TLG 0061 005 :: Pseudo–LUCIANUS :: Ocypus

Pseudo–LUCIANUS Soph.
(p. A.D. 2)

Ocypus

Source: Macleod, M.D. (ed.), Lucian, vol. 8. Cambridge, Mass.: Harvard University Press, 1967: 358–376.

Citation: (Line)

t1ΩΚΥΠΟΥΣ
t2ΠΟΔΑΓΡΑ, ΤΡΟΦΕΥΣ, ΩΚΥΠΟΥΣ, ΙΑΤΡΟΣ
1ΠΟΔΑΓΡΑ
1Δεινὴ μὲν ἐν βροτοῖσι καὶ δυσώνυμος Ποδάγρα κέκλημαι, δεινὸν ἀνθρώποις πάθος, δεσμῶ δὲ νευρίνοισι τοὺς πόδας βρόχοις, ἄρθροισιν εἰσδραμοῦσα μὴ νοουμένη.
5γελῶ δὲ τοὺς πληγέντας ὑπ’ ἐμοῦ πρὸς 〈βίαν〉 καὶ μὴ λέγοντας τἀτρεκῆ τῆς συμφορᾶς, ἀλλ’ εἰς ματαίαν πρόφασιν ἐξησκημένους. ἅπας γὰρ αὑτὸν βουκολεῖ ψευδοστομῶν, ὡς ἐνσεσεικὼς ἤ τι προσκόψας βάσιν
10λέγει φίλοισι, μὴ φράσας τὴν αἰτίαν· ὃ μὴ λέγει γάρ, ὡς δοκῶν λαθεῖν τινας, χρόνος δέ γ’ ἕρπων μηνύει, κἂν μὴ θέλῃ. καὶ τότε δαμασθείς, ὀνομάσας μου τοὔνομα, πᾶσιν θρίαμβος ἐκβεβάστακται φίλοις.
15Πόνος δέ μοι συνεργός ἐστι τῶν κακῶν· ἐγὼ γὰρ οὐδέν εἰμι τούτου δίχα μόνη. τοῦτ’ οὖν δάκνει με καὶ φρενῶν καθάπτεται, ὅτι τὸν ἅπασιν αἴτιον Πόνον κακῶν οὐδεὶς κακούργοις λοιδορεῖ βλασφημίαις,
20ἀλλὰ κατ’ ἐμοῦ πέμπουσι δυσφήμους ἀρὰς ὡς δεσμὸν ἐλπίζοντες ἐκφυγεῖν ἐμόν. τί ταῦτα φλυαρῶ κοὐ λέγω τίνος χάριν πάρειμι μὴ φέρουσα τὴν ἐμὴν χολήν; ὁ γὰρ Δόλων γενναῖος, ὁ θρασὺς Ὠκύπους
25φρονεῖ καθ’ ἡμῶν μηδὲν εἶναί μέ τι λέγων. ἐγὼ δ’ ὑπ’ ὀργῆς ὡς γυνὴ δεδηγμένη ἀντέδακα τοῦτον ἀθεράπευτον εὐστόχως, ὡς ἦν ἔθος μοι κονδύλου ποδὸς τυχεῖν. ἤδη δ’ ὁ δεινὸς Πόνος ἔχει λεπτὸν τόπον
30καὶ τὴν βάσιν νυγμοῖσι τρυπᾷ τὴν κάτω. ὁ δ’ ὡς δρόμοισιν ἢ πάλῃ πλήξας ἴχνος πλανᾷ γέροντα παιδαγωγὸν ἄθλιον. καὶ κλεψίχωλον πόδα τιθεὶς ἰχνευμένον δύστηνος αὐτὸς ἐκ δόμων προέρχεται.
35πόθεν δ’ ὁ δεινὸς κατὰ ποδῶν οὗτος παρῆν ἀτραυμάτιστος, ἄβατος, ἄστατος πόνος; τείνω δὲ νεῦρον οἷα τοξότης ἀνὴρ βέλος προπέμπων καὶ λέγειν βιάζεται· Τὸ τῶν πονούντων ἔσχατον στοιχεῖ χρόνῳ.
39ΤΡΟΦΕΥΣ
40Ἔπαιρε σαυτόν, ὦ τέκνον, καὶ κούφισον. μή πώς με πίπτων καταβάλῃς σὺ χωλὸς ὤν.
41ΩΚΥΠΟΥΣ Ἰδού, κρατῶ σε δίχα βάρους καὶ πείθομαι
καὶ τὸν πονοῦντα πόδα τιθῶ καὶ καρτερῶ· νεωτέρῳ γὰρ αἶσχος ἐν πεσήμασι
45ὑπηρέτης ἀδύνατος γογγύζων γέρων.
45ΤΡΟΦΕΥΣ Μὴ μή τι ταῦτα, μωρέ, μή με κερτόμει, μή μ’ ὡς νέος κόμπαζε, τοῦτ’ εἰδὼς ὅτι ἐν ταῖς ἀνάγκαις πᾶς γέρων ἐστὶν νέος. πείθου λέγοντι· τὸ πέρας ἂν ὑποσπάσω,
Ocy
.

(50)

ἔστην ὁ πρέσβυς, σὺ δ’ ὁ νέος πίπτεις χαμαί.
Ocy
.

(50)

ΩΚΥΠΟΥΣ Σὺ δ’ ἂν σφαλῇς, πέπτωκας ἄπονος ὢν γέρων. προθυμία γὰρ ἐν γέρουσι παρέπεται, πρᾶξις δὲ τούτοις οὐκέτ’ ἐστὶν εὔτονος.
53ΤΡΟΦΕΥΣ Τί μοι σοφίζῃ, κοὐ λέγεις οἵῳ τρόπῳ
55πόνος προσῆλθε σοῦ ποδὸς κοίλην βάσιν;
55ΩΚΥΠΟΥΣ Δρόμοισιν ἀσκῶν, κοῦφον ὡς τιθῶ πόδα, τρέχων ἔτεινα, καὶ συνεσμίχθην πόνῳ.
57ΤΡΟΦΕΥΣ Πάλιν τρέχ’, ὥς τις εἶπεν, ὃς καθήμενος
πώγωνα τίλλει κουριῶν ὑπ’ ὠλέναις.
59ΩΚΥΠΟΥΣ
60Οὐκοῦν παλαίων ὡς θέλω παρεμβολὴν βαλεῖν ἐπλήγην. τοῦτο δὴ πίστευέ μοι.
61ΤΡΟΦΕΥΣ Ποῖος στρατιώτης γέγονας, ἵνα παρεμβολὴν βαλὼν σὺ πληγῇς; περικυκλεῖς ψευδῆ λόγον. τὸν αὐτὸν ἡμεῖς εἴχομεν λόγον ποτὲ
65μηδενὶ λέγοντες τὴν ἀλήθειαν φίλων. νῦν δ’ εἰσορᾶς ἅπαντας ἐξευρηκότας. ὁ πόνος ἐλελίξας ἐμμελῶς διαστρέφει.
67ΙΑΤΡΟΣ Ποῖ ποῖ καθεύρω κλεινὸν Ὠκύπουν, φίλοι, τὸν πόδα πονοῦντα καὶ βάσιν παρειμένον;
70ἰατρὸς ὢν γὰρ ἔκλυον ὑπὸ φίλου τινὸς πάσχοντα δεινὰ τοῦτον ἀστάτῳ πάθει. ἀλλ’ αὐτὸς οὗτος ἐγγὺς ὀμμάτων ἐμῶν κεῖται κατ’ εὐνῆς ὕπτιος βεβλημένος. ἀσπάζομαί σε πρὸς θεῶν, καὶ σὸν 〈πάθοσ〉
75τί 〈πότ’ ἐστι〉 τοῦτο; λέξον, Ὠκύπου, τάχα. εἰ γὰρ μάθοιμι, τυχὸν ἴσως ἰάσομαι τὸ δεινὸν ἄλγος, τοῦ πάθους τὴν συμφοράν.
77ΩΚΥΠΟΥΣ Ὁρᾷς με, Σωτὴρ καὶ πάλιν Σωτήριχε,
Σάλπιγγος αὐτῆς ὄνομ’ ἔχων Σωτήριχε,
80δεινὸς πόνος με τοῦ ποδὸς δάκνει κακῶς, δειλὸν δὲ βῆμα κοὐχ ἁπλοῦν τιθῶ ποσίν.
81ΙΑΤΡΟΣ Πόθεν παθών, μήνυσον, ἢ ποίῳ τρόπῳ; μαθὼν ἀλήθειαν γὰρ ἰατρὸς ἀσφαλῶς κρεῖττον πρόσεισι, σφάλλεται δὲ μὴ μαθών.
84ΩΚΥΠΟΥΣ
85Δρόμον τιν’ ἀσκῶν καὶ τέχνην γυμναστικὴν δεινῶς ἐπλήγην ὑπὸ φίλων ὁμηλίκων.
86ΙΑΤΡΟΣ Πῶς οὖν ἀηδὴς οὐ πάρεστι φλεγμονὴ τόπου κατ’ αὐτοῦ κοὐκ ἔχεις τιν’ ἐμβροχήν;
88ΩΚΥΠΟΥΣ Οὐ γὰρ στέγω τὰ δεσμὰ τῶν ἐριδίων,
90εὐμορφίαν ἄχρηστον εἰς πολλοὺς καλήν.
90ΙΑΤΡΟΣ Τί οὖν δοκεῖ σοι; κατακνίσω σου τὸν πόδα; ἂν γὰρ παράσχῃς μοί 〈σε〉, γιγνώσκειν σε δεῖ, ὡς ταῖς τομαῖσι πλεῖστον αἷμά σου κενῶ.
93ΩΚΥΠΟΥΣ Ποίησον εἴ τι καινὸν ἐξευρεῖν ἔχεις,
95ἵν’ εὐθὺ δεινὸν ἐκ ποδῶν παύσῃς πόνον.
95ΙΑΤΡΟΣ Ἰδού, σιδηρόχαλκον ἐπιφέρω τομήν, ὀξεῖαν, αἱμόδιψον, ἡμιστρόγγυλον.
97ΤΡΟΦΕΥΣ Ἔα, ἔα. Σῶτερ, τί ποιεῖς; μὴ τύχοις σωτηρίας.
Ocy
.

(100)

τολμᾷς σιδηρόσπαρτον ἐπιβαλεῖν πόνον; μηδὲν κατειδὼς προσφέρεις κακὸν ποσίν. ψευδεῖς γὰρ ἔκλυες ὧν ἀκήκοας λόγων. οὐ γὰρ πάλαισιν ἢ δρόμοισιν, ὡς λέγει, ἀσκῶν ἐπλήγη. τοῦτο γοῦν ἄκουέ μου.
105ἦλθεν μὲν οὖν τὸ πρῶτον ὑγιὴς ἐν δόμοις, φαγὼν δὲ πολλὰ καὶ πιὼν ὁ δυστυχὴς κλίνης ὕπερθε καταπεσὼν ὑπνοῖ μόνος· ἔπειτα νυκτὸς διυπνίσας ἐκραύγασεν ὡς δαίμονι πληγείς, καὶ πάντα φόβον λαβών.
110ἔλεξε δ’, Οἴμοι, πόθεν ἔχω κακὴν τύχην; δαίμων τάχα κρατῶν τις ἐξωθεῖ ποδός. πρὸς ταῦτα νυκτὸς ἀνακαθήμενος μόνος ὁποῖα κῆϋξ ἐξεθρήνει τὸν πόδα. ἐπεὶ δ’ ἀλέκτωρ ἡμέραν ἐσάλπισεν,
115οὗτος προσῆλθε χεῖρα θεὶς ἐμοὶ πικρὰν
θρηνῶν πυρέσσων 〈εἶπέ μοι βάσιν νοσεῖν.〉 ἃ πρὶν δὲ σοὶ κατεῖπε, πάντ’ ἐψεύσατο, τὰ δεινὰ κρύπτων τῆς νόσου μυστήρια.
118ΩΚΥΠΟΥΣ Γέρων μὲν αἰεὶ τοῖς λόγοις ὁπλίζεται
120καυχώμενος τὰ πάντα, μηδὲ ἓν σθένων. ὁ γὰρ πονῶν τι καὶ φίλοις ψευδῆ λέγων πεινῶντ’ ἔοικε μαστίχην μασωμένῳ.
122ΙΑΤΡΟΣ Πλανᾷς ἅπαντας, ἄλλα δ’ ἐξ ἄλλων λέγεις, λέγων πονεῖν μέν, ὃ δὲ πονεῖς οὔπω λέγεις.
124ΩΚΥΠΟΥΣ
125Πῶς οὖν φράσω σοι τοῦ πάθους τὴν συμφοράν; πάσχων γὰρ οὐδὲν οἶδα, πλὴν πονῶ μόνον.
126ΙΑΤΡΟΣ Ὅταν ἀφορμῆς δίχα πονῇ τις τὸν πόδα, πλάσσει τὸ λοιπὸν οὓς θέλει κενοὺς λόγους εἰδὼς τὸ δεινὸν ᾧ συνέζευκται κακῷ.
130καὶ νῦν μὲν ἀκμὴν εἷς 〈σε ποὺς λυπεῖ μόνον.〉 ἐπὰν δὲ καὶ τὸν ἕτερον ἀλγύνῃ πόδα, στένων δακρύσεις. ἓν δέ σοι φράσαι θέλω· τοῦτ’ ἔστ’ ἐκεῖνο, κἂν θέλῃς, κἂν μὴ θέλῃς.
133ΩΚΥΠΟΥΣ
Τί δ’ ἔστ’ ἐκεῖνό γ’, εἰπέ, καὶ τί κλῄζεται;
134ΙΑΤΡΟΣ
135Ἔχει μὲν ὄνομα συμφορᾶς γέμον διπλῆς.
135ΩΚΥΠΟΥΣ Οἴμοι. τί τοῦτο; λέξον, 〈οὗ〉 δέομαι, γέρον.
136ΙΑΤΡΟΣ Ἐκ τοῦ τόπου μὲν οὗ πονεῖς ἀρχὴν ἔχει.
137ΩΚΥΠΟΥΣ Ποδὸς μὲν ἀρχὴν ὄνομ’ ἔχει, καθὼς λέγεις;
138ΙΑΤΡΟΣ Τούτῳ σὺ πρόσθες ἐπὶ τέλει δεινὴν ἄγραν.
139ΩΚΥΠΟΥΣ
140Καὶ πῶς με τὸν δύστηνον ἔτι 〈νέον κρατεῖ;〉
140ΙΑΤΡΟΣ Δεινή περ οὖσα, φείδεται γὰρ οὐδενός.
141ΩΚΥΠΟΥΣ Σωτήρ, τί λέγεις; τί δέ με ...
142ΙΑΤΡΟΣ
Ἄφες με μικρόν, ἠλόγημαι σοῦ χάριν.
143ΩΚΥΠΟΥΣ Τί δ’ ἔστι δεινὸν ἢ τί συμβέβηκέ μοι;
144ΙΑΤΡΟΣ
145Εἰς δεινὸν ἦλθες πόνον ἀχώριστον ποδός.
145ΩΚΥΠΟΥΣ Οὐκοῦν με δεῖ πρόχωλον ἐξαντλεῖν βίον;
146ΙΑΤΡΟΣ Χωλὸς μὲν ἂν ᾖς, οὐδέν ἐστι, μὴ φοβοῦ.
147ΩΚΥΠΟΥΣ Τί δ’ ἔστι χεῖρον ...
148ΙΑΤΡΟΣ Ἀμφοῖν ποδοῖν σε συμποδισθῆναι μένει.
149ΩΚΥΠΟΥΣ
Ocy
.

(150)

Οἴμοι. πόθεν με καινὸς εἰσῆλθεν πόνος ποδὸς δι’ ἄλλου καί με συμπάσχειν κακῶς; ἢ πῶς ὅλος πέπηγα μεταβῆναι θέλων; δειλαίνομαι δὲ πολλὰ μεταστῆσαι πόδα, νήπιος, ὁποῖα βρέφος ἄφνω φοβούμενος.
155ἀλλ’ ἄντομαί σε πρὸς θεῶν, Σωτήριχε, εἴπερ 〈τι〉 τέχνη σὴ δύναται, μηδὲν φθονῶν θεράπευσον ἡμᾶς, εἰ δὲ μή, διοίχομαι·
πάσχω γὰρ ἀφανῶς, κατὰ ποδῶν τοξεύομαι.
158ΙΑΤΡΟΣ Τοὺς μὲν πλανήτας περιελὼν λόγους ἐγώ,
160τοὺς τῶν ἰατρῶν τῶν ὁμιλούντων μόνον, ἔργῳ δὲ μηδὲν εἰδότων σωτήριον, τὰ πάντα σοι πάσχοντι συντόμως φράσω. ἄφευκτον ἦλθες πρῶτον ἐς βάθος κακῶν· οὐ γὰρ σιδηρόπλαστον ὑπεδύσω βάσιν,
165ὃ τοῖς κακούργοις εὑρέθη τεκμήριον, δεινὴν δὲ καὶ κρυφαῖον εἰς πάντας κάκην, ἧς οὐκ ἂν ἄραιτ’ ἄχθος ἀνθρώπων φύσις.
167ΩΚΥΠΟΥΣ Αἰαῖ αἰαῖ, οἴμοι οἴμοι. πόθεν με τρυπᾷ τὸν πόδα κρυπτὸς πόνος;
170δέξασθε χεῖρας τὰς ἐμὰς πρὸ τοῦ πεσεῖν, ὁποῖα Σάτυροι Βακχίους ὑπ’ ὠλένας.
171ΤΡΟΦΕΥΣ Γέρων μέν εἰμι, πλὴν ἰδού, σοὶ πείθομαι,
καὶ τὸν νέον σε χειραγωγῶ πρέσβυς ὤν.