TLG 0062 024 :: LUCIANUS :: Vitarum auctio

LUCIANUS Soph.
(Samosatenus: A.D. 2)

Scholia: Cf. SCHOLIA IN LUCIANUM (5029)

Vitarum auctio

Source: Harmon, A.M. (ed.), Lucian, vol. 2. Cambridge, Mass.: Harvard University Press, 1915 (repr. 1960): 450–510.

Citation: Section — (line)

Vit Auct
.

t

ΒΙΩΝ ΠΡΑΣΙΣ
Vit Auct
.

1

ΖΕΥΣ
1 Σὺ μὲν διατίθει τὰ βάθρα καὶ παρασκεύαζε τὸν τόπον τοῖς ἀφικνουμένοις, σὺ δὲ στῆσον ἑξῆς παρα‐ γαγὼν τοὺς βίους, ἀλλὰ κοσμήσας πρότερον, ὡς εὐπρόσωποι φανοῦνται καὶ ὅτι πλείστους ἐπάξον‐
5ται· σὺ δέ, ὦ Ἑρμῆ, κήρυττε καὶ συγκάλει.
5ΕΡΜΗΣ Ἀγαθῇ τύχῃ τοὺς ὠνητὰς ἤδη παρεῖναι πρὸς τὸ πωλητήριον. ἀποκηρύξομεν δὲ βίους φιλοσόφους παντὸς εἴδους καὶ προαιρέσεων ποικίλων. εἰ δέ τις τὸ παραυτίκα μὴ ἔχει τἀργύριον καταβαλέσθαι,
10εἰς νέωτα ἐκτίσει καταστήσας ἐγγυητήν.
10ΖΕΥΣ Πολλοὶ συνίασιν· ὥστε χρὴ μὴ διατρίβειν μηδὲ κατέχειν αὐτούς. πωλῶμεν οὖν.
12ΕΡΜΗΣ
Vit Auct
.

2

Τίνα πρῶτον ἐθέλεις παραγάγωμεν;
1ΖΕΥΣ Τουτονὶ τὸν κομήτην, τὸν Ἰωνικόν, ἐπεὶ καὶ
σεμνός τις εἶναι φαίνεται.450
3ΕΡΜΗΣ Οὗτος ὁ Πυθαγορικὸς κατάβηθι καὶ πάρεχε
5σεαυτὸν ἀναθεωρεῖσθαι τοῖς συνειλεγμένοις.
5ΖΕΥΣ Κήρυττε δή.
6ΕΡΜΗΣ Τὸν ἄριστον βίον πωλῶ, τὸν σεμνότατον. τίς ὠνήσεται; τίς ὑπὲρ ἄνθρωπον εἶναι βούλεται; τίς εἰδέναι τὴν τοῦ παντὸς ἁρμονίαν καὶ ἀναβιῶναι
10πάλιν;
10ΑΓΟΡΑΣΤΗΣ Τὸ μὲν εἶδος οὐκ ἀγεννής. τί δὲ μάλιστα οἶδεν;
11ΕΡΜΗΣ Ἀριθμητικήν, ἀστρονομίαν, τερατείαν, γεωμε‐ τρίαν, μουσικήν, γοητείαν. μάντιν ἄκρον βλέπεις.
13ΑΓΟΡΑΣΤΗΣ Ἔξεστιν αὐτὸν ἀνακρίνειν;
14ΕΡΜΗΣ
15Ἀνάκρινε ἀγαθῇ τύχῃ.
15ΑΓΟΡΑΣΤΗΣ
Vit Auct
.

3

Ποδαπὸς εἶ σύ;
1ΠΥΘΑΓΟΡΑΣ Σάμιος.
2ΑΓΟΡΑΣΤΗΣ Ποῦ δὲ ἐπαιδεύθης;
3ΠΥΘΑΓΟΡΑΣ
Ἐν Αἰγύπτῳ παρὰ τοῖς ἐκεῖ σοφοῖσι.452
4ΑΓΟΡΑΣΤΗΣ
5Φέρε δέ, ἢν πρίωμαί σε, τί με διδάξει;
5ΠΥΘΑΓΟΡΑΣ Διδάξομαι μὲν οὐδέν, ἀναμνήσω δέ.
6ΑΓΟΡΑΣΤΗΣ Πῶς ἀναμνήσεις;
7ΠΥΘΑΓΟΡΑΣ Καθαρὴν πρότερον τὴν ψυχὴν ἐργασάμενος καὶ τὸν ἐπ’ αὐτῇ ῥύπον ἐκκλύσας.
9ΑΓΟΡΑΣΤΗΣ
10 Καὶ δὴ νόμισον ἤδη ἐκκεκαθάρθαι με, τις ὁ τρόπος τῆς ἀναμνήσεως;
11ΠΥΘΑΓΟΡΑΣ Τὸ μὲν πρῶτον ἡσυχίη μακρὴ καὶ ἀφωνίη καὶ πέντε ὅλων ἐτέων λαλέειν μηδέν.
13ΑΓΟΡΑΣΤΗΣ Ὥρα σοι, ὦ βέλτιστε, τὸν Κροίσου παῖδα παι‐
15δεύειν· ἐγὼ γὰρ λάλος, οὐκ ἀνδριὰς εἶναι βούλομαι. τί δὲ μετὰ τὴν σιωπὴν ὅμως καὶ τὴν πενταετίαν;
16ΠΥΘΑΓΟΡΑΣ Μουσουργίῃ καὶ γεωμετρίῃ ἐνασκήσεαι.
17ΑΓΟΡΑΣΤΗΣ Χάριεν λέγεις, εἰ πρῶτόν με κιθαρῳδὸν γενό‐ μενον κᾆτα εἶναι σοφὸν χρή.
19ΠΥΘΑΓΟΡΑΣ
Vit Auct
.

4

Εἶτ’ ἐπὶ τουτέοισιν ἀριθμέειν.454
1ΑΓΟΡΑΣΤΗΣ Οἶδα καὶ νῦν ἀριθμεῖν.
2ΠΥΘΑΓΟΡΑΣ Πῶς ἀριθμέεις;
3ΑΓΟΡΑΣΤΗΣ Ἕν, δύο, τρία, τέτταρα.
4ΠΥΘΑΓΟΡΑΣ
5 Ὁρᾷς; ἃ σὺ δοκέεις τέσσαρα, ταῦτα δέκα ἐστὶ καὶ τρίγωνον ἐντελὲς καὶ ἡμέτερον ὅρκιον.
6ΑΓΟΡΑΣΤΗΣ Οὐ μὰ τὸν μέγιστον τοίνυν ὅρκον τὰ τέτταρα, οὔποτε θειοτέρους λόγους ἤκουσα οὐδὲ μᾶλλον ἱερούς.
9ΠΥΘΑΓΟΡΑΣ
10 Μετὰ δέ, ὦ ξεῖνε, εἴσεαι γῆς τε πέρι καὶ ἠέρος καὶ ὕδατος καὶ πυρὸς ἥτις αὐτέοισιν ἡ φορὴ καὶ ὁκοῖα ἐόντα μορφὴν ὅκως κινέονται.
12ΑΓΟΡΑΣΤΗΣ Μορφὴν γὰρ ἔχει τὸ πῦρ ἢ ἀὴρ ἢ ὕδωρ;
13ΠΥΘΑΓΟΡΑΣ Καὶ μάλα ἐμφανέα· οὐ γὰρ οἷά τε ἀμορφίῃ καὶ
15ἀσχημοσύνῃ κινέεσθαι. καὶ ἐπὶ τουτέοισι δὲ γνώ‐ σεαι τὸν θεὸν ἀριθμὸν ἐόντα καὶ νόον καὶ ἁρ‐ μονίην.
17ΑΓΟΡΑΣΤΗΣ Θαυμάσια λέγεις.
18ΠΥΘΑΓΟΡΑΣ
Vit Auct
.

5

Πρὸς δὲ τοῖσδεσι τοῖσιν εἰρημένοισι καὶ σεωυτὸν ἕνα δοκέοντα ἄλλον ὁρεόμενον καὶ ἄλλον ἐόντα εἴσεαι.456
3ΑΓΟΡΑΣΤΗΣ Τί φής; ἄλλος εἰμὶ καὶ οὐχ οὗτος ὅσπερ νῦν
5πρὸς σὲ διαλέγομαι;
5ΠΥΘΑΓΟΡΑΣ Νῦν μὲν οὗτος, πάλαι δὲ ἐν ἄλλῳ σώματι καὶ ἐν ἄλλῳ οὐνόματι ἐφαντάζεο· χρόνῳ δὲ αὖτις ἐς ἄλλον μεταβήσεαι.
8ΑΓΟΡΑΣΤΗΣ Τοῦτο φής, ἀθάνατον ἔσεσθαί με ἀλλαττόμενον
Vit Auct
.

6

ἐς μορφὰς πλείονας; ἀλλὰ τάδε μὲν ἱκανῶς. τὰ δ’ ἀμφὶ δίαιταν ὁποῖός τις εἶ;
2ΠΥΘΑΓΟΡΑΣ Ἐμψυχήϊον μὲν οὐδὲ ἓν σιτέομαι, τὰ δὲ ἄλλα πλὴν κυάμων.
4ΑΓΟΡΑΣΤΗΣ
5Τίνος ἕνεκα; ἢ μυσάττῃ τοὺς κυάμους;
5ΠΥΘΑΓΟΡΑΣ Οὔκ, ἀλλὰ ἱροί εἰσι καὶ θωυμαστὴ αὐτέων ἡ φύσις· πρῶτον μὲν γὰρ τὸ πᾶν γονή εἰσι, καὶ ἢν ἀποδύσῃς κύαμον ἔτι χλωρὸν ἐόντα, ὄψεαι τοῖσιν ἀνδρείοισι μορίοισιν ἐμφερέα τὴν φυήν· ἑψηθέντα
10δὲ ἢν ἀφῇς ἐς τὴν σεληναίην νυξὶ μεμετρημένῃσιν, αἷμα ποιήσεις. τὸ δὲ μέζον, Ἀθηναίοισι νόμος
κυάμοισι τὰς ἀρχὰς αἱρέεσθαι.458
12ΑΓΟΡΑΣΤΗΣ Καλῶς πάντα ἔφης καὶ ἱεροπρεπῶς. ἀλλὰ ἀπό‐ δυθι, καὶ γυμνὸν γάρ σε ἰδεῖν βούλομαι. ὦ Ἡρά‐
15κλεις, χρυσοῦς αὐτῷ ὁ μηρός ἐστι. θεός, οὐ βροτός τις εἶναι φαίνεται· ὥστε ὠνήσομαι πάντως αὐτόν. πόσου τοῦτον ἀποκηρύττεις;
17ΕΡΜΗΣ Δέκα μνῶν.
18ΑΓΟΡΑΣΤΗΣ Ἔχω τοσούτου λαβών.
19ΖΕΥΣ
20Γράφε τοῦ ὠνησαμένου τοὔνομα καὶ ὅθεν ἐστίν.
20ΕΡΜΗΣ Ἰταλιώτης, ὦ Ζεῦ, δοκεῖ τις εἶναι τῶν ἀμφὶ Κρότωνα καὶ Τάραντα καὶ τὴν ταύτῃ Ἑλλάδα· καίτοι οὐχ εἷς, ἀλλὰ τριακόσιοι σχεδὸν ἐώνηνται κατὰ κοινὸν αὐτόν.
24ΖΕΥΣ
25Ἀπαγέτωσαν· ἄλλον παράγωμεν.
25ΕΡΜΗΣ
Vit Auct
.

7

Βούλει τὸν αὐχμῶντα ἐκεῖνον, τὸν Ποντικόν;
1ΖΕΥΣ Πάνυ μὲν οὖν.
2ΕΡΜΗΣ
Οὗτος ὁ τὴν πήραν ἐξηρτημένος, ὁ ἐξωμίας, ἐλθὲ καὶ περίιθι ἐν κύκλῳ τὸ συνέδριον. βίον ἀνδρικὸν460
5πωλῶ, βίον ἄριστον καὶ γεννικόν, βίον ἐλεύθερον· τίς ὠνήσεται;
6ΑΓΟΡΑΣΤΗΣ Ὁ κῆρυξ πῶς ἔφης σύ; πωλεῖς τὸν ἐλεύθερον;
7ΕΡΜΗΣ Ἔγωγε.
8ΑΓΟΡΑΣΤΗΣ Εἶτ’ οὐ δέδιας μή σοι δικάσηται ἀνδραποδισμοῦ
10ἢ καὶ προκαλέσηταί σε εἰς Ἄρειον πάγον;
10ΕΡΜΗΣ Οὐδὲν αὐτῷ μέλει τῆς πράσεως· οἴεται γὰρ εἶναι παντάπασιν ἐλεύθερος.
12ΑΓΟΡΑΣΤΗΣ Τί δ’ ἄν τις αὐτῷ χρήσαιτο ῥυπῶντι καὶ οὕτω κακοδαιμόνως διακειμένῳ; πλὴν εἰ μὴ σκαπανέα
15γε καὶ ὑδροφόρον αὐτὸν ἀποδεικτέον.
15ΕΡΜΗΣ Οὐ μόνον, ἀλλὰ καὶ ἢν θυρωρὸν αὐτὸν ἐπι‐ στήσῃς, πολὺ πιστοτέρῳ χρήσῃ τῶν κυνῶν. ἀμέλει κύων αὐτῷ καὶ τὸ ὄνομα.
18ΑΓΟΡΑΣΤΗΣ Ποδαπὸς δέ ἐστιν ἢ τίνα τὴν ἄσκησιν ἐπαγ‐
20γέλλεται;
20ΕΡΜΗΣ Αὐτὸν ἐροῦ· κάλλιον γὰρ οὕτω ποιεῖν.
21ΑΓΟΡΑΣΤΗΣ Δέδια τὸ σκυθρωπὸν αὐτοῦ καὶ κατηφές, μή με ὑλακτήσῃ προσελθόντα ἢ καὶ νὴ Δία δάκῃ γε.
οὐχ ὁρᾷς ὡς διῆρται τὸ ξύλον καὶ συνέσπακε τὰς462
25ὀφρῦς καὶ ἀπειλητικόν τι καὶ χολῶδες ὑπο‐ βλέπει;
26ΕΡΜΗΣ Μὴ δέδιθι· τιθασὸς γάρ ἐστι.
27ΑΓΟΡΑΣΤΗΣ
Vit Auct
.

8

Τὸ πρῶτον, ὦ βέλτιστε, ποδαπὸς εἶ;
1ΔΙΟΓΕΝΗΣ Παντοδαπός.
2ΑΓΟΡΑΣΤΗΣ Πῶς λέγεις;
3ΔΙΟΓΕΝΗΣ Τοῦ κόσμου πολίτην ὁρᾷς.
4ΑΓΟΡΑΣΤΗΣ
5Ζηλοῖς δὲ δὴ τίνα;
5ΔΙΟΓΕΝΗΣ Τὸν Ἡρακλέα.
6ΑΓΟΡΑΣΤΗΣ Τί οὖν οὐχὶ καὶ λεοντῆν ἀμπέχῃ; τὸ μὲν γὰρ ξύλον ἔοικας αὐτῷ.
8ΔΙΟΓΕΝΗΣ Τουτί μοι λεοντῆ, τὸ τριβώνιον. στρατεύομαι
10δὲ ὥσπερ ἐκεῖνος ἐπὶ τὰς ἡδονάς, οὐ κελευστός, ἀλλὰ ἑκούσιος, ἐκκαθᾶραι τὸν βίον προαιρούμενος.
11ΑΓΟΡΑΣΤΗΣ Εὖ γε τῆς προαιρέσεως. ἀλλὰ τί μάλιστα εἰ‐ δέναι σε φῶμεν; ἢ τίνα τὴν τέχνην ἔχεις;
13ΔΙΟΓΕΝΗΣ Ἐλευθερωτής εἰμι τῶν ἀνθρώπων καὶ ἰατρὸς
15τῶν παθῶν· τὸ δὲ ὅλον ἀληθείας καὶ παρρησίας
προφήτης εἶναι βούλομαι.464
16ΑΓΟΡΑΣΤΗΣ
Vit Auct
.

9

Εὖ γε, ὦ προφῆτα· ἢν δὲ πρίωμαί σε, τίνα με τὸν τρόπον διασκήσεις;
2ΔΙΟΓΕΝΗΣ Πρῶτον μὲν παραλαβών σε καὶ ἀποδύσας τὴν τρυφὴν καὶ ἀπορίᾳ συγκατακλείσας τριβώνιον
5περιβαλῶ, μετὰ δὲ πονεῖν καὶ κάμνειν καταναγκά‐ σω χαμαὶ καθεύδοντα καὶ ὕδωρ πίνοντα καὶ ὧν ἔτυχεν ἐμπιμπλάμενον, τὰ δὲ χρήματα, ἢν ἔχῃς, ἐμοὶ πειθόμενος εἰς τὴν θάλατταν φέρων ἐμβαλεῖς, γάμου δὲ ἀμελήσεις καὶ παίδων καὶ πατρίδος, καὶ
10πάντα σοι ταῦτα λῆρος ἔσται, καὶ τὴν πατρῴαν οἰκίαν ἀπολιπὼν ἢ τάφον οἰκήσεις ἢ πυργίον ἔρημον ἢ καὶ πίθον· ἡ πήρα δέ σοι θέρμων ἔσται μεστὴ καὶ ὀπισθογράφων βιβλίων· καὶ οὕτως ἔχων εὐδαιμονέστερος εἶναι φήσεις τοῦ μεγάλου
15βασιλέως. ἢν μαστιγοῖ δέ τις ἢ στρεβλοῖ, τούτων οὐδὲν ἀνιαρὸν ἡγήσῃ.
16ΑΓΟΡΑΣΤΗΣ Πῶς τοῦτο φὴς τὸ μὴ ἀλγεῖν μαστιγούμενον; οὐ γὰρ χελώνης ἢ καράβου τὸ δέρμα περιβέβλημαι.
18ΔΙΟΓΕΝΗΣ Τὸ Εὐριπίδειον ἐκεῖνο ζηλώσεις μικρὸν ἐν‐
20αλλάξας.
20ΑΓΟΡΑΣΤΗΣ
Τὸ ποῖον;466
21ΔΙΟΓΕΝΗΣ Ἡ φρήν σοι ἀλγήσει, ἡ δὲ γλῶσσα ἔσται ἀνάλ‐
Vit Auct
.

10

γητος. ἃ δὲ μάλιστα δεῖ προσεῖναι, ταῦτά ἐστιν· ἰταμὸν χρὴ εἶναι καὶ θρασὺν καὶ λοιδορεῖσθαι πᾶσιν ἑξῆς καὶ βασιλεῦσι καὶ ἰδιώταις· οὕτω γὰρ ἀποβλέψονταί σε καὶ ἀνδρεῖον ὑπολήψονται.
5βάρβαρος δὲ ἡ φωνὴ ἔστω καὶ ἀπηχὲς τὸ φθέγμα καὶ ἀτεχνῶς ὅμοιον κυνί, καὶ πρόσωπον δὲ ἐντετα‐ μένον καὶ βάδισμα τοιούτῳ προσώπῳ πρέπον, καὶ ὅλως θηριώδη τὰ πάντα καὶ ἄγρια. αἰδὼς δὲ καὶ ἐπιείκεια καὶ μετριότης ἀπέστω, καὶ τὸ ἐρυθριᾶν
10ἀπόξυσον τοῦ προσώπου παντελῶς. δίωκε δὲ τὰ πολυανθρωπότατα τῶν χωρίων, καὶ ἐν αὐτοῖς τούτοις μόνος καὶ ἀκοινώνητος εἶναι θέλε μὴ φίλον, μὴ ξένον προσιέμενος· κατάλυσις γὰρ τὰ τοιαῦτα τῆς ἀρχῆς. ἐν ὄψει δὲ πάντων, ἃ μηδὲ
15ἰδίᾳ ποιήσειεν ἄν τις, θαρρῶν ποίει, καὶ τῶν ἀφροδισίων αἱροῦ τὰ γελοιότερα, καὶ τέλος, ἤν σοι δοκῇ, πολύποδα ὠμὸν ἢ σηπίαν φαγὼν ἀπόθανε. ταύτην σοι τὴν εὐδαιμονίαν προξενοῦμεν.
18ΑΓΟΡΑΣΤΗΣ
Vit Auct
.

11

Ἄπαγε· μιαρὰ γὰρ καὶ οὐκ ἀνθρώπινα λέγεις.
1ΔΙΟΓΕΝΗΣ Ἀλλὰ ῥᾷστά γε, ὦ οὗτος, καὶ πᾶσιν εὐχερῆ μετελθεῖν· οὐ γάρ σοι δεήσει παιδείας καὶ λόγων καὶ λήρων, ἀλλ’ ἐπίτομος αὕτη σοι πρὸς δόξαν ἡ
5ὁδός· κἂν ἰδιώτης ᾖς, ἤτοι σκυτοδέψης ἢ ταρι‐ χοπώλης ἢ τέκτων ἢ τραπεζίτης, οὐδέν σε κωλύσει θαυμαστὸν εἴναι, ἢν μόνον ἡ ἀναίδεια καὶ τὸ θράσος παρῇ καὶ λοιδορεῖσθαι καλῶς ἐκμάθῃς.468
8ΑΓΟΡΑΣΤΗΣ Πρὸς ταῦτα μὲν οὐ δέομαί σου. ναύτης δ’ ἂν
10ἴσως ἢ κηπουρὸς ἐν καιρῷ γένοιο, καὶ ταῦτα, ἢν ἐθέλῃ σε ἀποδόσθαι οὑτοσὶ τὸ μέγιστον δύ’ ὀβολῶν.
12ΕΡΜΗΣ Ἔχε λαβών· καὶ γὰρ ἄσμενοι ἀπαλλαξόμεθα ἐνοχλοῦντος αὐτοῦ καὶ βοῶντος καὶ ἅπαντας
15ἁπαξαπλῶς ὑβρίζοντος καὶ ἀγορεύοντος κακῶς.
15ΖΕΥΣ
Vit Auct
.

12

Ἄλλον κάλει τὸν Κυρηναῖον, τὸν ἐν τῇ πορ‐ φυρίδι, τὸν ἐστεφανωμένον.
2ΕΡΜΗΣ Ἄγε δή, πρόσεχε πᾶς· πολυτελὲς τὸ χρῆμα καὶ πλουσίων δεόμενον. βίος οὗτος ἥδιστος, βίος
5τρισμακάριστος. τίς ἐπιθυμεῖ τρυφῆς; τίς ὠνεῖται τὸν ἁβρότατον;
6ΑΓΟΡΑΣΤΗΣ Ἐλθὲ σὺ καὶ λέγε ἅπερ εἰδὼς τυγχάνεις· ὠνή‐ σομαι γάρ σε, ἢν ὠφέλιμος ᾖς.
8ΕΡΜΗΣ Μὴ ἐνόχλει αὐτόν, ὦ βέλτιστε, μηδὲ ἀνάκρινε·
10μεθύει γάρ. ὥστε οὐκ ἂν ἀποκρίναιτό σοι, τὴν
γλῶτταν, ὡς ὁρᾷς, διολισθάνων.470
11ΑΓΟΡΑΣΤΗΣ Καὶ τίς ἂν εὖ φρονῶν πρίαιτο διεφθαρμένον οὕτω καὶ ἀκόλαστον ἀνδράποδον; ὅσον δὲ καὶ ἀποπνεῖ μύρων, ὡς δὲ καὶ σφαλερὸν βαδίζει καὶ
15παράφορον. ἀλλὰ κἂν σύ γε, ὦ Ἑρμῆ, λέγε ὁποῖα πρόσεστιν αὐτῷ καὶ ἃ μετιὼν τυγχάνει.
16ΕΡΜΗΣ Τὸ μὲν ὅλον, συμβιῶναι δεξιὸς καὶ συμπιεῖν ἱκανὸς καὶ κωμάσαι μετὰ αὐλητρίδος ἐπιτήδειος ἐρῶντι καὶ ἀσώτῳ δεσπότῃ· τὰ ἄλλα δὲ πεμ‐
20μάτων ἐπιστήμων καὶ ὀψοποιὸς ἐμπειρότατος, καὶ ὅλως σοφιστὴς ἡδυπαθείας. ἐπαιδεύθη μὲν οὖν Ἀθήνησιν, ἐδούλευσε δὲ καὶ περὶ Σικελίαν τοῖς τυράννοις καὶ σφόδρα εὐδοκίμει παρ’ αὐτοῖς. τὸ δὲ κεφάλαιον τῆς προαιρέσεως, ἁπάντων κατα‐
25φρονεῖν, ἅπασι χρῆσθαι, πανταχόθεν ἐρανίζεσθαι τὴν ἡδονήν.
26ΑΓΟΡΑΣΤΗΣ Ὥρα σοι ἄλλον περιβλέπειν τῶν πλουσίων τούτων καὶ πολυχρημάτων· ἐγὼ μὲν γὰρ οὐκ ἐπιτήδειος ἱλαρὸν ὠνεῖσθαι βίον.
29ΕΡΜΗΣ
30Ἄπρατος ἔοικεν ἡμῖν οὗτος, ὦ Ζεῦ, μένειν.
30ΖΕΥΣ
Vit Auct
.

13

Μετάστησον· ἄλλον παράγε· μᾶλλον δὲ τὼ δύο τούτω, τὸν γελῶντα τὸν Ἀβδηρόθεν καὶ τὸν κλάοντα τὸν ἐξ Ἐφέσου· ἅμα γὰρ αὐτὼ πεπρᾶ‐
σθαι βούλομαι.472
4ΕΡΜΗΣ
5 Κατάβητον ἐς τὸ μέσον. τὼ ἀρίστω βίω πωλῶ, τὼ σοφωτάτω πάντων ἀποκηρύττομεν.
6ΑΓΟΡΑΣΤΗΣ Ὦ Ζεῦ τῆς ἐναντιότητος. ὁ μὲν οὐ διαλείπει γελῶν, ὁ δέ τινα ἔοικε πενθεῖν· δακρύει γοῦν τὸ παράπαν. τί ταῦτα, ὦ οὗτος; τί γελᾷς;
9ΔΗΜΟΚΡΙΤΟΣ
10 Ἐρωτᾷς; ὅτι μοι γελοῖα πάντα δοκέει τὰ πρήγ‐ ματα ὑμέων καὶ αὐτοὶ ὑμέες.
11ΑΓΟΡΑΣΤΗΣ Πῶς λέγεις; καταγελᾷς ἡμῶν ἁπάντων καὶ παρ’ οὐδὲν τίθεσαι τὰ ἡμέτερα πράγματα;
13ΔΗΜΟΚΡΙΤΟΣ Ὧδε ἔχει· σπουδαῖον γὰρ ἐν αὐτέοισιν οὐδέν,
15κενεὰ δὲ πάντα καὶ ἀτόμων φορὴ καὶ ἀπειρίη.
15ΑΓΟΡΑΣΤΗΣ Οὐ μὲν οὖν, ἀλλὰ σὺ κενὸς ὡς ἀληθῶς καὶ
Vit Auct
.

14

ἄπειρος. ὢ τῆς ὕβρεως, οὐ παύσῃ γελῶν; σὺ δὲ τί κλάεις, ὦ βέλτιστε; πολὺ γὰρ οἶμαι κάλλιον σοὶ προσλαλεῖν.
3ΗΡΑΚΛΕΙΤΟΣ Ἡγέομαι γάρ, ὦ ξεῖνε, τὰ ἀνθρωπήϊα πρήγματα
5ὀϊζυρὰ καὶ δακρυώδεα καὶ οὐδὲν αὐτέων ὅ τι μὴ ἐπικήριον· τὸ δὴ οἰκτείρω τε σφέας καὶ ὀδύρομαι, καὶ τὰ μὲν παρεόντα οὐ δοκέω μεγάλα, τὰ δὲ
ὑστέρῳ χρόνῳ ἐσόμενα πάμπαν ἀνιηρά, λέγω δὲ τὰς ἐκπυρώσιας καὶ τὴν τοῦ ὅλου συμφορήν· ταῦ‐474
10τα ὀδύρομαι καὶ ὅτι ἔμπεδον οὐδέν, ἀλλ’ ὅκως ἐς κυκεῶνα τὰ πάντα συνειλέονται καί ἐστι τὠυτὸ τέρψις ἀτερψίη, γνῶσις ἀγνωσίη, μέγα μικρόν, ἄνω κάτω περιχωρέοντα καὶ ἀμειβόμενα ἐν τῇ τοῦ αἰῶνος παιδιῇ.
14ΑΓΟΡΑΣΤΗΣ
15Τί γὰρ ὁ αἰών ἐστι;
15ΗΡΑΚΛΕΙΤΟΣ Παῖς παίζων, πεσσεύων, διαφερόμενος, συμφερό‐ μενος.
17ΑΓΟΡΑΣΤΗΣ Τί δὲ ἄνθρωποι;
18ΗΡΑΚΛΕΙΤΟΣ Θεοὶ θνητοί.
19ΑΓΟΡΑΣΤΗΣ
20Τί δὲ θεοί;
20ΗΡΑΚΛΕΙΤΟΣ Ἄνθρωποι ἀθάνατοι.
21ΑΓΟΡΑΣΤΗΣ Αἰνίγματα λέγεις, ὦ οὗτος, ἢ γρίφους συντίθης; ἀτεχνῶς γὰρ ὥσπερ ὁ Λοξίας οὐδὲν ἀποσαφεῖς.
23ΗΡΑΚΛΕΙΤΟΣ Οὐδὲν γάρ μοι μέλει ὑμέων.
24ΑΓΟΡΑΣΤΗΣ
25Τοιγαροῦν οὐδὲ ὠνήσεταί σέ τις εὖ φρονῶν.
25ΗΡΑΚΛΕΙΤΟΣ Ἐγὼ δὲ κέλομαι πᾶσιν ἡβηδὸν οἰμώζειν, τοῖσιν
ὠνεομένοισι καὶ τοῖσιν οὐκ ὠνεομένοισι.476
27ΑΓΟΡΑΣΤΗΣ Τουτὶ τὸ κακὸν οὐ πόρρω μελαγχολίας ἐστίν· οὐδέτερον δὲ ὅμως αὐτῶν ἔγωγε ὠνήσομαι.
29ΕΡΜΗΣ
30Ἄπρατοι καὶ οὗτοι μένουσιν.
30ΖΕΥΣ Ἄλλον ἀποκήρυττε.
31ΕΡΜΗΣ
Vit Auct
.

15

Βούλει τὸν Ἀθηναῖον ἐκεῖνον, τὸν στωμύλον;
1ΖΕΥΣ Πάνυ μὲν οὖν.
2ΕΡΜΗΣ Δεῦρο ἐλθὲ σύ. βίον ἀγαθὸν καὶ συνετὸν ἀπο‐ κηρύττομεν. τίς ὠνεῖται τὸν ἱερώτατον;
4ΑΓΟΡΑΣΤΗΣ
5Εἰπέ μοι, τί μάλιστα εἰδὼς τυγχάνεις;
5ΣΩΚΡΑΤΗΣ Παιδεραστής εἰμι καὶ σοφὸς τὰ ἐρωτικά.
6ΑΓΟΡΑΣΤΗΣ Πῶς οὖν ἐγὼ πρίωμαί σε; παιδαγωγοῦ γὰρ ἐδεόμην τῷ παιδὶ καλῷ ὄντι μοι.
8ΣΩΚΡΑΤΗΣ Τίς δ’ ἂν ἐπιτηδειότερος ἐμοῦ γένοιτο συνεῖναι
10καλῷ; καὶ γὰρ οὐ τῶν σωμάτων ἐραστής εἰμι, τὴν
ψυχὴν δὲ ἡγοῦμαι καλήν. ἀμέλει κἂν ὑπὸ ταὐτὸν ἱμάτιόν μοι κατακέωνται, ἀκούσει αὐτῶν λεγόν‐ των μηδὲν ὑπ’ ἐμοῦ δεινὸν παθεῖν.478
13ΑΓΟΡΑΣΤΗΣ Ἄπιστα λέγεις, τὸ παιδεραστὴν ὄντα μὴ πέρα
15τῆς ψυχῆς πολυπραγμονεῖν, καὶ ταῦτα ἐπ’ ἐξου‐ σίας, ὑπὸ τῷ αὐτῷ ἱματίῳ κατακείμενον.
16ΣΩΚΡΑΤΗΣ
Vit Auct
.

16

Καὶ μὴν ὀμνύω γέ σοι τὸν κύνα καὶ τὴν πλά‐ τανον οὕτω ταῦτα ἔχειν.
2ΑΓΟΡΑΣΤΗΣ Ἡράκλεις τῆς ἀτοπίας τῶν θεῶν.
3ΣΩΚΡΑΤΗΣ Τί σὺ λέγεις; οὐ δοκεῖ σοι ὁ κύων εἶναι θεός;
5οὐχ ὁρᾷς τὸν Ἄνουβιν ἐν Αἰγύπτῳ ὅσος; καὶ τὸν ἐν οὐρανῷ Σείριον καὶ τὸν παρὰ τοῖς κάτω Κέρ‐ βερον;
7ΑΓΟΡΑΣΤΗΣ
Vit Auct
.

17

Εὖ λέγεις, ἐγὼ δὲ διημάρτανον. ἀλλὰ τίνα βιοῖς τὸν τρόπον;
2ΣΩΚΡΑΤΗΣ Οἰκῶ μὲν ἐμαυτῷ τινα πόλιν ἀναπλάσας, χρῶ‐ μαι δὲ πολιτείᾳ ξένῃ καὶ νόμους νομίζω τοὺς ἐμούς.
4ΑΓΟΡΑΣΤΗΣ
5Ἓν ἐβουλόμην ἀκοῦσαι τῶν δογμάτων.
5ΣΩΚΡΑΤΗΣ
Ἄκουε δὴ τὸ μέγιστον, ὃ περὶ τῶν γυναικῶν μοι δοκεῖ· μηδεμίαν αὐτῶν μηδενὸς εἶναι μόνου, παντὶ δὲ μετεῖναι τῷ βουλομένῳ τοῦ γάμου.480
8ΑΓΟΡΑΣΤΗΣ Τοῦτο φής, ἀνῃρῆσθαι τοὺς περὶ μοιχείας νό‐
10μους;
10ΣΩΚΡΑΤΗΣ Νὴ Δία, καὶ ἁπλῶς γε πᾶσαν τὴν περὶ τὰ τοιαῦτα μικρολογίαν.
12ΑΓΟΡΑΣΤΗΣ Τί δὲ περὶ τῶν ἐν ὥρᾳ παίδων σοι δοκεῖ;
13ΣΩΚΡΑΤΗΣ Καὶ οὗτοι ἔσονται τοῖς ἀρίστοις ἆθλον φιλῆσαι
15λαμπρόν τι καὶ νεανικὸν ἐργασαμένοις.
15ΑΓΟΡΑΣΤΗΣ
Vit Auct
.

18

Βαβαὶ τῆς φιλοδωρίας. τῆς δὲ σοφίας τί σοι τὸ κεφάλαιον;
2ΣΩΚΡΑΤΗΣ Αἱ ἰδέαι καὶ τὰ τῶν ὄντων παραδείγματα· ὁπόσα γὰρ δὴ ὁρᾷς, τὴν γῆν, τὰ ἐπὶ γῆς, τὸν οὐρανόν,
5τὴν θάλατταν, ἁπάντων τούτων εἰκόνες ἀφανεῖς ἑστᾶσιν ἔξω τῶν ὅλων.
6ΑΓΟΡΑΣΤΗΣ Ποῦ δὲ ἑστᾶσιν;
7ΣΩΚΡΑΤΗΣ Οὐδαμοῦ· εἰ γάρ που εἶεν, οὐκ ἂν εἶεν.
8ΑΓΟΡΑΣΤΗΣ
Οὐχ ὁρῶ ταῦθ’ ἅπερ λέγεις τὰ παραδείγματα.482
9ΣΩΚΡΑΤΗΣ
10 Εἰκότως· τυφλὸς γὰρ εἶ τῆς ψυχῆς τὸν ὀφθαλ‐ μόν. ἐγὼ δὲ πάντων ὁρῶ εἰκόνας καὶ σὲ ἀφανῆ κἀμὲ ἄλλον, καὶ ὅλως διπλᾶ πάντα.
12ΑΓΟΡΑΣΤΗΣ Τοιγαροῦν ὠνητέος εἶ σοφὸς καὶ ὀξυδερκής τις ὤν. φέρε ἴδω τί καὶ πράξεις με ὑπὲρ αὐτοῦ σύ;
14ΕΡΜΗΣ
15Δὸς δύο τάλαντα.
15ΑΓΟΡΑΣΤΗΣ Ὠνησάμην ὅσου φής. τἀργύριον μέντοι εἰς αὖθις καταβαλῶ.
17ΕΡΜΗΣ
Vit Auct
.

19

Τί σοι τοὔνομα;
1ΑΓΟΡΑΣΤΗΣ Δίων Συρακούσιος.
2ΕΡΜΗΣ Ἄγε λαβὼν ἀγαθῇ τύχῃ. τὸν Ἐπικούρειον σὲ ἤδη καλῶ. τίς ὠνήσεται τοῦτον; ἔστι μὲν τοῦ γελῶν‐
5τος ἐκείνου μαθητὴς καὶ τοῦ μεθύοντος, οὓς μικρῷ πρόσθεν ἀπεκηρύττομεν. ἓν δὲ πλέον οἶδεν αὐτῶν, παρ’ ὅσον δυσσεβέστερος τυγχάνει· τὰ δὲ ἄλλα ἡδὺς καὶ λιχνείᾳ φίλος.
8ΑΓΟΡΑΣΤΗΣ Τίς ἡ τιμή;
9ΕΡΜΗΣ
10Δύο μναῖ.484
10ΑΓΟΡΑΣΤΗΣ Λάμβανε· τὸ δεῖνα δέ, ὅπως εἰδῶ, τίσι χαίρει τῶν ἐδεσμάτων;
12ΕΡΜΗΣ Τὰ γλυκέα σιτεῖται καὶ τὰ μελιτώδη καὶ μά‐ λιστά γε τὰς ἰσχάδας.
14ΑΓΟΡΑΣΤΗΣ
15 Χαλεπὸν οὐδέν· ὠνησόμεθα γὰρ αὐτῷ παλάθας τῶν Καρικῶν.
16ΖΕΥΣ
Vit Auct
.

20

Ἄλλον κάλει, τὸν ἐν χρῷ κουρίαν ἐκεῖνον, τὸν σκυθρωπόν, τὸν ἀπὸ τῆς στοᾶς.
2ΕΡΜΗΣ Εὖ λέγεις· ἐοίκασι γὰρ πολύ τι πλῆθος αὐτὸν περιμένειν τῶν ἐπὶ τὴν ἀγορὰν ἀπηντηκότων. αὐ‐
5τὴν τὴν ἀρετὴν πωλῶ, τῶν βίων τὸν τελειότατον. τίς ἅπαντα μόνος εἰδέναι θέλει;
6ΑΓΟΡΑΣΤΗΣ Πῶς τοῦτο φής;
7ΕΡΜΗΣ Ὅτι μόνος οὗτος σοφός, μόνος καλός, μόνος δίκαιος ἀνδρεῖος βασιλεὺς ῥήτωρ πλούσιος νομοθέ‐
10της καὶ τὰ ἄλλα ὁπόσα ἐστίν.
10ΑΓΟΡΑΣΤΗΣ Οὐκοῦν καὶ μάγειρος μόνος, καὶ νὴ Δία γε
σκυτοδέψης ἢ τέκτων καὶ τὰ τοιαῦτα;486
12ΕΡΜΗΣ Ἔοικεν.
13ΑΓΟΡΑΣΤΗΣ
Vit Auct
.

21

Ἐλθέ, ὦγαθέ, καὶ λέγε πρὸς τὸν ὠνητὴν ἐμὲ ποῖός τις εἶ, καὶ πρῶτον εἰ οὐκ ἄχθῃ πιπρα‐ σκόμενος καὶ δοῦλος ὤν.
3ΧΡΥΣΙΠΠΟΣ Οὐδαμῶς· οὐ γὰρ ἐφ’ ἡμῖν ταῦτά ἐστιν. ἃ δὲ
5οὐκ ἐφ’ ἡμῖν, ἀδιάφορα εἶναι συμβέβηκεν.
5ΑΓΟΡΑΣΤΗΣ Οὐ μανθάνω ᾗ καὶ λέγεις.
6ΧΡΥΣΙΠΠΟΣ Τί φής; οὐ μανθάνεις ὅτι τῶν τοιούτων τὰ μέν ἐστι προηγμένα, τὰ δ’ ἀνάπαλιν ἀποπροηγμένα;
8ΑΓΟΡΑΣΤΗΣ Οὐδὲ νῦν μανθάνω.
9ΧΡΥΣΙΠΠΟΣ
10 Εἰκότως· οὐ γὰρ εἶ συνήθης τοῖς ἡμετέροις ὀνό‐ μασιν οὐδὲ τὴν καταληπτικὴν φαντασίαν ἔχεις, ὁ δὲ σπουδαῖος ὁ τὴν λογικὴν θεωρίαν ἐκμαθὼν οὐ μόνον ταῦτα οἶδεν, ἀλλὰ καὶ σύμβαμα καὶ παρα‐ σύμβαμα ὁποῖα καὶ ὁπόσον ἀλλήλων διαφέρει.
14ΑΓΟΡΑΣΤΗΣ
15 Πρὸς τῆς σοφίας, μὴ φθονήσῃς κἂν τοῦτο εἰπεῖν, τί τὸ σύμβαμα καὶ τὸ παρασύμβαμα· καὶ γὰρ οὐκ οἶδ’ ὅπως ἐπλήγην ὑπὸ τοῦ ῥυθμοῦ τῶν ὀνομάτων.488
18ΧΡΥΣΙΠΠΟΣ Ἀλλ’ οὐδεὶς φθόνος· ἢν γάρ τις χωλὸς ὢν αὐτῷ
20ἐκείνῳ τῷ χωλῷ ποδὶ προσπταίσας λίθῳ τραῦμα ἐξ ἀφανοῦς λάβῃ, ὁ τοιοῦτος εἶχε μὲν δήπου σύμ‐ βαμα τὴν χωλείαν, τὸ τραῦμα δὲ παρασύμβαμα προσέλαβεν.
23ΑΓΟΡΑΣΤΗΣ
Vit Auct
.

22

Ὢ τῆς ἀγχινοίας· τί δὲ ἄλλο μάλιστα φὴς εἰδέναι;
2ΧΡΥΣΙΠΠΟΣ Τὰς τῶν λόγων πλεκτάνας αἷς συμποδίζω τοὺς προσομιλοῦντας καὶ ἀποφράττω καὶ σιωπᾶν ποιῶ,
5φιμὸν ἀτεχνῶς αὐτοῖς περιτιθείς· ὄνομα δὲ τῇ δυνάμει ταύτῃ ὁ ἀοίδιμος συλλογισμός.
6ΑΓΟΡΑΣΤΗΣ Ἡράκλεις, ἄμαχόν τινα καὶ βίαιον λέγεις.
7ΧΡΥΣΙΠΠΟΣ Σκόπει γοῦν· ἔστι σοι παιδίον;
8ΑΓΟΡΑΣΤΗΣ Τί μήν;
9ΧΡΥΣΙΠΠΟΣ
10 Τοῦτο ἤν πως κροκόδειλος ἁρπάσῃ πλησίον τοῦ ποταμοῦ πλαζόμενον εὑρών, κᾆτά σοι ἀποδώσειν
ὑπισχνῆται αὐτό, ἢν εἴπῃς τἀληθὲς ὅ τι δέδοκται αὐτῷ περὶ τῆς ἀποδόσεως τοῦ βρέφους, τί φήσεις αὐτὸν ἐγνωκέναι;490
14ΑΓΟΡΑΣΤΗΣ
15 Δυσαπόκριτον ἐρωτᾷς. ἀπορῶ γὰρ ὁπότερον εἰπὼν ἀπολάβοιμι. ἀλλὰ σὺ πρὸς Διὸς ἀποκρινά‐ μενος ἀνάσωσαί μοι τὸ παιδίον, μὴ καὶ φθάσῃ αὐτὸ καταπιών.
18ΧΡΥΣΙΠΠΟΣ Θάρρει· καὶ ἄλλα γάρ σε διδάξομαι θαυμασιώ‐
20τερα.
20ΑΓΟΡΑΣΤΗΣ Τὰ ποῖα;
21ΧΡΥΣΙΠΠΟΣ Τὸν θερίζοντα καὶ τὸν κυριεύοντα καὶ ἐπὶ πᾶσι τὴν Ἠλέκτραν καὶ τὸν ἐγκεκαλυμμένον.
23ΑΓΟΡΑΣΤΗΣ Τίνα τοῦτον τὸν ἐγκεκαλυμμένον ἢ τίνα τὴν
25Ἠλέκτραν λέγεις;
25ΧΡΥΣΙΠΠΟΣ Ἠλέκτραν μὲν ἐκείνην τὴν πάνυ, τὴν Ἀγαμέμνο‐ νος, ἣ τὰ αὐτὰ οἶδέ τε ἅμα καὶ οὐκ οἶδε· παρεστῶ‐
τος γὰρ αὐτῇ τοῦ Ὀρέστου ἔτι ἀγνῶτος οἶδε μὲν Ὀρέστην, ὅτι ἀδελφὸς αὐτῆς, ὅτι δὲ οὗτος Ὀρέστης492
30ἀγνοεῖ. τὸν δ’ αὖ ἐγκεκαλυμμένον καὶ πάνυ θαυ‐ μαστὸν ἀκούσῃ λόγον· ἀπόκριναι γάρ μοι, τὸν πατέρα οἶσθα τὸν σεαυτοῦ;
32ΑΓΟΡΑΣΤΗΣ Ναί.
33ΧΡΥΣΙΠΠΟΣ Τί οὖν; ἤν σοι παραστήσας τινὰ ἐγκεκαλυμμένον
35ἔρωμαι, τοῦτον οἶσθα; τί φήσεις;
35ΑΓΟΡΑΣΤΗΣ Δηλαδὴ ἀγνοεῖν.
36ΧΡΥΣΙΠΠΟΣ
Vit Auct
.

23

Ἀλλὰ μὴν αὐτὸς οὗτος ἦν ὁ πατὴρ ὁ σός· ὥστε εἰ τοῦτον ἀγνοεῖς, δῆλος εἶ τὸν πατέρα τὸν σὸν ἀγνοῶν.
3ΑΓΟΡΑΣΤΗΣ Οὐ μὲν οὖν· ἀλλ’ ἀποκαλύψας αὐτὸν εἴσομαι
5τὴν ἀλήθειαν. ὅμως δ’ οὖν τί σοι τῆς σοφίας τὸ τέλος, ἢ τί πράξεις πρὸς τὸ ἀκρότατον τῆς ἀρετῆς ἀφικόμενος;
7ΧΡΥΣΙΠΠΟΣ Περὶ τὰ πρῶτα κατὰ φύσιν τότε γενήσομαι, λέγω δὲ πλοῦτον, ὑγίειαν καὶ τὰ τοιαῦτα. πρότε‐
10ρον δὲ ἀνάγκη πολλὰ προπονῆσαι λεπτογράφοις
βιβλίοις παραθήγοντα τὴν ὄψιν καὶ σχόλια συν‐ αγείροντα καὶ σολοικισμῶν ἐμπιπλάμενον καὶ ἀτόπων ῥημάτων· καὶ τὸ κεφάλαιον, οὐ θέμις γενέσθαι σοφόν, ἢν μὴ τρὶς ἐφεξῆς τοῦ ἐλλεβόρου494
15πίῃς.
15ΑΓΟΡΑΣΤΗΣ Γενναῖά σου ταῦτα καὶ δεινῶς ἀνδρικά. τὸ δὲ Γνίφωνα εἶναι καὶ τοκογλύφον—καὶ γὰρ τάδε ὁρῶ σοι προσόντα—τί φῶμεν, ἀνδρὸς ἤδη πεπω‐ κότος τὸν ἐλλέβορον καὶ τελείου πρὸς ἀρετήν;
19ΧΡΥΣΙΠΠΟΣ
20 Ναί· μόνῳ γοῦν τὸ δανείζειν πρέποι ἂν τῷ σοφῷ· ἐπεὶ γὰρ ἴδιον αὐτοῦ συλλογίζεσθαι, τὸ δανεί‐ ζειν δὲ καὶ λογίζεσθαι τοὺς τόκους πλησίον εἶναι δοκεῖ τῷ συλλογίζεσθαι, μόνου ἂν εἴη τοῦ σπου‐ δαίου καθάπερ ἐκεῖνο καὶ τοῦτο, καὶ οὐ μόνον γε
25ἁπλοῦς, ὥσπερ οἱ ἄλλοι, τοὺς τόκους, ἀλλὰ καὶ τούτων ἑτέρους τόκους λαμβάνειν· ἢ γὰρ ἀγνοεῖς ὅτι τῶν τόκων οἱ μέν εἰσι πρῶτοί τινες, οἱ δὲ δεύτεροι, καθάπερ αὐτῶν ἐκείνων ἀπόγονοι; ὁρᾷς δὲ δὴ καὶ τὸν συλλογισμὸν ὁποῖά φησιν· εἰ τὸν
30πρῶτον τόκον λήψεται, λήψεται καὶ τὸν δεύτε‐ ρον· ἀλλὰ μὴν τὸν πρῶτον λήψεται, λήψεται ἄρα καὶ τὸν δεύτερον.
32ΑΓΟΡΑΣΤΗΣ
Vit Auct
.

24

Οὐκοῦν καὶ μισθῶν πέρι τὰ αὐτὰ φῶμεν, οὓς σὺ λαμβάνεις ἐπὶ τῇ σοφίᾳ παρὰ τῶν νέων, καὶ δῆλον ὅτι μόνος ὁ σπουδαῖος μισθὸν ἐπὶ τῇ ἀρετῇ
λήψεται;496
4ΧΡΥΣΙΠΠΟΣ
5 Μανθάνεις· οὐ γὰρ ἐμαυτοῦ ἕνεκα λαμβάνω, τοῦ δὲ διδόντος αὐτοῦ χάριν· ἐπεὶ γάρ ἐστιν ὁ μέν τις ἐκχύτης, ὁ δὲ περιεκτικός, ἐμαυτὸν μὲν ἀσκῶ εἶναι περιεκτικόν, τὸν δὲ μαθητὴν ἐκχύτην.
8ΑΓΟΡΑΣΤΗΣ Καὶ μὴν τοὐναντίον ἐχρῆν τὸν νέον μὲν εἶναι
10περιεκτικόν, σὲ δὲ τὸν μόνον πλούσιον ἐκχύτην.
10ΧΡΥΣΙΠΠΟΣ Σκώπτεις, ὦ οὗτος. ἀλλ’ ὅρα μή σε ἀποτοξεύσω τῷ ἀναποδείκτῳ συλλογισμῷ.
12ΑΓΟΡΑΣΤΗΣ Καὶ τί δεινὸν ἀπὸ τοῦ βέλους;
13ΧΡΥΣΙΠΠΟΣ Ἀπορία καὶ σιωπὴ καὶ διαστραφῆναι τὴν διά‐
Vit Auct
.

25

νοιαν. ὃ δὲ μέγιστον, ἢν ἐθέλω, τάχιστά σε ἀπο‐ δείξω λίθον.
2ΑΓΟΡΑΣΤΗΣ Πῶς λίθον; οὐ γὰρ Περσεὺς σύ, ὦ βέλτιστε, εἶναί μοι δοκεῖς.
4ΧΡΥΣΙΠΠΟΣ
5Ὧδέ πως· ὁ λίθος σῶμά ἐστι;
5ΑΓΟΡΑΣΤΗΣ Ναί.
6ΧΡΥΣΙΠΠΟΣ Τί δέ; τὸ ζῷον οὐ σῶμα;
7ΑΓΟΡΑΣΤΗΣ
Ναί.498
8ΧΡΥΣΙΠΠΟΣ Σὺ δὲ ζῷον;
9ΑΓΟΡΑΣΤΗΣ
10Ἔοικα γοῦν.
10ΧΡΥΣΙΠΠΟΣ Λίθος ἄρα εἶ σῶμα ὤν.
11ΑΓΟΡΑΣΤΗΣ Μηδαμῶς. ἀλλ’ ἀνάλυσόν με πρὸς τοῦ Διὸς καὶ ἐξ ὑπαρχῆς ποίησον ἄνθρωπον.
13ΧΡΥΣΙΠΠΟΣ Οὐ χαλεπόν· ἀλλ’ ἔμπαλιν ἴσθι ἄνθρωπος. εἰπὲ
15γάρ μοι, πᾶν σῶμα ζῷον;
15ΑΓΟΡΑΣΤΗΣ Οὔ.
16ΧΡΥΣΙΠΠΟΣ Τί δέ; λίθος ζῷον;
17ΑΓΟΡΑΣΤΗΣ Οὔ.
18ΧΡΥΣΙΠΠΟΣ Σὺ δὲ σῶμα εἶ;
19ΑΓΟΡΑΣΤΗΣ
20Ναί.
20ΧΡΥΣΙΠΠΟΣ Σῶμα δὲ ὢν ζῷον εἶ;
21ΑΓΟΡΑΣΤΗΣ Ναί.
22ΧΡΥΣΙΠΠΟΣ Οὐκ ἄρα λίθος εἶ ζῷόν γε ὤν.
23ΑΓΟΡΑΣΤΗΣ Εὖ γε ἐποίησας, ὡς ἤδη μου τὰ σκέλη καθάπερ
25τῆς Νιόβης ἀπεψύχετο καὶ πάγια ἦν. ἀλλὰ ὠνή‐
σομαί γε σέ. πόσον ὑπὲρ αὐτοῦ καταβαλῶ;500
26ΕΡΜΗΣ Μνᾶς δώδεκα.
27ΑΓΟΡΑΣΤΗΣ Λάμβανε.
28ΕΡΜΗΣ Μόνος δὲ αὐτὸν ἐώνησαι;
29ΑΓΟΡΑΣΤΗΣ
30Μὰ Δί’, ἀλλ’ οὗτοι πάντες οὓς ὁρᾷς.
30ΕΡΜΗΣ Πολλοί γε καὶ τοὺς ὤμους καρτεροὶ καὶ τοῦ θερίζοντος ἄξιοι.
32ΖΕΥΣ
Vit Auct
.

26

Μὴ διάτριβε· ἄλλον κάλει τὸν Περιπατητικόν.
1ΕΡΜΗΣ Σέ φημι, τὸν καλόν, τὸν πλούσιον. ἄγε δή, ὠνή‐ σασθε τὸν συνετώτατον, τὸν ἅπαντα ὅλως ἐπι‐ στάμενον.
4ΑΓΟΡΑΣΤΗΣ
5Ποῖος δέ τις ἐστί;
5ΕΡΜΗΣ Μέτριος, ἐπιεικής, ἁρμόδιος τῷ βίῳ, τὸ δὲ μέγι‐ στον, διπλοῦς.
7ΑΓΟΡΑΣΤΗΣ Πῶς λέγεις;
8ΕΡΜΗΣ Ἄλλος μὲν ὁ ἔκτοσθεν φαινόμενος, ἄλλος δὲ ὁ
10ἔντοσθεν εἶναι δοκεῖ· ὥστε ἢν πρίῃ αὐτόν, μέμνησο τὸν μὲν ἐξωτερικόν, τὸν δὲ ἐσωτερικὸν καλεῖν.
11ΑΓΟΡΑΣΤΗΣ
Τί δὲ γινώσκει μάλιστα;502
12ΕΡΜΗΣ Τρία εἶναι τὰ ἀγαθά, ἐν ψυχῇ, ἐν σώματι, ἐν τοῖς ἐκτός.
14ΑΓΟΡΑΣΤΗΣ
15Ἀνθρώπινα φρονεῖ. πόσου δέ ἐστιν;
15ΕΡΜΗΣ Εἴκοσι μνῶν.
16ΑΓΟΡΑΣΤΗΣ Πολλοῦ λέγεις.
17ΕΡΜΗΣ Οὔκ, ὦ μακάριε· καὶ γὰρ αὐτὸς ἔχειν τι ἀργύ‐ ριον δοκεῖ, ὥστε οὐκ ἂν φθάνοις ὠνούμενος. ἔτι
20δὲ εἴσῃ αὐτίκα μάλα παρ’ αὐτοῦ πόσον μὲν ὁ κώνωψ βιοῖ τὸν χρόνον, ἐφ’ ὁπόσον δὲ βάθος ἡ θάλαττα ὑπὸ τοῦ ἡλίου καταλάμπεται, καὶ ὁποία τίς ἐστιν ἡ ψυχὴ τῶν ὀστρείων.
23ΑΓΟΡΑΣΤΗΣ Ἡράκλεις τῆς ἀκριβολογίας.
24ΕΡΜΗΣ
25 Τί δὲ εἰ ἀκούσειας ἄλλα πολλῷ τούτων ὀξυδερ‐ κέστερα, γονῆς τε πέρι καὶ γενέσεως καὶ τῆς ἐν ταῖς μήτραις τῶν ἐμβρύων πλαστικῆς, καὶ ὡς ἄνθρωπος μὲν γελαστικόν, ὄνος δὲ οὐ γελαστικὸν οὐδὲ τεκταινόμενον οὐδὲ πλωϊζόμενον;
29ΑΓΟΡΑΣΤΗΣ
30 Πάνσεμνα φὴς καὶ ὀνησιφόρα τὰ μαθήματα, ὥστε ὠνοῦμαι αὐτὸν τῶν εἴκοσιν.
31ΕΡΜΗΣ
Vit Auct
.

27

Εἶεν.
1ΖΕΥΣ
Τίς λοιπὸς ἡμῖν;504
2ΕΡΜΗΣ Καταλείπεται ὁ Σκεπτικὸς οὗτος. σὺ ὁ Πυρ‐ ρίας πρόσιθι καὶ ἀποκηρύττου κατὰ τάχος. ἤδη
5μὲν ὑπορρέουσιν οἱ πολλοὶ καὶ ἐν ὀλίγοις ἡ πρᾶ‐ σις ἔσται. ὅμως δὲ τίς καὶ τοῦτον ὠνήσεται;
6ΑΓΟΡΑΣΤΗΣ Ἔγωγε. ἀλλὰ πρῶτον εἰπέ μοι, σὺ τί ἐπί‐ στασαι;
8ΠΥΡΡΩΝ Οὐδέν.
9ΑΓΟΡΑΣΤΗΣ
10Πῶς τοῦτο ἔφησθα;
10ΠΥΡΡΩΝ Ὅτι οὐδὲν ὅλως εἶναί μοι δοκεῖ.
11ΑΓΟΡΑΣΤΗΣ Οὐδὲ ἡμεῖς ἄρα ἐσμέν τινες;
12ΠΥΡΡΩΝ Οὐδὲ τοῦτο οἶδα.
13ΑΓΟΡΑΣΤΗΣ Οὐδὲ ὅτι σύ τις ὢν τυγχάνεις;
14ΠΥΡΡΩΝ
15Πολὺ μᾶλλον ἔτι τοῦτο ἀγνοῶ.
15ΑΓΟΡΑΣΤΗΣ Ὢ τῆς ἀπορίας. τί δέ σοι τὰ σταθμία ταυτὶ βούλεται;
17ΠΥΡΡΩΝ Ζυγοστατῶ ἐν αὐτοῖς τοὺς λόγους καὶ πρὸς τὸ
ἴσον ἀπευθύνω, καὶ ἐπειδὰν ἀκριβῶς ὁμοίους τε506
20καὶ ἰσοβαρεῖς ἴδω, τότε δὴ τότε ἀγνοῶ τὸν ἀλη‐ θέστερον.
21ΑΓΟΡΑΣΤΗΣ Τῶν ἄλλων δὲ τί ἂν πράττοις ἐμμελῶς;
22ΠΥΡΡΩΝ Τὰ πάντα πλὴν δραπέτην μεταδιώκειν.
23ΑΓΟΡΑΣΤΗΣ Τί δὲ τοῦτό σοι ἀδύνατον;
24ΠΥΡΡΩΝ
25Ὅτι, ὦγαθέ, οὐ καταλαμβάνω.
25ΑΓΟΡΑΣΤΗΣ Εἰκότως· βραδὺς γὰρ καὶ νωθής τις εἶναι δοκεῖς. ἀλλὰ τί σοι τὸ τέλος τῆς ἐπιστάσεως;
27ΠΥΡΡΩΝ Ἡ ἀμαθία καὶ τὸ μήτε ἀκούειν μήτε ὁρᾶν.
28ΑΓΟΡΑΣΤΗΣ Οὐκοῦν καὶ τὸ τυφλὸς ἅμα καὶ κωφὸς εἶναι
30λέγεις;
30ΠΥΡΡΩΝ Καὶ ἄκριτός γε προσέτι καὶ ἀναίσθητος καὶ ὅλως τοῦ σκώληκος οὐδὲν διαφέρων.
32ΑΓΟΡΑΣΤΗΣ Ὠνητέος εἶ διὰ ταῦτα. πόσου τοῦτον ἄξιον χρὴ φάναι;
34ΕΡΜΗΣ
35Μνᾶς Ἀττικῆς·
35ΑΓΟΡΑΣΤΗΣ
Λάμβανε. τί φής, ὦ οὗτος; ἐώνημαι σε;508
36ΠΥΡΡΩΝ Ἄδηλον.
37ΑΓΟΡΑΣΤΗΣ Μηδαμῶς· ἐώνημαι γὰρ καὶ τἀργύριον κατέ‐ βαλον.
39ΠΥΡΡΩΝ
40Ἐπέχω περὶ τούτου καὶ διασκέπτομαι.
40ΑΓΟΡΑΣΤΗΣ Καὶ μὴν ἀκολούθει μοι, καθάπερ χρὴ ἐμὸν οἰκέτην.
42ΠΥΡΡΩΝ Τίς οἶδεν εἰ ἀληθῆ ταῦτα φής;
43ΑΓΟΡΑΣΤΗΣ Ὁ κῆρυξ καὶ ἡ μνᾶ καὶ οἱ παρόντες.
44ΠΥΡΡΩΝ
45Πάρεισι γὰρ ἡμῖν τινες;
45ΑΓΟΡΑΣΤΗΣ Ἀλλ’ ἔγωγέ σε ἤδη ἐμβαλὼν ἐς τὸν μυλῶνα πείσω εἶναι δεσπότης κατὰ τὸν χείρω λόγον.
47ΠΥΡΡΩΝ Ἔπεχε περὶ τούτου.
48ΑΓΟΡΑΣΤΗΣ Μὰ Δί’, ἀλλ’ ἤδη γε ἀπεφηνάμην.
49ΕΡΜΗΣ
Vit Auct
.

27

(50)

Σὺ μὲν παῦσαι ἀντιτείνων καὶ ἀκολούθει τῷ πριαμένῳ, ὑμᾶς δὲ εἰς αὔριον παρακαλοῦμεν· ἀπο‐ κηρύξειν γὰρ τοὺς ἰδιώτας καὶ βαναύσους καὶ
ἀγοραίους βίους μέλλομεν.510