TLG 0061 010 :: Pseudo–LUCIANUS :: Epigrammata

Pseudo–LUCIANUS Soph.
(p. A.D. 2)

Epigrammata

Citation: Book — epigram — (line)

6

.

17

(p1)

ΛΟΥΚΙΑΝΟΥ
1Αἱ τρισσαί τοι ταῦτα τὰ παίγνια θῆκαν ἑταῖραι, Κύπρι μάκαιρ’, ἄλλης ἄλλη ἀπ’ ἐργασίης· ὧν ἀπὸ μὲν πυγῆς Εὐφρὼ τάδε, ταῦτα δὲ Κλειὼ ὡς θέμις, ἡ τριτάτη δ’ Ἀτθὶς ἀπ’ οὐρανίων.
5ἀνθ’ ὧν τῇ μὲν πέμπε τὰ παιδικά, δεσπότι, κέρδη, τῇ δὲ τὰ θηλείης, τῇ δὲ τὰ μηδετέρης.

7

.

308

(p1)

ΛΟΥΚΙΑΝΟΥ
1Παῖδά με πενταέτηρον, ἀκηδέα θυμὸν ἔχοντα, νηλειὴς Ἀίδης ἥρπασε Καλλίμαχον. ἀλλά με μὴ κλαίοις· καὶ γὰρ βιότοιο μετέσχον παύρου καὶ παύρων τῶν βιότοιο κακῶν.

9

.

120

(p1)

ΛΟΥΚΙΑΝΟΥ ΣΑΜΟΣΑΤΕΩΣ
1Φαῦλος ἀνὴρ πίθος ἐστὶ τετρημένος, εἰς ὃν ἁπάσας ἀντλῶν τὰς χάριτας εἰς κενὸν ἐξέχεας.

9

.

367

(p1)

ΛΟΥΚΙΑΝΟΥ ΣΑΜΟΣΑΤΕΩΣ
1Τὸν πατρικὸν πλοῦτον νέος ὢν Θήρων ὁ Μενίππου αἰσχρῶς εἰς ἀκρατεῖς ἐξέχεεν δαπάνας· ἀλλά μιν Εὐκτήμων, πατρικὸς φίλος, ὡς ἐνόησεν ἤδη καρφαλέῃ τειρόμενον πενίῃ,
5καί μιν δακρυχέων ἀνελάμβανε καὶ πόσιν αὐτὸν θῆκε θυγατρὸς ἑῆς πόλλ’ ἐπὶ μείλια δούς. αὐτὰρ ἐπεὶ Θήρωνα παρὰ φρένας ἤλυθε πλοῦτος, αὐτίκα ταῖς αὐταῖς ἐτρέφετ’ ἐν δαπάναις, γαστρὶ χαριζόμενος πᾶσαν χάριν οὐ κατὰ κόσμον
10 τῇ θ’ ὑπὸ τὴν μιαρὰν γαστέρα μαργοσύνῃ. οὕτως μὲν Θήρωνα τὸ δεύτερον ἀμφεκάλυψεν οὐλομένης πενίης κῦμα παλιρρόθιον. Εὐκτήμων δ’ ἐδάκρυε τὸ δεύτερον, οὐκέτι κεῖνον, ἀλλὰ θυγατρὸς ἑῆς προῖκά τε καὶ θάλαμον.
15ἔγνω δ’, ὡς οὐκ ἔστι κακῶς κεχρημένον ἄνδρα τοῖς ἰδίοις εἶναι πιστὸν ἐν ἀλλοτρίοις.

10

.

26

(p1)

ΛΟΥΚΙΑΝΟΥ
1Ὡς τεθνηξόμενος τῶν σῶν ἀγαθῶν ἀπόλαυε, ὡς δὲ βιωσόμενος φείδεο σῶν κτεάνων. ἔστι δ’ ἀνὴρ σοφὸς οὗτος, ὃς ἄμφω ταῦτα νοήσας φειδοῖ καὶ δαπάνῃ μέτρον ἐφηρμόσατο.

10

.

27

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Ἀνθρώπους μὲν ἴσως λήσεις ἄτοπόν τι ποιήσας, οὐ λήσεις δὲ θεοὺς οὐδὲ λογιζόμενος.

10

.

28

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Τοῖσι μὲν εὖ πράττουσιν ἅπας ὁ βίος βραχύς ἐστιν τοῖς δὲ κακῶς μία νὺξ ἄπλετός ἐστι χρόνος.

10

.

29

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Οὐχ ὁ Ἔρως ἀδικεῖ μερόπων γένος, ἀλλ’ ἀκολάστοις ψυχαῖς ἀνθρώπων ἔσθ’ ὁ Ἔρως πρόφασις.

10

.

31

(p1)

ΛΟΥΚΙΑΝΟΥ
1Θνητὰ τὰ τῶν θνητῶν, καὶ πάντα παρέρχεται ἡμᾶς· ἢν δὲ μή, ἀλλ’ ἡμεῖς αὐτὰ παρερχόμεθα.

10

.

35

(p1)

ΛΟΥΚΙΑΝΟΥ
1Εὖ πράττων φίλος εἶ θνητοῖς, φίλος εἶ μακάρεσσι, καί σευ ῥηιδίως ἔκλυον εὐξαμένου· ἢν πταίσῃς, οὐδεὶς ἔτι σοι φίλος, ἀλλ’ ἅμα πάντα
ἐχθρὰ Τύχης ῥιπαῖς συμμεταβαλλόμενα.

10

.

36

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Οὐδὲν ἐν ἀνθρώποισι Φύσις χαλεπώτερον εὗρεν ἀνθρώπου καθαρὰν ψευδομένου φιλίην· οὐ γὰρ ἔθ’ ὡς ἐχθρὸν προφυλασσόμεθ’, ἀλλ’ ἀγαπῶντες ὡς φίλον ἐν τούτῳ πλείονα βλαπτόμεθα.

10

.

37

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Ἡ βραδύπους βουλὴ μέγ’ ἀμείνων· ἡ δὲ ταχεῖα αἰὲν ἐφελκομένη τὴν μετάνοιαν ἔχει.

10

.

41

(p1)

ΛΟΥΚΙΑΝΟΥ
1Πλοῦτος ὁ τῆς ψυχῆς πλοῦτος μόνος ἐστὶν ἀληθής· τἆλλα δ’ ἔχει λύπην πλείονα τῶν κτεάνων. τόνδε πολυκτέανον καὶ πλούσιόν ἐστι δίκαιον κλῄζειν, ὃς χρῆσθαι τοῖς ἀγαθοῖς δύναται.
5εἰ δέ τις ἐν ψήφοις κατατήκεται, ἄλλον ἐπ’ ἄλλῳ σωρεύειν αἰεὶ πλοῦτον ἐπειγόμενος, οὗτος ὁποῖα μέλισσα πολυτρήτοις ἐνὶ σίμβλοις μοχθήσει ἑτέρων δρεπτομένων τὸ μέλι.

10

.

42

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Ἀρρήτων ἐπέων γλώσσῃ σφραγὶς ἐπικείσθω· κρείσσων γὰρ μύθων ἢ κτεάνων φυλακή.

10

.

122

(p1)

ΛΟΥΚΙΑΝΟΥ
1Πολλὰ τὸ δαιμόνιον δύναται, κἂν ᾖ παράδοξα· τοὺς μικροὺς ἀνάγει, τοὺς μεγάλους κατάγει· καὶ σοῦ τὴν ὀφρὺν καὶ τὸν τῦφον καταπαύσει, κἂν ποταμὸς χρυσοῦ νάματά σοι παρέχῃ.
5οὐ θρύον, οὐ μαλάχην ἄνεμός ποτε, τὰς δὲ μεγίστας
ἢ δρύας ἢ πλατάνους οἶδε χαμαὶ κατάγειν.

11

.

274

(p1)

ΛΟΥΚΙΑΝΟΥ
1Εἰπέ μοι εἰρομένῳ, Κυλλήνιε, πῶς κατέβαινεν Λολλιανοῦ ψυχὴ δῶμα τὸ Φερσεφόνης; θαῦμα μέν, εἰ σιγῶσα· τυχὸν δέ τι καὶ σὲ διδάσκειν ἤθελε· φεῦ, κείνου καὶ νέκυν ἀντιάσαι.

11

.

294

(p1)

ΛΟΥΚΙΑΝΟΥ
1Πλοῦτον μὲν πλουτοῦντος ἔχεις, ψυχὴν δὲ πένητος, ὦ τοῖς κληρονόμοις πλούσιε, σοὶ δὲ πένης.

11

.

396

(p1)

ΛΟΥΚΙΑΝΟΥ
1Πολλάκις οἶνον ἔπεμψας ἐμοί, καὶ πολλάκις ἔγνων σοὶ χάριν ἡδυπότῳ νέκταρι τερπόμενος. νῦν δ’, εἴπερ με φιλεῖς, μὴ πέμψῃς· οὐ δέομαι γὰρ οἴνου τοιούτου μηκέτ’ ἔχων θρίδακας.

11

.

397

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Πολλὰς μυριάδας ψηφίζων Ἀρτεμίδωρος καὶ μηδὲν δαπανῶν ζῇ βίον ἡμιόνων, πολλάκις αἳ χρυσοῦ τιμαλφέα φόρτον ἔχουσαι
πολλὸν ὑπὲρ νώτου, χόρτον ἔδουσι μόνον.

11

.

400

(p1)

ΛΟΥΚΙΑΝΟΥ
1Ἵλαθι, Γραμματικὴ φυσίζοε, ἵλαθι, λιμοῦ φάρμακον εὑρομένη „Μῆνιν ἄειδε, θεά.“ νηὸν ἐχρῆν καὶ σοὶ περικαλλέα δωμήσασθαι καὶ βωμὸν θυέων μή ποτε δευόμενον.
5καὶ γὰρ σοῦ μεσταὶ μὲν ὁδοί, μεστὴ δὲ θάλασσα
καὶ λιμένες, πάντων δέκτρια Γραμματική.

11

.

401

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Ἰητήρ τις ἐμοὶ τὸν ἑὸν φίλον υἱὸν ἔπεμψεν, ὥστε μαθεῖν παρ’ ἐμοὶ ταῦτα τὰ γραμματικά. ὡς δὲ τὸ „μῆνιν ἄειδε“ καὶ „ἄλγεα μυρί’ ἔθηκεν“ ἔγνω καὶ τὸ τρίτον τοῖσδ’ ἀκόλουθον ἔπος
5„πολλὰς δ’ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν,“ οὐκέτι μιν πέμπει πρός με μαθησόμενον. ἀλλά μ’ ἰδὼν ὁ πατήρ· „Σοὶ μὲν χάρις,“ εἶπεν, „ἑταῖρε· αὐτὰρ ὁ παῖς παρ’ ἐμοὶ ταῦτα μαθεῖν δύναται· καὶ γὰρ ἐγὼ πολλὰς ψυχὰς Ἄϊδι προϊάπτω
10καὶ πρὸς τοῦτ’ οὐδὲν γραμματικοῦ δέομαι.“

11

.

402

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Μηδείς μοι ταύτην, Ἐρασίστρατε, τὴν σπατάλην σου ποιήσειε θεῶν, ᾗ σὺ κατασπαταλᾷς ἔσθων ἐκτραπέλως στομάχων κακὰ χείρονα λιμοῦ, οἷα φάγοιεν ἐμῶν ἀντιδίκων τεκνία.
5πεινάσαιμι γὰρ αὖθις ἔτι πλέον ἢ πρὶν ἐπείνων, ἢ χορτασθείην τῆς παρὰ σοὶ σπατάλης.

11

.

403

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Μισόπτωχε θεά, μούνη πλούτου δαμάτειρα, ἡ τὸ καλῶς ζῆσαι πάντοτ’ ἐπισταμένη, εἰ δὲ καὶ ἀλλοτρίοις ἐπιιζομένη ποσὶ χαίρεις πιλοφορεῖν τ’ οἶδας καὶ μύρα σοι μέλεται,
5τέρπει καὶ στέφανός σε καὶ Αὐσονίου πόμα Βάκχου· ταῦτα παρὰ πτωχοῖς γίνεται οὐδέποτε. τοὔνεκά νυν φεύγεις πενίης τὸν ἀχάλκεον οὐδόν,
τέρπῃ δ’ αὖ πλούτου πρὸς πόδας ἐρχομένη.

11

.

404

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Οὐδέποτ’ εἰς πορθμεῖον ὁ κηλήτης Διόφαντος ἐμβαίνει μέλλων εἰς τὸ πέραν ἀπίναι· τῆς κήλης δ’ ἐπάνωθε τὰ φορτία πάντα τεθεικὼς καὶ τὸν ὄνον, διαπλεῖ σινδόν’ ἐπαράμενος.
5ὥστε μάτην Τρίτωνες ἐν ὕδασι δόξαν ἔχουσιν, εἰ καὶ κηλήτης ταὐτὸ ποιεῖν δύναται.

11

.

405

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Ὁ γρυπὸς Νίκων ὀσφραίνεται οἴνου ἄριστα, οὐ δύναται δ’ εἰπεῖν, οἷος ἂν ᾖ, ταχέως. ἐν τρισὶν ὥραις γὰρ θεριναῖς μόλις αἰσθάνετ’ αὐτὸς ὡς ἂν ἔχων πηχῶν ῥῖνα διακοσίων.
5ὢ μεγάλου μυκτῆρος· ὅταν ποταμὸν διαβαίνῃ, θηρεύει τούτῳ πολλάκις ἰχθύδια.

11

.

410

(p1)

ΛΟΥΚΙΑΝΟΥ
1Τοῦ πωγωνοφόρου κυνικοῦ, τοῦ βακτροπροσαίτου, εἴδομεν ἐν δείπνῳ τὴν μεγάλην σοφίαν. θέρμων μὲν γὰρ πρῶτον ἀπέσχετο καὶ ῥαφανίδων, μὴ δεῖν δουλεύειν γαστρὶ λέγων ἀρετήν.
5εὖτε δ’ ἐν ὀφθαλμοῖσιν ἴδεν χιονώδεα βόλβαν στρυφνήν, ἣ πινυτὸν ἤδη ἔκλεπτε νόον, ᾔτησεν παρὰ προσδοκίαν καὶ ἔτρωγεν ἀληθῶς κοὐδὲν ἔφη βόλβαν τὴν ἀρετὴν ἀδικεῖν.

11

.

427

(p1)

ΛΟΥΚΙΑΝΟΥ
1Δαίμονα πολλὰ λαλῶν ὀζόστομος ἐξορκιστὴς ἐξέβαλ’, οὐχ ὅρκων, ἀλλὰ κόπρων δυνάμει.

11

.

428

(p1)

〈ΤΟΥ ΑΥΤΟΥ〉
1Εἰς τί μάτην νίπτεις δέμας Ἰνδικόν; ἴσχεο τέχνης·
οὐ δύνασαι δνοφερὴν νύκτα καθηλιάσαι.

11

.

429

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Ἐν πᾶσιν μεθύουσιν Ἀκίνδυνος ἤθελε νήφειν, τοὔνεκα καὶ μεθύειν αὐτὸς ἔδοξε μόνος.

11

.

430

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Εἰ τὸ τρέφειν πώγωνα δοκεῖς σοφίαν περιποιεῖν, καὶ τράγος εὐπώγων αἶψ’ ὅλος ἐστὶ Πλάτων.

11

.

431

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Εἰ ταχὺς εἰς τὸ φαγεῖν καὶ πρὸς δρόμον ἀμβλὺς ὑπάρχεις, τοῖς ποσί σου τρῶγε καὶ τρέχε τῷ στόματι.

11

.

432

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Ἔσβεσε τὸν λύχνον μῶρος ψυλλῶν ὑπὸ πολλῶν δακνόμενος, λέξας· „Οὐκέτι με βλέπετε.“

11

.

433

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Ζωγράφε, τὰς μορφὰς κλέπτεις μόνον· οὐ δύνασαι δὲ
φωνὴν συλῆσαι χρώματι πειθόμενος.

11

.

434

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Ἢν ἐσίδῃς κεφαλὴν μαδαρὰν καὶ στέρνα καὶ ὤμους, μηδὲν ἐρωτήσῃς· μῶρον ὁρᾷς φαλακρόν.

11

.

435

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Θαυμάζειν μοι ἔπεισιν, ὅπως Βύτος ἐστὶ σοφιστὴς οὔτε λόγον κοινὸν οὔτε λογισμὸν ἔχων.

11

.

436

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Θᾶττον ἔην λευκοὺς κόρακας πτηνάς τε χελώνας εὑρεῖν ἢ δόκιμον ῥήτορα Καππαδόκην.

16

.

154

(p1)

[ΛΟΥΚΙΑΝΟΥ, οἱ δὲ] ΑΡΧΙΟΥ
1Ἠχὼ πετρήεσσαν ὁρᾷς, φίλε, Πανὸς ἑταίρην, ἀντίτυπον φθογγὴν ἔμπαλιν ᾀδομένην, παντοίων στομάτων λάλον εἰκόνα, ποιμέσιν ἡδὺ
παίγνιον. ὅσσα λέγεις, ταῦτα κλύων ἄπιθι.

16

.

163

(p1)

ΛΟΥΚΙΑΝΟΥ
1Τὴν Παφίην γυμνὴν οὐδεὶς ἴδεν· εἰ δέ τις εἶδεν, οὗτος ὁ τὴν γυμνὴν στησάμενος Παφίην.

16

.

164

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Σοὶ μορφῆς ἀνέθηκα τεῆς περικαλλὲς ἄγαλμα,
Κύπρι, τεῆς μορφῆς φέρτερον οὐδὲν ἔχων.

16

.

238

(p1)

ΛΟΥΚΙΑΝΟΥ
1Εἰς τὸ κενόν με τέθεικε, νόμου χάριν, ὧδε Πρίηπον Εὐστοχίδης ξηρῶν κληματίδων φύλακα· καὶ περιβέβλημαι κρημνὸν βαθύν. ὃς δ’ ἂν ἐπέλθῃ,
οὐδὲν ἔχει κλέψαι πλὴν ἐμὲ τὸν φύλακα.