TLG 0062 016 :: LUCIANUS :: Cataplus

LUCIANUS Soph.
(Samosatenus: A.D. 2)

Scholia: Cf. SCHOLIA IN LUCIANUM (5029)

Cataplus

Source: Harmon, A.M. (ed.), Lucian, vol. 2. Cambridge, Mass.: Harvard University Press, 1915 (repr. 1960): 2–56.

Citation: Section — (line)

Cat
.

t

ΚΑΤΑΠΛΟΥΣ Η ΤΥΡΑΝΝΟΣ
Cat
.

1

ΧΑΡΩΝ
1 Εἶεν, ὦ Κλωθοῖ, τὸ μὲν σκάφος τοῦτο ἡμῖν πάλαι εὐτρεπὲς καὶ πρὸς ἀναγωγὴν εὖ μάλα παρεσκευασμένον· ὅ τε γὰρ ἄντλος ἐκκέχυται καὶ ὁ ἱστὸς ὤρθωται καὶ ἡ ὀθόνη παρακέκρουσται καὶ
5τῶν κωπῶν ἑκάστη τετρόπωται, κωλύει τε οὐδέν, ὅσον ἐπ’ ἐμοί, τὸ ἀγκύριον ἀνασπάσαντας ἀπο‐ πλεῖν. ὁ δὲ Ἑρμῆς βραδύνει, πάλαι παρεῖναι δέον· κενὸν γοῦν ἐπιβατῶν, ὡς ὁρᾷς, ἔστι τὸ πορθμεῖον τρὶς ἤδη τήμερον ἀναπεπλευκέναι δυ‐
10νάμενον· καὶ σχεδὸν ἀμφὶ βουλυτόν ἐστιν, ἡμεῖς δὲ οὐδέπω οὐδὲ ὀβολὸν ἐμπεπολήκαμεν. εἶτα ὁ Πλούτων εὖ οἶδα ὅτι ἐμὲ ῥᾳθυμεῖν ἐν τούτοις ὑπολήψεται, καὶ ταῦτα παρ’ ἄλλῳ οὔσης τῆς αἰτίας. ὁ δὲ καλὸς ἡμῖν κἀγαθὸς νεκροπομπὸς
15ὥσπερ τις ἄλλος καὶ αὐτὸς ἄνω τὸ τῆς Λήθης ὕδωρ πεπωκὼς ἀναστρέψαι πρὸς ἡμᾶς ἐπιλέλη‐ σται, καὶ ἤτοι παλαίει μετὰ τῶν ἐφήβων ἢ κιθα‐ ρίζει ἢ λόγους τινὰς διεξέρχεται ἐπιδεικνύμενος τὸν λῆρον τὸν αὑτοῦ, ἢ τάχα που καὶ κλωπεύει
20ὁ γεννάδας παρελθών· μία γὰρ αὐτοῦ καὶ αὕτη τῶν τεχνῶν. ὁ δ’ οὖν ἐλευθεριάζει πρὸς ἡμᾶς, καὶ ταῦτα ἐξ ἡμισείας ἡμέτερος ὤν.2
22ΚΛΩΘΩ
Cat
.

2

Τί δὲ οἶδας, ὦ Χάρων, εἴ τις ἀσχολία προσέ‐ πεσεν αὐτῷ, τοῦ Διὸς ἐπὶ πλέον δεηθέντος ἀπο‐ χρήσασθαι πρὸς τὰ ἄνω πράγματα; δεσπότης δὲ κἀκεῖνός ἐστιν.
4ΧΑΡΩΝ
5 Ἀλλ’ οὐχ ὥστε, ὦ Κλωθοῖ, πέρα τοῦ μέτρου δεσπόζειν κοινοῦ κτήματος, ἐπεὶ οὐδὲ ἡμεῖς ποτε αὐτόν, ἀπιέναι δέον, κατεσχήκαμεν. ἀλλ’ ἐγὼ οἶδα τὴν αἰτίαν· παρ’ ἡμῖν μὲν γὰρ ἀσφόδελος μόνον καὶ χοαὶ καὶ πόπανα καὶ ἐναγίσματα, τὰ
10δ’ ἄλλα ζόφος καὶ ὁμίχλη καὶ σκότος, ἐν δὲ τῷ οὐρανῷ φαιδρὰ πάντα καὶ ἥ τε ἀμβροσία πολλὴ καὶ τὸ νέκταρ ἄφθονον· ὥστε ἥδιον παρ’ ἐκείνοις βραδύνειν ἔοικε. καὶ παρ’ ἡμῶν μὲν ἀνίπταται καθάπερ ἐκ δεσμωτηρίου τινὸς ἀποδιδράσκων·
15ἐπειδὰν δὲ καιρὸς κατιέναι, σχολῇ καὶ βάδην μόγις ποτὲ κατέρχεται.
16ΚΛΩΘΩ
Cat
.

3

Μηκέτι χαλέπαινε, ὦ Χάρων· πλησίον γὰρ αὐτὸς οὗτος, ὡς ὁρᾷς, πολλούς τινας ἡμῖν ἄγων, μᾶλλον δὲ ὥσπερ τι αἰπόλιον ἀθρόους αὐτοὺς τῇ ῥάβδῳ σοβῶν. ἀλλὰ τί τοῦτο; δεδεμένον τινὰ ἐν
5αὐτοῖς καὶ ἄλλον γελῶντα ὁρῶ, ἕνα δέ τινα καὶ πήραν ἐξημμένον καὶ ξύλον ἐν τῇ χειρὶ ἔχοντα, δριμὺ ἐνορῶντα καὶ τοὺς ἄλλους ἐπισπεύδοντα. οὐχ ὁρᾷς δὲ καὶ τὸν Ἑρμῆν αὐτὸν ἱδρῶτι ῥεόμενον
καὶ τὼ πόδε κεκονιμένον καὶ πνευστιῶντα; μεστὸν4
10γοῦν ἄσθματος αὐτῷ τὸ στόμα. τί ταῦτα, ὦ Ἑρμῆ; τίς ἡ σπουδή; τεταραγμένῳ γὰρ ἡμῖν ἔοικας.
12ΕΡΜΗΣ Τί δ’ ἄλλο, ὦ Κλωθοῖ, ἢ τουτονὶ τὸν ἀλιτήριον ἀποδράντα μεταδιώκων ὀλίγου δεῖν λιπόνεως ὑμῖν
15τήμερον ἐγενόμην;
15ΚΛΩΘΩ Τίς δ’ ἐστίν; ἢ τί βουλόμενος ἀπεδίδρασκε;
16ΕΡΜΗΣ Τουτὶ μὲν πρόδηλον, ὅτι ζῆν μᾶλλον ἐβούλετο. ἔστι δὲ βασιλεύς τις ἢ τύραννος, ἀπὸ γοῦν τῶν ὀδυρμῶν καὶ ὧν ἀνακωκύει, πολλῆς τινος εὐδαι‐
20μονίας ἐστερῆσθαι λέγων.
20ΚΛΩΘΩ Εἶθ’ ὁ μάταιος ἀπεδίδρασκεν, ὡς ἐπιβιῶναι δυ‐ νάμενος, ἐπιλελοιπότος ἤδη τοῦ ἐπικεκλωσμένου αὐτῷ νήματος;
23ΕΡΜΗΣ
Cat
.

4

Ἀπεδίδρασκε, λέγεις; εἰ γὰρ μὴ ὁ γενναιότατος οὗτος, ὁ τὸ ξύλον, συνήργησέ μοι καὶ συλλα‐ βόντες αὐτὸν ἐδήσαμεν, κἂν ᾤχετο ἡμᾶς ἀποφυ‐ γών· ἀφ’ οὗ γάρ μοι παρέδωκεν αὐτὸν ἡ Ἄτροπος,
5παρ’ ὅλην τὴν ὁδὸν ἀντέτεινε καὶ ἀντέσπα, καὶ τὼ πόδε ἀντερείδων πρὸς τὸ ἔδαφος οὐ παντελῶς εὐάγωγος ἦν· ἐνίοτε δὲ καὶ ἱκέτευε καὶ κατελι‐ πάρει, ἀφεθῆναι πρὸς ὀλίγον ἀξιῶν καὶ πολλὰ δώσειν ὑπισχνούμενος. ἐγὼ δέ, ὥσπερ εἰκός, οὐκ
10ἀνίειν ὁρῶν ἀδυνάτων ἐφιέμενον. ἐπεὶ δὲ κατ’
αὐτὸ ἤδη τὸ στόμιον ἦμεν, ἐμοῦ τοὺς νεκρούς, ὡς ἔθος, ἀπαριθμοῦντος τῷ Αἰακῷ κἀκείνου λογιζο‐ μένου αὐτοὺς πρὸς τὸ παρὰ τῆς σῆς ἀδελφῆς πεμφθὲν αὐτῷ σύμβολον, λαθὼν οὐκ οἶδ’ ὅπως ὁ6
15τρισκατάρατος ἀπιὼν ᾤχετο. ἐνέδει οὖν νεκρὸς εἷς τῷ λογισμῷ, καὶ ὁ Αἰακὸς ἀνατείνας τὰς ὀφρῦς, “Μὴ ἐπὶ πάντων, ὦ Ἑρμῆ,” φησί, “χρῶ τῇ κλεπτικῇ, ἅλις σοι αἱ ἐν οὐρανῷ παιδιαί· τὰ νεκρῶν δὲ ἀκριβῆ καὶ οὐδαμῶς λαθεῖν δυνάμενα.
20τέτταρας, ὡς ὁρᾷς, πρὸς τοῖς χιλίοις ἔχει τὸ σύμβολον ἐγκεχαραγμένους, σὺ δέ μοι παρ’ ἕνα ἥκεις ἄγων, εἰ μὴ τοῦτο φής, ὡς παραλελόγισταί σε ἡ Ἄτροπος.” ἐγὼ δὲ ἐρυθριάσας πρὸς τὸν λόγον ταχέως ὑπεμνήσθην τῶν κατὰ τὴν ὁδόν,
25κἀπειδὴ περιβλέπων οὐδαμοῦ τοῦτον εἶδον, συνεὶς τὴν ἀπόδρασιν ἐδίωκον ὡς εἶχον τάχους κατὰ τὴν ἄγουσαν πρὸς τὸ φῶς· εἵπετο δὲ αὐθαίρετός μοι ὁ βέλτιστος οὗτος, καὶ ὥσπερ ἀπὸ ὕσπληγγος θέοντες καταλαμβάνομεν αὐτὸν ἤδη ἐν Ταινάρῳ·
30παρὰ τοσοῦτον ἦλθε διαφυγεῖν.
30ΚΛΩΘΩ
Cat
.

5

Ἡμεῖς δέ, ὦ Χάρων, ὀλιγωρίαν ἤδη τοῦ Ἑρμοῦ κατεγινώσκομεν.
2ΧΑΡΩΝ Τί οὖν ἔτι διαμέλλομεν ὡς οὐχ ἱκανῆς ἡμῖν γεγενημένης διατριβῆς;
4ΚΛΩΘΩ
5Εὖ λέγεις· ἐμβαινέτωσαν. ἐγὼ δὲ προχειρισα‐
μένη τὸ βιβλίον καὶ παρὰ τὴν ἀποβάθραν καθε‐ ζομένη, ὡς ἔθος, ἐπιβαίνοντα ἕκαστον αὐτῶν δια‐ γνώσομαι, τίς καὶ πόθεν καὶ ὅντινα τεθνεὼς τὸν τρόπον· σὺ δὲ παραλαμβάνων στοίβαζε καὶ8
10συντίθει· σὺ δέ, ὦ Ἑρμῆ, τὰ νεογνὰ ταυτὶ πρῶτα ἐμβαλοῦ· τί γὰρ ἂν καὶ ἀποκρίναιντό μοι;
11ΕΡΜΗΣ Ἰδού σοι, ὦ πορθμεῦ, τὸν ἀριθμὸν οὗτοι τρια‐ κόσιοι μετὰ τῶν ἐκτιθεμένων.
13ΧΑΡΩΝ Βαβαὶ τῆς εὐαγρίας. ὀμφακίας ἡμῖν νεκροὺς
15ἥκεις ἄγων.
15ΕΡΜΗΣ Βούλει, ὦ Κλωθοῖ, τοὺς ἀκλαύστους ἐπὶ τού‐ τοις ἐμβιβασώμεθα;
17ΚΛΩΘΩ Τοὺς γέροντας λέγεις; οὕτω ποίει. τί γάρ με δεῖ πράγματα ἔχειν τὰ πρὸ Εὐκλείδου νῦν
20ἐξετάζουσαν; οἱ ὑπὲρ ἑξήκοντα ὑμεῖς πάριτε ἤδη. τί τοῦτο; οὐκ ἐπακούουσί μου βεβυσμένοι τὰ ὦτα ὑπὸ τῶν ἐτῶν. δεήσει τάχα καὶ τούτους ἀράμενον παραγαγεῖν.
23ΕΡΜΗΣ Ἰδοὺ πάλιν οὗτοι δυεῖν δέοντες τετρακόσιοι,
25τακεροὶ πάντες καὶ πέπειροι καὶ καθ’ ὥραν τετρυ‐ γημένοι.
26ΧΑΡΩΝ Νὴ Δί’, ἐπεὶ ἀσταφίδες γε πάντες ἤδη εἰσί.
27ΚΛΩΘΩ
Cat
.

6

Τοὺς τραυματίας ἐπὶ τούτοις, ὦ Ἑρμῆ, παρά‐
γαγε· καὶ πρῶτόν μοι εἴπατε ὅπως ἀποθανόντες ἥκετε· μᾶλλον δὲ αὐτὴ πρὸς τὰ γεγραμμένα ὑμᾶς ἐπισκέψομαι. πολεμοῦντας ἀποθανεῖν ἔδει χθὲς10
5ἐν Μηδίᾳ τέτταρας ἐπὶ τοῖς ὀγδοήκοντα καὶ τὸν Ὀξυάρτου υἱὸν μετ’ αὐτῶν Γωβάρην.
6ΕΡΜΗΣ Πάρεισι.
7ΚΛΩΘΩ Δι’ ἔρωτα αὑτοὺς ἀπέσφαξαν ἑπτά, καὶ ὁ φιλόσοφος Θεαγένης διὰ τὴν ἑταίραν τὴν Μεγα‐
10ρόθεν.
10ΕΡΜΗΣ Οὑτοιὶ πλησίον.
11ΚΛΩΘΩ Ποῦ δ’ οἱ περὶ τῆς βασιλείας ὑπ’ ἀλλήλων ἀποθανόντες;
13ΕΡΜΗΣ Παρεστᾶσιν.
14ΚΛΩΘΩ
15 Ὁ δ’ ὑπὸ τοῦ μοιχοῦ καὶ τῆς γυναικὸς φονευ‐ θείς;
16ΕΡΜΗΣ Ἰδού σοι πλησίον.
17ΚΛΩΘΩ Τοὺς ἐκ δικαστηρίων δῆτα παράγαγε, λέγω δὲ τοὺς ἐκ τυμπάνου καὶ τοὺς ἀνεσκολοπισμέ‐
20νους. οἱ δ’ ὑπὸ λῃστῶν ἀποθανόντες ἑκκαίδεκα
ποῦ εἰσιν, ὦ Ἑρμῆ;12
21ΕΡΜΗΣ Πάρεισιν οἵδε οἱ τραυματίαι οὓς ὁρᾷς. τὰς δὲ γυναῖκας ἅμα βούλει παραγάγω;
23ΚΛΩΘΩ Μάλιστα, καὶ τοὺς ἀπὸ ναυαγίων γε ἅμα· καὶ
25γὰρ τεθνᾶσι τὸν ὅμοιον τρόπον. καὶ τοὺς ἀπὸ τοῦ πυρετοῦ δέ, καὶ τούτους ἅμα, καὶ τὸν ἰατρὸν
Cat
.

7

μετ’ αὐτῶν Ἀγαθοκλέα. ποῦ δ’ ὁ φιλόσοφος Κυνίσκος, ὃν ἔδει τῆς Ἑκάτης τὸ δεῖπνον φαγόντα καὶ τὰ ἐκ τῶν καθαρσίων ᾠὰ καὶ πρὸς τούτοις γε σηπίαν ὠμὴν ἀποθανεῖν;
4ΚΥΝΙΣΚΟΣ
5 Πάλαι σοι παρέστηκα, ὦ βελτίστη Κλωθοῖ. τί δέ με ἀδικήσαντα τοσοῦτον εἴας ἄνω τὸν χρόνον; σχεδὸν γὰρ ὅλον μοι τὸν ἄτρακτον ἐπέ‐ κλωσας. καίτοι πολλάκις ἐπειράθην τὸ νῆμα διακόψας ἐλθεῖν, ἀλλ’ οὐκ οἶδ’ ὅπως ἄρρηκτον
10ἦν.
10ΚΛΩΘΩ Ἔφορόν σε καὶ ἰατρὸν εἶναι τῶν ἀνθρωπίνων ἁμαρτημάτων ἀπελίμπανον. ἀλλὰ ἔμβαινε ἀγαθῇ τύχῃ.
13ΚΥΝΙΣΚΟΣ Μὰ Δί’, ἢν μὴ πρότερόν γε τουτονὶ τὸν δεδε‐
15μένον ἐμβιβασώμεθα· δέδια γὰρ μή σε παραπείσῃ
δεόμενος.14
16ΚΛΩΘΩ
Cat
.

8

Φέρ’ ἴδω τίς ἐστι.
1ΚΥΝΙΣΚΟΣ Μεγαπένθης ὁ Λακύδου, τύραννος.
2ΚΛΩΘΩ Ἐπίβαινε σύ.
3ΜΕΓΑΠΕΝΘΗΣ Μηδαμῶς, ὦ δέσποινα Κλωθοῖ, ἀλλά με πρὸς
5ὀλίγον ἔασον ἀνελθεῖν. εἶτά σοι αὐτόματος ἥξω καλοῦντος μηδενός.
6ΚΛΩΘΩ Τί δὲ ἔστιν οὗ χάριν ἀφικέσθαι θέλεις;
7ΜΕΓΑΠΕΝΘΗΣ Τὴν οἰκίαν ἐκτελέσαι μοι πρότερον ἐπίτρεψον· ἡμιτελὴς γὰρ ὁ δόμος καταλέλειπται.
9ΚΛΩΘΩ
10Ληρεῖς· ἀλλὰ ἔμβαινε.
10ΜΕΓΑΠΕΝΘΗΣ Οὐ πολὺν χρόνον, ὦ Μοῖρα, αἰτῶ· μίαν με ἔασον μεῖναι τήνδε ἡμέραν, ἄχρι ἄν τι ἐπισκήψω τῇ γυναικὶ περὶ τῶν χρημάτων, ἔνθα τὸν μέγαν εἶχον θησαυρὸν κατορωρυγμένον.
14ΚΛΩΘΩ
15Ἄραρεν· οὐκ ἂν τύχοις.
15ΜΕΓΑΠΕΝΘΗΣ Ἀπολεῖται οὖν χρυσὸς τοσοῦτος;
16ΚΛΩΘΩ Οὐκ ἀπολεῖται. θάρρει τούτου γε ἕνεκα· Με‐
γακλῆς γὰρ αὐτὸν ὁ σὸς ἀνεψιὸς παραλήψεται.16
18ΜΕΓΑΠΕΝΘΗΣ Ὢ τῆς ὕβρεως. ὁ ἐχθρός, ὃν ὑπὸ ῥᾳθυμίας
20ἔγωγε οὐ προαπέκτεινα;
20ΚΛΩΘΩ Ἐκεῖνος αὐτός· καὶ ἐπιβιώσεταί σοι ἔτη τετ‐ ταράκοντα καὶ μικρόν τι πρός, τὰς παλλακίδας καὶ τὴν ἐσθῆτα καὶ τὸν χρυσὸν ὅλον σου παρα‐ λαβών.
24ΜΕΓΑΠΕΝΘΗΣ
25 Ἀδικεῖς, ὦ Κλωθοῖ, τἀμὰ τοῖς πολεμιωτάτοις διανέμουσα.
26ΚΛΩΘΩ Σὺ γὰρ οὐχὶ Κυδιμάχου αὐτὰ ὄντα, ὦ γεν‐ ναιότατε, παρειλήφεις ἀποκτείνας τε αὐτὸν καὶ τὰ παιδία ἔτι ἐμπνέοντι ἐπισφάξας;
29ΜΕΓΑΠΕΝΘΗΣ
30Ἀλλὰ νῦν ἐμὰ ἦν.
30ΚΛΩΘΩ Οὐκοῦν ἐξήκει σοι ὁ χρόνος ἤδη τῆς κτήσεως.
31ΜΕΓΑΠΕΝΘΗΣ
Cat
.

9

Ἄκουσον, ὦ Κλωθοῖ, ἅ σοι ἰδίᾳ μηδενὸς ἀκού‐ οντος εἰπεῖν βούλομαι· ὑμεῖς δὲ ἀπόστητε πρὸς ὀλίγον. ἄν με ἀφῇς ἀποδρᾶναι, χίλιά σοι τά‐ λαντα χρυσίου ἐπισήμου δώσειν ὑπισχνοῦμαι
5τήμερον.
5ΚΛΩΘΩ Ἔτι γὰρ χρυσόν, ὦ γελοῖε, καὶ τάλαντα διὰ μνήμης ἔχεις;
7ΜΕΓΑΠΕΝΘΗΣ Καὶ τοὺς δύο δὲ κρατῆρας, εἰ βούλει, προσθήσω οὓς ἔλαβον ἀποκτείνας Κλεόκριτον, ἕλκοντας
10ἑκάτερον χρυσοῦ ἀπέφθου τάλαντα ἑκατόν.18
10ΚΛΩΘΩ Ἕλκετε αὐτόν· ἔοικε γὰρ οὐκ ἐπεμβήσεσθαι ἡμῖν ἑκών.
12ΜΕΓΑΠΕΝΘΗΣ Μαρτύρομαι ὑμᾶς, ἀτελὲς μένει τὸ τεῖχος καὶ τὰ νεώρια· ἐξετέλεσα γὰρ ἂν αὐτὰ ἐπιβιοὺς πέντε
15μόνας ἡμέρας.
15ΚΛΩΘΩ Ἀμέλησον· ἄλλος τειχιεῖ.
16ΜΕΓΑΠΕΝΘΗΣ Καὶ μὴν τοῦτό γε πάντως εὔγνωμον αἰτῶ.
17ΚΛΩΘΩ Τὸ ποῖον;
18ΜΕΓΑΠΕΝΘΗΣ Εἰς τοσοῦτον ἐπιβιῶναι, μέχρι ἂν ὑπαγάγωμαι
20Πισίδας καὶ Λυδοῖς ἐπιθῶ τοὺς φόρους καὶ μνῆμα ἑαυτῷ παμμέγεθες ἀναστήσας ἐπιγράψω ὁπόσα ἔπραξα μεγάλα καὶ στρατηγικὰ παρὰ τὸν βίον.
22ΚΛΩΘΩ Οὗτος, οὐκέτι μίαν ἡμέραν ταύτην αἰτεῖς, ἀλλὰ σχεδὸν εἴκοσιν ἐτῶν διατριβήν.
24ΜΕΓΑΠΕΝΘΗΣ
Cat
.

10

Καὶ μὴν ἐγγυητὰς ὑμῖν ἕτοιμος παρασχέσθαι τοῦ τάχους καὶ τῆς ἐπανόδου. εἰ βούλεσθε δέ, καὶ ἄντανδρον ὑμῖν ἀντ’ ἐμαυτοῦ παραδώσω τὸν ἀγαπητόν.
4ΚΛΩΘΩ
5 Ὦ μιαρέ, ὃν ηὔχου πολλάκις ὑπὲρ γῆς κατα‐ λιπεῖν;
6ΜΕΓΑΠΕΝΘΗΣ
Πάλαι ταῦτα ηὐχόμην· νυνὶ δὲ ὁρῶ τὸ βέλτιον.20
7ΚΛΩΘΩ Ἥξει κἀκεῖνός σοι μετ’ ὀλίγον ὑπὸ τοῦ νεωστὶ βασιλεύοντος ἀνῃρημένος.
9ΜΕΓΑΠΕΝΘΗΣ
Cat
.

11

Οὐκοῦν ἀλλὰ τοῦτό γε μὴ ἀντείπῃς ὦ Μοῖρά μοι.
2ΚΛΩΘΩ Τὸ ποῖον;
3ΜΕΓΑΠΕΝΘΗΣ Εἰδέναι βούλομαι τὰ μετ’ ἐμὲ ὅντινα ἕξει τὸν
5τρόπον.
5ΚΛΩΘΩ Ἄκουε· μᾶλλον γὰρ ἀνιάσῃ μαθών. τὴν μὲν γυναῖκα Μίδας ὁ δοῦλος ἕξει, καὶ πάλαι δὲ αὐτὴν ἐμοίχευεν.
8ΜΕΓΑΠΕΝΘΗΣ Ὁ κατάρατος, ὃν ἐγὼ πειθόμενος αὐτῇ ἀφῆκα
10ἐλεύθερον;
10ΚΛΩΘΩ Ἡ θυγάτηρ δέ σοι ταῖς παλλακίσι τοῦ νυνὶ τυραννοῦντος ἐγκαταλεγήσεται· αἱ εἰκόνες δὲ καὶ ἀνδριάντες οὓς ἡ πόλις ἀνέστησέ σοι πάλαι πάντες ἀνατετραμμένοι γέλωτα παρέξουσι τοῖς
15θεωμένοις.
15ΜΕΓΑΠΕΝΘΗΣ Εἰπέ μοι, τῶν φίλων δὲ οὐδεὶς ἀγανακτήσει τοῖς δρωμένοις;
17ΚΛΩΘΩ Τίς γὰρ ἦν σοι φίλος; ἢ ἐκ τίνος αἰτίας γενό‐ μενος; ἀγνοεῖς ὅτι πάντες οἱ καὶ προσκυνοῦντες
20καὶ τῶν λεγομένων καὶ πραττομένων ἕκαστα ἐπαι‐ νοῦντες ἢ φόβῳ ἢ ἐλπίσι ταῦτα ἔδρων, τῆς ἀρχῆς ὄντες φίλοι καὶ πρὸς τὸν καιρὸν ἀποβλέποντες;22
22ΜΕΓΑΠΕΝΘΗΣ Καὶ μὴν σπένδοντες ἐν τοῖς συμποσίοις μεγάλῃ τῇ φωνῇ ἐπηύχοντό μοι πολλὰ καὶ ἀγαθά, προ‐
25αποθανεῖν ἕκαστος αὐτῶν ἕτοιμος, εἰ οἷόν τε εἶναι· καὶ ὅλως, ὅρκος αὐτοῖς ἦν ἐγώ.
26ΚΛΩΘΩ Τοιγαροῦν παρ’ ἑνὶ αὐτῶν χθὲς δειπνήσας ἀπέ‐ θανες· τὸ γὰρ τελευταῖόν σοι πιεῖν ἐνεχθὲν ἐκεῖνο δευρὶ κατέπεμψέ σε.
29ΜΕΓΑΠΕΝΘΗΣ
30 Τοῦτ’ ἄρα πικροῦ τινος ᾐσθόμην· τί βουλό‐ μενος δὲ ταῦτα ἔπραξε;
31ΚΛΩΘΩ Πολλά με ἀνακρίνεις, ἐμβῆναι δέον.
32ΜΕΓΑΠΕΝΘΗΣ
Cat
.

12

Ἕν με πνίγει μάλιστα, ὦ Κλωθοῖ, δι’ ὅπερ ἐπόθουν κἂν πρὸς ὀλίγον ἐς τὸ φῶς ἀνακῦψαι πάλιν.
3ΚΛΩΘΩ Τί δὲ τοῦτό ἐστιν; ἔοικε γάρ τι παμμέγεθες
5εἶναι.
5ΜΕΓΑΠΕΝΘΗΣ Καρίων ὁ ἐμὸς οἰκέτης ἐπεὶ τάχιστά με ἀπο‐ θανόντα εἶδε, περὶ δείλην ὀψίαν ἀνελθὼν εἰς τὸ οἴκημα ἔνθα ἐκείμην, σχολῆς οὔσης—οὐδεὶς γὰρ
οὐδὲ ἐφύλαττέ με—Γλυκέριον τὴν παλλάκιδα24
10μου—καὶ πάλαι δέ, οἶμαι, κεκοινωνήκεσαν— παραγαγὼν ἐπισπασάμενος τὴν θύραν ἐσπόδει καθάπερ οὐδενὸς ἔνδον παρόντος· εἶτ’ ἐπειδὴ ἅλις εἶχε τῆς ἐπιθυμίας, ἀποβλέψας εἰς ἐμέ, “Σὺ μέντοι,” φησίν, “ὦ μιαρὸν ἀνθρώπιον, πληγάς
15μοι πολλάκις οὐδὲν ἀδικοῦντι ἐνέτεινας·” καὶ ταῦθ’ ἅμα λέγων παρέτιλλέ τέ με καὶ κατὰ κόρρης ἔπαιε, τέλος δὲ πλατὺ χρεμψάμενος καταπτύσας μου καί, “Εἰς τὸν Ἀσεβῶν χῶρον ἄπιθι,” ἐπειπὼν ᾤχετο· ἐγὼ δὲ ἐνεπιμπράμην μέν, οὐκ
20εἶχον δὲ ὅμως ὅ τι καὶ δράσαιμι αὐτὸν αὖος ἤδη καὶ ψυχρὸς ὤν. καὶ ἡ μιαρὰ δὲ παιδίσκη ἐπεὶ ψόφου προσιόντων τινῶν ᾔσθετο, σιέλῳ χρίσασα τοὺς ὀφθαλμοὺς ὡς δακρύσασα ἐπ’ ἐμοί, κωκύ‐ ουσα καὶ τοὔνομα ἐπικαλουμένη ἀπηλλάττετο.
25ὧν εἰ λαβοίμην—
25ΚΛΩΘΩ
Cat
.

13

Παῦσαι ἀπειλῶν, ἀλλὰ ἔμβηθι· καιρὸς ἤδη σε ἀπαντᾶν ἐπὶ τὸ δικαστήριον.
2ΜΕΓΑΠΕΝΘΗΣ Καὶ τίς ἀξιώσει κατ’ ἀνδρὸς τυράννου ψῆφον λαβεῖν;
4ΚΛΩΘΩ
5 Κατὰ τυράννου μὲν οὐδείς, κατὰ νεκροῦ δὲ ὁ Ῥαδάμανθυς, ὃν αὐτίκα ὄψει μάλα δίκαιον καὶ κατ’ ἀξίαν ἐπιτιθέντα ἑκάστῳ τὴν δίκην· τὸ δὲ νῦν ἔχον μὴ διάτριβε.
8ΜΕΓΑΠΕΝΘΗΣ Κἂν ἰδιώτην με ποίησον, ὦ Μοῖρα, τῶν πε‐
10νήτων ἕνα, κἂν δοῦλον ἀντὶ τοῦ πάλαι βασιλέως·
ἀναβιῶναί με ἔασον μόνον.26
11ΚΛΩΘΩ Ποῦ ’στιν ὁ τὸ ξύλον; καὶ σὺ δέ, ὦ Ἑρμῆ, σύρατ’ αὐτὸν εἴσω τοῦ ποδός· οὐ γὰρ ἂν ἐμβαίη ἑκών.
14ΕΡΜΗΣ
15 Ἕπου νῦν, δραπέτα· δέχου τοῦτον σύ, πορθμεῦ, καὶ τὸ δεῖνα, ὅπως ἀσφαλῶς—
16ΧΑΡΩΝ Ἀμέλει, πρὸς τὸν ἱστὸν δεδήσεται.
17ΜΕΓΑΠΕΝΘΗΣ Καὶ μὴν ἐν τῇ προεδρίᾳ καθέζεσθαί με δεῖ.
18ΚΛΩΘΩ Ὅτι τί;
19ΜΕΓΑΠΕΝΘΗΣ
20 Ὅτι, νὴ Δία, τύραννος ἦν καὶ δορυφόρους εἶχον μυρίους.
21ΚΥΝΙΣΚΟΣ Εἶτ’ οὐ δικαίως σε παρέτιλλεν ὁ Καρίων οὑτωσὶ σκαιὸν ὄντα; πικρὰν δ’ οὖν τὴν τυραννίδα ἕξεις γευσάμενος τοῦ ξύλου.
24ΜΕΓΑΠΕΝΘΗΣ
25 Τολμήσει γὰρ Κυνίσκος ἐπανατείνασθαί μοι τὸ βάκτρον; οὐκ ἐγώ σε πρῴην, ὅτι ἐλεύθερος ἄγαν καὶ τραχὺς ἦσθα καὶ ἐπιτιμητικός, μικροῦ δεῖν προσεπαττάλευσα;
28ΚΥΝΙΣΚΟΣ Τοιγαροῦν μενεῖς καὶ σὺ τῷ ἱστῷ προσπεπατ‐
30ταλευμένος.
30ΜΙΚΥΛΛΟΣ
Cat
.

14

Εἰπέ μοι, ὦ Κλωθοῖ, ἐμοῦ δὲ οὐδεὶς ὑμῖν λόγος; ἢ διότι πένης εἰμί, διὰ τοῦτο καὶ τελευταῖον ἐμ‐
βῆναί με δεῖ;28
3ΚΛΩΘΩ Σὺ δὲ τίς εἶ;
4ΜΙΚΥΛΛΟΣ
5Ὁ σκυτοτόμος Μίκυλλος.
5ΚΛΩΘΩ Εἶτα ἄχθῃ βραδύνων; οὐχ ὁρᾷς ὁπόσα ὁ τύραν‐ νος ὑπισχνεῖται δώσειν ἀφεθεὶς πρὸς ὀλίγον; θαῦμα γοῦν ἔχει με, εἰ μὴ ἀγαπητὴ καὶ σοὶ ἡ διατριβή.
9ΜΙΚΥΛΛΟΣ
10 Ἄκουσον, ὦ βελτίστη Μοιρῶν· οὐ πάνυ με ἡ τοῦ Κύκλωπος ἐκείνη εὐφραίνει δωρεά, ὑπισχνεῖσθαι ὅτι “πύματον ἐγὼ τὸν Οὖτιν κατέδομαι”· ἄν τε γοῦν πρῶτον, ἄν τε πύματον, οἱ αὐτοὶ ὀδόντες περι‐ μένουσιν. ἄλλως τε οὐδ’ ὅμοια τἀμὰ τοῖς τῶν πλου‐
15σίων· ἐκ διαμέτρου γὰρ ἡμῶν οἱ βίοι, φασίν· ὁ μέν γε τύραννος εὐδαίμων εἶναι δοκῶν παρὰ τὸν βίον, φοβερὸς ἅπασι καὶ περίβλεπτος, ἀπολιπὼν χρυ‐ σὸν τοσοῦτον καὶ ἀργύριον καὶ ἐσθῆτα καὶ ἵππους καὶ δεῖπνα καὶ παῖδας ὡραίους καὶ γυναῖκας
20εὐμόρφους εἰκότως ἠνιᾶτο καὶ ἀποσπώμενος αὐτῶν ἤχθετο· οὐ γὰρ οἶδ’ ὅπως καθάπερ ἰξῷ τινι προσ‐ έχεται τοῖς τοιούτοις ἡ ψυχὴ καὶ οὐκ ἐθέλει ἀπαλλάττεσθαι ῥᾳδίως ἅτε αὐτοῖς πάλαι προσ‐ τετηκυῖα· μᾶλλον δὲ ὥσπερ ἄρρηκτός τις οὗτος
25ὁ δεσμός ἐστιν, ᾧ δεδέσθαι συμβέβηκεν αὐτούς. ἀμέλει κἂν ἀπάγῃ τις αὐτοὺς μετὰ βίας, ἀνακωκύ‐ ουσι καὶ ἱκετεύουσι, καὶ τὰ ἄλλα ὄντες θρασεῖς, δειλοὶ πρὸς ταύτην εὑρίσκονται τὴν ἐπὶ τὸν Ἅιδην
φέρουσαν ὁδόν· ἐπιστρέφονται γοῦν εἰς τοὐπίσω30
30καὶ ὥσπερ οἱ δυσέρωτες κἂν πόρρωθεν ἀποβλέπειν τὰ ἐν τῷ φωτὶ βούλονται, οἷα ὁ μάταιος ἐκεῖνος ἐποίει καὶ παρὰ τὴν ὁδὸν ἀποδιδράσκων κἀνταῦθά
Cat
.

15

σε καταλιπαρῶν. ἐγὼ δὲ ἅτε μηδὲν ἔχων ἐνέχυ‐ ρον ἐν τῷ βίῳ, οὐκ ἀγρόν, οὐ συνοικίαν, οὐ χρυσόν, οὐ σκεῦος, οὐ δόξαν, οὐκ εἰκόνας, εἰκότως εὔζωνος ἦν, κἀπειδὴ μόνον ἡ Ἄτροπος ἔνευσέ μοι, ἄσμενος
5ἀπορρίψας τὴν σμίλην καὶ τὸ κάττυμα—κρηπῖδα γάρ τινα ἐν ταῖν χεροῖν εἶχον—ἀναπηδήσας εὐθὺς ἀνυπόδητος οὐδὲ τὴν μελαντηρίαν ἀπονιψάμενος εἱπόμην, μᾶλλον δὲ ἡγούμην, ἐς τὸ πρόσω ὁρῶν· οὐ‐ δὲν γάρ με τῶν κατόπιν ἐπέστρεφε καὶ μετεκάλει.
10καὶ νὴ Δί’ ἤδη καλὰ τὰ παρ’ ὑμῖν πάντα ὁρῶ· τό τε γὰρ ἰσοτιμίαν ἅπασιν εἶναι καὶ μηδένα τοῦ πλησίον διαφέρειν, ὑπερήδιστον ἐμοὶ γοῦν δοκεῖ. τεκμαίρο‐ μαι δὲ μηδ’ ἀπαιτεῖσθαι τὰ χρέα τοὺς ὀφείλοντας ἐνταῦθα μηδὲ φόρους ὑποτελεῖν, τὸ δὲ μέγιστον,
15μηδὲ ῥιγοῦν τοῦ χειμῶνος μηδὲ νοσεῖν μηδ’ ὑπὸ τῶν δυνατωτέρων ῥαπίζεσθαι. εἰρήνη δὲ πᾶσι καὶ πράγματα ἐς τὸ ἔμπαλιν ἀνεστραμμένα· ἡμεῖς μὲν οἱ πένητες γελῶμεν, ἀνιῶνται δὲ καὶ οἰμώζουσιν οἱ πλούσιοι.
51ΚΛΩΘΩ
Cat
.

16

Πάλαι οὖν σε, ὦ Μίκυλλε, γελῶντα ἑώρων. τί δ’ ἦν ὅ σε μάλιστα ἐκίνει γελᾶν;
2ΜΙΚΥΛΛΟΣ Ἄκουσον, ὦ τιμιωτάτη μοι θεῶν· παροικῶν ἄνω τῷ τυράννῳ πάνυ ἀκριβῶς ἑώρων τὰ γιγνόμενα
5παρ’ αὐτῷ καί μοι ἐδόκει τότε ἰσόθεός τις εἶναι· τῆς τε γὰρ πορφύρας τὸ ἄνθος ὁρῶν ἐμακάριζον,
καὶ τῶν ἀκολουθούντων τὸ πλῆθος καὶ τὸν χρυσὸν καὶ τὰ λιθοκόλλητα ἐκπώματα καὶ τὰς κλίνας τὰς ἀργυρόποδας· ἔτι δὲ καὶ ἡ κνῖσα ἡ32
10τῶν σκευαζομένων εἰς τὸ δεῖπνον ἀπέκναιέ με, ὥστε ὑπεράνθρωπός τις ἀνὴρ καὶ τρισόλβιός μοι κατεφαίνετο καὶ μονονουχὶ πάντων καλλίων καὶ ὑψηλότερος ὅλῳ πήχει βασιλικῷ, ἐπαιρό‐ μενος τῇ τύχῃ καὶ σεμνῶς προβαίνων καὶ ἑαυτὸν
15ἐξυπτιάζων καὶ τοὺς ἐντυγχάνοντας ἐκπλήττων. ἐπεὶ δὲ ἀπέθανεν, αὐτός τε παγγέλοιος ὤφθη μοι ἀποδυσάμενος τὴν τρυφήν, κἀμαυτοῦ ἔτι μᾶλλον κατεγέλων οἷον κάθαρμα ἐτεθήπειν, ἀπὸ τῆς κνίσης τεκμαιρόμενος αὐτοῦ τὴν εὐδαιμονίαν καὶ
20μακαρίζων ἐπὶ τῷ αἵματι τῶν ἐν τῇ Λακωνικῇ
Cat
.

17

θαλάττῃ κοχλίδων. οὐ μόνον δὲ τοῦτον, ἀλλὰ καὶ τὸν δανειστὴν Γνίφωνα ἰδὼν στένοντα καὶ μετα‐ γινώσκοντα ὅτι μὴ ἀπέλαυσε τῶν χρημάτων, ἀλλ’ ἄγευστος αὐτῶν ἀπέθανε τῷ ἀσώτῳ Ῥο‐
5δοχάρει τὴν οὐσίαν ἀπολιπών, —οὗτος γὰρ ἄγχιστα ἦν αὐτῷ γένους καὶ πρῶτος ἐπὶ τὸν κλῆρον ἐκαλεῖτο κατὰ τὸν νόμον—οὐκ εἶχον ὅπως καταπαύσω τὸν γέλωτα, καὶ μάλιστα μεμνημένος ὡς ὠχρὸς ἀεὶ καὶ αὐχμηρὸς ἦν, φροντίδος τὸ
10μέτωπον ἀνάπλεως καὶ μόνοις τοῖς δακτύλοις πλουτῶν, οἷς τάλαντα καὶ μυριάδας ἐλογίζετο, κατὰ μικρὸν συλλέγων τὰ μετ’ ὀλίγον ἐκχυθη‐ σόμενα πρὸς τοῦ μακαρίου Ῥοδοχάρους. ἀλλὰ τί οὐκ ἀπερχόμεθα ἤδη; καὶ μεταξὺ γὰρ πλέοντες τὰ
15λοιπὰ γελασόμεθα οἰμώζοντας αὐτοὺς ὁρῶντες.34
15ΚΛΩΘΩ Ἔμβαινε, ἵνα καὶ ἀνιμήσηται ὁ πορθμεὺς τὸ ἀγκύριον.
17ΧΑΡΩΝ
Cat
.

18

Οὗτος, ποῖ φέρῃ; πλῆρες ἤδη τὸ σκάφος· αὐτοῦ περίμενε εἰς αὔριον· ἕωθέν σε διαπορθμεύσομεν.
2ΜΙΚΥΛΛΟΣ Ἀδικεῖς, ὦ Χάρων, ἕωλον ἤδη νεκρὸν ἀπο‐ λιμπάνων· ἀμέλει γράψομαί σε παρανόμων ἐπὶ
5τοῦ Ῥαδαμάνθυος. οἴμοι τῶν κακῶν· ἤδη πλέουσιν· ἐγὼ δὲ μόνος ἐνταῦθα περιλελείψομαι. καίτοι τί οὐ διανήχομαι κατ’ αὐτούς; οὐ γὰρ δέδια μὴ ἀπαγορεύσας ἀποπνιγῶ ἤδη τεθνεώς· ἄλλως τε οὐδὲ τὸν ὀβολὸν ἔχω τὰ πορθμεῖα καταβαλεῖν.
9ΚΛΩΘΩ
10 Τί τοῦτο; περίμεινον, ὦ Μίκυλλε· οὐ θέμις οὕτω σε διελθεῖν.
11ΜΙΚΥΛΛΟΣ Καὶ μὴν ἴσως ὑμῶν καὶ προκαταχθήσομαι.
12ΚΛΩΘΩ Μηδαμῶς, ἀλλὰ προσελάσαντες ἀναλάβωμεν αὐτόν· καὶ σύ, ὦ Ἑρμῆ, συνανάσπασον.
14ΧΑΡΩΝ
Cat
.

19

Ποῦ νῦν καθεδεῖται; μεστὰ γὰρ πάντα, ὡς ὁρᾷς.
2ΕΡΜΗΣ Ἐπὶ τοὺς ὤμους, εἰ δοκεῖ, τοῦ τυράννου.
3ΚΛΩΘΩ
Καλῶς ὁ Ἑρμῆς ἐνενόησεν.36
4ΧΑΡΩΝ
5 Ἀνάβαινε οὖν καὶ τὸν τένοντα τοῦ ἀλιτηρίου καταπάτει· ἡμεῖς δὲ εὐπλοῶμεν.
6ΚΥΝΙΣΚΟΣ Ὦ Χάρων, καλῶς ἔχει σοι τὰς ἀληθείας ἐντεῦθεν εἰπεῖν. ἐγὼ τὸν ὀβολὸν μὲν οὐκ ἂν ἔχοιμι δοῦναί σοι καταπλεύσας· πλέον γὰρ οὐδέν
10ἐστι τῆς πήρας ἣν ὁρᾷς καὶ τουτουὶ τοῦ ξύλου· τἆλλα δὲ ἢ ἀντλεῖν, εἰ θέλεις, ἕτοιμος ἢ πρόσ‐ κωπος εἶναι· μέμψῃ δὲ οὐδέν, ἢν εὐῆρες καὶ καρτερόν μοι ἐρετμὸν δῷς μόνον.
13ΧΑΡΩΝ Ἔρεττε· καὶ τουτὶ γὰρ ἱκανὸν παρὰ σοῦ
15λαβεῖν.
15ΚΥΝΙΣΚΟΣ Ἦ καὶ ὑποκελεῦσαι δεήσει;
16ΧΑΡΩΝ Νὴ Δία, ἤνπερ εἰδῇς κέλευσμά τι τῶν ναυτι‐ κῶν.
18ΚΥΝΙΣΚΟΣ Οἶδα καὶ πολλά, ὦ Χάρων. ἀλλ’, ὁρᾷς, ἀντ‐
20επηχοῦσιν οὗτοι δακρύοντες· ὥστε ἡμῖν τὸ ᾆσμα ἐπιταραχθήσεται.
21ΝΕΚΡΟΙ
Cat
.

20

Οἴμοι τῶν κτημάτων. Οἴμοι τῶν ἀγρῶν. Ὀττοτοῖ, τὴν οἰκίαν οἵαν ἀπέλιπον. Ὅσα τά‐ λαντα ὁ κληρονόμος σπαθήσει παραλαβών. Αἰαῖ τῶν νεογνῶν μοι παιδίων. Τίς ἄρα τὰς
5ἀμπέλους τρυγήσει, ἃς πέρυσιν ἐφυτευσάμην;38
5ΕΡΜΗΣ Μίκυλλε, σὺ δ’ οὐδὲν οἰμώζεις; καὶ μὴν οὐ θέμις ἀδακρυτὶ διαπλεῦσαί τινα.
7ΜΙΚΥΛΛΟΣ Ἄπαγε· οὐδέν ἐστιν ἐφ’ ὅτῳ ἂν οἰμώξαιμι εὐπλοῶν.
9ΕΡΜΗΣ
10Ὅμως κἂν μικρόν τι ἐς τὸ ἔθος ἐπιστέναξον.
10ΜΙΚΥΛΛΟΣ Οἰμώξομαι τοίνυν, ἐπειδή, ὦ Ἑρμῆ, σοὶ δοκεῖ. οἴμοι τῶν καττυμάτων· οἴμοι τῶν κρηπίδων τῶν παλαιῶν· ὀττοτοῖ τῶν σαθρῶν ὑποδημάτων. οὐ‐ κέτι ὁ κακοδαίμων ἕωθεν εἰς ἑσπέραν ἄσιτος
15διαμενῶ, οὐδὲ τοῦ χειμῶνος ἀνυπόδητός τε καὶ ἡμίγυμνος περινοστήσω τοὺς ὀδόντας ὑπὸ τοῦ κρύους συγκροτῶν. τίς ἄρα μου τὴν σμίλην ἕξει καὶ τὸ κεντητήριον;
18ΕΡΜΗΣ Ἱκανῶς τεθρήνηται· σχεδὸν δὲ ἤδη καταπε‐
20πλεύκαμεν.
20ΧΑΡΩΝ
Cat
.

21

Ἄγε δὴ τὰ πορθμεῖα πρῶτον ἡμῖν ἀπόδοτε· καὶ σὺ δός· παρὰ πάντων ἤδη ἔχω. δὸς καὶ σὺ τὸν ὀβολόν, ὦ Μίκυλλε.
3ΜΙΚΥΛΛΟΣ Παίζεις, ὦ Χάρων, ἢ καθ’ ὕδατος, φασίν, γρά‐
5φεις παρὰ Μικύλλου δή τινα ὀβολὸν προσδο‐ κῶν. ἀρχὴν δὲ οὐδὲ οἶδα εἰ τετράγωνόν ἐστιν ὁ ὀβολὸς ἢ στρογγύλον.
7ΧΑΡΩΝ
Ὢ καλῆς ναυτιλίας καὶ ἐπικερδοῦς τήμερον. ἀποβαίνετε δ’ ὅμως· ἐγὼ δὲ ἵππους καὶ βοῦς καὶ40
10κύνας καὶ τὰ λοιπὰ ζῷα μέτειμι· διαπλεῦσαι γὰρ ἤδη κἀκεῖνα δεῖ.
11ΚΛΩΘΩ Ἄπαγε αὐτούς, ὦ Ἑρμῆ, παραλαβών· ἐγὼ δὲ αὐτὴ ἐς τὸ ἀντιπέρας ἀναπλευσοῦμαι Ἰνδοπάτην καὶ Ἡραμίθρην τοὺς Σῆρας διάξουσα· τεθνᾶσι
15γὰρ δὴ πρὸς ἀλλήλων περὶ γῆς ὅρων μαχόμενοι.
15ΕΡΜΗΣ Προΐωμεν, ὦ οὗτοι· μᾶλλον δὲ πάντες ἑξῆς ἕπεσθέ μοι.
17ΜΙΚΥΛΛΟΣ
Cat
.

22

Ὦ Ἡράκλεις, τοῦ ζόφου. ποῦ νῦν ὁ καλὸς Μέγιλλος; ἢ τῷ διαγνῷ τις ἐνταῦθα εἰ καλλίων Φρύνης Σιμίχη; πάντα γὰρ ἴσα καὶ ὁμόχροα καὶ οὐδὲν οὔτε καλὸν οὔτε κάλλιον, ἀλλ’ ἤδη καὶ τὸ
5τριβώνιον τέως ἄμορφον εἶναί μοι δοκοῦν ἰσότιμον γίγνεται τῇ πορφυρίδι τοῦ βασιλέως· ἀφανῆ γὰρ ἄμφω καὶ ὑπὸ τῷ αὐτῷ σκότῳ καταδεδυκότα. Κυνίσκε, σὺ δὲ ποῦ ποτε ἄρα ὢν τυγχάνεις;
8ΚΥΝΙΣΚΟΣ Ἐνταῦθα λέγω σοι, Μίκυλλε· ἀλλ’ ἅμα, εἰ
10δοκεῖ, βαδίζωμεν.
10ΜΙΚΥΛΛΟΣ Εὖ λέγεις· ἔμβαλέ μοι τὴν δεξιάν. εἰπέ μοι, —ἐτελέσθης γάρ, ὦ Κυνίσκε, δῆλον ὅτι τὰ Ἐλευ‐ σίνια—οὐχ ὅμοια τοῖς ἐκεῖ τὰ ἐνθάδε σοι δοκεῖ;
13ΚΥΝΙΣΚΟΣ
Εὖ λέγεις· ἰδοὺ γοῦν προσέρχεται δᾳδουχοῦσά42
15τις φοβερόν τι καὶ ἀπειλητικὸν προσβλέπουσα. ἦ ἄρα που Ἐρινύς ἐστιν;
16ΜΙΚΥΛΛΟΣ Ἔοικεν ἀπό γε τοῦ σχήματος.
17ΕΡΜΗΣ
Cat
.

23

Παράλαβε τούτους, ὦ Τισιφόνη, τέτταρας ἐπὶ τοῖς χιλίοις.
2ΤΙΣΙΦΟΝΗ Καὶ μὴν πάλαι γε ὁ Ῥαδάμανθυς οὗτος ὑμᾶς περιμένει.
4ΡΑΔΑΜΑΝΘΥΣ
5 Πρόσαγε αὐτούς, ὦ Ἐρινύ. σὺ δέ, ὦ Ἑρμῆ, κήρυττε καὶ προσκάλει.
6ΚΥΝΙΣΚΟΣ Ὦ Ῥαδάμανθυ, πρὸς τοῦ πατρὸς ἐμὲ πρῶτον ἐπίσκεψαι παραγαγών.
8ΡΑΔΑΜΑΝΘΥΣ Τίνος ἕνεκα;
9ΚΥΝΙΣΚΟΣ
10 Πάντως βούλομαι κατηγορῆσαι τυράννου τινὸς ἃ συνεπίσταμαι πονηρὰ δράσαντι αὐτῷ παρὰ τὸν βίον. οὐκ ἂν οὖν ἀξιόπιστος εἴην λέγων, μὴ οὐχὶ πρότερον αὐτὸς φανεὶς οἷός εἰμι καὶ οἷόν τινα ἐβίωσα τὸν τρόπον.
14ΡΑΔΑΜΑΝΘΥΣ
15Τίς δὲ σύ;
15ΚΥΝΙΣΚΟΣ Κυνίσκος, ὦ ἄριστε, τὴν γνώμην φιλόσοφος.
16ΡΑΔΑΜΑΝΘΥΣ Δεῦρ’ ἐλθὲ καὶ πρῶτος εἰς τὴν δίκην κατάστηθι.
σὺ δὲ προσκάλει τοὺς κατηγόρους.44
18ΕΡΜΗΣ
Cat
.

24

Εἴ τις Κυνίσκου τουτουὶ κατηγορεῖ, δεῦρο προσίτω.
2ΚΥΝΙΣΚΟΣ Οὐδεὶς προσέρχεται.
3ΡΑΔΑΜΑΝΘΥΣ Ἀλλ’ οὐχ ἱκανὸν τοῦτο, ὦ Κυνίσκε· ἀπόδυθι
5δέ, ὅπως ἐπισκοπήσω σε ἀπὸ τῶν στιγμάτων.
5ΚΥΝΙΣΚΟΣ Ποῦ γὰρ ἐγὼ στιγματίας ἐγενόμην;
6ΡΑΔΑΜΑΝΘΥΣ Ὁπόσα ἄν τις ὑμῶν πονηρὰ ἐργάσηται παρὰ τὸν βίον, καθ’ ἕκαστον αὐτῶν ἀφανῆ στίγματα ἐπὶ τῆς ψυχῆς περιφέρει.
9ΚΥΝΙΣΚΟΣ
10 Ἰδού σοι γυμνὸς παρέστηκα· ὥστε ἀναζήτει ταῦτα ἅπερ σὺ φὴς τὰ στίγματα.
11ΡΑΔΑΜΑΝΘΥΣ Καθαρὸς ὡς ἐπίπαν οὑτοσὶ πλὴν τούτων τριῶν ἢ τεττάρων ἀμαυρῶν πάνυ καὶ ἀσαφῶν στιγμάτων. καίτοι τί τοῦτο; ἴχνη μὲν καὶ σημεῖα πολλὰ
15τῶν ἐγκαυμάτων, οὐκ οἶδα δὲ ὅπως ἐξαλήλιπται, μᾶλλον δὲ ἐκκέκοπται. πῶς ταῦτα, ὦ Κυνίσκε, ἢ πῶς καθαρὸς ἐξ ὑπαρχῆς ἀναπέφηνας;
17ΚΥΝΙΣΚΟΣ Ἐγώ σοι φράσω· πάλαι πονηρὸς δι’ ἀπαιδευ‐ σίαν γενόμενος καὶ πολλὰ διὰ τοῦτο ἐμπολήσας
20στίγματα, ἐπειδὴ τάχιστα φιλοσοφεῖν ἠρξάμην κατ’ ὀλίγον ἁπάσας τὰς κηλῖδας ἐκ τῆς ψυχῆς
ἀπελουσάμην.46
22ΡΑΔΑΜΑΝΘΥΣ Ἀγαθῷ γε οὗτος καὶ ἀνυσιμωτάτῳ χρησάμενος τῷ φαρμάκῳ. ἀλλ’ ἄπιθι ἐς τὰς Μακάρων
25νήσους τοῖς ἀρίστοις συνεσόμενος, κατηγορήσας γε πρότερον οὗ φὴς τυράννου. ἄλλους προσκάλει.
26ΜΙΚΥΛΛΟΣ
Cat
.

25

Καὶ τοὐμόν, ὦ Ῥαδάμανθυ, μικρόν ἐστι καὶ βραχείας τινὸς ἐξετάσεως δεόμενον· πάλαι γοῦν σοι καὶ γυμνός εἰμι, ὥστε ἐπισκόπει.
3ΡΑΔΑΜΑΝΘΥΣ Τίς δὲ ὢν τυγχάνεις;
4ΜΙΚΥΛΛΟΣ
5Ὁ σκυτοτόμος Μίκυλλος.
5ΡΑΔΑΜΑΝΘΥΣ Εὖ γε, ὦ Μίκυλλε, καθαρὸς ἀκριβῶς καὶ ἀν‐ επίγραφος· ἄπιθι καὶ σὺ παρὰ Κυνίσκον τουτονί. τὸν τύραννον ἤδη προσκάλει.
8ΕΡΜΗΣ Μεγαπένθης Λακύδου ἡκέτω. ποῖ στρέφῃ;
10πρόσιθι. σὲ τὸν τύραννον προσκαλῶ. πρόβαλ’ αὐτόν, ὦ Τισιφόνη, ἐς τὸ μέσον ἐπὶ τράχηλον ὠθοῦσα.
12ΡΑΔΑΜΑΝΘΥΣ Σὺ δέ, ὦ Κυνίσκε, κατηγόρει καὶ διέλεγχε ἤδη· πλησίον γὰρ ἁνὴρ οὑτοσί.
14ΚΥΝΙΣΚΟΣ
Cat
.

26

Τὸ μὲν ὅλον οὐδὲ λόγων ἔδει· γνώσῃ γὰρ αὐτὸν αὐτίκα μάλα οἷός ἐστιν ἀπὸ τῶν στιγμάτων. ὅμως δὲ καὐτὸς ἀποκαλύψω σοι τὸν ἄνδρα κἀκ τοῦ
λόγου δείξω φανερώτερον. οὑτοσὶ γὰρ ὁ τρισκατά‐48
5ρατος ὁπόσα μὲν ἰδιώτης ὢν ἔπραξε, παραλείψειν μοι δοκῶ· ἐπεὶ δὲ τοὺς θρασυτάτους προσεται‐ ρισάμενος καὶ δορυφόρους συναγαγὼν ἐπαναστὰς τῇ πόλει τύραννος κατέστη, ἀκρίτους μὲν ἀπέ‐ κτεινε πλείονας ἢ μυρίους, τὰς δὲ οὐσίας ἑκάστων
10ἀφαιρούμενος καὶ πλούτου πρὸς τὸ ἀκρότατον ἀφικόμενος οὐδεμίαν μὲν ἀκολασίας ἰδέαν παρα‐ λέλοιπεν, ἁπάσῃ δὲ ὠμότητι καὶ ὕβρει κατὰ τῶν ἀθλίων πολιτῶν ἐχρήσατο, παρθένους διαφθείρων καὶ ἐφήβους καταισχύνων καὶ πάντα τρόπον
15τοῖς ὑπηκόοις ἐμπαροινῶν. καὶ ὑπεροψίας μέν γε καὶ τύφου καὶ τοῦ πρὸς τοὺς ἐντυγχάνοντας φρυ‐ άγματος οὐδὲ κατ’ ἀξίαν δύναιο ἂν παρ’ αὐτοῦ λαβεῖν τὴν δίκην· ῥᾷον γοῦν τὸν ἥλιον ἄν τις ἢ τοῦτον ἀσκαρδαμυκτὶ προσέβλεψεν. οὐ μὴν
20ἀλλὰ καὶ τῶν κολάσεων τὸ πρὸς ὠμότητα και‐ νουργὸν αὐτοῦ τίς ἂν διηγήσασθαι δύναιτο, ὅς γε μηδὲ τῶν οἰκειοτάτων ἀπέσχετο; καὶ ταῦτα ὅτι μὴ ἄλλως κενή τίς ἐστι κατ’ αὐτοῦ διαβολή, αὐτίκα εἴσῃ προσκαλέσας τοὺς ὑπ’ αὐτοῦ πεφο‐
25νευμένους· μᾶλλον δὲ ἄκλητοι, ὡς ὁρᾷς, πάρεισι καὶ περιστάντες ἄγχουσιν αὐτόν. οὗτοι πάντες, ὦ Ῥαδάμανθυ, πρὸς τοῦ ἀλιτηρίου τεθνᾶσιν, οἱ μὲν γυναικῶν ἕνεκα εὐμόρφων ἐπιβουλευθέντες, οἱ δὲ υἱέων ἀπαγομένων πρὸς ὕβριν ἀγανακτή‐
30σαντες, οἱ δὲ ὅτι ἐπλούτουν, οἱ δὲ ὅτι ἦσαν δεξιοὶ καὶ σώφρονες καὶ οὐδαμοῦ ἠρέσκοντο τοῖς
δρωμένοις.50
32ΡΑΔΑΜΑΝΘΥΣ
Cat
.

27

Τί πρὸς ταῦτα φής, ὦ μιαρὲ σύ;
1ΜΕΓΑΠΕΝΘΗΣ Τοὺς μὲν φόνους εἴργασμαι οὓς λέγει, τὰ δ’ ἄλλα πάντα, τὰς μοιχείας καὶ τὰς τῶν ἐφήβων ὕβρεις καὶ τὰς διαφθορὰς τῶν παρθένων, ταῦτα
5πάντα Κυνίσκος μου κατεψεύσατο.
5ΚΥΝΙΣΚΟΣ Οὐκοῦν καὶ τούτων, ὦ Ῥαδάμανθυ, παρέξω σοι μάρτυρας.
7ΡΑΔΑΜΑΝΘΥΣ Τίνας τούτους λέγεις;
8ΚΥΝΙΣΚΟΣ Προσκάλει μοι, ὦ Ἑρμῆ, τὸν λύχνον αὐτοῦ καὶ
10τὴν κλίνην· μαρτυρήσουσι γὰρ αὐτοὶ παρελθόν‐ τες, οἷα πράττοντι συνηπίσταντο αὐτῷ.
11ΕΡΜΗΣ Ἡ Κλίνη καὶ ὁ Λύχνος ὁ Μεγαπένθους παρέσ‐ των. εὖ γε ἐποίησαν ὑπακούσαντες.
13ΡΑΔΑΜΑΝΘΥΣ Εἴπατε οὖν ὑμεῖς ἃ σύνιστε Μεγαπένθει τούτῳ·
15προτέρα δὲ σὺ ἡ Κλίνη λέγε.
15ΚΛΙΝΗ Πάντα ἀληθῆ κατηγόρησε Κυνίσκος. ἐγὼ μέντοι ταῦτα εἰπεῖν, ὦ δέσποτα Ῥαδάμανθυ, αἰσχύνομαι· τοιαῦτα ἦν ἃ ἐπ’ ἐμοῦ διεπράττετο.
18ΡΑΔΑΜΑΝΘΥΣ Σαφέστατα μὲν οὖν καταμαρτυρεῖς μηδὲ εἰ‐
20πεῖν αὐτὰ ὑπομένουσα. καὶ σὺ δὲ ὁ Λύχνος ἤδη
μαρτύρει.52
21ΛΥΧΝΟΣ Ἐγὼ τὰ μεθ’ ἡμέραν μὲν οὐκ εἶδον· οὐ γὰρ παρῆν· ἃ δὲ τῶν νυκτῶν ἐποίει καὶ ἔπασχεν, ὀκνῶ λέγειν· πλὴν ἀλλὰ ἐθεασάμην γε πολλὰ
25καὶ ἄρρητα καὶ πᾶσαν ὕβριν ὑπερπεπαικότα. καί‐ τοι πολλάκις ἑκὼν τοὔλαιον οὐκ ἔπινον ἀποσβῆναι θέλων· ὁ δὲ καὶ προσῆγέ με τοῖς δρωμένοις καὶ τὸ φῶς μου πάντα τρόπον κατεμίαινεν.
28ΡΑΔΑΜΑΝΘΥΣ
Cat
.

28

Ἅλις ἤδη τῶν μαρτύρων. ἀλλὰ καὶ ἀπόδυθι τὴν πορφυρίδα, ἵνα τὸν ἀριθμὸν ἴδωμεν τῶν στιγμάτων. παπαί, ὅλος οὗτος πελιδνὸς καὶ κατάγραφος, μᾶλ‐ λον δὲ κυάνεός ἐστιν ἀπὸ τῶν στιγμάτων. τίνα ἂν
5οὖν κολασθείη τρόπον; ἆρ’ ἐς τὸν Πυριφλεγέθοντά ἐστιν ἐμβλητέος ἢ παραδοτέος τῷ Κερβέρῳ;
6ΚΥΝΙΣΚΟΣ Μηδαμῶς· ἀλλ’ εἰ θέλεις, ἐγώ σοι καινήν τινα καὶ πρέπουσαν αὐτῷ τιμωρίαν ὑποθήσομαι.
8ΡΑΔΑΜΑΝΘΥΣ Λέγε, ὡς ἐγώ σοι μεγίστην ἐπὶ τούτω χάριν
10εἴσομαι.
10ΚΥΝΙΣΚΟΣ Ἔθος ἐστίν, οἶμαι, τοῖς ἀποθνήσκουσι πᾶσι πίνειν τὸ Λήθης ὕδωρ.
12ΡΑΔΑΜΑΝΘΥΣ Πάνυ μὲν οὖν.
13ΚΥΝΙΣΚΟΣ Οὐκοῦν μόνος οὗτος ἐξ ἁπάντων ἄποτος ἔστω.
14ΡΑΔΑΜΑΝΘΥΣ
Cat
.

29

Διὰ τί δή;54
1ΚΥΝΙΣΚΟΣ Χαλεπὴν οὕτως ὑφέξει τὴν δίκην μεμνημένος οἷος ἦν καὶ ὅσον ἠδύνατο ἐν τοῖς ἄνω, καὶ ἀναπεμπαζό‐ μενος τὴν τρυφήν.
4ΡΑΔΑΜΑΝΘΥΣ
5 Εὖ λέγεις· καὶ καταδεδικάσθω καὶ παρὰ τὸν Τάνταλον ἀπαχθεὶς οὑτοσὶ δεδέσθω, μεμνημένος
ὧν ἔπραξε παρὰ τὸν βίον.56