TLG 0061 007 :: Pseudo–LUCIANUS :: Philopatris

Pseudo–LUCIANUS Soph.
(p. A.D. 2)

Philopatris

Source: Macleod, M.D. (ed.), Lucian, vol. 8. Cambridge, Mass.: Harvard University Press, 1967: 416–464.

Citation: Section — (line)

Philopatr
.

t

ΦΙΛΟΠΑΤΡΙΣ Η ΔΙΔΑΣΚΟΜΕΝΟΣ
Philopatr
.

1

ΤΡΙΕΦΩΝ
1 Τί τοῦτο, ὦ Κριτία; ὅλον σεαυτὸν ἠλλοίωσας καὶ τὰς ὀφρῦς κάτω συννένευκας, μύχιον δὲ βυσσοδομεύεις ἄνω καὶ κάτω περιπολῶν κερδαλεό‐ φρονι ἐοικὼς κατὰ τὸν ποιητήν “ὦχρός τέ σευ εἷλε
5παρειάς.” μή που Τρικάρανον τεθέασαι ἢ Ἑκάτην ἐξ Ἅιδου ἐληλυθυῖαν, ἢ καί τινι θεῶν ἐκ προνοίας συνήντηκας; οὐδέπω γάρ σε τοιαῦτα εἰκὸς παθεῖν, εἰ καὶ αὐτὸν ἠκηκόεις, οἶμαι, τὸν κόσμον κλυσθῆναι ὥσπερ ἐπὶ τοῦ Δευκαλίωνος. σοὶ λέγω, ὦ καλὲ
10Κριτία, οὐκ ἀΐεις ἐμοῦ ἐπιβοωμένου τὰ πολλὰ καὶ ἐς βραχὺ γειτνιάσαντος; δυσχεραίνεις καθ’ ἡμῶν ἢ ἐκκεκώφωσαι ἢ καὶ τῆς χειρὸς παλαιστήσοντα ἐπιμένεις;
13ΚΡΙΤΙΑΣ Ὦ Τριεφῶν, μέγαν τινὰ καὶ ἠπορημένον λόγον
15ἀκήκοα καὶ πολλαῖς ὁδοῖς διενειλημμένον καὶ ἔτι
ἀναπεμπάζω τοὺς ὕθλους καὶ τὰς ἀκοὰς ἀποφράττω, μή που ἔτι ἀκούσαιμι ταῦτα καὶ ἀποψύξω ἐκμανεὶς καὶ μῦθος τοῖς ποιηταῖς γενήσομαι ὡς καὶ Νιόβη τὸ πρίν. ἀλλὰ [καὶ] κατὰ κρημνῶν ὠθούμην ἂν416
20ἐπὶ κεφαλῆς σκοτοδινήσας, εἰ μὴ ἐπέκραξάς μοι, ὦ τάν, καὶ τὸ τοῦ Κλεομβρότου πήδημα τοῦ Ἀμβρακιώτου ἐμυθεύθη ἐπ’ ἐμοί.
22ΤΡΙΕΦΩΝ
Philopatr
.

2

Ἡράκλεις, τῶν θαυμασίων ἐκείνων φασμάτων ἢ ἀκουσμάτων, ἅπερ Κριτίαν ἐξέπληξαν. πόσοι γὰρ ἐμβρόντητοι ποιηταὶ καὶ τερατολογίαι φιλοσό‐ φων οὐκ ἐξέπληξάν σου τὴν διάνοιαν, ἀλλὰ λῆρος
5πάντα γέγονεν ἐπὶ σοί.
5ΚΡΙΤΙΑΣ Πέπαυσο ἐς μικρὸν καὶ μηκέτι παρενοχλήσῃς, ὦ Τριεφῶν· οὐ γὰρ παροπτέος ἢ ἀμελητέος γενήσῃ παρ’ ἐμοῦ.
8ΤΡΙΕΦΩΝ Οἶδ’ ὅτι οὐ μικρὸν οὐδὲ εὐκαταφρόνητον πρᾶγμα
10ἀνακυκλεῖς, ἀλλὰ καὶ λίαν τῶν ἀπορρήτων· ὁ γὰρ χρὼς καὶ τὸ ταυρηδὸν ὑποβλέπειν καὶ τὸ ἄστατον τῆς βάσεως τό τε ἄνω καὶ κάτω περιπολεῖν ἀρίγνωτόν σε καθίστησιν. ἀλλ’ ἄμπνευσον τοῦ
δεινοῦ, ἐξέμεσον τοὺς ὕθλους, “μή τι κακὸν παθέῃς.”418
14ΚΡΙΤΙΑΣ
15 Σὺ μέν, ὦ Τριεφῶν, ὅσον πέλεθρον ἀνάδραμε ἀπ’ ἐμοῦ, ἵνα μὴ τὸ πνεῦμα ἐξάρῃ σε καὶ πεδάρσιος τοῖς πολλοῖς ἀναφανῇς καί που καταπεσὼν Τριεφώντειον πέλαγος κατονομάσῃς, ὡς καὶ Ἴκαρος τὸ πρίν· ἃ γὰρ ἀκήκοα τήμερον παρὰ τῶν τρισκαταράτων
20ἐκείνων σοφιστῶν, μεγάλως ἐξώγκωσέ μου τὴν νηδύν.
21ΤΡΙΕΦΩΝ Ἐγὼ μὲν ἀναδραμοῦμαι ὁπόσον καὶ βούλει, σὺ δὲ ἄμπνευσον τοῦ δεινοῦ.
23ΚΡΙΤΙΑΣ Φῦ φῦ φῦ φῦ τῶν ὕθλων ἐκείνων, ἰοὺ ἰοὺ ἰοὺ ἰοὺ
25τῶν δεινῶν βουλευμάτων, αἲ αἲ αἲ αἲ τῶν κενῶν ἐλπίδων.
26ΤΡΙΕΦΩΝ
Philopatr
.

3

Βαβαὶ τοῦ ἀναφυσήματος, ὡς τὰς νεφέλας διέστρεψε· ζεφύρου γὰρ ἐπιπνέοντος λάβρου καὶ τοῖς κύμασιν ἐπωθίζοντος βορέην ἄρτι ἀνὰ τὴν Προποντίδα κεκίνηκας, ὡς διὰ κάλων αἱ ὁλκάδες
5τὸν Εὔξεινον πόντον οἰχήσονται, τῶν κυμάτων ἐπικυλινδούντων ἐκ τοῦ φυσήματος· ὅσον οἴδημα τοῖς ἐγκάτοις ἐνέκειτο· πόσος κορκορυγισμὸς καὶ κλόνος τὴν γαστέρα σου συνετάρασσε. πολύωτον σεαυτὸν ἀναπέφηνας τοσαῦτα ἀκηκοώς, ὥστε κατὰ
10τὸ τερατῶδες καὶ διὰ τῶν ὀνύχων ἠκηκόεις.420
10ΚΡΙΤΙΑΣ Οὐ παράδοξόν τι, ὦ Τριεφῶν, ἀκηκοέναι καὶ ἐξ ὀνύχων· καὶ γὰρ κνήμην γαστέρα τεθέασαι καὶ κεφαλὴν κύουσαν καὶ ἀνδρείαν φύσιν ἐς γυναικείαν ἐνεργοβατοῦσαν καὶ ἐκ γυναικῶν ὄρνεα μεταβαλλό‐
15μενα· καὶ ὅλως τερατώδης ὁ βίος, εἰ βούλει πιστεύειν τοῖς ποιηταῖς. ἀλλ’ “ἐπεί σε” πρῶτον “κιχάνω τῷδ’ ἐνὶ χώρῳ,” ἀπίωμεν ἔνθα αἱ πλάτανοι τὸν ἥλιον εἴργουσιν, ἀηδόνες δὲ καὶ χελιδόνες εὔηχα κελαδοῦσιν, ἵν’ ἡ μελῳδία τῶν
20ὀρνέων τὰς ἀκοὰς ἐνηδύνουσα τό τε ὕδωρ ἠρέμα κελαρύζον τὰς ψυχὰς καταθέλξειεν.
21ΤΡΙΕΦΩΝ
Philopatr
.

4

Ἴωμεν, ὦ Κριτία· ἀλλὰ δέδια μή που ἐπῳδὴ τὸ ἠκουσμένον ἐστὶ καί με ὕπερον ἢ θύρετρον ἢ ἄλλο τι τῶν ἀψύχων ἀπεργάσεται ἡ θαυμασία σου αὕτη κατάπληξις.
4ΚΡΙΤΙΑΣ
5 Νὴ τὸν Δία τὸν αἰθέριον οὐ τοῦτο γενήσεται ἐπὶ σοί.
6ΤΡΙΕΦΩΝ Ἔτι με ἐξεφόβησας τὸν Δία ἐπομοσάμενος. τί
γὰρ ἂν δυνήσεται ἀμυνέμεναί σε, εἰ παραβαίης τὸν ὅρκον; οἶδα γὰρ καὶ σὲ μὴ ἀγνοεῖν περὶ τοῦ422
10Διός σου.
10ΚΡΙΤΙΑΣ Τί λέγεις; οὐ δυνήσεται Ζεὺς ἐς Τάρταρον ἀποπέμψαι; ἢ ἀγνοεῖς ὡς τοὺς θεοὺς πάντας ἀπέρριψεν ἀπὸ τοῦ θεσπεσίου βηλοῦ καὶ τὸν Σαλμωνέα ἀντιβροντῶντα πρῴην κατεκεραύνωσε καὶ
15τοὺς ἀσελγεστάτους ἔτι καὶ νῦν, παρὰ δὲ τῶν ποιητῶν Τιτανοκράτωρ καὶ Γιγαντολέτης ἀνυμνεῖ‐ ται ὡς καὶ παρ’ Ὁμήρῳ;
17ΤΡΙΕΦΩΝ Σὺ μέν, ὦ Κριτία, πάντα παρέδραμες τὰ τοῦ Διός, ἀλλ’, εἴ σοι φίλον, ἄκουε. οὐχὶ κύκνος
20οὗτος ἐγένετο καὶ σάτυρος δι’ ἀσέλγειαν, ἀλλὰ καὶ ταῦρος; καὶ εἰ μὴ τὸ πορνίδιον ἐκεῖνο ταχέως ἐπωμίσατο καὶ διέφυγε διὰ τοῦ πελάγους, τάχ’ ἂν ἠροτρία ἐντυχὼν γεηπόνῳ ὁ βροντοποιὸς καὶ κεραυνοβόλος σου Ζεὺς καὶ ἀντὶ τοῦ κεραυνοβολεῖν
25τῇ βουπλῆγι κατεκεντάννυτο. τὸ δὲ καὶ Αἰθίοψι συνευωχεῖσθαι ἀνδράσι μελαντέροις καὶ τὴν ὄψιν
ἐζοφωμένοις καὶ ἐς δώδεχ’ ἡλίους μὴ ἀφίστασθαι, ἀλλ’ ὑποβεβρεγμένος καθεδεῖσθαι παρ’ αὐτοῖς πώγωνα τηλικοῦτον ἔχων, οὐκ αἰσχύνης ἄξια; τὰ424
30δὲ τοῦ ἀετοῦ καὶ τῆς Ἴδης καὶ τὸ κυοφορεῖν καθ’ ὅλου τοῦ σώματος αἰσχύνομαι καὶ λέγειν.
31ΚΡΙΤΙΑΣ
Philopatr
.

5

Μῶν τὸν Ἀπόλλωνά γ’ ἐπομοσόμεθα, ὃς προφήτης ἄριστος καὶ ἰητρός, ὦγαθέ;
2ΤΡΙΕΦΩΝ Τὸν ψευδόμαντιν λέγεις, τὸν Κροῖσον πρῴην διολωλεκότα καὶ μετ’ αὐτὸν Σαλαμινίους καὶ
5ἑτέρους μυρίους, ἀμφίλοξα πᾶσι μαντευόμενον;
5ΚΡΙΤΙΑΣ
Philopatr
.

6

Τὸν Ποσειδῶνα δὲ τί; ὃς τρίαιναν ἐν ταῖν χεροῖν κρατῶν καὶ διάτορόν τι καὶ καταπληκτικὸν βοᾷ ἐν τῷ πολέμῳ ὅσον ἐννεάχιλοι ἄνδρες ἢ δεκάχιλοι, ἀλλὰ καὶ σεισίχθων, ὦ Τριεφῶν, ἐπονο‐
5μάζεται;
5ΤΡΙΕΦΩΝ Τὸν μοιχὸν λέγεις, ὃς τὴν τοῦ Σαλμωνέως παῖδα
τὴν Τυρὼ πρῴην διέφθειρε καὶ ἔτι ἐπιμοιχεύει καὶ ῥύστης καὶ δημαγωγὸς τῶν τοιούτων ἐστί; τὸν γὰρ Ἄρην ὑπὸ τοῦ δεσμοῦ πιεζόμενον καὶ δεσμοῖς426
10ἀλύτοις μετὰ τῆς Ἀφροδίτης στενούμενον, πάντων τε τῶν θεῶν διὰ τὴν μοιχείαν ὑπ’ αἰσχύνης σιωπών‐ των, ὁ ἵππειος Ποσειδῶν ἔκλαυσε δακρυρροῶν ὥσπερ τὰ βρεφύλλια τοὺς διδασκάλους δεδιότα ἢ ὥσπερ αἱ γρᾶες κόρας ἐξαπατῶσαι· ἐπέκειτο δὲ τῷ
15Ἡφαίστῳ λῦσαι τὸν Ἄρεα, τὸ δὲ ἀμφίχωλον τοῦτο δαιμόνιον, οἰκτεῖραν τὸν πρεσβύτην θεόν, τὸν Ἄρη ἀπηλευθέρωσεν. ὥστε καὶ μοιχός ἐστιν ὡς μοιχοὺς διασῴζων.
18ΚΡΙΤΙΑΣ
Philopatr
.

7

Ἑρμείαν δὲ τί;
1ΤΡΙΕΦΩΝ Μή μοι τὸν κακόδουλον τοῦ ἀσελγεστάτου Διὸς καὶ τὸν ἀσελγομανοῦντα ἐπὶ τοῖς μοιχικοῖς.
3ΚΡΙΤΙΑΣ
Philopatr
.

8

Ἄρεα δὲ καὶ Ἀφροδίτην οἶδα μὴ παραδέχεσθαί σε διὰ τὸ προδιαβληθῆναι πρῴην παρὰ σοῦ. ὥστε ἐάσωμεν τούτους. τῆς Ἀθηνᾶς ἔτι ἐπιμνησθήσομαι, τῆς παρθένου, τῆς ἐνόπλου καὶ καταπληκτικῆς θεᾶς,
5ἣ καὶ τὴν τῆς Γοργόνος κεφαλὴν ἐν τῷ στήθει περιάπτεται, τὴν γιγαντολέτιν θεόν. οὐ γὰρ ἔχεις
τι λέγειν περὶ αὐτῆς.428
7ΤΡΙΕΦΩΝ Ἐρῶ σοι καὶ περὶ ταύτης, ἤν μοι ἀποκρίνῃ.
8ΚΡΙΤΙΑΣ Λέγε ὅ τι γε βούλει.
9ΤΡΙΕΦΩΝ
10 Εἰπέ μοι, ὦ Κριτία, τί τὸ χρήσιμον τῆς Γοργόνος καὶ τί τῷ στήθει τοῦτο ἡ θεὰ ἐπιφέρεται;
11ΚΡΙΤΙΑΣ Ὡς φοβερόν τι θέαμα καὶ ἀποτρεπτικὸν τῶν δεινῶν. ἀλλὰ καὶ καταπλήσσει τοὺς πολεμίους καὶ ἑτεραλκέα τὴν νίκην ποιεῖ, ὅπου γε βούλεται.
14ΤΡΙΕΦΩΝ
15Μῶν καὶ διὰ τοῦτο ἡ Γλαυκῶπις ἀκαταμάχητος;
15ΚΡΙΤΙΑΣ Καὶ μάλα.
16ΤΡΙΕΦΩΝ Καὶ διὰ τί οὐ τοῖς σῴζειν δυναμένοις, ἀλλὰ τοῖς σῳζομένοις μηρία καίομεν ταύρων ἠδ’ αἰγῶν, ὡς ἡμᾶς ἀκαταμαχήτους ἐργάσωνται ὥσπερ τὴν
20Ἀθηνᾶν;
20ΚΡΙΤΙΑΣ Ἀλλ’ οὔ οἱ δύναμίς γε πόρρωθεν ἐπιβοηθεῖν
ὥσπερ τοῖς θεοῖς, ἀλλ’ εἴ τις αὐτὴν ἐπιφέρεται.430
22ΤΡΙΕΦΩΝ
Philopatr
.

9

Καὶ τί τόδ’ ἔστιν; ἐθέλω γὰρ παρὰ σοῦ εἰδέναι ὡς ἐξευρημένου τὰ τοιαῦτα καὶ ἐς τὰ μάλιστα κατωρθωκότος. ἀγνοῶ γὰρ πάντα τὰ κατ’ αὐτὴν πλήν γε τοῦ ὀνόματος.
4ΚΡΙΤΙΑΣ
5 Αὕτη κόρη ἐγένετο εὐπρεπὴς καὶ ἐπέραστος· Περσέως δὲ ταύτην δόλῳ ἀποδειροτομήσαντος, ἀνδρὸς γενναίου καὶ ἐς μαγικὴν εὐφημουμένου, ἐπαοιδίαις ταύτην περιῳδήσαντος, ἄλκαρ οἱ θεοὶ ταύτην ἐσχήκασι.
9ΤΡΙΕΦΩΝ
10 Τουτί μ’ ἐλάνθανέ ποτε τὸ καλόν, ὡς ἀνθρώπων θεοὶ ἐνδεεῖς εἰσι. ζώσης δὲ τί τὸ χρήσιμον; προσηταιρίζετο ἐς πανδοχεῖον ἢ κρυφίως συνεφθεί‐ ρετο καὶ κόρην αὑτὴν ἐπωνόμαζε;
13ΚΡΙΤΙΑΣ Νὴ τὸν Ἄγνωστον ἐν Ἀθήναις παρθένος διέμεινε
15μέχρι τῆς ἀποτομῆς.
15ΤΡΙΕΦΩΝ Καὶ εἴ τις παρθένον καρατομήσειε, ταὐτὸ γένοιτο φόβητρον τοῖς πολλοῖς; οἶδα γὰρ μυρίας διαμε‐ λεϊστὶ τμηθείσας “νήσῳ ἐν ἀμφιρύτῃ, Κρήτην δέ
〈τε〉 μιν καλέουσι.” καὶ εἰ τοῦτο ἐγίνωσκον,432
20ὦ καλὲ Κριτία, πόσας Γοργόνας σοι ἂν ἤγαγον ἐκ Κρήτης; καί σε στρατηγέτην ἀκαταμάχητον ἀποκατέστησα, ποιηταὶ δὲ καὶ ῥήτορες κατὰ πολύ με Περσέως προέκριναν ὡς πλείονας Γοργόνας ἐφευρηκότα.
Philopatr
.

10

ἀλλ’ ἔτι ἀνεμνήσθην τὰ τῶν Κρητῶν, οἳ τάφον ἐπεδείκνυντό μοι τοῦ Διός σου καὶ τὰ τὴν μητέρα θρέψαντα λόχμια, ὡς ἀειθαλεῖς αἱ λόχμαι αὗται διαμένουσι.
4ΚΡΙΤΙΑΣ
5Ἀλλ’ οὐκ ἐγίνωσκες τὴν ἐπῳδὴν καὶ τὰ ὄργια.
5ΤΡΙΕΦΩΝ Εἰ ταῦτα, ὦ Κριτία, ἐξ ἐπῳδῆς ἐγίνοντο τάχ’ ἂν καὶ ἐκ νεκάδων ἐξήνεγκεν ἂν καὶ ἐς τὸ γλυκύτατον φάος ἀνήγαγεν. ἀλλὰ λῆρος παίγνιά τε καὶ μῦθοι παρὰ τῶν ποιητῶν τερατολογούμενα. ὥστε ἔασον
10καὶ ταύτην.
10ΚΡΙΤΙΑΣ
Philopatr
.

11

Ἥραν δὲ τὴν Διὸς γαμετὴν καὶ κασίγνητον οὐ παραδέχῃ;
2ΤΡΙΕΦΩΝ Σίγα τῆς ἀσελγεστάτης ἕνεκα μίξεως καὶ τὴν ἐκ ποδοῖν καὶ χεροῖν ἐκτετανυσμένην παράδραμε.
4ΚΡΙΤΙΑΣ
Philopatr
.

12

Καὶ τίνα ἐπομόσωμαί γε;434
1ΤΡΙΕΦΩΝ Ὑψιμέδοντα θεόν, μέγαν, ἄμβροτον, οὐρανίωνα, υἱὸν ἐκ πατρός, πνεῦμα ἐκ πατρὸς ἐκπορευόμενον, ἓν ἐκ τριῶν καὶ ἐξ ἑνὸς τρία,
5τοῦτον νόμιζε Ζῆνα, τόνδ’ ἡγοῦ θεόν.
5ΚΡΙΤΙΑΣ Ἀριθμέειν με διδάσκεις, καὶ ὅρκος ἡ ἀριθμητική· καὶ γὰρ ἀριθμέεις ὡς Νικόμαχος ὁ Γερασηνός. οὐκ οἶδα γὰρ τί λέγεις, ἓν τρία, τρία ἕν. μὴ τὴν τετρακτὺν φῂς τὴν Πυθαγόρου ἢ τὴν ὀγδοάδα καὶ
10τριακάδα;
10ΤΡΙΕΦΩΝ
Σίγα τὰ νέρθε καὶ τὰ σιγῆς ἄξια. οὐκ ἔσθ’ ὧδε μετρεῖν τὰ ψυλλῶν ἴχνη. ἐγὼ γάρ σε διδάξω τί τὸ πᾶν καὶ τίς ὁ πρῴην πάντων καὶ τί τὸ σύστημα τοῦ παντός· καὶ γὰρ πρῴην κἀγὼ ταῦτα
15ἔπασχον ἅπερ σύ, ἡνίκα δέ μοι Γαλιλαῖος ἐνέτυχεν, ἀναφαλαντίας, ἐπίρρινος, ἐς τρίτον οὐρανὸν ἀεροβα‐ τήσας καὶ τὰ κάλλιστα ἐκμεμαθηκώς, δι’ ὕδατος
ἡμᾶς ἀνεγέννησεν, ἐς τὰ τῶν μακάρων ἴχνια παρεισώδευσε καὶ ἐκ τῶν ἀσεβῶν χώρων ἡμᾶς436
20ἐλυτρώσατο. καὶ σὲ ποιήσω, ἤν μου ἀκούῃς, ἐπ’ ἀληθείας ἄνθρωπον.
21ΚΡΙΤΙΑΣ
Philopatr
.

13

Λέγε, ὦ πολυμαθέστατε Τριεφῶν· διὰ φόβου γὰρ ἔρχομαι.
2ΤΡΙΕΦΩΝ Ἀνέγνωκάς ποτε τὰ τοῦ Ἀριστοφάνους τοῦ δραματοποιοῦ Ὄρνιθας ποιημάτια;
4ΚΡΙΤΙΑΣ
5Καὶ μάλα.
5ΤΡΙΕΦΩΝ Ἐγκεχάρακται παρ’ αὐτοῦ τοιόνδε·
Χάος ἦν καὶ Νὺξ Ἔρεβός τε μέλαν πρῶτον καὶ
Τάρταρος εὐρύς·
γῆ δ’ οὐδ’ ἀὴρ οὐδ’ οὐρανὸς ἦν.
9ΚΡΙΤΙΑΣ
10Εὖ λέγεις. εἶτα τί ἦν;
10ΤΡΙΕΦΩΝ Ἦν φῶς ἄφθιτον ἀόρατον ἀκατανόητον, ὃ λύει τὸ σκότος καὶ τὴν ἀκοσμίαν ταύτην ἀπήλασε, λόγῳ μόνῳ ῥηθέντι ὑπ’ αὐτοῦ, ὡς ὁ βραδύγλωσσος ἀπεγράψατο, γῆν ἔπηξεν ἐφ’ ὕδασιν, οὐρανὸν
15ἐτάνυσεν, ἀστέρας ἐμόρφωσεν ἀπλανεῖς, δρόμον διετάξατο, οὓς σὺ σέβῃ θεούς, γῆν δὲ τοῖς ἄνθεσιν ἐκαλλώπισεν, ἄνθρωπον ἐκ μὴ ὄντων ἐς τὸ εἶναι παρήγαγε, καὶ ἔστιν ἐν οὐρανῷ βλέπων δικαίους τε κἀδίκους καὶ ἐν βίβλοις τὰς πράξεις ἀπογραφόμενος·438
20ἀνταποδώσει δὲ πᾶσιν ἣν ἡμέραν αὐτὸς ἐνετείλατο.
20ΚΡΙΤΙΑΣ
Philopatr
.

14

Τὰ δὲ τῶν Μοιρῶν ἐπινενησμένα ἐς ἅπαντας ἐγχαράττουσί γε καὶ ταῦτα;
2ΤΡΙΕΦΩΝ Τὰ ποῖα;
3ΚΡΙΤΙΑΣ Τὰ τῆς εἱμαρμένης.
4ΤΡΙΕΦΩΝ
5 Λέγε, ὦ καλὲ Κριτία, περὶ τῶν Μοιρῶν, ἐγὼ δὲ μαθητιῶν ἀκούσαιμι παρὰ σοῦ.
6ΚΡΙΤΙΑΣ Οὐχ Ὅμηρος ὁ ἀοίδιμος ποιητὴς εἴρηκε,
μοῖραν δ’ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν ἐπὶ δὲ τοῦ μεγάλου Ἡρακλέους,
10οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλείη φύγε κῆρα, ὅσπερ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι,
ἀλλά ἑ Μοῖρ’ ἐδάμασσε καὶ ἀργαλέος χόλος Ἥρης. ἀλλὰ καὶ ὅλον τὸν βίον καθειμάρθαι καὶ τὰς ἐν τούτῳ μεταβολάς·
440
15
ἔνθα δ’ ἔπειτα
πείσεται ἅσσα οἱ Αἶσα Κατακλῶθές τε βαρεῖαι
γεινομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ. καὶ τὰς ἐν ξένῃ ἐποχὰς ἀπ’ ἐκείνης γίνεσθαι·
ἠδ’ ὡς Αἴολον ἱκόμεθ’, ὅς με πρόφρων ὑπέδεκτο,
20
καὶ πέμπ’· οὐδέπω αἶσα φίλην ἐς πατρίδ’ ἱκέσθαι. ὥστε πάντα ὑπὸ τῶν Μοιρῶν γενέσθαι ὁ ποιητὴς μεμαρτύρηκε. τὸν δὲ Δία μὴ θελῆσαι τὸν υἱὸν
θανάτοιο δυσηχέος ἐξαναλῦσαι, ἀλλὰ μᾶλλον
25
αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε
παῖδα φίλον τιμῶν, τόν οἱ Πάτροκλος ἔμελλε
φθίσειν ἐν Τροίῃ. ὥστε, ὦ Τριεφῶν, διὰ τοῦτο μηδὲν προσθεῖναι περὶ τῶν Μοιρῶν ἐθελήσῃς, εἰ καὶ τάχα πεδάρσιος
30ἐγεγόνεις μετὰ τοῦ διδασκάλου καὶ τὰ ἀπόρρητα ἐμυήθης.
31ΤΡΙΕΦΩΝ
Philopatr
.

15

Καὶ πῶς ὁ αὐτὸς ποιητής, ὦ καλὲ Κριτία, διττὴν ἐπιλέγει τὴν εἱμαρμένην καὶ ἀμφίβολον, ὡς τόδε μέν τι πράξαντι τοιῷδε τέλει συγκυρῆσαι, τοῖον δὲ ποιήσαντι, ἑτέρῳ τέλει ἐντυχεῖν; ὡς ἐπ’
5Ἀχιλλέως,
διχθαδίας Κῆρας φερέμεν θανάτοιο τέλοσδε·
εἰ μέν κ’ αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι,
ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται.
εἰ δέ κεν οἴκαδ’ ἵκωμαι,
442
10
ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼν
ἔσσεται. ἀλλὰ καὶ ἐπὶ Εὐχήνορος,
ὅς ῥ’ εὖ εἰδὼς κῆρ’ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε·
πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος,
15νούσῳ ὑπ’ ἀργαλέῃ φθῖσθαι οἷς ἐν μεγάροισιν ἢ μετ’ Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι.
Philopatr
.

16

οὐχὶ παρ’ Ὁμήρῳ ταῦτα γέγραπται; ἢ ἀμφί‐ βολος αὕτη καὶ ἀμφίκρημνος ἀπάτη; εἰ δὲ βούλει, καὶ τοῦ Διὸς ἐπιθήσω σοι τὸν λόγον. οὐχὶ τῷ Αἰγίσθῳ εἴρηκεν ὡς ἀποσχομένῳ μὲν τῆς μοιχείας
5καὶ τῆς Ἀγαμέμνονος ἐπιβουλῆς ζῆν καθείμαρται πολὺν χρόνον, ἐπιβαλλομένῳ δὲ ταῦτα πράττειν οὐ καθυστερεῖν θανάτου; τοῦτο κἀγὼ πολλάκις προὐ‐ μαντευσάμην, ἐὰν κτάνῃς τὸν πλησίον, θανατωθήσῃ παρὰ τῆς δίκης, εἰ δέ γε μὴ τοῦτο πράξεις, βιώσῃ
10καλῶς,
οὐδέ κέ ς’ ὦκα τέλος θανάτοιο κιχείη. οὐχ ὁρᾷς ὡς ἀδιόρθωτα τὰ τῶν ποιητῶν καὶ ἀμφί‐ λοξα καὶ μηδέπω ἡδραιωμένα; ὥστε ἔασον ἅπαντα, ὡς καὶ σὲ ἐν ταῖς ἐπουρανίοις βίβλοις τῶν ἀγαθῶν
15ἀπογράψωνται.444
15ΚΡΙΤΙΑΣ
Philopatr
.

17

Εὖ πάντα ἀνακυκλεῖς, ὦ Τριεφῶν· ἀλλά μοι τόδε εἰπέ, εἰ καὶ τὰ τῶν Σκυθῶν ἐν τῷ οὐρανῷ ἐγχαράττουσι;
3ΤΡΙΕΦΩΝ Πάντα γε, εἰ τύχῃ γε χρηστὸς καὶ ἐν ἔθνεσι.
4ΚΡΙΤΙΑΣ
5 Πολλούς γε γραφέας φῂς ἐν τῷ οὐρανῷ, ὡς ἅπαντα ἀπογράφεσθαι.
6ΤΡΙΕΦΩΝ Εὐστόμει καὶ μηδὲν εἴπῃς φλαῦρον θεοῦ δεξιοῦ, ἀλλὰ κατηχούμενος πείθου παρ’ ἐμοῦ, εἴπερ χρὴ ζῆν εἰς τὸν αἰῶνα. εἰ οὐρανὸν ὡς δέρριν ἐξήπλωσε,
10γῆν δὲ ἐφ’ ὕδατος ἔπηξεν, ἀστέρας ἐμόρφωσεν, ἄνθρωπον ἐκ μὴ ὄντος παρήγαγε, τί παράδοξον καὶ τὰς πράξεις πάντων ἐναπογράφεσθαι; καὶ γὰρ σοὶ οἰκίδιον κατασκευάσαντι, οἰκέτιδας δὲ καὶ οἰκέτας ἐν αὐτῷ συναγαγόντι, οὐδέποτέ σε διέλαθε τούτων
15πρᾶξις ἀπόβλητος· πόσῳ μᾶλλον τὸν πάντα πεποιηκότα θεὸν οὐχ ἅπαντα ἐν εὐκολίᾳ διαδραμεῖν ἑκάστου πρᾶξιν καὶ ἔννοιαν; οἱ γάρ σου θεοὶ
κότταβος τοῖς εὖ φρονοῦσιν ἐγένοντο.446
18ΚΡΙΤΙΑΣ
Philopatr
.

18

Πάνυ εὖ λέγεις, καί με ἀντιστρόφως τῆς Νιόβης παθεῖν· ἐκ στήλης γὰρ ἄνθρωπος ἀναπέ‐ φηνα. ὥστε τοῦτον τὸν θεὸν προστιθῶ σοι, μὴ κακόν τι παθεῖν παρ’ ἐμοῦ.
4ΤΡΙΕΦΩΝ
5 “Εἴπερ ἐκ καρδίας ὄντως φιλεῖς”, μὴ ἑτεροῖόν τι ποιήσῃς ἐν ἐμοὶ καὶ “ἕτερον μὲν κεύσῃς ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃς”. ἀλλ’ ἄγε δὴ τὸ θαυμάσιον ἐκεῖνο ἀκουσμάτιον ἄεισον, ὅπως κἀγὼ κατωχριάσω καὶ ὅλος ἀλλοιωθῶ, καὶ οὐχ ὡς ἡ Νιόβη ἀπαυδήσω,
10ἀλλ’ ὡς Ἀηδὼν ὄρνεον γενήσομαι καὶ τὴν θαυμασίαν σου ἔκπληξιν κατ’ ἀνθηρὸν λειμῶνα ἐκτραγῳδήσω.
11ΚΡΙΤΙΑΣ Νὴ τὸν υἱὸν τὸν ἐκ πατρὸς οὐ τοῦτο γενήσεται.
12ΤΡΙΕΦΩΝ Λέγε παρὰ τοῦ πνεύματος δύναμιν τοῦ λόγου λαβών, ἐγὼ δὲ καθεδοῦμαι
15δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων.
15ΚΡΙΤΙΑΣ
Philopatr
.

19

Ἀπῄειν ἐπὶ τὴν λεωφόρον ὠνησόμενός γε
τὰ χρειωδέστατα, καὶ δὴ ὁρῶ πλῆθος πάμπολυ ἐς τὸ οὖς ψιθυρίζοντας, ἐπὶ δὲ τῇ ἀκοῇ ἐφῦντο τοῖς χείλεσιν· ἐγὼ δὲ παπτήνας ἐς ἅπαντας καὶ τὴν448
5χεῖρα τοῖς βλεφάροις περικάμψας ἐσκοπίαζον ὀξυδερκέστατα, εἴ πού γέ τινα τῶν φίλων θεάσομαι. ὁρῶ δὲ Κράτωνα τὸν πολιτικόν, ἐκ παιδόθεν φίλον ὄντα καὶ συμποτικόν.
8ΤΡΙΕΦΩΝ Αἰσθάνομαι· τοῦτον τὸν ἐξισωτὴν γὰρ εἴρηκας.
10εἶτα τί;
10ΚΡΙΤΙΑΣ
Philopatr
.

20

Καὶ δὴ πολλοὺς παραγκωνισάμενος ἧκον ἐς τὰ πρόσω καὶ τὸ ἑωθινὸν χαῖρε εἰπὼν ἐχώρουν ὡς αὐτόν. ἀνθρωπίσκος δέ τις τοὔνομα Χαρίκενος, σεσημμένον γερόντιον ῥέγχον τῇ ῥινί, ὑπέβηττε
5μύχιον, ἐχρέμπτετο ἐπισεσυρμένον, ὁ δὲ πτύελος κυανώτερος θανάτου· εἶτα ἤρξατο ἐπιφθέγγεσθαι κατισχνημένον· Οὗτος, ὡς προεῖπον, τοὺς τῶν ἐξισωτῶν ἀπαλείψει ἐλλειπασμοὺς καὶ τὰ χρέα τοῖς δανεισταῖς ἀποδώσει καὶ τά τε ἐνοίκια πάντα
10καὶ τὰ δημόσια, καὶ τοὺς εἰρηνάρχας δέξεται μὴ ἐξετάζων τῆς τέχνης. καὶ κατεφλυάρει ἔτι πικρό‐ τερα. οἱ περὶ αὐτὸν δὲ ἥδοντο τοῖς λόγοις καὶ τῷ
καινῷ τῶν ἀκουσμάτων προσέκειντο.450
Philopatr
.

21

ἕτερος δὲ τοὔνομα Χλευόχαρμος τριβώνιον ἔχων πολύσαθρον ἀνυπόδετός τε καὶ ἄσκεπος μετέειπε τοῖς ὀδοῦσιν ἐπικροτῶν, ὡς ἐπεδείξατό μοί τις κακοείμων, ἐξ ὀρέων παραγενόμενος, κεκαρμένος
5τὴν κόμην, ἐν τῷ θεάτρῳ ἀναγεγραμμένον οὔνομα ἱερογλυφικοῖς γράμμασιν, ὡς οὗτος τῷ χρυσῷ ἐπικλύσει τὴν λεωφόρον. ἦν δ’ ἐγὼ κατὰ μὲν τὰ Ἀριστάνδρου καὶ Ἀρτε‐ μιδώρου, Οὐ καλῶς ἀποβήσονται ταῦτά γε τὰ
10ἐνύπνια ἐν ὑμῖν, ἀλλὰ σοὶ μὲν τὰ χρέα πληθυνθή‐ σεται ἀναλόγως τῆς ἀποδόσεως· οὗτος δὲ ἐπὶ πολὺ τοῦ ὀβολοῦ γε στερηθήσεται ὡς πολλοῦ χρυσίου εὐπορηκώς. καὶ ἔμοιγε δοκεῖτε “ἐπὶ Λευκάδα πέτρην” “καὶ δῆμον ὀνείρων” καταδαρθέν‐
15τες τοσαῦτα ὀνειροπολεῖν ἐν ἀκαρεῖ τῆς νυκτὸς οὔσης.
Philopatr
.

22

οἱ δὲ ἀνεκάγχασαν ἅπαντες ὡς ἀποπνιγέντες ὑπὸ τοῦ γέλωτος καὶ τῆς ἀμαθίας μου κατεγί‐ νωσκον. ἦν δ’ ἐγὼ πρὸς Κράτωνα, Μῶν κακῶς πάντα ἐξερρίνισα, ἵν’ εἴπω τι κωμικευσάμενος, καὶ
5οὐ κατὰ Ἀρίστανδρον τὸν Τελμισέα καὶ Ἀρτεμί‐ δωρον τὸν Ἐφέσιον ἐξίχνευσα τοῖς ὀνείρασιν; ἦ δ’ ὅς, Σίγα, ὦ Κριτία· εἰ ἐχεμυθεῖς, μυστα‐ γωγήσω σε τὰ κάλλιστα καὶ τὰ νῦν γενησόμενα· οὐ γὰρ ὄνειροι τάδ’ εἰσίν, ἀλλ’ ἀληθῆ, ἐκβήσονται
10δὲ εἰς μῆνα Μεσορί. ταῦτα ἀκηκοὼς παρὰ τοῦ Κράτωνος καὶ τὸ
ὀλισθηρὸν τῆς διανοίας αὐτῶν κατεγνωκὼς ἠρυθρίασα καὶ σκυθρωπάζων ἐπορευόμην πολλὰ τὸν Κράτωνα ἐπιμεμφόμενος. εἷς δὲ δριμὺ καὶ τιτανῶδες ἐνιδὼν452
15δραξάμενός μου τοῦ λώπους ἐσπάρασσε ῥήτρην ποιήσασθαι πειθόμενός τε καὶ παρανυττόμενος παρὰ τοῦ πεπαλαιωμένου ἐκείνου δαιμονίου.
Philopatr
.

23

εἰς λόγους δὲ ταῦτα παρεκτείναντες πείθει με τὸν κακοδαίμονα εἰς γόητας ἀνθρώπους παρα‐ γενέσθαι καὶ ἀποφράδι τὸ δὴ λεγόμενον ἡμέρᾳ συγκυρῆσαι· ἔφασκε γὰρ πάντα ἐξ αὐτῶν μυσταγω‐
5γηθῆναι. καὶ δὴ διήλθομεν σιδηρέας τε πύλας καὶ χαλκέους οὐδούς. ἀναβάθρας δὲ πλείστας περικυ‐ κλησάμενοι ἐς χρυσόροφον οἶκον ἀνήλθομεν, οἷον Ὅμηρος τὸν Μενελάου φησί. καὶ δὴ ἅπαντα ἐσκοπίαζον ὅσα ὁ νησιώτης ἐκεῖνος νεανίσκος.
10ὁρῶ δὲ οὐχ Ἑλένην, μὰ Δί’, ἀλλ’ ἄνδρας ἐπικεκυφό‐ τας καὶ κατωχριωμένους· “οἱ δὲ ἰδόντες γήθησαν” καὶ ἐξ ἐναντίας παρεγένοντο· ἔφασκον γὰρ ὡς εἴ τινα λυγρὰν ἀγγελίαν ἀγάγοιμεν· ἐφαίνοντο γὰρ οὗτοι ὡς τὰ κάκιστα εὐχόμενοι καὶ ἔχαιρον ἐπὶ τοῖς
15λυγροῖς ὥσπερ αἰλινοποιοὶ ἐπὶ θέατρα, τὰς κεφαλὰς δ’ ἄγχι σχόντες ἐψιθύριζον. μετὰ δὲ τὰ ἤροντό με,
τίς πόθεν εἶς ἀνδρῶν, πόθι τοι πόλις ἠδὲ τοκῆες;
χρηστὸς γὰρ ἂν εἴης ἀπό γε τοῦ σχήματος. ἦν δ’ ἐγώ, Ὀλίγοι γε χρηστοί, ὥσπερ βλέπω παν‐454
20ταχοῦ· Κριτίας δὲ τοὔνομα, πόλις δέ μοι ἔνθεν ὅθεν καὶ ὑμῖν.
Philopatr
.

24

ὡς δ’ ἀεροβατοῦντες ἐπυνθάνοντο, Πῶς τὰ τῆς πόλεως καὶ τὰ τοῦ κόσμου; ἦν δ’ ἐγώ, Χαίρουσί γε πάντες καὶ ἔτι γε χαιρή‐ σονται.
5 οἱ δὲ ἀνένευον ταῖς ὀφρύσιν, Οὐχ οὕτω. δυστοκεῖ γὰρ ἡ πόλις. ἦν δ’ ἐγὼ κατὰ τὴν αὐτῶν γνώμην· Ὑμεῖς πεδάρσιοι ὄντες καὶ ὡς ἀπὸ ὑψηλοῦ ἅπαντα καθορῶν‐ τες ὀξυδερκέστατα καὶ τάδε νενοήκατε. πῶς δὲ
10τὰ τοῦ αἰθέρος; μῶν ἐκλείψει ὁ ἥλιος, ἡ δὲ σελήνη κατὰ κάθετον γενήσεται; ὁ Ἄρης εἰ τετραγωνίσει τὸν Δία καὶ ὁ Κρόνος διαμετρήσει τὸν ἥλιον; ἡ Ἀφροδίτη εἰ μετὰ τοῦ Ἑρμοῦ συνοδεύσει καὶ Ἑρμαφροδίτους ἀποκυήσουσιν, ἐφ’ οἷς ὑμεῖς ἥδεσθε;
15εἰ ῥαγδαίους ὑετοὺς ἐκπέμψουσιν; εἰ νιφετὸν πολὺν ἐπιστρωννύσουσι τῇ γῇ, χάλαζαν δὲ καὶ ἐρυσί‐ βην εἰ κατάξουσι, λοιμὸν καὶ λιμὸν καὶ αὐχμὸν εἰ ἐπιπέμψουσιν, εἰ τὸ κεραυνοβόλον ἀγγεῖον ἀπεγεμί‐ σθη καὶ τὸ βροντοποιὸν δοχεῖον ἀνεμεστώθη;
Philopatr
.

25

οἱ δὲ ὡς ἅπαντα κατωρθωκότες κατεφλυάρουν τὰ αὑτῶν ἐράσμια, ὡς μεταλλαγῶσι τὰ πράγματα, ἀταξίαι δὲ καὶ ταραχαὶ τὴν πόλιν καταλήψονται, τὰ στρατόπεδα ἥττονα τῶν ἐναντίων γενήσονται. τοῦτο
5ἐκταραχθεὶς καὶ ὥσπερ πρῖνος καόμενος οἰδηθεὶς
διάτορον ἀνεβόησα, Ὦ δαιμόνιοι ἀνδρῶν, μὴ μεγάλα λίαν λέγετε “θήγοντες ὀδόντας κατ’ ἀνδρῶν θυμολεόντων πνεόντων δόρυ καὶ λόγχας καὶ λευκολόφους τρυφαλείας.” ἀλλὰ ταῦθ’ ὑμῖν ἐπὶ456
10κεφαλὴν καταβήσεται, ὡς τὴν πατρίδα ὑμῶν κατα‐ τρύχετε· οὐ γὰρ αἰθεροβατοῦντες ταῦτα ἠκηκόειτε, οὐ τὴν πολυάσχολον μαθηματικὴν κατωρθώκατε. εἰ δέ γε μαντεῖαι καὶ γοητεῖαι ὑμᾶς παρέπεισαν, διπλοῦν τὸ τῆς ἀμαθίας· γυναικῶν γὰρ εὑρέματα
15ταῦτα γραϊδίων καὶ παίγνια· ἐπὶ πολὺ γὰρ τὰ τοιαῦτα αἱ τῶν γυναικῶν ἐπίνοιαι μετέρχονται.
16ΤΡΙΕΦΩΝ
Philopatr
.

26

Τί δὲ πρὸς ταῦτα ἔφησαν, ὦ καλὲ Κριτία, οἱ κεκαρμένοι τὴν γνώμην καὶ τὴν διάνοιαν;
2ΚΡΙΤΙΑΣ Ἅπαντα ταῦτα παρέδραμον εἰς ἐπίνοιαν τετεχνα‐ σμένην καταπεφευγότες· ἔλεγον γάρ, Ἡλίους
5δέκα ἄσιτοι διαμενοῦμεν καὶ ἐπὶ παννύχους ὑμνῳ‐ δίας ἐπαγρυπνοῦντες ὀνειρώττομεν τὰ τοιαῦτα.
6ΤΡΙΕΦΩΝ Σὺ δὲ τί πρὸς αὐτοὺς εἴρηκας; μέγα γὰρ ἔφησαν καὶ διηπορημένον.
8ΚΡΙΤΙΑΣ Θάρσει, οὐκ ἀγεννές· ἀντεῖπον γὰρ τὰ κάλλιστα.
10τὰ γὰρ παρὰ τῶν ἀστικῶν θρυλλούμενα, ἔφην, περὶ ὑμῶν, ὁπόταν ὀνειροπολῆτε, τὰ τοιαῦτά που παρ‐ εισάγονται. οἱ δὲ σεσηρὸς ὑπομειδιῶντες, Ἔξω που παρέρ‐ χονται τοῦ κλινιδίου.458
15 ἦν δ’ ἐγώ, Εἰ ἀληθῆ εἰσι ταῦτα, ὦ αἰθέριοι, οὐκ ἄν ποτε ἀσφαλῶς τὰ μέλλοντα ἐξιχνεύσαιτε, ἀλλὰ καταπεισθέντες ὑπ’ αὐτῶν ληρήσετε τὰ μὴ ὄντα μηδὲ γενησόμενα. ἀλλὰ ταῦτα μὲν οὐκ οἶδ’ ὅπως ληρεῖτε ὀνείροις πιστεύοντες, καὶ τὰ κάλλιστα βδελύττεσθε,
20τοῖς δὲ πονηροῖς ἥδεσθε, μηδὲν ὀνούμενοι τοῦ βδελύγ‐ ματος. ὥστε ἐάσατε τὰς ἀλλοκότους ταύτας φαντα‐ σίας καὶ τὰ πονηρὰ βουλεύματα καὶ μαντεύματα, μή που θεὸς ὑμᾶς ἐς κόρακας βάλλῃ διὰ τὸ τῇ πατρίδι ἐπαρᾶσθαι καὶ λόγους κιβδήλους ἐπιφημίζειν.
Philopatr
.

27

οὗτοι δὲ ἅπαντες ἕνα θυμὸν ἔχοντες ἐμοὶ πολλὰ κατεμέμφοντο. καὶ εἰ βούλει, καὶ τάδε προστιθῶ σοι, ἅτινά με καὶ ὡς στήλην ἄναυδον ἔθηκαν, μέχρις ἂν ἡ χρηστή σου λαλιὰ λιθούμενον ἀνέλυσε
5καὶ ἄνθρωπον ἀπεκατέστησε.
5ΤΡΙΕΦΩΝ Σίγα, ὦ Κριτία, καὶ μὴ ὑπερεκτείνῃς τοὺς ὕθλους· ὁρᾷς γὰρ ὡς ἐξώγκωταί μου ἡ νηδὺς καὶ ὥσπερ κυοφορῶ· ἐδήχθην γὰρ τοῖς παρὰ σοῦ λόγοις ὡς ὑπὸ κυνὸς λυττῶντος. καὶ εἰ μὴ φάρμακον ληθεδα‐
10νὸν ἐμπιὼν ἠρεμήσω, αὕτη ἡ μνήμη οἰκουροῦσα ἐν ἐμοὶ μέγα κακὸν ἐργάσεται. ὥστε ἔασον τούτους
τὴν εὐχὴν ἀπὸ πατρὸς ἀρξάμενος καὶ τὴν πολυώ‐ νυμον ᾠδὴν ἐς τέλος ἐπιθείς.460
Philopatr
.

28

ἀλλὰ τί τοῦτο; οὐχὶ Κλεόλαος οὗτός ἐστιν, ὁ τοῖς ποσὶ μακρὰ βιβάς, σπουδῇ δὲ ἥκει καὶ κατέρχεται; μῶν ἐπιφωνήσομεν αὐτῷ;
4ΚΡΙΤΙΑΣ
5Καὶ μάλα.
5ΤΡΙΕΦΩΝ Κλεόλαε,
μή τι παραδράμῃς γε ποσὶ μηδὲ παρέλθῃς,
ἀλλ’ ἐλθὲ χαίρων, εἴ γέ που μῦθον φέρεις.
8ΚΛΕΟΛΑΟΣ Χαίρετ’ ἄμφω, ὦ καλὴ ξυνωρίς.
9ΤΡΙΕΦΩΝ
10 Τίς ἡ σπουδή; ἀσθμαίνεις γὰρ ἐπὶ πολύ. μῶν τι καινὸν πέπρακται;
11ΚΛΕΟΛΑΟΣ
Πέπτωκεν ὀφρὺς ἡ πάλαι βοωμένη
Περσῶν,
καὶ Σοῦσα κλεινὸν ἄστυ.
15πεσεῖ δ’ ἔτι γε πᾶσα χθὼν Ἀραβίας χειρὶ κρατοῦντος εὐσθενεστάτῳ κράτει.
16ΚΡΙΤΙΑΣ
Philopatr
.

29

Τοῦτ’ ἐκεῖνο, ὡς ἀεὶ τὸ θεῖον οὐκ ἀμελεῖ
τῶν ἀγαθῶν, ἀλλ’ αὔξει ἄγον ἐπὶ τὰ κρείττονα. ἡμεῖς δέ, ὦ Τριεφῶν, τὰ κάλλιστα εὑρηκότες ἐσμέν. ἐδυσχέραινον γὰρ ἐν τῇ ἀποβιώσει τί τοῖς τέκνοις462
5καταλιπεῖν ἐπὶ ταῖς διαθήκαις· οἶδας γὰρ τὴν ἐμὴν πενίαν ὡς ἐγὼ τὰ σά. τοῦτο ἀρκεῖ τοῖς παισίν, αἱ ἡμέραι τοῦ αὐτοκράτορος· πλοῦτος γὰρ ἡμᾶς οὐκ ἐκλείψει καὶ ἔθνος ἡμᾶς οὐ καταπτοήσει.
8ΤΡΙΕΦΩΝ Κἀγώ, ὦ Κριτία, ταῦτα καταλείπω τοῖς τέκνοις,
10ὡς ἴδωσι Βαβυλῶνα ὀλλυμένην, Αἴγυπτον δου‐ λουμένην, τὰ τῶν Περσῶν τέκνα “δούλειον ἦμαρ” ἄγοντα, τὰς ἐκδρομὰς τῶν Σκυθῶν παυομένας, εἴθ’ οὖν καὶ ἀνακοπτομένας. ἡμεῖς δὲ τὸν ἐν Ἀθήναις Ἄγνωστον ἐφευρόντες καὶ προσκυνήσαντες χεῖρας
15εἰς οὐρανὸν ἐκτείναντες τούτῳ εὐχαριστήσωμεν ὡς καταξιωθέντες τοιούτου κράτους ὑπήκοοι γενέ‐ σθαι, τοὺς δὲ λοιποὺς ληρεῖν ἐάσωμεν ἀρκεσθέντες ὑπὲρ αὐτῶν εἰπεῖν τὸ οὐ φροντὶς Ἱπποκλείδῃ κατὰ
τὴν παροιμίαν.464