TLG 0061 008 :: Pseudo–LUCIANUS :: Charidemus

Pseudo–LUCIANUS Soph.
(p. A.D. 2)

Charidemus

Source: Macleod, M.D. (ed.), Lucian, vol. 8. Cambridge, Mass.: Harvard University Press, 1967: 468–502.

Citation: Section — (line)

Charid
.

t

ΧΑΡΙΔΗΜΟΣ Η ΠΕΡΙ ΚΑΛΛΟΥΣ
Charid
.

1

ΕΡΜΙΠΠΟΣ
1 Περιπάτους ἔτυχον χθές, ὦ Χαρίδημε, ποιού‐ μενος ἐν τῷ προαστείῳ ἅμα μὲν καὶ τῆς παρὰ τῶν ἀγρῶν χάριν ῥᾳστώνης, ἅμα δὲ—ἔτυχον γάρ τι μελετῶν—καὶ δεόμενος ἡσυχίας. ἐντυγχάνω δὴ
5Προξένῳ τῷ Ἐπικράτους· προσειπὼν δὲ ὥσπερ εἰώθειν, ἠρώτων ὅθεν τε πορεύοιτο καὶ ὅποι βαδίζοι. ὁ δὲ ἥκειν μὲν ἔφη καὶ αὐτὸς ἐκεῖ παραμυθίας χάριν, ἥπερ εἰώθει πρὸς τὴν ὄψιν γίνεσθαι τῶν ἀγρῶν, ἀπολαύσων δὲ καὶ τῆς τούτους ἐπιπνεούσης εὐκρά‐
10του καὶ κούφης αὔρας, ἀπὸ συμποσίου μέντοι καλλίστου γεγονότος ἐν Πειραιεῖ ἐν Ἀνδροκλέους τοῦ Ἐπιχάρους τὰ ἐπινίκια τεθυκότος Ἑρμῇ, ὅτι δὴ βιβλίον ἀναγνοὺς ἐνίκησεν ἐν Διασίοις.
Charid
.

2

ἔφασκε δὴ ἄλλα τε πολλὰ γεγενῆσθαι ἀστεῖα καὶ χαρίεντα, καὶ δὴ καὶ κάλλους ἐγκώμια εἰρῆσθαι τοῖς ἀνδράσιν, ἃ ἐκεῖνον μὲν μὴ δύνασθαι εἰπεῖν ὑπό τε γήρως ἐπιλελησμένον ἄλλως τε καὶ οὐκ ἐπὶ
5πολὺ λόγων μετεσχηκότα, σὲ δ’ ἂν ῥᾳδίως εἰπεῖν ἅτε καὶ αὐτὸν ἐγκεκωμιακότα καὶ τοῖς ἄλλοις παρ’
ὅλον τὸ συμπόσιον προσεσχηκότα τὸν νοῦν.468
7ΧΑΡΙΔΗΜΟΣ Γέγονε ταῦτα, ὦ Ἕρμιππε. οὐ μέντοι γε οὐδ’ ἐμοὶ ῥᾴδιον ἐπ’ ἀκριβείας ἅπαντα διεξιέναι· οὐ γὰρ
10οἷόν τε ἦν πάντων ἀκούειν θορύβου πολλοῦ γινομέ‐ νου τῶν τε διακονουμένων τῶν τε ἑστιωμένων, ἄλλως τε καὶ τῶν δυσχερεστέρων ὂν μεμνῆσθαι λόγους ἐν συμποσίῳ γενομένους· οἶσθα γὰρ ὡς ἐπιλήσμονας ποιεῖ καὶ τοὺς λίαν μνημονικωτάτους. πλὴν ἀλλὰ
15σὴν χάριν ὡς ἂν οἷός τε ὦ τὴν διήγησιν πειράσομαι ποιεῖσθαι, μηδὲν παραλείπων ὧν ἂν ἐνθυμηθῶ.
16ΕΡΜΙΠΠΟΣ
Charid
.

3

Τούτων μὲν δὴ ἕνεκα οἶδά σοι χάριν. ἀλλ’ εἴ μοι τὸν πάντα λόγον ἐξ ἀρχῆς ἀποδοίης, ὅ τι τε ἦν ὅπερ ἀνέγνω βιβλίον Ἀνδροκλῆς τίνα τε νενίκηκε καὶ τίνας ὑμᾶς εἰς τὸ συμπόσιον κέκληκεν, οὕτως ἂν
5ἱκανὴν καταθοῖο τὴν χάριν.
5ΧΑΡΙΔΗΜΟΣ Τὸ μὲν δὴ βιβλίον ἦν ἐγκώμιον Ἡρακλέους ἔκ τινος ὀνείρατος, ὡς ἔλεγε, πεποιημένον αὐτῷ· νενί‐ κηκε δὲ Διότιμον τὸν Μεγαρόθεν ἀνταγωνισάμενον αὐτῷ περὶ τῶν ἀσταχύων, μᾶλλον δὲ περὶ τῆς δόξης.
9ΕΡΜΙΠΠΟΣ
10Τί δ’ ἦν ὃ ἐκεῖνος ἀνέγνω βιβλίον;
10ΧΑΡΙΔΗΜΟΣ Ἐγκώμιον τοῖν Διοσκούροιν. ἔφασκε δὲ καὶ
αὐτὸς ἐκ μεγάλων κινδύνων ὑπ’ ἐκείνων σεσωσμένος ταύτην αὐτοῖς καταθεῖναι τὴν χάριν, ἄλλως τε καὶ ὑπ’ ἐκείνων παρακεκλημένος ἐπ’ ἄκροις ἱστίοις ἐν τοῖς470
15ἐσχάτοις κινδύνοις φανέντων.
Charid
.

4

παρῆσαν μέντοι τῷ συμποσίῳ καὶ ἄλλοι πολλοὶ οἱ μὲν συγγενεῖς αὐτῷ, οἱ δὲ καὶ ἄλλως συνήθεις, οἱ δὲ λόγου τε ἄξιοι τό τε συμπόσιον ὅλον κεκοσμηκότες καὶ κάλλους
5ἐγκώμια διελθόντες Φίλων τε ἦν ὁ Δεινίου καὶ Ἀρίστιππος ὁ Ἀγασθένους καὶ τρίτος αὐτός· συγκατέλεκτο δὲ ἡμῖν καὶ Κλεώνυμος ὁ καλὸς ὁ τοῦ Ἀνδροκλέους ἀδελφιδοῦς, μειράκιον ἁπαλόν τε καὶ τεθρυμμένον· νοῦν μέντοι γε ἐδόκει ἔχειν· πάνυ
10γὰρ προθύμως ἠκροᾶτο τῶν λόγων. πρῶτος δὲ ὁ Φίλων περὶ τοῦ κάλλους ἤρξατο λέγειν προοιμιασά‐ μενος οὕτω.
12ΕΡΜΙΠΠΟΣ Μηδαμῶς, ὦ ἑταῖρε, μὴ πρὶν τῶν ἐγκωμίων ἄρξῃ πρὶν ἄν μοι καὶ τὴν αἰτίαν ἀποδῷς ὑφ’ ἧς εἰς τού‐
15τους προήχθητε τοὺς λόγους.
15ΧΑΡΙΔΗΜΟΣ Εἰκῆ διατρίβεις ἡμᾶς, ὦγαθέ, πάλαι δυναμένους τὸν ἅπαντα λόγον διελθόντας ἀπαλλαγῆναι. πλὴν ἀλλὰ τί τις ἂν χρήσαιτο, ὁπότε φίλος τις ὢν βιάζοιτο; ἀνάγκη γὰρ ὑφίστασθαι πᾶν ὁτιοῦν.
Charid
.

5

ἣν δὲ ζητεῖς αἰτίαν τῶν λόγων, αὐτὸς ἦν Κλεώνυμος ὁ καλός· καθημένου γὰρ αὐτοῦ μεταξὺ ἐμοῦ τε καὶ
Ἀνδροκλέους τοῦ θείου, πολὺς ἐγίνετο λόγος τοῖς472
5ἰδιώταις περὶ αὐτοῦ ἀποβλέπουσί τε εἰς αὐτὸν καὶ ὑπερεκπεπληγμένοις τὸ κάλλος. σχεδὸν οὖν πάντων ὀλιγωρήσαντες κάθηντο διεξιόντες ἐγκώμια τοῦ μειρακίου. ἀγασθέντες δὲ ἡμεῖς τῶν ἀνδρῶν τὴν φιλοκαλίαν καὶ ἅμα ἐπαινέσαντες αὐτοὺς ἀργίας τε
10πολλῆς εἶναι ὑπολαβόντες λόγοις ἀπολείπεσθαι τῶν ἰδιωτῶν περὶ τῶν καλλίστων, ᾧ μόνῳ τούτων οἰόμεθα προέχειν, καὶ δὴ ἡπτόμεθα τῶν περὶ κάλλους λόγων. ἔδοξεν οὖν ἡμῖν οὐκ ὀνομαστὶ λέγειν τὸν ἔπαινον τοῦ παιδός—οὐ γὰρ ἂν ἔχειν καλῶς,
15ἐμβαλεῖν γὰρ ἂν αὐτὸν εἰς πλείω τρυφήν—ἀλλ’ οὐδὲ μὴν ὥσπερ ἐκείνους οὕτως ἀτάκτως, ὅπερ ἕκαστος τύχοι, λέγειν, ἀλλ’ ἕκαστον εἰπεῖν ἰδίᾳ ὅς’ ἂν ἀπομνημονεύοι περὶ τοῦ προκειμένου.
Charid
.

6

καὶ δὴ ἀρξάμενος ὁ Φίλων πρῶτος οὑτωσὶ τὸν λόγον ἐποιεῖτο· Ὡς ἔστι δεινόν, εἰ πάνθ’ ὅσα πράττομεν ἑκάστης ἡμέρας, ὡς περὶ καλῶν, ποιού‐ μεθα τὴν σπουδήν, αὐτοῦ δὲ κάλλους οὐδένα
5ποιησόμεθα λόγον, ἀλλ’ οὕτω καθεδούμεθα σιγῇ ὥσπερ δεδοικότες μὴ λάθωμεν ἡμᾶς αὐτοὺς ὑπὲρ οὗ σπουδάζομεν τὸν ἅπαντα χρόνον εἰπόντες. καίτοι ποῦ τις ἂν χρήσαιτο πρεπόντως τοῖς λόγοις, εἰ περὶ τῶν μηδενὸς ἀξίων σπουδάζων περὶ τοῦ
10καλλίστου σιγῴη τῶν ὄντων; ἢ πῶς ἂν τὸ ἐν λόγοις καλὸν σῴζοιτο κάλλιον μᾶλλον ἢ πάντα τἆλλα παρέντας περὶ αὐτοῦ λέγειν τοῦ τέλους ἡμᾶς τῶν ἑκάστοτε πραττομένων; ἀλλ’ ἵνα μὴ δόξω λέγειν μὲν ὡς χρὴ περὶ τοῦτο διακεῖσθαι εἰδέναι,
15εἰπεῖν δὲ μηδὲν ἐπίστασθαι περὶ αὐτοῦ, ὡς οἷόν τε
βραχέα περὶ τούτου πειράσομαι διελθεῖν. κάλλους γὰρ δὴ πάντες μὲν ἐπεθύμησαν τυχεῖν, πάνυ δ’ ἠξιώθησαν ὀλίγοι τινές· οἳ δὲ ταύτης ἔτυχον τῆς δωρεᾶς, εὐδαιμονέστατοι πάντων ἔδοξαν γεγενῆ‐474
20σθαι καὶ πρὸς θεῶν καὶ πρὸς ἀνθρώπων τὰ εἰκότα τετιμημένοι. τεκμήριον δέ· τῶν γοῦν θεῶν ἐξ ἡρώων γενομένων Ἡρακλῆς τέ ἐστιν ὁ Διὸς καὶ Διόσκουροι καὶ Ἑλένη, ὧν ὁ μὲν ἀνδρείας ἕνεκα ταύτης λέγεται τυχεῖν τῆς τιμῆς, Ἑλένη δὲ τοῦ κάλλους χάριν
25αὐτή τε μεταβαλεῖν εἰς θεὸν καὶ τοῖς Διοσκούροις αἰτία γενέσθαι πρὶν αὐτὴν εἰς οὐρανὸν ἀνελθεῖν τοῖς ὑπὸ γῆν συνεξητασμένοις.
Charid
.

7

ἀλλὰ μὴν ὅστις ἀνθρώπων ἠξιώθη τοῖς θεοῖς ὁμιλεῖν, οὐκ ἔστιν εὑ‐ ρεῖν, πλὴν ὅσοι μετεσχήκασι κάλλους· Πέλοψ τε γὰρ τούτου χάριν τοῖς θεοῖς ἀμβροσίας μετέσχε, καὶ
5Γανυμήδης ὁ τοῦ Δαρδάνου οὕτω κεκρατηκέναι λέγεται τοῦ πάντων ὑπάτου θεῶν, ὥστ’ αὐτὸν οὐκ ἀνασχέσθαι συμμετασχεῖν αὐτῷ τινα τῶν ἄλλων θεῶν τῆς θήρας τῶν παιδικῶν, ἀλλ’ αὐτῷ μόνῳ πρέπουσαν ἡγούμενον εἶναι εἰς Γάργαρον κατα‐
10πτάντα τῆς Ἴδης ἀναγαγεῖν ἐκεῖσε τὰ παιδικά, ὅπου συνέσεσθαι τὸν ἅπαντα ἔμελλε χρόνον. τοσαύτην δ’ ἐπιμέλειαν ἀεὶ πεποίηται τῶν καλῶν, ὥστ’ οὐ μόνον αὐτοὺς ἠξίωσε τῶν οὐρανίων ἀναγαγὼν ἐκεῖσε, ἀλλὰ καὶ αὐτὸς ἐπὶ γῆς ὅ τι τύχοι γινόμενος
15συνῆν ἑκάστοτε τοῖς ἐρωμένοις, καὶ τοῦτο μὲν
γενόμενος κύκνος συνεγένετο Λήδᾳ, τοῦτο δ’ ἐν εἴδει ταύρου τὴν Εὐρώπην ἁρπάζει, εἰκασθεὶς δ’ Ἀμφι‐ τρύωνι γεννᾷ τὸν Ἡρακλέα. καὶ πολλά τις ἂν ἔχοι λέγειν τεχνάσματα τοῦ Διὸς ὅπως ἂν οἷς ἐπεθύμει476
20συγγένοιτο μηχανωμένου.
Charid
.

8

τὸ δὲ δὴ μέγιστον καὶ οἷον ἄν τις θαυμάσαι, ὁμιλῶν γὰρ τοῖς θεοῖς—οὐ γὰρ ἀνθρώπων γε οὐδέσι πλὴν εἰ μὴ τοῖς καλοῖς— ἐν δ’ οὖν τούτοις δημηγορῶν οὕτω πεποίηται
5σοβαρὸς τῷ κοινῷ τῶν Ἑλλήνων ποιητῇ καὶ θρασὺς καὶ καταπληκτικός, ὥστ’ ἐν μὲν τῇ προτέρᾳ δημη‐ γορίᾳ τὴν Ἥραν, καίτοι πρότερον πάντ’ εἰωθυῖαν ἐπιτιμᾶν αὐτῷ, ὅμως δ’ αὐτὴν οὕτως ἐφόβησεν, ὥστ’ ἤρκεσεν αὐτῇ τὸ μηδὲν παθεῖν, ἀλλὰ μέχρι
10λόγων στῆναι τὴν ὀργὴν τῷ Διί· τοὺς δ’ ἅπαντας θεοὺς ἐν τῇ ὑστέρᾳ πάλιν οὐχ ἧττον κατέστησε φοβηθῆναι γῆν ἀνασπάσειν αὐτοῖς ἀνδράσι καὶ θάλατταν ἀπειλήσας. μέλλων δὲ συνέσεσθαι καλοῖς οὕτω γίγνεται πρᾶος καὶ ἥμερος καὶ τοῖς πᾶσιν
15ἐπιεικής, ὥστε πρὸς ἅπασι τοῖς ἄλλοις καὶ αὐτὸ τὸ Ζεὺς εἶναι καταλιπών, ὅπως μὴ φαίνοιτο τοῖς παιδικοῖς ἀηδής, ἑτέρου τινὸς ὑποκρίνεται σχῆμα, καὶ τούτου καλλίστου καὶ οἵου τὸν ὁρῶντα προσαγα‐ γέσθαι. τοσοῦτον αἰδοῦς καὶ τιμῆς παρέχεται τῷ
20κάλλει.
Charid
.

9

καὶ οὐχ ὁ μὲν Ζεὺς οὕτω μόνος ἑάλω τοῦ κάλλους, τῶν δ’ ἄλλων οὐδεὶς θεῶν, ἵνα μᾶλλον ἔχειν δοκῇ ταῦτα κατηγορίαν Διός, οὐχ ὑπὲρ τοῦ κάλλους εἰρῆσθαι· ἀλλ’ εἴ τις ἀκριβῶς ἐθελήσει
5σκοπεῖν, πάντας ἂν εὕροι θεοὺς ταὐτὰ πεπονθότας
Διί, οἷον τὸν μὲν Ποσειδῶ τοῦ Πέλοπος ἡττημένον, Ὑακίνθου δὲ τὸν Ἀπόλλω, τὸν Ἑρμῆν δὲ τοῦ Κάδμου.478
Charid
.

10

καὶ θεαὶ δ’ ἐλάττους οὐκ αἰσχύνονται φαινόμεναι τούτου, ἀλλ’ ὥσπερ φιλοτιμίαν αὐταῖς ἔχειν δοκεῖ τὸ τῷ δεῖνι συγγενομένην καλῷ διηγεῖσ‐ θαι παρεσχῆσθαι τοῖς ἀνθρώποις. ἔτι δὲ—τῶν μὲν
5γὰρ ἄλλων ἁπάντων ἐπιτηδευμάτων ἑκάστη θεῶν, ἑκάστου προστάτις οὖσα, οὐχ ἑτέραις ἀμφισβητεῖ περὶ ὧν ἄρχει, ἀλλ’ Ἀθηνᾶ μὲν τοῖς ἀνθρώποις ἡγουμένη τὰ ἐς πολέμους πρὸς Ἄρτεμιν οὐ διαμά‐ χεται περὶ θήρας, ὡς δ’ αὔτως Ἀθηνᾷ κἀκείνη
10παραχωρεῖ τῶν πολεμικῶν, τῶν δὲ γάμων Ἥρα Ἀφροδίτῃ, οὐδ’ αὐτὴ πρὸς αὐτῆς ἐνοχλουμένη περὶ ὧν ἐφορεύει. ἑκάστη δ’ ἐπὶ κάλλει τοσοῦτον φρονεῖ καὶ πάσας ὑπερβάλλεσθαι δοκεῖ, ὥστε καὶ ἡ Ἔρις αὐτὰς ἀλλήλαις ἐκπολεμῶσαι βουλομένη οὐδὲν
15ἄλλο προὔβαλεν αὐταῖς ἢ κάλλος, οὕτως οἰομένη ῥᾳδίως ὅπερ ἤθελε καταστήσειν, ὀρθῶς καὶ φρονί‐ μως τοῦτο λογιζομένη. σκέψαιτο δ’ ἄν τις ἐντεῦθεν τὴν τοῦ κάλλους περιουσίαν· ὡς γὰρ ἐλάβοντο τοῦ μήλου καὶ τὴν ἐπιγραφὴν ἀνελέξαντο, ἑκάστης
20αὐτῆς ὑπολαβούσης εἶναι τὸ μῆλον, μηδεμιᾶς δὲ τολμώσης τὴν ψῆφον καθ’ αὑτῆς ἐνεγκεῖν, ὡς ἄρ’ αἰσχροτέρα τῆς ἑτέρας εἴη τὴν ὄψιν, ἀνέρχονται παρὰ τὸν τῶν μὲν πατέρα, τῆς δ’ ἀδελφόν τε καὶ, σύνοικον Δία ἐπιτρέψουσαι τὴν δίκην αὐτῷ. ἔχων
25δὲ καὶ αὐτὸς ἥτις ἐστὶν ἀποφήνασθαι καλλίστη καὶ,
πολλῶν ἀνδρείων ὄντων καὶ σοφῶν καὶ φρονίμων ἔν τε Ἑλλάδι καὶ τῇ βαρβάρῳ, ὅδ’ ἐπιτρέπει τὴν κρίσιν Πάριδι τῷ Πριάμου ψῆφον ἐναργῆ καὶ καθαρὰν ἐξενεγκών, ὅτι καὶ φρονήσεως καὶ σοφίας480
30καὶ ῥώμης ὑπερέχει τὸ κάλλος.
Charid
.

11

τοσαύτην δ’ ἐπιμέλειαν ἀεὶ πεποίηνται καὶ σπουδὴν ἀκούειν εἶναι καλαί, ὥστε καὶ τὸν ἡρώων τε κοσμήτορα καὶ θεῶν ποιητὴν οὐκ ἄλλοθέν ποθεν ἢ παρὰ τοῦ κάλλους πεπείκασιν ὀνομάζειν. ἥδιον
5ἂν οὖν ἀκούσαι λευκώλενος ἡ Ἥρα ἢ “πρέσβα θεὰ θυγάτηρ μεγάλου Κρόνου”, Ἀθηνᾶ δ’ οὐκ ἂν βουληθείη Τριτογένεια πρὸ τοῦ Γλαυκῶπις καλεῖ‐ σθαι, Ἀφροδίτη τε τιμήσαιτ’ ἂν τοῦ παντὸς καλεῖ‐ σθαι Χρυσῆ. ἅπερ ἅπαντ’ εἰς κάλλος τείνει.
Charid
.

12

καίτοι ταῦτ’ οὐ μόνον ἀπόδειξιν ἔχει πῶς οἱ κρείττους ἔχουσι περὶ τοῦτο, ἀλλὰ καὶ μαρτύριόν ἐστιν ἀψευδὲς τοῦ κρεῖττον εἶναι πάντων τῶν ἄλλων. οὐκοῦν Ἀθηνᾶ μὲν ἀνδρείας ἅμα καὶ φρονήσεως
5προέχειν ἐπιψηφίζει· ἀμφοτέρων γὰρ προΐστατο τούτων· Ἥρα δ’ ἁπάσης ἀρχῆς καὶ δυναστείας αἱρετώτερον ἀποφαίνει συνηγοροῦντ’ αὐτῇ καὶ τὸν Δία παραλαβοῦσα. εἰ τοίνυν οὕτω μὲν θεῖον καὶ σεμνὸν τὸ κάλλος ἐστίν, οὕτω δὲ περισπούδαστον
10τοῖς θεοῖς, πῶς ἂν ἡμῖν ἔχοι καλῶς μὴ καὶ αὐτοὺς μιμουμένους τοὺς θεοὺς ἔργῳ τε καὶ λόγῳ πᾶν ὅ τι ἔχομεν συναίρεσθαι τῷ κάλλει;
Charid
.

13

Ταῦτα μὲν ὁ Φίλων περὶ τοῦ κάλλους εἶπεν ἐπιθεὶς τοῦτο τῇ τελευτῇ, ὡς καὶ πλείω ἂν τούτων εἰρήκει, εἰ μὴ τὸ μακρολογεῖν ἠπίστατο τῶν ἀδοκί‐ μων ἐν συμποσίῳ. μετ’ ἐκεῖνον δ’ εὐθὺς Ἀρίστιπ‐
5πος ἥπτετο τῶν λόγων πολλὰ πρότερον παρακληθεὶς ὑπ’ Ἀνδροκλέους· οὐ γὰρ ἐβούλετο λέγειν τὸ μετὰ Φίλων’ εὐλαβούμενος λέγειν. ἤρξατο δὲ ἐντεῦθεν·482
Charid
.

14

Πολλοὶ πολλάκις ἄνθρωποι τὸ περὶ τῶν βελτίστων καὶ ἡμῖν συμφερόντων ἀφέντες λέγειν ἐφ’ ἑτέρας τινὰς ὥρμησαν ὑποθέσεις, ἀφ’ ὧν αὐτοῖς μὲν δοκοῦσι δόξαν προσάγειν, τοῖς δ’ ἀκροαταῖς
5τοὺς λόγους οὐδὲν λυσιτελοῦντας ποιοῦνται, καὶ διεληλύθασιν οἱ μὲν περὶ τῶν αὐτῶν ἐρίζοντες ἀλλή‐ λοις, οἱ δὲ διηγούμενοι τὰ οὐκ ὄντα, ἕτεροι δὲ περὶ τῶν οὐδαμῶς ἀναγκαίων λογοποιοῦντες, οὓς ἐχρῆν ταῦτα πάντα καταλιπόντας ὅπως τι βέλτιον
10τύχωσιν εἰπόντες σκοπεῖν· οὓς νῦν ἐγὼ περὶ τῶν ὄντων οὐδὲν ὑγιὲς ἐγνωκέναι νομίζων ἄλλως τε καὶ τὸ τινῶν ἀγνοίας τῶν βελτίστων κατηγοροῦντα τοῖς αὐτοῖς περιπίπτειν τῶν εὐηθεστέρων οἰόμε‐ νος εἶναι πάντῃ, τὴν αὐτὴν λυσιτελεστάτην καὶ
15καλλίστην τοῖς ἀκούουσιν ὑπόθεσιν ποιήσομαι τῶν λόγων καὶ ἣν πᾶς ὁστισοῦν ἂν φαίη κάλλιστ’ ἂν ἔχειν ἀκούειν [καλλίστην].
Charid
.

15

εἰ μὲν οὖν περί τινος ἑτέρου τοὺς λόγους ἐποιούμεθα νῦν, ἀλλὰ μὴ περὶ κάλλους, ἤρκεσεν ἂν ἡμῖν ἀκούσασιν ἑνὸς εἰπόντος ἀπηλλάχθαι περὶ αὐτοῦ· τοῦτο δ’ ἄρα τοσαύτην ἀφθονίαν παρέχεται
5τοῖς βουλομένοις ἅπτεσθαι τῶν περὶ τούτου λόγων, ὥστ’ οὐκ, εἰ μὴ κατ’ ἀξίαν τις ἐφίκοιτο τῷ λόγῳ, νομίζειν δυστυχεῖν, ἀλλ’ ἢν πρὸς πολλοῖς ἄλλοις κἀκεῖνός τι δυνηθῇ συμβαλέσθαι πρὸς τοὺς ἐπαίνους, τῆς ἀμείνονος οἴεσθαι πειρᾶσθαι τύχης. τὸ γὰρ οὕτω
10μὲν περιφανῶς ὑπὸ τῶν κρειττόνων τετιμημένον, οὕτω δὲ τοῖς ἀνθρώποις θεῖον καὶ περισπούδαστον, πᾶσι δὲ τοῖς οὖσιν οἰκειότατον κόσμον, καὶ οἷς μὲν ἂν παρῇ παρὰ πάντων σπουδαζομένων, ὧν δ’ ἀφίσταται μισουμένων καὶ οὐδὲ προσβλέπειν ἀξιουμένων, τίς ἂν484
15εἴη τοσοῦτον λόγων μετεσχηκὼς ὥστ’ ἐπαινέσαι πρὸς ἀξίαν ἀρκέσαι; οὐ μὴν ἀλλ’ ἐπειδήπερ οὕτω πολλῶν αὐτῷ δεῖ τῶν ἐπαινεσόντων ὥστε μόλις ἂν τῆς ἀξίας τυχεῖν, οὐδὲν ἀπεικὸς καὶ ἡμᾶς ἐγχειρεῖν τι λέγειν περὶ αὐτοῦ, μέλλοντάς γε μετὰ Φίλωνα
20ποιεῖσθαι τοὺς λόγους. οὕτω δὴ σεμνότατον καὶ θειότατον τῶν ὄντων ἐστὶν ὥστε—ἵν’ ὅσα θεοὶ καλοὺς τετιμήκασι, παραλείπω.
Charid
.

16

ἀλλ’ οὖν ἐν τοῖς ἄνω χρόνοις ἐκ Διὸς Ἑλένη γενομένη οὕτως ἐθαυμάσθη παρὰ πᾶσιν ἀνθρώποις, ὥστ’ ἔτι τῆς ἡλικίας οὖσαν ἐντὸς κατά τινα χρείαν ἐν Πελοποννήσῳ γενόμενος ὁ Θησεὺς οὕτω τῆς ὥρας
5ἰδὼν ἠγάσθη, ὥστ’ οὔσης αὐτῷ καὶ βασιλείας ἀσφα‐ λεστάτης καὶ δόξης οὐ τῆς τυχούσης ὅμως οὐκ ᾤετο βιωτὸν αὐτῷ ταύτης ἐστερημένῳ, παρελθεῖν δὲ πάντας εὐδαιμονίᾳ, εἰ ταύτην αὐτῷ γένοιτο συνοι‐ κεῖν. οὕτω δὲ διανοηθεὶς τὸ μὲν παρὰ τοῦ πατρὸς
10λαβεῖν ἀπειπών, μὴ γὰρ ἂν αὐτὴν αὐτὸν ἐκδοῦναι μήπω ἡλικίας ἡμμένην, τὴν δ’ ἀρχὴν ὑπερφρονήσας ἐκείνου καὶ παριδών, ὀλιγωρήσας δὲ καὶ τῶν ἐν Πελοποννήσῳ πάντων δεινῶν, κοινωνοῦντ’ αὐτῷ τῆς ἁρπαγῆς καὶ Πειρίθουν παραλαβών, βίᾳ λαβὼν αὐτὴν
15τοῦ πατρὸς εἰς Ἄφιδναν ἐκόμισε τῆς Ἀττικῆς, καὶ τοσαύτην ἔσχε χάριν αὐτῷ τῆς συμμαχίας ταυτησί, ὥσθ’ οὕτως ἐφίλησε τὸν ἅπαντα χρόνον ὥστε καὶ τοῖς
ἐπιγενομένοις παράδειγμα γενέσθαι τὴν Θησέως καὶ Πειρίθου φιλίαν. ἐπειδὴ δὲ ἔδει κἀκεῖνον ἐν Ἅιδου486
20γενέσθαι τὴν Δήμητρος μνηστευσόμενον κόρην, ἐπειδὴ πολλὰ παραινῶν οὐκ ἠδυνήθη ταύτης αὐτὸν τῆς πείρας ἀποσχέσθαι καταπεῖσαι, συνηκολούθησεν αὐτῷ ταύτην πρέπουσαν οἰόμενος αὐτῷ καταθήσειν τὴν χάριν περὶ τῆς ψυχῆς ὑπὲρ αὐτοῦ κινδυνεῦσαι.
Charid
.

17

ἐπανελθοῦσαν δ’ εἰς Ἄργος, αὖθις ἀποδημοῦντος αὐτοῦ, ἐπειδὴ καθ’ ὥραν ἦν γάμων, καίτοι γε ἔχοντες καλάς τε καὶ εὖ γεγονυίας ἐκ τῆς Ἑλλάδος σφίσιν αὐτοῖς ἄγεσθαι γυναῖκας οἱ τῆς Ἑλλάδος βασιλεῖς,
5οἱ δὲ συνελθόντες ἐμνηστεύοντο ταύτην τὰς ἄλλας ἁπάσας ὑπεριδόντες ὡς φαυλοτέρας. γνόντες δ’ ὅτι περιμάχητος ἔσται, καὶ δείσαντες μὴ πόλεμος γένηται τῇ Ἑλλάδι, μαχομένων πρὸς ἀλλήλους, ὀμωμόκασιν ὅρκον τουτονὶ ψήφῳ κοινῇ, ἦ μὴν
10ἐπικουρήσειν τῷ ταύτης ἀξιωθέντι μηδ’ ἐπιτρέψειν ἤν τις ἀδικεῖν ἐγχειρῇ, ἕκαστος οἰόμενος ταύτην αὑτῷ τὴν συμμαχίαν παρασκευάζειν. τῆς μὲν οὖν ἰδίας γνώμης ἀπέτυχον πάντες πλὴν Μενελάου, τῆς κοινῆς δ’ ἐπειράθησαν αὐτίκα· οὐ πολλῷ γὰρ
15ὕστερον ἔριδος γενομένης ταῖς θεαῖς περὶ κάλλους, ἐπιτρέπουσι τὴν κρίσιν Πάριδι τῷ Πριάμου, ὁ δὲ τῶν μὲν σωμάτων τῶν θεῶν ἡττηθείς, τῶν δωρεῶν δ’ ἀναγκασθεὶς γενέσθαι κριτής, καὶ διδούσης Ἥρας μὲν τὴν τῆς Ἀσίας ἀρχήν, τὸ δ’ ἐν πολέμοις
20Ἀθηνᾶς κράτος, Ἀφροδίτης δὲ τὸν τῆς Ἑλένης γάμον, καὶ φαύλοις μὲν ἀνθρώποις γενέσθαι ἄν ποτε νομίσας οὐκ ἐλάττω βασιλείαν, Ἑλένης δ’ οὐδένα τῶν ἐπιγιγνομένων ἀξιωθῆναι, προείλετο τὸν ταύτης
γάμον.488
Charid
.

18

γενομένης δὲ τῆς ὑμνουμένης ἐκείνης στρατείας κατὰ τῶν Τρώων καὶ τῆς Εὐρώπης τότε πρῶτον κατὰ τῆς Ἀσίας ἐλθούσης, ἔχοντες οἵ τε Τρῶες ἀποδόντες τὴν Ἑλένην ἀδεῶς οἰκεῖν τὴν αὑτῶν,
5οἵ θ’ Ἕλληνες ταύτην αὐτοὺς ἐάσαντες ἔχειν ἀπαλλάττεσθαι τῶν ἐκ πολέμου καὶ στρατείας δυσχερῶν, οἱ δ’ οὐκ ἠβουλήθησαν ἀμφότεροι, οὐκ ἄν ποτε νομίσαντες εὑρεῖν ἀφορμὴν καλλίω πολέμου περὶ ἧς ἀποθανοῦνται. καὶ θεοὶ δὲ τοὺς αὑτῶν
10παῖδας σαφῶς εἰδότες ἀπολουμένους ἐν τῷ πολέμῳ οὐκ ἀπέτρεψαν μᾶλλον, ἀλλ’ ἐνήγαγον εἰς τοῦτο οὐκ ἐλάττω δόξαν αὐτοῖς οἰόμενοι φέρειν τοῦ θεῶν παῖδας γενέσθαι τὸ μαχομένους ὑπὲρ Ἑλένης ἀποθανεῖν. καὶ τί λέγω τοὺς αὐτῶν παῖδας; αὐτοὶ
15πρὸς αὑτοὺς μείζω καὶ δεινότερον ἐνεστήσαντο τοῦ πρὸς Γίγαντας αὐτοῖς γενομένου πολέμου· ἐν ἐκείνῳ μὲν γὰρ μετ’ ἀλλήλων, ἐνταῦθα δὲ ἐμάχοντο πρὸς ἀλλήλους. οὗ τί γένοιτ’ ἂν ἐναργέστερον δεῖγμα, ὅσῳ τῶν ἀνθρωπίνων ἁπάντων ὑπερέχει τὸ
20κάλλος παρ’ ἀθανάτοις κριταῖς; ὅταν γὰρ ὑπὲρ μὲν τῶν ἄλλων οὐδενὸς ἁπάντων οὐδαμοῦ τὸ παράπαν φαίνωνται διενεχθέντες, ὑπὲρ δὲ κάλλους οὐ μόνον τοὺς υἱοὺς ἐπιδεδωκότες, ἀλλ’ ἤδη καὶ ἀλλήλοις ἐναντία πεπολεμηκότες, ἔνιοι δὲ καὶ τρωθέντες, πῶς
25οὐχ ἁπάσαις ψήφοις προτιμῶσιν ἁπάντων τὸ κάλλος;
Charid
.

19

ἀλλ’ ἵνα μὴ δόξωμεν ἀπορίᾳ τῶν περὶ κάλλους λόγων περὶ ταὐτὰ διατρίβειν ἀεί, ἐφ’ ἕτερον βού‐ λομαι μεταβῆναι οὐδαμῶς ἔλαττον ὄν, ὥστε δεῖξαι
τὴν τοῦ κάλλους ἀξίαν, τῶν πρότερον εἰρημένων,490
5τὴν Ἀρκάδος Ἱπποδάμειαν Οἰνομάου, ὅσους τοῦ ταύτης κάλλους ἁλόντας μᾶλλον αἱρουμένους ἀπέφη‐ νεν ἀποθνήσκειν ἢ ταύτης διῳκισμένους τὸν ἥλιον προσορᾶν. ὡς γὰρ ἐλάβετο τῆς ἡλικίας ἡ παῖς καὶ τὰς ἄλλας ὁ πατὴρ οὐκ ὀλίγῳ τῷ μέσῳ παρενεγ‐
10κοῦσαν ἑώρα, τῆς μὲν ὥρας αὐτῆς ἁλοὺς—τοσοῦτον γὰρ αὐτῇ περιῆν, ὥστε καὶ τὸν γεγεννηκόθ’ ὑπηγάγετο παρὰ φύσιν—καὶ διὰ τοῦτ’ ἀξιῶν αὐτὴν ἔχειν παρ’ ἑαυτῷ, βούλεσθαι δ’ ἐκδιδόναι πλαττό‐ μενος αὐτὴν τῷ ταύτης ἀξίῳ, τὰς παρ’ ἀνθρώπων
15φεύγων αἰτίας, μηχανήν τινα μηχανᾶται τῆς ἐπιθυ‐ μίας ἀδικωτέραν καὶ ἣν ᾤετο ῥᾳδίως ὅπερ ἐβούλετο καταστήσειν· ὑπὸ γὰρ ἅρματι, ὡς οἷόν τε μάλιστα ἦν, εἰς τάχος ὑπὸ τῆς τέχνης ἐξειργασμένῳ τοὺς ἐν Ἀρκαδίᾳ ζεύξας ἐν τῷ τότε ταχίστους ἵππους
20ἡμιλλᾶτο πρὸς τοὺς μνηστῆρας τῆς κόρης ἆθλον τῆς νίκης παρελθοῦσιν αὐτοῖς αὐτὴν προτιθεὶς ἢ στέρεσθαι τῆς κεφαλῆς ἡττηθέντας. καὶ ἠξίου δ’ αὐτὴν αὐτοῖς συναναβαίνειν τὸ ἅρμα, ὅπως ἀπο‐ σχολούμενοι περὶ ταύτην ἀμελοῖεν τῆς ἱππικῆς.
25οἱ δ’, ἀποτυχόντος τοῦ πρώτως ἁψαμένου τοῦ δρόμου καὶ τῆς κόρης ἐκπεσόντος μετὰ τοῦ ζῆν, τὸ μὲν ἀποκνῆσαι πρὸς τὸν ἀγῶνα ἢ μεταθεῖναί τι τῶν βεβουλευμένων μειρακιῶδες εἶναι ὑπολαβόν‐ τες, τὴν δ’ ὠμότητα μισήσαντες Οἰνομάου ἄλλος
30ἄλλον ἔφθανεν ἀποθνῄσκων ὥσπερ δεδοικὼς μὴ τοῦ τεθνάναι περὶ τῆς κόρης ἁμάρτῃ. καὶ προῆλθέ γε
μέχρι τρισκαίδεκα νέων ὁ φόνος· θεοὶ δ’ ἐκεῖνον τῆς πονηρίας μισήσαντες ταυτησὶ τούς τε τεθνεῶτας ἅμα καὶ τὴν κόρην ἐλεοῦντες, τοὺς μὲν ὅτι κτήματος492
35ἀπεστέρηνται τοιούτου, τὴν κόρην δ’ ὅτι τῆς ὥρας οὐ κατὰ καιρὸν ἀπολαύοι, κηδόμενοί τε τοῦ νέου, ὅστις ἔμελλε—Πέλοψ δ’ ἦν οὗτος—ἀγωνιεῖ‐ σθαι, ἅρμα τε χαρίζονται τούτῳ κάλλιον τέχνης πεποιημένον ἵππους τε ἀθανάτους, δι’ ὧν ἔμελλε
40τῆς κόρης κύριος εἶναι, καὶ γέγονέ γε, τὸν κηδεστὴν ἐπὶ τέρμασι τῆς νίκης ἀπεκτονώς.
Charid
.

20

Οὕτω τὸ τοῦ κάλλους χρῆμα ἀνθρώποις τε θεῖον εἶναι δοκεῖ καὶ τιμώμενον ὑπὸ πάντων καὶ θεοῖς ἐσπούδασται πολλαχόσε. διὸ δὴ καὶ ἡμῖν οὐκ ἂν ἔχοι τις μέμφεσθαι δικαίως προὔργου λογισαμέ‐
5νοις τὸ ταῦτα περὶ κάλλους διεξελθεῖν. οὕτω μὲν δὴ καὶ Ἀρίστιππος διῆλθε τὸν λόγον.
6ΕΡΜΙΠΠΟΣ
Charid
.

21

Σὺ δὴ λοιπός, Χαρίδημε. ὅπως δ’ ὥσπερ κορωνίδα τῶν τοῦ κάλλους καλῶν ἐπιθήσῃ τὸν λόγον.
2ΧΑΡΙΔΗΜΟΣ Μηδαμῶς, ὦ πρὸς θεῶν, περαιτέρω προελθεῖν με βιάσῃ· ἱκανὰ γὰρ δηλῶσαι τὴν συνουσίαν καὶ τὰ
5νῦν εἰρημένα, ἄλλως τ’ οὐδ’ ὅσαπερ εἶπον ἀπομνη‐ μονεύοντα. ῥᾷον γὰρ ἄν τις μνημονεύοι τῶν ἑτέροις εἰρημένων ἢ τῶν αὑτῷ.
7ΕΡΜΙΠΠΟΣ Ταῦτα μὲν δή ἐστιν ὧν ἐξ ἀρχῆς ἐπεθυμοῦμεν
ἐπιτυχεῖν· οὐ γὰρ δὴ τοσοῦτον ἡμῖν τῶν λόγων494
10ἐκείνων ὅσον ἐμέλησε τῶν σῶν ἀκοῦσαι. ὥστ’, ἢν τούτων ἀποστερήσῃς, κἀκεῖνα μάτην ἔσῃ πεπονη‐ κώς. ἀλλὰ πρὸς Ἑρμοῦ τὸν ἅπαντα λόγον, ὥσπερ ὑπέστης ἐξ ἀρχῆς, ἀπόδος.
13ΧΑΡΙΔΗΜΟΣ Βέλτιον μὲν ἦν τούτοις ἀπαλλάττειν με τῶν
15δυσχερῶν ἀγαπῶντα· ἐπεὶ δ’ οὕτω προθυμῇ καὶ τῶν ἡμετέρων ἀκοῦσαι λόγων, καὶ τοῦθ’ ὑπηρετεῖν ἀνάγκη. ὧδε τοίνυν καὶ αὐτὸς ἐποιησάμην τὸν λόγον·
Charid
.

22

Εἰ μὲν πρῶτος αὐτὸς ἦρχον περὶ τοῦ κάλλους λέγειν, προοιμίων ἂν ἐδεόμην συχνῶν, ἐπεὶ δ’ ἐπὶ πολλοῖς ἔρχομαι τοῖς πρότερον εἰρηκόσιν ἐρῶν, οὐδὲν ἀπεικὸς τοῖς ἐκείνων κεχρημένον ὡς
5προοιμίοις ἐπιφέρειν ἑξῆς τὸν λόγον, ἄλλως τ’ οὐδ’ ἑτέρωσε τῶν λόγων γινομένων, ἀλλ’ ἐνταῦθα καὶ τῆς αὐτῆς ἡμέρας, ὥστ’ ἐνεῖναι καὶ τοὺς παρόντας λαθεῖν ὡς ἄρ’ οὐχ ἕκαστος ἰδίᾳ λογοποιοῦσιν, ἀλλὰ τὸν αὐτὸν ἕκαστος ἐπὶ μέρους διεξέρχονται λόγον.
10ἑτέρῳ μὲν οὖν ἤρκει γ’ ἂν εἰς εὐφημίαν ἅπερ ὑμῶν ἕκαστος ἔτυχεν εἰπὼν περὶ τοῦ κάλλους ἰδίᾳ, τούτῳ δὲ τοσοῦτον περίεστιν ὥστε καὶ τοῖς ἐπιγιγνομέ‐ νοις ἔξω τῶν νῦν εἰρημένων οὐ δεῖν ἐπαίνων τῶν εἰς αὐτό· πλεῖστα γὰρ πολλαχόθεν, αὐτὰ πρῶτα
15δεῖν λέγειν ἕκαστα, δόξαν παρίστησιν, ὥσπερ ἀνθέων εὐτυχοῦντι λειμῶνι, ἀεὶ τῶν φαινομένων ἄρτι προσαγομένων τοὺς δρεπομένους. ἐγὼ δ’ ἐκ πάντων ἐκλέξας ὅσα μοι δοκῶ μὴ βέλτιον εἶναι
παραλιπεῖν, λέξω διὰ βραχέων, ὅπως τῷ τε κάλλει496
20τὰ γιγνόμενα ἀποδώσω ὑμῖν τε τὸ μακρολογεῖν παραλιπὼν δράσω κεχαρισμένα.
Charid
.

23

τοῖς μὲν οὖν ἢ δι’ ἀνδρείαν ἢ καθ’ ἑτέραν τινὰ τῶν ἀρετῶν ἡμῶν προέχειν δοκοῦσιν, ἢν μὴ τῷ καθ’ ἡμέραν ποιεῖν εὖ ἀναγκάζωσιν ἡμᾶς εὖ αὐτοῖς διακεῖσθαι, βασκαί‐
5νομεν μᾶλλον, ἐξ ὧν τἂν οὐ καλῶς αὐτοῖς τὰ πράγματα πραττόμενα σχοίη· καλοὺς δ’ οὐ μόνον οὐ φθονοῦμεν τῆς ὥρας, ἀλλ’ εὐθύς τε ἰδόντες ἁλισκόμεθα ὑπεραγαπῶμέν τε οὐδ’ ἀποκνοῦμεν ὥσπερ κρείττοσιν, ὅσον ἂν ἡμῖν ἐξῇ, δουλεύοντες
10αὐτοῖς. ἥδιον ἂν οὖν ὑπακούσαι τις ὥρας εὐτυχηκότι ἢ προστάξειε τῷ μὴ τοιούτῳ, καὶ πλείω χάριν ἂν εἰδείη τῷ πολλὰ προστάττοντι μᾶλλον ἢ τῷ μηδ’ ὁτιοῦν ἐπαγγέλλοντι.
Charid
.

24

καὶ τῶν μὲν ἄλλων ἀγαθῶν, ὧν ἂν ἐνδεεῖς ὦμεν, οὐ περαιτέρω σπουδάζομεν τοῦ τυχεῖν, κάλλους δ’ ἡμῖν οὐδεὶς οὐδεπώποτε γέγονε κόρος, ἀλλ’ ἐάν τε τὸν Ἀγλαΐης, τὸν εἰς Ἴλιόν ποτε
5συναναβάντα τοῖς Ἀχαιοῖς, ἐάν θ’ Ὑάκινθον τὸν καλὸν ἢ τὸν Λακεδαιμόνιον Νάρκισσον κάλλει νικῶ‐ μεν, οὐκ ἀρκεῖν ἡμῖν δοκοῦμεν, ἀλλὰ δεδοίκαμεν μὴ λάθωμεν τοῖς ἐπιγιγνομένοις ἂν καταλιπόντες ὑπερ‐ βολήν.
Charid
.

25

σχεδὸν δ’ ὡς εἰπεῖν πάντων τῶν ἐν ἀνθρώποις πραγμάτων ὥσπερ κοινὸν παράδειγμα τὸ κάλλος ἐστί, καὶ οὔτε στρατηγοῖς εἰς κάλλος ἠμέ‐ ληται τὰ στρατεύματα συντάττειν οὔτε ῥήτορσι τοὺς
5λόγους συντιθέναι οὔτε μὴν γραφεῦσι τὰς εἰκόνας
γεγραφέναι. ἀλλὰ τί ταῦτα λέγω, ὧν τὸ κάλλος τέλος ἐστίν; ὧν γὰρ εἰς χρείαν ἥκομεν ἀναγκαίως, οὐκ ἐλλείπομεν οὐδὲν σπουδῆς εἰς ὅσον ἔξεστι κάλλιστα κατασκευάζειν· τῷ τε γὰρ Μενέλεῳ οὐ τοσοῦτον498
10ἐμέλησε τῆς χρείας τῶν οἴκων, ἢ ὅσον τοὺς εἰσερχο‐ μένους ἐκπλήττειν, καὶ διὰ τοῦθ’ οὕτω πολυτελεστά‐ τους ἅμα κατεσκεύασε καὶ καλλίστους, καὶ τῆς γνώμης οὐχ ἥμαρτεν· ὁ γὰρ Ὀδυσσέως οὕτως ἀγασθῆναι λέγεται τούτους, κατὰ πύστιν τοῦ πατρὸς
15εἰς αὐτὸν ἀφιγμένος, ὥστ’ εἰπεῖν Πεισιστράτῳ τῷ
Ζηνός που τοιήδε γ’ Ὀλυμπίου ἔνδοθεν αὐλή. Νεστορίδῃ, αὐτός θ’ ὁ τοῦ μειρακίου πατὴρ οὐκ ἄλλου του χάριν μιλτοπαρῄους ἦγε τὰς ναῦς συστρατευό‐ μενος τοῖς Ἕλλησιν ἐπὶ Τροίαν ἢ ὅπως τοὺς ὁρῶντας
20ἐκπλήττειν ἔχῃ. καὶ σχεδὸν εἴ τις ἑκάστην ἐξετά‐ ζειν βούλεται τῶν τεχνῶν, εὑρήσει πάσας ἐς τὸ κάλλος ὁρώσας καὶ τούτου τυγχάνειν τοῦ παντὸς τιθεμένας.
Charid
.

26

τοσοῦτον δὲ τὸ κάλλος τῶν ἄλλων ἁπάντων ὑπερέχειν δοκεῖ ὥστε τῶν μὲν ἢ δικαιοσύνης ἢ σοφίας ἢ ἀνδρείας μετεχόντων πολλά τις ἂν εὕροι τιμώμενα μᾶλλον, τῶν δὲ ταύτης τῆς ἰδέας
5κεκοινωνηκότων βέλτιόν ἐστιν εὑρεῖν οὐδέν, ὥσπερ δὴ καὶ τῶν μὴ μετεσχηκότων ἀτιμότερον οὐδέν· μόνους γοῦν τοὺς μὴ καλοὺς ὀνομάζομεν αἰσχρούς, ὡς οὐδὲν ὄν, εἴ τί τις ἔχων τύχοι πλεονέκτημα τῶν ἄλλων κάλλους ἐστερημένος.
Charid
.

27

τοὺς μὲν οὖν ἢ δημοκρατουμένοις τὰ κοινὰ διοικοῦντας ἢ τυράννοις ὑποτεταγμένους τοὺς μὲν δημαγωγούς, τοὺς δὲ κόλα‐
κας καλοῦμεν, μόνους δὲ τοὺς ὑπὸ ταύτῃ τῇ δυνάμει500
5γενομένους θαυμάζομέν τε φιλοπόνους τε καὶ φιλοκάλους ὀνομάζομεν καὶ κοινοὺς νομίζομεν εὐεργέτας τοὺς τῶν καλῶν ἐπιμελητάς. ὅτε τοίνυν οὕτω μὲν σεμνὸν τὸ κάλλος ἐστίν, οὕτω δὲ τοῖς πᾶσιν ἐν εὐχῆς μέρει τυχεῖν κέρδος τε νομίζουσι τὸ
10τούτῳ τι διακονῆσαι δυνηθῆναι, πῶς ἡμᾶς εἰκότως οὐκ ἄν τις ἐμέμψατο, εἰ τοσοῦτον ἔχοντες κέρδος κερδαίνειν ἔπειθ’ ἑκοντὶ προϊέμεθα, μηδ’ αὐτὸ τοῦτο αἰσθέσθαι δυνηθέντες, ὅτι ζημιούμεθα;
Charid
.

28

Τοσοῦτον μὲν δὴ κἀγὼ τὸν λόγον ἐποιησάμην, πολλὰ τῶν ἐνόντων μοι περὶ κάλλους εἰπεῖν ἀφελών, ἐπειδὴ τὴν συνουσίαν ἐπὶ πολὺ παρατεινομένην ἑώρων.
4ΕΡΜΙΠΠΟΣ
5 Εὐδαίμονές γε, οἳ τοιαύτης ἀπολελαύκατε τῆς συνουσίας· σχεδὸν δ’ ἤδη κἀγὼ οὐδὲν ἔλαττον ὑμῶν
ἔσχηκα διὰ σέ.502