TLG 0062 002 :: LUCIANUS :: Hippias

LUCIANUS Soph.
(Samosatenus: A.D. 2)

Scholia: Cf. SCHOLIA IN LUCIANUM (5029)

Hippias

Source: Harmon, A.M. (ed.), Lucian, vol. 1. Cambridge, Mass.: Harvard University Press, 1913 (repr. 1961): 34–44.

Citation: Section — (line)

Hipp
.

t

ΙΠΠΙΑΣ Η ΒΑΛΑΝΕΙΟΝ
Hipp
.

1

Τῶν σοφῶν ἐκείνους μάλιστα ἔγωγέ φημι δεῖν ἐπαινεῖν, ὁπόσοι μὴ λόγους μόνον δεξιοὺς παρέ‐ σχοντο ὑπὲρ τῶν πραγμάτων ἑκάστων, ἀλλὰ καὶ ἔργοις ὁμοίοις τὰς τῶν λόγων ὑποσχέσεις ἐπι‐
5στώσαντο. καὶ γὰρ τῶν ἰατρῶν ὅ γε νοῦν ἔχων οὐ τοὺς ἄριστα ὑπὲρ τῆς τέχνης εἰπεῖν δυναμένους μεταστέλλεται νοσῶν, ἀλλὰ τοὺς πρᾶξαί τι κατ’ αὐτὴν μεμελετηκότας. ἀμείνων δὲ καὶ μουσικός, οἶμαι, τοῦ διακρίνειν ῥυθμοὺς καὶ ἁρμονίας ἐπι‐
10σταμένου ὁ καὶ ψᾶλαι καὶ κιθαρίσαι αὐτὸς δυνά‐ μενος. τί γὰρ ἄν σοι τῶν στρατηγῶν λέγοιμι τοὺς εἰκότως ἀρίστους κριθέντας, ὅτι οὐ τάττειν μόνον καὶ παραινεῖν ἦσαν ἀγαθοί, ἀλλὰ καὶ προ‐ μάχεσθαι τῶν ἄλλων καὶ χειρὸς ἔργα ἐπιδείκνυ‐
15σθαι; οἷον πάλαι μὲν Ἀγαμέμνονα καὶ Ἀχιλλέα, τῶν κάτω δὲ τὸν Ἀλέξανδρον καὶ Πύρρον ἴσμεν γεγονότας.
Hipp
.

2

Πρὸς δὴ τί ταῦτ’ ἔφην; οὐ γὰρ ἄλλως ἱστορίαν ἐπιδείκνυσθαι βουλόμενος ἐπεμνήσθην αὐτῶν, ἀλλ’ ὅτι καὶ τῶν μηχανικῶν ἐκείνους ἄξιον θαυμάζειν, ὁπόσοι ἐν τῇ θεωρίᾳ λαμπροὶ
5γενόμενοι καὶ μνημόσυνα ὅμως τῆς τέχνης καὶ παραδείγματα τοῖς μετ’ αὐτοὺς κατέλιπον· ἐπεὶ
οἵ γε τοῖς λόγοις μόνοις ἐγγεγυμνασμένοι σοφισταὶ ἂν εἰκότως μᾶλλον ἢ σοφοὶ καλοῖντο. τοιοῦτον ἀκούομεν τὸν Ἀρχιμήδη γενέσθαι καὶ τὸν Κνίδιον34
10Σώστρατον, τὸν μὲν Πτολεμαίῳ χειρωσάμενον τὴν Μέμφιν ἄνευ πολιορκίας ἀποστροφῇ καὶ διαιρέσει τοῦ ποταμοῦ, τὸν δὲ τὰς τῶν πολεμίων τριήρεις καταφλέξαντα τῇ τέχνῃ. καὶ Θαλῆς δὲ ὁ Μιλήσιος πρὸ αὐτῶν ὑποσχόμενος Κροίσῳ
15ἄβροχον διαβιβάσειν τὸν στρατὸν ἐπινοίᾳ κα‐ τόπιν τοῦ στρατοπέδου μιᾷ νυκτὶ τὸν Ἅλυν περιήγαγεν, οὐ μηχανικὸς οὗτος γενόμενος, σοφὸς δὲ καὶ ἐπινοῆσαι καὶ συνεῖναι πιθανώτατος. τὸ μὲν γὰρ τοῦ Ἐπειοῦ πάνυ ἀρχαῖον, ὃς οὐ μόνον
20τεχνήσασθαι τοῖς Ἀχαιοῖς τὸν ἵππον, ἀλλὰ καὶ συγκαταβῆναι αὐτοῖς ἐς αὐτὸν λέγεται.
Hipp
.

3

Ἐν δὴ τούτοις καὶ Ἱππίου τουτουὶ τοῦ καθ’ ἡμᾶς μεμνῆσθαι ἄξιον, ἀνδρὸς λόγοις μὲν παρ’ ὅντινα βούλει τῶν πρὸ αὐτοῦ γεγυμνασμένου καὶ συνεῖναί τε ὀξέος καὶ ἑρμηνεῦσαι σαφεστάτου, τὰ
5δὲ ἔργα πολὺ τῶν λόγων ἀμείνω παρεχομένου καὶ τὴν τῆς τέχνης ὑπόσχεσιν ἀποπληροῦντος, οὐκ ἐν τοιαύταις μὲν ὑποθέσεσιν ἐν αἷς οἱ πρὸ αὐτοῦ πρῶτοι γενέσθαι εὐτύχησαν, κατὰ δὲ τὸν γεωμετρι‐ κὸν λόγον ἐπὶ τῆς δοθείσης, φασίν, εὐθείας τὸ
10τρίγωνον ἀκριβῶς συνισταμένου. καίτοι τῶν γε ἄλλων ἕκαστος ἕν τι τῆς ἐπιστήμης ἔργον ἀπο‐ τεμόμενος ἐν ἐκείνῳ εὐδοκιμήσας εἶναί τις ὅμως ἔδοξεν, ὁ δὲ μηχανικῶν τε ὢν τὰ πρῶτα καὶ γεωμετρικῶν, ἔτι δὲ ἁρμονικῶν καὶ μουσικῶν
15φαίνεται, καὶ ὅμως ἕκαστον τούτων οὕτως ἐντελῶς δείκνυσιν ὡς ἓν αὐτὸ μόνον ἐπιστάμενος. τὴν μὲν γὰρ περὶ ἀκτίνων καὶ ἀνακλάσεων καὶ κατόπτρων θεωρίαν, ἔτι δὲ ἀστρονομίαν, ἐν ᾗ παῖδας τοὺς πρὸ αὐτοῦ ἀπέφηνεν, οὐκ ὀλίγου χρόνου ἂν εἴη36
Hipp
.

4

ἐπαινεῖν. ἃ δὲ ἔναγχος ἰδὼν αὐτοῦ τῶν ἔργων κατεπλάγην, οὐκ ὀκνήσω εἰπεῖν· κοινὴ μὲν γὰρ ἡ ὑπόθεσις κἀν τῷ καθ’ ἡμᾶς βίῳ πάνυ πολλή, βαλανείου κατασκευή· ἡ περίνοια δὲ καὶ ἐν τῷ
5κοινῷ τούτῳ σύνεσις θαυμαστή. Τόπος μὲν ἦν οὐκ ἐπίπεδος, ἀλλὰ πάνυ προ‐ σάντης καὶ ὄρθιος, ὃν παραλαβὼν κατὰ θάτερα εἰς ὑπερβολὴν ταπεινόν, ἰσόπεδον θάτερον θατέρῳ ἀπέφηνεν, κρηπῖδα μὲν βεβαιοτάτην ἅπαντι τῷ
10ἔργῳ βαλόμενος καὶ θεμελίων θέσει τὴν τῶν ἐπιτιθεμένων ἀσφάλειαν ἐμπεδωσάμενος, ὕψεσι δὲ πάνυ ἀποτόμοις καὶ πρὸς ἀσφάλειαν συνεχομένοις τὸ ὅλον κρατυνάμενος· τὰ δὲ ἐποικοδομηθέντα τῷ τε τοῦ τόπου μεγέθει σύμμετρα καὶ τῷ εὐλόγῳ
15τῆς κατασκευῆς ἁρμοδιώτατα καὶ τὸν τῶν φώτων
Hipp
.

5

λόγον φυλάττοντα. πυλὼν μὲν ὑψηλὸς ἀναβά‐ σεις πλατείας ἔχων, ὑπτίας μᾶλλον ἢ ὀρθίας πρὸς τὴν τῶν ἀνιόντων εὐμάρειαν· εἰσιόντα δὲ τοῦτον ἐκδέχεται κοινὸς οἶκος εὐμεγέθης, ἱκανὴν ἔχων
5ὑπηρέταις καὶ ἀκολούθοις διατριβήν, ἐν ἀριστερᾷ δὲ τὰ ἐς τρυφὴν παρεσκευασμένα οἰκήματα, βαλανείῳ δ’ οὖν καὶ ταῦτα πρεπωδέστατα, χαρί‐
εσσαι καὶ φωτὶ πολλῷ καταλαμπόμεναι ὑποχωρή‐ σεις. εἶτ’ ἐχόμενος αὐτῶν οἶκος, περιττὸς μὲν ὡς38
10πρὸς τὸ λουτρόν, ἀναγκαῖος δὲ ὡς πρὸς τὴν τῶν εὐδαιμονεστέρων ὑποδοχήν. μετὰ δὲ τοῦτον ἑκατέρωθεν διαρκεῖς τοῖς ἀποδυομένοις ἀποθέσεις, καὶ μέσος οἶκος ὕψει τε ὑψηλότατος καὶ φωτὶ φαιδρότατος, ψυχροῦ ὕδατος ἔχων τρεῖς κολυμ‐
15βήθρας, Λακαίνῃ λίθῳ κεκοσμημένος, καὶ εἰκόνες ἐν αὐτῷ λίθου λευκοῦ τῆς ἀρχαίας ἐργασίας, ἡ μὲν Ὑγιείας, ἡ δὲ Ἀσκληπιοῦ.
Hipp
.

6

Ἐξελθόντας δὲ ὑποδέχεται ἠρέμα χλιαι‐ νόμενος οἶκος οὐκ ἀπηνεῖ τῇ θέρμῃ προαπαντῶν, ἐπιμήκης, ἀμφιστρόγγυλος, μεθ’ ὃν ἐν δεξιᾷ οἶκος εὖ μάλα φαιδρός, ἀλείψασθαι προσηνῶς
5παρεχόμενος, ἑκατέρωθεν εἰσόδους ἔχων Φρυγίῳ λίθῳ κεκαλλωπισμένας, τοὺς ἀπὸ παλαίστρας εἰσιόντας δεχόμενος. εἶτ’ ἐπὶ τούτῳ ἄλλος οἶκος οἴκων ἁπάντων κάλλιστος, στῆναί τε καὶ ἐγκαθί‐ ζεσθαι προσηνέστατος καὶ ἐμβραδῦναι ἀβλαβέ‐
10στατος καὶ ἐγκυλίσασθαι ὠφελιμώτατος, Φρυγίου καὶ αὐτὸς εἰς ὀροφὴν ἄκραν ἀποστίλβων. ἑξῆς δὲ ὁ θερμὸς ὑποδέχεται διάδρομος Νομάδι λίθῳ δια‐ κεκολλημένος. ὁ δὲ ἔνδον οἶκος κάλλιστος, φωτός τε πολλοῦ ἀνάμεστος καὶ ὡς πορφύρᾳ διηνθισ‐
15μένος. τρεῖς καὶ οὗτος θερμὰς πυέλους παρέχεται.
Hipp
.

7

Λουσαμένῳ δὲ ἔνεστί σοι μὴ τὴν διὰ τῶν αὐτῶν οἴκων αὖθις ἐπανιέναι, ἀλλὰ ταχεῖαν τὴν ἐπὶ τὸ ψυχρὸν δι’ ἠρέμα θερμοῦ οἰκήματος, καὶ ταῦτα πάντα ὑπὸ φωτὶ μεγάλῳ
5καὶ πολλῇ τῇ ἔνδον ἡμέρᾳ. ὕψη πρὸς τούτοις ἀνάλογα καὶ πλάτη τοῖς μήκεσι σύμμετρα καὶ πανταχοῦ πολλὴ χάρις καὶ Ἀφροδίτη ἐπανθεῖ· κατὰ γὰρ τὸν καλὸν Πίνδαρον, ἀρχομένου ἔργου πρόσωπον χρὴ θέμεν τηλαυγές. τοῦτο δ’ ἂν εἴη40
10ἐκ τῆς αὐγῆς μάλιστα καὶ τοῦ φέγγους καὶ τῶν φωταγωγῶν μεμηχανημένον. ὁ γὰρ σοφὸς ὡς ἀλη‐ θῶς Ἱππίας τὸν μὲν ψυχροδόχον οἶκον εἰς βορρᾶν προσκεχωρηκότα ἐποίησεν, οὐκ ἄμοιρον οὐδὲ τοῦ μεσημβρινοῦ ἀέρος· τοὺς δὲ πολλοῦ τοῦ
15θάλπους δεομένους νότῳ καὶ εὔρῳ καὶ ζεφύρῳ
Hipp
.

8

ὑπέθηκε. τί δ’ ἄν σοι τὸ ἐπὶ τούτῳ λέγοιμι παλαίστρας καὶ τὰς κοινὰς τῶν ἱματιοφυλακούν‐ των κατασκευὰς ταχεῖαν ἐπὶ τὸ λουτρὸν καὶ μὴ διὰ μακροῦ τὴν ὁδὸν ἐχούσας τοῦ χρησίμου τε
5καὶ ἀβλαβοῦς ἕνεκα; Καὶ μή με ὑπολάβῃ τις μικρὸν ἔργον προθέ‐ μενον κοσμεῖν τῷ λόγῳ προαιρεῖσθαι· τὸ γὰρ ἐν τοῖς κοινοῖς καινὰ ἐπινοῆσαι κάλλους δείγματα, οὐ μικρᾶς σοφίας ἔγωγε τίθεμαι, οἷον καὶ τόδε τὸ
10ἔργον ὁ θαυμάσιος ἡμῖν Ἱππίας ἐπεδείξατο πάσας ἔχον τὰς βαλανείου ἀρετάς, τὸ χρήσιμον, τὸ εὔκαιρον, τὸ εὐφεγγές, τὸ σύμμετρον, τὸ τῷ τόπῳ ἡρμοσμένον, τὸ τὴν χρείαν ἀσφαλῆ παρεχόμενον, καὶ προσέτι τῇ ἄλλῃ περινοίᾳ κεκοσμημένον,
15ἀφόδων μὲν ἀναγκαίων δυσὶν ἀναχωρήσεσιν, ἐξόδοις δὲ πολλαῖς τεθυρωμένον, ὡρῶν δὲ διττὰς δηλώσεις, τὴν μὲν δι’ ὕδατος καὶ μυκήματος, τὴν δὲ δι’ ἡλίου ἐπιδεικνύμενον. Ταῦτα ἰδόντα μὴ ἀποδοῦναι τὸν πρέποντα
20ἔπαινον τῷ ἔργῳ οὐκ ἀνοήτου μόνον, ἀλλὰ καὶ ἀχαρίστου, μᾶλλον δὲ βασκάνου μοι εἶναι ἔδοξεν. ἐγὼ μὲν οὖν εἰς δύναμιν καὶ τὸ ἔργον καὶ τὸν τεχνίτην καὶ δημιουργὸν ἠμειψάμην τῷ λόγῳ. εἰ δὲ θεὸς παράσχοι καὶ λούσασθαί ποτε, πολλοὺς42
25οἶδα ἕξων τοὺς κοινωνήσοντάς μοι τῶν ἐπαίνων.44