TLG 0062 023 :: LUCIANUS :: Charon sive contemplantes LUCIANUS Soph. Scholia: Cf. SCHOLIA IN LUCIANUM (5029) Charon sive contemplantes Citation: Section — (line) | ||
Cont.t | ΧΑΡΩΝ Η ΕΠΙΣΚΟΠΟΥΝΤΕΣ | |
Cont.1 | ΕΡΜΗΣ | |
1 | Τί γελᾷς, ὦ Χάρων; ἢ τί τὸ πορθμεῖον ἀπο‐ λιπὼν δεῦρο ἀνελήλυθας εἰς τὴν ἡμετέραν οὐ πάνυ εἰωθὼς ἐπιχωριάζειν τοῖς ἄνω πράγμασιν; | |
---|---|---|
3 | ΧΑΡΩΝ Ἐπεθύμησα, ὦ Ἑρμῆ, ἰδεῖν ὁποῖά ἐστι τὰ ἐν | |
5 | τῷ βίῳ καὶ ἃ πράττουσιν οἱ ἄνθρωποι ἐν αὐτῷ ἢ τίνων στερούμενοι πάντες οἰμώζουσι κατιόντες παρ’ ἡμᾶς· οὐδεὶς γὰρ αὐτῶν ἀδακρυτὶ διέπλευ‐ σεν. αἰτησάμενος οὖν παρὰ τοῦ Ἅιδου καὶ αὐτὸς ὥσπερ ὁ Θετταλὸς ἐκεῖνος νεανίσκος μίαν ἡμέραν | |
10 | λιπόνεως γενέσθαι ἀνελήλυθα ἐς τὸ φῶς, καί μοι δοκῶ εἰς δέον ἐντετυχηκέναι σοι· ξεναγήσεις γὰρ εὖ οἶδ’ ὅτι με συμπερινοστῶν καὶ δείξεις ἕκαστα ὡς ἂν εἰδὼς ἅπαντα. | |
13 | ΕΡΜΗΣ Οὐ σχολή μοι, ὦ πορθμεῦ· ἀπέρχομαι γάρ τι | |
15 | διακονησόμενος τῷ ἄνω Διὶ τῶν ἀνθρωπικῶν· ὁ δὲ ὀξύθυμός τέ ἐστι καὶ δέδια μὴ βραδύναντά με ὅλον ὑμέτερον ἐάσῃ εἶναι παραδοὺς τῷ ζόφῳ, ἢ ὅπερ τὸν Ἥφαιστον πρῴην ἐποίησε, ῥίψῃ κἀμὲ | |
τεταγὼν τοῦ ποδὸς ἀπὸ τοῦ θεσπεσίου βηλοῦ, ὡς | 396 | |
20 | ὑποσκάζων γέλωτα παρέχοιμι καὶ αὐτὸς οἰνο‐ χοῶν. | |
21 | ΧΑΡΩΝ Περιόψει οὖν με ἄλλως πλανώμενον ὑπὲρ γῆς, καὶ ταῦτα ἑταῖρος καὶ σύμπλους καὶ συνδιά‐ κτορος ὤν; καὶ μὴν καλῶς εἶχεν, ὦ Μαίας παῖ, | |
25 | ἐκείνων γοῦν σε μεμνῆσθαι, ὅτι μηδεπώποτέ σε ἢ ἀντλεῖν ἐκέλευσα ἢ πρόσκωπον εἶναι· ἀλλὰ σὺ μὲν ῥέγκεις ἐπὶ τοῦ καταστρώματος ἐκταθεὶς ὤμους οὕτω καρτεροὺς ἔχων, ἢ εἴ τινα λάλον νεκρὸν εὕροις, ἐκείνῳ παρ’ ὅλον τὸν πλοῦν διαλέγῃ· ἐγὼ | |
30 | δὲ πρεσβύτης ὢν τὴν δικωπίαν ἐρέττω μόνος. ἀλλὰ πρὸς τοῦ πατρός, ὦ φίλτατον Ἑρμάδιον, μὴ καταλίπῃς με, περιήγησαι δὲ τὰ ἐν τῷ βίῳ ἅπαντα, ὥς τι καὶ ἰδὼν ἐπανέλθοιμι· ὡς ἤν με σὺ ἀφῇς, οὐδὲν τῶν τυφλῶν διοίσω· καθάπερ γὰρ | |
35 | ἐκεῖνοι σφάλλονται καὶ διολισθάνουσιν ἐν τῷ σκότῳ, οὕτω δὴ κἀγώ σοι ἔμπαλιν ἀμβλυώττω πρὸς τὸ φῶς. ἀλλὰ δός, ὦ Κυλλήνιε, ἐς ἀεὶ μεμνησομένῳ τὴν χάριν. | |
38 | ΕΡΜΗΣ | |
Cont.2 | Τοῦτο τὸ πρᾶγμα πληγῶν αἴτιον καταστήσεταί μοι· ὁρῶ γοῦν ἤδη τὸν μισθὸν τῆς περιηγήσεως οὐκ ἀκόνδυλον παντάπασιν ἡμῖν ἐσόμενον. ὑπ‐ ουργητέον δὲ ὅμως· τί γὰρ ἂν καὶ πάθοι τις, ὁπότε | |
5 | φίλος τις ὢν βιάζοιτο; Πάντα μὲν οὖν σε ἰδεῖν καθ’ ἕκαστον ἀκριβῶς ἀμήχανόν ἐστιν, ὦ πορθμεῦ· πολλῶν γὰρ ἂν ἐτῶν ἡ διατριβὴ γένοιτο. εἶτα ἐμὲ μὲν κηρύττεσθαι | |
δεήσει καθάπερ ἀποδράντα ὑπὸ τοῦ Διός, σὲ δὲ | 398 | |
10 | καὶ αὐτὸν κωλύσει ἐνεργεῖν τὰ τοῦ Θανάτου ἔργα καὶ τὴν Πλούτωνος ἀρχὴν ζημιοῦν μὴ νεκραγω‐ γοῦντα πολλοῦ τοῦ χρόνου· κᾆτα ὁ τελώνης Αἰακὸς ἀγανακτήσει μηδ’ ὀβολὸν ἐμπολῶν. ὡς δὲ τὰ κεφά‐ λαια τῶν γιγνομένων ἴδοις, τοῦτο ἤδη σκεπτέον. | |
14 | ΧΑΡΩΝ | |
15 | Αὐτός, ὦ Ἑρμῆ, ἐπινόει τὸ βέλτιστον· ἐγὼ δὲ οὐδὲν οἶδα τῶν ὑπὲρ γῆς ξένος ὤν. | |
16 | ΕΡΜΗΣ Τὸ μὲν ὅλον, ὦ Χάρων, ὑψηλοῦ τινος ἡμῖν δεῖ χωρίου, ὡς ἀπ’ ἐκείνου πάντα κατίδοις· σοὶ δὲ εἰ μὲν ἐς τὸν οὐρανὸν ἀνελθεῖν δυνατὸν ἦν, οὐκ ἂν | |
20 | ἐκάμνομεν· ἐκ περιωπῆς γὰρ ἂν ἀκριβῶς ἅπαντα καθεώρας. ἐπεὶ δὲ οὐ θέμις εἰδώλοις ἀεὶ συνόντα ἐπιβατεύειν τῶν βασιλείων τοῦ Διός, ὥρα ἡμῖν ὑψηλόν τι ὄρος περισκοπεῖν. | |
23 | ΧΑΡΩΝ | |
Cont.3 | Οἶσθα, ὦ Ἑρμῆ, ἅπερ εἴωθα λέγειν ἐγὼ πρὸς ὑμᾶς, ἐπειδὰν πλέωμεν; ὁπόταν γὰρ τὸ πνεῦμα καταιγίσαν πλαγίᾳ τῇ ὀθόνῃ ἐμπέσῃ καὶ τὸ κῦμα ὑψηλὸν ἀρθῇ, τότε ὑμεῖς μὲν ὑπ’ ἀγνοίας κελεύετε | |
5 | τὴν ὀθόνην στεῖλαι ἢ ἐνδοῦναι ὀλίγον τοῦ ποδὸς ἢ συνεκδραμεῖν τῷ πνεύματι, ἐγὼ δὲ τὴν ἡσυχίαν ἄγειν παρακελεύομαι ὑμῖν· αὐτὸς γὰρ εἰδέναι τὸ βέλτιον. κατὰ ταὐτὰ δὴ καὶ σὺ πρᾶττε ὁπόσα καλῶς ἔχειν νομίζεις κυβερνήτης νῦν γε ὤν· ἐγὼ | |
10 | δέ, ὥσπερ ἐπιβάταις νόμος, σιωπῇ καθεδοῦμαι πάντα πειθόμενος κελεύοντί σοι. | |
11 | ΕΡΜΗΣ | |
Ὀρθῶς λέγεις· αὐτὸς γὰρ εἴσομαι τί ποιητέον καὶ ἐξευρήσω τὴν ἱκανὴν σκοπήν. ἆρ’ οὖν ὁ Καύ‐ κασος ἐπιτήδειος ἢ ὁ Παρνασσὸς ἢ ὑψηλότερος | 400 | |
15 | ἀμφοῖν ὁ Ὄλυμπος ἐκεινοσί; καίτοι οὐ φαῦλον ὃ ἀνεμνήσθην ἐς τὸν Ὄλυμπον ἀπιδών· συγκαμεῖν δέ τι καὶ ὑπουργῆσαι καὶ σὲ δεῖ. | |
17 | ΧΑΡΩΝ Πρόσταττε· ὑπουργήσω γὰρ ὅσα δυνατά. | |
18 | ΕΡΜΗΣ Ὅμηρος ὁ ποιητής φησι τοὺς Ἀλωέως υἱέας, δύο | |
20 | καὶ αὐτοὺς ὄντας, ἔτι παῖδας ἐθελῆσαί ποτε τὴν Ὄσσαν ἐκ βάθρων ἀνασπάσαντας ἐπιθεῖναι τῷ Ὀλύμπῳ, εἶτα τὸ Πήλιον ἐπ’ αὐτῇ, ἱκανὴν ταύ‐ την κλίμακα ἕξειν οἰομένους καὶ πρόσβασιν ἐπὶ τὸν οὐρανόν. ἐκείνω μὲν οὖν τὼ μειρακίω, ἀτα‐ | |
25 | σθάλω γὰρ ἤστην, δίκας ἐτισάτην· νὼ δὲ—οὐ γὰρ ἐπὶ κακῷ τῶν θεῶν ταῦτα βουλεύομεν—τί οὐχὶ οἰκοδομοῦμεν καὶ αὐτοὶ κατὰ τὰ αὐτὰ ἐπικυλιν‐ δοῦντες ἐπάλληλα τὰ ὄρη, ὡς ἔχοιμεν ἀφ’ ὑψηλο‐ τέρου ἀκριβεστέραν τὴν σκοπήν; | |
29 | ΧΑΡΩΝ | |
Cont.4 | Καὶ δυνησόμεθα, ὦ Ἑρμῆ, δύ’ ὄντες ἀναθέσθαι ἀράμενοι τὸ Πήλιον ἢ τὴν Ὄσσαν; | |
2 | ΕΡΜΗΣ Διὰ τί δ’ οὐκ ἄν, ὦ Χάρων; ἢ ἀξιοῖς ἡμᾶς ἀγεν‐ νεστέρους εἶναι τοῖν βρεφυλλίοιν ἐκείνοιν, καὶ | |
5 | ταῦτα θεοὺς ὑπάρχοντας; | |
5 | ΧΑΡΩΝ Οὔκ, ἀλλὰ τὸ πρᾶγμα δοκεῖ μοι ἀπίθανόν τινα | |
τὴν μεγαλουργίαν ἔχειν. | 402 | |
7 | ΕΡΜΗΣ Εἰκότως· ἰδιώτης γὰρ εἶ, ὦ Χάρων, καὶ ἥκιστα ποιητικός· ὁ δὲ γεννάδας Ὅμηρος ἀπὸ δυοῖν στί‐ | |
10 | χοιν αὐτίκα ἡμῖν ἀμβατὸν ἐποίησε τὸν οὐρανόν, οὕτω ῥᾳδίως συνθεὶς τὰ ὄρη. καὶ θαυμάζω εἴ σοι ταῦτα τεράστια εἶναι δοκεῖ τὸν Ἄτλαντα δηλαδὴ εἰδότι, ὃς τὸν πόλον αὐτὸν εἷς ὢν φέρει ἀνέχων ἡμᾶς ἅπαντας. ἀκούεις δέ γε ἴσως καὶ τοῦ ἀδελ‐ | |
15 | φοῦ τοῦ ἐμοῦ πέρι τοῦ Ἡρακλέους, ὡς διαδέξαιτό ποτε αὐτὸς ἐκεῖνος τὸν Ἄτλαντα, καὶ ἀναπαύσειε πρὸς ὀλίγον τοῦ ἄχθους ὑποθεὶς ἑαυτὸν τῷ φορτίῳ. | |
18 | ΧΑΡΩΝ Ἀκούω καὶ ταῦτα· εἰ δὲ ἀληθῆ ἔστιν, σὺ ἄν, ὦ | |
20 | Ἑρμῆ, καὶ οἱ ποιηταὶ εἰδείητε. | |
20 | ΕΡΜΗΣ Ἀληθέστατα, ὦ Χάρων. ἢ τίνος γὰρ ἕνεκα σοφοὶ ἄνδρες ἐψεύδοντο ἄν; ὥστε ἀναμοχλεύωμεν τὴν Ὄσσαν πρῶτον, ὥσπερ ἡμῖν ὑφηγεῖται τὸ ἔπος καὶ ὁ ἀρχιτέκτων Ὅμηρος, | |
25 | αὐτὰρ ἐπ’ Ὄσσῃ Πήλιον εἰνοσίφυλλον. ὁρᾷς ὅπως ῥᾳδίως ἅμα καὶ ποιητικῶς ἐξειργα‐ σάμεθα; φέρ’ οὖν ἀναβὰς ἴδω, εἰ καὶ ταῦτα ἱκανὰ | |
Cont.5 | ἢ ἐποικοδομεῖν ἔτι δεήσει. παπαῖ, κάτω ἔτι ἐσμὲν ἐν ὑπωρείᾳ τοῦ οὐρανοῦ· ἀπὸ μὲν γὰρ τῶν ἑῴων μόγις Ἰωνία καὶ Λυδία φαίνεται, ἀπὸ δὲ τῆς ἑσπέ‐ ρας οὐ πλέον Ἰταλίας καὶ Σικελίας, ἀπὸ δὲ τῶν | |
5 | ἀρκτῴων τὰ ἐπὶ τάδε τοῦ Ἴστρου μόνον, κἀκεῖθεν | |
ἡ Κρήτη οὐ πάνυ σαφῶς. μετακινητέα ἡμῖν, ὦ πορθμεῦ, καὶ ἡ Οἴτη, ὡς ἔοικεν, εἶτα ὁ Παρνασσὸς ἐπὶ πᾶσιν. | 404 | |
8 | ΧΑΡΩΝ Οὕτω ποιῶμεν. ὅρα μόνον μὴ λεπτότερον ἐξερ‐ | |
10 | γασώμεθα τὸ ἔργον ἀπομηκύναντες πέρα τοῦ πιθανοῦ, εἶτα συγκαταρριφέντες αὐτῷ πικρᾶς τῆς Ὁμήρου οἰκοδομικῆς πειραθῶμεν συντριβέντες τῶν κρανίων. | |
13 | ΕΡΜΗΣ Θάρρει· ἀσφαλῶς γὰρ ἕξει ἅπαντα. μετατίθει | |
15 | τὴν Οἴτην· ἐπικυλινδείσθω ὁ Παρνασσός. ἰδοὺ δή, ἐπάνειμι αὖθις· εὖ ἔχει· πάντα ὁρῶ· ἀνάβαινε ἤδη καὶ σύ. | |
17 | ΧΑΡΩΝ Ὄρεξον, ὦ Ἑρμῆ, τὴν χεῖρα· οὐ γὰρ ἐπὶ μικράν με ταύτην μηχανὴν ἀναβιβάζεις. | |
19 | ΕΡΜΗΣ | |
20 | Εἴ γε καὶ ἰδεῖν ἐθέλεις, ὦ Χάρων, ἅπαντα· οὐκ ἔνι δὲ ἄμφω καὶ ἀσφαλῆ καὶ φιλοθεάμονα εἶναι. ἀλλ’ ἔχου μου τῆς δεξιᾶς καὶ φείδου μὴ κατὰ τοῦ ὀλισθηροῦ πατεῖν. εὖ γε, ἀνελήλυθας καὶ σύ· καὶ ἐπείπερ δικόρυμβος ὁ Παρνασσός ἐστι, μίαν | |
25 | ἑκάτερος ἄκραν ἀπολαβόμενοι καθεζώμεθα· σὺ δέ μοι ἤδη ἐν κύκλῳ περιβλέπων ἐπισκόπει ἅπαντα. | |
27 | ΧΑΡΩΝ | |
Cont.6 | Ὁρῶ γῆν πολλὴν καὶ λίμνην τινὰ μεγάλην περιρρέουσαν καὶ ὄρη καὶ ποταμοὺς τοῦ Κωκυτοῦ καὶ Πυριφλεγέθοντος μείζονας καὶ ἀνθρώπους πάνυ σμικροὺς καί τινας φωλεοὺς αὐτῶν. | |
4 | ΕΡΜΗΣ | |
5 | Πόλεις ἐκεῖναί εἰσιν οὓς φωλεοὺς εἶναι νομίζεις. | 406 |
5 | ΧΑΡΩΝ Οἶσθα οὖν, ὦ Ἑρμῆ, ὡς οὐδὲν ἡμῖν πέπρακται, ἀλλὰ μάτην τὸν Παρνασσὸν αὐτῇ Κασταλίᾳ καὶ τὴν Οἴτην καὶ τὰ ἄλλα ὄρη μετεκινήσαμεν; | |
8 | ΕΡΜΗΣ Ὅτι τί; | |
9 | ΧΑΡΩΝ | |
10 | Οὐδὲν ἀκριβὲς ἐγὼ γοῦν ἀπὸ τοῦ ὑψηλοῦ ὁρῶ· ἐδεόμην δὲ οὐ πόλεις καὶ ὄρη αὐτὸ μόνον ὥσπερ ἐν γραφαῖς ὁρᾶν, ἀλλὰ τοὺς ἀνθρώπους αὐτοὺς καὶ ἃ πράττουσι καὶ οἷα λέγουσιν. ὥσπερ ὅτε με τὸ πρῶτον ἐντυχὼν εἶδες γελῶντα καὶ ἤρου γε ὅ τι | |
15 | γελῴην, ἀκούσας τινὸς ἥσθην εἰς ὑπερβολήν. | |
15 | ΕΡΜΗΣ Τί δὲ τοῦτο ἦν; | |
16 | ΧΑΡΩΝ Ἐπὶ δεῖπνον, οἶμαι, κληθείς τις ὑπό τινος τῶν φίλων ἐς τὴν ὑστεραίαν, “Μάλιστα ἥξω,” ἔφη, καὶ μεταξὺ λέγοντος ἀπὸ τοῦ τέγους κεραμὶς | |
20 | ἐμπεσοῦσα οὐκ οἶδ’ ὅτου κινήσαντος ἀπέκτεινεν αὐτόν. ἐγέλασα οὖν οὐκ ἐπιτελέσαντος τὴν ὑπόσχεσιν. ἔοικα δὲ καὶ νῦν ὑποκαταβήσεσθαι, ὡς μᾶλλον βλέποιμι καὶ ἀκούοιμι. | |
23 | ΕΡΜΗΣ | |
Cont.7 | Ἔχ’ ἀτρέμα· καὶ τοῦτο γὰρ ἐγὼ ἰάσομαί σοι καὶ ὀξυδερκέστατον ἐν βραχεῖ σε ἀποφανῶ παρ’ Ὁμήρου τινὰ καὶ πρὸς τοῦτο ἐπῳδὴν λαβών, κἀπειδὰν εἴπω τὰ ἔπη, μέμνησο μηκέτι ἀμβλυ‐ | |
5 | ώττειν, ἀλλὰ σαφῶς πάντα ὁρᾶν. | 408 |
5 | ΧΑΡΩΝ Λέγε μόνον. | |
6 | ΕΡΜΗΣ Ἀχλὺν δ’ αὖ τοι ἀπ’ ὀφθαλμῶν ἕλον, ἣ πρὶν ἐπῆεν, ὄφρ’ εὖ γινώσκοις ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα. τί ἐστιν; ἤδη ὁρᾷς; | |
10 | ΧΑΡΩΝ Ὑπερφυῶς γε· τυφλὸς ὁ Λυγκεὺς ἐκεῖνος ὡς πρὸς ἐμέ· ὥστε σὺ τὸ ἐπὶ τούτῳ προσδίδασκέ με καὶ ἀποκρίνου ἐρωτῶντι. ἀλλὰ βούλει κατὰ τὸν Ὅμηρον κἀγὼ ἔρωμαί σε, ὡς μάθῃς οὐδ’ | |
15 | αὐτὸν ἀμελέτητον ὄντα με τῶν Ὁμήρου; | |
15 | ΕΡΜΗΣ Καὶ πόθεν σὺ ἔχεις τι τῶν ἐκείνου εἰδέναι, ναύτης ἀεὶ καὶ πρόσκωπος ὤν; | |
17 | ΧΑΡΩΝ Ὁρᾷς, ὀνειδιστικὸν τοῦτο εἰς τὴν τέχνην. ἐγὼ δὲ ὁπότε διεπόρθμευον αὐτὸν ἀποθανόντα, πολλὰ | |
20 | ῥαψῳδοῦντος ἀκούσας ἐνίων ἔτι μέμνημαι· καίτοι χειμὼν ἡμᾶς οὐ μικρὸς τότε κατελάμβανεν. ἐπεὶ γὰρ ἤρξατο ᾄδειν οὐ πάνυ αἴσιόν τινα ᾠδὴν τοῖς πλέουσιν, ὡς ὁ Ποσειδῶν συνήγαγε τὰς νεφέλας καὶ ἐτάραξε τὸν πόντον ὥσπερ τορύνην τινὰ | |
25 | ἐμβαλὼν τὴν τρίαιναν καὶ πάσας τὰς θυέλλας ὠρόθυνε καὶ ἄλλα πολλά, κυκῶν τὴν θάλατταν ὑπὸ τῶν ἐπῶν, χειμὼν ἄφνω καὶ γνόφος ἐμπεσὼν ὀλίγου δεῖν περιέτρεψεν ἡμῖν τὴν ναῦν· ὅτε περ καὶ ναυτιάσας ἐκεῖνος ἀπήμεσε τῶν ῥαψῳδιῶν | |
30 | τὰς πολλὰς αὐτῇ Σκύλλῃ καὶ Χαρύβδει καὶ Κύκλωπι. οὐ χαλεπὸν οὖν ἦν ἐκ τοσούτου ἐμέτου | 410 |
Cont.8 | ὀλίγα γοῦν διαφυλάττειν. εἰπὲ γάρ μοι· τίς τ’ ἄρ’ ὅδ’ ἐστὶ πάχιστος ἀνὴρ ἠΰς τε μέγας τε, ἔξοχος ἀνθρώπων κεφαλὴν καὶ εὐρέας ὤμους; ΕΡΜΗΣ | |
5 | Μίλων οὗτος ὁ ἐκ Κρότωνος ἀθλητής. ἐπι‐ κροτοῦσι δ’ αὐτῷ οἱ Ἕλληνες, ὅτι τὸν ταῦρον ἀράμενος φέρει διὰ τοῦ σταδίου μέσου. | |
7 | ΧΑΡΩΝ Καὶ πόσῳ δικαιότερον ἂν ἐμέ, ὦ Ἑρμῆ, ἐπαι‐ νοῖεν, ὃς αὐτόν σοι τὸν Μίλωνα μετ’ ὀλίγοι | |
10 | συλλαβὼν ἐνθήσομαι ἐς τὸ σκαφίδιον, ὁπόται ἥκῃ πρὸς ἡμᾶς ὑπὸ τοῦ ἀμαχωτάτου τῶν ἀνταγω‐ νιστῶν καταπαλαισθεὶς τοῦ Θανάτου, μηδὲ συνεὶς ὅπως αὐτὸν ὑποσκελίζει; κᾆτα οἰμώξεται ἡμῖν δηλαδὴ μεμνημένος τῶν στεφάνων τούτων καὶ | |
15 | τοῦ κρότου· νῦν δὲ μέγα φρονεῖ θαυμαζόμενος ἐπὶ τῇ τοῦ ταύρου φορᾷ. τί δ’ οὖν; οἰηθῶμεν ἄρα ἐλπίζειν αὐτὸν καὶ τεθνήξεσθαί ποτε; | |
17 | ΕΡΜΗΣ Πόθεν ἐκεῖνος θανάτου νῦν μνημονεύσειεν ἂν ἐν ἀκμῇ τοσαύτῃ; | |
19 | ΧΑΡΩΝ | |
20 | Ἔα τοῦτον οὐκ εἰς μακρὰν γέλωτα ἡμῖν παρέ‐ ξοντα ὁπόταν πλέῃ, μηδ’ ἐμπίδα οὐχ ὅπως ταῦρον | 412 |
Cont.9 | ἔτι ἄρασθαι δυνάμενος. σὺ δέ μοι ἐκεῖνο εἰπέ, τίς τ’ ἄρ’ ὅδ’ ἄλλος ὁ σεμνὸς ἀνήρ; οὐχ Ἕλλην, ὡς ἔοικεν, ἀπὸ γοῦν τῆς στολῆς. | |
3 | ΕΡΜΗΣ Κῦρος, ὦ Χάρων, ὁ Καμβύσου, ὃς τὴν ἀρχὴν | |
5 | πάλαι Μήδων ἐχόντων νῦν Περσῶν ἤδη ἐποίησεν εἶναι· καὶ Ἀσσυρίων δ’ ἔναγχος οὗτος ἐκράτησε καὶ Βαβυλῶνα παρεστήσατο καὶ νῦν ἐλασείοντι ἐπὶ Λυδίαν ἔοικεν, ὡς καθελὼν τὸν Κροῖσον ἄρχοι ἁπάντων. | |
9 | ΧΑΡΩΝ | |
10 | Ὁ Κροῖσος δὲ ποῦ ποτε κἀκεῖνός ἐστιν; | |
10 | ΕΡΜΗΣ Ἐκεῖσε ἀπόβλεψον ἐς τὴν μεγάλην ἀκρόπολιν, τὴν τὸ τριπλοῦν τεῖχος· Σάρδεις ἐκεῖναι, καὶ τὸν Κροῖσον αὐτὸν ὁρᾷς ἤδη ἐπὶ κλίνης χρυσῆς καθήμενον, Σόλωνι τῷ Ἀθηναίῳ διαλεγόμενον. | |
15 | βούλει ἀκούσωμεν αὐτῶν ὅ τι καὶ λέγουσι; | |
15 | ΧΑΡΩΝ Πάνυ μὲν οὖν. | |
16 | ΚΡΟΙΣΟΣ | |
Cont.10 | Ὦ ξένε Ἀθηναῖε, εἶδες γάρ μου τὸν πλοῦτον καὶ τοὺς θησαυροὺς καὶ ὅσος ἄσημος χρυσός ἐστιν ἡμῖν καὶ τὴν ἄλλην πολυτέλειαν, εἰπέ μοι, τίνα ἡγῇ τῶν ἁπάντων ἀνθρώπων εὐδαι‐ | |
5 | μονέστατον εἶναι. | |
5 | ΧΑΡΩΝ | |
Τί ἄρα ὁ Σόλων ἐρεῖ; | 414 | |
6 | ΕΡΜΗΣ Θάρρει· οὐδὲν ἀγεννές, ὦ Χάρων. | |
7 | ΣΟΛΩΝ Ὦ Κροῖσε, ὀλίγοι μὲν οἱ εὐδαίμονες· ἐγὼ δὲ ὧν οἶδα Κλέοβιν καὶ Βίτωνα ἡγοῦμαι εὐδαι‐ | |
10 | μονεστάτους γενέσθαι, τοὺς τῆς ἱερείας παῖδας τῆς Ἀργόθεν, τοὺς ἅμα πρῴην ἀποθανόντας, ἐπεὶ τὴν μητέρα ὑποδύντες εἵλκυσαν ἐπὶ τῆς ἀπήνης ἄχρι πρὸς τὸ ἱερόν. | |
13 | ΚΡΟΙΣΟΣ Ἔστω· ἐχέτωσαν ἐκεῖνοι τὰ πρῶτα τῆς εὐ‐ | |
15 | δαιμονίας. ὁ δεύτερος δὲ τίς ἂν εἴη; | |
15 | ΣΟΛΩΝ Τέλλος ὁ Ἀθηναῖος, ὃς εὖ τ’ ἐβίω καὶ ἀπέθανεν ὑπὲρ τῆς πατρίδος. | |
17 | ΚΡΟΙΣΟΣ Ἐγὼ δέ, ὦ κάθαρμα, οὔ σοι δοκῶ εὐδαίμων εἶναι; | |
19 | ΣΟΛΩΝ | |
20 | Οὐδέπω οἶδα, ὦ Κροῖσε, ἢν μὴ πρὸς τὸ τέλος ἀφίκῃ τοῦ βίου· ὁ γὰρ θάνατος ἀκριβὴς ἔλεγχος τῶν τοιούτων καὶ τὸ ἄχρι πρὸς τὸ τέρμα εὐδαι‐ μόνως διαβιῶναι. | |
23 | ΧΑΡΩΝ Κάλλιστα, ὦ Σόλων, ὅτι ἡμῶν οὐκ ἐπιλέλησαι, | |
25 | ἀλλὰ παρὰ τὸ πορθμεῖον αὐτὸ ἀξιοῖς γίγνεσθαι | |
Cont.11 | τὴν περὶ τῶν τοιούτων κρίσιν. ἀλλὰ τίνας ἐκείνους ὁ Κροῖσος ἐκπέμπει ἢ τί ἐπὶ τῶν ὤμων | |
φέρουσι; | 416 | |
3 | ΕΡΜΗΣ Πλίνθους τῷ Πυθίῳ χρυσᾶς ἀνατίθησι μισθὸν | |
5 | τῶν χρησμῶν ὑφ’ ὧν καὶ ἀπολεῖται μικρὸν ὕστερον· φιλόμαντις δὲ ἁνὴρ ἐκτόπως. | |
6 | ΧΑΡΩΝ Ἐκεῖνο γάρ ἐστιν ὁ χρυσός, τὸ λαμπρὸν ὃ ἀποστίλβει, τὸ ὕπωχρον μετ’ ἐρυθήματος; νῦν γὰρ πρῶτον εἶδον, ἀκούων ἀεί. | |
9 | ΕΡΜΗΣ | |
10 | Ἐκεῖνο, ὦ Χάρων, τὸ ἀοίδιμον ὄνομα καὶ περιμάχητον. | |
11 | ΧΑΡΩΝ Καὶ μὴν οὐχ ὁρῶ ὅ τι τὸ ἀγαθὸν αὐτῷ πρόσ‐ εστιν, εἰ μὴ ἄρα ἕν τι μόνον, ὅτι βαρύνονται οἱ φέροντες αὐτό. | |
14 | ΕΡΜΗΣ | |
15 | Οὐ γὰρ οἶσθα ὅσοι πόλεμοι διὰ τοῦτο καὶ ἐπι‐ βουλαὶ καὶ λῃστήρια καὶ ἐπιορκίαι καὶ φόνοι καὶ δεσμὰ καὶ ἐμπορίαι καὶ δουλεῖαι; | |
17 | ΧΑΡΩΝ Διὰ τοῦτο, ὦ Ἑρμῆ, τὸ μὴ πολὺ τοῦ χαλκοῦ διαφέρον; οἶδα γὰρ τὸν χαλκόν, ὀβολόν, ὡς οἶσθα, | |
20 | παρὰ τῶν καταπλεόντων ἑκάστου ἐκλέγων. | |
20 | ΕΡΜΗΣ Ναί· ἀλλὰ ὁ χαλκὸς μὲν πολύς, ὥστε οὐ πάνυ σπουδάζεται ὑπ’ αὐτῶν· τοῦτον δὲ ὀλίγον ἐκ πολλοῦ τοῦ βάθους οἱ μεταλλεύοντες ἀνορύτ‐ τουσι· πλὴν ἀλλὰ ἐκ τῆς γῆς καὶ οὗτος ὥσπερ | |
25 | ὁ μόλυβδος καὶ τὰ ἄλλα. | 418 |
25 | ΧΑΡΩΝ Δεινήν τινα λέγεις τῶν ἀνθρώπων τὴν ἀβελ‐ τερίαν, οἳ τοσοῦτον ἔρωτα ἐρῶσιν ὠχροῦ καὶ βαρέος κτήματος. | |
28 | ΕΡΜΗΣ Ἀλλὰ οὐ Σόλων γε ἐκεῖνος, ὦ Χάρων, ἐρᾶν | |
30 | αὐτοῦ φαίνεται, ὅς, ὡς ὁρᾷς, καταγελᾷ τοῦ Κροίσου καὶ τῆς μεγαλαυχίας τοῦ βαρβάρου, καί μοι δοκεῖν ἐρέσθαι τι βούλεται αὐτόν· ἐπακού‐ σωμεν οὖν. | |
33 | ΣΟΛΩΝ | |
Cont.12 | Εἰπέ μοι, ὦ Κροῖσε, οἴει γάρ τι δεῖσθαι τῶν πλίνθων τούτων τὸν Πύθιον; | |
2 | ΚΡΟΙΣΟΣ Νὴ Δί’· οὐ γάρ ἐστιν αὐτῷ ἐν Δελφοῖς ἀνάθημα οὐδὲν τοιοῦτον. | |
4 | ΣΟΛΩΝ | |
5 | Οὐκοῦν μακάριον οἴει τὸν θεὸν ἀποφανεῖν, εἰ κτήσαιτο σὺν τοῖς ἄλλοις καὶ πλίνθους χρυσᾶς; | |
6 | ΚΡΟΙΣΟΣ Πῶς γὰρ οὔ; | |
7 | ΣΟΛΩΝ Πολλήν μοι λέγεις, ὦ Κροῖσε, πενίαν ἐν τῷ οὐρανῷ, εἰ ἐκ Λυδίας μεταστέλλεσθαι τὸ χρυσίον | |
10 | δεήσει αὐτούς, ἢν ἐπιθυμήσωσι. | |
10 | ΚΡΟΙΣΟΣ Ποῦ γὰρ τοσοῦτος ἂν γίνοιτο χρυσὸς ὅσος παρ’ ἡμῖν; | |
12 | ΣΟΛΩΝ Εἰπέ μοι, σίδηρος δὲ φύεται ἐν Λυδίᾳ; | |
13 | ΚΡΟΙΣΟΣ | |
Οὐ πάνυ τι. | 420 | |
14 | ΣΟΛΩΝ | |
15 | Τοῦ βελτίονος ἄρα ἐνδεεῖς ἐστε. | |
15 | ΚΡΟΙΣΟΣ Πῶς ἀμείνων ὁ σίδηρος χρυσίου; | |
16 | ΣΟΛΩΝ Ἢν ἀποκρίνῃ μηδὲν ἀγανακτῶν, μάθοις ἄν. | |
17 | ΚΡΟΙΣΟΣ Ἐρώτα, ὦ Σόλων. | |
18 | ΣΟΛΩΝ Πότεροι ἀμείνους, οἱ σώζοντές τινας ἢ οἱ σω‐ | |
20 | ζόμενοι πρὸς αὐτῶν; | |
20 | ΚΡΟΙΣΟΣ Οἱ σώζοντες δηλαδή. | |
21 | ΣΟΛΩΝ Ἆρ’ οὖν, ἢν Κῦρος, ὡς λογοποιοῦσι τινες, ἐπίῃ Λυδοῖς, χρυσᾶς μαχαίρας σὺ ποιήσῃ τῷ στρατῷ, ἢ ὁ σίδηρος ἀναγκαῖος τότε; | |
24 | ΚΡΟΙΣΟΣ | |
25 | Ὁ σίδηρος δῆλον ὅτι. | |
25 | ΣΟΛΩΝ Καὶ εἴ γε τοῦτον μὴ παρασκευάσαιο, οἴχοιτο ἄν σοι ὁ χρυσὸς ἐς Πέρσας αἰχμάλωτος. | |
27 | ΚΡΟΙΣΟΣ Εὐφήμει, ἄνθρωπε. | |
28 | ΣΟΛΩΝ Μὴ γένοιτο μὲν οὕτω ταῦτα· φαίνῃ δ’ οὖν | |
30 | ἀμείνω τοῦ χρυσοῦ τὸν σίδηρον ὁμολογῶν. | |
30 | ΚΡΟΙΣΟΣ Οὐκοῦν καὶ τῷ θεῷ σιδηρᾶς πλίνθους κελεύεις ἀνατιθέναι με, τὸν δὲ χρυσὸν ὀπίσω αὖθις ἀνα‐ | |
καλεῖν; | 422 | |
33 | ΣΟΛΩΝ Οὐδὲ σιδήρου ἐκεῖνός γε δεήσεται, ἀλλ’ ἤν τε | |
35 | χαλκὸν ἤν τε χρυσὸν ἀναθῇς, ἄλλοις μέν ποτε κτῆμα καὶ ἕρμαιον ἔσῃ ἀνατεθεικώς, Φωκεῦσιν ἢ Βοιωτοῖς ἢ Δελφοῖς αὐτοῖς ἤ τινι τυράννῳ ἢ λῃστῇ, τῷ δὲ θεῷ ὀλίγον μέλει τῶν σῶν χρυ‐ σοποιιῶν. | |
39 | ΚΡΟΙΣΟΣ | |
40 | Ἀεὶ σύ μου τῷ πλούτῳ προσπολεμεῖς καὶ φθονεῖς. | |
41 | ΕΡΜΗΣ | |
Cont.13 | Οὐ φέρει ὁ Λυδός, ὦ Χάρων, τὴν παρρησίαν καὶ τὴν ἀλήθειαν τῶν λόγων, ἀλλὰ ξένον αὐτῷ δοκεῖ τὸ πρᾶγμα, πένης ἄνθρωπος οὐχ ὑπο‐ πτήσσων, τὸ δὲ παριστάμενον ἐλευθέρως λέγων. | |
5 | μεμνήσεται δ’ οὖν μικρὸν ὕστερον τοῦ Σόλωνος, ὅταν αὐτὸν δέῃ ἁλόντα ἐπὶ τὴν πυρὰν ὑπὸ τοῦ Κύρου ἀναχθῆναι· ἤκουσα γὰρ τῆς Κλωθοῦς πρῴην ἀναγινωσκούσης τὰ ἑκάστῳ ἐπικεκλω‐ σμένα, ἐν οἷς καὶ ταῦτα ἐγέγραπτο, Κροῖσον μὲν | |
10 | ἁλῶναι ὑπὸ Κύρου, Κῦρον δὲ αὐτὸν ὑπ’ ἐκεινησὶ τῆς Μασσαγέτιδος ἀποθανεῖν. ὁρᾷς τὴν Σκυθίδα, τὴν ἐπὶ τοῦ ἵππου τούτου τοῦ λευκοῦ ἐξελαύνου‐ σαν; | |
13 | ΧΑΡΩΝ Νὴ Δία. | |
14 | ΕΡΜΗΣ | |
15 | Τόμυρις ἐκείνη ἐστί, καὶ τὴν κεφαλήν γε ἀπο‐ τεμοῦσα τοῦ Κύρου αὕτη ἐς ἀσκὸν ἐμβαλεῖ πλήρη αἵματος. ὁρᾷς δὲ καὶ τὸν υἱὸν αὐτοῦ τὸν νεανίσκον; Καμβύσης ἐκεῖνός ἐστιν· οὗτος βασι‐ | |
λεύσει μετὰ τὸν πατέρα καὶ μυρία σφαλεὶς ἔν | 424 | |
20 | τε Λιβύῃ καὶ Αἰθιοπίᾳ τὸ τελευταῖον μανεὶς ἀπο‐ θανεῖται ἀποκτείνας τὸν Ἆπιν. | |
21 | ΧΑΡΩΝ Ὢ πολλοῦ γέλωτος. ἀλλὰ νῦν τίς ἂν αὐτοὺς προσβλέψειεν οὕτως ὑπερφρονοῦντας τῶν ἄλλων; ἢ τίς ἂν πιστεύσειεν ὡς μετ’ ὀλίγον οὗτος μὲν | |
25 | αἰχμάλωτος ἔσται, οὗτος δὲ τὴν κεφαλὴν ἕξει ἐν | |
Cont.14 | ἀσκῷ αἵματος; ἐκεῖνος δὲ τίς ἐστιν, ὦ Ἑρμῆ, ὁ τὴν πορφυρᾶν ἐφεστρίδα ἐμπεπορπημένος, ὁ τὸ διάδημα, ᾧ τὸν δακτύλιον ὁ μάγειρος ἀναδίδωσι τὸν ἰχθὺν ἀνατεμών, | |
5 | νήσῳ ἐν ἀμφιρύτῃ; βασιλεὺς δέ τις εὔχεται εἶναι. | |
5 | ΕΡΜΗΣ Εὖ γε παρῳδεῖς, ὦ Χάρων. ἀλλὰ Πολυκράτην ὁρᾷς τὸν Σαμίων τύραννον πανευδαίμονα ἡγού‐ μενον εἶναι· ἀτὰρ καὶ οὗτος αὐτὸς ὑπὸ τοῦ παρε‐ στῶτος οἰκέτου Μαιανδρίου προδοθεὶς Ὀροίτῃ τῷ | |
10 | σατράπῃ ἀνασκολοπισθήσεται ἅθλιος ἐκπεσὼν τῆς εὐδαιμονίας ἐν ἀκαρεῖ τοῦ χρόνου· καὶ ταῦτα γὰρ τῆς Κλωθοῦς ἐπήκουσα. | |
12 | ΧΑΡΩΝ Ἄγαμαι Κλωθοῦς γεννικῆς· καῖε αὐτούς, ὦ βελτίστη, καὶ τὰς κεφαλὰς ἀπότεμνε καὶ ἀνα‐ | |
15 | σκολόπιζε, ὡς εἰδῶσιν ἄνθρωποι ὄντες· ἐν το‐ σούτῳ δὲ ἐπαιρέσθων ὡς ἂν ἀφ’ ὑψηλοτέρου ἀλγεινότερον καταπεσούμενοι. ἐγὼ δὲ γελάσομαι τότε γνωρίσας αὐτῶν ἕκαστον γυμνὸν ἐν τῷ σκαφιδίῳ μήτε τὴν πορφυρίδα μήτε τιάραν ἢ | |
20 | κλίνην χρυσῆν κομίζοντας. | 426 |
20 | ΕΡΜΗΣ | |
Cont.15 | Καὶ τὰ μὲν τούτων ὧδε ἕξει. τὴν δὲ πληθὺν ὁρᾷς, ὦ Χάρων, τοὺς πλέοντας αὐτῶν, τοὺς πολε‐ μοῦντας, τοὺς δικαζομένους, τοὺς γεωργοῦντας, τοὺς δανείζοντας, τοὺς προσαιτοῦντας; | |
4 | ΧΑΡΩΝ | |
5 | Ὁρῶ ποικίλην τινὰ τὴν διατριβὴν καὶ μεστὸν ταραχῆς τὸν βίον καὶ τὰς πόλεις γε αὐτῶν ἐοικυίας τοῖς σμήνεσιν, ἐν οἷς ἅπας μὲν ἴδιόν τι κέντρον ἔχει καὶ τὸν πλησίον κεντεῖ, ὀλίγοι δέ τινες ὥσπερ σφῆκες ἄγουσι καὶ φέρουσι τὸ | |
10 | ὑποδεέστερον. ὁ δὲ περιπετόμενος αὐτοὺς ἐκ τἀφανοῦς οὗτος ὄχλος τίνες εἰσίν; | |
11 | ΕΡΜΗΣ Ἐλπίδες, ὦ Χάρων, καὶ δείματα καὶ ἄγνοιαι καὶ ἡδοναὶ καὶ φιλαργυρίαι καὶ ὀργαὶ καὶ μίση καὶ τὰ τοιαῦτα. τούτων δὲ ἡ ἄγνοια μὲν κάτω συνανα‐ | |
15 | μέμικται αὐτοῖς καὶ συμπολιτεύεται, καὶ νὴ Δία καὶ τὸ μῖσος καὶ ὀργὴ καὶ ζηλοτυπία καὶ ἀμαθία καὶ ἀπορία καὶ φιλαργυρία, ὁ φόβος δὲ καὶ αἱ ἐλπίδες ὑπεράνω πετόμενοι ὁ μὲν ἐμπίπτων ἐκ‐ πλήττει ἐνίοτε καὶ ὑποπτήσσειν ποιεῖ, αἱ δ’ | |
20 | ἐλπίδες ὑπὲρ κεφαλῆς αἰωρούμεναι, ὁπόταν μάλιστα οἴηταί τις ἐπιλήψεσθαι αὐτῶν, ἀναπτά‐ μεναι οἴχονται κεχηνότας αὐτοὺς ἀπολιποῦσαι, ὅπερ καὶ τὸν Τάνταλον κάτω πάσχοντα ὁρᾷς ὑπὸ | |
Cont.16 | τοῦ ὕδατος. ἢν δὲ ἀτενίσῃς, κατόψει καὶ τὰς Μοίρας ἄνω ἐπικλωθούσας ἑκάστῳ τὸν ἄτρακτον, ἀφ’ οὗ ἠρτῆσθαι συμβέβηκεν ἅπαντας ἐκ λεπτῶν νημάτων. ὁρᾷς καθάπερ ἀράχνιά τινα κατα‐ | |
5 | βαίνοντα ἐφ’ ἕκαστον ἀπὸ τῶν ἀτράκτων; | 428 |
5 | ΧΑΡΩΝ Ὁρῶ πάνυ λεπτὸν ἑκάστῳ νῆμα, ἐπιπεπλεγμέ‐ νον γε τὰ πολλά, τοῦτο μὲν ἐκείνῳ, ἐκεῖνο δὲ ἄλλῳ. | |
8 | ΕΡΜΗΣ Εἰκότως, ὦ πορθμεῦ· εἵμαρται γὰρ ἐκείνῳ μὲν | |
10 | ὑπὸ τούτου φονευθῆναι, τούτῳ δὲ ὑπ’ ἄλλου, καὶ κληρονομῆσαί γε τοῦτον μὲν ἐκείνου, ὅτου ἂν ᾖ μικρότερον τὸ νῆμα, ἐκεῖνον δὲ αὖ τούτου· τοιόνδε γάρ τι ἡ ἐπιπλοκὴ δηλοῖ. ὁρᾷς δ’ οὖν ἀπὸ λεπτοῦ κρεμαμένους ἅπαντας· καὶ οὗτος μὲν ἀνασπασθεὶς | |
15 | ἄνω μετέωρός ἐστι καὶ μετὰ μικρὸν καταπεσών, ἀπορραγέντος τοῦ λίνου ἐπειδὰν μηκέτι ἀντέχῃ πρὸς τὸ βάρος, μέγαν τὸν ψόφον ἐργάσεται, οὗτος δὲ ὀλίγον ἀπὸ γῆς αἰωρούμενος, ἢν καὶ πέσῃ, ἀψοφητὶ κείσεται, μόλις καὶ τοῖς γείτοσιν ἐξακου‐ | |
20 | σθέντος τοῦ πτώματος. | |
20 | ΧΑΡΩΝ Παγγέλοια ταῦτα, ὦ Ἑρμῆ. | |
21 | ΕΡΜΗΣ | |
Cont.17 | Καὶ μὴν οὐδ’ εἰπεῖν ἔχοις ἂν κατὰ τὴν ἀξίαν ὅπως ἐστὶ καταγέλαστα, ὦ Χάρων, καὶ μάλιστα αἱ ἄγαν σπουδαὶ αὐτῶν καὶ τὸ μεταξὺ τῶν ἐλπί‐ δων οἴχεσθαι ἀναρπάστους γινομένους ὑπὸ τοῦ | |
5 | βελτίστου Θανάτου. ἄγγελοι δὲ καὶ ὑπηρέται αὐτοῦ μάλα πολλοί, ὡς ὁρᾷς, ἠπίαλοι καὶ πυρετοὶ καὶ φθόαι καὶ περιπλευμονίαι καὶ ξίφη καὶ λῃ‐ στήρια καὶ κώνεια καὶ δικασταὶ καὶ τύραννοι· καὶ τούτων οὐδὲν ὅλως αὐτοὺς εἰσέρχεται, ἔστ’ ἂν | |
10 | εὖ πράττωσιν, ὅταν δὲ σφαλῶσι, πολὺ τὸ ὀττοτοῖ καὶ αἰαῖ καὶ οἴμοι. εἰ δὲ εὐθὺς ἐξ ἀρχῆς ἐνενόουν ὅτι θνητοί τέ εἰσιν αὐτοὶ καὶ ὀλίγον τοῦτον χρόνον ἐπιδημήσαντες τῷ βίῳ ἀπίασιν ὥσπερ ἐξ ὀνείρα‐ τος πάντα ὑπὲρ γῆς ἀφέντες, ἔζων τε ἂν σωφρονέ‐ | 430 |
15 | στερον καὶ ἧττον ἠνιῶντο ἀποθανόντες· νῦν δὲ εἰς ἀεὶ ἐλπίσαντες χρήσεσθαι τοῖς παροῦσιν, ἐπειδὰν ἐπιστὰς ὁ ὑπηρέτης καλῇ καὶ ἀπάγῃ πεδήσας τῷ πυρετῷ ἢ τῇ φθόῃ, ἀγανακτοῦσι πρὸς τὴν ἀγωγὴν οὔποτε προσδοκήσαντες ἀποσπασθήσεσθαι αὐ‐ | |
20 | τῶν. ἢ τί γὰρ οὐκ ἂν ποιήσειεν ἐκεῖνος ὁ τὴν οἰκίαν σπουδῇ οἰκοδομούμενος καὶ τοὺς ἐργάτας ἐπισπέρχων, εἰ μάθοι ὅτι ἡ μὲν ἕξει τέλος αὐτῷ, ὁ δὲ ἄρτι ἐπιθεὶς τὸν ὄροφον ἄπεισι τῷ κληρονόμῳ καταλιπὼν ἀπολαύειν αὐτῆς, αὐτὸς μηδὲ δειπνή‐ | |
25 | σας ἅθλιος ἐν αὐτῇ; ἐκεῖνος μὲν γὰρ ὁ χαίρων ὅτι ἄρρενα παῖδα τέτοκεν αὐτῷ ἡ γυνή, καὶ τοὺς φίλους διὰ τοῦτο ἑστιῶν καὶ τοὔνομα τοῦ πατρὸς τιθέμενος, εἰ ἠπίστατο ὡς ἑπτέτης γενόμενος ὁ παῖς τεθνήξεται, ἆρα ἄν σοι δοκεῖ χαίρειν ἐπ’ | |
30 | αὐτῷ γεννωμένῳ; ἀλλὰ τὸ αἴτιον, ὅτι τὸν μὲν εὐτυχοῦντα ἐπὶ τῷ παιδὶ ἐκεῖνον ὁρᾷ τὸν τοῦ ἀθλη‐ τοῦ πατέρα τοῦ Ὀλύμπια νενικηκότος, τὸν γείτονα δὲ τὸν ἐκκομίζοντα τὸ παιδίον οὐχ ὁρᾷ οὐδὲ οἶδεν ἀφ’ οἵας αὐτῷ κρόκης ἐκρέματο. τοὺς μὲν γὰρ | |
35 | περὶ τῶν ὅρων διαφερομένους ὁρᾷς, ὅσοι εἰσί, καὶ | |
τοὺς συναγείροντας τὰ χρήματα, εἶτα, πρὶν ἀπο‐ λαῦσαι αὐτῶν, καλουμένους ὑφ’ ὧν εἶπον τῶν ἀγγέλων τε καὶ ὑπηρετῶν. | 432 | |
38 | ΧΑΡΩΝ | |
Cont.18 | Ὁρῶ ταῦτα πάντα καὶ πρὸς ἐμαυτόν γε ἐννοῶ ὅ τι τὸ ἡδὺ αὐτοῖς παρὰ τὸν βίον ἢ τί ἐκεῖνό ἐστιν, οὗ στερούμενοι ἀγανακτοῦσιν. ἢν γοῦν τοὺς βασι‐ λέας αὐτῶν ἴδῃ τις, οἵπερ εὐδαιμονέστατοι εἶναι | |
5 | δοκοῦσιν, ἔξω τοῦ ἀβεβαίου ὡς φὴς καὶ ἀμφι‐ βόλου τῆς τύχης, πλείω τῶν ἡδέων τὰ ἀνιαρὰ εὑρήσει προσόντα αὐτοῖς, φόβους καὶ ταραχὰς καὶ μίση καὶ ἐπιβουλὰς καὶ ὀργὰς καὶ κολακείας· τούτοις γὰρ ἅπαντες σύνεισιν. ἐῶ πένθη καὶ | |
10 | νόσους καὶ πάθη ἐξ ἰσοτιμίας δηλαδὴ ἄρχοντα αὐτῶν· ὅπου δὲ τὰ τούτων πονηρά, λογίζεσθαι καιρὸς οἷα τὰ τῶν ἰδιωτῶν ἂν εἴη. | |
Cont.19 | Ἐθέλω δ’ οὖν σοι, ὦ Ἑρμῆ, εἰπεῖν, ᾧτινι ἐοικέναι μοι ἔδοξαν οἱ ἄνθρωποι καὶ ὁ βίος ἅπας αὐτῶν. ἤδη ποτὲ πομφόλυγας ἐν ὕδατι ἐθεάσω ὑπὸ κρουνῷ τινι καταράττοντι ἀνισταμένας; τὰς φυσαλλίδας | |
5 | λέγω, ἀφ’ ὧν συναγείρεται ὁ ἀφρός· ἐκείνων τοίνυν τινὲς μὲν μικραί εἰσι καὶ αὐτίκα ἐκραγεῖσαι ἀπέ‐ σβησαν, αἱ δ’ ἐπὶ πλέον διαρκοῦσι· καὶ προσχω‐ ρουσῶν αὐταῖς τῶν ἄλλων αὗται ὑπερφυσώμεναι ἐς μέγιστον ὄγκον αἴρονται, ἔπειτα μέντοι κἀκεῖναι | |
10 | πάντως ἐξερράγησάν ποτε· οὐ γὰρ οἷόν τε ἄλλως γενέσθαι. τοῦτό ἐστιν ὁ ἀνθρώπου βίος· ἅπαντες ὑπὸ πνεύματος ἐμπεφυσημένοι οἱ μὲν μείζους, οἱ δὲ ἐλάττους· καὶ οἱ μὲν ὀλιγοχρόνιον ἔχουσι καὶ ὠκύμορον τὸ φύσημα, οἱ δὲ ἅμα τῷ συστῆναι | |
15 | ἐπαύσαντο· πᾶσι δ’ οὖν ἀπορραγῆναι ἀναγκαῖον. | 434 |
15 | ΕΡΜΗΣ Οὐδὲν χεῖρον σὺ τοῦ Ὁμήρου εἴκασας, ὦ Χά‐ ρων, ὃς φύλλοις τὸ γένος αὐτῶν ὁμοιοῖ. | |
17 | ΧΑΡΩΝ | |
Cont.20 | Καὶ τοιοῦτοι ὄντες, ὦ Ἑρμῆ, ὁρᾷς οἷα ποιοῦσι καὶ ὡς φιλοτιμοῦνται πρὸς ἀλλήλους ἀρχῶν πέρι καὶ τιμῶν καὶ κτήσεων ἁμιλλώμενοι, ἅπερ ἅπαντα καταλιπόντας αὐτοὺς δεήσει ἕνα ὀβολὸν ἔχοντας | |
5 | ἥκειν παρ’ ἡμᾶς. βούλει οὖν, ἐπείπερ ἐφ’ ὑψηλοῦ ἐσμέν, ἀναβοήσας παμμέγεθες παραινέσω αὐτοῖς ἀπέχεσθαι μὲν τῶν ματαίων πόνων, ζῆν δὲ ἀεὶ τὸν θάνατον πρὸ ὀφθαλμῶν ἔχοντας, λέγων, “Ὦ μάταιοι, τί ἐσπουδάκατε περὶ ταῦτα; παύσασθε | |
10 | κάμνοντες· οὐ γὰρ εἰς ἀεὶ βιώσεσθε· οὐδὲν τῶν ἐνταῦθα σεμνῶν ἀΐδιόν ἐστιν, οὐδ’ ἂν ἀπαγάγοι τις αὐτῶν τι σὺν αὑτῷ ἀποθανών, ἀλλ’ ἀνάγκη τὸν μὲν γυμνὸν οἴχεσθαι, τὴν οἰκίαν δὲ καὶ τὸν ἀγρὸν καὶ τὸ χρυσίον ἀεὶ ἄλλων εἶναι καὶ μετα‐ | |
15 | βάλλειν τοὺς δεσπότας.” εἰ ταῦτα καὶ τὰ τοιαῦτα ἐξ ἐπηκόου ἐμβοήσαιμι αὐτοῖς, οὐκ ἂν οἴει μεγάλα ὠφεληθῆναι τὸν βίον καὶ σωφρονεστέρους ἂν γενέσθαι παρὰ πολύ; | |
18 | ΕΡΜΗΣ | |
Cont.21 | Ὦ μακάριε, οὐκ οἶσθα ὅπως αὐτοὺς ἡ ἄγνοια καὶ ἡ ἀπάτη διατεθείκασιν, ὡς μηδ’ ἂν τρυπάνῳ ἔτι διανοιχθῆναι αὐτοῖς τὰ ὦτα, τοσούτῳ κηρῷ ἔβυσαν αὐτά, οἷόν περ ὁ Ὀδυσσεὺς τοὺς ἑταίρους | |
5 | ἔδρασε δέει τῆς Σειρήνων ἀκροάσεως. πόθεν οὖν ἂν ἐκεῖνοι δυνηθεῖεν ἀκοῦσαι, ἢν καὶ σὺ κεκραγὼς | |
διαρραγῇς; ὅπερ γὰρ παρ’ ὑμῖν ἡ Λήθη δύναται, τοῦτο ἐνταῦθα ἡ ἄγνοια ἐργάζεται. πλὴν ἀλλὰ εἰσὶν αὐτῶν ὀλίγοι οὐ παραδεδεγμένοι τὸν κηρὸν | 436 | |
10 | ἐς τὰ ὦτα, πρὸς τὴν ἀλήθειαν ἀποκλίνοντες, ὀξὺ δεδορκότες ἐς τὰ πράγματα καὶ κατεγνωκότες οἷά ἐστιν. | |
12 | ΧΑΡΩΝ Οὐκοῦν ἐκείνοις γοῦν ἐμβοήσωμεν. | |
13 | ΕΡΜΗΣ Περιττὸν καὶ τοῦτο, λέγειν πρὸς αὐτοὺς ἃ | |
15 | ἴσασιν. ὁρᾷς ὅπως ἀποσπάσαντες τῶν πολλῶν καταγελῶσι τῶν γιγνομένων καὶ οὐδαμῆ οὐδαμῶς ἀρέσκονται αὐτοῖς, ἀλλὰ δῆλοί εἰσι δρασμὸν ἤδη βουλεύοντες παρ’ ὑμᾶς ἀπὸ τοῦ βίου. καὶ γὰρ καὶ μισοῦνται ἐλέγχοντες αὐτῶν τὰς ἀμαθίας. | |
19 | ΧΑΡΩΝ | |
20 | Εὖ γε, ὦ γεννάδαι· πλὴν πάνυ ὀλίγοι εἰσίν, ὦ Ἑρμῆ. | |
21 | ΕΡΜΗΣ Ἱκανοὶ καὶ οὗτοι. ἀλλὰ κατίωμεν ἤδη. | |
22 | ΧΑΡΩΝ | |
Cont.22 | Ἓν ἔτι ἐπόθουν, ὦ Ἑρμῆ, εἰδέναι, καί μοι δείξας αὐτὸ ἐντελῆ ἔσῃ τὴν περιήγησιν πεποιημένος, τὰς ἀποθήκας τῶν σωμάτων, ἵνα κατορύττουσι, θεά‐ σασθαι. | |
4 | ΕΡΜΗΣ | |
5 | Ἠρία, ὦ Χάρων, καὶ τύμβους καὶ τάφους καλοῦσι τὰ τοιαῦτα. πλὴν τὰ πρὸ τῶν πόλεων ἐκεῖνα τὰ χώματα ὁρᾷς καὶ τὰς στήλας καὶ πυρα‐ μίδας; ἐκεῖνα πάντα νεκροδοχεῖα καὶ σωματο‐ | |
φυλάκιά ἐστιν. | 438 | |
9 | ΧΑΡΩΝ | |
10 | Τί οὖν ἐκεῖνοι στεφανοῦσι τοὺς λίθους καὶ χρίουσι μύρῳ; οἱ δὲ καὶ πυρὰν νήσαντες πρὸ τῶν χωμάτων καὶ βόθρον τινὰ ὀρύξαντες καίουσί τε ταυτὶ τὰ πολυτελῆ δεῖπνα καὶ εἰς τὰ ὀρύγματα οἶνον καὶ μελίκρατον, ὡς γοῦν εἰκάσαι, ἐγχέουσιν; | |
14 | ΕΡΜΗΣ | |
15 | Οὐκ οἶδα, ὦ πορθμεῦ, τί ταῦτα πρὸς τοὺς ἐν Ἅιδου· πεπιστεύκασι δ’ οὖν τὰς ψυχὰς ἀναπεμ‐ πομένας κάτωθεν δειπνεῖν μὲν ὡς οἷόν τε περι‐ πετομένας τὴν κνῖσαν καὶ τὸν καπνόν, πίνειν δὲ ἀπὸ τοῦ βόθρου τὸ μελίκρατον. | |
19 | ΧΑΡΩΝ | |
20 | Ἐκείνους ἔτι πίνειν ἢ ἐσθίειν, ὧν τὰ κρανία ξηρότατα; καίτοι γελοῖός εἰμι σοὶ λέγων ταῦτα ὁσημέραι κατάγοντι αὐτούς. οἶσθα οὖν εἰ δύναιντ’ ἂν ἔτι ἀνελθεῖν ἅπαξ ὑποχθόνιοι γενόμενοι. ἐπεί τοι καὶ παγγέλοια ἄν, ὦ Ἑρμῆ, ἔπασχον, οὐκ | |
25 | ὀλίγα πράγματα ἔχων, εἰ ἔδει μὴ κατάγειν μόνον αὐτούς, ἀλλὰ καὶ αὖθις ἀνάγειν πιομένους. ὦ μάταιοι, τῆς ἀνοίας, οὐκ εἰδότες ἡλίκοις ὅροις διακέκριται τὰ νεκρῶν καὶ τὰ ζώντων πράγματα καὶ οἷα τὰ παρ’ ἡμῖν ἐστι καὶ ὅτι | |
30 | κάτθαν’ ὁμῶς ὅ τ’ ἄτυμβος ἀνὴρ ὅς τ’ ἔλλαχε τύμβου, ἐν δὲ ἰῇ τιμῇ Ἶρος κρείων τ’ Ἀγαμέμνων· | |
Θερσίτῃ δ’ ἶσος Θέτιδος παῖς ἠϋκόμοιο πάντες δ’ εἰσὶν ὁμῶς νεκύων ἀμενηνὰ κάρηνα, γυμνοί τε ξηροί τε κατ’ ἀσφοδελὸν λειμῶνα. | 440 | |
35 | ΕΡΜΗΣ | |
Cont.23 | Ἡράκλεις, ὡς πολὺν τὸν Ὅμηρον ἐπαντλεῖς. ἀλλ’ ἐπείπερ ἀνέμνησας, ἐθέλω σοι δεῖξαι τὸν τοῦ Ἀχιλλέως τάφον. ὁρᾷς τὸν ἐπὶ τῇ θαλάττῃ; Σίγειον μὲν ἐκεῖθέν ἐστι τὸ Τρωϊκόν· ἀντικρὺ | |
5 | δὲ ὁ Αἴας τέθαπται ἐν τῷ Ῥοιτείῳ. | |
5 | ΧΑΡΩΝ Οὐ μεγάλοι, ὦ Ἑρμῆ, οἱ τάφοι. τὰς πόλεις δὲ τὰς ἐπισήμους δεῖξόν μοι ἤδη, ἃς κάτω ἀκούομεν, τὴν Νίνον τὴν Σαρδαναπάλλου καὶ Βαβυλῶνα καὶ Μυκήνας καὶ Κλεωνὰς καὶ τὴν Ἴλιον αὐτήν· | |
10 | πολλοὺς γοῦν μέμνημαι διαπορθμεύσας ἐκεῖθεν, ὡς δέκα ὅλων ἐτῶν μὴ νεωλκῆσαι μηδὲ διαψῦξαι τὸ σκαφίδιον. | |
12 | ΕΡΜΗΣ Ἡ Νίνος μέν, ὦ πορθμεῦ, ἀπόλωλεν ἤδη καὶ οὐδὲ ἴχνος ἔτι λοιπὸν αὐτῆς, οὐδ’ ἂν εἴποις ὅπου | |
15 | ποτὲ ἦν· ἡ Βαβυλὼν δέ σοι ἐκείνη ἐστὶν ἡ εὔπυργος, ἡ τὸν μέγαν περίβολον, οὐ μετὰ πολὺ καὶ αὐτὴ ζητηθησομένη ὥσπερ ἡ Νίνος· Μυκήνας δὲ καὶ Κλεωνὰς αἰσχύνομαι δεῖξαί σοι, καὶ μά‐ λιστα τὸ Ἴλιον. ἀποπνίξεις γὰρ εὖ οἶδ’ ὅτι τὸν | |
20 | Ὅμηρον κατελθὼν ἐπὶ τῇ μεγαληγορίᾳ τῶν ἐπῶν. πλὴν ἀλλὰ πάλαι μὲν ἦσαν εὐδαίμονες, νῦν δὲ τεθνᾶσι καὶ αὗται· ἀποθνήσκουσι γάρ, ὦ πορθ‐ | |
μεῦ, καὶ πόλεις ὥσπερ ἄνθρωποι, καὶ τὸ παρα‐ δοξότατον, καὶ ποταμοὶ ὅλοι· Ἰνάχου γοῦν οὐδὲ | 442 | |
25 | τάφος ἔτι ἐν Ἄργει καταλείπεται. | |
25 | ΧΑΡΩΝ Παπαὶ τῶν ἐπαίνων, Ὅμηρε, καὶ τῶν ὀνομά‐ των, Ἴλιος ἱρὴ καὶ εὐρυάγυια καὶ ἐϋκτίμεναι | |
Cont.24 | Κλεωναί. ἀλλὰ μεταξὺ λόγων, τίνες ἐκεῖνοί εἰσιν οἱ πολεμοῦντες ἢ ὑπὲρ τίνος ἀλλήλους φονεύου‐ σιν; | |
3 | ΕΡΜΗΣ Ἀργείους ὁρᾷς, ὦ Χάρων, καὶ Λακεδαιμονίους | |
5 | καὶ τὸν ἡμιθνῆτα ἐκεῖνον στρατηγὸν Ὀθρυάδαν τὸν ἐπιγράφοντα τὸ τρόπαιον τῷ αὑτοῦ αἵματι. | |
6 | ΧΑΡΩΝ Ὑπὲρ τίνος δ’ αὐτοῖς, ὦ Ἑρμῆ, ὁ πόλεμος; | |
7 | ΕΡΜΗΣ Ὑπὲρ τοῦ πεδίου αὐτοῦ, ἐν ᾧ μάχονται. | |
8 | ΧΑΡΩΝ Ὢ τῆς ἀνοίας, οἵ γε οὐκ ἴσασιν ὅτι, κἂν ὅλην | |
10 | τὴν Πελοπόννησον ἕκαστος αὐτῶν κτήσωνται, μόγις ἂν ποδιαῖον λάβοιεν τόπον παρὰ τοῦ Αἰακοῦ· τὸ δὲ πεδίον τοῦτο ἄλλοτε ἄλλοι γεωργή‐ σουσι πολλάκις ἐκ βάθρων τὸ τρόπαιον ἀνασπά‐ σαντες τῷ ἀρότρῳ. | |
14 | ΕΡΜΗΣ | |
15 | Οὕτω μὲν ταῦτα ἔσται· ἡμεῖς δὲ καταβάντες ἤδη καὶ κατὰ χώραν εὐθετήσαντες αὖθις τὰ ὄρη | |
ἀπαλλαττώμεθα, ἐγὼ μὲν καθ’ ἃ ἐστάλην, σὺ δὲ ἐπὶ τὸ πορθμεῖον· ἥξω δέ σοι καὶ αὐτὸς μετ’ ὀλίγον νεκροστολῶν. | 444 | |
19 | ΧΑΡΩΝ | |
20 | Εὖ γε ἐποίησας, ὦ Ἑρμῆ· εὐεργέτης εἰς ἀεὶ ἀναγεγράψῃ, ὠνάμην γάρ τι διὰ σὲ τῆς ἀποδη‐ μίας. —οἷά ἐστι τὰ τῶν κακοδαιμόνων ἀνθρώπων πράγματα—βασιλεῖς, πλίνθοι χρυσαῖ, ἐπιτύμ‐ | |
βια, μάχαι· Χάρωνος δὲ οὐδεὶς λόγος. | 446 |