὶ τὸ ἀκριβὲς καὶ τὸ ἐπαγωγὸν ἐν καιρῷ τῶν ἀποδείξεων, πάντα ταῦτά σοι ἀθρόα πρόσεστιν· ὥστε τὴν προηγορίαν δέχου καὶ ὑπὲρ ἁπάντων | |
15 | εἰπὲ τὰ εἰκότα. νῦν ἀναμνήσθητι πάντων ἐκείνων καὶ συμφόρει εἰς τὸ αὐτό, εἴ τί σοι πρὸς Γοργίαν ἢ Πῶλον ἢ Πρόδικον ἢ Ἱππίαν εἴρηται· δεινό‐ | |
τερος οὗτός ἐστιν. ἐπίπαττε οὖν καὶ τῆς εἰρω‐ νείας καὶ τὰ κομψὰ ἐκεῖνα καὶ συνεχῆ ἐρώτα, | 34 | |
20 | κἄν σοι δοκῇ, κἀκεῖνό που παράβυσον, ὡς “ὁ μέγας ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων” ἀγανακτήσειεν ἄν, εἰ μὴ οὗτος ὑπόσχοι τὴν δίκην. | |
22 | ΠΛΑΤΩΝ | |
Pisc.23 | Μηδαμῶς, ἀλλά τινα τῶν σφοδροτέρων προ‐ χειρισώμεθα, Διογένη τοῦτον ἢ Ἀντισθένη ἢ Κράτητα ἢ καὶ σέ, ὦ Χρύσιππε· οὐ γὰρ δὴ κάλ‐ λους ἐν τῷ παρόντι καὶ δεινότητος συγγραφικῆς | |
5 | ὁ καιρός, ἀλλά τινος ἐλεγκτικῆς καὶ δικανικῆς παρασκευῆς· ῥήτωρ δὲ ὁ Παρρησιάδης ἐστίν. | |
6 | ΔΙΟΓΕΝΗΣ Ἀλλ’ ἐγὼ αὐτοῦ κατηγορήσω· οὐδὲ γὰρ πάνυ μακρῶν οἶμαι τῶν λόγων δεήσεσθαι. καὶ ἄλλως ὑπὲρ ἅπαντας ὕβρισμαι δύ’ ὀβολῶν πρῴην ἀπο‐ | |
10 | κεκηρυγμένος. | |
10 | ΠΛΑΤΩΝ Ὁ Διογένης, ὦ Φιλοσοφία, ἐρεῖ τὸν λόγον ὑπὲρ ἁπάντων. μέμνησο δέ, ὦ γενναῖε, μὴ τὰ σεαυτοῦ μόνον πρεσβεύειν ἐν τῇ κατηγορίᾳ, τὰ κοινὰ δὲ ὁρᾶν· εἰ γάρ τι καὶ πρὸς ἀλλήλους διαφερόμεθα | |
15 | ἐν τοῖς δόγμασι, σὺ δὲ τοῦτο μὲν μὴ ἐξέταζε, μηδὲ ὅστις ἐστὶν ὁ ἀληθέστερος νῦν λέγε, ὅλως δὲ ὑπὲρ Φιλοσοφίας αὐτῆς ἀγανάκτει περιυβρισ‐ μένης καὶ κακῶς ἀκουούσης ἐν τοῖς Παρρησιάδου λόγοις, καὶ τὰς προαιρέσεις ἀφείς, ἐν αἷς διαλ‐ | |
20 | λάττομεν, ὃ κοινὸν ἅπαντες ἔχομεν, τοῦτο ὑπερ‐ μάχει. ὅρα· σὲ μόνον προεστησάμεθα καὶ ἐν σοὶ τὰ πάντα ἡμῶν νῦν κινδυνεύεται, ἢ σεμνό‐ τατα δόξαι ἢ τοιαῦτα πιστευθῆναι οἷα οὗτος | |
ἀπέφηνε. | 36 | |
24 | ΔΙΟΓΕΝΗΣ | |
Pisc.24 | Θαρρεῖτε, οὐδὲν ἐλλείψομεν· ὑπὲρ ἁπάντων ἐρῶ. κἂν ἡ Φιλοσοφία δὲ πρὸς τοὺς λόγους ἐπι‐ κλασθεῖσα—φύσει γὰρ ἥμερος καὶ πρᾶός ἐστιν— ἀφεῖναι διαβουλεύηται αὐτόν, ἀλλ’ οὐ τὰ ἐμὰ | |
5 | ἐνδεήσει· δείξω γὰρ αὐτῷ ὅτι μὴ μάτην ξυλο‐ φοροῦμεν. | |
6 | ΦΙΛΟΣΟΦΙΑ Τοῦτο μὲν μηδαμῶς, ἀλλὰ τῷ λόγῳ μᾶλλον· ἄμεινον γὰρ ἤπερ τῷ ξύλῳ. μὴ μέλλε δ’ οὖν. ἤδη γὰρ ἐγκέχυται τὸ ὕδωρ καὶ πρὸς σὲ τὸ δικαστή‐ | |
10 | ριον ἀποβλέπει. | |
10 | ΠΑΡΡΗΣΙΑΔΗΣ Οἱ λοιποὶ καθιζέτωσαν, ὦ Φιλοσοφία, καὶ ψηφοφορείτωσαν μεθ’ ὑμῶν, Διογένης δὲ κατηγο‐ ρείτω μόνος. | |
13 | ΦΙΛΟΣΟΦΙΑ Οὐ δέδιας οὖν μή σου καταψηφίσωνται; | |
14 | ΠΑΡΡΗΣΙΑΔΗΣ | |
15 | Οὐδαμῶς· πλείοσι γοῦν κρατῆσαι βούλομαι. | |
15 | ΦΙΛΟΣΟΦΙΑ Γενναῖά σου ταῦτα· καθίσατε δ’ οὖν. σὺ δέ, ὦ Διόγενες, λέγε. | |
17 | ΔΙΟΓΕΝΗΣ | |
Pisc.25 | Οἷοι μὲν ἡμεῖς ἄνδρες ἐγενόμεθα παρὰ τὸν βίον, ὦ Φιλοσοφία, πάνυ ἀκριβῶς οἶσθα καὶ οὐδὲν δεῖ λόγων· ἵνα γὰρ τὸ κατ’ ἐμὲ σιωπήσω, ἀλλὰ Πυθαγόραν τοῦτον καὶ Πλάτωνα καὶ | |
5 | Ἀριστοτέλη καὶ Χρύσιππον καὶ τοὺς ἄλλους τίς | |
οὐκ οἶδεν ὅσα εἰς τὸν βίον καλὰ εἰσεκομίσαντο; ἃ δὲ τοιούτους ὄντας ἡμᾶς ὁ τρισκατάρατος οὑτοσὶ Παρρησιάδης ὕβρικεν ἤδη ἐρῶ. Ῥήτωρ γάρ τις, ὥς φασιν, ὤν, ἀπολιπὼν τὰ | 38 | |
10 | δικαστήρια καὶ τὰς ἐν ἐκείνοις εὐδοκιμήσεις, ὁπό‐ σον ἢ δεινότητος ἢ ἀκμῆς ἐπεπόριστο ἐν τοῖς λόγοις, τοῦτο πᾶν ἐφ’ ἡμᾶς συσκευασάμενος οὐ παύεται αὐτὸς μὲν ἀγορεύων κακῶς γόητας καὶ ἀπατεῶνας ἀποκαλῶν, τὰ πλήθη δὲ ἀναπείθων | |
15 | καταγελᾶν ἡμῶν καὶ καταφρονεῖν ὡς τὸ μηδὲν ὄντων· μᾶλλον δὲ καὶ μισεῖσθαι πρὸς τῶν πολ‐ λῶν ἤδη πεποίηκεν αὐτούς τε ἡμᾶς καὶ σὲ τὴν Φιλοσοφίαν, φληνάφους καὶ λήρους ἀποκαλῶν τὰ σὰ καὶ τὰ σπουδαιότατα ὧν ἡμᾶς ἐπαίδευσας | |
20 | ἐπὶ χλευασμῷ διεξιών, ὥστε αὐτὸν μὲν κροτεῖ‐ σθαι καὶ ἐπαινεῖσθαι πρὸς τῶν θεατῶν, ἡμᾶς δὲ ὑβρίζεσθαι. φύσει γὰρ τοιοῦτόν ἐστιν ὁ πολὺς λεώς, χαίρουσι τοῖς ἀποσκώπτουσιν καὶ λοι‐ δορουμένοις, καὶ μάλισθ’ ὅταν τὰ σεμνότατα εἶναι | |
25 | δοκοῦντα διασύρηται, ὥσπερ ἀμέλει καὶ πάλαι ἔχαιρον Ἀριστοφάνει καὶ Εὐπόλιδι Σωκράτη τουτονὶ ἐπὶ χλευασίᾳ παράγουσιν ἐπὶ τὴν σκη‐ νὴν καὶ κωμῳδοῦσιν ἀλλοκότους τινὰς περὶ αὐτοῦ κωμῳδίας. | |
30 | Καίτοι ἐκεῖνοι μὲν καθ’ ἑνὸς ἀνδρὸς ἐτόλμων τοιαῦτα, καὶ ἐν Διονυσίοις ἐφειμένον αὐτὸ ἔδρων, καὶ τὸ σκῶμμα ἐδόκει μέρος τι τῆς ἑορτῆς, καὶ ὁ θεὸς ἴσως ἔχαιρε φιλόγελώς τις ὤν. | |
Pisc.26 | ὁ δὲ τοὺς ἀρίστους συγκαλῶν, ἐκ πολλοῦ φρον‐ | |
τίσας καὶ παρασκευασάμενος καὶ βλασφημίας τινὰς εἰς παχὺ βιβλίον ἐγγράψας, μεγάλῃ τῇ φωνῇ ἀγορεύει κακῶς Πλάτωνα, Πυθαγόραν, | 40 | |
5 | Ἀριστοτέλη τοῦτον, Χρύσιππον ἐκεῖνον, ἐμὲ καὶ ὅλως ἅπαντας οὔτε ἑορτῆς ἐφιείσης οὔτε ἰδίᾳ τι πρὸς ἡμῶν παθών· εἶχε γὰρ ἄν τινα συγγνώμην αὐτῷ τὸ πρᾶγμα, εἰ ἀμυνόμενος, ἀλλὰ μὴ ἄρχων αὐτὸς ἔδρα. | |
10 | Ὃ δὲ πάντων δεινότατον, ὅτι τοιαῦτα ποιῶν καὶ τὸ σὸν ὄνομα, ὦ Φιλοσοφία, ὑποδύεται καὶ ὑπελθὼν τὸν Διάλογον ἡμέτερον οἰκέτην ὄντα, τούτῳ συναγωνιστῇ καὶ ὑποκριτῇ χρῆται καθ’ ἡμῶν, ἔτι καὶ Μένιππον ἀναπείσας ἑταῖρον ἡμῶν | |
15 | ἄνδρα συγκωμῳδεῖν αὐτῷ τὰ πολλά, ὃς μόνος οὐ πάρεστιν οὐδὲ κατηγορεῖ μεθ’ ἡμῶν, προδοὺς τὸ κοινόν. | |
Pisc.27 | Ἀνθ’ ὧν ἁπάντων ἄξιόν ἐστιν ὑποσχεῖν αὐτὸν τὴν δίκην. ἢ τί γὰρ ἂν εἰπεῖν ἔχοι τὰ σεμνότατα διασύρας ἐπὶ τοσούτων μαρτύρων; χρήσιμον γοῦν καὶ πρὸς ἐκείνους τὸ τοιοῦτον, εἰ θεάσαιντο | |
5 | αὐτὸν κολασθέντα, ὡς μηδὲ ἄλλος τις ἔτι κατα‐ φρονοίη Φιλοσοφίας· ἐπεὶ τό γε τὴν ἡσυχίαν ἄγειν καὶ ὑβριζόμενον ἀνέχεσθαι οὐ μετριότητος, ἀλλὰ ἀνανδρίας καὶ εὐηθείας εἰκότως ἂν νομί‐ ζοιτο. τὰ μὲν γὰρ τελευταῖα τίνι φορητά; ὃς | |
10 | καθάπερ τὰ ἀνδράποδα παραγαγὼν ἡμᾶς ἐπὶ τὸ πωλητήριον καὶ κήρυκα ἐπιστήσας ἀπημπόλη‐ σεν, ὥς φασιν, τοὺς μὲν ἐπὶ πολλῷ, ἐνίους δὲ μνᾶς Ἀττικῆς, ἐμὲ δὲ ὁ παμπονηρότατος οὗτος δύ’ ὀβολῶν· οἱ παρόντες δὲ ἐγέλων. | |
15 | Ἀνθ’ ὧν αὐτοί τε ἀνεληλύθαμεν ἀγανακτή‐ σαντες καὶ σὲ ἀξιοῦμεν τιμωρήσειν ἡμῖν τὰ | |
ἔσχατα ὑβρισμένοις. | 42 | |
17 | ΠΛΑΤΩΝ | |
Pisc.28 | Εὖ γε, ὦ Διόγενες, ὑπὲρ ἁπάντων καλῶς ὁπόσα ἐχρῆν ἅπαντα εἴρηκας. | |
2 | ΦΙΛΟΣΟΦΙΑ Παύσασθε ἐπαινοῦντες· ἔγχει τῷ ἀπολογου‐ μένῳ. σὺ δὲ ὁ Παρρησιάδης λέγε ἤδη ἐν τῷ | |
5 | μέρει· σοὶ γὰρ τὸ νῦν ῥεῖ. μὴ μέλλε οὖν. | |
5 | ΠΑΡΡΗΣΙΑΔΗΣ | |
Pisc.29 | Οὐ πάντα μου, ὦ Φιλοσοφία, κατηγόρησε Διογένης, ἀλλὰ τὰ πλείω καὶ ὅσα ἦν χαλεπώ‐ τερα οὐκ οἶδα ὅ τι παθὼν παρέλιπεν. ἐγὼ δὲ τοσούτου δέω ἔξαρνος γενέσθαι ὡς οὐκ εἶπον | |
5 | αὐτά, ἢ ἀπολογίαν τινὰ μεμελετηκὼς ἀφῖχθαι, ὥστε καὶ εἴ τινα ἢ αὐτὸς ἀπεσιώπησεν ἢ ἐγὼ μὴ πρότερον ἔφθην εἰρηκώς, νῦν προσθήσειν μοι δοκῶ. οὕτως γὰρ ἂν μάθοις οὕστινας ἀπεκή‐ ρυττον καὶ κακῶς ἠγόρευον ἀλαζόνας καὶ γόητας | |
10 | ἀποκαλῶν. καί μοι μόνον τοῦτο παραφυλάττετε, εἰ ἀληθῆ περὶ αὐτῶν ἐρῶ. εἰ δέ τι βλάσφημον ἢ τραχὺ φαίνοιτο ἔχων ὁ λόγος, οὐ τὸν διελέγχοντα ἐμέ, ἀλλ’ ἐκείνους ἂν οἶμαι δικαιότερον αἰτιά‐ σαισθε, τοιαῦτα ποιοῦντας. | |
15 | Ἐγὼ γὰρ ἐπειδὴ τάχιστα συνεῖδον ὁπόσα τοῖς ῥητορεύουσιν ἀναγκαῖον τὰ δυσχερῆ προσεῖναι, ἀπάτην καὶ ψεῦδος καὶ θρασύτητα καὶ βοὴν καὶ ὠθισμοὺς καὶ μυρία ἄλλα, ταῦτα μέν, ὥσπερ εἰκὸς ἦν, ἀπέφυγον, ἐπὶ δὲ τὰ σά, ὦ Φιλοσοφία, | |
20 | καλὰ ὁρμήσας ἠξίουν ὁπόσον ἔτι μοι λοιπὸν τοῦ | |
βίου καθάπερ ἐκ ζάλης καὶ κλύδωνος εἰς εὔδιόν τινα λιμένα ἐσπλεύσας ὑπὸ σοὶ σκεπόμενος καταβιῶναι. | 44 | |
Pisc.30 | Κἀπειδὴ μόνον παρέκυψα εἰς τὰ ὑμέτερα, σὲ μέν, ὥσπερ ἀναγκαῖον ἦν, καὶ τούσδε ἅπαντας ἐθαύμαζον ἀρίστου βίου νομοθέτας ὄντας καὶ τοῖς ἐπ’ αὐτὸν ἐπειγομένοις χεῖρα ὀρέγοντας, τὰ κάλ‐ | |
5 | λιστα καὶ συμφορώτατα παραινοῦντας, εἴ τις μὴ παραβαίνοι αὐτὰ μηδὲ διολισθάνοι, ἀλλ’ ἀτενὲς ἀποβλέπων εἰς τοὺς κανόνας οὓς προτεθείκατε, πρὸς τούτους ῥυθμίζοι καὶ ἀπευθύνοι τὸν ἑαυτοῦ βίον, ὅπερ νὴ Δία καὶ τῶν καθ’ ὑμᾶς αὐτοὺς | |
10 | ὀλίγοι ποιοῦσιν. | |
Pisc.31 | Ὁρῶν δὲ πολλοὺς οὐκ ἔρωτι φιλοσοφίας ἐχο‐ μένους ἀλλὰ δόξης μόνον τῆς ἀπὸ τοῦ πράγμα‐ τος ἐφιεμένους, καὶ τὰ μὲν πρόχειρα ταῦτα καὶ δημόσια καὶ ὁπόσα παντὶ μιμεῖσθαι ῥᾴδιον εὖ | |
5 | μάλα ἐοικότας ἀγαθοῖς ἀνδράσι, τὸ γένειον λέγω καὶ τὸ βάδισμα καὶ τὴν ἀναβολήν, ἐπὶ δὲ τοῦ βίου καὶ τῶν πραγμάτων ἀντιφθεγγομένους τῷ σχήματι καὶ τἀναντία ὑμῖν ἐπιτηδεύοντας καὶ διαφθείροντας τὸ ἀξίωμα τῆς ὑποσχέσεως, ἠγα‐ | |
10 | νάκτουν, καὶ τὸ πρᾶγμα ὅμοιον ἐδόκει μοι καθά‐ περ ἂν εἴ τις ὑποκριτὴς τραγῳδίας μαλθακὸς αὐτὸς ὢν καὶ γυναικεῖος Ἀχιλλέα ἢ Θησέα ἢ καὶ τὸν Ἡρακλέα ὑποκρίνοιτο αὐτὸν μήτε βαδίζων μήτε βοῶν ἡρωϊκόν, ἀλλὰ θρυπτόμενος ὑπὸ τηλι‐ | |
15 | κούτῳ προσωπείῳ, ὃν οὐδ’ ἂν ἡ Ἑλένη ποτὲ ἢ Πολυξένη ἀνάσχοιντο πέρα τοῦ μετρίου αὐταῖς προσεοικότα, οὐχ ὅπως ὁ Ἡρακλῆς ὁ Καλλίνικος, | |
ἀλλά μοι δοκεῖ τάχιστ’ ἂν ἐπιτρῖψαι τῷ ῥοπάλῳ παίων τοῦτον αὐτόν τε καὶ τὸ προσωπεῖον, οὕτως | 46 | |
20 | ἀτίμως κατατεθηλυμμένος πρὸς αὐτοῦ. | |
Pisc.32 | Τοιαῦτα καὶ αὐτὸς ὑμᾶς πάσχοντας ὑπ’ ἐκείνων ὁρῶν οὐκ ἤνεγκα τὴν αἰσχύνην τῆς ὑποκρίσεως, εἰ πίθηκοι ὄντες ἐτόλμησαν ἡρώων προσωπεῖα περιθέσθαι ἢ τὸν ἐν Κύμῃ ὄνον μιμήσασθαι, ὃς | |
5 | λεοντῆν περιβαλόμενος ἠξίου λέων αὐτὸς εἶναι, πρὸς ἀγνοοῦντας τοὺς Κυμαίους ὀγκώμενος μάλα τραχὺ καὶ καταπληκτικόν, ἄχρι δή τις αὐτὸν ξένος καὶ λέοντα ἰδὼν καὶ ὄνον πολλάκις ἤλεγξε καὶ ἀπεδίωξε παίων τοῖς ξύλοις. | |
10 | Ὃ δὲ μάλιστά μοι δεινόν, ὦ Φιλοσοφία, κατε‐ φαίνετο, τοῦτο ἦν· οἱ γὰρ ἄνθρωποι εἴ τινα τούτων ἑώρων πονηρὸν ἢ ἄσχημον ἢ ἀσελγές τι ἐπιτηδεύοντα, οὐκ ἔστιν ὅστις οὐ Φιλοσοφίαν αὐτὴν ᾐτιᾶτο καὶ τὸν Χρύσιππον εὐθὺς ἢ Πλά‐ | |
15 | τωνα ἢ Πυθαγόραν ἢ ὅτου ἐπώνυμον αὑτὸν ὁ διαμαρτάνων ἐκεῖνος ἐποιεῖτο καὶ οὗ τοὺς λόγους ἐμιμεῖτο· καὶ ἀπὸ τοῦ κακῶς βιοῦντος πονηρὰ περὶ ὑμῶν εἴκαζον τῶν πρὸ πολλοῦ τεθνηκότων· οὐ γὰρ παρὰ ζῶντας ὑμᾶς ἡ ἐξέτασις αὐτοῦ ἐγί‐ | |
20 | γνετο, ἀλλ’ ὑμεῖς μὲν ἐκποδών, ἐκεῖνον δὲ ἑώρων σαφῶς ἅπαντες δεινὰ καὶ ἄσεμνα ἐπιτηδεύοντα, ὥστε ἐρήμην ἡλίσκεσθε μετ’ αὐτοῦ καὶ ἐπὶ τὴν ὁμοίαν διαβολὴν συγκατεσπᾶσθε. | |
Pisc.33 | Ταῦτα οὐκ ἤνεγκα ὁρῶν ἔγωγε, ἀλλ’ ἤλεγχον αὐτοὺς καὶ διέκρινον ἀφ’ ὑμῶν· ὑμεῖς δέ, τιμᾶν ἐπὶ τούτοις δέον, εἰς δικαστήριόν με ἄγετε. οὐκ‐ οῦν ἤν τινα καὶ τῶν μεμυημένων ἰδὼν ἐξαγορεύ‐ | |
5 | οντα ταῖν θεαῖν τὰ ἀπόρρητα καὶ ἐξορχούμενον | |
ἀγανακτήσω καὶ διελέγξω, ἐμὲ τὸν ἀσεβοῦντα ἡγήσεσθε εἶναι; ἀλλ’ οὐ δίκαιον. ἐπεὶ καὶ οἱ ἀθλοθέται μαστιγοῦν εἰώθασιν, ἤν τις ὑποκριτὴς Ἀθηνᾶν ἢ Ποσειδῶνα ἢ τὸν Δία ὑποδεδυκὼς μὴ | 48 | |
10 | καλῶς ὑποκρίνηται μηδὲ κατ’ ἀξίαν τῶν θεῶν, καὶ οὐ δή που ὀργίζονται αὐτοῖς ἐκεῖνοι, διότι τὸν περικείμενον αὐτῶν τὰ προσωπεῖα καὶ τὸ σχῆμα ἐνδεδυκότα ἐπέτρεψαν παίειν τοῖς μαστι‐ γοφόροις, ἀλλὰ καὶ ἥδοιντ’ ἄν, οἶμαι, μᾶλλον | |
15 | μαστιγουμένῳ· οἰκέτην μὲν γάρ τινα ἢ ἄγγελον μὴ δεξιῶς ὑποκρίνασθαι μικρὸν τὸ πταῖσμα, τὸν Δία δὲ ἢ τὸν Ἡρακλέα μὴ κατ’ ἀξίαν ἐπιδεί‐ ξασθαι τοῖς θεαταῖς, ἀποτρόπαιον ὡς αἰσχρόν. | |
Pisc.34 | Καὶ γὰρ αὖ καὶ τόδε πάντων ἀτοπώτατόν ἐστιν, ὅτι τοὺς μὲν λόγους ὑμῶν πάνυ ἀκριβοῦσιν οἱ πολλοὶ αὐτῶν, καθάπερ δὲ ἐπὶ τοῦτο μόνον ἀναγιγνώσκοντες αὐτοὺς καὶ μελετῶντες, ὡς τἀ‐ | |
5 | ναντία ἐπιτηδεύοιεν, οὕτως βιοῦσιν. τὸ μὲν γὰρ βιβλίον χρημάτων φησὶ δεῖν καταφρονεῖν καὶ δόξης καὶ μόνον τὸ καλὸν ἀγαθὸν οἴεσθαι καὶ ἀόργητον εἶναι καὶ τῶν λαμπρῶν τούτων ὑπερ‐ ορᾶν καὶ ἐξ ἰσοτιμίας αὐτοῖς διαλέγεσθαι, καλά, | |
10 | ὦ θεοί, καὶ σοφὰ καὶ θαυμάσια λέγον ὡς ἀλη‐ θῶς. οἱ δὲ καὶ αὐτὰ ταῦτα ἐπὶ μισθῷ διδάσκουσιν καὶ τοὺς πλουσίους τεθήπασιν καὶ πρὸς τὸ ἀργύριον κεχήνασιν, ὀργιλώτεροι μὲν τῶν κυνι‐ δίων ὄντες, δειλότεροι δὲ τῶν λαγωῶν, κολακικώ‐ | |
15 | τεροι δὲ τῶν πιθήκων, ἀσελγέστεροι δὲ τῶν ὄνων, ἁρπακτικώτεροι δὲ τῶν γαλῶν, φιλονεικότεροι δὲ τῶν ἀλεκτρυόνων. τοιγαροῦν γέλωτα ὀφλισκά‐ | |
νουσιν ὠθιζόμενοι ἐπ’ αὐτὰ καὶ περὶ τὰς τῶν πλουσίων πυλῶνας ἀλλήλους παραγκωνιζόμενοι | 50 | |
20 | καὶ δεῖπνα πολυάνθρωπα δειπνοῦντες καὶ ἐν αὐ‐ τοῖς τούτοις ἐπαινοῦντες φορτικῶς καὶ πέρα τοῦ καλῶς ἔχοντος ἐμφορούμενοι καὶ μεμψίμοιροι φαινόμενοι καὶ ἐπὶ τῆς κύλικος ἀτερπῆ καὶ ἀπῳδὰ φιλοσοφοῦντες καὶ τὸν ἄκρατον οὐ φέ‐ | |
25 | ροντες· οἱ ἰδιῶται δὲ ὁπόσοι πάρεισιν, γελῶσι δηλαδὴ καὶ καταπτύουσιν φιλοσοφίας, εἰ τοιαῦτα καθάρματα ἐκτρέφει. | |
Pisc.35 | Τὸ δὲ πάντων αἴσχιστον, ὅτι μηδενὸς δεῖσθαι λέγων ἕκαστος αὐτῶν, ἀλλὰ μόνον πλούσιον εἶναι τὸν σοφὸν κεκραγὼς μικρὸν ὕστερον προσελθὼν αἰτεῖ καὶ ἀγανακτεῖ μὴ λαβών, ὅμοιον ὡς εἴ τις | |
5 | ἐν βασιλικῷ σχήματι ὀρθὴν τιάραν ἔχων καὶ διάδημα καὶ τὰ ἄλλα ὅσα βασιλείας γνωρίσματα προσαιτοίη τῶν ὑποδεεστέρων δεόμενος. Ὅταν μὲν οὖν λαβεῖν αὐτοὺς δέῃ, πολὺς ὁ περὶ τοῦ κοινωνικὸν εἶναι δεῖν λόγος καὶ ὡς ἀδιάφορον | |
10 | ὁ πλοῦτος καί, “Τί γὰρ τὸ χρυσίον ἢ τἀργύριον, οὐδὲν τῶν ἐν τοῖς αἰγιαλοῖς ψήφων διαφέρον;” ὅταν δέ τις ἐπικουρίας δεόμενος ἑταῖρος ἐκ πα‐ λαιοῦ καὶ φίλος ἀπὸ πολλῶν ὀλίγα αἰτῇ προσελ‐ θών, σιωπὴ καὶ ἀπορία καὶ ἀμαθία καὶ παλινῳδία | |
15 | τῶν δογμάτων πρὸς τὸ ἐναντίον· οἱ δὲ πολλοὶ περὶ φιλίας ἐκεῖνοι λόγοι καὶ ἡ ἀρετὴ καὶ τὸ καλὸν οὐκ οἶδα ὅποι ποτὲ οἴχεται ταῦτα ἀποπτά‐ μενα πάντα, πτερόεντα ὡς ἀληθῶς ἔπη, μάτην ὁσημέραι πρὸς αὐτῶν ἐν ταῖς διατριβαῖς σκιαμα‐ | |
Pisc.36 | χούμενα. μέχρι γὰρ τούτου φίλος ἕκαστος αὐ‐ τῶν, εἰς ὅσον ἂν μὴ ἀργύριον ἢ χρυσίον ᾖ προκεί‐ μενον ἐν τῷ μέσῳ· ἢν δέ τις ὀβολὸν ἐπιδείξῃ | |
μόνον, λέλυται μὲν ἡ εἰρήνη, ἄσπονδα δὲ κἀκή‐ | 52 | |
5 | ρυκτα πάντα, καὶ τὰ βιβλία ἐξαλήλιπται καὶ ἡ ἀρετὴ πέφευγεν. οἷόν τι καὶ οἱ κύνες πάσχουσιν ἐπειδάν τις ὀστοῦν εἰς μέσους αὐτοὺς ἐμβάλῃ· ἀναπηδήσαντες δάκνουσιν ἀλλήλους καὶ τὸν προ‐ αρπάσαντα τὸ ὀστοῦν ὑλακτοῦσιν. | |
10 | Λέγεται δὲ καὶ βασιλεύς τις Αἰγύπτιος πιθή‐ κους ποτὲ πυρριχίζειν διδάξαι καὶ τὰ θηρία— μιμηλότατα δέ ἐστι τῶν ἀνθρωπίνων—ἐκμαθεῖν τάχιστα καὶ ὀρχεῖσθαι ἁλουργίδας ἀμπεχόμενα καὶ προσωπεῖα περικείμενα, καὶ μέχρι γε πολ‐ | |
15 | λοῦ εὐδοκιμεῖν τὴν θέαν, ἄχρι δὴ θεατής τις ἀστεῖος κάρυα ὑπὸ κόλπου ἔχων ἀφῆκεν εἰς τὸ μέσον· οἱ δὲ πίθηκοι ἰδόντες καὶ ἐκλαθόμενοι τῆς ὀρχήσεως, τοῦθ’ ὅπερ ἦσαν, πίθηκοι ἐγένοντο ἀντὶ πυρριχιστῶν καὶ συνέτριβον τὰ προσωπεῖα καὶ | |
20 | τὴν ἐσθῆτα κατερρήγνυον καὶ ἐμάχοντο περὶ τῆς ὀπώρας πρὸς ἀλλήλους, τὸ δὲ σύνταγμα τῆς πυρρίχης διελέλυτο καὶ κατεγελᾶτο ὑπὸ τοῦ θεάτρου. | |
Pisc.37 | Τοιαῦτα καὶ οὗτοι ποιοῦσιν, καὶ ἔγωγε τοὺς τοιούτους κακῶς ἠγόρευον καὶ οὔποτε παύσομαι διελέγχων καὶ κωμῳδῶν, περὶ ὑμῶν δὲ ἢ τῶν ὑμῖν παραπλησίων—εἰσὶ γάρ, εἰσί τινες ὡς ἀλη‐ | |
5 | θῶς φιλοσοφίαν ζηλοῦντες καὶ τοῖς ὑμετέροις νόμοις ἐμμένοντες—μὴ οὕτως μανείην ἔγωγε ὡς βλάσφημον εἰπεῖν τι ἢ σκαιόν. ἢ τί γὰρ ἂν εἰπεῖν ἔχοιμι; τί γὰρ ὑμῖν τοιοῦτον βεβίωται; τοὺς δὲ ἀλαζόνας ἐκείνους καὶ θεοῖς ἐχθροὺς ἄξιον | |
10 | οἶμαι μισεῖν. ἢ σὺ γάρ, ὦ Πυθαγόρα καὶ Πλά‐ των καὶ Χρύσιππε καὶ Ἀριστότελες, τί φατε; | |
προσήκειν ὑμῖν τοὺς τοιούτους ἢ οἰκεῖόν τι καὶ συγγενὲς ἐπιδείκνυσθαι τῷ βίῳ; νὴ Δι’ Ἡρακλῆς, φασίν, καὶ πίθηκος. ἢ διότι πώγωνας ἔχουσι καὶ | 54 | |
15 | φιλοσοφεῖν φάσκουσι καὶ σκυθρωποί εἰσι, διὰ τοῦτο χρὴ ὑμῖν εἰκάζειν αὐτούς; ἀλλὰ ἤνεγκα ἄν, εἰ πιθανοὶ γοῦν ἦσαν καὶ ἐπὶ τῆς ὑποκρίσεως αὐτῆς· νῦν δὲ θᾶττον ἂν γὺψ ἀηδόνα μιμήσαιτο ἢ οὗτοι φιλοσόφους. | |
20 | Εἴρηκα ὑπὲρ ἐμαυτοῦ ὁπόσα εἶχον. σὺ δέ, ὦ Ἀλήθεια, μαρτύρει πρὸς αὐτοὺς εἰ ἀληθῆ ἐστιν. | |
21 | ΦΙΛΟΣΟΦΙΑ | |
Pisc.38 | Μετάστηθι, ὦ Παρρησιάδη· ἔτι πορρωτέρω. τί ποιῶμεν ἡμεῖς; πῶς ὑμῖν εἰρηκέναι ἁνὴρ ἔδοξεν; | |
2 | ΑΛΗΘΕΙΑ Ἐγὼ μέν, ὦ Φιλοσοφία, μεταξὺ λέγοντος αὐ‐ τοῦ κατὰ τῆς γῆς δῦναι εὐχόμην· οὕτως ἀληθῆ | |
5 | πάντα εἶπεν. ἐγνώριζον γοῦν ἀκούουσα ἕκαστον τῶν ποιούντων αὐτὰ καὶ ἐφήρμοζον μεταξὺ τοῖς λεγομένοις, τοῦτο μὲν εἰς τόνδε, τοῦτο δὲ ὁ δεῖνα ποιεῖ· καὶ ὅλως ἔδειξε τοὺς ἄνδρας ἐναργῶς καθάπερ ἐπί τινος γραφῆς τὰ πάντα προσεοικό‐ | |
10 | τας, οὐ τὰ σώματα μόνον ἀλλὰ καὶ τὰς ψυχὰς αὐτὰς εἰς τὸ ἀκριβέστατον ἀπεικάσας. | |
11 | ΑΡΕΤΗ Κἀγὼ πάνυ ἠρυθρίασα ἡ Ἀρετή. | |
12 | ΦΙΛΟΣΟΦΙΑ | |
Ὑμεῖς δὲ τί φατέ; | 56 | |
13 | ΠΛΑΤΩΝ Τί δὲ ἄλλο ἢ ἀφεῖσθαι αὐτὸν τοῦ ἐγκλήματος | |
15 | καὶ φίλον ἡμῖν καὶ εὐεργέτην ἀναγεγράφθαι; τὸ γοῦν τῶν Ἰλιέων ἀτεχνῶς πεπόνθαμεν· τραγῳδόν τινα τοῦτον ἐφ’ ἡμᾶς κεκινήκαμεν ᾀσόμενον τὰς Φρυγῶν συμφοράς. ᾀδέτω δ’ οὖν καὶ τοὺς θεοῖς ἐχθροὺς ἐκτραγῳδείτω. | |
19 | ΔΙΟΓΕΝΗΣ | |
20 | Καὶ αὐτός, ὦ Φιλοσοφία, πάνυ ἐπαινῶ τὸν ἄνδρα καὶ ἀνατίθεμαι τὰ κατηγορούμενα καὶ φίλον ποιοῦμαι αὐτὸν γενναῖον ὄντα. | |
22 | ΦΙΛΟΣΟΦΙΑ | |
Pisc.39 | Εὖ ἔχει· πρόσιθι Παρρησιάδη· ἀφίεμέν σε τῆς αἰτίας, καὶ ἁπάσαις κρατεῖς, καὶ τὸ λοιπὸν ἴσθι ἡμέτερος ὤν. | |
3 | ΠΑΡΡΗΣΙΑΔΗΣ Προσεκύνησα τήν γε πρώτην· μᾶλλον δέ, | |
5 | τραγικώτερον αὐτὸ ποιήσειν μοι δοκῶ· σεμ‐ νότερον γάρ· ὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμὸν βίοτον κατέχοις καὶ μὴ λήγοις στεφανοῦσα. | |
9 | ΑΡΕΤΗ | |
10 | Οὐκοῦν δευτέρου κρατῆρος ἤδη καταρχώμεθα· προσκαλῶμεν κἀκείνους, ὡς δίκην ὑπόσχωσιν ἀνθ’ ὧν εἰς ἡμᾶς ὑβρίζουσι· κατηγορήσει δὲ Παρ‐ | |
ρησιάδης ἑκάστου. | 58 | |
13 | ΦΙΛΟΣΟΦΙΑ Ὀρθῶς, ὦ Ἀρετή, ἔλεξας. ὥστε σύ, παῖ Συλ‐ | |
15 | λογισμέ, κατακύψας εἰς τὸ ἄστυ προσκήρυττε τοὺς φιλοσόφους. | |
16 | ΣΥΛΛΟΓΙΣΜΟΣ | |
Pisc.40 | Ἄκουε, σίγα· τοὺς φιλοσόφους ἥκειν εἰς ἀκρόπολιν ἀπολογησομένους ἐπὶ τῆς Ἀρετῆς καὶ Φιλοσοφίας καὶ Δίκης. | |
3 | ΠΑΡΡΗΣΙΑΔΗΣ Ὁρᾷς; ὀλίγοι ἀνίασι γνωρίσαντες τὸ κήρυγμα, | |
5 | καὶ ἄλλως δεδίασι τὴν Δίκην· οἱ πολλοὶ δὲ αὐτῶν οὐδὲ σχολὴν ἄγουσιν ἀμφὶ τοὺς πλουσίους ἔχον‐ τες. εἰ δὲ βούλει πάντας ἥκειν, κατὰ τάδε, ὦ Συλλογισμέ, κήρυττε— | |
8 | ΣΥΛΛΟΓΙΣΜΟΣ Μηδαμῶς, ἀλλὰ σύ, ὦ Παρρησιάδη, προσκάλει | |
10 | καθ’ ὅ τι σοι δοκεῖ. | |
10 | ΠΑΡΡΗΣΙΑΔΗΣ | |
Pisc.41 | Οὐδὲν τόδε χαλεπόν. Ἄκουε, σίγα. ὅσοι φιλό‐ σοφοι εἶναι λέγουσιν καὶ ὅσοι προσήκειν αὐτοῖς οἴονται τοῦ ὀνόματος, ἥκειν εἰς ἀκρόπολιν ἐπὶ τὴν διανομήν. δύο μναῖ ἑκάστῳ δοθήσονται καὶ | |
5 | σησαμαῖος πλακοῦς· ὃς δ’ ἂν πώγωνα βαθὺν ἐπιδείξηται, καὶ παλάθην ἰσχάδων οὗτός γε προσ‐ επιλήψεται. κομίζειν δ’ ἕκαστον σωφροσύνην μὲν ἢ δικαιοσύνην ἢ ἐγκράτειαν μηδαμῶς· οὐκ ἀναγκαῖα γὰρ ταῦτά γε, ἢν μὴ παρῇ· πέντε δὲ | |
10 | συλλογισμοὺς ἐξ ἅπαντος· οὐ γὰρ θέμις ἄνευ τούτων εἶναι σοφόν. κεῖται δ’ ἐν μέσσοισι δύο χρυσοῖο τάλαντα, | |
τῷ δόμεν, ὃς μετὰ πᾶσιν ἐριζέμεν ἔξοχος εἴη. | 60 | |
13 | ΦΙΛΟΣΟΦΙΑ | |
Pisc.42 | Βαβαί, ὅσοι· πλήρης μὲν ἡ ἄνοδος ὠθιζομένων ἐπὶ τὰς δύο μνᾶς, ὡς ἤκουσαν μόνον· παρὰ δὲ τὸ Πελασγικὸν ἄλλοι καὶ κατὰ τὸ Ἀσκληπιεῖον ἕτεροι καὶ παρὰ τὸν Ἄρειον πάγον ἔτι πλείους, | |
5 | ἔνιοι δὲ καὶ κατὰ τὸν Τάλω τάφον, οἱ δὲ καὶ πρὸς τὸ Ἀνακεῖον προσθέμενοι κλίμακας ἀνέρπουσι βομβηδὸν νὴ Δία καὶ βοτρυδὸν ἑσμοῦ δίκην, ἵνα καὶ καθ’ Ὅμηρον εἴπω· ἀλλὰ κἀκεῖθεν εὖ μάλα πολλοὶ κἀντεῦθεν | |
10 | μυρίοι, ὅσσα τε φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ. μεστὴ δὲ ἡ ἀκρόπολις ἐν βραχεῖ κλαγγηδὸν προ‐ καθιζόντων καὶ πανταχοῦ πήρα κολακεία, πώγων ἀναισχυντία, βακτηρία λιχνεία, συλλογισμὸς φιλαργυρία· οἱ ὀλίγοι δέ, ὁπόσοι πρὸς τὸ πρῶτον | |
15 | κήρυγμα ἐκεῖνο ἀνῄεσαν, ἀφανεῖς καὶ ἄσημοι, ἀναμιχθέντες τῷ πλήθει τῶν ἄλλων, καὶ λελή‐ θασιν ἐν τῇ ὁμοιότητι τῶν ἄλλων σχημάτων. | |
17 | ΠΑΡΡΗΣΙΑΔΗΣ Τοῦτο γοῦν τὸ δεινότατόν ἐστιν, ὦ Φιλοσοφία, καὶ ὅ τις ἂν μέμψαιτο μάλιστά σου, τὸ μηδὲν ἐπι‐ | |
20 | βαλεῖν γνώρισμα καὶ σημεῖον αὐτοῖς· πιθανώτεροι γὰρ οἱ γόητες οὗτοι πολλάκις τῶν ἀληθῶς φιλο‐ | |
σοφούντων. | 62 | |
22 | ΦΙΛΟΣΟΦΙΑ Ἔσται τοῦτο μετ’ ὀλίγον, ἀλλὰ δεχώμεθα ἤδη αὐτούς. | |
24 | ΠΛΑΤΩΝΙΚΟΣ | |
Pisc.43 | Ἡμᾶς πρώτους χρὴ τοὺς Πλατωνικοὺς λαβεῖν. | |
1 | ΠΥΘΑΓΟΡΙΚΟΣ Οὔκ, ἀλλὰ τοὺς Πυθαγορικοὺς ἡμᾶς· πρότερος γὰρ ὁ Πυθαγόρας ἦν. | |
3 | ΣΤΩΙΚΟΣ Ληρεῖτε· ἀμείνους ἡμεῖς οἱ ἀπὸ τῆς Στοᾶς. | |
4 | ΠΕΡΙΠΑΤΗΤΙΚΟΣ | |
5 | Οὐ μὲν οὖν, ἀλλ’ ἔν γε τοῖς χρήμασι πρῶτοι ἂν ἡμεῖς εἴημεν οἱ ἐκ τοῦ Περιπάτου. | |
6 | ΕΠΙΚΟΥΡΕΙΟΣ Ἡμῖν τοῖς Ἐπικουρείοις τοὺς πλακοῦντας δότε καὶ τὰς παλάθας· περὶ δὲ τῶν μνῶν περιμενοῦ‐ μεν, κἂν ὑστάτους δέῃ λαβεῖν. | |
9 | ΑΚΑΔΗΜΑΙΚΟΣ | |
10 | Ποῦ τὰ δύο τάλαντα; δείξομεν γὰρ οἱ Ἀκαδη‐ μαϊκοὶ ὅσον τῶν ἄλλων ἐσμὲν ἐριστικώτεροι. | |
11 | ΣΤΩΙΚΟΣ Οὐχ ἡμῶν γε τῶν Στωϊκῶν παρόντων. | |
12 | ΦΙΛΟΣΟΦΙΑ | |
Pisc.44 | Παύσασθε φιλονεικοῦντες· ὑμεῖς δὲ οἱ Κυνικοὶ μήτε ὠθεῖτε ἀλλήλους μήτε τοῖς ξύλοις παίετε· ἐπ’ ἄλλα γὰρ ἴστε κεκλημένοι. καὶ νῦν ἔγωγε ἡ Φιλοσοφία καὶ Ἀρετὴ αὕτη καὶ Ἀλήθεια δικά‐ | |
5 | σομεν οἵτινες οἱ ὀρθῶς φιλοσοφοῦντές εἰσιν. εἶτα ὅσοι μὲν ἂν εὑρεθῶσιν κατὰ τὰ ἡμῖν δοκοῦντα βιοῦντες, εὐδαιμονήσουσιν ἄριστοι κεκριμένοι· | |
τοὺς γόητας δὲ καὶ οὐδὲν ἡμῖν προσήκοντας κακοὺς κακῶς ἐπιτρίψομεν, ὡς μὴ ἀντιποιῶνται τῶν | 64 | |
10 | ὑπὲρ αὐτοὺς ἀλαζόνες ὄντες. τί τοῦτο; φεύγετε; νὴ Δία, κατὰ τῶν γε κρημνῶν οἱ πολλοὶ ἁλλό‐ μενοι. κενὴ δ’ οὖν ἡ ἀκρόπολις, πλὴν ὀλίγων τούτων ὁπόσοι μεμενήκασιν οὐ φοβηθέντες τὴν | |
Pisc.45 | κρίσιν. οἱ ὑπηρέται ἀνέλεσθε τὴν πήραν, ἣν ὁ Κυνικὸς ἀπέρριψεν ἐν τῇ τροπῇ. φέρ’ ἴδω τί καὶ ἔχει· ἦ που θέρμους ἢ βιβλίον ἢ ἄρτους τῶν αὐτοπυριτῶν; | |
4 | ΥΠΗΡΕΤΗΣ | |
5 | Οὔκ, ἀλλὰ χρυσίον τουτὶ καὶ μύρον καὶ μαχαί‐ ριον κουρευτικὸν καὶ κάτοπτρον καὶ κύβους. | |
6 | ΦΙΛΟΣΟΦΙΑ Εὖ γε, ὦ γενναῖε. τοιαῦτα ἦν σοι τὰ ἐφόδια τῆς ἀσκήσεως καὶ μετὰ τούτων ἠξίους λοιδορεῖ‐ σθαι πᾶσιν καὶ τοὺς ἄλλους παιδαγωγεῖν; | |
9 | ΠΑΡΡΗΣΙΑΔΗΣ | |
10 | Τοιοῦτοι μὲν οὖν ὑμῖν οὗτοι. χρὴ δὲ ὑμᾶς σκοπεῖν ὅντινα τρόπον ἀγνοούμενα ταῦτα πεπαύ‐ σεται καὶ διαγνώσονται οἱ ἐντυγχάνοντες, οἵτινες οἱ ἀγαθοὶ αὐτῶν εἰσι καὶ οἵτινες αὖ πάλιν οἱ τοῦ ἑτέρου βίου. | |
14 | ΦΙΛΟΣΟΦΙΑ | |
15 | Σύ, ὦ Ἀλήθεια, ἐξεύρισκε· ὑπὲρ σοῦ γὰρ τοῦτο γένοιτ’ ἄν, ὡς μὴ ἐπικρατῇ σου τὸ Ψεῦδος μηδὲ ὑπὸ τῇ Ἀγνοίᾳ λανθάνωσιν οἱ φαῦλοι τῶν ἀν‐ | |
δρῶν σε τοὺς χρηστοὺς μεμιμημένοι. | 66 | |
18 | ΑΛΗΘΕΙΑ | |
Pisc.46 | Ἐπ’ αὐτῷ, εἰ δοκεῖ, Παρρησιάδῃ ποιησώμεθα τὸ τοιοῦτον, ἐπεὶ χρηστὸς ὦπται καὶ εὔνους ἡμῖν καὶ σέ, ὦ Φιλοσοφία, μάλιστα θαυμάζων, παρα‐ λαβόντα μεθ’ ἑαυτοῦ τὸν Ἔλεγχον ἅπασι τοῖς | |
5 | φάσκουσι φιλοσοφεῖν ἐντυγχάνειν. εἶθ’ ὃν μὲν ἂν εὕρῃ γνήσιον ὡς ἀληθῶς φιλόσοφον, στεφανω‐ σάτω θαλλοῦ στεφάνῳ καὶ εἰς τὸ Πρυτανεῖον καλεσάτω, ἢν δέ τινι—οἷοι πολλοί εἰσι—κατα‐ ράτῳ ἀνδρὶ ὑποκριτῇ φιλοσοφίας ἐντύχῃ, τὸ τριβώ‐ | |
10 | νιον περισπάσας ἀποκειράτω τὸν πώγωνα ἐν χρῷ πάνυ τραγοκουρικῇ μαχαίρᾳ καὶ ἐπὶ τοῦ μετώπου στίγματα ἐπιβαλέτω ἢ ἐγκαυσάτω κατὰ τὸ μεσόφρυον· ὁ δὲ τύπος τοῦ καυτῆρος ἔστω ἀλώ‐ πηξ ἢ πίθηκος. | |
14 | ΦΙΛΟΣΟΦΙΑ | |
15 | Εὖ γε, ὦ Ἀλήθεια, φής· ὁ δὲ ἔλεγχος, Παρ‐ ρησιάδη, τοιόσδε ἔστω, οἷος ὁ τῶν ἀετῶν πρὸς τὸν ἥλιον εἶναι λέγεται, οὐ μὰ Δί’ ὥστε κἀκείνους ἀντιβλέπειν τῷ φωτὶ καὶ πρὸς ἐκεῖνο δοκιμάζε‐ σθαι, ἀλλὰ προθεὶς χρυσίον καὶ δόξαν καὶ ἡδονὴν | |
20 | ὃν μὲν ἂν αὐτῶν ἴδῃς ὑπερορῶντα καὶ μηδαμῶς ἑλκόμενον πρὸς τὴν ὄψιν, οὗτος ἔστω ὁ τῷ θαλλῷ στεφόμενος, ὃν δ’ ἂν ἀτενὲς ἀποβλέποντα καὶ τὴν χεῖρα ὀρέγοντα ἐπὶ τὸ χρυσίον, ἀπάγειν ἐπὶ τὸ καυτήριον τοῦτον ἀποκείρας πρότερον τὸν πώ‐ | |
25 | γωνα ὡς ἔδοξεν. | |
25 | ΠΑΡΡΗΣΙΑΔΗΣ | |
Pisc.47 | Ἔσται ταῦτα, ὦ Φιλοσοφία, καὶ ὄψει αὐτίκα | |
μάλα τοὺς πολλοὺς αὐτῶν ἀλωπεκίας ἢ πιθηκο‐ φόρους, ὀλίγους δὲ καὶ ἐστεφανωμένους· εἰ βού‐ λεσθε μέντοι, κἀνταῦθα ὑμῖν ἀνάξω τινὰς ἤδη | 68 | |
5 | αὐτῶν. | |
5 | ΦΙΛΟΣΟΦΙΑ Πῶς λέγεις; ἀνάξεις τοὺς φυγόντας; | |
6 | ΠΑΡΡΗΣΙΑΔΗΣ Καὶ μάλα, ἤνπερ ἡ ἱέρειά μοι ἐθελήσῃ πρὸς ὀλίγον χρῆσαι τὴν ὁρμιὰν ἐκείνην καὶ τὸ ἄγκι‐ στρον, ὅπερ ὁ ἁλιεὺς ἀνέθηκεν ὁ ἐκ Πειραιῶς. | |
9 | ΙΕΡΕΙΑ | |
10 | Ἰδοὺ δὴ λαβέ, καὶ τὸν κάλαμόν γε ἅμα, ὡς πάντα ἔχῃς. | |
11 | ΠΑΡΡΗΣΙΑΔΗΣ Οὐκοῦν, ὦ ἱέρεια, καὶ ἰσχάδας μοί τινας δὸς ἀνύσασα καὶ ὀλίγον τοῦ χρυσίου. | |
13 | ΙΕΡΕΙΑ Λάμβανε. | |
14 | ΦΙΛΟΣΟΦΙΑ | |
15 | Τί πράττειν ἁνὴρ διανοεῖται; δελεάσας τὸ ἄγκι‐ στρον ἰσχάδι καὶ τῷ χρυσίῳ καθεζόμενος ἐπὶ τὸ ἄκρον τοῦ τειχίου καθῆκεν εἰς τὴν πόλιν. τί ταῦτα, ὦ Παρρησιάδη, ποιεῖς; ἦ που τοὺς λίθους ἁλιεύσειν διέγνωκας ἐκ τοῦ Πελασγικοῦ; | |
19 | ΠΑΡΡΗΣΙΑΔΗΣ | |
20 | Σιώπησον, ὦ Φιλοσοφία, καὶ τὴν ἄγραν περί‐ μενε· σὺ δέ, ὦ Πόσειδον ἀγρεῦ καὶ Ἀμφιτρίτη | |
Pisc.48 | φίλη, πολλοὺς ἡμῖν ἀνάπεμπε τῶν ἰχθύων. ἀλλ’ ὁρῶ τινα λάβρακα εὐμεγέθη, μᾶλλον δὲ χρύσοφρυν· οὐκ, ἀλλὰ γαλεός ἐστιν. πρόσεισι γοῦν τῷ ἀγκί‐ | |
στρῳ κεχηνώς· ὤσφραται τοῦ χρυσίου· πλησίον | 70 | |
5 | ἤδη ἐστίν· ἔψαυσεν· εἴληπται· ἀνασπάσωμεν. καὶ σύ, ὦ Ἔλεγχε, ἀνάσπα· Ἔλεγχε, συνεπι‐ λαβοῦ τῆς ὁρμιᾶς. | |
7 | ΕΛΕΓΧΟΣ Ἄνω ἐστί. φέρ’ ἴδω τίς εἶ, ὦ βέλτιστε ἰχθύων; κύων οὗτός γε. Ἡράκλεις τῶν ὀδόντων. τί τοῦτο, | |
10 | ὦ γενναιότατε; εἴληψαι λιχνεύων περὶ τὰς πέ‐ τρας, ἔνθα λήσειν ἤλπισας ὑποδεδυκώς; ἀλλὰ νῦν ἔσῃ φανερὸς ἅπασιν ἐκ τῶν βραγχίων ἀπηρτη‐ μένος. ἐξέλωμεν τὸ ἄγκιστρον καὶ τὸ δέλεαρ. μὰ Δί’ ἔπιεν. τουτὶ κενόν σοι τὸ ἄγκιστρον· ἡ | |
15 | δ’ ἰσχὰς ἤδη προσέσχηται καὶ τὸ χρυσίον ἐν τῇ κοιλίᾳ. | |
16 | ΠΑΡΡΗΣΙΑΔΗΣ Ἐξεμεσάτω νὴ Δία, ὡς καὶ ἐπ’ ἄλλους δελεάσω‐ μεν. εὖ ἔχει· τί φής, ὦ Διόγενες; οἶσθα τοῦτον ὅστις ἐστίν, ἢ προσήκει τί σοι ἁνήρ; | |
19 | ΔΙΟΓΕΝΗΣ | |
20 | Οὐδαμῶς. | |
20 | ΠΑΡΡΗΣΙΑΔΗΣ Τί οὖν; πόσου ἄξιον αὐτὸν χρὴ φάναι; ἐγὼ μὲν γὰρ δύ’ ὀβολῶν πρῴην αὐτὸν ἐτιμησάμην. | |
22 | ΔΙΟΓΕΝΗΣ Πολὺ λέγεις· ἄβρωτός τε γάρ ἐστιν καὶ εἰδε‐ χθὴς καὶ σκληρὸς καὶ ἄτιμος· ἄφες αὐτὸν ἐπὶ | |
25 | κεφαλὴν κατὰ τῆς πέτρας· σὺ δὲ ἄλλον ἀνά‐ σπασον καθεὶς τὸ ἄγκιστρον. ἐκεῖνο μέντοι· ὅρα, ὦ Παρρησιάδη, μὴ καμπτόμενός σοι ὁ κάλαμος | |
ἀποκλασθῇ. | 72 | |
28 | ΠΑΡΡΗΣΙΑΔΗΣ Θάρρει, ὦ Διόγενες· κοῦφοί εἰσι καὶ τῶν | |
30 | ἀφύων ἐλαφρότεροι. | |
30 | ΔΙΟΓΕΝΗΣ Νὴ Δί’, ἀφυέστατοί γε· ἀνάσπα δὲ ὅμως. | |
31 | ΠΑΡΡΗΣΙΑΔΗΣ | |
Pisc.49 | Ἰδού τις ἄλλος ὑπόπλατος ὥσπερ ἡμίτομος ἰχθὺς πρόσεισιν, ψῆττά τις, κεχηνὼς εἰς τὸ ἄγκι‐ στρον· κατέπιεν, ἔχεται, ἀνεσπάσθω. τίς ἐστιν; | |
3 | ΕΛΕΓΧΟΣ Ὁ Πλατωνικὸς εἶναι λέγων. | |
4 | ΠΑΡΡΗΣΙΑΔΗΣ | |
5 | Καὶ σύ, ὦ κατάρατε, ἥκεις ἐπὶ τὸ χρυσίον; τί φής, ὦ Πλάτων; τί ποιῶμεν αὐτόν; | |
6 | ΠΛΑΤΩΝ | |
Pisc.50 | Ἀπὸ τῆς αὐτῆς πέτρας καὶ οὗτος· ἐπ’ ἄλλον καθείσθω. | |
2 | ΠΑΡΡΗΣΙΑΔΗΣ Καὶ μὴν ὁρῶ τινα πάγκαλον προσιόντα, ὡς ἂν ἐν βυθῷ δόξειεν, ποικίλον τὴν χρόαν, ταινίας | |
5 | τινὰς ἐπὶ τοῦ νώτου ἐπιχρύσους ἔχοντα. ὁρᾷς, ὦ Ἔλεγχε; | |
6 | ΕΛΕΓΧΟΣ Ὁ τὸν Ἀριστοτέλη προσποιούμενος οὗτός | |
ἐστιν. | 74 | |
8 | ΠΑΡΡΗΣΙΑΔΗΣ Ἦλθεν, εἶτα πάλιν ἄπεισιν. περισκοπεῖ ἀκρι‐ | |
10 | βῶς, αὖθις ἐπανῆλθεν, ἔχανεν, εἴληπται, ἀνι‐ μήσθω. | |
11 | ΑΡΙΣΤΟΤΕΛΗΣ Μὴ ἀνέρῃ με, ὦ Παρρησιάδη, περὶ αὐτοῦ· ἀγνοῶ γὰρ ὅστις ἐστίν. | |
13 | ΠΑΡΡΗΣΙΑΔΗΣ Οὐκοῦν καὶ οὗτος, ὦ Ἀριστότελες, κατὰ τῶν | |
Pisc.51 | πετρῶν. ἀλλ’ ἢν ἰδού, πολλούς που τοὺς ἰχθῦς ὁρῶ κατὰ ταὐτὸν ὁμόχροας, ἀκανθώδεις καὶ τὴν ἐπιφάνειαν ἐκτετραχυσμένους, ἐχίνων δυσληπτο‐ τέρους. ἦ που σαγήνης ἐπ’ αὐτοὺς δεήσει; | |
4 | ΦΙΛΟΣΟΦΙΑ | |
5 | Ἀλλ’ οὐ πάρεστιν. ἱκανὸν εἰ κἂν ἕνα τινὰ ἐκ τῆς ἀγέλης ἀνασπάσαιμεν. ἥξει δὲ ἐπὶ τὸ ἄγκι‐ στρον δηλαδὴ ὃς ἂν αὐτῶν θρασύτατος ᾖ. | |
7 | ΕΛΕΓΧΟΣ Κάθες, εἰ δοκεῖ, σιδηρώσας γε πρότερον ἐπὶ πολὺ τῆς ὁρμιᾶς, ὡς μὴ ἀποπρίσῃ τοῖς ὀδοῦσι | |
10 | καταπιὼν τὸ χρυσίον. | |
10 | ΠΑΡΡΗΣΙΑΔΗΣ Καθῆκα. καὶ σὺ δέ, ὦ Πόσειδον, ταχεῖαν ἐπι‐ τέλει τὴν ἄγραν. βαβαί, μάχονται περὶ τοῦ δελέατος, καὶ οἱ μὲν συνάμα πολλοὶ περιτρώγουσι τὴν ἰσχάδα, οἱ δὲ προσφύντες ἔχονται τοῦ | |
15 | χρυσίου. εὖ ἔχει· περιεπάρη τις μάλα καρτερός. | |
φέρ’ ἴδω τίνος ἐπώνυμον σεαυτὸν εἶναι λέγεις; καίτοι γελοῖός εἰμι ἀναγκάζων ἰχθὺν λαλεῖν· ἄφωνοι γὰρ οὗτοί γε. ἀλλὰ σύ, ὦ Ἔλεγχε, εἰπὲ ὅντινα ἔχει διδάσκαλον αὐτοῦ. | 76 | |
19 | ΕΛΕΓΧΟΣ | |
20 | Χρύσιππον τουτονί. | |
20 | ΠΑΡΡΗΣΙΑΔΗΣ Μανθάνω· διότι χρυσίον προσῆν, οἶμαι, τῷ ὀνόματι. σὺ δ’ οὖν, Χρύσιππε, πρὸς τῆς Ἀθηνᾶς εἰπέ, οἶσθα τοὺς ἄνδρας ἢ τοιαῦτα παραινεῖς αὐτοῖς ποιεῖν; | |
24 | ΧΡΥΣΙΠΠΟΣ | |
25 | Νὴ Δί’, ὑβριστικὰ ἐρωτᾷς, ὦ Παρρησιάδη, προσήκειν τι ἡμῖν ὑπολαμβάνων τοιούτους ὄντας. | |
26 | ΠΑΡΡΗΣΙΑΔΗΣ Εὖ γε, ὦ Χρύσιππε, γενναῖος εἶ. οὗτος δὲ καὶ αὐτὸς ἐπὶ κεφαλὴν μετὰ τῶν ἄλλων, ἐπεὶ καὶ ἀκανθώδης ἐστί, καὶ δέος μὴ διαπαρῇ τις τὸν | |
30 | λαιμὸν ἐσθίων. | |
30 | ΦΙΛΟΣΟΦΙΑ | |
Pisc.52 | Ἅλις, ὦ Παρρησιάδη, τῆς ἄγρας, μὴ καί τίς σοι, οἷοι πολλοί εἰσιν, οἴχηται ἀποσπάσας τὸ χρυσίον καὶ τὸ ἄγκιστρον, εἶτά σε ἀποτῖσαι τῇ ἱερείᾳ δεήσῃ. ὥστε ἡμεῖς μὲν ἀπίωμεν περι‐ | |
5 | πατήσουσαι· καιρὸς δὲ καὶ ὑμᾶς ἀπιέναι ὅθεν ἥκετε, μὴ καὶ ὑπερήμεροι γένησθε τῆς προ‐ θεσμίας. σφὼ δέ, σὺ καὶ ὁ Ἔλεγχος, ὦ Παρ‐ ρησιάδη, ἐν κύκλῳ ἐπὶ πάντας αὐτοὺς ἰόντες ἢ | |
στεφανοῦτε ἢ ἐγκάετε, ὡς ἔφην. | 78 | |
9 | ΠΑΡΡΗΣΙΑΔΗΣ | |
10 | Ἔσται ταῦτα, ὦ Φιλοσοφία. χαίρετε, ὦ βέλ‐ τιστοι ἀνδρῶν. ἡμεῖς δὲ κατίωμεν, ὦ Ἔλεγχε, καὶ τελῶμεν τὰ παρηγγελμένα. | |
12 | ΕΛΕΓΧΟΣ Ποῖ δὲ καὶ πρῶτον ἀπιέναι δεήσει; μῶν εἰς τὴν Ἀκαδημίαν ἢ εἰς τὴν Στοὰν ἢ ἀπὸ τοῦ Λυκείου | |
15 | ποιησώμεθα τὴν ἀρχήν; | |
15 | ΠΑΡΡΗΣΙΑΔΗΣ Οὐδὲν διοίσει τοῦτο. πλὴν οἶδά γε ἐγὼ ὡς ὅποι ποτ’ ἂν ἀπέλθωμεν, ὀλίγων μὲν τῶν στε‐ | |
φάνων, πολλῶν δὲ τῶν καυτηρίων δεησόμεθα. | 80 |