TLG 0062 011 :: LUCIANUS :: Macrobii

LUCIANUS Soph.
(Samosatenus: A.D. 2)

Scholia: Cf. SCHOLIA IN LUCIANUM (5029)

Macrobii

Source: Harmon, A.M. (ed.), Lucian, vol. 1. Cambridge, Mass.: Harvard University Press, 1913 (repr. 1961): 222–244.

Citation: Section — (line)

Macr
.

t

ΜΑΚΡΟΒΙΟΙ
Macr
.

1

Ὄναρ τι τοῦτο, λαμπρότατε Κυίντιλλε, κελευ‐ σθεὶς προσφέρω σοι δῶρον τοὺς μακροβίους, πάλαι μὲν τὸ ὄναρ ἰδὼν καὶ ἱστορήσας τοῖς φίλοις, ὅτε ἐτίθεσο τῷ δευτέρῳ σου παιδὶ τοὔ‐
5νομα· συμβαλεῖν δὲ οὐκ ἔχων τίνας ὁ θεὸς κελεύει μοι προσφέρειν σοι τοὺς μακροβίους, τότε μὲν εὐξάμην τοῖς θεοῖς ἐπὶ μήκιστον ὑμᾶς βιῶναι σέ τε αὐτὸν καὶ παῖδας τοὺς σούς, τοῦτο συμ‐ φέρειν νομίζων καὶ σύμπαντι μὲν τῷ τῶν ἀνθρώ‐
10πων γένει, πρὸ δὲ τῶν ἁπάντων αὐτῷ τε ἐμοὶ καὶ πᾶσι τοῖς ἐμοῖς· καὶ γὰρ κἀμοί τι ἀγαθὸν ἐδόκει
Macr
.

2

προσημαίνειν ὁ θεός. σκεπτόμενος δὲ κατ’ ἐμαυ‐ τὸν εἰς ἔννοιαν ἦλθον, εἰκὸς εἶναι τοὺς θεοὺς ἀνδρὶ περὶ παιδείαν ἔχοντι ταῦτα προστάσσοντας κελεύειν προσφέρειν σοι τῶν ἀπὸ τῆς τέχνης.
5ταύτην οὖν αἰσιωτάτην νομίζων τὴν τῶν σῶν γενεθ‐ λίων ἡμέραν δίδωμί σοι τοὺς ἱστορημένους εἰς μακ‐ ρὸν γῆρας ἀφικέσθαι ἐν ὑγιαινούσῃ τῇ ψυχῇ καὶ ὁλοκλήρῳ τῷ σώματι. καὶ γὰρ ἂν καὶ ὄφελος γένοιτό τί σοι ἐκ τοῦ συγγράμματος διπλοῦν·
10τὸ μὲν εὐθυμία τις καὶ ἐλπὶς ἀγαθὴ καὶ αὐτὸν ἐπὶ μήκιστον δύνασθαι βιῶναι, τὸ δὲ διδασκαλία τις ἐκ παραδειγμάτων, εἰ ἐπιγνοίης ὅτι οἱ μάλιστα
ἑαυτῶν ἐπιμέλειαν ποιησάμενοι κατά τε σῶμα καὶ κατὰ ψυχήν, οὗτοι δὴ εἰς μακρότατον γῆρας222
Macr
.

3

ἦλθον σὺν ὑγιείᾳ παντελεῖ. Νέστορα μὲν οὖν τὸν σοφώτατον τῶν Ἀχαιῶν ἐπὶ τρεῖς παρατεῖναι γενεὰς Ὅμηρος λέγει, ὃν συνίστησιν ἡμῖν γεγυμ‐ νασμένον ἄριστα καὶ ψυχῇ καὶ σώματι. καὶ
5Τειρεσίαν δὲ τὸν μάντιν ἡ τραγῳδία μέχρις ἓξ γενεῶν παρατεῖναι λέγει. πιθανὸν δ’ ἂν εἴη ἄνδρα θεοῖς ἀνακείμενον καθαρωτέρᾳ διαίτῃ χρώ‐
Macr
.

4

μενον ἐπὶ μήκιστον βιῶναι. καὶ γένη δὲ ὅλα μακρόβια ἱστορεῖται διὰ τὴν δίαιταν, ὥσπερ Αἰγυπτίων οἱ καλούμενοι ἱερογραμματεῖς, Ἀσσυ‐ ρίων δὲ καὶ Ἀράβων οἱ ἐξηγηταὶ τῶν μύθων,
5Ἰνδῶν δὲ οἱ καλούμενοι Βραχμᾶνες, ἄνδρες ἀκριβῶς φιλοσοφίᾳ σχολάζοντες, καὶ οἱ καλού‐ μενοι δὲ μάγοι, γένος τοῦτο μαντικὸν καὶ θεοῖς ἀνακείμενον παρά τε Πέρσαις καὶ Πάρθοις καὶ Βάκτροις καὶ Χωρασμίοις καὶ Ἀρείοις καὶ Σάκαις
10καὶ Μήδοις καὶ παρὰ πολλοῖς ἄλλοις βαρβάροις, ἐρρωμένοι τέ εἰσι καὶ πολυχρόνιοι διὰ τὸ μαγεύειν
Macr
.

5

διαιτώμενοι καὶ αὐτοὶ ἀκριβέστερον. ἤδη δὲ καὶ ἔθνη ὅλα μακροβιώτατα, ὥσπερ Σῆρας μὲν ἱστοροῦσι μέχρι τριακοσίων ζῆν ἐτῶν, οἱ μὲν τῷ ἀέρι, οἱ δὲ τῇ γῇ τὴν αἰτίαν τοῦ μακροῦ γήρως προσ‐
5τιθέντες, οἱ δὲ καὶ τῇ διαίτῃ· ὑδροποτεῖν γάρ φασι τὸ ἔθνος τοῦτο σύμπαν. καὶ Ἀθῴτας δὲ μέχρι τριάκοντα καὶ ἑκατὸν ἐτῶν βιοῦν ἱστορεῖται, καὶ τοὺς Χαλδαίους ὑπὲρ τὰ ἑκατὸν ἔτη βιοῦν λόγος, τούτους μὲν καὶ κριθίνῳ ἄρτῳ χρωμένους, ὡς
10ὀξυδορκίας τοῦτο φάρμακον· οἷς γέ φασι διὰ τὴν τοιαύτην δίαιταν καὶ τὰς ἄλλας αἰσθήσεις ὑπὲρ
τοὺς ἄλλους ἀνθρώπους ἐρρωμένας εἶναι.224
Macr
.

6

Ἀλλὰ ταῦτα μὲν περί τε τῶν μακροβίων γενῶν καὶ τῶν ἐθνῶν, ἅτινά φασιν ὡς ἐπὶ πλεῖ‐ στον διαγίγνεσθαι χρόνον, οἱ μὲν διὰ τὴν γῆν καὶ τὸν ἀέρα, οἱ δὲ διὰ τὴν δίαιταν, οἱ δὲ καὶ δι’ ἄμφω.
5ἐγὼ δ’ ἄν σοι δικαίως τὴν ἐλπίδα ῥᾳδίαν παράσχοιμι ἱστορήσας ὅτι καὶ κατὰ πᾶσαν γῆν καὶ κατὰ πάντα ἀέρα μακρόβιοι γεγόνασιν ἄνδρες οἱ γυμνασίοις τοῖς προσήκουσιν καὶ διαίτῃ τῇ
Macr
.

7

ἐπιτηδειοτάτῃ πρὸς ὑγίειαν χρώμενοι. διαί‐ ρεσιν δὲ τοῦ λόγου ποιήσομαι τὴν πρώτην κατὰ τἀπιτηδεύματα τῶν ἀνδρῶν, καὶ πρώτους γέ σοι τοὺς βασιλικοὺς καὶ τοὺς στρατηγικοὺς ἄνδρας
5ἱστορήσω, ὧν ἕνα ἡ εὐσεβεστάτη μεγάλου θειοτάτου αὐτοκράτορος τύχη εἰς τὴν τελεωτάτην ἀγαγοῦσα τάξιν εὐεργέτηκε τὰ μέγιστα τὴν οἰκουμένην τὴν ἑαυτοῦ· οὕτω γὰρ ἂν ἀπιδὼν καὶ σὺ τῶν μακροβίων ἀνδρῶν πρὸς τὸ ὅμοιον τῆς
10ἕξεως καὶ τῆς τύχης ἑτοιμότερον ἐλπίσειας γῆρας ὑγιεινὸν καὶ μακρὸν καὶ ἅμα ζηλώσας ἐργάσαιο σαυτῷ τῇ διαίτῃ μέγιστόν τε ἅμα καὶ ὑγιεινότα‐ τον βίον.
Macr
.

8

Πομπίλιος Νουμᾶς ὁ εὐδαιμονέστατος τῶν Ῥωμαίων βασιλέων καὶ μάλιστα περὶ τὴν θερα‐ πείαν τῶν θεῶν ἀσχοληθεὶς ὑπὲρ τὰ ὀγδοήκοντα ἔτη βεβιωκέναι ἱστορεῖται. Σέρβιος δὲ Τούλλιος
5Ῥωμαίων καὶ οὗτος βασιλεὺς ὑπὲρ τὰ ὀγδοήκοντα ἔτη καὶ αὐτὸς βιῶσαι ἱστορεῖται. Ταρκυίνιος δὲ
ὁ τελευταῖος Ῥωμαίων βασιλεὺς φυγαδευθεὶς καὶ ἐπὶ Κύμης διατρίβων ὑπὲρ τὰ ἐνενήκοντα ἔτη226
Macr
.

9

λέγεται στερρότατα βιῶσαι. οὗτοι μὲν οὖν Ῥω‐ μαίων βασιλεῖς, οἷς συνάψω καὶ τοὺς λοιποὺς βασιλέας τοὺς εἰς μακρὸν γῆρας ἀφικομένους καὶ μετ’ αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα ἑκάστους. ἐπὶ
5τέλει δέ σοι καὶ τοὺς λοιποὺς Ῥωμαίων τοὺς εἰς μήκιστον γῆρας ἀφικομένους προσαναγράψω, προσθεὶς ἅμα καὶ τοὺς κατὰ τὴν λοιπὴν Ἰταλίαν ἐπὶ πλεῖστον βιώσαντας· ἀξιόλογος γὰρ ἔλεγχος ἡ ἱστορία τῶν διαβάλλειν πειρωμένων τὸν ἐνταῦθα
10ἀέρα, ὥστε καὶ ἡμᾶς χρηστοτέρας ἔχειν τὰς ἐλπί‐ δας, τελείους ἡμῖν τὰς εὐχὰς ἔσεσθαι πρὸς τὸ εἰς μήκιστόν τε καὶ λιπαρὸν τὸν πάσης γῆς καὶ θαλάττης δεσπότην γῆρας ἀφικέσθαι, τῇ ἑαυτοῦ οἰκουμένῃ διαρκέσοντα ἤδη καὶ γέροντα.
Macr
.

10

Ἀργανθώνιος μὲν οὖν Ταρτησσίων βασιλεὺς πεντήκοντα καὶ ἑκατὸν ἔτη βιῶναι λέγεται, ὡς Ἡρόδοτος ὁ λογοποιὸς καὶ ὁ μελοποιὸς Ἀνακρέων· ἀλλὰ τοῦτο μὲν μῦθός τισι δοκεῖ. Ἀγαθοκλῆς δὲ
5ὁ Σικελίας τύραννος ἐτῶν ἐνενήκοντα ἐτελεύτα, καθάπερ Δημοχάρης καὶ Τίμαιος ἱστοροῦσιν. Ἱέρων τε ὁ Συρακουσίων τύραννος δύο καὶ ἐνενή‐ κοντα ἐτῶν γενόμενος ἐτελεύτα νόσῳ, βασιλεύσας ἑβδομήκοντα ἔτη, ὥσπερ Δημήτριός τε ὁ Καλλα‐
10τιανὸς καὶ ἄλλοι λέγουσιν. Ἀτέας δὲ Σκυθῶν βασιλεὺς μαχόμενος πρὸς Φίλιππον περὶ τὸν Ἴστρον ποταμὸν ἔπεσεν ὑπὲρ τὰ ἐνενήκοντα ἔτη
γεγονώς. Βάρδυλις δὲ ὁ Ἰλλυριῶν βασιλεὺς ἀφ’ ἵππου λέγεται μάχεσθαι ἐν τῷ πρὸς Φίλιππον228
15πολέμῳ εἰς ἐνενήκοντα τελῶν ἔτη. Τήρης δὲ Ὀδρυσῶν βασιλεύς, καθά φησι Θεόπομπος, δύο
Macr
.

11

καὶ ἐνενήκοντα ἐτῶν ἐτελεύτησεν. Ἀντίγονος δὲ ὁ Φιλίππου ὁ μονόφθαλμος βασιλεύων Μακε‐ δόνων περὶ Φρυγίαν μαχόμενος Σελεύκῳ καὶ Λυσιμάχῳ τραύμασι πολλοῖς περιπεσὼν ἐτελεύ‐
5τησεν ἐτῶν ἑνὸς καὶ ὀγδοήκοντα, ὥσπερ ὁ συστρα‐ τευόμενος αὐτῷ Ἱερώνυμος ἱστορεῖ. καὶ Λυσίμαχος δὲ Μακεδόνων βασιλεὺς ἐν τῇ πρὸς Σέλευκον ἀπώλετο μάχῃ ἔτος ὀγδοηκοστὸν τελῶν, ὡς ὁ αὐτός φησιν Ἱερώνυμος. Ἀντίγονος δέ, ὃς υἱὸς
10μὲν ἦν Δημητρίου, υἱωνὸς δὲ Ἀντιγόνου τοῦ μονοφ‐ θάλμου, οὗτος τέσσαρα καὶ τεσσαράκοντα Μακε‐ δόνων ἐβασίλευσεν ἔτη, ἐβίωσε δὲ ὀγδοήκοντα, ὡς Μήδειός τε ἱστορεῖ καὶ ἄλλοι συγγραφεῖς. ὁμοίως δὲ καὶ Ἀντίπατρος ὁ Ἰολάου μέγιστον δυνηθεὶς
15καὶ ἐπιτροπεύσας πολλοὺς Μακεδόνων βασιλέας ὑπὲρ τὰ ὀγδοήκοντα οὗτος ἔτη ζήσας ἐτελεύτα τὸν
Macr
.

12

βίον. Πτολεμαῖος δὲ ὁ Λάγου ὁ τῶν καθ’ αὑτὸν εὐδαιμονέστατος βασιλέων Αἰγύπτου μὲν ἐβασίλευσεν, τέσσαρα δὲ καὶ ὀγδοήκοντα βιώσας ἔτη ζῶν παρέδωκεν τὴν ἀρχὴν πρὸ δύο ἐτοῖν τῆς
5τελευτῆς Πτολεμαίῳ τῷ υἱῷ, Φιλαδέλφῳ δὲ ἐπίκλησιν, ὅστις διεδέξατο τὴν πατρῴαν βασιλείαν ἀδελφῶν. ... Φιλέταιρος δὲ πρῶτος μὲν ἐκτήσατο τὴν περὶ Πέργαμον ἀρχὴν καὶ κατέσχεν εὐνοῦχος
ὤν, κατέστρεψε δὲ τὸν βίον ὀγδοήκοντα ἐτῶν230
10γενόμενος. Ἄτταλος δὲ ὁ ἐπικληθεὶς Φιλάδελφος, τῶν Περγαμηνῶν καὶ οὗτος βασιλεύων, πρὸς ὃν καὶ Σκιπίων Ῥωμαίων στρατηγὸς ἀφίκετο, δύο
Macr
.

13

καὶ ὀγδοήκοντα ἐτῶν ἐξέλιπε τὸν βίον. Μιθρι‐ δάτης δὲ ὁ Πόντου βασιλεὺς ὁ προσαγορευθεὶς Κτίστης Ἀντίγονον τὸν μονόφθαλμον φεύγων ἐπὶ Πόντου ἐτελεύτησεν βιώσας ἔτη τέσσαρα καὶ
5ὀγδοήκοντα, ὥσπερ Ἱερώνυμος ἱστορεῖ καὶ ἄλλοι συγγραφεῖς. Ἀριαράθης δὲ ὁ Καππαδοκῶν βασιλεὺς δύο μὲν καὶ ὀγδοήκοντα ἔζησεν ἔτη, ὡς Ἱερώνυμος ἱστορεῖ· ἐδυνήθη δὲ ἴσως καὶ ἐπὶ πλέον διαγενέσθαι, ἀλλ’ ἐν τῇ πρὸς Περδίκκαν
Macr
.

14

μάχῃ ζωγρηθεὶς ἀνεσκολοπίσθη. Κῦρος δὲ ὁ Περσῶν βασιλεὺς ὁ παλαιός, ὡς δηλοῦσιν οἱ Περσῶν καὶ Ἀσσυρίων ὧροι, οἷς καὶ Ὀνησίκριτος ὁ τὰ περὶ Ἀλέξανδρον συγγράψας συμφωνεῖν δοκεῖ,
5ἑκατοντούτης γενόμενος ἐζήτει μὲν ἕνα ἕκαστον τῶν φίλων, μαθὼν δὲ τοὺς πλείστους διεφθαρ‐ μένους ὑπὸ Καμβύσου τοῦ υἱέος, καὶ φάσκον‐ τος Καμβύσου κατὰ πρόσταγμα τὸ ἐκείνου ταῦτα πεποιηκέναι, τὸ μέν τι πρὸς τὴν ὠμότητα τοῦ υἱοῦ
10διαβληθείς, τὸ δέ τι ὡς παρανοοῦντα αὑτὸν αἰτια‐
Macr
.

15

σάμενος ἀθυμήσας ἐτελεύτα τὸν βίον. Ἀρτα‐ ξέρξης ὁ Μνήμων ἐπικληθείς, ἐφ’ ὃν Κῦρος ὁ ἀδελφὸς ἐστρατεύσατο, βασιλεύων ἐν Πέρσαις ἐτελεύτησεν νόσῳ ἓξ καὶ ὀγδοήκοντα ἐτῶν γενό‐
5μενος, ὡς δὲ Δίνων ἱστορεῖ, τεσσάρων καὶ ἐνενή‐ κοντα. Ἀρταξέρξης ἕτερος Περσῶν βασιλεύς, ὅν φησιν ἐπὶ τῶν πατέρων τῶν ἑαυτοῦ Ἰσίδωρος ὁ Χαρακηνὸς συγγραφεὺς βασιλεύειν, ἔτη τρία καὶ
ἐνενήκοντα βιοὺς ἐπιβουλῇ τἀδελφοῦ Γωσίθρου232
10ἐδολοφονήθη. Σινατρόκης δὲ ὁ Παρθυαίων βα‐ σιλεὺς ἔτος ὀγδοηκοστὸν ἤδη γεγονὼς ὑπὸ Σα‐ καυράκων Σκυθῶν καταχθεὶς βασιλεύειν ἤρξατο καὶ ἐβασίλευσεν ἔτη ἑπτά. Τιγράνης δὲ ὁ Ἀρμενίων βασιλεύς, πρὸς ὃν Λούκουλλος ἐπο‐
15λέμησεν, πέντε καὶ ὀγδοήκοντα ἐτῶν ἐτελεύτα
Macr
.

16

νόσῳ. Ὑσπαυσίνης δὲ ὁ Χάρηκος καὶ τῶν κατ’ Ἐρυθρὰν θάλασσαν τόπων βασιλεὺς πέντε καὶ ὀγδοήκοντα ἐτῶν νοσήσας ἐτελεύτησεν. Τίραιος δὲ ὁ μεθ’ Ὑσπαυσίνην τρίτος βασιλεύσας
5δύο καὶ ἐνενήκοντα βιοὺς ἔτη ἐτελεύτα νόσῳ. Ἀρτάβαζος δὲ ὁ μετὰ Τίραιον ἕβδομος βασιλεύσας Χάρακος ἓξ καὶ ὀγδοήκοντα ἐτῶν καταχθεὶς ὑπὸ Πάρθων ἐβασίλευσε. Καμνασκίρης δὲ βασιλεὺς
Macr
.

17

Παρθυαίων ἓξ καὶ ἐνενήκοντα ἔζησεν ἔτη. Μασ‐ σινίσσας δὲ Μαυρουσίων βασιλεὺς ἐνενήκοντα ἐβίωσεν ἔτη. Ἄσανδρος δὲ ὁ ὑπὸ τοῦ θεοῦ Σεβαστοῦ ἀντὶ ἐθνάρχου βασιλεὺς ἀναγορευθεὶς
5Βοσπόρου περὶ ἔτη ὢν ἐνενήκοντα ἱππομαχῶν καὶ πεζομαχῶν οὐδενὸς ἥττων ἐφάνη· ὡς δὲ ἑώρα τοὺς ἑαυτοῦ ὑπὸ τὴν μάχην Σκριβωνίῳ προστιθεμένους ἀποσχόμενος σιτίων ἐτελεύτησεν βιοὺς ἔτη τρία καὶ ἐνενήκοντα· Γοαισὸς δέ, ὥς φησιν Ἰσίδωρος ὁ
10Χαρακηνός, ἐπὶ τῆς ἑαυτοῦ ἡλικίας Ὀμάνων τῆς ἀρωματοφόρου βασιλεύσας πεντεκαίδεκα καὶ ἑκα‐ τὸν γεγονὼς ἐτῶν ἐτελεύτησεν νόσῳ. Βασιλέας μὲν οὖν τοσούτους ἱστορήκασι μακρο‐
Macr
.

18

βίους οἱ πρὸ ἡμῶν. ἐπεὶ δὲ καὶ φιλόσοφοι καὶ πάντες οἱ περὶ παιδείαν ἔχοντες, ἐπιμέλειάν
πως καὶ οὗτοι ποιούμενοι ἑαυτῶν, εἰς μακρὸν γῆρας ἦλθον, ἀναγράψομεν καὶ τούτων τοὺς234
5ἱστορημένους, καὶ πρώτους γε φιλοσόφους. Δη‐ μόκριτος μὲν Ἀβδηρίτης ἐτῶν γεγονὼς τεσσάρων καὶ ἑκατὸν ἀποσχόμενος τροφῆς ἐτελεύτα. Ξενό‐ φιλος δὲ ὁ μουσικός, ὥς φησιν Ἀριστόξενος, προσσχὼν τῇ Πυθαγόρου φιλοσοφίᾳ ὑπὲρ τὰ
10πέντε καὶ ἑκατὸν ἔτη Ἀθήνησιν ἐβίωσεν. Σόλων δὲ καὶ Θαλῆς καὶ Πιττακός, οἵτινες τῶν κληθέν‐ των ἑπτὰ σοφῶν ἐγένοντο, ἑκατὸν ἕκαστος ἔζη‐
Macr
.

19

σεν ἔτη, Ζήνων δὲ ὁ τῆς Στωϊκῆς φιλοσοφίας ἀρχηγὸς ὀκτὼ καὶ ἐνενήκοντα· ὅν φασιν εἰσερχόμενον εἰς τὴν ἐκκλησίαν καὶ προσπταί‐ σαντα ἀναφθέγξασθαι, Τί με βοᾷς; καὶ ὑποστρέ‐
5ψαντα οἴκαδε καὶ ἀποσχόμενον τροφῆς τελευ‐ τῆσαι τὸν βίον. Κλεάνθης δὲ ὁ Ζήνωνος μαθητὴς καὶ διάδοχος ἐννέα καὶ ἐνενήκοντα οὗτος γεγονὼς ἔτη φῦμα ἔσχεν ἐπὶ τοῦ χείλους καὶ ἀποκαρτερῶν ἐπελθόντων αὐτῷ παρ’ ἑταίρων τινῶν γραμμάτων
10προσενεγκάμενος τροφὴν καὶ πράξας περὶ ὧν ἠξίουν οἱ φίλοι, ἀποσχόμενος αὖθις τροφῆς ἐξέ‐
Macr
.

20

λιπε τὸν βίον. Ξενοφάνης δὲ ὁ Δεξίνου μὲν υἱός, Ἀρχελάου δὲ τοῦ φυσικοῦ μαθητὴς ἐβίωσεν ἔτη ἓν καὶ ἐνενήκοντα· Ξενοκράτης δὲ Πλάτωνος μαθητὴς γενόμενος τέσσαρα καὶ ὀγδοήκοντα·
5Καρνεάδης δὲ ὁ τῆς νεωτέρας Ἀκαδημίας ἀρχηγὸς ἔτη πέντε καὶ ὀγδοήκοντα· Χρύσιππος ἓν καὶ ὀγδοήκοντα· Διογένης δὲ ὁ Σελευκεὺς ἀπὸ Τίγριος Στωϊκὸς φιλόσοφος ὀκτὼ καὶ ὀγδοήκοντα· Ποσει‐
δώνιος Ἀπαμεὺς τῆς Συρίας, νόμῳ δὲ Ῥόδιος,236
10φιλόσοφός τε ἅμα καὶ ἱστορίας συγγραφεὺς τέσ‐ σαρα καὶ ὀγδοήκοντα· Κριτόλαος ὁ Περιπατη‐
Macr
.

21

τικὸς ὑπὲρ δύο καὶ ὀγδοήκοντα. Πλάτων δὲ ὁ ἱερώτατος ἓν καὶ ὀγδοήκοντα. Ἀθηνόδωρος Σάνδωνος Ταρσεὺς Στωϊκός, ὃς καὶ διδάσκαλος ἐγένετο Καίσαρος Σεβαστοῦ θεοῦ, ὑφ’ οὗ ἡ
5Ταρσέων πόλις καὶ φόρων ἐκουφίσθη, δύο καὶ ὀγδοήκοντα ἔτη βιοὺς ἐτελεύτησεν ἐν τῇ πατ‐ ρίδι, καὶ τιμὰς ὁ Ταρσέων δῆμος αὐτῷ κατ’ ἔτος ἕκαστον ἀπονέμει ὡς ἥρωϊ. Νέστωρ δὲ Στωϊκὸς ἀπὸ Ταρσοῦ διδάσκαλος Καίσαρος
10Τιβερίου ἔτη δύο καὶ ἐνενήκοντα· Ξενοφῶν δὲ ὁ Γρύλλου ὑπὲρ τὰ ἐνενήκοντα ἐβίωσεν ἔτη.
Macr
.

22

οὗτοι μὲν φιλοσόφων οἱ ἔνδοξοι. Συγγραφέων δὲ Κτησίβιος μὲν ἐτῶν ἑκατὸν καὶ τεσσάρων ἐν περιπάτῳ ἐτελεύτησεν, ὡς Ἀπολλό‐ δωρος ἐν τοῖς χρονικοῖς ἱστορεῖ. Ἱερώνυμος δὲ ἐν
5πολέμοις γενόμενος καὶ πολλοὺς καμάτους ὑπομεί‐ νας καὶ τραύματα ἔζησεν ἔτη τέσσαρα καὶ ἑκατόν, ὡς Ἀγαθαρχίδης ἐν τῇ ἐνάτῃ τῶν περὶ τῆς Ἀσίας ἱστοριῶν λέγει, καὶ θαυμάζει γε τὸν ἄνδρα ὡς μέχρι τῆς τελευταίας ἡμέρας ἄρτιον ὄντα ἐν ταῖς
10συνουσίαις καὶ πᾶσι τοῖς αἰσθητηρίοις, μηδενὸς γενόμενον τῶν πρὸς ὑγίειαν ἐλλιπῆ. Ἑλλάνικος ὁ Λέσβιος ὀγδοήκοντα καὶ πέντε, καὶ Φερεκύδης ὁ Σύριος ὁμοίως ὀγδοήκοντα καὶ πέντε. Τίμαιος ὁ Ταυρομενίτης ἓξ καὶ ἐνενήκοντα· Ἀριστόβουλος
15δὲ ὁ Κασανδρεὺς ὑπὲρ τὰ ἐνενήκοντα ἔτη λέγεται βεβιωκέναι, τὴν ἱστορίαν δὲ τέταρτον καὶ ὀγδοη‐
κοστὸν ἔτος γεγονὼς ἤρξατο συγγράφειν, ὡς αὐτὸς ἐν ἀρχῇ τῆς πραγματείας λέγει. Πολύβιος δὲ ὁ Λυκόρτα Μεγαλοπολίτης ἀγρόθεν ἀνελθὼν238
20ἀφ’ ἵππου κατέπεσεν καὶ ἐκ τούτου νοσήσας ἀπέ‐ θανεν ἐτῶν δύο καὶ ὀγδοήκοντα, Ὑψικράτης δὲ ὁ Ἀμισηνὸς συγγραφεὺς διὰ πολλῶν μαθημάτων γενόμενος ἔτη δύο καὶ ἐνενήκοντα.
Macr
.

23

Ῥητόρων δὲ Γοργίας, ὅν τινες σοφιστὴν καλοῦσιν, ἔτη ἑκατὸν ὀκτώ· τροφῆς δὲ ἀποσχόμενος ἐτελεύ‐ τησεν· ὅν φασιν ἐρωτηθέντα τὴν αἰτίαν τοῦ μακροῦ γήρως καὶ ὑγιεινοῦ ἐν πάσαις ταῖς αἰσθή‐
5σεσιν εἰπεῖν, διὰ τὸ μηδέποτε συμπεριενεχθῆναι ταῖς ἄλλων εὐωχίαις. Ἰσοκράτης ἓξ καὶ ἐνενή‐ κοντα ἔτη γεγονὼς τὸν πανηγυρικὸν ἔγραφε λόγον, περὶ ἔτη δὲ ἑνὸς ἀποδέοντα ἑκατὸν γεγονὼς ὡς ᾔσθετο Ἀθηναίους ὑπὸ Φιλίππου ἐν τῇ περὶ
10Χαιρώνειαν μάχῃ νενικημένους, ποτνιώμενος τὸν Εὐριπίδειον στίχον προηνέγκατο εἰς ἑαυτὸν ἀνα‐ φέρων,
Σιδώνιόν ποτ’ ἄστυ Κάδμος ἐκλιπών· καὶ ἐπειπὼν ὡς δουλεύσει ἡ Ἑλλάς, ἐξέλιπε τὸν
15βίον. Ἀπολλόδωρος δὲ ὁ Περγαμηνὸς ῥήτωρ, θεοῦ Καίσαρος Σεβαστοῦ διδάσκαλος γενόμενος καὶ σὺν Ἀθηνοδώρῳ τῷ Ταρσεῖ φιλοσόφῳ παιδεύσας αὐτόν, ἔζησεν ταὐτὰ τῷ Ἀθηνοδώρῳ ἔτη ὀγδοή‐ κοντα δύο. Ποτάμων δὲ οὐκ ἄδοξος ῥήτωρ ἔτη
20ἐνενήκοντα.
Macr
.

24

Σοφοκλῆς ὁ τραγῳδοποιὸς ῥᾶγα σταφυλῆς καταπιὼν ἀπεπνίγη πέντε καὶ ἐνενήκοντα ζήσας
ἔτη. οὗτος ὑπὸ Ἰοφῶντος τοῦ υἱέος ἐπὶ τέλει τοῦ βίου παρανοίας κρινόμενος ἀνέγνω τοῖς δικασ‐240
5ταῖς Οἰδίπουν τὸν ἐπὶ Κολωνῷ, ἐπιδεικνύμενος διὰ τοῦ δράματος ὅπως τὸν νοῦν ὑγιαίνει, ὡς τοὺς δικαστὰς τὸν μὲν ὑπερθαυμάσαι, καταψηφίσασθαι
Macr
.

25

δὲ τοῦ υἱοῦ αὐτοῦ μανίαν. Κρατῖνος δὲ ὁ τῆς κωμῳδίας ποιητὴς ἑπτὰ πρὸς τοῖς ἐνενήκοντα ἔτεσιν ἐβίωσε, καὶ πρὸς τῷ τέλει τοῦ βίου διδάξας τὴν Πυτίνην καὶ νικήσας μετ’ οὐ πολὺ ἐτελεύτα.
5καὶ Φιλήμων δὲ ὁ κωμικός, ὁμοίως τῷ Κρατίνῳ ἑπτὰ καὶ ἐνενήκοντα ἔτη βιούς, κατέκειτο μὲν ἐπὶ κλίνης ἠρεμῶν, θεασάμενος δὲ ὄνον τὰ παρεσκευα‐ σμένα αὐτῷ σῦκα κατεσθίοντα ὥρμησε μὲν εἰς γέλωτα, καλέσας δὲ τὸν οἰκέτην καὶ σὺν πολλῷ
10καὶ ἀθρόῳ γέλωτι εἰπὼν προσδοῦναι τῷ ὄνῳ ἀκράτου ῥοφεῖν ἀποπνιγεὶς ὑπὸ τοῦ γέλωτος ἀπέθανεν. καὶ Ἐπίχαρμος δὲ ὁ τῆς κωμῳδίας ποιητὴς καὶ αὐτὸς ἐνενήκοντα καὶ ἑπτὰ ἔτη
Macr
.

26

λέγεται βιῶναι. Ἀνακρέων δὲ ὁ τῶν μελῶν ποιητὴς ἔζησεν ἔτη πέντε καὶ ὀγδοήκοντα, καὶ Στησίχορος δὲ ὁ μελοποιὸς ταὐτά, Σιμωνίδης δὲ ὁ Κεῖος ὑπὲρ τὰ ἐνενήκοντα.
Macr
.

27

Γραμματικῶν δὲ Ἐρατοσθένης μὲν ὁ Ἀγ‐ λαοῦ Κυρηναῖος, ὃν οὐ μόνον γραμματικόν, ἀλλὰ καὶ ποιητὴν ἄν τις ὀνομάσειεν καὶ φιλόσοφον καὶ γεωμέτρην, δύο καὶ ὀγδοήκοντα οὗτος ἔζησεν
Macr
.

28

ἔτη. καὶ Λυκοῦργος δὲ ὁ νομοθέτης τῶν Λακεδαι‐
μονίων πέντε καὶ ὀγδοήκοντα ἔτη ζῆσαι ἱστορεῖται.242
Macr
.

29

Τοσούτους ἐδυνήθημεν βασιλέας καὶ πεπαι‐ δευμένους ἀθροῖσαι· ἐπεὶ δὲ ὑπεσχόμην καὶ Ῥωμαίων τινὰς καὶ τῶν τὴν Ἰταλίαν οἰκησάντων μακροβίων ἀναγράψαι, τούτους σοι, θεῶν βουλο‐
5μένων, ἱερώτατε Κυίντιλλε, ἐν ἄλλῳ δηλώσομεν
λόγῳ.244