TLG 0062 017 :: LUCIANUS :: Juppiter confutatus

LUCIANUS Soph.
(Samosatenus: A.D. 2)

Scholia: Cf. SCHOLIA IN LUCIANUM (5029)

Juppiter confutatus

Source: Harmon, A.M. (ed.), Lucian, vol. 2. Cambridge, Mass.: Harvard University Press, 1915 (repr. 1960): 60–86.

Citation: Section — (line)

J Conf
.

t

ΖΕΥΣ ΕΛΕΓΧΟΜΕΝΟΣ
J Conf
.

1

ΚΥΝΙΣΚΟΣ
1 Ἐγὼ δέ, ὦ Ζεῦ, τὰ μὲν τοιαῦτα οὐκ ἐνοχλήσω σε πλοῦτον ἢ χρυσὸν ἢ βασιλείαν αἰτῶν, ἅπερ εὐκταιότατα τοῖς πολλοῖς, σοὶ δ’ οὐ πάνυ ῥᾴδια παρασχεῖν· ὁρῶ γοῦν σε τὰ πολλὰ παρακούοντα
5εὐχομένων αὐτῶν. ἓν δέ, καὶ τοῦτο ῥᾷστον, ἐβουλόμην παρὰ σοῦ μοι γενέσθαι.
6ΖΕΥΣ Τί τοῦτό ἐστιν, ὦ Κυνίσκε; οὐ γὰρ ἀτυχήσεις, καὶ μάλιστα μετρίων, ὡς φής, δεόμενος.
8ΚΥΝΙΣΚΟΣ Ἀπόκριναί μοι πρός τινα οὐ χαλεπὴν ἐρώτησιν.
9ΖΕΥΣ
10 Μικρά γε ὡς ἀληθῶς ἡ εὐχὴ καὶ πρόχειρος· ὥστε ἐρώτα ὁπόσα ἂν ἐθέλῃς.
11ΚΥΝΙΣΚΟΣ Ἰδοὺ ταῦτα, ὦ Ζεῦ· ἀνέγνως γὰρ δῆλον ὅτι καὶ σὺ τὰ Ὁμήρου καὶ Ἡσιόδου ποιήματα· εἰπὲ οὖν μοι εἰ ἀληθῆ ἐστιν ἃ περὶ τῆς Εἱμαρμένης καὶ
15τῶν Μοιρῶν ἐκεῖνοι ἐρραψῳδήκασιν, ἄφυκτα εἶναι ὁπόσα ἂν αὗται ἐπινήσωσιν γεινομένῳ
ἑκάστῳ;60
17ΖΕΥΣ Καὶ πάνυ ἀληθῆ ταῦτα· οὐδὲν γάρ ἐστιν ὅ τι μὴ αἱ Μοῖραι διατάττουσιν, ἀλλὰ πάντα ὁπόσα
20γίνεται, ὑπὸ τῷ τούτων ἀτράκτῳ στρεφόμενα εὐθὺς ἐξ ἀρχῆς ἕκαστον ἐπικεκλωσμένην ἔχει τὴν ἀπόβασιν, καὶ οὐ θέμις ἄλλως γενέσθαι.
22ΚΥΝΙΣΚΟΣ
J Conf
.

2

Οὐκοῦν ὁπόταν ὁ αὐτὸς Ὅμηρος ἐν ἑτέρῳ μέρει τῆς ποιήσεως λέγῃ,
μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος καὶ τὰ τοιαῦτα, ληρεῖν δηλαδὴ φήσομεν τότε
5αὐτόν;
5ΖΕΥΣ Καὶ μάλα· οὐδὲν γὰρ οὕτω γένοιτ’ ἂν ἔξω τοῦ νόμου τῶν Μοιρῶν, οὐδὲ ὑπὲρ τὸ λίνον. οἱ ποιηταὶ δὲ ὁπόσα μὲν ἂν ἐκ τῶν Μουσῶν κατεχό‐ μενοι ᾄδωσιν, ἀληθῆ ταῦτά ἐστιν· ὁπόταν δὲ
10ἀφῶσιν αὐτοὺς αἱ θεαὶ καὶ καθ’ αὑτοὺς ποιῶσι, τότε δὴ καὶ σφάλλονται καὶ ὑπεναντία τοῖς πρό‐ τερον διεξίασι· καὶ συγγνώμη, εἰ ἄνθρωποι ὄντες ἀγνοοῦσι τἀληθές, ἀπελθόντος ἐκείνου ὃ τέως παρὸν ἐρραψῴδει δι’ αὐτῶν.
14ΚΥΝΙΣΚΟΣ
15 Ἀλλὰ τοῦτο μὲν οὕτω φήσομεν. ἔτι δὲ κἀκεῖνό μοι ἀπόκριναι· οὐ τρεῖς αἱ Μοῖραί εἰσι, Κλωθὼ καὶ Λάχεσις, οἶμαι, καὶ Ἄτροπος;
17ΖΕΥΣ
Πάνυ μὲν οὖν.62
18ΚΥΝΙΣΚΟΣ
J Conf
.

3

Ἡ Εἱμαρμένη τοίνυν καὶ ἡ Τύχη—πολυθρύ‐ λητοι γὰρ πάνυ καὶ αὗται—τίνες πότ’ εἰσὶν ἢ τί δύναται αὐτῶν ἑκατέρα; πότερον τὰ ἴσα ταῖς Μοίραις ἤ τι καὶ ὑπὲρ ἐκείνας; ἀκούω γοῦν
5ἁπάντων λεγόντων, μηδὲν εἶναι Τύχης καὶ Εἱ‐ μαρμένης δυνατώτερον.
6ΖΕΥΣ Οὐ θέμις ἅπαντά σε εἰδέναι, ὦ Κυνίσκε· τίνος δ’ οὖν ἕνεκα ἠρώτησας τὸ περὶ τῶν Μοιρῶν;
8ΚΥΝΙΣΚΟΣ
J Conf
.

4

Ἢν πρότερόν μοι, ὦ Ζεῦ, κἀκεῖνο εἴπῃς, εἰ καὶ ὑμῶν αὗται ἄρχουσι καὶ ἀνάγκη ὑμῖν ἠρτῆσθαι ἀπὸ τοῦ λίνου αὐτῶν.
3ΖΕΥΣ Ἀνάγκη, ὦ Κυνίσκε. τί δ’ οὖν ἐμειδίασας;
4ΚΥΝΙΣΚΟΣ
5 Ἀνεμνήσθην ἐκείνων τῶν Ὁμήρου ἐπῶν, ἐν οἷς πεποίησαι αὐτῷ ἐν τῇ ἐκκλησίᾳ τῶν θεῶν δημη‐ γορῶν, ὁπότε ἠπείλεις αὐτοῖς ὡς ἀπὸ σειρᾶς τινος χρυσῆς ἀναρτησόμενος τὰ πάντα· ἔφησθα γὰρ αὐτὸς μὲν τὴν σειρὰν καθήσειν ἐξ οὐρανοῦ,
10τοὺς θεοὺς δὲ ἅμα πάντας, εἰ βούλοιντο, ἐκκρεμα‐ μένους κατασπᾶν βιάσεσθαι, οὐ μὴν κατασπά‐ σειν γε, σὺ δέ, ὁπόταν ἐθελήσῃς, ῥᾳδίως ἅπαντας
αὐτῇ κεν γαίῃ ἐρύσαι αὐτῇ τε θαλάσσῃ. τότε μὲν οὖν θαυμάσιος ἐδόκεις μοι τὴν βίαν καὶ
15ὑπέφριττον μεταξὺ ἀκούων τῶν ἐπῶν· νῦν δὲ αὐτόν σε ἤδη ὁρῶ μετὰ τῆς σειρᾶς καὶ τῶν
ἀπειλῶν ἀπὸ λεπτοῦ νήματος, ὡς φής, κρεμά‐ μενον. δοκεῖ γοῦν μοι δικαιότερον ἂν ἡ Κλωθὼ μεγαλαυχήσασθαι, ὡς καὶ σὲ αὐτὸν ἀνάσπαστον64
20αἰωροῦσα ἐκ τοῦ ἀτράκτου καθάπερ οἱ ἁλιεῖς ἐκ τοῦ καλάμου τὰ ἰχθύδια.
21ΖΕΥΣ
J Conf
.

5

Οὐκ οἶδ’ ὅ τι σοι ταυτὶ βούλεται τὰ ἐρωτήματα.
1ΚΥΝΙΣΚΟΣ Ἐκεῖνο, ὦ Ζεῦ· καὶ πρὸς τῶν Μοιρῶν καὶ τῆς Εἱμαρμένης μὴ τραχέως μηδὲ πρὸς ὀργὴν ἀκούσῃς μου τἀληθῆ μετὰ παρρησίας λέγοντος. εἰ γὰρ
5οὕτως ἔχει ταῦτα καὶ πάντων αἱ Μοῖραι κρατοῦσι καὶ οὐδὲν ἂν ὑπ’ οὐδενὸς ἔτι ἀλλαγείη τῶν ἅπαξ δοξάντων αὐταῖς, τίνος ἕνεκα ὑμῖν οἱ ἄνθρωποι θύομεν καὶ ἑκατόμβας προσάγομεν εὐχόμενοι γενέσθαι ἡμῖν παρ’ ὑμῶν τἀγαθά; οὐχ ὁρῶ γὰρ
10ὅ τι ἂν ἀπολαύσαιμεν τῆς ἐπιμελείας ταύτης, εἰ μήτε τῶν φαύλων ἀποτροπὰς εὑρέσθαι δυνατὸν ἡμῖν ἐκ τῶν εὐχῶν μήτε ἀγαθοῦ τινος θεοσδότου ἐπιτυχεῖν.
13ΖΕΥΣ
J Conf
.

6

Οἶδα ὅθεν σοι τὰ κομψὰ ταῦτα ἐρωτήματά ἐστιν, παρὰ τῶν καταράτων σοφιστῶν, οἳ μηδὲ προνοεῖν ἡμᾶς τῶν ἀνθρώπων φασίν· ἐκεῖνοι γοῦν τὰ τοιαῦτα ἐρωτῶσιν ὑπ’ ἀσεβείας, ἀποτρέποντες
5καὶ τοὺς ἄλλους θύειν καὶ εὔχεσθαι ὡς εἰκαῖον ὄν· ἡμᾶς γὰρ οὔτ’ ἐπιμελεῖσθαι τῶν πραττομένων παρ’ ὑμῖν οὔθ’ ὅλως τι δύνασθαι πρὸς τὰ ἐν τῇ γῇ πράγματα. πλὴν οὐ χαιρήσουσί γε τὰ τοι‐ αῦτα διεξιόντες.
9ΚΥΝΙΣΚΟΣ
10Οὐ μὰ τὸν τῆς Κλωθοῦς ἄτρακτον, ὦ Ζεῦ, οὐχ
ὑπ’ ἐκείνων ἀναπεισθεὶς ταῦτά σε ἠρώτησα, ὁ δὲ λόγος αὐτὸς οὐκ οἶδ’ ὅπως ἡμῖν προϊὼν εἰς τοῦτο ἀπέβη, περιττὰς εἶναι τὰς θυσίας. αὖθις δ’, εἰ δοκεῖ, διὰ βραχέων ἐρήσομαί σε, σὺ δὲ μὴ ὀκ‐66
15νήσῃς ἀποκρίνασθαι, καὶ ὅπως ἀσφαλέστερον ἀποκρινῇ.
16ΖΕΥΣ Ἐρώτα, εἴ σοι σχολὴ τὰ τοιαῦτα ληρεῖν.
17ΚΥΝΙΣΚΟΣ
J Conf
.

7

Πάντα φὴς ἐκ τῶν Μοιρῶν γίγνεσθαι;
1ΖΕΥΣ Φημὶ γάρ.
2ΚΥΝΙΣΚΟΣ Ὑμῖν δὲ δυνατὸν ἀλλάττειν ταῦτα καὶ ἀνα‐ κλώθειν;
4ΖΕΥΣ
5Οὐδαμῶς.
5ΚΥΝΙΣΚΟΣ Βούλει οὖν ἐπαγάγω καὶ τὸ μετὰ τοῦτο, ἢ δῆλον, κἂν μὴ εἴπω αὐτό;
7ΖΕΥΣ Δῆλον μέν. οἱ δέ γε θύοντες οὐ τῆς χρείας ἕνεκα θύουσιν, ἀντίδοσιν δή τινα ποιούμενοι καὶ
10ὥσπερ ὠνούμενοι τὰ ἀγαθὰ παρ’ ἡμῶν, ἀλλὰ τι‐ μῶντες ἄλλως τὸ βέλτιον.
11ΚΥΝΙΣΚΟΣ Ἱκανὸν καὶ τοῦτο, εἰ καὶ σὺ φὴς ἐπὶ μηδενὶ χρησίμῳ γίγνεσθαι τὰς θυσίας, εὐγνωμοσύνῃ δέ τινι τῶν ἀνθρώπων τιμώντων τὸ βέλτιον. καίτοι
15εἴ τις τῶν σοφιστῶν ἐκείνων παρῆν, ἤρετο ἄν σε καθ’ ὅ τι βελτίους φὴς τοὺς θεούς, καὶ ταῦτα
ὁμοδούλους τῶν ἀνθρώπων ὄντας καὶ ὑπὸ ταῖς αὐταῖς δεσποίναις ταῖς Μοίραις ταττομένους. οὐ γὰρ ἀποχρήσει αὐτοῖς τὸ ἀθανάτους εἶναι, ὡς68
20δι’ αὐτὸ ἀμείνους δοκεῖν· ἐπεὶ τοῦτό γε μακρῷ χεῖρόν ἐστιν, εἴγε τοὺς μὲν κἂν ὁ θάνατος εἰς ἐλευθερίαν ἀφείλετο, ὑμῖν δὲ εἰς ἄπειρον ἐκπίπτει τὸ πρᾶγμα καὶ ἀΐδιος ἡ δουλεία γίνεται ὑπὸ μακρῷ τῷ λίνῳ στρεφομένη.
24ΖΕΥΣ
J Conf
.

8

Ἀλλ’, ὦ Κυνίσκε, τὸ ἀΐδιον τοῦτο καὶ ἄπειρον εὔδαιμον ἡμῖν ἐστι καὶ ἐν ἅπασιν ἀγαθοῖς ἡμεῖς βιοῦμεν.
3ΚΥΝΙΣΚΟΣ Οὐχ ἅπαντες, ὦ Ζεῦ, ἀλλὰ διώρισται καὶ παρ’
5ὑμῖν τὸ πρᾶγμα καὶ πολλὴ ταραχὴ ἔνεστι· σὺ μὲν γὰρ εὐδαίμων, βασιλεὺς γάρ, καὶ δύνασαι ἀνασπᾶν τὴν γῆν καὶ τὴν θάλασσαν ὥσπερ ἱμονιὰν καθείς· ὁ δὲ Ἥφαιστος χωλός ἐστι, βαναυσός τις καὶ πυρίτης τὴν τέχνην· ὁ Προμηθεὺς δὲ καὶ
10ἀνεσκολοπίσθη ποτέ. τὸν γὰρ πατέρα σου τί ἂν λέγοιμι, πεδήτην ἔτι ἐν τῷ Ταρτάρῳ ὄντα; καὶ ἐρᾶν δὲ ὑμᾶς φασι καὶ τιτρώσκεσθαι καὶ δου‐ λεύειν ἐνίοτε παρὰ τοῖς ἀνθρώποις, ὥσπερ ἀμέλει καὶ τὸν σὸν ἀδελφὸν παρὰ Λαομέδοντι καὶ παρ’
15Ἀδμήτῳ τὸν Ἀπόλλω. ταῦτα δέ μοι οὐ πάνυ εὐδαίμονα δοκεῖ, ἀλλ’ ἐοίκασιν ὑμῶν οἱ μέν τινες εὐτυχεῖς τε καὶ εὔμοιροι εἶναι, οἱ δὲ ἔμπαλιν· ἐῶ γὰρ λέγειν, ὅτι καὶ λῃστεύεσθε ὥσπερ ἡμεῖς καὶ περισυλᾶσθε ὑπὸ τῶν ἱεροσύλων καὶ ἐκ πλου‐
20σιωτάτων πενέστατοι ἐν ἀκαρεῖ γίγνεσθε· πολλοὶ δὲ καὶ κατεχωνεύθησαν ἤδη χρυσοῖ ἢ ἀργυροῖ ὄντες, οἷς τοῦτο εἵμαρτο δηλαδή.70
22ΖΕΥΣ
J Conf
.

9

Ὁρᾷς; ταῦτ’ ἤδη ὑβριστικά, ὦ Κυνίσκε, φής· καί σοι τάχα μεταμελήσει ποτὲ αὐτῶν.
2ΚΥΝΙΣΚΟΣ Φείδου, ὦ Ζεῦ, τῶν ἀπειλῶν, εἰδὼς οὐδέν με πεισόμενον ὅ τι μὴ καὶ τῇ Μοίρᾳ πρὸ σοῦ ἔδοξεν·
5ἐπεὶ οὐδ’ αὐτοὺς ἐκείνους ὁρῶ τοὺς ἱεροσύλους κολαζομένους, ἀλλ’ οἵ γε πλεῖστοι διαφεύγουσιν ὑμᾶς· οὐ γὰρ εἵμαρτο, οἶμαι, ἁλῶναι αὐτούς.
7ΖΕΥΣ Οὐκ ἔλεγον ὡς ἄρ’ ἐκείνων τις εἶ τῶν ἀναιρούν‐ των τὴν πρόνοιαν τῷ λόγῳ;
9ΚΥΝΙΣΚΟΣ
10 Πάνυ, ὦ Ζεῦ, δέδιας αὐτούς, οὐκ οἶδα ὅτου ἕνεκα· πάντα γοῦν ὁπόσα ἂν εἴπω, ὑποπτεύεις
J Conf
.

10

ἐκείνων παιδεύματα εἶναι. ἐγὼ δὲ—παρὰ τίνος γὰρ ἂν ἄλλου τἀληθὲς ἢ παρὰ σοῦ μάθοιμι; — ἡδέως δ’ ἂν καὶ τοῦτο ἐροίμην σε, τίς ἡ Πρόνοια ὑμῖν αὕτη ἐστί, Μοῖρά τις ἢ καὶ ὑπὲρ ταύτας θεὸς
5ὥσπερ, ἄρχουσα καὶ αὐτῶν ἐκείνων;
5ΖΕΥΣ Ἤδη σοι καὶ πρότερον ἔφην οὐ θεμιτὸν εἶναι πάντα σε εἰδέναι. σὺ δ’ ἕν τι ἐν ἀρχῇ ἐρωτήσειν φήσας οὐ παύῃ τοσαῦτα πρός με λεπτολογού‐ μενος· καὶ ὁρῶ ὅτι σοι τὸ κεφάλαιόν ἐστι τοῦ
10λόγου ἐπιδεῖξαι οὐδενὸς ἡμᾶς προνοοῦντας τῶν ἀνθρωπίνων.
11ΚΥΝΙΣΚΟΣ Οὐκ ἐμὸν τοῦτο, ἀλλὰ σὺ μικρὸν ἔμπροσθεν
ἔφησθα τὰς Μοίρας εἶναι τὰς ἅπαντα ἐπιτε‐ λούσας· εἰ μὴ μεταμέλει σοι ἐκείνων καὶ ἀνα‐72
15τίθεσαι αὖθις τὰ εἰρημένα καὶ ἀμφισβητεῖτε τῆς ἐπιμελείας παρωσάμενοι τὴν Εἱμαρμένην;
16ΖΕΥΣ
J Conf
.

11

Οὐδαμῶς, ἀλλ’ ἡ Μοῖρα δι’ ἡμῶν ἕκαστα ἐπι‐ τελεῖ.
2ΚΥΝΙΣΚΟΣ Μανθάνω· ὑπηρέται καὶ διάκονοί τινες τῶν Μοιρῶν εἶναί φατε. πλὴν ἀλλὰ καὶ οὕτως ἐκεῖναι
5ἂν εἶεν αἱ προνοοῦσαι, ὑμεῖς δὲ ὥσπερ σκεύη τινὰ καὶ ἐργαλεῖά ἐστε αὐτῶν.
6ΖΕΥΣ Πῶς λέγεις;
7ΚΥΝΙΣΚΟΣ Ὥσπερ, οἶμαι, καὶ τὸ σκέπαρνον τῷ τέκτονι καὶ τὸ τρύπανον συνεργεῖ μέν τι πρὸς τὴν τέχνην,
10οὐδεὶς δ’ ἂν εἴποι ὡς ταῦτα ὁ τεχνίτης ἐστίν, οὐδ’ ἡ ναῦς ἔργον τοῦ σκεπάρνου ἢ τοῦ τρυπάνου, ἀλλὰ τοῦ ναυπηγοῦ· ἀνάλογον τοίνυν ἡ μὲν ναυπηγουμένη ἕκαστα ἡ Εἱμαρμένη ἐστίν, ὑμεῖς δέ, εἴπερ ἄρα, τρύπανα καὶ σκέπαρνά ἐστε τῶν
15Μοιρῶν· καί, ὡς ἔοικεν, οἱ ἄνθρωποι δέον τῇ Εἱμαρμένῃ θύειν καὶ παρ’ ἐκείνης αἰτεῖν τἀγαθά, οἱ δ’ ἐφ’ ὑμᾶς ἴασι προσόδοις καὶ θυσίαις γεραί‐ ροντες· ἢ οὐδὲ τὴν Εἱμαρμένην τιμῶντες εἰς δέον ἂν αὐτὸ ἔπραττον· οὐ γὰρ οἶμαι δυνατὸν εἶναι
20οὐδὲ αὐταῖς ἔτι ταῖς Μοίραις ἀλλάξαι τι καὶ μετατρέψαι τῶν ἐξ ἀρχῆς δοξάντων περὶ ἑκάστου· ἡ γοῦν Ἄτροπος οὐκ ἀνάσχοιτ’ ἄν, εἴ τις εἰς τὸ ἐναντίον στρέψειε τὸν ἄτρακτον ἀναλύων τῆς
Κλωθοῦς τὸ ἔργον.74
24ΖΕΥΣ
J Conf
.

12

Σὺ δ’ ἤδη, ὦ Κυνίσκε, οὐδὲ τὰς Μοίρας τιμᾶ‐ σθαι πρὸς τῶν ἀνθρώπων ἀξιοῖς; ἀλλ’ ἔοικας ἅπαντα συγχεῖν προαιρεῖσθαι. ἡμεῖς δὲ εἰ καὶ μηδενὸς ἄλλου ἕνεκα, τοῦ γε μαντεύεσθαι καὶ
5προμηνύειν ἕκαστα τῶν ὑπὸ τῆς Μοίρας κεκυρω‐ μένων δικαίως τιμῴμεθ’ ἄν.
6ΚΥΝΙΣΚΟΣ Τὸ μὲν ὅλον, ἄχρηστον, ὦ Ζεῦ, προειδέναι τὰ μέλλοντα οἷς γε τὸ φυλάξασθαι αὐτὰ παντελῶς ἀδύνατον· εἰ μὴ ἄρα τοῦτο φής, ὡς ὁ προμαθὼν
10ὅτι ὑπ’ αἰχμῆς σιδηρᾶς τεθνήξεται δύναιτ’ ἂν ἐκφυγεῖν τὸν θάνατον καθείρξας ἑαυτόν; ἀλλ’ ἀδύνατον· ἐξάξει γὰρ αὐτὸν ἡ Μοῖρα κυνηγετή‐ σοντα καὶ παραδώσει τῇ αἰχμῇ· καὶ ὁ Ἄδραστος ἐπὶ τὸν σῦν ἀφεὶς τὴν λόγχην ἐκείνου μὲν ἁμαρτή‐
15σεται, φονεύσει δὲ τὸν Κροίσου παῖδα, ὡς ἂν ἀπ’ ἰσχυρᾶς ἐμβολῆς τῶν Μοιρῶν φερομένου τοῦ
J Conf
.

13

ἀκοντίου ἐπὶ τὸν νεανίσκον. τὸ μὲν γὰρ τοῦ Λαΐου καὶ γελοῖον, τό·
μὴ σπεῖρε τέκνων ἄλοκα δαιμόνων βίᾳ·
εἰ γὰρ τεκνώσεις (φησὶ) παῖδ’, ἀποκτενεῖ ς’ ὁ φύς.
5περιττὴ γάρ, οἶμαι, ἡ παραίνεσις πρὸς τὰ πάντως οὕτω γενησόμενα. τοιγάρτοι μετὰ τὸν χρησμὸν καὶ ἔσπειρεν καὶ ὁ φὺς ἀπέκτεινεν αὐτόν. ὥστε οὐχ ὁρῶ ἀνθ’ ὅτου ἀπαιτεῖτε τὸν μισθὸν ἐπὶ τῇ
J Conf
.

14

μαντικῇ. ἐῶ γὰρ λέγειν ὡς λοξὰ καὶ ἐπαμφοτερί‐
ζοντα τοῖς πολλοῖς χρᾶν εἰώθατε, οὐ πάνυ ἀπο‐ σαφοῦντες εἰ ὁ τὸν Ἅλυν διαβὰς τὴν αὑτοῦ ἀρχὴν καταλύσει ἢ τὴν τοῦ Κύρου· ἄμφω γὰρ δύναται76
5ὁ χρησμός.
5ΖΕΥΣ Ἦν τις, ὦ Κυνίσκε, τῷ Ἀπόλλωνι ὀργῆς αἰτία κατὰ τοῦ Κροίσου, διότι ἐπειρᾶτο ἐκεῖνος αὐτοῦ ἄρνεια κρέα καὶ χελώνην ἐς τὸ αὐτὸ ἕψων.
8ΚΥΝΙΣΚΟΣ Ἐχρῆν μὲν μηδὲ ὀργίζεσθαι θεὸν ὄντα· πλὴν
10ἀλλὰ καὶ τὸ ἐξαπατηθῆναι τῷ Λυδῷ ἐπέπρωτο, οἶμαι, καὶ ὅλως τὸ μὴ σαφῶς ἀκοῦσαι τὰ μέλ‐ λοντα ἡ Εἱμαρμένη ἐπέκλωσεν· ὥστε καὶ ἡ μαντικὴ ὑμῶν ἐκείνης μέρος ἐστίν.
13ΖΕΥΣ
J Conf
.

15

Ἡμῖν δὲ οὐδὲν ἀπολείπεις, ἀλλὰ μάτην θεοί ἐσμεν, οὔτε πρόνοιάν τινα εἰσφερόμενοι εἰς τὰ πράγματα οὔτε τῶν θυσιῶν ἄξιοι καθάπερ τρύ‐ πανα ὡς ἀληθῶς ἢ σκέπαρνα; καί μοι δοκεῖς
5εἰκότως μου καταφρονεῖν, ὅτι κεραυνόν, ὡς ὁρᾷς, διηγκυλημένος ἀνέχομαί σε τοσαῦτα καθ’ ἡμῶν διεξιόντα.
7ΚΥΝΙΣΚΟΣ Βάλλε, ὦ Ζεῦ, εἴ μοι καὶ κεραυνῷ πληγῆναι εἵμαρται, καὶ σὲ οὐδὲν αἰτιάσομαι τῆς πληγῆς,
10ἀλλὰ τὴν Κλωθὼ τὴν διὰ σοῦ τιτρώσκουσαν· οὐδὲ γὰρ τὸν κεραυνὸν αὐτὸν φαίην ἂν αἴτιον μοι γενέσθαι τοῦ τραύματος. πλὴν ἐκεῖνό γε ὑμᾶς ἐρήσομαι καὶ σὲ καὶ τὴν Εἱμαρμένην· σὺ δέ μοι καὶ ὑπὲρ ἐκείνης ἀπόκριναι· ἀνέμνησας γάρ με78
J Conf
.

16

ἀπειλήσας. τί δήποτε τοὺς ἱεροσύλους καὶ λῃστὰς ἀφέντες καὶ τοσούτους ὑβριστὰς καὶ βιαίους καὶ ἐπιόρκους δρῦν τινα πολλάκις κε‐ ραυνοῦτε ἢ λίθον ἢ νεὼς ἱστὸν οὐδὲν ἀδικούσης,
5ἐνίοτε δὲ χρηστόν τινα καὶ ὅσιον ὁδοιπόρον; τί σιωπᾷς, ὦ Ζεῦ; ἢ οὐδὲ τοῦτό με θέμις εἰδέναι;
6ΖΕΥΣ Οὐ γάρ, ὦ Κυνίσκε. σὺ δὲ πολυπράγμων τις εἶ καὶ οὐκ οἶδ’ ὅθεν ταῦτα ἥκεις μοι συμπεφορη‐ κώς.
9ΚΥΝΙΣΚΟΣ
10 Οὐκοῦν μηδὲ ἐκεῖνο ὑμᾶς ἔρωμαι, σέ τε καὶ τὴν Πρόνοιαν καὶ τὴν Εἱμαρμένην, τί δήποτε Φωκίων μὲν ὁ χρηστὸς ἐν τοσαύτῃ πενίᾳ καὶ σπάνει τῶν ἀναγκαίων ἀπέθανε καὶ Ἀριστείδης πρὸ αὐτοῦ, Καλλίας δὲ καὶ Ἀλκιβιάδης, ἀκόλαστα μειράκια,
15ὑπερεπλούτουν καὶ Μειδίας ὁ ὑβριστὴς καὶ Χάροψ ὁ Αἰγινήτης, κίναιδος ἄνθρωπος, τὴν μητέρα λιμῷ ἀπεκτονώς, καὶ πάλιν Σωκράτης μὲν παρεδόθη τοῖς ἕνδεκα, Μέλητος δὲ οὐ παρεδόθη, καὶ Σαρδανάπαλλος μὲν ἐβασίλευε θῆλυς ὤν,
20Γώχης δὲ ἀνὴρ ἐνάρετος ἀνεσκολοπίσθη πρὸς
J Conf
.

17

αὐτοῦ, διότι μὴ ἠρέσκετο τοῖς γιγνομένοις· ἵνα ὑμῖν μὴ τὰ νῦν λέγω καθ’ ἕκαστον ἐπεξιών, τοὺς
μὲν πονηροὺς εὐδαιμονοῦντας καὶ τοὺς πλεονέκτας, ἀγομένους δὲ καὶ φερομένους τοὺς χρηστοὺς ἐν80
5πενίᾳ καὶ νόσοις καὶ μυρίοις κακοῖς πιεζομένους.
5ΖΕΥΣ Οὐ γὰρ οἶσθα, ὦ Κυνίσκε, ἡλίκας μετὰ τὸν βίον οἱ πονηροὶ τὰς κολάσεις ὑπομένουσιν, ἢ ἐν ὅσῃ οἱ χρηστοὶ εὐδαιμονίᾳ διατρίβουσιν;
8ΚΥΝΙΣΚΟΣ Ἅιδην μοι λέγεις καὶ Τιτυοὺς καὶ Ταντάλους.
10ἐγὼ δέ, εἰ μέν τι καὶ τοιοῦτόν ἐστιν, εἴσομαι τὸ σαφὲς ἐπειδὰν ἀποθάνω· τὸ δὲ νῦν ἔχον ἐβουλό‐ μην τὸν ὁποσονοῦν χρόνον τοῦτον εὐδαιμόνως διαβιοὺς ὑπὸ ἑκκαίδεκα γυπῶν κείρεσθαι τὸ ἧπαρ ἀποθανών, ἀλλὰ μὴ ἐνταῦθα διψήσας ὥσπερ ὁ
15Τάνταλος ἐν Μακάρων νήσοις πίνειν μετὰ τῶν ἡρώων ἐν τῷ Ἠλυσίῳ λειμῶνι κατακείμενος.
16ΖΕΥΣ
J Conf
.

18

Τί φής; ἀπιστεῖς εἶναί τινας κολάσεις καὶ τιμάς, καὶ δικαστήριον ἔνθα δὴ ἐξετάζεται ὁ ἑκάστου βίος;
3ΚΥΝΙΣΚΟΣ Ἀκούω τινὰ Μίνω Κρῆτα δικάζειν κάτω τὰ τοι‐
5αῦτα· καί μοι ἀπόκριναί τι καὶ ὑπὲρ ἐκείνου· σὸς γὰρ υἱὸς εἶναι λέγεται.
6ΖΕΥΣ Τί δὲ κἀκεῖνον ἐρωτᾷς, ὦ Κυνίσκε;
7ΚΥΝΙΣΚΟΣ Τίνας κολάζει μάλιστα;
8ΖΕΥΣ Τοὺς πονηροὺς δηλαδή, οἷον ἀνδροφόνους καὶ
10ἱεροσύλους.82
10ΚΥΝΙΣΚΟΣ Τίνας δὲ παρὰ τοὺς ἥρωας ἀποπέμπει;
11ΖΕΥΣ Τοὺς ἀγαθούς τε καὶ ὁσίους καὶ κατ’ ἀρετὴν βεβιωκότας.
13ΚΥΝΙΣΚΟΣ Τίνος ἕνεκα, ὦ Ζεῦ;
14ΖΕΥΣ
15Διότι οἱ μὲν τιμῆς, οἱ δὲ κολάσεως ἄξιοι.
15ΚΥΝΙΣΚΟΣ Εἰ δέ τις ἀκούσιόν τι δεινὸν ἐργάσαιτο, κολά‐ ζεσθαι καὶ τοῦτον δικαιοῖ;
17ΖΕΥΣ Οὐδαμῶς.
18ΚΥΝΙΣΚΟΣ Οὐδ’ ἄρα εἴ τις ἄκων τι ἀγαθὸν ἔδρασεν, οὐδὲ
20τοῦτον τιμᾶν ἀξιώσειεν ἄν;
20ΖΕΥΣ Οὐ γὰρ οὖν.
21ΚΥΝΙΣΚΟΣ Οὐδένα τοίνυν, ὦ Ζεῦ, οὔτε τιμᾶν οὔτε κολάζειν αὐτῷ προσήκει.
23ΖΕΥΣ Πῶς οὐδένα;
24ΚΥΝΙΣΚΟΣ
25 Ὅτι οὐδὲν ἑκόντες οἱ ἄνθρωποι ποιοῦμεν, ἀλλά τινι ἀνάγκῃ ἀφύκτῳ κεκελευσμένοι, εἴ γε ἀληθῆ ἐκεῖνά ἐστι τὰ ἔμπροσθεν ὡμολογημένα, ὡς ἡ Μοῖρα πάντων αἰτία· καὶ ἢν φονεύσῃ τις, ἐκείνη
ἐστὶν ἡ φονεύσασα, καὶ ἢν ἱεροσυλῇ, προστεταγ‐84
30μένον αὐτὸ δρᾷ. ὥστε εἴ γε τὰ δίκαια ὁ Μίνως δικάζειν μέλλοι, τὴν Εἱμαρμένην ἀντὶ τοῦ Σισύφου κολάσεται καὶ τὴν Μοῖραν ἀντὶ τοῦ Ταντάλου. τί γὰρ ἐκεῖνοι ἠδίκησαν πεισθέντες τοῖς ἐπιτάγ‐ μασιν;
34ΖΕΥΣ
J Conf
.

19

Οὐκέτ’ οὐδὲ ἀποκρίνεσθαί σοι ἄξιον τοιαῦτα ἐρωτῶντι· θρασὺς γὰρ εἶ καὶ σοφιστής. καί σε ἄπειμι ἤδη καταλιπών.
3ΚΥΝΙΣΚΟΣ Ἐδεόμην μὲν ἔτι καὶ τοῦτο ἐρέσθαι, ποῦ αἱ
5Μοῖραι διατρίβουσιν ἢ πῶς ἐφικνοῦνται τῇ ἐπι‐ μελείᾳ τῶν τοσούτων ἐς τὸ λεπτότατον, καὶ ταῦτα τρεῖς οὖσαι. ἐπίπονον γάρ τινα καὶ οὐκ εὔμοιρόν μοι δοκοῦσι βιοῦν τὸν βίον τοσαῦτα ἔχουσαι πράγματα, καὶ ὡς ἔοικεν οὐ πάνυ οὐδὲ αὗται ὑπὸ
10χρηστῇ Εἱμαρμένῃ ἐγεννήθησαν. ἐγὼ γοῦν, εἴ μοι αἵρεσις δοθείη, οὐκ ἂν ἀλλαξαίμην πρὸς αὐτὰς τὸν ἐμαυτοῦ βίον, ἀλλ’ ἑλοίμην ἂν ἔτι πενέστερος διαβιῶναι ἤπερ καθῆσθαι κλώθων ἄτρακτον τοσούτων πραγμάτων μεστόν, ἐπιτηρῶν
15ἕκαστα. εἰ δὲ μὴ ῥᾴδιόν σοι ἀποκρίνασθαι πρὸς ταῦτα, ὦ Ζεῦ, καὶ τούτοις ἀγαπήσομεν οἷς ἀπε‐ κρίνω· ἱκανὰ γὰρ ἐμφανίσαι τὸν περὶ τῆς Εἱμαρ‐ μένης καὶ Προνοίας λόγον· τὰ λοιπὰ δ’ ἴσως
οὐχ εἵμαρτο ἀκοῦσαί μοι.86