TLG 0062 003 :: LUCIANUS :: Bacchus

LUCIANUS Soph.
(Samosatenus: A.D. 2)

Scholia: Cf. SCHOLIA IN LUCIANUM (5029)

Bacchus

Source: Harmon, A.M. (ed.), Lucian, vol. 1. Cambridge, Mass.: Harvard University Press, 1913 (repr. 1961): 48–58.

Citation: Section — (line)

Bacch
.

t

ΠΡΟΛΑΛΙΑ. ΔΙΟΝΥΣΟΣ
Bacch
.

1

Ὅτε ὁ Διόνυσος ἐπ’ Ἰνδοὺς στρατιὰν ἤλασε —κωλύει γὰρ οὐδέν, οἶμαι, καὶ μῦθον ὑμῖν διηγήσασθαι Βακχικόν—φασὶν οὕτω καταφρονῆ‐ σαι αὐτοῦ τὰ πρῶτα τοὺς ἀνθρώπους τοὺς ἐκεῖ,
5ὥστε καταγελᾶν ἐπιόντος, μᾶλλον δὲ ἐλεεῖν τὴν τόλμαν αὐτίκα μάλα συμπατηθησομένου ὑπὸ τῶν ἐλεφάντων, εἰ ἀντιτάξαιτο· ἤκουον γάρ, οἶμαι, τῶν σκοπῶν ἀλλόκοτα ὑπὲρ τῆς στρατιᾶς αὐτοῦ ἀγγελλόντων, ὡς ἡ μὲν φάλαγξ αὐτῷ καὶ οἱ λόχοι
10γυναῖκες εἶεν ἔκφρονες καὶ μεμηνυῖαι, κιττῷ ἐστεμμέναι, νεβρίδας ἐνημμέναι, δοράτια μικρὰ ἔχουσαι ἀσίδηρα, κιττοποίητα καὶ ταῦτα, καί τινα πελτάρια κοῦφα, βομβοῦντα, εἴ τις μόνον προσά‐ ψαιτο—ἀσπίσι γὰρ εἴκαζον, οἶμαι, τὰ τύμπανα—
15ὀλίγους δέ τινας ἀγροίκους νεανίσκους ἐνεῖναι, γυμ‐ νούς, κόρδακα ὀρχουμένους, οὐρὰς ἔχοντας, κεράσ‐ τας, οἷα τοῖς ἄρτι γεννηθεῖσιν ἐρίφοις ὑποφύεται.
Bacch
.

2

καὶ τὸν μὲν στρατηλάτην αὐτὸν ἐφ’ ἅρματος ὀχεῖ‐ σθαι παρδάλεων ὑπεζευγμένων, ἀγένειον ἀκριβῶς, οὐδ’ ἐπ’ ὀλίγον τὴν παρειὰν χνοῶντα, κερασφόρον,
βοτρύοις ἐστεφανωμένον, μίτρᾳ τὴν κόμην ἀνα‐48
5δεδεμένον, ἐν πορφυρίδι καὶ χρυσῇ ἐμβάδι· ὑπο‐ στρατηγεῖν δὲ δύο, ἕνα μέν τινα βραχύν, πρεσβύτην, ὑπόπαχυν, προγάστορα, ῥινόσιμον, ὦτα μεγάλα ὄρθια ἔχοντα, ὑπότρομον, νάρθηκι ἐπερειδόμενον, ἐπ’ ὄνου τὰ πολλὰ ἱππεύοντα, ἐν κροκωτῷ καὶ
10τοῦτον, πάνυ πιθανόν τινα συνταγματάρχην αὐτοῦ ἕτερον δὲ τεράστιον ἄνθρωπον, τράγῳ τὰ νέρθεν ἐοικότα, κομήτην τὰ σκέλη, κέρατα ἔχοντα, βαθυπώγωνα, ὀργίλον καὶ θυμικόν, θατέρᾳ μὲν σύριγγα φέροντα, τῇ δεξιᾷ δὲ ῥάβδον καμπύλην
15ἐπηρμένον καὶ περισκιρτῶντα ὅλον τὸ στρατόπε‐ δον, καὶ τὰ γύναια δὲ φοβεῖσθαι αὐτὸν καὶ σείειν ἠνεμωμένας τὰς κόμας, ὁπότε προσίοι, καὶ βοᾶν εὐοῖ· τοῦτο δ’ εἰκάζειν καλεῖσθαι αὐτῶν τὸν δεσπότην. τὰς δ’ οὖν ποίμνας διηρπάσθαι ἤδη ὑπὸ
20τῶν γυναικῶν καὶ διεσπάσθαι ἔτι ζῶντα τὰ θρέμματα· ὠμοφάγους γάρ τινας αὐτὰς εἶναι.
Bacch
.

3

Ταῦτα οἱ Ἰνδοὶ καὶ ὁ βασιλεῦς αὐτῶν ἀκού‐ οντες ἐγέλων, ὡς τὸ εἰκός, καὶ οὐδ’ ἀντεπεξάγειν ἢ παρατάττεσθαι ἠξίουν, ἀλλ’ εἴπερ ἄρα, τὰς γυναῖκας ἐπαφήσειν αὐτοῖς, εἰ πλησίον γένοιντο,
5σφίσι δὲ καὶ νικᾶν αἰσχρὸν ἐδόκει καὶ φονεύειν γύναια μεμηνότα καὶ θηλυμίτρην ἄρχοντα καὶ μεθύον σμικρὸν γερόντιον καὶ ἡμίτραγον στρατιώ‐ την ἄλλον καὶ γυμνήτας ὀρχηστάς, πάντας γελοίους. ἐπεὶ δὲ ἤγγελτο πυρπολῶν ὁ θεὸς ἤδη
10τὴν χώραν καὶ πόλεις αὐτάνδρους καταφλέγων καὶ ἀνάπτων τὰς ὕλας καὶ ἐν βραχεῖ πᾶσαν τὴν
Ἰνδικὴν φλογὸς ἐμπεπληκώς—ὅπλον γάρ τι Διονυσιακὸν τὸ πῦρ, πατρῷον αὐτῷ κἀκ τοῦ κεραυνοῦ—ἐνταῦθα ἤδη σπουδῇ ἀνελάμβανον τὰ50
15ὅπλα καὶ τοὺς ἐλέφαντας ἐπισάξαντες καὶ ἐγχαλι‐ νώσαντες καὶ τοὺς πύργους ἀναθέμενοι ἐπ’ αὐτοὺς ἀντεπεξῄεσαν, καταφρονοῦντες μὲν καὶ τότε, ὀργιζόμενοι δὲ ὅμως καὶ συντρῖψαι σπεύδοντες αὐτῷ στρατοπέδῳ τὸν ἀγένειον ἐκεῖνον στρατη‐
Bacch
.

4

λάτην. ἐπεὶ δὲ πλησίον ἐγένοντο καὶ εἶδον ἀλ‐ λήλους, οἱ μὲν Ἰνδοὶ προτάξαντες τοὺς ἐλέφαν‐ τας ἐπῆγον τὴν φάλαγγα, ὁ Διόνυσος δὲ τὸ μέσον μὲν αὐτὸς εἶχε, τοῦ κέρως δὲ αὐτῷ τοῦ δεξιοῦ μὲν
5ὁ Σιληνός, τοῦ εὐωνύμου δὲ ὁ Πὰν ἡγοῦντο· λοχαγοὶ δὲ καὶ ταξίαρχοι οἱ Σάτυροι ἐγκαθει‐ στήκεσαν· καὶ τὸ μὲν σύνθημα ἦν ἅπασι τὸ εὐοῖ. εὐθὺς δὲ τὰ τύμπανα ἐπαταγεῖτο καὶ τὰ κύμβαλα τὸ πολεμικὸν ἐσήμαινε καὶ τῶν Σατύρων τις
10λαβὼν τὸ κέρας ἐπηύλει τὸ ὄρθιον καὶ ὁ τοῦ Σιληνοῦ ὄνος ἐνυάλιόν τι ὠγκήσατο καὶ αἱ Μαινάδες σὺν ὀλολυγῇ ἐνεπήδησαν αὐτοῖς δρά‐ κοντας ὑπεζωσμέναι κἀκ τῶν θύρσων ἄκρων ἀπο‐ γυμνοῦσαι τὸν σίδηρον. οἱ Ἰνδοὶ δὲ καὶ οἱ
15ἐλέφαντες αὐτῶν αὐτίκα ἐγκλίναντες σὺν οὐδενὶ κόσμῳ ἔφευγον οὐδ’ ἐντὸς βέλους γενέσθαι ὑπομείναντες, καὶ τέλος κατὰ κράτος ἑαλώκεσαν καὶ αἰχμάλωτοι ἀπήγοντο ὑπὸ τῶν τέως καταγε‐ λωμένων, ἔργῳ μαθόντες ὡς οὐκ ἐχρῆν ἀπὸ τῆς
20πρώτης ἀκοῆς καταφρονεῖν ξένων στρατοπέδων.52
Bacch
.

5

Ἀλλὰ τί πρὸς τὸν Διόνυσον ὁ Διόνυσος οὗτος; εἴποι τις ἄν. ὅτι μοι δοκοῦσι—καὶ πρὸς Χαρίτων μή με κορυβαντιᾶν ἢ τελέως μεθύειν ὑπολάβητε, εἰ τἀμὰ εἰκάζω τοῖς θεοῖς—ὅμοιόν τι
5πάσχειν οἱ πολλοὶ πρὸς τοὺς καινοὺς τῶν λόγων τοῖς Ἰνδοῖς ἐκείνοις, οἷον καὶ πρὸς τοὺς ἐμούς· οἰόμενοι γὰρ σατυρικὰ καὶ γελοῖά τινα καὶ κομιδῇ κωμικὰ παρ’ ἡμῶν ἀκούσεσθαι—τοιαῦτα γὰρ πε‐ πιστεύκασιν, οὐκ οἶδ’ ὅ τι δόξαν αὐτοῖς ὑπὲρ ἐμοῦ
10—οἱ μὲν οὐδὲ τὴν ἀρχὴν ἀφικνοῦνται, ὡς οὐδὲν δέον παρέχειν τὰ ὦτα κώμοις γυναικείοις καὶ σκιρ‐ τήμασι σατυρικοῖς καταβάντας ἀπὸ τῶν ἐλεφάν‐ των, οἱ δὲ ὡς ἐπὶ τοιοῦτό τι ἥκοντες ἀντὶ τοῦ κιττοῦ σίδηρον εὑρόντες οὐδ’ οὕτως ἐπαινεῖν
15τολμῶσι τῷ παραδόξῳ τοῦ πράγματος τεθορυ‐ βημένοι. ἀλλὰ θαρρῶν ἐπαγγέλλομαι αὐτοῖς, ὅτι ἢν καὶ νῦν ὡς πρότερόν ποτε τὴν τελετὴν ἐθελήσωσιν ἐπιδεῖν πολλάκις καὶ ἀναμνησθῶσιν οἱ παλαιοὶ συμπόται κώμων κοινῶν τῶν τότε
20καιρῶν καὶ μὴ καταφρονήσωσιν τῶν Σατύρων καὶ Σιληνῶν, πίωσι δὲ ἐς κόρον τοῦ κρατῆρος τούτου, ἔτι βακχεύσειν καὶ αὐτοὺς καὶ πολλάκις
Bacch
.

6

μεθ’ ἡμῶν ἐρεῖν τὸ εὐοῖ. οὗτοι μὲν οὖν—ἐλεύθερον γὰρ ἀκοή—ποιούντων ὅ τι καὶ φίλον. Ἐγὼ δέ, ἐπειδήπερ ἔτι ἐν Ἰνδοῖς ἐσμέν, ἐθέλω
καὶ ἄλλο ὑμῖν διηγήσασθαί τι τῶν ἐκεῖθεν, οὐκ54
5ἀπροσδιόνυσον οὐδ’ αὐτό, οὐδ’ ὧν ποιοῦμεν ἀλλό‐ τριον. ἐν Ἰνδοῖς τοῖς Μαχλαίοις, οἳ τὰ λαιὰ τοῦ Ἰνδοῦ ποταμοῦ, εἰ κατὰ ῥοῦν αὐτοῦ βλέποις, ἐπινεμόμενοι μέχρι πρὸς τὸν Ὠκεανὸν καθήκουσι, παρὰ τούτοις ἄλσος ἐστὶν ἐν περιφράκτῳ, οὐ
10πάνυ μεγάλῳ χωρίῳ, συνηρεφεῖ δέ· κιττὸς γὰρ πολὺς καὶ ἄμπελοι σύσκιον αὐτὸ ἀκριβῶς ποιοῦ‐ σιν. ἐνταῦθα πηγαί εἰσι τρεῖς καλλίστου καὶ διειδεστάτου ὕδατος, ἡ μὲν Σατύρων, ἡ δὲ Πανός, ἡ δὲ Σιληνοῦ. καὶ εἰσέρχονται εἰς αὐτὸ οἱ Ἰνδοὶ
15ἅπαξ τοῦ ἔτους ἑορτάζοντες τῷ θεῷ, καὶ πίνουσι τῶν πηγῶν, οὐχ ἁπασῶν ἅπαντες, ἀλλὰ καθ’ ἡλικίαν, τὰ μὲν μειράκια τῆς τῶν Σατύρων, οἱ ἄνδρες δὲ τῆς Πανικῆς, τῆς δὲ τοῦ Σιληνοῦ οἱ κατ’ ἐμέ.
Bacch
.

7

Ἃ μὲν οὖν πάσχουσιν οἱ παῖδες ἐπειδὰν πίωσιν, ἢ οἷα οἱ ἄνδρες τολμῶσι κατεχόμενοι τῷ Πανί, μακρὸν ἂν εἴη λέγειν· ἃ δ’ οἱ γέροντες ποιοῦσιν, ὅταν μεθυσθῶσιν τοῦ ὕδατος, οὐκ
5ἀλλότριον εἰπεῖν· ἐπειδὰν πίῃ ὁ γέρων καὶ κατάσχῃ αὐτὸν ὁ Σιληνός, αὐτίκα ἐπὶ πολὺ ἄφωνός ἐστι καὶ καρηβαροῦντι καὶ βεβαπτισμένῳ ἔοικεν, εἶτα ἄφνω φωνή τε λαμπρὰ καὶ φθέγμα τορὸν καὶ πνεῦμα λιγυρὸν ἐγγίγνεται αὐτῷ καὶ
10λαλίστατος ἐξ ἀφωνοτάτου ἐστίν, οὐδ’ ἂν ἐπι‐ στομίσας παύσειας αὐτὸν μὴ οὐχὶ συνεχῆ λαλεῖν καὶ ῥήσεις μακρὰς συνείρειν. συνετὰ μέντοι πάντα καὶ κόσμια καὶ κατὰ τὸν Ὁμήρου ἐκεῖνον ῥήτορα· νιφάδεσσι γὰρ ἐοικότα χειμερίῃσι διεξέρ‐
15χονται, οὐδ’ ἀποχρήσει σοι κύκνοις κατὰ τὴν ἡλικίαν εἰκάσαι αὐτούς, ἀλλὰ τεττιγῶδές τι πυκνὸν καὶ ἐπίτροχον συνάπτουσιν ἄχρι βαθείας ἑσπέρας. τοὐντεῦθεν δὲ ἤδη ἀφεθείσης αὐτοῖς τῆς μέθης σιωπῶσι καὶ πρὸς τὸ ἀρχαῖον ἀνα‐56
20τρέχουσι. τὸ μέντοι παραδοξότατον οὐδέπω εἶπον· ἢν γὰρ ἀτελῆ ὁ γέρων μεταξὺ καταλίπῃ ὃν διεξῄει τὸν λόγον, δύντος ἡλίου κωλυθεὶς ἐπὶ πέρας αὐτὸν ἐπεξελθεῖν, ἐς νέωτα πιὼν αὖθις ἐκεῖνα συνάπτει ἃ πέρυσι λέγοντα ἡ μέθη αὐτὸν
25κατέλιπεν.
Bacch
.

8

Ταῦτά μοι κατὰ τὸν Μῶμον εἰς ἐμαυτὸν ἀπε‐ σκώφθω, καὶ μὰ τὸν Δί’ οὐκ ἂν ἔτι ἐπαγάγοιμι τὸ ἐπιμύθιον· ὁρᾶτε γὰρ ἤδη καθ’ ὅ τι τῷ μύθῳ ἔοικα. ὥστε ἢν μέν τι παραπαίωμεν, ἡ μέθη αἰτία·
5εἰ δὲ πινυτὰ δόξειε τὰ λεγόμενα, ὁ Σιληνὸς ἄρα
ἦν ἵλεως.58